eul_wid: kuu-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On the Eternity of the Cosmos by Critolaus of Phaselis philosopher

On the Eternity of the Cosmos is a philosophical treatise by Critolaus of Phaselis, a leading Peripatetic philosopher of the 2nd century BCE. The work is a systematic defence of the core Aristotelian doctrine that the universe is without beginning or end, composed as a direct polemic against the rival Stoic belief in a periodically destroyed and reborn, cyclical cosmos. The treatise survives only in fragmentary form, with its arguments preserved in approximately twenty-five quotations by later authors, most notably the Christian philosopher John Philoponus, who cited Critolaus as a principal representative of the pagan position he sought to refute. The fragments reveal Critolaus employing formal logical arguments, such as the claim that the cause of the cosmos's existence must itself be eternal, and that the existence of an eternal human race logically necessitates an eternal world. Written during a period of intense doctrinal competition among Hellenistic schools, the treatise represents a significant effort to consolidate and champion Aristotelian cosmology. Its historical importance was secured by its subsequent role as a major reference point in the protracted debate between pagan philosophers advocating for the world's eternity and Christian theologians arguing for its divine creation in time, which ensured its preservation through citation by its opponents long after the original work was lost.

Φίλων ὁ Ἀλεξανδρεύς ἐπαγωνιζόμενος δʼ ὁ Κριτόλαος ἐχρῆτο καὶ τοιούτῳ λόγῳ· «τὸ αἴτιον αὑτῷ τοῦ ὑγιαίνειν ἄνοσόν ἐστιν· ἀλλὰ καὶ τὸ αἴτιον αὑτῷ τοῦ ἀγρυπνεῖν ἄγρυπνόν ἐστιν· εἰ δὲ τοῦτο, καὶ τὸ αἴτιον αὑτῷ τοῦ ὑπάρχειν ἀίδιόν ἐστιν· αἴτιος δʼ ὁ κόσμος αὑτῷ τοῦ ὑπάρχειν, εἴ γε καὶ τοῖς ἄλλοις ἅπασιν· ἀίδιος ἄρα ὁ κόσμος ἐστίν».

Φίλων ὁ Ἀλεξανδρεύς Κριτόλαος δὲ τῶν κεχορευκότων Μούσαις, τῆς Περιπατητικῆς ἐραστὴς φιλοσοφίας, τῷ περὶ τῆς ἀιδιότητος κόσμου δόγματι συνειπὼν ἐχρήσατο τοιαύταις πίστεσιν· «εἰ γέγονεν ὁ κόσμος, ἀνάγκη καὶ τὴν γῆν γεγονέναι· εἰ δὲ ἡ γῆ γενητή, πάντως καὶ τὸ ἀνθρώπων γένος· ἄνθρωπος δὲ ἀγένητον ἐξ ἀιδίου τοῦ γένους ὑφεστῶτος ὥσπερ ἐπιδειχθήσεται. ἀίδιος ἄρα καὶ ὁ κόσμος».

Ἰωάννης ὁ Στοβαῖος Ἀντιφῶν καὶ Κριτόλαος νόημα ἢ μέτρον τὸν χρόνον, οὐχ ὑπόστασιν.

Ἐπιφάνιος ὁ Σαλαμῖνος Ἀριστοτέλης ὁ Νικομάχου κατὰ μέν τινας Μακεδὼν ἀπὸ Σταγείρων, ὡς δὲ ἔνιοι Θρᾷξ ἦν τὸ γένος. ἔλεγε δὲ δύο ἀρχὰς εἶναι, θεὸν καὶ ὕλην, καὶ τὰ μὲν ὑπεράνω τῆς σελήνης θείας προνοίας τυγχάνειν, τὰ δὲ κάτωθεν τῆς σελήνης ἀπρονόητα ὑπάρχειν καὶ φορᾷ τινι ἀλόγῳ φέρεσθαι ὡς ἔτυχεν. εἶναι δὲ λέγει δύο κόσμους, τὸν ἄνω καὶ τὸν κάτω, καὶ τὸν μὲν ἄνω ἄφθαρτον, τὸν δὲ κάτω φθαρτόν. καὶ τὴν ψυχὴν ἐνδελέχειαν σώματος λέγει.

Ἐπιφάνιος ὁ Σαλαμῖνος Κριτόλαος ὁ φασηλίτης τὰ αὐτὰ τῷ Ἀριστοτέλει ἐδόξασε.

Ἰωάννης ὁ Στοβαῖος Κριτόλαος καὶ Διόδωρος ὁ Τύριος νοῦν ἀπʼ αἰθέρος ἀπαθοῦς

Ἰωάννης ὁ Στοβαῖος ὑπὸ δὲ τῶν νεωτέρων Περιπατητικῶν τῶν ἀπὸ Κριτολάου τὸ ἐκ πάντων τῶν ἀγαθῶν συμπεπληρωμένον τοῦτο δὲ ἦν τὸ ἐκ τῶν τριῶν γενῶν, οὐκ ὀρθῶς.

Κλήμης ὁ Ἀλεξανδρεύς Κριτόλαος δὲ ὁ καὶ αὐτὸς Περιπατητικὸς τελειότητα ἔλεγεν κατὰ φύσιν εὐροοῦντος βίου τὴν ἐκ τῶν τριῶν γενῶν συμπληρουμένην προγονικὴν τελειότητα μηνύων.

Κλήμης ὁ Ἀλεξανδρεύς ἐντολὴ δὲ ἀπαγορεύει τὸν φόβον ἐπαρτῶσα διὰ παιδείαν τῶν οὕτως ἐπιδεχομένων νουθετεῖσθαι. οὐ τοίνυν ἄλογος ὁ φόβος, λογικὸς μὲν οὖν· πῶς γὰρ οὔ, παραινῶν· «οὐ φονεύσεις οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις»; ἀλλʼ εἰ σοφίζονται τὰ ὀνόματα, εὐλάβειαν καλούντων οἱ φιλόσοφοι τὸν τοῦ νόμου φόβον, εὔλογον οὖσαν ἔκκλισιν. ὀνοματομάχους τούτους οὐκ ἀπὸ τρόπου ὁ Φασηλίτης ἐκάλει Κριτόλαος.

Φιλόδημος κατὰ γὰρ τὸν Εὐριπίδην ἐκ βαθείας αἰθέρος λαβεῖν ἀμοχθεὶ πάρεστιν τὰ ποιοῦντα πίστεις, ὅταν ἐθέλωμεν. ἀλλὰ γὰρ α … τῷ Κριτολάῳ … η το σει

τὸν μὲν γὰρ Δημοσθένην πάντες κεκράγασιν οἱ κατʼ αὐτὸν τεχνίτην εἶναι, καὶ Κριτόλαος οὐκ ἀπαρνεῖται.

… με περὶ τῶν ἄλλων πάντων λέγειν, οὓς καὶ αὐτὸς Κριτόλαος ἐκφέρει διὰ τὴν πρὸς τοὺς ῥήτορας φιλοτιμίαν. τὸ μὲν γὰρ ἕνεκα τοῦ πολλάκις ἀκουομένους προσίστασθαι τοὺς λόγους ἀτεχνίας κατο κοινόν ἐστιν … ης και

Φιλόδημος πολιτικῶν ἀπειρίᾳ πραγμάτων. εἴρηται δέ τι καὶ περὶ τούτων καὶ Κριτολάῳ καὶ Ἀρίστωνι

λέγειν, ἀλλʼ εἰσὶν καὶ φιλόσοφοι, οἵστισιν ἔθος ἐστὶν φλυαρεῖν ὥσπερ σοὶ καὶ Κριτολάῳ, σαφῶς λέγοντος ἄκουσον· ἥ γʼ ἐνπειρία τῶν πολιτικῶν ῥητόρων τὸ συνέχον ἔχουσα κείμενον ἐν εὐκαιρίας στενοχωρίᾳ διδάσκει πολλάκις μὲν ἐκτείνειν μακροὺς λόγους, πολλάκις δὲ βαιά τινα διαλεχθῆναι, πολλάκις δὲ μηδὲ διᾶραι τὰ χείλη. παραιρούμενος οὖν ἐκ τῆς ἐπιστήμης καὶ τῆς ἐνπειρίας τὰ μάλιστα παραδιδόμενα διάγει, καί τινος ἀστοχου αὐτοῦ γελοῖός ἐστιν.

Σέξτος ὁ ἐμπειρικός καθάπερ οὖν οὐκ ἂν εἴποιμεν τὴν τοιχωρυχικὴν εἶναί τινα τέχνην παραινοῦσαν τὸ οὕτω δεῖν τοῖχον διορύττειν καὶ τὴν κλεπτικὴν τὸ «οὕτω καθήκειν κλέπτειν καὶ βαλαντιοτομεῖν»— ψευδῆ γάρ ἐστι ταῦτα καὶ οὔτε καθήκοντα οὔτε θεωρήματα—, οὕτως οὐδὲ τὴν ῥητορικὴν ὑποληπτέον ἔχειν τεχνικὴν ὑπόστασιν ἐπὶ τοιούτοις παραγγέλμασι σαλεύουσαν. ἀμέλει γέ τοι καὶ οἱ περὶ Κριτόλαον τὸν Περιπατητικὸν καὶ πολὺ πρότερον οἱ περὶ Πλάτωνα εἰς τοῦτο ἀπιδόντες ἐκάκισαν αὐτὴν ὡς κακοτεχνίαν μᾶλλον ἢ τέχνην καθεστηκυῖαν.

Σέξτος ὁ ἐμπειρικός οἱ δὲ περὶ τὸν Κριτόλαον καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας, ἐν οἷς ἐστὶ Κλειτόμαχος καὶ Χαρμίδας, εἰώθασι καὶ οὗτοι τοιαῦτά τινα λέγειν, ὅτι τὰς μὲν τέχνας οὐκ ἐκβάλλουσιν αἱ πόλεις, πάνυ τι βιωφελεῖς οὔσας ἐπιστάμεναι, ὡς οὐδὲ τοὺς μὲν οἰκονομικοὺς τῶν οἴκων ἐκβάλλομεν τοὺς δὲ βουκόλους ἐκ τῆς ἀγέλης, τὴν μέντοι ῥητορικὴν πάντες πανταχόθεν ὡς πολεμιωτάτην ἐδίωξαν, ὥσπερ ὁ μὲν Κρητικὸς νομοθέτης εἴρξας ἐπιβαίνειν τῆς νήσου τοὺς ἐν λόγοις ἀλαζονευσαμένους, ὁ δὲ Σπαρτιάτης Λυκοῦργος, ὡς ἂν ζηλωτὴς Θάλητος τοῦ Κρητὸς γενόμενος, τὸν αὐτὸν τοῖς Σπαρτιάταις νόμον εἰσηγήσατο. παρʼ ἣν αἰτίαν πολλοῖς ὕστερον χρόνοις τὸν ἐπὶ ξένης ῥητορικὴν ἐκπονήσαντα νεανίαν ἐπανελθόντα ἐκόλασαν οἱ ἔφοροι, τὴν αἰτίαν προσθέντες τῆς καταδίκης ὡς δολεροὺς λόγους ἐπὶ παρακρούσει τᾶς Σπάρτας ἐμελέτησεν. καὶ αὐτοὶ δὲ διέμειναν ῥητορικὴν μισοῦντες, ἀφελεῖ δὲ βραχυλογίᾳ χρώμενοι. ὅθεν καὶ ὁ ἀντιχειροτονηθεὶς Ἀθηναίοις ὑπʼ αὐτῶν πρὸς Τισσαφέρνην πρεσβευτής, τῶν Ἀθηναίων μακρὰς καὶ ποικίλας ῥήσεις διεξιόντων, δύο τῇ βακτηρίᾳ γραμμὰς κατὰ τοῦ ἐδάφους χαράξας, τὴν μὲν εὐθεῖαν καὶ μικράν, τὴν δὲ ἐπιμήκη καὶ σκολιάν· «τούτων, εἶπεν, ὦ βασιλεῦ, ὁποτέραν θέλεις ἑλοῦ», αἰνιττόμενος διὰ μὲν τῆς ἐπιμήκους καὶ σκολιᾶς γραμμῆς τὴν τερθρείαν τὴν ῥητορικήν, διὰ δὲ τῆς βραχείας ἅμα καὶ εὐθείας τὴν ἀφελῆ καὶ σύντομον εὐθυρρημοσύνην, διʼ ἣν οὐκ ἐν οἰκείοις μόνοις ἀλλὰ καὶ ξένοις τὴν ἀπεριττότητα τοῦ λόγου μεταδιώκουσιν. ἐκ μέσων μέντοι γε καὶ τὸν Χίων πρεσβευτὴν περὶ ἐξαγωγῆς πυροῦ δεόμενον, ἐπεὶ μακρῶς ἡρμήνευε τὴν δέησιν, ἄπρακτον ἐξαπέστειλαν, ἑτέρου δὲ πεμφθέντος συντομωτέρου, ἤπειγε γὰρ ἀνάγκη τοὺς Χίους, ἔδοσαν· κενὸν γὰρ θύλακον αὐτοῖς οὗτος ἀνατείνας ἀλφίτων αὐτὸν ἔφη δεῖσθαι. ὅμως δʼ οὖν καὶ τοῦτον ὡς ἀδολέσχην ἐμέμψαντο, ἀποχρώντως γὰρ κενὸς δειχθεὶς ὁ θύλακος ἐσήμηνε τὴν τῶν Χίων αἴτησιν ἔνθεν ὁ τραγικὸς Ἴων κινηθεὶς εἶπεν ἐπʼ αὐτῶν·

οὐ γὰρ λόγοις Λάκαινα πυργοῦται πόλις,

ἀλλʼ εὖτʼ ἂν Ἄρης νεοχμὸς ἐμπέσῃ στρατῷ,

βουλὴ μὲν ἄρχει, χεὶρ δʼ ἐπεξεργάζεται,

ἅτε βουλευομένων μὲν τὰ κράτιστα, στυγούντων δὲ τὴν ῥητορικήν. ὅθεν εἰ μὴ τὰς τέχνας ἐκβάλλουσιν αἱ πόλεις, ἐκβεβλήκασι δὲ τὴν ῥητορικήν, οὐκ ἂν εἴη τῶν τεχνῶν ἡ ῥητορική.

τοὺς φιλοσόφους ἐπιτηδεύοντας μηδὲν περιποιεῖν τῇ πατρίδι συμφέρον. διὸ καὶ Κριτόλαος φιλόσοφον πολιτευόμενον οὐκ ἐῶν μεταλαμβάνειν τῆς κτιζομένης πόλεως ὑπερβολὴν ἄλλῳ καταγέλωτος οὐκ ἀπέλιπεν. κἂν οἱ φιλόσοφοί γε μὴ πολιτεύωνται, μεγάλως ταῖς πατρίσι βοηθοῦσι τοὺς νέους διδάσκοντες αἰεὶ πείθεσθαι τοῖς νόμοις ὡς ἐπὶ σωτηρίᾳ κειμένοις.

Φιλόδημος Κριτόλαος δὲ καὶ στρατηγεῖν ἔοικε καὶ βασιλεύειν διδάσκειν, δῆλον δʼ ὅτι καὶ ἱππεύειν καὶ κυβερνᾶν καὶ τἆλλα πάντα τοῖς ἄλλοις ἅπασιν ...

Πλούταρχος εἰ δὲ δημοσίᾳ καὶ διὰ τὴν πόλιν οὐκ ἀγεννής, ἀλλὰ μεῖζον τὸ μέχρι μικρῶν ἐπιμελὲς καὶ πρόθυμον. ἕτεροι δὲ σεμνότερον οἴονται καὶ μεγαλοπρεπέστερον εἶναι τὸ τοῦ Περικλέους, ὧν καὶ Κριτόλαός ἐστιν ὁ Περιπατητικός, ἀξιοῦντος, ὥσπερ ἡ Σαλαμινία ναῦς Ἀθήνησι καὶ ἡ Πάραλος οὐκ ἐπὶ πᾶν ἔργον ἀλλʼ ἐπὶ τὰς ἀναγκαίας καὶ μεγάλας κατεσπῶντο πράξεις, οὕτως ἑαυτῷ πρὸς τὰ κυριώτατα καὶ μέγιστα χρῆσθαι, ὡς ὁ τοῦ κόσμου βασιλεύς·

τῶν ἄγαν γὰρ ἅπτεται

θεός, τὰ μικρὰ δʼ εἰς τύχην ἀνεὶς ἐᾷ κατὰ τὸν Εὐριπίδην

Πλούταρχος δειναὶ γὰρ αἱ φιλοφροσύναι παντὸς ὄγκου περιγενέσθαι, καὶ δυσφύλακτον ἐν συνηθείᾳ τὸ πρὸς δόξαν σεμνόν ἐστι. τῆς ἀληθινῆς δʼ ἀρετῆς κάλλιστα φαίνεται τὰ μάλιστα φαινόμενα, καὶ τῶν ἀγαθῶν ἀνδρῶν οὐδὲν οὕτω θαυμάσιον τοῖς ἐκτὸς ὡς ὁ καθʼ ἡμέραν βίος τοῖς συνοῦσιν. ὁ δὲ καὶ τῷ δήμῳ, τὸ συνεχὲς φεύγων καὶ τὸν κόρον, οἷον ἐκ διαλειμμάτων ἐπλησίαζεν, οὐκ ἐπὶ παντὶ πράγματι λέγων οὐδʼ ἀεὶ παριὼν εἰς τὸ πλῆθος, ἀλλʼ ἑαυτὸν ὥσπερ τὴν Σαλαμινίαν τριήρη, φησὶ Κριτόλαος, πρὸς τὰς μεγάλας χρείας ἐπιδιδούς, τἆλλα δὲ φίλους καὶ ἑταίρους ῥήτορας καθιεὶς ἔπραττεν.

Φιλόδημος []πέσῃ ταῖς ἀλη...... τὸν πόδα τοῦ καιροῦ [λέγ]ει Κριτόλαος. πῶς δʼ οὐκ ...

Φιλόδημος ῥητορικὴν πόνον—την … διγ … ης … φυρος δʼ ἀποδέδεικται ὁ Κριτολάου λόγος

Φώτιος ἦ δʼ ὅς· ἀντὶ τοῦ ἔφη δὲ οὗτος· καὶ ἀντὶ τοῦ ἔφη· τάττεται δὲ καὶ ἐπʼ ἀνδρὸς καὶ γυναικός· καὶ ἀντὶ τοῦ ἔφασαν· καὶ ἀντὶ τοῦ ὦ φίλε. τοῦτο Χάρης μέν φησι καὶ Κριτόλαος σημαίνει· διελέγχεται δʼ ὑπὸ πλειόνων.

ἦ δʼ ὅς· ἔφη δὲ οὗτος· ἔφη· ἔφασαν· καὶ ἐπὶ ἀνδρὸς καὶ ἐπὶ γυναικός· ὦ φίλε· τοῦτο Χάρης μέν φησι καὶ Κριτόλαος σημαίνειν. διελέγχεται δὲ καὶ ὑπὸ πλειόνων.

Ἐτυμολογικὸν τὸ Μέγα ἦ δʼ ὅς: οἱ μὲν περὶ Ἐρατοσθένην ἀντὶ τοῦ ἔφη δὲ οὗτος· διὸ καὶ δασύνουσι τὴν ἐσχάτην· ἐντετάχθαι γὰρ ἄρθρον τὸ ὅς. καὶ ἦ δὲ ἀντὶ τοῦ ἔφη δέ. καὶ ἦν δʼ ἐγὼ ἀντὶ τοῦ ἔφην ἐγώ. παρʼ ὃ δὴ Ἕρμιππος καὶ Ἀρίσταρχος ἀντὶ τοῦ ἔφη δὲ ὅς, Χάρης δὲ καὶ Κριτόλαος ἀντὶ τοῦ ἔφασαν καὶ ἀντὶ τοῦ ὦ φίλε σημαίνει φασί· διελέγχεται δὲ ὑπὸ πλειόνων.