eul_wid: igg-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Testimonies by Lycophron the Tragic Poet

The Testimonies is a lost work of forensic oratory attributed to the Hellenistic tragedian Lycophron. Known only from a brief entry in the tenth-century Byzantine encyclopedia known as the Suda, the collection is recorded as comprising six parts. No fragments or descriptive details of its content survive, leaving its precise nature as legal testimony or argumentative speeches a matter of inference from its classification. Its attribution to Lycophron, who was also known as a sophist and grammarian, exemplifies the cross-disciplinary activities common among Hellenistic intellectuals. The work’s complete disappearance, however, precludes any specific analysis of its rhetorical or philosophical approach to legal proof.

Ἀριστοτέλης οἱ μὲν μέθεξιν λέγουσι καὶ αἴτιον τί τῆς μεθέξεως καὶ τί τὸ μετέχειν ἀποροῦσιν· οἱ δὲ συνουσίαν ψυχῆς, ὥσπερ Λυκόφρων φησὶν εἶναι τὴν ἐπιστήμην τοῦ ἐπίστασθαι καὶ ψυχῆς. Ἀλέξανδρος ὁ Ἀφροδισιεύς οἱ δέ φασι συνουσίαν ψυχῆς, ὥσπερ Λ. ὁ σοφιστὴς τὴν ἐπιστήμην λέγων συνουσίαν τοῦ ἐπίστασθαι καὶ ψυχῆς. κάλλιον δʼ ἂν καὶ σαφέστερον ἦν, εἰ οὕτω πως εἶχεν ἡ γραφὴ «τὴν ἐπιστήμην τοῦ ἐπίστασθαι συνουσίαν καὶ ψυχῆς». ἐρωτώμενος γὰρ ὁ Λ., τί τὸ αἴτιον τοῦ τὴν ἐπιστήμην καὶ τὴν ψυχὴν ἓν εἶναι, ἔλεγεν ὅτι ἡ συνουσία.

Ἀριστοτέλης ἐθορυβοῦντο δὲ καὶ οἱ ὕστεροι τῶν ἀρχαίων ὅπως μὴ ἅμα γένηται αὐτοῖς τὸ αὐτὸ ἓν καὶ πολλά. διὸ οἱ μὲν τὸ ἔστι ἀφεῖλον, ὥσπερ Λ., οἱ δὲ τὴν λέξιν μετερρύθμιζον, ὅτι ὁ ἄνθρωπος οὐ λευκός ἐστιν ἀλλὰ λελεύκωται ... ἵνα μή ποτε τὸ ἔστι προσάπτοντες πολλὰ εἶναι ποιῶσι τὸ ἕν.

Ἀριστοτέλης γίνεται .. ἡ κοινωνία συμμαχία τῶν ἄλλων τόπωι διαφέρουσα μόνον τῶν ἄποθεν συμμαχιῶν καὶ ὁ νόμος συνθήκη καί, καθάπερ ἔφη Λ. ὁ σοφιστής, ἐγγυητὴς ἀλλήλοις τῶν δικαίων, ἀλλʼ οὐχ οἷος ποιεῖν ἀγαθοὺς καὶ δικαίους τοὺς πολίτας.

Ἀριστοτέλης, Ἰωάννης ὁ Στοβαῖος λέγω δὲ τοῦτο, πότερον τῶν τιμίων ἐστὶ καὶ σπουδαίων ἤ, καθάπερ Λ. ὁ σοφιστὴς ἔγραψε, κενόν τι πάμπαν. ἐκεῖνος γὰρ ἀντιπαραβάλλων ἑτέροις ἀγαθοῖς αὐτήν· «εὐγενείας μὲν οὖν» φησίν «ἀφανὲς τὸ κάλλος, ἐν λόγωι δὲ τὸ σεμνόν», ὡς πρὸς δόξαν οὖσαν τὴν αἵρεσιν αὐτῆς, κατὰ δʼ ἀλήθειαν οὐθὲν διαφέροντας τοὺς ἀγενεῖς τῶν εὐγενῶν.

Ἀριστοτέλης τὰ δὲ ψυχρὰ ἐν τέτταρσι γίγνεται κατὰ τὴν λέξιν, ἔν τε τοῖς διπλοῖς ὀνόμασιν, οἷον Λ. τὸν πολυπρόσωπον οὐρανὸν τῆς μεγαλοκορύφου γῆς καὶ ἀκτὴν δὲ στενόπορον ... μία μὲν οὖν αὕτη αἰτία, μία δὲ τὸ χρῆσθαι γλώτταις, οἷον Λ. Ξέρξην πέλωρον ἄνδρα καὶ Σκίρων σίνις ἀνήρ.

Ἀριστοτέλης ἐπιχειρητέον δʼ ἐνίοτε καὶ πρὸς ἄλλα τοῦ εἰρημένου, ἐκεῖνο ἐκλαβόντες, ἐὰν μὴ πρὸς τὸ κείμενον ἔχηι τις ἐπιχειρεῖν, ὅπερ Λ. ἐποίησε προβληθέντος λύραν ἐγκωμιάζειν. Ἀλέξανδρος ὁ Ἀφροδισιεύς ἢ μᾶλλον, ἐπειδὴ ὑπό τινων ἠναγκάζετο ἐπαινέσαι τὴν λύραν, εἶτα μὴ λόγων εὐπόρει πολλῶν, μικρόν τι ἐπαινέσας τὴν αἰσθητὴν ταύτην λύραν ἐπὶ τὴν οὐράνιον ἀνηνέχθη· ἔστι γὰρ ἐν οὐρανῶι ἄστρον τι ἐξ ἄστρων πολλῶν συγκείμενον λύρα ὀνομαζόμενον, εἰς ἣν πολλοὺς καὶ ἀγαθοὺς λόγους ἐξεῦρεν.