eul_wid: rye-ax

Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος
On Philanthropy or Constantius

Themistius the Philosopher On Philanthropy or Constantius PDF

t 1 ΠΕΡΙ ΦΙΛΑΝΘΡΩΠΙΑΣ Η ΚΩΝΣΤΑΝΤΙΟΣ (Οὗτος εἴρηται ἐν Ἀγκύρᾳ τῆς Γαλατίας ὅτε πρῶτον συνέτυχε τῷ βασιλεῖ νέος ὢν ἔτι· διόπερ οὐδὲ πάνυ κρατεῖ τῆς ἰδέας) Νῦν σοι πρῶτον εἰσέρχεται λόγος, ὦ βασιλεῦ, ἐλεύθερός τε καὶ ἀψευδὴς ἐπαινέτης, καὶ ῥῆμα οὐδὲ σμικρὸν ἑκὼν εἶναι προοῖτ’ ἂν οὗ τὰς εὐθύνας οὐχ ἕξει δοῦναι φιλοσοφίᾳ.
1 a [5] διόπερ ἀναγκαῖον αὐτῷ μόνα ἃ τεθαύμακεν ἐπαινέσαι. τεθαύμακε δὲ σοῦ μᾶλλον ἓν ἀγαθὸν τῆς ψυχῆς ἢ σύμπαντα ἅμα τὰ κτήματα· οἱ δὲ πολλοὶ ἐπαινέται ἐκεῖνα μᾶλλον ὁρῶσί τε καὶ ᾄδουσιν ἐν τοῖς λόγοις, τῆς τε ἀρχῆς τὸ πλῆθος καὶ τῶν ὑπηκόων τὸν ἀριθμὸν καὶ φάλαγγας ὁπλιτῶν ἀμάχους καὶ ἱππικὰς ἴλας καὶ παρασκευῆς πολύν τινα πλοῦτον καὶ ὅπλων ἀμήχανα φράγματα καὶ δράκοντας λεπτῶν ὑφασμάτων, μετεώρους ἐκ περιχρύσων καμάκων, ὑπὸ τοῦ πνεύματος μεστουμένους τε καὶ δονουμένους.
2 a [10] ὅσοι δὲ αὐτῶν κομψότεροι, μᾶλλόν σοι προσίασιν ἐγγυτέρω, στεφάνου τε ἁπτόμενοι καὶ χλαμύδος καὶ ζώνης ἀκηράτου καὶ χιτῶνος μαρμαρυγῶν. οἱ δὲ ἔτι καὶ μᾶλλον οἷον ἤδη σοῦ θιγγάνειν δοκοῦσιν, οἱ τὴν ἐνόπλιον χορείαν διεξιόντες καὶ τὰ κοῦφα ἐν πολλῷ σιδήρῳ σκιρτήματα καὶ τοὺς ἐπὶ τῶν ἵππων ἐξελιγμούς, καὶ ἐφυμνοῦσιν εἰκότως σῶμα οὕτως διακείμενον πρὸς τοὺς πόνους ἐκ τριγονίας βασιλικῆς.
2 b [5] Ἀλλ’ οὗτοι μὲν ἴσως ἀγνοοῦσιν ὡς βασιλεὺς ἅπας χερσί τε καὶ ξύμπαντι τῷ σώματι σμικρὰ ἄττα δύναται εἰς τὸ κατέχειν τὴν ἀρχὴν πρὸς τὴν ῥώμην τῆς διανοίας, ὅστις δὲ ἐκείνην οἷός τέ ἐστιν ἰδεῖν, οὗτός ἐστιν ὁ δυνάμενος διιδεῖν τὸν ἀληθινὸν βασιλέα καὶ σέ, οὐ τὰ σὰ θαυμάσαι. πάσχουσι δὲ δὴ κἀκεῖνοι ἐοικότα.
2 c [5] ἔστι μὲν γὰρ καὶ ἁπλῶς σώματος ψυχὴ δυσφανέστερόν τι χρῆμα. τὰ γὰρ τῶν πλειόνων ὄμματα ἐκεῖνο μὲν εὐθέως ὁρᾷ, τῆς δὲ οὐκ ἔχει λαβέσθαι. τῷ δὲ βασιλεῖ τὰ ἔξωθεν περικείμενα, ποικίλα τε ὄντα καὶ ἀγαπητὰ τοῖς ὀφθαλμοῖς, μᾶλλον ἐκκρούει τῶν ἐνδοτέρω τὴν θέαν, ὥσπερ, οἶμαι, νεώ τινος ἁγίου προπύλαια δεδμημένα ἐκ πολυτελοῦς λίθου τε καὶ γραφῆς πρὸς ἑαυτὰ ἐπιστρέφοντα καὶ ἀσχολοῦντα τοὺς θεατὰς πολλάκις ἀφαιρεῖται τῶν ἀνακτόρων τὴν ἐποψίαν. ἀλλὰ κἀκεῖσε ὁ μὲν ἔμφρων, οἶμαι, καὶ εὐσεβὴς ἄχρι τῶν ἀδύτων ἵεται, οἱ δὲ πολλοὶ ἔξω μένουσιν ὑπὸ τοῦ κόσμου τοῦ περὶ τὸν νεὼν βουκολούμενοι.
2 d [5] εἰ δὲ οὔπω δῆλον ὃ λέγω, πλέον φῶς ἅψομεν τῷ λόγῳ ἔκ ποθεν, οἶμαι, λαμπροτέρου παραδείγματος. τὸν θεόν, οὗ τάδε πάντα ἔργα τε καὶ γεννήματα, ἆρα ὁμοίως εὐπετὲς καταμαθεῖν αὐτόν τε καὶ τὰ ποιήματα; ἢ πρὸς ταῦτα μὲν ἡ φύσις ὄμματα ἐξ ἀρχῆς ἐτεκτήνατο, καὶ πάρεστιν ἀνεῳγμένοις ὁρᾶν ἥλιόν τε καὶ σελήνην καὶ τὰ λοιπὰ ἄστρα καὶ τὸν ξύμπαντα οὐρανόν, ἐκεῖνον δὲ κατιδεῖν ἀγαπητὸν ὅτῳ καὶ εἰς χρόνον ἐξ αὐτῶν ἐκείνου ἐφίκοιτο; Ἀλλ’ ἐπειδὴ εὖ ποιῶν ὁ λόγος εἰκόνι προσωρμήσατο πάνυ οἰκείᾳ τε καὶ παγκάλῃ, φέρε ἐπὶ ταύτης ὀχούμενοι καὶ τὸ λοιπὸν συμπεράνοιμεν, ὥσπερ οὖν, οἶμαι, τὴν θεοῦ φύσιν τὰ ποιήματα ἐπιδείκνυσιν, οὕτως φαίνουσιν αἱ πράξεις βασιλικὴν ἀρετὴν τοῖς δυναμένοις ἐκ τῶν ἔργων πρὸς τὸν ἐργαζόμενον ποδηγεῖσθαι.
3 b [5] ποῖ δῆτα οὖν ἡμᾶς ἐκφέρει τὰ ἔργα καὶ ποίαν ἐπιδείκνυσιν ἀτραπόν; οὔ τί που δύσβατόν γέ τινα καὶ ἐπίσκιον, εἰς οἵας οἱ πολλοὶ τῶν τυράννων ὥσπερ φωλεοὺς καταδύονται, ἀλλ’ εὐρεῖάν τε καὶ τὰ ἴχνη τηλαυγῆ διατηροῦσαν, οὐδὲ ἐπ’ ἄγριόν τι καὶ χαλεπὸν ζῷον ἐξάγουσαν, ἄρκτον ἢ κάπρον ἢ λέοντα, βασιλέως ὄνομα ἠμφιεσμένον, ἀλλ’ ἐπὶ τὸ πάντων εὐκολώτατόν τε καὶ ἡμερώτατον θείας τε ὄντως δή τινος καὶ ἀτύφου μοίρας φύσει μετέχον ζῷον οὐράνιον, ἐκεῖθεν δοθὲν τοῖς τῇδε εἰς ἐπιμέλειαν. πρὶν δὲ ἄρξασθαι ἰχνηλατεῖν, συγχωρήσωμεν ὑπὲρ αὐτοῦ κήρυγμά τι κηρύξαι τῷ λόγῳ, Ἄνδρες ὁπόσοι τοῖς αὐτοῖς οἴαξι κυβερνᾶσθε, εἰ μέν τι καὶ σμικρὸν φενακίζοντα ἐξεύροιτε, λοιδορεῖν τε καὶ ἀπωθεῖσθαι καὶ ἐκβάλλειν φιλοσοφίας, ὡς οὔτε ὅσια δρῶντα οὔτε ξύμφωνα τοῖς ἐκείνης νόμοις· εἰ δὲ ὅσα ἐπαινέσεται, τοσάδε καὶ ἀληθεύσεται, μή τοι πρὸς αὐτὸν δυσκολαίνειν μηδὲ οἴεσθαι κόλακα ἀντ’ ἐπαινέτου· ὡς κολακείας μὲν οὐκ ἔσθ’ ὅ τι δυσμενέστερον ἀληθείᾳ, ὁ δὲ ἔπαινος μαρτύριόν ἐστιν ἀρετῆς· μαρτυρεῖ δὲ ἕκαστος καλῶς ἃ γινώσκει.
3 d [5] ὥσπερ οὖν τῶν ἄλλων ἑκάστου μάρτυς ἀγαθὸς ὁ ἐπιστάμενος, οὕτω καὶ ἀρετῆς οἱ ταύτην εἰδότες. Ξυνήκατε οὖν ὃ ξυντέθεικεν ὁ λόγος, μόνους εἶναι τοὺς φιλοσόφους μάρτυρας ἀρετῆς. ἀλλ’ οὖν ἡμῖν τῷ κηρύγματι καὶ τάδε προσκείσθω, Ὦ ἄνθρωποι, κἀκεῖνο ἔτι γινώσκειν, ὅτι τὰς ὑμετέρας φωνάς, ὅσας ποιεῖσθε περὶ βασιλέως ἑκάστοτε ἐν ἀγοραῖς, ἐν θεάτροις, ἐν οἰκίαις, ἐν βαλανείοις, πλέοντες, ὁδοιποροῦντες, σχολὴν ἄγοντες, ἐργαζόμενοι, ταύτας ἁπάσας συλλέξας ὁ λόγος ἡμέτερον ξυντέθεικεν ἔρανον, καὶ ταῦτα ξὺν νῷ ἀκούσεσθε παρ’ ἡμῶν, ὅσα λέγετε εἰκῆ πρὸς ἀλλήλους.
4 a [10] εἰ μὲν οὖν ψευδῆ λέγετε, ψευδῆ καὶ ἀκούσεσθε· εἰ δὲ ἀληθῆ, τά γε ὑμέτερα ὑμῖν ἀποδώσομεν. λέγετε δὲ ἀληθῆ· οὐ γὰρ ἂν ταῦτα ἐλέγετε ψευδόμενοι. ἀθρεῖτε δὴ ταύτην τὴν φωνήν, εἰ γνωριεῖτε ὡς ὑμετέραν. Ὑμνεῖτέ που καὶ ᾄδετε πρὸς ἀλλήλους ἀρετήν τινα ἐξαίρετον βασιλέως.
4 b [5] εἴπω τοὔνομα τῆς ἀρετῆς; ἀλλ’ εὖ οἶδα ὅτι βοήσεσθε οἱ παρόντες καὶ τοὔνομα ἔτι κολοβὸν ἀφαρπάσετέ μοι τῶν χειλῶν. καίτοι προεῖπον ὑμῖν ὅτι παρ’ ὑμῶν αὐτὸ ξυνελεξάμην καὶ οὐκ ἐμαυτοῦ ποιοῦμαι εὕρεμα εἶναι. τὸ μὲν οὖν ῥῆμα ὑμέτερον πάνυ δή τι σμικρὸν καὶ οὐδὲ ἐν πολλαῖς συλλαβαῖς, ἐγὼ δὲ ὥσπερ νόμισμα ἀποδώσω, προσθεὶς τὴν δύναμιν τοῦ ὀνόματος ὥσπερ τόκον. Ἐγὼ νομίζω τὸν φιλάνθρωπον βασιλέα τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῆς καὶ οὐκ ἔσθ’ ὅ τι προσδεῖν αὐτῷ εἰς ὁλόκληρον εὐφημίαν.
4 c [5] ἕπεσθε γὰρ ὧδε τῷ λόγῳ. φαίνεται ὑμῖν φιλανθρώπου ἀνδρὸς εἶναι ἀδικεῖν τε καὶ βλάπτειν ἀνθρώπους καὶ ἐπιβουλεύειν καὶ ταὐτόν τι ἐργάζεσθαι καθάπερ μισοῦντα; ἢ τοῦτο καὶ γελοῖον ὑπολαμβάνειν; οὐκοῦν ἐν τῷ τοιῷδε αὐτὸν ἀνάγκη καὶ δίκαιον εἶναι. τί δαί; ἀκολασταίνειν εἰς ἀνθρώπους ἢ ἐξυβρίζειν μῶν ἐθελήσειεν ἂν ὁ φιλάνθρωπος; ἢ πάντων ἥκιστα; πῶς γὰρ ἂν τοὔνομα ἀληθεύοι; οὐκοῦν τόδε γε αὖ πάλιν σωφροσύνην αὐτῷ μαρτυρεῖ.
4 d [5] ἀλλ’ ἆρα ὁ φιλῶν τι καὶ περὶ πλείστου ποιούμενος προοῖτο ἂν αὐτὸ πολέμῳ διαφθεῖραι ἐπιχειροῦντι, ἢ διαμάχοιτο ἂν παντὶ σθένει καὶ εἴργοι τὴν λώβην; τῷ οὖν ἀνδρείῳ μᾶλλον καλεῖσθαι προσήκει; πότερον δ’ ὁ τὰς τῶν ἄλλων ὀργὰς ἀπερύκων αὐτὸς ἂν ὑπ’ ὀργῆς ἀπολλύοι τὰ παιδικά; ἢ μάλιστα φιλανθρωπίας θυμοῦ μὴ ἡττᾶσθαι; τὸ δὲ δὴ πρᾷον καὶ τὸ ἐπιεικὲς καὶ τὸ ἥμερον τί ἂν ἄλλο ἐν δίκῃ καλοῖτο; ὁρᾶτε οὖν ὅτι τὸ σμικρὸν ἐκεῖνο ῥῆμα διακρούοντί μοι ἅπας ὁ τῶν ἀρετῶν ἑσμὸς ὑποφθέγγεται, μᾶλλον δὲ καθ’ αὑτὸν ὁ λόγος βαδίζει καὶ οὐκ ἐπερείδεται βασιλεῖ τοῦ προελθεῖν ἀσφαλέστερον.
5 a [10] † ὅταν γὰρ ἔχῃ τὴν βασιλέως ψυχὴν καὶ ἅπαντα ὁμοῦ τὰ ἀγαθὰ συνειληφυῖα δείκνυται †, τότε ἐπιδείκνυσι φιλανθρωπίαν τοιαύτην. ἢ γὰρ οὐ τοσοῦτον μὲν πλεονεξίας ἀφέστηκεν ὁπόσον καὶ χαλεπότητος, τοσοῦτον δὲ ὕβρεως ὁπόσον καὶ ἀγριότητος; ἀκολασίας δὲ μὴ καὶ τοὔνομα αὐτὸ λυπῶμεν λέγοντες· οὐ γὰρ ἐν τῷ τρυφᾶν ἡγεῖται τὸ μακάριον, ἀλλ’ ἐν τῷ τὰ κάλλιστα πράττειν, καὶ δορυφορεῖται τὴν ψυχὴν μᾶλλον τῷ λογισμῷ ἢ τὸ σῶμα τοῖς ὑπασπισταῖς, ὡς ὑπὸ μηδενὸς ἐπιβουλεύεσθαι πάθους.
5 b [5] ἐπίσταται γάρ, οἶμαι, καλῶς ὅτι πρῶτον ἀρκτέον αὑτοῦ τῷ βουλομένῳ τῶν ἄλλων ἄρχειν. καὶ γὰρ αἰσχρὸν ὑπολαμβάνειν τοὺς μὲν Ὀλυμπιάσιν ἀθλητὰς εὖ μάλα φυλάττειν αὑτοὺς καὶ διαίτῃ καὶ γυμνασίοις, τὸν δὲ τῆς οἰκουμένης ἀγωνιστὴν ἀφύλακτον ἐκκεῖσθαι ταῖς ἡδοναῖς. ἀλλ’ ὅμως τούτων ἁπάντων αὐτῷ χορηγὸν εὑρίσκω τὴν ξυμφῦσαν φιλανθρωπίαν.
5 c [5] τὸ δὲ αἴτιον μανθάνοιτε ἄν μοι. Ἔστι δέ, οἶμαι, καθάπερ ἀνθρώπου φαμὲν ἑτέραν ἀρετήν, ἑτέραν δὲ κυνῶν, ἑτέραν δὲ καὶ ἵππων, οὕτω καὶ βασιλέως ἴδιος καὶ βασιλικὴ παρὰ τὰς ἄλλας, εἰς ἣν ξυνδοῦνται καὶ αἱ λοιπαί, ὥσπερ εἰς μίαν κορυφὴν ἀνημμέναι. ἐπεὶ εἴ γε ἐπισκοποῖμεν καθ’ ἑαυτὴν ἀκριβῶς οἷον νόμισμα μεταστρέφοντες, οὐχ οὕτως ἐμφαίνουσαν εὑρήσομεν τὸν βασιλικὸν χαρακτῆρα οἷον τὴν καλουμένην ἀνδρείαν.
5 d [5] δεῖ μὲν 〈γὰρ〉 ὑπάρχειν βασιλεῖ· καὶ γὰρ καὶ τὰ ἀγαθὰ πάντα· ἀλλ’ ὅμως εἰ μόνης θιγγάνοις, οὐκ ἔχει τύπον βασιλικόν, ἀλλὰ στρατιωτικὸν ἢ στρατηγικὸν αὐτῇ μᾶλλον ἐνσεσημασμένον θεάσῃ, καὶ ταξιάρχου καὶ λοχαγοῦ ἔπαινος μέγας ὑπὲρ τοὺς πολλοὺς ἀνδρεῖον εἶναι. τί δὲ καρτερία; τί δὲ ἐγκράτεια; οὐκ ἰδιωτικαί τινες εὐεξίαι ψυχῆς; φημὶ δὲ ἔγωγε καὶ τὴν πολυύμνητον δικαιοσύνην κτῆμα μὲν εἶναι κάλλιστον βασιλεῖ· τί γὰρ θειότερον δικαίου πολλὰ ἀδικεῖν δυναμένου; καὶ σωφροσύνην γε αὖ παραπλησίως· τί γὰρ ὄφελος ἄρχοντος μὴ ἐλευθέρου; τοῦτο δέ ἐστιν ὁ τύραννος, ὃς ἅμα τε τῶν ἄλλων κρατεῖ καὶ δοῦλον ἑαυτὸν τοῖς πάθεσι παραδίδωσιν.
6 a ἀλλ’ ὅμως ταύταις ἁπάσαις τοιόνδε εἶναί μοι δοκεῖ· ἑκάστη μὲν γὰρ αὐτῶν ἰδίᾳ σκοποῦντι κοινός τις ἀνθρωπικὸς εἶναι κόσμος, βασιλικὸς δὲ γίνεσθαι τηνικαῦτα, ἡνίκα ἂν αὐτὴν ἐπισφραγίζηται φιλανθρωπία, καθάπερ, οἶμαι, χρυσὸν ψιλὸν τέως τὸ χρυσοῦ κάλλος ἐνδεικνύντα θεοῦ τύπος ἐγγενόμενος ἐμόρφωσεν εἰς θείαν εἰκόνα.
6 b [5] Ἡκέτω δ’ ἡμῖν Ὅμηρος εἰς τὸν λόγον καὶ λεγέτω περὶ φιλανθρωπίας ὅτι καλὸν χρῆμα· Καλὸν δ’ οὕτω ἐγὼ οὔπω ἴδον ὀφθαλμοῖσιν, οὐδ’ οὕτω γεραρόν· βασιλῆι γὰρ ἀνδρὶ ἔοικεν. ἑκάστου γάρ, οἶμαι, κατὰ φύσιν ἴδιος ἀρετῆς τύπος οὕτως ἐνούσης ὠφέλιμος καὶ παρὰ τοῦτο μέγα βλάβος, εἰ μὴ ταύτην ἔχοι.
6 c [5] ἐπεὶ τί σεμνὸν γεωργὸν εἶναι πρᾷον ἢ σκυτοτόμον; τί γὰρ ἡ πρᾳότης αὐτοῦ τοὺς πολλοὺς ὀνήσει, ὃν οἱ γείτονες δυσκόλως ἐπιγινώσκουσι; πῶς δὲ οὐ γελοῖον μαρτυρεῖν ὑφάντῃ φιλανθρωπίαν ἢ τέκτονι φαῦλον δωμάτιον κεκτημένῳ σμικρὰ προϊόντι τῆς οἰκίας ὑπὸ καμάτου καὶ ἀσχολίας; οἰμώξεται μὲν οὖν ὁ τοιοῦτος, εἰ μὴ σφόδρα εὐλαβὴς εἴη καὶ ἥμερος· ἀλλ’ ὅταν ἐκεῖνο τὸ ὄμμα γαλήνην ἔχῃ, Ὧι λαοί τ’ ἐπιτετράφαται καὶ τόσσα μέμηλεν, αὕτη ἐστὶν ἡ πολύκοινος εὐτυχία.
6 d [5] οὐκ εὔχεται ναύκληρος οὐδὲ ἔμπορος τὸν Χαλκιδικὸν πορθμὸν εὔδιον εἶναι—πόσοι γὰρ αὐτὸν ἢ πλέουσιν ἢ θεῶνται; —ἀλλὰ τὸν Ἑλλήσποντον καὶ τὸν Αἰγαῖον καὶ τὸν Ἰόνιον, οὓς πᾶσαι τέμνουσιν αἱ φορτίδες.
7 a [5] καὶ τοίνυν εἰ βασιλέως ψυχὴ μὴ κυμαίνει μηδὲ θυμοῦ καὶ ὀργῆς πνεύματα ἄγρια κυκᾷ τε αὐτὴν καὶ ταράττει ῥᾳδίως ἐξ ὀλίγης ἀρχῆς ῥιπιζόμενα, τότε ἔξεστιν οὐ μόνον ἐμπόροις καὶ ναύταις, ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις τὸν βίον διαπλεῖν ἀσφαλῶς, ὁμοίως ὅστις τε μεγάλης νεὼς ἐπιβέβηκεν ὅστις τε ὀλίγης ἀκάτου, ὅ τε πηδάλιόν τι κατέχων ὅ τε ὑπηρέσιον εἰληχώς. ἀλλὰ καὶ εἴ τις ἀξύμβολος ἐπιβατεύειν ἐθέλοι, καὶ τούτῳ δίδωσιν ὅμως ὁ πλοῦς, ἄπνους τε ὢν καὶ λεῖος καὶ σταθηρός.
7 b [5] Σφαλερὸν μὲν γάρ που καὶ ἰδιώτῃ ῥᾳδίως ὀργῆς ἁλίσκεσθαι, σφαλερώτερον δὲ ὅτῳ ἔξεστιν ἂν ἅπαντα ποιεῖν ὀργισθέντι. ἐγὼ μὲν γὰρ οἶμαι τὴν ὀργὴν μανίαν ὀλιγοχρόνιον εἶναι, ἀλλὰ ἀβλαβέστερος ὅμως τοῖς πέλας ὁ ξὺν ἀσθενείᾳ μεμηνὼς τοῦ μετὰ ῥώμης τε καὶ ἰσχύος. ὁ μὲν γὰρ ἑαυτῷ πράγματα ἂν μόνῳ παράσχοι, τοῦ δὲ τῆς νόσου καὶ ἄλλοι ξυναπολαύουσι. καίτοι πόσους ἂν πατάξειεν ἢ ἀποκτείνειε Πολυδάμας ἢ Γλαῦκος μελαγχολῶν; τῆς δὲ Καμβύσου μανίας φῦλα ὁμοῦ καὶ ἔθνη ξυνῄσθετο.
7 c [10] Πολλὰ οὖν ἔγωγε ἀγάμενος βασιλέως μάλιστα ἄγαμαι τῶν λοιπῶν, ὅτι πᾶν τὸ θυμοειδὲς τῆς ψυχῆς ὥσπερ σίδηρον ἐμάλαξε καὶ χρήσιμον ἀντὶ ἀχρήστου ἐποίησε, μᾶλλον δ’ ὠφέλιμον ἀντὶ βλαβεροῦ. οὐ γὰρ ἐνδίδωσιν αὐτῷ προορούειν τοῦ λογισμοῦ οὐδὲ ἐπιτρέπει καθάπερ ἵππῳ ἐνδακόντι τὸν χαλινὸν ἀμελεῖν τοῦ ἡνιόχου, ὃς μόνος γιγνόμενος ἐν ψυχῇ σωτὴρ ἀρετῆς διὰ βίου ἐνοικεῖ τῷ ἔχοντι. θυμὸν δὲ ἔγωγε πάθος ἡγοῦμαι χαλεπώτερον ἡδονῆς. τὴν μὲν γὰρ διὰ τὸ λίαν αἰσχρὸν καὶ ἐκφανῶς ἀνδραποδῶδες ἅπας τις προθύμως ἀποφεύγει ὁ μὴ τέλεον διεφθαρμένος, καὶ διὰ τοῦτο ἴσως καὶ φαῦλοί τινες ἀνθρωπίσκοι φαίνονται πολλάκις τοῦ πάθους τοῦδ’ ἀμείνους, θυμοῦ δὲ ὑπεράνω πάμπαν ὀλίγιστοι.
7 d [5] ἐπαινούμενον γὰρ τόδε τὸ κίνημα τῆς ψυχῆς ὡς ἀνδρῶδές τι καὶ γεννικὸν καὶ εἰς πλείους εὐκολώτερον παραδύεται τῷ προσωπείῳ τῆς ἀρετῆς. Ἔτι τοίνυν ὅτι μᾶλλον βασιλικωτέρα φιλανθρωπία τοῦ λοιποῦ χοροῦ τῶν ἀρετῶν καὶ τῇδε ἂν μάθοις.
8 a [5] ὁ τοῦ ξύμπαντος οὐρανοῦ βασιλεὺς σώφρων μὲν ἢ καρτερικὸς ἢ ἀνδρεῖος ὑπὸ τῶν ἀνθρώπων οὐκ ὀνομάζεται· τί γὰρ ἢ φοβερὸν αὐτῷ πρὸς ὃ δεήσεται τῆς ἀνδρείας, ἢ ἐπίπονον οὗ κρατήσει τῇ καρτερίᾳ; ποῖαι δὲ σωμάτων ἡδοναὶ ὧν οὐχὶ ἁλίσκεται σωφροσύνῃ; εἰ δὲ καὶ τὸ δίκαιον ἐν ξυμβολαίοις καὶ κοινωνήμασι πρὸς τοὺς ξυνθεμένους, τὸν βίον καὶ τοῦτό πως ἂν ἴσως ῥυπαίνοι τὸν ὑπεράνω ξυνθήκης πάσης.
8 b [5] ἀλλ’ ὅπερ ἔφην, ταῦτα μὲν ἀπαξιοῦμεν τοῦ θεοῦ τὰ ὀνόματα ὡς φαυλότερα καὶ ἐλάττω, φιλάνθρωπον δὲ αὐτὸν καλοῦντες οὐκ αἰσχυνόμεθα. αἴτιον δέ· πέφυκεν ἀνθρώπου διάνοια πᾶν ἔλαττον ἐκείνου νομίζειν, ὃ καὶ ἔν τινι τῶν ἀπ’ ἐκείνου δυνατὸν ἐξευρεῖν. οὕτως οὖν οὐσίαν τε ὑπερούσιον καὶ ὑπερδύναμον δύναμιν καὶ ὑπεράγαθον ἀγαθότητα προστίθησιν ἡ διάνοια τῇ πάντων πηγῇ, ὀκνοῦσα ὅμως καὶ ταῦτα καὶ εὐλαβουμένη τὴν κοινωνίαν τῶν ὀνομάτων.
8 c [5] ἀλλ’ ὅμως οὕτως ἔχουσα τὴν φιλανθρωπίαν οὐχ ὑφορᾶται, ἀλλὰ καὶ σεμνύνεται τῷ ὀνόματι ὡς οἰκεῖόν τι ἐξευροῦσα. πῶς οὖν οὐ μακάριος ἄνθρωπος ὄντως ἐκεῖνος, ὃς μόνος δύναται τῷ θεῷ κοινωνεῖν ἀρετῆς; πῶς δὲ οὐ μάλιστα βασιλεῖ πρέπων καὶ ὑπὲρ τοὺς ἄλλους ὁ κόσμος, ὃν οὐδὲ ὁ πάντων πατὴρ ἀτιμάσει; πῶς δὲ οὐκ ἄξιον μισεῖν τε καὶ δυσχεραίνειν τοὺς καλουμένους τυράννους, ὅτι δυνάμενοι ζηλοῦν θεὸν οὐκ ἐθέλουσι; Γελῶ δὲ ἔγωγε ἐννοῶν τινα τῶν παλαιῶν βασιλέων, ὅτι πάνυ περὶ πολλοῦ ποιησάμενος θείας τινὸς δυνάμεως καὶ φύσεως ὑπερτέρας δόξαι μετέχειν, νεὼς μὲν αὐτῷ ὥσπερ θεῷ καὶ ἀγάλματα τοὺς ἀνθρώπους εἴσασθαι ξυνηνάγκασε, φιλεῖν δὲ ὥσπερ ὁ θεὸς τοὺς ἀνθρώπους οὐ πάνυ δή τι προείλετο.
8 d καίτοι ἐκεῖνα μὲν ἄνθρωποι θεῷ ἀπονέμουσι, τοῦτο δὲ ἀνθρώποις θεός. μιμεῖται δὲ ἐκεῖνον οὐχ ὁ τὰς τιμὰς αὐτοῦ διώκων, ἀλλ’ ὁ τὴν ἀρετήν, οὐδὲ ὅστις *** ἀξιοῦται ζηλωτής, ἀλλ’ ὅστις ὢν μεταδίδωσι.
9 a [10] τοιγαροῦν ὁ μὲν οὐδὲ ἄξιος ὢν βιάζεται τὴν τοιαύτην τιμήν, ὁ δὲ καὶ ἄξιος ὢν οὐκ ἐθέλει· ὁ μὲν ὅτι καὶ ἐν τούτῳ δυσσεβής, ὁ δ’ ὅτι καὶ ἐν τούτῳ γιγνώσκοι τοὺς ἀμείνονας. ὥστ’ εἰκότως θεοφιλὴς βασιλεὺς ὁ φιλάνθρωπος. φίλοι γὰρ ἀλλήλων οἱ τὰ αὐτὰ ἀγαπῶντες. μόνος γὰρ οἶδεν ἀκριβῶς ὅτι χρὴ τὸν θεὸν θεραπεύειν ἐκ τοῦ κατὰ δύναμιν ὁμοιοῦν ἐκείνῳ τὴν γνώμην. τοῦτο γάρ ἐστι τὸ θαυμάζειν αὐτόν, οὗτος ὁ μέγας ὕμνος, τοῦτο γέρας ἀληθινόν, τοῦτο πρέπον βασιλέως ἀνάθημα, οὐ χαλκῆν ἢ ἀργυρᾶν ἢ χρυσῆν, ἀλλὰ τὴν αὐτοῦ ψυχὴν εἰκόνα θεοῦ κατεσκευάσθαι.
9 b [5] ἐθέλει μὲν οὖν τοῦτο καὶ ὁ φιλόσοφος, ἀλλὰ τῆς δυνάμεως ἀπολειπόμενος πάμπολυ χωλεύειν ἔοικε τὴν μορφήν. ὅστις δὲ ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους καὶ δύναται τὰ ἀγαθὰ καὶ προαιρεῖται, οὗτος ἄγαλμα τοῦ θεοῦ ἀκέραιον καὶ ὁλόκληρον καὶ ταὐτὸν ἐπὶ γῆς ὅπερ ἐκεῖνος ἐν οὐρανῷ, οἷον κλῆρόν τινα τῆς ὅλης ἀρχῆς ἐπιτροπεύων καὶ ζηλοῦν ἐν τῷ μέρει πειρώμενος τὸν τοῦ ξύμπαντος ἡγεμόνα.
9 c [5] ὁ δὲ ἀγαθὸς δεσπότης ἀγάμενος τῆς ὑπουργίας πρόσω τε ἄγει τῆς ἀρχῆς καὶ μείζονα ἐπιτρέπει μοῖραν τῶν κακιόνων ἀφελόμενος. Ἀλλ’ ὁ μὲν λόγος εἰκόνα παγκάλην παραδείγματος ὑπερφυοῦς ἐξευρὼν ἐνδιατρίβειν σπουδάζει τῇ θέᾳ. κατάγωμεν δὲ αὐτὸν ἄκοντα ὅμως ἀπὸ τῶν θείων ἐπὶ τὰ ἀνθρώπινα, πάλιν ἠρέμα παραμυθούμενοι καὶ δεικνύντες ὅτι οὐδὲν ἔσται ἀτοπώτερος ἑαυτοῦ, ἀλλ’ ἕξει φαυλοτέραν μέν, γνωριμωτέραν δὲ χορηγίαν. καθόλου τοίνυν ἐπισκεπτέον ὡς οὐδεὶς οὔτε ἄρχων οὔτε δημιουργὸς ἐξεργάσαιτο ἂν καλῶς τὸ οἰκεῖον ἔργον πράττων, ἂν μισῶν πράττῃ καὶ δυσχεραίνων, οὐδὲ ἵππους ἂν θεραπεύσειεν ὁ μὴ φίλιππος ἱππονόμος, οὔτε βουφορβὸς τὴν ἀγέλην ὁ μὴ πρὸς τὰς βοῦς ᾠκειωμένος· καὶ ποίμνιον ἐκεῖνο εὔκολον τοῖς λύκοις ὅτῳ ὁ ποιμὴν ἀπεχθάνοιτο, καὶ αἰγῶν ἀτύχημα νέμεσθαι ὑπὸ μισοῦντος.
10 a [5] καὶ ὅστις οὖν ἀνθρώπων ἀγέλας νομεύει, ἐρᾶν αὐτῷ ἀναγκαῖον τοῦδε τοῦ ζῴου. οὗτος γὰρ ἂν αὐτοῦ μεθ’ ἡδονῆς ἐπιμελοῖτο, ὥσπερ τινὰ παῖδα ἀγαπῶν, οὐχ ὡσπερεὶ πολέμιον ὑφορώμενος, καθάπερ, οἶμαι, κακὸς βουκόλος πολὺ βδάλλειν μόνον εἰδὼς καὶ τοὺς γαυλοὺς ἐμπιπλάναι τοῦ γάλακτος καὶ τῆς μελλούσης ἀγέλης τὴν τροφὴν ὑποτέμνεσθαι, νομῆς δὲ ἀγαθῆς οὐ φροντίζων, καὶ, εἰ ξυντύχοιεν, ἀφαιρούμενος, αὑτὸν μὲν πίονα κατασκευαζόμενος καὶ παχύν, τὰς βόας δὲ ἐκτήκων τε καὶ ἐξισχναίνων.
10 b [5] ἀλλὰ σμικρὸν ὁ τοιοῦτος χρόνον ἀπολαύσεται τῆς τρυφῆς, ταχὺ διολλυμένης αὐτῷ τῆς ἀγέλης, αὐτὸς δὲ ἔσται μισθωτὸς ἀντὶ βουκόλου, ἀχθοφόρος τις ἴσως ἢ ἀνθρακεύς, ὀδυνηρῶς καὶ μόγις παρατρεφόμενος. ὁ δὲ ἀγαθὸς νομεὺς πολλὰ μὲν ὀνίναται ἐκ τοῦ ἔργου, πλείω δὲ ἔχει ἀντωφελεῖν, θηρία τε ἀπερύκων καὶ πόας ὑγιεινῆς προορώμενος. καὶ μὲν δὴ ἀντιφιλοῦσι μάλιστα βόες μὲν ἀγαπῶντα βουκόλον, κύνες δὲ θηρευτήν, ἵπποι δὲ τὸν φίλιππον ἐπιστάτην, αἱ δὲ ἀνθρώπιναι ποῖμναι τὸν φιλάνθρωπον βασιλέα.
10 c [5] οὐδὲν γὰρ οὕτω ζῷον αἰσθάνεται καὶ δάκνεται ὑπὸ φιλίας, οὐδὲ ὑπ’ ἄλλου τοιούτου ὡς ἀντερᾶσθαι δύναται ἐραστής, ἀλλ’ ὥσπερ μάλιστα ἐχθαίρει τὸν ἀδικοῦντα, οὕτω μάλιστα ἀσπάζεται τὸν εὖ ποιοῦντα. εἰ δ’ εὐτυχὲς καὶ μακάριον τοὺς ὑπάρχοντας φίλους ὁρᾶν, πόσῳ δή ποτε ὀλβιώτερον τοὺς ὁρωμένους φίλους ὑπάρχειν; ὅστις τοίνυν ἑαυτῷ τῆς βασιλείας τοὔνομα ἐμφαίνει σαφῶς, τοσούτους ὁρᾷ φίλους ὁπόσους ἀνθρώπους, ὃν οὐ δεδοίκασιν ἀλλ’ ὑπὲρ οὗ δεδίασιν οἱ ἀρχόμενοι, καὶ μόνος τὸ χρῆμα οὐ ψεύδεται τῆς βασιλείας· βουλομένων γάρ, οὐ φοβουμένων ἡγεῖται, βασιλεία δὲ ἑκούσιόν τι καὶ οὐ βίαιον.
10 d [5] σημεῖον δέ· ζητοῦσιν αὐτὴν κατὰ φύσιν οἱ ἄνθρωποι, ὡς οὐ δυνάμενοι χωρὶς ἐκείνης τὸν βίον διάγειν. ζητεῖ δὲ οὐδεὶς ὃ φοβήσεται, ἀλλ’ ὃ φιλήσει. ὁ μὲν δὴ τῷ φόβῳ μέγας κυψάντων ὑπερέχει καὶ οὐκ ἔστι μέγας, ὁ δὲ φιλανθρωπίᾳ κρατῶν ὀρθῶν ἁπάντων καὶ ηὐξημένων.
11 a [5] καὶ ὁ μὲν οὐχ ἑαυτῷ τι προστίθησιν εἰς τὸ μέγεθος, ἀλλ’ ἀποκόπτει τῶν ἀρχομένων, ὁ δὲ μεγάλους πάντας ποιῶν μείζων ἁπάντων ὅμως ἐστίν. οὔτε οὖν ὑψηλὸς ἐκεῖνος ὅς, ἂν μὴ καταβάλοι τοὺς πλησίον, οὐχ ὑπερφαίνεται, οὔτε βασιλεὺς ἀληθῶς ᾧ μηδεὶς ἐλεύθερος ὑπακούει. τί γὰρ ἂν ὁ τοιοῦτος διενέγκαι πλουσίου φαύλου πολλὰ ἀνδράποδα κεκτημένου, σεμνυνομένου τε καὶ αὐχοῦντος ὅτι πάντων ἄμεινον πράττει τῶν οἰκετῶν; βασιλέως δέ, οἶμαι, ἔργον ἀληθινοῦ οὐ τό γε τοὺς ὀρθοὺς ταπεινοῦν, ἀλλὰ καὶ τοὺς πεπτωκότας ἐγείρειν, ἵνα, καθ’ ὅσον αὐτῷ δύναμις, εὐδαιμόνων εὐδαιμονέστερος ᾖ.
11 b [10] ὁ δὲ γενναῖος τύραννος οὐ μακαρίων εἶναι ἐθέλει μακαριώτερος, ἀλλ’ ἀθλίων μακαριώτερος, καθάπερ, οἶμαι, δεσμωτηρίου τις φύλαξ πολλοὺς ἔχων δεσμώτας ὑφ’ ἑαυτὸν ἀγαπᾷ τε καὶ γέγηθεν ὅτι εὐτυχέστερός ἐστι τῶν ἐν τοῖς ξύλοις. καὶ διὰ τοῦτο ὁ Περσικός, οἶμαι, δυνάστης πόρρω τοῦ βασιλείας ὀνόματος. οὐδὲ γὰρ τοὺς ἀρχομένους ἅπαντας μόνον δούλους ὑπολαμβάνει τε καὶ ποιεῖ, ἀλλ’ ἤδη καὶ τοὺς ἑαυτοῦ συγγενεῖς καὶ τὸν ἀδελφὸν καὶ τὸν παῖδα, καὶ ᾧ μέλλει τὴν βασιλείαν παραδιδόναι.
11 c [5] καίτοι γελοῖός γε ἀτεχνῶς ὃς τὸν ἀδελφὸν δοῦλον οἰόμενος αὐτὸς οἴεται ἐλεύθερος εἶναι. Οὐδὲν οὖν ὄφελος ὀρθὴν μὲν ἔχειν τιάραν, διεστραμμένον δὲ ἦθος, καὶ χρυσοῦν μὲν τὸ σκῆπτρον, μολύβδου δὲ ἀτιμοτέραν τὴν ψυχήν, καὶ τὸ μὲν σῶμα ἠμφιέσθαι λεπτοῖς τε καὶ ποικίλοις ὑφάσμασι, γυμνὴν δὲ ἀρετῆς ἐπιδείκνυσθαι τὴν διάνοιαν, καὶ τοξεύοντα μὲν ὀρνίθων ἐπιτυγχάνειν, βουλευόμενον δὲ ἀποτυγχάνειν φρονήσεως, εὐκόλως μὲν ἐφ’ ἵππων ὀχεῖσθαι συνειθισμένον, εὐκολώτερον δὲ ἀποπίπτειν δικαιοσύνης.
11 d [5] ὃς γὰρ ἐρᾷ μὲν τῶν οὐδ’ ὁτιοῦν προσηκόντων, πλείω δὲ ἀπόλλυσιν ἢ λήψεσθαι, ἀπατᾶται οὗτος, ἄδικος μὲν τῆς σπουδῆς, ἠλίθιος δὲ τῆς γνώμης, ἀνόητος δὲ τῆς ἐλπίδος. τοῦ τοιούτου γάρ τοι καὶ τὴν εὐδαιμονίαν ἀκούομεν ἐναγεστέραν τῆς Οἰδίποδος συμφορᾶς, ᾧ τίκτειν φασὶ τὴν μητέρα παῖδάς τε ἅμα καὶ ἀδελφούς. τί οὖν θαυμαστὸν ἐξεστηκέναι τῶν λογισμῶν τὸν τῆς φύσεως αὐτῆς ἐξεστηκότα; πῶς δὲ οὐκ ἀκόλουθον τοῖς ὅπλοις ἀντιβλέπειν τοῖς βασιλέως τὸν ἀντιβλέποντα αὐτοῦ παντὶ τῷ βίῳ; οὐ γὰρ ἐνῆν ἴσως θαυμάσαι σώφρονα τῷ ἀκολάστῳ καὶ τὸν δίκαιον τῷ πλέον ἔχειν ἐρῶντι καὶ τὸν πρᾷον τῷ χαλεπῷ καὶ τὸν ἥμερον τῷ ζῶντι πλησιέστερον τῶν θηρίων.
12 a [10] οὐδὲν γὰρ ὅλως κακίας πολεμιώτερον ἀρετῇ οὐδ’ ἔσθ’ ὅ τι μᾶλλον αὐτὴν ἐχθαίρει καὶ ὑφορᾶται. πᾶς γάρ, οἶμαι, ὁ χείρων ἔλεγχον ἡγεῖται τὸν ἀμείνονα καὶ φανερώτερόν που τὸ αἶσχος ἐγγὺς τοῦ κάλλους ὁρώμενον. Τοῦτ’ οὖν ἐστιν ὃ διόλλυσιν ἐκεῖνον, οὐχ ἡ μέση τῶν ποταμῶν, ἀλλ’ ἡ βασιλέως ἀρετὴ πλησίον λάμπουσα.
12 b [5] καὶ οὐκ ἐπίσταται, ὃ μόνον κέρδος γειτονήσεως, ἐπιτρέψαι τὰ πηδάλια τῆς διανοίας ἐγγὺς ὄντι τῷ κυβερνᾶν ἐπισταμένῳ καὶ ἐξαρτῆσαι τὸ σκάφος τῆς μεγάλης νεώς. τοῦτο γὰρ ἄμεινον, οἶμαι, ἢ λέμβῳ μικρῷ ἐπιπλέοντα, δίχα οἰάκων τε καὶ τῆς ἄλλης παρασκευῆς διαναυμαχεῖν πρὸς τριήρη μεγάλην τε καὶ ἰσχυράν, πολλοὺς μὲν ὁπλίτας ἔχουσαν, πολλοὺς δὲ ἐρέτας τε καὶ ἐπιβάτας, κυβερνήτην τε ἐκ σπαργάνων τοῖς πηδαλίοις ἐντεθραμμένον. πονηρὰν γὰρ τὴν ναυμαχίαν ὁ τοιοῦτος ναυτίλλεται, εἰ καὶ βραχύν τινα χρόνον ὑπὸ κουφότητος διαφύγοι τὰς ἐμβολάς.
12 c [10] Ἀλλ’ ἐπανακτέον τὸν λόγον ἐκτρεπόμενον τοῦ ἴχνους ἐφ’ ὅπερ ὥρμησεν ἐξ ἀρχῆς. ὁ τοίνυν φιλάνθρωπος βασιλεὺς καὶ αἰσχύνεται ἄγαν ἀνθρώπους· αἰδεῖται γὰρ μάλιστα καὶ ὅσους μάλιστα ἀγαπᾷ. τοῦτο δ’ ἐστὶν αἴτιον αὐτοῦ τοῦ μὴ ῥᾳδίως εἰς ἄνθρωπον ἐξαμαρτάνειν. καὶ τοίνυν τὸν ἔπαινον ὁ τοιοῦτος περὶ πλείστου ποιεῖται τὸν παρὰ τῶν ἀνθρώπων. παντὶ γὰρ ἐραστῇ ὑπὸ παιδικῶν ἐπαινεῖσθαι ὑπὲρ τὰ ἄλλα ἐστὶν ἀγαθόν. ὅστις δὲ ἐπαινεῖσθαι ἐπιθυμεῖ, ἀγαθὸς εἶναι βούλεται· οὕτως γὰρ ἂν τοῦ ἔρωτος ἐπιτυγχάνοι.
12 d [5] πόσῳ δὲ οἰκειότερον, πρὸς Χαρίτων, φιλάνθρωπον ὀνομάζεσθαι τὸν βασιλέα ἢ φίλοινον ἢ φιλήδονον ἢ φιλόχρυσον ἢ φιλάργυρον. οἱ δὲ πολλοὶ ἀνθρώπων μὲν ἄρχουσι, χρυσίου δὲ ἐπιμελοῦνται, καὶ πλουτεῖν μὲν ἐπιθυμοῦσι καὶ οἴονται, πένονται δὲ χαλεπώτερον τῶν οὐδὲ σμικρὸν εὐπορούντων. οἱ μὲν γὰρ θοιμάτια πολλάκις δι’ ἔνδειαν ἀποδίδονται, οἱ δὲ τὴν ἀγαθὴν εὔκλειαν ἀνταλλάττονται ἀργυρίου.
13 a [10] εἰ δὲ ἐπονείδιστον ἀθλητῇ μισθοῦ ξυγχωρῆσαι τὸν Ὀλυμπίασι κότινον, ἐπονειδιστότερον βασιλεῖ χρημάτων προέσθαι τὸν στέφανον τῆς ἀρετῆς. καὶ μὲν δὴ τιμῆς τε καὶ τιμωρίας ἀμφοῖν μὲν ἅπασα ἀρχὴ καθάπερ ὀργάνων προσδεῖται, τοῦ μὲν αὔξοντος ἀρετήν, τοῦ δὲ κολούοντος μοχθηρίαν· ἀλλ’ ὁ μὲν αἴτιος καὶ ἀπάνθρωπος τύραννος ὑπερβάλλει μὲν τῶν πταισμάτων ταῖς κολάσεσιν, ὑστερεῖ δὲ τῶν κατορθωμάτων ταῖς τιμαῖς· ποῖον γὰρ ἐκείνου τηλικοῦτον γέρας ἀκούομεν, ὁποίαν τιμωρίαν τὸ τοῦ δέρματος ἀφαιρεῖσθαι; τοῦ δὲ ἡμέρου τε καὶ ἡμετέρου τῶν μὲν ἀγαθῶν ἔργων ὑψηλότερα τὰ γέρα, τῶν φαύλων δὲ αἱ κολάσεις ἐπιεικέστεραι.
13 b [5] φιλανθρωπίας γὰρ ἴδιον εὖ ποιεῖν ἢ κακῶς; τὴν δὲ αἰτίαν ξυνῆ τούτου ἄμεινον ἐπίσταται φιλοσοφία. καὶ βασιλεὺς ἔοικεν εἶναι τιμῆς, οὐ τιμωρίας. καὶ διὰ τοῦτο ἐξ ἀρχῆς ὁ νόμος τὰς μὲν τιμὰς ταῖς τῶν βασιλέων χερσί, τὰς τιμωρίας δὲ ἐπέτρεψε ταῖς τῶν δημίων, τῷ μὲν ὁλόκληρον τὸ ἔργον προσνείμας, τῷ δὲ τὸ ἐπίταγμα μόνον, ἅτε τὸ μὲν οἰκεῖον, τὸ δὲ ἀναγκαῖον. Οὐ γὰρ ὁμοίως εὐτυχοῦς στρατηγοῦ ἀριστέα τιμᾶν καὶ λειποτάκτην κολάζειν, οὐδὲ ἡνιόχου κεντεῖν τὸν ἀτάσθαλον ἵππον ὡς κυδαίνειν τε καὶ ἐπαίρειν τὸν εὐήνιον.
13 c [5] καὶ τὸ σχῆμα δέ που τῷ βασιλεῖ ἐκ τιμῆς τὸ πλέον, οὐκ ἐκ τιμωρίας· τοιοῦτον γὰρ ἡ πορφύρα τε καὶ ὁ στέφανος, ὥστε τιμῶν μὲν ὧν ἂν αὐτὸς κέκτηται μεταδίδωσι, τιμωρούμενος δὲ ὧν αὐτὸς οὐδαμῶς ἔχει. ἀλλ’ ὥσπερ προτρέπει μὲν ἐπὶ τὰ ἀγαθὰ ἡ τιμή, ἀποτρέπει δὲ τῶν φαύλων ἡ τιμωρία, οἰκειότερον δὲ βασιλεῖ τὸ ἀγαθὸν ἐργάζεσθαι ἢ τὸ φαῦλον· τὸ μὲν γὰρ τοῦ χείρονος ἀφίστησι μόνον, τὸ δὲ καὶ μεταδίδωσι τοῦ ἀμείνονος.
13 d [5] οὐδὲν γὰρ οὕτω παροξύνει καὶ συναύξει τὴν ἀρετὴν ὡς βεβαία τῶν ἄθλων ἐλπίς. ἔστι γάρ τις ἐν ἡμῖν οὐ παῖς, ὥς φησιν ὁ Πλάτων, ἀλλ’ οἷόν τις εὐγενὴς νεανίας, φιλόνεικός γε ὑπεροχῆς ἐραστής, ὃν ἐν πολλοῖς πολλάκις ἀποκαθεύδοντα ἐξεγείρει τε καὶ ἀνίστησι τιμῆς προσδοκία καὶ ἐντίθησι κέντρον πρὸς ἀρετὴν παντὸς ὀξύτερον μύωπος.
14 a [5] ἔτι δὲ ὠφελιμώτερον ἴσως πρὸς ἕκαστον ἔργον τῶν χρησίμων ἢ τῶν ἀχρήστων πεφροντικέναι. οὐδὲ γὰρ ἐν νηὶ κυβερνήτης τὴν ἴσην ἔχει πρόνοιαν ναύτου τε καὶ ἐπιβάτου οὔτ’ ἰατρὸς ἐν σώματι κόμης τε ὁμοίαν καὶ ὀφθαλμοῦ. τῶν μὲν γὰρ αἱ φαυλότητες οὐ ποιοῦσιν ἐπίδηλον τῷ παντὶ βλάβην, τῶν δὲ ἀνάγκη συναπολαύειν τὸ ὅλον εὖ τε ἐχόντων καὶ ὡς ἑτέρως. Εἰ οὖν βελτίων μὲν ἡ τῶν ἀγαθῶν ἐπιμέλεια τῆς τῶν φαύλων, δέονται δὲ οἱ μὲν ἀγαθοὶ τιμῆς, οἱ δὲ φαῦλοι κολάσεως, βέλτιον ῥέπειν τῷ βασιλεῖ πρὸς τιμὴν μᾶλλον ἢ τιμωρίαν· ἐπεὶ καὶ τῶν κολάσεων αἱ πλεῖσται τῆς μὲν τῶν ἀδικούντων ὠφελείας οὐ γίγνονται χάριν—ἀφαιροῦνται γὰρ τὴν ψυχήν, οὐκ ὠφελοῦσιν—ὄνησις δὲ τοῖς λοιποῖς εἶναι δοκοῦσι.
14 b καὶ τοῦτο ἄρα, ὦ σοφώτατε βασιλεῦ, ἐξεῖλες τῶν κολαστηρίων τὸν θάνατον, γελοῖον εἶναι φάρμακον νομίσας, ὃ τὸν μὲν νοσήσαντα οὐκ ὀνήσειν, τοὺς δὲ ὑγιαίνοντας ὠφελήσειν ἐπαγγέλλεται.
14 c [5] ἢ τοῦτο ἔστι τὸ σοφὸν τοῦ κομψοῦ τοῦδε φαρμάκου, οἷς μὲν προσάγεται οὐκ ἰᾶσθαι, οἷς δὲ οὐ προσάγεται, τούτοις δὴ ξυμφέρειν; ἀλλά μοι πᾶσα θεραπεία τὸν τυγχάνοντα αὐτῆς πρὸ τῶν λοιπῶν ὠφελείτω. ὠφελήσει δὲ οὐκ ἀπολλύουσα, ἀλλ’ ἀμείνω ποιοῦσα. καὶ ἰατρὸς ἐμπειρότερος οὐχ ὁ ἀποκόπτων πονέσαν τὸ σκέλος, ἀλλ’ ὁ πειρώμενος ὀρθοῦν τε καὶ ἀνιστάναι. Εἴπω οὖν ὑμῖν τὸ αἴτιον καὶ τῆσδε τῆς γνώμης; ὁ μὲν παλαιός, οἶμαι, νόμος φοβερὸς εἶναι ἂν ἐπιχειρῶν τὸ ξίφος ὡς τὰ πολλὰ ἀνατείνεται καὶ βοᾷ, τὸν ἴσον θάνατον ἀπειλῶν ἐπ’ ἀνίσοις ἔστιν ὅτε τοῖς ἀδικήμασιν.
14 d [5] αἴτιον δὲ ὅτι νόμος οὐκ ἄν ποτε δύναιτο συστῆναι λεπτουργεῖν πρὸς τὰ ἀδικήματα ἐγχειρῶν. αἱ γὰρ ἀνομοιότητες τῶν ἀνθρωπίνων πραγμάτων οὐδεμίαν ἐκφυγγάνουσαι διαφορὰν εἰς ἀπέραντον ἐξάγουσι τὸν σφίσιν ἀκολουθεῖν ἐπιχειροῦντα.
15 a [10] καὶ ἐντεῦθεν, οἶμαι, κράτιστον ἐφάνη τραχύ τι καὶ ἓν ἀποφαίνεσθαι περὶ ἁπάντων τε καὶ ἐφ’ ἅπαντα τὸν χρόνον, ὅπως ᾖ δυνατὸν εὖ ἔχειν πρὸς τὰ μηδέποτε γένους. † μόνον δ’ οὖν ἐν δυνάμει λείπεται τῷ νομοθέτῃ. † καὶ διὰ τοῦτο ὁ νόμος ὥσπερ τις ἄνθρωπος δύσκολος καὶ αὐθάδης τὰ αὐτὰ πολλάκις ἀποκρίνεται τοῖς οὐ τὰ αὐτὰ πυνθανομένοις. τούτου δ’ οὕτως ἔχοντος καὶ τοῦ νόμου διὰ τὴν τοιαύτην ἀνάγκην περὶ τῶν ἀνομοίων τὰ ὅμοια φθεγγομένου, ὁ μὲν χαλεπὸς κολαστὴς τῶν ῥημάτων οἷός τέ ἐστι δράττεσθαι καὶ λαμβάνεσθαι τῆς φωνῆς ἀπρίξ· καὶ διὰ τοῦτο ἀποκτιννύει πολλάκις ὃν ἀπέλυσεν ἂν καὶ ὁ νόμος, εἰ προέσθαι φωνὴν καὶ ἑτέραν ἐδύνατο, ἔννομόν τινα οὐκ οἶδ’ ὅπως παρανομίαν παρανομῶν.
15 b [5] ὁ δὲ φιλάνθρωπος βασιλεὺς τῷ μὲν γράμματι συγγινώσκει τῆς πρὸς τὸ ἀκριβὲς ἀσθενείας, προστίθησι δὲ καὶ αὐτὸς ὁπόσον ἐκείνῳ ἀδυνατεῖ, ἅτε, οἶμαι, καὶ αὐτὸς νόμος ὢν καὶ ὑπεράνω τῶν νόμων· τὸ προσθεῖναι δὲ αὐτῷ ἀφελεῖν ἐστι τῆς χαλεπότητος τοῦ νόμου. καθάπερ οὖν γενναίου κυνὸς παροξυνομένου τε καὶ ὑλακτοῦντος πραΰνει καὶ χαλᾷ τὴν ὀργὴν ἐφαπτόμενος ὁ δεσπότης, οὕτω καὶ τοῦ νόμου πολλάκις μαλθάσσει τὸν θυμὸν φιλάνθρωπος βασιλεύς, καὶ προστάττοντος ἀποσφάττειν, εἰ τύχοι, συνέπεισε φυγῇ ζημιῶσαι· ἄλλον τε ἐκείνου φυγαδεύοντος, οὗτος ἠρκέσθη τῶν χρημάτων τι ἀφελεῖν.
15 c [5] ἡμέρου γὰρ ἴσως δίκης καὶ πρὸς τὸ ὁμόφυλον συμπαθοῦς κατόπιν ἵστασθαι τῶν ἀδικημάτων ὡς τὰ πολλὰ καὶ διακρίνειν ἁμάρτημα καὶ ἀδίκημα καὶ ἀτύχημα. ἔστι δὲ ἀδίκημα μὲν παρανομία βουλευσαμένου καὶ προελομένου τῷ λογισμῷ, ἁμάρτημα δὲ πάθους, οἶμαι, κίνησις σφοδροτέρα ἐπιθυμίας τινὸς ἢ ὀργῆς ἄφνω προεξαλλομένης, οὐ συνενδούσης ὁλοκλήρου τῆς ψυχῆς τῷ κινήματι· τὸ δὲ ἀτύχημα †παντελὴς αὐτή τις† ξυμφορὰ καὶ πταῖσμα ἀλλαχόθεν ἄλλῳ προσαρτώμενον.
15 d [5] οἷον, ὑποθώμεθα γὰρ ἐκ τῶν πραγμάτων τὴν σαφήνειαν τῷ λόγῳ, ἀνδροφονῆσαι ἔστι μὲν βουλευσάμενον, ἔστι δὲ καὶ ἐκ θυμοῦ ἁρπαγέντα, ἔστι δὲ καὶ ἀπὸ τύχης, οἷον γυμναζόμενον ἢ θηρεύοντα, καθάπερ τις ἔχει καὶ Ἄδραστον λόγος Φρύγα τινὰ καὶ φυγάδα, φυγόντα παρὰ βασιλέα Λυδῶν καὶ θηρεύοντα, ἀφέντα ἐπὶ τὸ θηρίον, τούτου μὲν ἁμαρτεῖν, ἀκοντίσαι δὲ τὸν παῖδα τοῦ δεξαμένου.
16 a Φιλανθρωπίας οὖν καὶ ταῦτα ἐπισκοπεῖν ἀκριβῶς καὶ μὴ τὸ συμβὰν εἰκῆ τιμωρεῖσθαι, ἀλλ’ ἐπιζητεῖν πρόφασιν ἐπιεικείας. εἰ δέ τις οἴεται πρᾳότητα χρῆμά τι εἶναι δεξιόν, αὔξεσθαι δὲ ὑπ’ αὐτῆς πονηρίαν, ἐπιδεικνύτω νῦν τὴν κακίαν οὗτος, ὁπόσον ἐτράφη τε καὶ ἐβλάστησε, τί δὲ ἀπειργάσατο δρᾶμα τοσοῦτον, ἢ ποτέρας τυγχάνουσα θεραπείας, ἡνίκα ἐτραγῳδεῖτο πρότερον, ὅτε αὐτὴν πῦρ τε καὶ σίδηρος ἐξεφόβει.
16 b [5] Εὖ τοι ἀπέδειξε βασιλεὺς ὅτι οὐκ ἄρδεται ὑπὸ φιλανθρωπίας, ἀλλὰ μαραίνεται, καὶ μᾶλλον ὑπείκει τε καὶ ἐνδίδωσι μαλθακώτερον ἐπιψηλαφώσῃ τῇ δίκῃ. τάδε μὲν οὖν οὐκ ἀκούειν πάρεστιν, ἀλλὰ θεᾶσθαι. ὁ δέ μοι λόγος ἄτοπόν τι καὶ ὑπερφυὲς ἐπαγγέλλεται. τὸν γάρ τοι πολὺν ἔπαινον τοῦτον, ὃν ἄχρι νῦν διελήλυθεν, ὑπισχνεῖται διπλασιάσειν, οὐ τοσοῦτον ἕτερον προσυφάνας, καθάπερ εἰκός.
16 c [5] ἀλλ’ ὁρᾶτε ὁπόση ἡ προσθήκη. τὸ γὰρ ἐν τῷδε τῆς ἡλικίας χρήσιμον ταῦτα διαπράττεσθαι οὐ μόνον διπλοῦ θαύματος ἄξιον, μᾶλλον δὲ πολλαπλοῦ. ἔχοι τις ἂν εἰπεῖν ὡς ἐξίσου θαυμαστέον ἐστὶ πρεσβύτην σωφρονοῦντα καὶ νέον; ἢ τὸν ἐν πολλῷ γήρᾳ πρᾷον καὶ ἥμερον καὶ τὸν ἐπὶ τῆς ἀκμῆς ἐνδοτέρω; ταῦτα οὐδεμιᾶς σοφίας διαγιγνώσκειν. ἀλλὰ καὶ ἐν τοῖς ἰδιώταις τοὺς χρηστούς τε καὶ ἀγαθοὺς ὁ μὲν πλείων χρόνος ἐλάττονος ἀξίους τιμῆς, ὁ δὲ ἐλάττων πλείονος δείκνυσιν.
16 d [5] οὐ γὰρ ὁμοίως ἀγαστὸν ἕπεσθαι τῇ ἡλικίᾳ τὴν ἀρετὴν ἢ παραλλάσσειν ἢ παρατρέχειν τὸν χρόνον, καὶ μάλιστα αὐτῆς ἐκεῖνο τὸ μόριον, ὃ παλαιότητι μὲν ξυγγενές, νεότητι δὲ διαφέρεται. τὸ γὰρ στάσιμον καὶ γαληνὸν καὶ ἠρεμαῖον ἐν τῷ μάλιστα κινοῦντι χρόνῳ καὶ διαταράττοντι τὴν ψυχὴν ἐγὼ μὲν οὔτε ᾤμην ξυμβῆναι οὔτε ῥᾳδίως εὑρίσκω ξυμβαῖνον.
17 a [5] ἀλλ’ οἱ τηλικοίδε ὡς τὰ πολλὰ καὶ πρὸς ὀργὰς ὀξύρροποί εἰσι καὶ ᾄττοντες φέρονται ὑπὸ τῶν παθῶν ὥσπερ τὰ ἀνερμάτιστα πλοῖα· βασιλεὺς δὲ ἅτε νῷ κυβερνώμενος γαληνιάζειν ἀναγκάζει τὸν κλύδωνα τῆς ἡλικίας, καὶ ἐπ’ αὐτοῦ μόνου τὸ „πατὴρ ὣς ἤπιος ἦεν“ ἁρμόττει μὲν διὰ τὴν ἀρετήν, οὐχ ἁρμόττει δὲ διὰ τὸν χρόνον. Συλλογίσασθε πρὸς φιλίου ὡς χαλεπὸν μὲν ἐν τύχῃ τοσῇδε ἐπιείκειαν διασώσασθαι.
17 b [5] οἱ γάρ τοι πολλοὶ τὴν εὐτυχίαν οὐ δύνανται φέρειν δι’ ἀσθένειαν, ὥσπερ φορτίον, χαλεπώτερον δὲ ἐν ἡλικίᾳ τοιαύτῃ καὶ καθ’ ἣν ἥκιστα ἀνέχονται ἄνθρωποι καὶ ξὺν ἀνάγκῃ τὸ κόσμιον. Ἀλλὰ δὴ πρέπουσαν κεφαλὴν ἐπιτιθέντες τῷ λόγῳ τέλειον αὐτὸ βασιλεῖ δῶρον προσάγωμεν. ἆρα ὁ φιλάνθρωπος βασιλεὺς οὐ καὶ φίλων ἐστὶ μάλιστα ἐραστής; καίτοι εἰ ἀνθρώπους περὶ πολλοῦ νενόμικε, περὶ πλείστου νομίζει τοὺς φίλους, καὶ εἰ τοὺς ζῶντας ὑπ’ αὐτὸν ἀγαπᾷ, μάλιστα ἀγαπήσει τοὺς καὶ συζῶντας, καὶ εἰ λυπεῖν ἥκιστα ἀνέχεται τοὺς ἀρχομένους, οὐδαμῶς ἂν ἀλγύνειε τοὺς κοινωνοῦντας.
17 c [10] ἐπίσταται γὰρ ὡς οὔτε χρυσίου πλοῦτος οὔτε ἀργύρου οὔτε τῶν ἀγαπητῶν λιθιδίων τοσάδε ὀνίνησι βασιλέα ὅσα φιλίας πλοῦτος ἀληθινῆς. ὃν γὰρ πολλὰ μὲν ἀκούειν δεῖ, πολλὰ δὲ ὁρᾶν, πολλῶν δὲ ἅμα ἐπιμέλεσθαι, τούτῳ σφόδρα ὀλίγα τὰ δύο ὦτα καὶ τὼ δύο ὀφθαλμὼ καὶ τὸ σῶμα ἓν ὂν καὶ μία 〈ἡ〉 ἐνοῦσα ψυχή. εἰ δὲ φίλους πλουτοίη, καὶ ὄψεται μακρὰν καὶ ἀκούσεται τῶν οὐ πλησίον καὶ εἴσεται τὰ πόρρω, καθάπερ οἱ μάντεις, καὶ πλείοσιν ἅμα παρέσται, καθάπερ ὁ θεός.
17 d [5] ταῦτα οὖν εἰδὼς πρὸς ἕκαστον ἔχει τῶν φίλων ὡς πρὸς τὸ οἰκεῖον σῶμα, ὡς πρὸς τὴν οἰκείαν ψυχήν, καὶ μόνη παρὰ τῷδε φιλία ὑψηλή τέ ἐστιν ἅμα καὶ λίαν ἀσφαλής. τῶν δὲ τυραννικῶν τὸ ὕψος ἐπικίνδυνον. ὅταν γὰρ μάλιστα αὐτοῖς ξυμβαδίζειν τις ὑπολάβοι, τότε ἀπωσάμενοι κατέβαλον εἰς κρημνὸν βαθὺν ἢ φάραγγα κοίλην.
18 a [10] ἀνάγουσι γὰρ οὐχ ὅπως ἔχωσιν ἄνω, ἀλλ’ ὅπως ἄνωθεν καταρρίψωσι. τῷ τοι καὶ πολλοὶ τῶν πιπτόντων ἐπελάβοντό τε ὠθούντων καὶ συγκατήνεγκαν ἑαυτοῖς. οἱ δὲ τῆς βασιλέως δεξιᾶς θιγόντες ἴσασιν ἀσφαλεῖ πείσματι προσερχόμενοι καὶ προσεξόμενοί γε εἰς τέλος. Τοῦτο δή σοι παρὰ φιλοσοφίας ἡλικιώτιδος τὸ ἀνάθημα ἀληθινὸν καὶ ἄδολον καὶ ἀκήρατον, οὐκ ἀπ’ ἄκρας τῆς γλώττης ῥυέν, ἀντιφθεγγομένης ἔνδοθεν τῆς ψυχῆς, ἀλλ’ οἷον γὰρ ἔνδον ἐνδιαιτᾶται, τοιοῦτον καὶ τῶν χειλῶν προελήλυθεν.
18 b ὧν γὰρ ἕνεκεν ἄνθρωπος ὑποκρίνεται τοὺς ἐπαίνους, τούτων ἐλευθέρα ἐστὶ φιλοσοφία. χρημάτων τε γὰρ αὐτῇ οὐδὲ εἷς λόγος τιμῆς τε οὐκ ἐνδεής, οἴκοι τὸ τίμιον ἔχουσα.