eul_wid: bdg-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Sentences by Phocylides of Miletus

The Sentences is a collection of moralizing maxims composed in Ionic Greek verse by the archaic poet Phocylides of Miletus, who was active in the mid-sixth century BCE. The work consists of short, pithy lines offering practical advice on living well, often introduced by the signature phrase “And this too of Phocylides.” Its content is secular and pragmatic, emphasizing moderation, justice, wise household management, and the importance of a good reputation within the civic community. Approximately 44 fragments survive, preserved not in a continuous manuscript but through quotations by later authors such as Stobaeus and Aristotle. The work belongs to a tradition of wisdom literature aimed at educating the aristocratic youth of the flourishing Ionian Greek world, serving a didactic purpose by providing memorable guidance for personal conduct and civic life. In antiquity, Phocylides was highly regarded and often paired with the poet Theognis. It is important to distinguish these authentic archaic fragments from a later, pseudonymous Jewish or Christian poem falsely attributed to him during the Hellenistic or Roman period.

ΕΛΕΓΕΙΑ
Καὶ τόδε Φωκυλίδου· Λέριοι κακοί· οὐχ ὃ μέν, ὃς δʼ οὔ·
πάντες, πλὴν Προκλέους· καὶ Προκλέης Λέριος.
ΓΝΩΜΑΙ
Καὶ τόδε Φωκυλίδεω· τετόρων ἀπὸ τῶνδε γένοντο
φῦλα γυναικείων· ἣ μὲν κυνός, ἣ δὲ μελίσσης,
ἣ δὲ συὸς βλοσυρῆς, ἣ δʼ ἵππου χαιτηέσσης.
εὔφορος ἥδε, ταχεῖα, περίδρομος, εἶδος ἀρίστη·
ἡ δὲ συὸς βλοσυρῆς οὔτʼ ἂρ κακὴ οὐδὲ μὲν ἐσθλή·
ἡ δὲ κυνὸς χαλεπή τε καὶ ἄγριος· ἡ δὲ μελίσσης
οἰκονόμος τʼ ἀγαθὴ καὶ ἐπίσταται ἐργάζεσθαι·
ἧς εὔχευ, φίλʼ ἑταῖρε, λαχεῖν γάμου ἱμερόεντος.
Καὶ τόδε Φωκυλίδου· τί πλέον, γένος εὐγενὲς εἶναι,
οἷσʼ οὔτʼ ἐν μύθοισʼ ἕπεται χάρις οὔτʼ ἐνὶ βουλῆι;
Καὶ τόδε Φωκυλίδου· πόλις ἐν σκοπέλωι κατὰ κόσμον
οἰκεῦσα σμικρὴ κρέσσων Νίνου ἀφραινούσης.
Καὶ τόδε Φωκυλίδεω· χρή τοι τὸν ἑταῖρον ἑταίρωι
φροντίζειν, ἅσσʼ ἂν περιγογγύζωσι πολῖται.
Καὶ τόδε Φωκυλίδεω· χρήστης κακοῦ ἔμμεναι ἀνδρός
φεύγειν, μή σέ γʼ ἀνιήσηι παρὰ καιρὸν ἀπαιτέων.
Χρηίζων πλούτου μελέτην ἔχε πίονος ἀγροῦ·
ἀγρὸν γάρ τε λέγουσιν Ἀμαλθείης κέρας εἶναι.
Νυκτὸς βουλεύειν, νυκτὸς δέ τοι ὀξυτέρη φρήν
ἀνδράσιν· ἡσυχίη δʼ ἀρετὴν διζημένωι ἐσθλή.
Δίζησθαι βιοτήν, ἀρετὴν δʼ, ὅταν ἦι βίος ἤδη.
ἐν δὲ δικαιοσύνηι συλλήβδην πᾶσʼ ἀρετή ʼστιν.
Πολλοί τοι δοκέουσι σαόφρονες ἔμμεναι ἄνδρες
σὺν κόσμωι στείχοντες, ἐλαφρόνοοί περ ἐόντες.
Πολλὰ μέσοισιν ἄριστα· μέσος θέλω ἐν πόλει εἶναι.
Πόλλʼ ἀέκοντα παθεῖν διζήμενον ἔμμεναι ἐσθλόν.
χρὴ δʼ ἐν συμποσίωι κυλίκων περινισομενάων
ἡδέα κωτίλλοντα καθήμενον οἰνοποτάζειν.
χρὴ παῖδʼ ἔτʼ ἐόντα
καλὰ διδάσκειν ἔργα.
ἀλλʼ ἄρα δαίμονές εἰσιν ἐπʼ ἀνδράσιν ἄλλοτε ἄλλοι·
οἳ μὲν ἐπερχομένου κακοῦ ἀνέρας ἐκλύσασθαι,
Γνήσιός εἰμι φίλος καὶ τὸν φίλον ὡς φίλον οἶδα,
τοὺς δὲ κακοὺς διόλου πάντας ἀποστρέφομαι.
οὐδένα θωπεύω πρὸς ὑπόκρισιν· οὓς δʼ ἄρα τιμῶ,
τούτους ἐξ ἀρχῆς μέχρι τέλους ἀγαπῶ.