eul_wid: jbk-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Epicurean Biographical Fragments by Hermarchus of Mytilene

The Apospasmata, or Fragments, is a lost philosophical treatise by Hermarchus of Mytilene, who succeeded Epicurus as head of the Epicurean school. Composed in Greek during the late fourth or early third century BCE, the work was structured as a collection of discrete passages, traditionally numbered at forty. It functioned as a compilation of anecdotes, maxims, and biographical details concerning Epicurus and his closest associates. Its primary aim was to preserve and promote an idealized portrait of the founder’s character and daily conduct, establishing his life as a practical model of the school’s ethical ideals for the community of disciples.

The text does not survive intact and is known only through quotations and paraphrases in later authors, most extensively in Diogenes Laertius’s Lives of the Eminent Philosophers. Scholars interpret the Apospasmata as an instrument for shaping the Epicurean school’s internal identity and external reputation following the death of its founder. It served to defend Epicurus’s legacy against contemporary slander and to codify the virtues of a philosophical life centred on tranquility and friendship. Written primarily for an audience within the Epicurean community, it provided an authoritative, insider narrative of the school’s origins. The conventional figure of forty fragments represents a modern reconstruction based on the scattered references that endure in the historical record.

... Ἕρμαρχος Ἀγεμόρτου Μυτιληναῖος, ἀνὴρ πατρὸς μὲν πένητος, τὰς δʼ ἀρχὰς προσέχων ῥητορικοῖς.

ἀφείγμεθα εἰς Λάμψακον ὑγιαίνοντες ἐγὼ καὶ Πυθοκλῆς καὶ Ἕρμαρχος καὶ Κτήσιππος καὶ ἐκεῖ κατειλήφαμεν ὑγιαίνοντας Θεμίσταν καὶ τοὺς λοιποὺς φίλους. εὖ δὲ ποιεῖς καὶ εἰ σὺ ὑγιαίνεις καὶ ἡ μάμμη σου καὶ πάπαι καὶ Μάτρωνι πάντα πείθηι ὥσπερ καὶ ἔμπροσθεν· εὖ γὰρ ἴσθι, ᾦ Ἀπία, ὅτι ἐγὼ καὶ οἱ λοιποὶ πάντες σε μέγα φιλοῦμεν ὅτι τούτοις πείθηι πάντα

ἐπιδείκνυται δὲ τὴν κατοκὴν ὅλων ἐν τοῖς βυβλίοις ταράττων καὶ θρυλῶν ὅτι Λεόντιον καὶ ἑτέρα ἑταίρα τις ἐν τῆι πραγματείαι μνημονεύεται καὶ Νικίδιον ἦν Ἰδομενέως ἑρωμένη, Λεοντέως δὲ Μαμμάριον, Ἑρμάρχου δὲ Δημητρία καὶ τοῖος ἦν Πυθοκλέους παιδαγωγὸς Πολύαινος ...

διότι δὲ λαμπρότερον εἰς δόξαν εἶχεν ὡς καὶ τούτοις καὶ Λεοντεῖ καὶ Μητροδώρωι θεραπευομένοις ὑπʼ ἀλλήλων καὶ θεραπεύουσι πᾶσιν Ἐπίκουρον, Ἑρμάρχωι δὲ καὶ περιστείλαντι καὶ τοῖς λειψάνοις ἐφεδρεύοντι πᾶς ἄν τις εὖ φρονῶν ὁμολογήσειεν.

Κατὰ τάδε δίδωμι τὰ ἐμαυτοῦ πάντα Ἀμυνομάχῳ ... καὶ Τιμοκράτει, ... ἐφʼ ᾧ τε τὸν μὲν κῆπον καὶ τὰ προσόντα αὐτῷ παρέξουσιν Ἑρμάρχῳ Ἀγεμόρτου Μυτιληναίῳ καὶ τοῖς συμφιλοσοφοῦσιν αὐτῷ καὶ οἷς ἂν Ἕρμαρχος καταλίπῃ διαδόχοις τῆς φιλοσοφίας ...

Τὴν δʼ οἰκίαν τὴν ἐν Μελίτῃ παρεχέτωσαν Ἀμυνόμαχος καὶ Τιμοκράτης ἐνοικεῖν Ἑρμάρχῳ καὶ τοῖς μετʼ αὐτοῦ φιλοσοφοῦσιν, ἕως ἂν Ἕρμαρχος ζῇ.

Ἐκ δὲ τῶν γινομένων προσόδων τῶν δεδομένων ἀφʼ ἡμῶν Ἀμυνομάχῳ καὶ Τιμοκράτει κατὰ τὸ δυνατὸν μεριζέτωσαν μεθʼ Ἑρμάρχου σκοπούμενοι εἴς τε τὰ ἐναγίσματα τῷ τε πατρὶ καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς, καὶ ἡμῖν ...

Ἐπιμελείσθωσαν δὲ καὶ Ἀμυνόμαχος καὶ Τιμοκράτης τοῦ υἱοῦ τοῦ Μητροδώρου Ἐπικούρου καὶ τοῦ υἱοῦ τοῦ Πολυαίνου Πολυαίνου, φιλοσοφούντων αὐτῶν καὶ συζώντων μεθʼ Ἑρμάρχου. ὡσαύτως τῆς θυγατρὸς τῆς Μητροδώρου τὴν ἐπιμέλειαν ποιείσθωσαν, καὶ εἰς ἡλικίαν ἐλθοῦσαν ἐκδότωσαν ᾧ ἂν Ἕρμαρχος ἕληται τῶν φιλοσοφούντων μετʼ αὐτοῦ, οὔσης αὐτῆς εὐτάκτου καὶ πειθαρχούσης Ἑρμάρχῳ. διδότωσαν δὲ Ἀμυνόμαχος καὶ Τιμοκράτης ἐκ τῶν ὑπαρχουσῶν ἡμῖν προσόδων εἰς τροφὴν τούτοις ὅ τι ἂν αὐτοῖς κατʼ ἐνιαυτὸν ἐπιδέχεσθαι δοκῇ σκοπουμένοις μεθʼ Ἑρμάρχου. ποιείσθωσαν δὲ μεθʼ αὑτῶν καὶ Ἕρμαρχον κύριον τῶν προσόδων, ἵνα μετὰ τοῦ συγκαταγεγηρακότος ἡμῖν ἐν φιλοσοφίᾳ καὶ καταλελειμμένου ἡγεμόνος τῶν συμφιλοσοφούντων ἡμῖν ἕκαστα γίνηται. τὴν δὲ προῖκα τῷ θήλει παιδίῳ, ἐπειδὰν εἰς ἡλικίαν ἔλθῃ, μερισάτωσαν Ἀμυνόμαχος καὶ Τιμοκράτης, ὅσον ἂν ἐπιδέχηται ἀπὸ τῶν ὑπαρχόντων ἀφαιροῦντες μετὰ τῆς Ἑρμάρχου γνώμης. ...

Δοῦναι δὲ τὰ βιβλία τὰ ὑπάρχοντα ἡμῖν πάντα Ἑρμάρχῳ. Ἐὰν δέ τι τῶν ἀνθρωπίνων περὶ Ἕρμαρχον γένηται πρὸ τοῦ τὰ Μητροδώρου παιδία εἰς ἡλικίαν ἐλθεῖν, δοῦναι Ἀμυνόμαχον καὶ Τιμοκράτην ὅπως ἂν εὐτακτούντων αὐτῶν ἕκαστα γίνηται τῶν ἀναγκαίων, κατὰ τὸ δυνατὸν ἀπὸ τῶν καταλελειμμένων ὑφʼ ἡμῶν προσόδων.

φησὶν Ἀπολλόδωρος ἐν Χρονικοῖς ... τήν τε σχολὴν διαδέξασθαι Ἕρμαρχον Ἀγεμόρτου Μυτιληναῖον.

... ὁ διαδεξάμενος αὐτὸν Ἕρμαρχος ...

τούτου δὲ Μητρόδωρος ἠκροᾶτο καὶ Ἕρμαρχος ὁ αὐτὸν ἐπίκουρον διαδεξάμενος.

ἐτελεύτα δὲ παραλύσει, γενόμενος ἱκανὸς ἀνήρ.

ὧν ἦν καὶ Πολύστρατος ὁ διαδεξάμενος Ἕρμαρχον.

ἀλλʼ οὐδὲ Λεύκιππόν τινα γεγενῆσθαί φησι φιλόσοφον, οὔτε αὐτὸς οὔτε Ἕρμαρχος ...

τῶν βυβλίων μ̣ὴ̣ [......] | θειν πρὸς οὕς τε γὰρ ευ̣ [.] | .. σει ... [μάλι]στα ταύτ[ηι] | κέχρηνται, Λ̣εοντέα καὶ | Ἰδομενέα καὶ Πυθοκλέα | καὶ Ἕρμαρχον καί [π]ως ἐ̣|χόμενοι παντοδαπ[ῶν] | αὐτοῦ̣ ...

πρεσβευτὰς εὐθὺς πρὸς ἡμᾶς διαπέμψεται Μητρόδωρον καὶ Ἕρμαρχον καὶ Πολύαινον.

ἐπειδὰν μεθʼ ἕρμαρχον καὶ περὶ τῶν ἄλλων Ἐπικούρου φίλων ποιῶμαι τὴν γραφήν.

συνκρίνομεν τρόπους τῶν μετὰ τὴν Ἑρμάρχου τελευτὴν συντάξεις ἐγδεδωκότων, εἰ δέ τις βούλεται, καὶ μετὰ τὴν ἔγλειψιν τῶν Ἐπικούρου διακηκοότων ἁπάντων.

ἀλλʼ ἔσται δυνατὸν ἐὰν τοῦτο καὶ ἃ μὲν εἰργάσαντο πάντες οἱ μεθʼ Ἕρμαρχον ἐμβάντες εἰς τὴν αἵρεσιν, ὁμοιότροπά τις παραστήσηι καὶ βεβουλημένους καὶ πεπραχότας, ὅπερ οὐ πρότερον οἴομαι τοῦ πάντας ἀνθρώπους μέλανας εἶναι καὶ μικροὺς καὶ διεστραμμένους.

Ἑρμάρχου.

Εὐκαταφρόνητος ὁ θάνατος· ἄπρακτον γὰρ τὸ ποιοῦν τοῦ πάσχοντος ἀνῃρημένου.

Ἑρμάρχου.

Ἀτέκμαρτος ὁ πᾶς βίος, οὐδὲν ἔχων πιστὸν πλανᾶται συντυχίαις· ἐλπὶς δὲ φρένας παραθαρσύνει· τὸ δὲ μέλλον ἀκριβῶς οἶδεν οὐδεὶς θνατὸς ὅπῃ φέρεται· θεὸς δὲ πάντας ἐν κινδύνοις θνατοὺς κυβερνᾷ. ἀντιπνέει δὲ πολλάκις εὐτυχίαις δεινή τις αὔρα.

φέρεται καὶ τούτου βιβλία κάλλιστα τάδε. Ἐπιστολικά· Περὶ Ἐμπεδοκλέους, εἴκοσι καὶ δύο· Περὶ τῶν μαθημάτων· Πρὸς Πλάτωνα· Πρὸς Ἀριστοτέλην.

ὑποψίαν τινὰ λαμβάνων ὡς περί ... τῶν εἰς Μητρόδωρον ἀναφερομένων ... καὶ τῶν εἰς Ἕρμαρχον.

Ἕ[ρμαρ]|χός θʼ ὁμ[οί]ως ς̣[...]|ετη[..]αν ψυχὴν̣ ἐ̣κ ‖ θεῶν πο[———]|θαι συν .[...· κἀν] | τῆι πρώ[τηι Πρὸς Ἐμπεδο]|κλέα γ̣ρ[αφῆι———

Ἑρμάρχου Πρὸς Ἐμπεδοκλέα

ἔτι πρότερον καὶ τοῦθʼ Ἕρμαρχος ἐν τῶι τελευταίωι τῶν Πρὸς Ἐμπεδοκλέα παρασημαίνεται καὶ προστιθεῖ· περὶ δὲ μεταφορᾶς ἐχρήσατο κατα ———

Ἕρμα]ρχός γε | [———περ]ὶ τιμῆς θε|[ῶν συνέ]γραψεν αλ| [———]κε [.]νη | [——— πε]ρὶ γὰρ Ἐπι|[κούρ]ου [πο]λλὰ λέ〈γ〉ων | [ἐν] τῶι τελευταίωι | [τ]ῶι πρὸ[ς Ἐ]μπεδο|[κλ]έα̣ ...

οἶμαι δʼ ἐκεῖνό γε τὸν ἄδικον ὑποτρέχειν, ὅπερ Ἕρμαρχός φησιν, ὡς βλάπτειν οὐ δοκεῖ θεὸς τοὺς ἀδικοῦντας, ἂν λάθωσιν κατὰ τὸν λόγον τοῦτον καὶ οἱ φαυλότατοι τῶν ἀνθρώπων.

νοητέον δὲ κατὰ τὸν Ἕρμαρχον καὶ ἐπισπωμένους πνεῦμα καὶ προιεμένους τοὺς θεούς· τούτου γὰρ αὖ χωρὶς οὐδʼ ἔτι τοιαῦτα ζῶια νοήσομεν, οἷα προειλήφαμεν, ὡς οὐδʼ ἰχθῦς ἀπροσδεήτους ὕδατος οὐδʼ ὄρνιθας πτερῶν εἰς τὴν διʼ ἀέρος φοράν· οὐ γὰρ μᾶλλον τὰ τοιαῦτʼ ἐννοεῖται … μήτε δʼ εἶναι πεζὸν εἴτε φθαρτὸν εἴτ...υ … ον οὐ προσδεόμενον ἀναπνοῆς οὐ ῥητέον, ὡς οὐδὲ χιόνα χωρὶς λευκότητος ἢ πῦρ ἂν ἄνευ θερμότητος. καὶ φωνῆι δὲ χρῆσθαι καὶ ὁμειλίαι τῆι πρὸς ἀλλήλους ῥητέον· οὐ γὰρ μᾶλλον εὐδαίμονας καὶ ἀδιαλύτους νοήσομεν, φησί, μὴ φωνοῦντας μηδʼ ἀλλήλοις διαλεγομένους, ἀλλὰ τοῖς ἐνεοῖς ἀνθρώποις ὁμοίους· τῶι γὰρ ὄντι φωνῆι χρωμένων ἡμῶν, ὅσοι μή τι πεπηρώμεθα, τοὺς θεοὺς ἢ πεπηρῶσθαι λέγειν ἢ μὴ κατὰ τουθʼ ἡμῖν ὡμοιῶσθαι, μηδʼ ἑτέρως μηδετέρων ἐκκοπτόντων ἀναφθέγματα, καὶ ὑπερεύηθες, ἄλλως τε καὶ τῆς πρὸς τοὺς ὁμοίους τοῖς σπουδαίοις κοινολογίας ἄφατον ἡδονὴν καταχεούσης· καὶ νὴ Δία γε τὴν Ἑλληνίδα νομιστέον ἔχειν αὐτοὺς διάλεκτον, ἢ μὴ πόρρω, … σαρς … δε … τωκ … σοφοὶ πάντες ... ....... λέγονται μὴ πολὺ διαφερούσαις κατὰ τὰς ἀρθρώσεις χρῆσθαι φωναῖς· καὶ μόνους οἴδαμεν γεγονότας σοφοὺς Ἑλληνίδι γλώττηι χρωμένους.

Οἱ δὲ ἀπὸ τοῦ Ἐπικούρου ὥσπερ γενεαλογίαν μακρὰν διεξιόντες φασὶν ὡς οἱ παλαιοὶ νομοθέται, ἀπιδόντες εἰς τὴν τοῦ βίου κοινωνίαν τῶν ἀνθρώπων καὶ τὰς πρὸς ἀλλήλους πράξεις, ἀνόσιον ἐπεφήμισαν τὴν ἀνθρώπου σφαγὴν καὶ ἀτιμίας οὐ τὰς τυχούσας προσῆψαν, τάχα μὲν καὶ φυσικῆς τινος οἰκειώσεως ὑπαρχούσης τοῖς ἀνθρώποις πρὸς ἀνθρώπους διὰ τὴν ὁμοιότητα τῆς μορφῆς καὶ τῆς ψυχῆς εἰς τὸ μὴ προχείρως φθείρειν τὸ τοιοῦτον ζῷον ὥσπερ ἕτερόν τι τῶν συγκεχωρημένων· οὐ μὴν ἀλλὰ τήν γε πλείστην αἰτίαν τοῦ δυσχερανθῆναι τοῦτο καὶ ἀνόσιον ἐπιφημισθῆναι τὸ μὴ συμφέρειν εἰς τὴν ὅλην τοῦ βίου σύστασιν ὑπολαβεῖν.

Ἀπὸ γὰρ τῆς τοιαύτης ἀρχῆς οἱ μὲν παρακολουθήσαντες τῷ συμφέροντι τοῦ διορίσματος οὐδὲν προσεδεήθησαν ἄλλης αἰτίας τῆς ἀνειργούσης αὐτοὺς ἀπὸ τῆς πράξεως ταύτης, οἱ δὲ μὴ δυνάμενοι λαβεῖν αἴσθησιν ἱκανὴν τούτου τὸ μέγεθος τῆς ζημίας δεδιότες ἀπείχοντο τοῦ κτείνειν προχείρως ἀλλήλους. Ὧν ἑκάτερον φαίνεται καὶ νῦν ἔτι συμβαῖνον. Καὶ γὰρ οἱ μὲν θεωροῦντες τὸ συμφέρον τῆς προειρημένης διατάξεως ἑτοίμως ἐπʼ αὐτῆς μένουσιν, οἱ δὲ μὴ δεκτικοὶ τούτου τὰς ἀπειλὰς φοβούμενοι τῶν νόμων, ἃς ἕνεκα τῶν ἀσυλλογίστων τοῦ χρησίμου διώρισάν τινες, παραδεξαμένων αὐτὰς τῶν πλειόνων.

Οὐδὲν γὰρ ἐξ ἀρχῆς βιαίως κατέστη νόμιμον οὔτε μετὰ γραφῆς οὔτε ἄνευ γραφῆς τῶν διαμενόντων νῦν καὶ διαδίδοσθαι πεφυκότων, ἀλλὰ συγχωρησάντων αὐτῷ καὶ τῶν χρησαμένων. Φρονήσει γὰρ ψυχῆς, οὐ ῥώμῃ σώματος καὶ δυναστευτικῇ δουλώσει τῶν ὄχλων διήνεγκαν οἱ τὰ τοιαῦτα τοῖς πολλοῖς εἰσηγούμενοι, καὶ τοὺς μὲν εἰς ἐπιλογισμὸν τοῦ χρησίμου καταστήσαντες ἀλόγως αὐτοῦ πρότερον αἰσθανομένους καὶ πολλάκις ἐπιλανθανομένους, τοὺς δὲ τῷ μεγέθει τῶν ἐπιτιμίων καταπλήξαντες. Οὐ γὰρ ἦν ἑτέρῳ χρῆσθαι φαρμάκῳ πρὸς τὴν τοῦ συμφέροντος ἀμαθίαν ἢ τῷ φόβῳ τῆς ἀφωρισμένης ἀπὸ τοῦ νόμου ζημίας. Αὕτη γὰρ κατέχει μόνη καὶ νῦν τοὺς τυχόντας τῶν ἀνθρώπων καὶ κωλύει τὸ μήτε κοινῇ μήτε ἰδίᾳ τὸ ἀλυσιτελὲς πράττειν. Εἰ δὲ πάντες ἐδύναντο βλέπειν ὁμοίως καὶ μνημονεύειν τὸ συμφέρον, οὐδὲν ἂν προσεδέοντο νόμων, ἀλλʼ αὐθαιρέτως τὰ μὲν εὐλαβοῦντο τῶν ἀπειρημένων, τὰ δὲ ἔπραττον τῶν προστεταγμένων. Ἱκανὴ γὰρ ἡ τοῦ χρησίμου καὶ βλαβεροῦ θεωρία τῶν μὲν φυγὴν παρασκευάσαι, τῶν δὲ αἵρεσιν. Ἡ δὲ τῆς ζημίας ἀνάτασις πρὸς τοὺς μὴ προορωμένους τὸ λυσιτελοῦν. Ἀναγκάζει γὰρ δεσπόζειν ἐπικρεμαμένη ταῖς ἀγούσαις ἐπὶ τὰς ἀσυμφόρους πράξεις ὁρμαῖς, καὶ βίᾳ συναναγκάζει τὸ δέον ποιεῖν.

Ἐπεὶ καὶ τὸν ἀκούσιον φόνον οὐκ ἔξω πάσης ζημίας κατέστησαν οἱ νομοθέται, ὅπως μηδεμίαν ἐνδῶσι πρόφασιν τοῖς ἑκουσίως τὰ τῶν ἀκουσίως δρώντων ἔργα μιμεῖσθαι προαιρουμένοις, ἀλλʼ ὅπως μὴ ἀφύλακτον ᾖ μηδὲ ἠμελημένον τὸ τοιοῦτο, ὥστε πολλὰ πρὸς ἀλήθειαν ἀκούσια συμβαίνειν. Οὐ γὰρ συνέφερεν οὐδὲ τοῦτο διὰ τὰς αὐτὰς αἰτίας διʼ ἃς καὶ τὸ καθʼ ἑκούσιον τρόπον φθείρειν ἀλλήλους. Ὥστε τῶν ἀκουσίων τῶν μὲν παρὰ τὴν ἀστάθμητον αἰτίαν καὶ ἀφύλακτον γιγνομένων ἀνθρωπίνῃ φύσει, τῶν δὲ παρὰ τὴν ἡμετέραν ἀμέλειαν καὶ ἀνεπίστατον τῆς διαφορᾶς, βουληθέντες κωλῦσαι τὴν βλάπτουσαν αὐτοὺς τοὺς πλησίον ῥᾳθυμίαν, οὐκ ἀθῷον κατέστησαν ζημίας οὐδὲ τὴν ἀκούσιον πρᾶξιν, ἀλλὰ τῷ φόβῳ τῶν ἐπιτιμίων ἀφεῖλον τὸ πολὺ τῆς τοιαύτης ἁμαρτίας. Οἶμαι δʼ ἔγωγε καὶ τοὺς συγκεχωρημένους ὑπὸ τοῦ νόμου φόνους τὰς ἀφοσιώσεις λαμβάνειν τὰς εἰθισμένας διὰ τῶν καθαρμῶν παρʼ οὐδεμίαν ἑτέραν αἰτίαν ὑπὸ τῶν πρώτων καλῶς ταῦτα εἰσηγησαμένων ἢ παρὰ τὸ τῆς ἑκουσίου πράξεως ὅτι πλεῖστον βούλεσθαι τοὺς ἀνθρώπους ἀφιστάναι. Πανταχόθεν γὰρ ἐδέοντο τοῦ κωλύσοντος ἑτοίμως πράττει τὸ μὴ συμφέρον οἱ τυχόντες. Ὅθεν οὐ μόνον ζημίας ἔταξαν οἱ πρῶτοι τοῦτο συνειδότες, ἀλλὰ καὶ ἕτερον φόβον ἄλογον ἐπήρτησαν, οὐ καθαροὺς ἐπιφημίσαντες εἶναι τοὺς ὅπως οὖν ἄνθρωπον ἀνελόντας, μὴ χρησαμένους καθαρμοῖς. Τὸ γὰρ ἀνόητον τῆς ψυχῆς ποικίλως παιδαγωγηθὲν ἦλθεν εἰς τὴν καθεστῶσαν ἡμερότητα, προσμηχανωμένων ἐπὶ τῆς ἀλόγου φορᾶς ἐπιθυμίας τιθασεύματα τῶν ἐξ ἀρχῆς τὰ πλήθη διακοσμησάντων· ὧν ἐστι καὶ τὸ μὴ κτείνειν ἀλλήλους ἀκρίτως.

Τῶν δὲ λοιπῶν ζῴων εἰκότως οὐδὲν διεκώλυσαν φθείρειν οἱ πρῶτοι διορίσαντες ἅ τε δεῖ ποιεῖν ἡμᾶς καὶ ἃ μή· τὸ γὰρ συμφέρον ἐπὶ τούτων ἐκ τῆς ἐναντίας ἀπετελεῖτο πράξεως. Οὐ γὰρ δυνατὸν ἦν σῴζεσθαι μὴ πειρωμένους ἀμύνεσθαι τοῦτο συντρεφομένους μετʼ ἀλλήλων. Διαμνημονεύοντες δέ τινες τῶν τότε χαριεστάτων ὡς αὐτοί τε ἀπέσχοντο τοῦ κτείνειν διὰ τὸ χρήσιμον πρὸς τὴν σωτηρίαν, τοῖς τε λοιποῖς ἐνεποίουν μνήμην τοῦ ἀποβαίνοντος ἐν ταῖς μετʼ ἀλλήλων συντρόφαις, ὅπως ἀπεχόμενοι τοῦ συγγενοῦς διαφυλάττωσι τὴν κοινωνίαν, ἣ συνήργει πρὸς τὴν ἰδίαν ἑκάστου σωτηρίαν. Οὐ μόνον δὲ χρήσιμον ἧν τὸ χωρίζεσθαι μηδὲ λυμαντικὸν ποιεῖν μηδὲν τῶν ἐπὶ τὸν αὐτὸν τόπον συνειλεγμένων πρὸς τὸ τῶν ἀλλοφύλων ἐξόρισμα ζῴων, ἀλλὰ καὶ πρὸς ἀνθρώπους τοὺς ἐπὶ βλάβῃ παραγιγνομένους. Μέχρι μὲν οὖν τινος διὰ ταύτην ἀπείχοντο τοῦ συγγενοῦς, ὅσον ἐβάδιζεν εἰς τὴν αὐτὴν κοινωνίαν τῶν ἀναγκαίων καὶ χρείας τινὰς παρείχετο πρὸς ἑκάτερον τῶν εἰρημένων· ἐλθόντος δὲ ἐπὶ πλέον τοῦ χρόνου καὶ τῆς διʼ ἀλλήλων γενέσεως μακρὰν προηκούσης, ἐξεωσμένων δὲ τῶν ἀλλοφύλων ζῴων καὶ τῆς παρασπάρσεως, ἐπιλογισμὸν ἔλαβόν τινες τοῦ συμφέροντος ἐν ταῖς πρὸς ἀλλήλων τροφαῖς, οὐ μόνον ἄλογον μνήμην.

Ὅθεν ἐπειράθησαν βεβαιοτέρως ἀνεῖρξαι τοὺς προχείρως φθείροντας ἀλλήλους καὶ τὴν βοήθειαν ἀσθενεστέραν κατασκευάζοντας διὰ τὴν τοῦ παρεληλυθότος λήθην. Πειρώμενοι δὴ τοῦτο δρᾶν τὰς ἔτι μενούσας καὶ νῦν κατὰ πόλεις τε καὶ ἔθνη νομοθεσίας εἰσήνεγκαν, ἐπακολουθήσαντος τοῦ πλήθους αὐτοῖς ἑκουσίως παρὰ τὸ μᾶλλον ἤδη τοῦ συμφέροντος ἐν τῇ μετʼ ἀλλήλων ἀθροίσει λαμβάνειν αἴσθησιν. Ὁμοίως γὰρ εἰς τὴν ἀφοβίαν συνήργει τό τε λυμαντικὸν πᾶν κτεινόμενον ἀφειδῶς καὶ τὸ χρήσιμον πρὸς τὴν τούτου φθορὰν διατηρούμενον. Ὅθεν εἰκότως τὸ μὲν ἀπηγορεύθη, τὸ δὲ οὐκ ἐκωλύθη τῶν εἰρημένων. Ἐκεῖνο δὲ λέγειν οὐκ ἔστιν, ὡς ἔνια τῶν ζῴων οὐ φθαρτικὰ τῆς ἀνθρωπίνης ὄντα φύσεως οὐδὲ καθʼ ἕτερον οὐδένα τρόπον λυμαινόμενα τοὺς βίους συγκεχώρηκεν ὁ νόμος ἀναιρεῖν ἡμῖν. Οὐδὲν γάρ, ὡς εἰπεῖν, ἐστὶ τοιοῦτο τῶν ὑπὸ τοῦ νόμου συγκεχωρημένων, ὅπερ οὐκ ἐώμενον λαμβάνειν τὴν ὑπερβολὴν τῆς ἀφθονίας βλαπτικὸν γίγνοιτʼ ἂν ἡμῶν· ἐν δὲ τῷ νῦν πλήθει διατηρούμενον χρείας παρέχεταί τινας εἰς τὸν βίον. Καὶ γὰρ πρόβατον καὶ βοῦς καὶ πᾶν τὸ τοιοῦτο μετριάζον μὲν φέρει τινὰς πρὸς τὴν ἀναγκαίαν ἡμῖν διαγωγὴν ὠφελείας, εἰς πᾶσαν δὲ ἐκπεσὸν δαψίλειαν καὶ μακρὰν ὑπεροχὴν ἔχουσαν τῆς καθεστώσης λυμαίνοιτʼ ἂν τὸν βίον ἡμῶν, τὸ μὲν καὶ πρὸς ἀλκὴν τρεπόμενον, ἅτε φύσεως εὐφυοῦς εἰς τοῦτο μετέχον, τὸ δὲ μόνον τὴν ἀνεθεῖσαν ἡμῖν ἐκ τῆς γῆς τροφὴν καταναλίσκον. Διὸ καὶ παρὰ τὴν αἰτίαν ταύτην οὐδὲ τὰ τοιαῦτα τῶν ζῴων ἐκωλύθη φθείρειν, ἵνα τὸ συμφέρον πρὸς τὴν χρείαν καταλείπηται πλῆθος καὶ τὸ ῥᾳδίως κρατεῖσθαι δυνησόμενον. Οὐ γὰρ ὥσπερ ἐπὶ λεόντων καὶ λύκων καὶ ἁπλῶς τῶν ἀγρίων προσαγορευομένων ζῴων, ὁμοίως μικρῶν τε καὶ μεγάλων, οὐκ ἔστιν οὐδὲν λαβεῖν πλῆθος ὃ καταλειπόμενον ἐπεκούφιζεν ἂν τὸν ἀναγκαῖον ἡμῶν βίον, οὕτω καὶ ἐπὶ βοῶν καὶ ἵππων καὶ προβάτων ἔχει καὶ ἁπλῶς τῶν ἡμέρων ὀνομαζομένων ζῴων. Ὅθεν τὰ μὲν ἄρδην φθείρομεν, τῶν δὲ τὸ πλεῖον τῆς συμμετρίας ἀφαιροῦμεν.

Διὰ παραπλησίους ταῖς εἰρημέναις αἰτίας καὶ τὰ περὶ τὴν ἐδωδὴν διορισθῆναι τῶν ἐμψύχων νομιστέον ὑπὸ τῶν ἐξ ἀρχῆς ταῦτα καταλαβόντων νόμῳ, ἐπὶ δὲ τῶν οὐκ ἐδωδίμων αἴτιον τὸ συμφέρον καὶ ἀσύμφορον. Ὥστε τοὺς λέγοντας ὅτι πᾶν τὸ καλὸν καὶ δίκαιον κατὰ τὰς ἰδίας ὑπολήψεις ἐστὶ περὶ τῶν νενομοθετημένων ἠλιβάτου τινὸς γέμειν εὐηθείας. Οὐ γάρ ἐστιν οὕτως ἔχον τοῦτο, ἀλλʼ ὅνπερ τρόπον ἢ ἐπὶ τῶν λοιπῶν συμφερόντων, οἷον ὑγιεινῶν τε καὶ ἑτέρων μυρίων εἰδῶν … ἀλλὰ διαμαρτάνουσιν ἐν πολλοῖς τῶν τε κοινῶν ὁμοίως καὶ τῶν ἰδίων. Καὶ γὰρ τὰ παραπλησίως ἐφαρμόττοντα νομοθετήματα πᾶσιν οὐ καθορῶσί τινες, ἀλλʼ οἳ μὲν τῶν ἀδιαφόρων δοξάζοντες εἶναι παραλείπουσιν, οἳ δὲ τὴν ἐναντίαν δόξαν ὑπὲρ αὐτῶν ἔχουσιν, καὶ τὰ μὴ καθόλου συμφέροντα πανταχοῦ τινες οἴονται συμφέρειν. Ὅθεν διὰ τὴν αἰτίαν ταύτην ἀντέχονται τῶν οὐκ ἐφαρμοττόντων, εἰ καὶ ἐπί τινων ἐξευρίσκουσι τά τε πρὸς αὑτοὺς λυσιτελῆ καὶ τὰ κοινὴν ἔχοντα τὴν ὠφέλειαν. Ὧν ἐστι καὶ τὰ περὶ τὰς ἐδωδὰς τῶν ἐμψύχων καὶ φθορὰς ἐν τοῖς πλείστοις τῶν ἐθνῶν διατεταγμένα διὰ τὸ τῆς χώρας ἴδιον, οἷς οὐκ ἀναγκαῖον ἐμμένειν ἡμῖν διὰ τὸ μηδὲ τὸν αὐτὸν οἰκεῖν τόπον. Εἰ μὲν οὖν ἠδύναντο ποιήσασθαί τινα συνθήκην ὥσπερ πρὸς ἀνθρώπους οὕτω καὶ πρὸς τὰ λοιπὰ τῶν ζῴων ὑπὲρ τοῦ μὴ κτείνειν μήτε πρὸς ἡμῶν ἀκρίτως αὐτὰ κτείνεσθαι, καλῶς εἶχε μέχρι τούτου τὸ δίκαιον ἐξάγειν· ἐπιτεταμένον γὰρ ἐγίγνετο πρὸς τὴν ἀσφάλειαν. Ἐπειδὴ δὲ τῶν ἀμηχάνων ἦν κοινωνῆσαι νόμου τὰ μὴ δεχόμενα τῶν ζῴων λόγον, διὰ μὲν τοῦ τοιούτου τρόπου τὸ συμφέρον οὐχ οἷόν τε κατασκευάσασθαι πρὸς τὴν ἀπὸ τῶν ἄλλων ἐμψύχων ἀσφάλειαν μᾶλλόν περ ἢ τῶν ἀψύχων, ἐκ δὲ τοῦ τὴν ἐξουσίαν λαμβάνειν, ἣν νῦν ἔχομεν, εἰς τὸ κτείνειν αὐτὰ μόνως ἔστι τὴν ἐνδεχομένην ἔχειν ἀσφάλειαν. Τοιαῦτα μὲν καὶ τὰ τῶν Ἐπικουρείων.

Τοιαῦτα μὲν καὶ τὰ παρὰ Κλωδίῳ καὶ Ἡρακλείδῃ τῷ Ποντικῷ Ἑρμάρχῳ τε τῷ Ἐπικουρείῳ καὶ τοῖς ἀπὸ τῆς στοᾶς καὶ τοῦ περιπάτου, ἐν οἷς καὶ τὰ ὑμέτερα, ὅσα ἡμῖν ἀπηγγέλθη, περιείληπται.

τοῖς δʼ ἡμετέροις μεμπτέον ἂν εἴη καὶ περιττότερον τοῖς γέ τοι τοιούτοις, ὅσοι καὶ τὴν σοφιστικὴν ῥητορικὴν οὐκ εἶναι τέχνην διειλήφασι καὶ τούτου συστατικοὺς λόγους πεποιήκασι. εἰ γὰρ Ἐπίκουρος καὶ Μητρόδωρος ἔτι δʼ Ἕρμαρχος ἀποφαίνονται τέχνην ὑπάρχειν τὴν τοιαύτην ὡς ἐν τοῖς ἑξῆς ὑπομνήσομεν, οἱ τούτοις ἀντιγράφοντες οὐ πάνυ τι μακρὰν τῆς τῶν πατραλοιῶν καταδίκης ἀφεστήκασιν.

ἀλλὰ μὴν καὶ Ἕρμαρχος ἐπὶ Μενεκλέους ἔν τινι πρὸς Θεοφείδην ἐπιστολῆι τὴν αὐτὴν ἔχει γνώμην. Ἀλεξίνου γὰρ ἐν τοῖς Περὶ ἀγωγῆς κατηγοροῦντος τῶν ῥητορικῶν σοφιστῶν ὅτι πολλὰ ζητοῦσιν ἀχρήστως, ὧν ἐστι καὶ τὸ περὶ τὴν λέξιν αὐτῶν πραγμάτευμα καὶ τὸ περὶ τὴν μνήμην καὶ ἐν οἶς ἐπιζητοῦσι λέγειν Ὅμηρον «συμβέβηκεν» ἐν τοῖς ἔπεσιν ὧν ἀρχὴ «ἄστρα δὲ δὴ προβέβηκε» καὶ περί τινων ἄλλων παρά τε τούτωι καὶ παρʼ Εὐριπίδηι, ποεῖται ἐγκλήματα καὶ ἐν τῆι συγκεφαλαιώσει τῶν εἰρημένων καὶ ἐπιφορᾶι· καὶ ἄλλα δή τινα προσάπτοντες, ἐπαινέσαντες δʼ ἄλλοτε ἄλλον καὶ ἂν οἴοισθʼ ἑκάτερον ἀποδείξαιτο δʼ ἂν περὶ αὐτῶν διότι περὶ χρησίμων γε πλείστων ἔξωθεν ἐπιχειροῦσιν λόγους ποιεῖσθαι τοιούτους, οἵους ἐγκρῖναι τῶν φιλοσόφων ἐστίν. καὶ γὰρ εἰ μὴ κατʼ ἐπιστήμην περαίνονται τὰ παρὰ ἑαυτῶν, ἀλλὰ κατά τινα εἰκοτολογίαν καὶ στοχασμόν … τοιαῦτα δή τινα τοῦ Ἀλεξίνου φλυαρήσαντος, πρὸς τοὐπὶ πᾶσι διαλεγόμενος «τὸ περὶ χρησίμων διαλέγεσθαί, φησιν, εἰ μὲν ταὐτὸν δεῖ λαβεῖν τῶι περὶ τοιούτων ἐξ ὧν γίνεται τὸ κέρδος ἐπʼ ἀργυρίωι λόγους στρέφειν δυναμένοις παντοδαπῶς, πᾶσα δʼ ἐξουσία ἐστί, θέτε μανικὸν τελείως». εἶτα δείξας τὸ μανικὸν οἰκείως τῆς ὑπολήψεως. τοτ … «περὶ τοιούτων, φησίν, ἐξ ὧν συνίσταται … παραχωρῶμεν γὰρ τὴν ἀσυνήθειαν αὐτῆς σφάλλειν τοὺς φρονίμους καὶ ἐπιεικεῖς ἐμ πράγμασιν εἰς ὄχλους βαδίζουσι καὶ ἐλέγχους καὶ συκοφάντας καὶ ὅρκους καὶ μαρτυρίας ψευδεῖς. ἀπολέσαι γὰρ κρεῖττον ἀργύριον πολὺ καὶ χωρίον δικαστὴν χλευάσαντα καὶ τοὺς κυριωτάτους καὶ μεγίστους φόβους τῆι τῆς ψυχῆς ἕξει φυγόντα τελέως, ἢ τούτους ἔχοντα νικᾶν τὰς συμπάσας δίκας … δίκας μὴ μελετᾶν μηδὲ ῥητορικῆς τέχνης ἐμπειρίαν ἔχειν ἀλλὰ φεύγειν τοὺς παρατιθέντας … ἄξιον ἐπιθαυμάζειν τοὺς ῥητορικοὺς ὡς χρησίμως πολιτευομένους οὐ κατʼ αὐτὸ τὸ καινὸν ἕστηκεν ὁ λόγος αὐτοῦ. καὶ γὰρ μαγείρους καὶ καπήλους χρήσιμόν τι πράττειν ἡμῖν ὑπολαμβάνοιμεν ἄν, ἀλλά … καὶ γὰρ ἄγροικος ἄνθρωπος καὶ γραμμάτων ὅλως ἀνεπιστήμων οὐ ῥητορικῆς μόνον ἐμπειρίας ἔξω καθεστηκώς, ἱκανὸς ἐξευρεῖν τὰ δήμοις συμφέροντα καὶ διερμηνεῖςθαι σαφῶς. τὸ δὲ δὴ μὴ κατʼ ἐπιστήμην περαίνεσθαί τινας τῶν ῥητορικῶν λόγων ἀλλʼ ἐμπειρίαι καὶ στοχασμῶι πῶς δεῖ πάλιν λαβεῖν; οὐ γὰρ αὐτό γε τοῦτο δήπου νοεῖν δεῖ, σημαίνεσθαι κατὰ τὴν λέξιν ταύτην τὸ μὴ συλλογισμοὺς διαλεκτικοὺς ἔχειν αὐτούς· οὐ γάρ τινες τοῦτο πεπόνθασιν ἀλλʼ ἅπαντες, χωρὶς τοῦ μηδʼ αὐτῶι συναρέσκειν τοῦτο λίαν. Εὐβουλίδι γοῦν ἐγκαλεῖ που καταφρονοῦντι τῶν μὴ συλλογισμοὺς ἐχόντων λόγων· μανθάνειν γὰρ καὶ ἄνευ τούτων ἡμᾶς τὰ πράγματά φησιν».

παιδείαι χορεύσαντες οὐκ ἂν ὑπονοηθείησαν ἀλλʼ «ἀγράμματοι — φησὶν ὁ Ἑπίκουρος — ἄνθρωποι», καὶ ἀγροίκους φησὶν Ἕρμαρχος, λογικῆς οὔσης τῆς μαθήσεως ...

τὸ τοίνυν οὐκ εἶναι κατὰ τοὺς ἄνδρας τὴν σοφιστικὴν ῥητορικὴν δημιουργὸν τῆς ἐμπράκτου καὶ πολειτικῆς ῥητορικῆς, δηλοῖ μὲν καὶ τὸ πρῶτον Περὶ ποιημάτων διὰ πλειόνων· ἀποχρήσει δὲ καί τινα τῶν ἐκεῖθεν ὑφʼ ἡμῶν παρακειμένων οὐ φατικῶς διασαφοῦντα μόνον, ἀλλὰ καὶ πίστεις περιειληφότα. δηλοῖ δὲ καὶ Ἕρμαρχος, διʼ ὧν παρεθέμεθα ...

ἀλλὰ τῆι ῥητορικῆι τῶν σοφιστικῶν οὐ συμβέβηκεν εἶναι πολιτικῆι καθὸ ῥητορική ἐστιν, οὐδὲ τῶι ῥήτορι τῶι τοιούτωι, καθὸ ῥήτωρ ἐστίν, τὸ πολιτικῶι εἶναι οὐδὲ πάλιν τῶι πολιτικῶι τὸ ῥητορικῶι, καθάπερ ——— Ἐπίκουρός φησιν ἐν τῶι Περὶ ῥητορικῆς καὶ Μητρόδωρος ἐν τῶι πρώτωι Περὶ ποιημάτων καὶ Ἕρμαρχος ἐπὶ Μενεκλέους ἔν τινι πρὸς Θεοφείδην ἐπιστολῆι ———

πεπόηκεν δὲ νέοις ἀργοῖς ὠφελίμους καὶ τὰς ἐπιτομὰς τῶν ἐπιστολῶν τῶν Ἐπικούρου, Μητροδώρου, Πολυαίνου, Ἑρμάρχου καὶ τῶν … μω … κατὰ γένος ἐπιστολῶν.

οὗτος οὖν ὁ Ἐπίκουρος οὐ Λεόντιον εἶχεν ἐρωμένην τὴν ἐπὶ ἑταιρείᾳ διαβόητον γενομένην; ἡ δὲ οὐδʼ ὅτε φιλοσοφεῖν ἤρξατο ἐπαύσατο ἑταιροῦσα, πᾶσι δὲ τοῖς Ἐπικουρείοις συνῆν ἐν τοῖς κήποις, Ἐπικούρῳ δὲ καὶ ἀναφανδόν· ὥστʼ ἐκεῖνον πολλὴν φροντίδα ποιούμενον αὐτῆς τοῦτʼ ἐμφανίζειν διὰ τῶν πρὸς Ἕρμαρχον Ἐπιστολῶν.

τελευτῆσαι δʼ αὐτὸν λίθῳ τῶν οὔρων ἐπισχεθέντων, ὥς φησι καὶ Ἕρμαρχος ἐν ἐπιστολαῖς ἡμέρας νοσήσαντα τετταρεσκαίδεκα.

ἀρέσκει δὲ καὶ τοῖς καθηγεμόσιν οὐ τὸ κατὰ τὴν πρόληψιν ταύτην θυμωθήσεσθαι τὸν σοφόν, ἀλλὰ τὸ κατὰ τὴν κοινοτέραν. καὶ γὰρ ὁ Ἐπίκουρος ἐν ταῖς Ἀναφωνήσεσιν διασαφεῖ τό τε θυμωθήσεσθαι καὶ τὸ μετρίως· καὶ ὁ Μητρόδωρος, εἰ κυρίως λέγει «τοῦ δὲ σοφοῦ θυμός», συνεμφαίνει τὸ λίαν βραχέως· τὸ δʼ ὅτι θυμωθήσεται καὶ τῶι Ἑρμάρχωι παραιτητὸν μὲν οὐ δοκεῖ, ἀλλὰ τὴν σύντονον μόνον ὀργήν

διὰ τί τῶν κολάκων ἔνιοι καὶ σφόδρα κολακεύουσιν καὶ λοιδοροῦσι πικρῶς οὓς κολακεύουσι; μάλιστα μὲν αἰτία ἐστὶν ἣν Ἕρμαρχος ἀποδίδωσι· «τὸν γὰρ ἀθορύβως διάγοντα, φησί, δ … καταφρονεῖν ἂν ἀκατασχέτως τῶν … δ … πο … πονοῦσιν οὐ πολιτευόμενοι». προσεπιφέρει τοιγαροῦν· «παραιτοῦνται διὰ μὲν τὸ περὶ πολλοῖς δυσαρεστεῖν στυγοῦντες αὐτούς, διὰ δὲ τὸ περὶ πλείστου ποιεῖσθαι τὰς παρʼ αὐτῶν δόσεις καὶ τιμὰς πάλιν ἀντιποιούμενοι δουλεύειν· τοιοῦτόν τι γίνεται, φησί, καὶ περὶ τοὺς κόλακας· διὰ μὲν αὐτὸ τὸ δύσκολον ἐν τοῖς ἤθεσιν τῶν κολακευομένων πικρῶς αὐτοὺς λοιδοροῦσιν, διὰ δὲ τὸ μεταλαμβάνειν τὰ γινόμενα παρʼ αὐτῶν πάλι δεινῶς αὐτοὺς κολακεύειν ἀναγκάζονται».

ὡς δʼ ἰδιώτερον εἰπεῖν, αἱ φίλοις καὶ τῶν ἄλλων τοῖς οὐκ ἀτόποις γινόμεναι μεταδόσεις ἀφαιρέσεις καὶ τῆς ὑπάρξεως μειώσεις ἐνίοις εἶναι δοκοῦσιν, εἰσὶν δὲ κτήσεις λυσιτελέστεραι κατὰ τὸν Ἕρμαρχον ἐπιμέλειαι τοιούτων ἀνδρῶν ἤπερ ἀγρῶν καὶ πρὸς τὴν τύχην ἀσφαλέστατοι θησαυροί.

πρὸς Ἕρμαρχον τη—————— παραστήσομεν εἶναι συντομώτερον καὶ πλα … ἤπερ τ———

διὰ ταῦτα δὴ καὶ ὁ Τίμαιος ἐπὶ παντὸς ὁρμῇ φησι τοὺς σωφρονοῦντας θεὸν ἀεί που καλεῖν ... ἀλλά πως, φησὶν ὁ Ἐπικούρειος Ἕρμαρχος, οὐκ εἰς ἄπειρον πρόϊμεν, εἰ ἐπὶ παντὸς ὁρμῇ καὶ σμικροῦ πράγματος εὐχῆς δεόμεθα; καὶ γὰρ ἵνα εὐξώμεθα, πάλιν ἄλλης εὐχῆς δεήσει, καὶ οὐδαμοῦ στησόμεθα.

Ὁ Ἐπικούρου βίος τοῖς τῶν ἄλλων συγκρινόμενος ἕνεκεν ἡμερότητος καὶ αὐταρκείας μῦθος ἂν νομισθείη.

ὁ μέντοι μόνον ἀκήκοα τῶν Ἐπικουρείων λεγόντων πρὸς τοὺς εἰσαγομένους ὑπʼ Ἐμπεδοκλέους δαίμονας, ὡς οὐ δυνατὸν εἶναι φαύλους καὶ ἁμαρτητικοὺς ὄντας μακαρίους καὶ μακραίωνας, πολλὴν τυφλότητα τῆς κακίας ἐχούσης καὶ τὸ περιπτωτικὸν τοῖς ἀναιρετικοῖς, εὔηθές ἐστιν.

ἀλλʼ ἵνα τἄλλα ἐάσω, τί μᾶλλον ἐναργὲς οὕτως ἐστὶ καὶ πεπιστευμένον ὡς τὸ παρορᾶν καὶ παρακούειν ἐν πάθεσιν ἐκστατικοῖς καὶ μελαγχολικοῖς ὄντα, ὅταν ἡ διάνοια τοιαῦτα πάσχῃ καὶ ταράττηται·

«αἱ δέ με δᾳδοφόροι μελανείμονες ὄμμα πυροῦσι·» καί

«...μητέρʼ ἀγκάλαις ἐμὴν

ἔχουσα»;

ταῦτα μέντοι καὶ πολλὰ τούτων ἕτερα τραγικώτερα, τοῖς Ἐμπεδοκλέους ἐοικότα «τεράσμασιν» ὧν καταγελῶσιν, «εἰλίποδʼ ἀκριτόχειρα» καί «βουγενῆ ἀνδρόπρωρα» καὶ τίνα γὰρ οὐκ ὄψιν ἢ φύσιν ἔκφυλον εἰς τὸ αὐτὸ συνενεγκόντες ἐκ τῶν ἐνυπνίων καὶ τῶν παρακοπῶν οὐδὲν εἶναί φασι παρόραμα τούτων οὐδὲ ψεῦδος οὐδʼ ἀσύστατον, ἀλλὰ φαντασίας ἀληθεῖς ἁπάσας καὶ σώματα καὶ μορφὰς ἐκ τοῦ περιέχοντος ἀφικνουμένας.

νος μεταβαίνειν φησὶ τὰς ψυχὰς ἐκ σωμάτων εἰς σώματα μετὰ τὸ τὰ πρῶτα διαφθαρῆναι καὶ ἐπʼ ἄπειρον τοῦτο γείνεσθαι, ὥσπερ οὐκ ἐροῦντος αὐτῷ τινος· Ἐνπεδόκλεις, εἰ μὲν οὖν δύνανται καθʼ ἑαυτὰς αἱ ψυχαὶ μένειν μηδέ ποτʼ ὀφείλεις σύρειν εἰς ζῴου φύσιν καὶ τούτου χάριν μεταφέρειν αὐτάς τί σοι δύναται ἡ μετάβασις; ἐν γὰρ τῷ μεταξὺ χρόνῳ, διʼ οὗ τὸ μεταβαίνειν αὐταῖς γείνεται ζῴου φύσιν συνέχον, τί πάντα γε μεταβήσονται; εἰ δὲ μή πως ἔχουσι μεῖναι ἄνευ σώματος, τί μάλιστα ἑαυτῷ παρέχεις πράγματα, μᾶλλον δὲ ἐκείναις, σύρων αὐτὰς καὶ μεταβιβάζων εἰς ἕτερον ἐξ ἑτέρου ζῷον; καὶ ταῦτα πο λρ … ς τον … υνηι … ηοτ.... ἄμεινον γὰρ ἁπλῶς ἀφθάρτους ἦν τὰς ψυχὰς καθʼ ἑαυτὰς ποιεῖν καὶ μὴ εἰς μακρὸν ἐνβαλεῖν αὐτὰς περίπλουν, ἵνα σου τὸ πανέσχατον σεμνότερον ὑπήρχετο ψεῦσμα. ἤ σοι μέν, Ἐνπεδόκλεις, ἀπιστήσομεν τὰς μεταβάσεις ταύτας ...

τῆς ἀλλοτριότητος, οἶξαι τὰς εἰς τὸ συνελθὸν ἡμῶν ἀπαθεῖς εἰσόδους, καὶ τῶν ῥητορικῶν ἀποκάμψεις λόγων ὅπως ἀκούσῃς τι τῶν ἡμεῖν ἀρεσκόντων. ἔνθεν σε καὶ κατελπίζομεν τὴν ταχίστην τὰς φιλοσοφίας κρούσειν θύρας.