eul_wid: beu-ad
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Symposium and Piety Fragments by Xenophanes of Colophon

The "Symposium and Piety Fragments" comprise a collection of poetic excerpts attributed to the pre-Socratic philosopher Xenophanes of Colophon. Preserved not as a continuous text but through citations by later authors such as Stobaeus and Simplicius, these forty-seven fragments are composed in elegiac and iambic metres. The content delineates two principal themes, both reflective of Xenophanes' critical engagement with Archaic Greek culture. One group of fragments offers a normative portrait of the symposium, the aristocratic drinking gathering, emphasizing ritual purity, moderate consumption, and the primacy of pious and edifying discourse among the participants. The other, more philosophically significant set presents a radical theological critique, rejecting the anthropomorphic and morally flawed gods of Homer and Hesiod. Xenophanes famously observed that different peoples imagine deities in their own likeness and proposed instead a singular, supreme god, unlike mortals in form or thought, who effortlessly governs all things through nous. These verses are considered a seminal work in the transition from mythopoetic tradition to rational inquiry, likely intended for performance within the very symposiastic context they describe, thus using conventional poetic forms to challenge deep-seated religious and cultural norms.

ΞΕΝΟΦΑΝΟΥΣ ΕΛΕΓΕΙΑΙ
νῦν γὰρ δὴ ζάπεδον καθαρὸν καὶ χεῖρες ἁπάντων
καὶ κύλικες· πλεκτοὺς δʼ ἀμφιτιθεῖ στεφάνους,
ἄλλος δʼ εὐῶδες μύρον ἐν φιάληι παρατείνει·
κρατὴρ δʼ ἕστηκεν μεστὸς ἐυφροσύνης,
ἄλλος δʼ οἶνος ἕτοιμος, ὃς οὔποτέ φησι προδώσειν,
μείλιχος ἐν κεράμοισʼ ἄνθεος ὀζόμενος·
ἐν δὲ μέσοισʼ ἁγνὴν ὀδμὴν λιβανωτὸς ἵησι·
ψυχρὸν δʼ ἔστιν ὕδωρ καὶ γλυκὺ καὶ καθαρόν·
πάρκεινται δʼ ἄρτοι ξανθοὶ γεραρή τε τράπεζα
τυροῦ καὶ μέλιτος πίονος ἀχθομένη·
βωμὸς δʼ ἄνθεσιν ἀν τὸ μέσον πάντηι πεπύκασται,
μολπὴ δʼ ἀμφὶς ἔχει δώματα καὶ θαλίη.
χρὴ δὲ πρῶτον μὲν θεὸν ὑμνεῖν εὔφρονας ἄνδρας
εὐφήμοις μύθοις καὶ καθαροῖσι λόγοις·
σπείσαντας δὲ καὶ εὐξαμένους τὰ δίκαια δύνασθαι
πρήσσειν—ταῦτα γὰρ ὦν ἐστι προχειρότερον—
οὐχ ὕβρις πίνειν ὁπόσον κεν ἔχων ἀφίκοιο
οἴκαδʼ ἄνευ προπόλου μὴ πάνυ γηραλέος.
ἀνδρῶν δʼ αἰνεῖν τοῦτον ὃς ἐσθλὰ πιὼν ἀναφαίνει,
ὥς οἱ μνημοσύνη καὶ τόνος ἀμφʼ ἀρετῆς,
οὔτι μάχας διέπων Τιτήνων οὐδὲ Γιγάντων
οὐδέ τε Κενταύρων, πλάσματα τῶν προτέρων,
ἢ στάσιας σφεδανάς, τοῖσʼ οὐδὲν χρηστὸν ἔνεστι·
θεῶν δὲ προμηθείην αἰὲν ἔχειν ἀγαθόν.
Ἀθήναιος ταῦτʼ εἴληφεν ὁ Εὐριπίδης
ἐκ τῶν τοῦ Κολοφωνίου ἐλεγείων Ξενοφάνους οὕτως εἰρηκότος·
ἀλλʼ εἰ μὲν ταχυτῆτι ποδῶν νίκην τις ἄροιτο
ἢ πενταθλεύων, ἔνθα Διὸς τέμενος
πὰρ Πίσαο ῥοῆισʼ ἐν Ὀλυμπίηι, εἴτε παλαίων
ἢ καὶ πυκτοσύνην ἀλγινόεσσαν ἔχων,
εἴτε τι δεινὸν ἄεθλον ὃ παγκράτιον καλέουσιν,
ἀστοῖσίν κʼ εἴη κυδρότερος προσορᾶν
καί κε προεδρίην φανερὴν ἐν ἀγῶσιν ἄροιτο
καί κεν σῖτʼ εἴη δημοσίων κτεάνων
ἐκ πόλεως καὶ δῶρον ὅ οἱ κειμήλιον εἴη·
εἴτε καὶ ἵπποισιν, ταῦτά κε πάντα λάχοι—
οὐκ ἐὼν ἄξιος ὥσπερ ἐγώ. ῥώμης γὰρ ἀμείνων
ἀνδρῶν ἠδʼ ἵππων ἡμετέρη σοφίη.
ἀλλʼ εἰκῆι μάλα τοῦτο νομίζεται, οὐδὲ δίκαιον
προκρίνειν ῥώμην τῆς ἀγαθῆς σοφίης.
οὔτε γὰρ εἰ πύκτης ἀγαθὸς λαοῖσι μετείη
οὔτʼ εἰ πενταθλεῖν οὔτε παλαισμοσύνην,
οὐδὲ μὲν εἰ ταχυτῆτι ποδῶν, τόπερ ἐστὶ πρότιμον
ῥώμης ὅσσʼ ἀνδρῶν ἔργʼ ἐν ἀγῶνι πέλει,
τοὔνεκεν ἂν δὴ μᾶλλον ἐν εὐνομίηι πόλις εἴη.
σμικρὸν δʼ ἄν τι πόλει χάρμα γένοιτʼ ἐπὶ τῶι,
εἴ τις ἀεθλεύων νικῶι Πίσαο παρʼ ὄχθας·
οὐ γὰρ πιαίνει ταῦτα μυχοὺς πόλεως.
Ἀθήναιος Κολοφώνιοι δʼ, ὥς φησι Φύλαρχος,
τὴν ἀρχὴν ὄντες σκληροὶ ἐν ταῖς ἀγωγαῖς, ἐπεὶ
εἰς τρυφὴν ἐξώκειλαν πρὸς Λυδοὺς φιλίαν καὶ συμμαχίαν ποιησάμενοι, προήιεσαν
διησκημένοι τὰς κόμας χρυσῶι κόσμωι, ὡς καὶ Ξ. φησίν·
ἁβροσύνας δὲ μαθόντες ἀνωφελέας παρὰ Λυδῶν,
ὄφρα τυραννίης ἦσαν ἄνευ στυγερῆς,
ἤιεσαν εἰς ἀγορὴν παναλουργέα φάρεʼ ἔχοντες,
οὐ μείους ὥσπερ χίλιοι εἰς ἐπίπαν,
αὐχαλέοι, χαίτηισιν ἀγάλμενοι εὐπρεπέεσσιν,
ἀσκητοῖσʼ ὀδμὴν χρίμασι δευόμενοι.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης εἴτε Φείδων πρῶτος ὁ Ἀργεῖος ἔκοψε νόμισμα εἴτε Δη-
μοδίκη ἡ Κυμαία συνοικήσασα Μίδαι τῶι Φρυγὶ — παῖς δʼ ἦν Ἀγαμέμνονος Κυμαίων
βασιλέως — εἴτε Ἀθηναίοις Ἐριχθόνιος καὶ Λύκος, εἴτε Λυδοί, καθά φησι Ξ.
Ἡρόδοτος ὁ Ἁλικαρνασσεύς Λυδοὶ γὰρ δὴ καὶ πρῶτοι ἀνθρώπων τῶν ἡμεῖς ἴδμεν, νόμισμα χρυσοῦ
καὶ ἀργυροῦ κοψάμενοι ἐχρήσαντο.
οὐδέ κεν ἐν κύλικι πρότερον κεράσειέ τις οἶνον
ἐγχέας, ἀλλʼ ὕδωρ καὶ καθύπερθε μέθυ.
Ἀθήναιος Ξ. δʼ ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί·
πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον
ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν,
τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδʼ ἀπολήξει,
ἔστʼ ἂν ἀοιδάων ἦι γένος Ἑλλαδικῶν.
Λαέρτιος Διογένης περὶ δὲ τοῦ ἄλλοτε ἄλλον γεγενῆσθαι
Ξενοφάνης ἐν ἐλεγείαι προσμαρτυρεῖ, ἧς ἀρχή «νῦν ... κέλευθον». ὃ δὲ
περὶ αὐτοῦ φησιν, οὕτως ἔχει «καί ... ἀίων».
νῦν αὖτʼ ἄλλον ἔπειμι λόγον, δείξω δὲ κέλευθον.
καί ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα
φασὶν ἐποικτῖραι καὶ τόδε φάσθαι ἔπος·
«παῦσαι μηδὲ ῤάπιζʼ, ἐπεὶ ἦ φίλου ἀνέρος ἐστίν
ψυχή, τὴν ἔγνων φθεγξαμένης ἀίων».
Λαέρτιος Διογένης μακροβιώτατός τε γέγονεν
ὥς που καὶ αὐτός φησιν·
ἤδη δʼ ἑπτά τʼ ἔασι καὶ ἑξήκοντʼ ἐνιαυτοὶ
βληστρίζοντες ἐμὴν φροντίδʼ ἀνʼ Ἑλλάδα γῆν·
ἐκ γενετῆς δὲ τότʼ ἦσαν ἐείκοσι πέντε τε πρὸς τοῖς,
εἴπερ ἐγὼ περὶ τῶνδʼ οἶδα λέγειν ἐτύμως.
Ἐτυμολογικὸν τὸ Γνήσιον
ἀνδρὸς γηρέντος πολλὸν ἀφαυρότερος.
ΣΙΛΛΟΙ
Αἴλιος Ἡρωδιανός
ἐξ ἀρχῆς καθʼ Ὅμηρον ἐπεὶ μεμαθήκασι πάντες ...
πάντα θεοῖσʼ ἀνέθηκαν Ὅμηρός θʼ Ἡσίοδός τε,
ὅσσα παρʼ ἀνθρώποισιν ὀνείδεα καὶ ψόγος ἐστίν,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.
Σέξτος ὁ ἐμπειρικός Ὅμηρος δὲ καὶ Ἡσίοδος
κατὰ τὸν Κολοφώνιον Ξενοφάνη
ὡς πλεῖστα ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα,
κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν.
Κρόνος μὲν γὰρ ἐφʼ οὗ τὸν εὐδαίμονα βίον γεγονέναι λέγουσι τὸν πατέρα ἠνδρο-
τόμησε καὶ τὰ τέκνα κατέπιεν Ζεύς τε ὁ τούτου παῖς ἀφελόμενος αὐτὸν τῆς ἡγε-
μονίας «γαίης νέρθε καθεῖσε» κτλ.
ἀλλʼ οἱ βροτοὶ δοκέουσι γεννᾶσθαι θεούς,
τὴν σφετέρην δʼ ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε.
ἀλλʼ εἰ χεῖρας ἔχον βόες ἵπποι τʼ ἠὲ λέοντες
ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες,
ἵπποι μέν θʼ ἵπποισι βόες δέ τε βουσὶν ὁμοίας
καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματʼ ἐποίουν
τοιαῦθʼ οἷόν περ καὐτοὶ δέμας εἶχον ἕκαστοι.
Αἰθίοπές τε θεοὺς σφετέρους σιμοὺς μέλανάς τε
Θρῆικές τε γλαυκοὺς καὶ πυρρούς φασι πέλεσθαι.
βάκχος βάκχους ... τοὺς κλάδους, οὓς οἱ μύσται φέρουσι. μέμνηται δὲ Ξ. ἐν
Σίλλοις·
ἑστᾶσιν δʼ ἐλάτης βάκχοι πυκινὸν περὶ δῶμα.
οὔτοι ἀπʼ ἀρχῆς πάντα θεοὶ θνητοῖσʼ ὑπέδειξαν,
ἀλλὰ χρόνωι ζητοῦντες ἐφευρίσκουσιν ἄμεινον.
Λαέρτιος Διογένης δοκεῖ δὲ κατά
τινας πρῶτος ἀστρολογῆσαι καὶ ἡλιακὰς ἐκλείψεις καὶ τροπὰς προειπεῖν, ὥς
φησιν Εὔδημος ἐν τῆι περὶ τῶν Ἀστρολογουμένων ἱστορίαι
ὅθεν αὐτὸν καὶ Ξ. καὶ Ἡρόδοτος θαυμάζει.
Λαέρτιος Διογένης ὡς δὲ Ξ. ὁ Κολοφώνιος ἀκηκοέναι φησί,
τέτταρα πρὸς τοῖς πεντήκοντα καὶ ἑκατόν.
Ἀριστοφάνους Σχόλια ὁ Σιμωνίδης διεβέβλητο ἐπὶ φιλαρ-
γυρίαι .... χαριέντως δὲ πάνυ τῶι αὐτῶι λόγωι διέσυρε β τοῦ ἰαμβοποιοῦ καὶ
μέμνηται ὅτι σμικρολόγος ἦν. ὅθεν Ξενοφάνης κίμβικα αὐτὸν προσαγορεύει.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν τὸ Ἔρυκος
παρὰ Ξενοφάνει ἐν ε Σίλλων.
ΠΑΡΩΙΔΙΑΙ
Ἀθήναιος Ξ. ὁ Κολοφώνιος ἐν
Παρωιδίαις·
πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρηι
ἐν κλίνηι μαλακῆι κατακείμενον, ἔμπλεον ὄντα,
πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντʼ ἐρεβίνθους·
«τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτεʼ ἐστί, φέριστε;
πηλίκος ἦσθʼ, ὅθʼ ὁ Μῆδος ἀφίκετο;»
ΠΕΡΙ ΦΥΣΕΩΣ
Κλήμης ὁ Ἀλεξανδρεύς Ξ. ὁ Κολ. διδάσκων
ὅτι εἷς καὶ ἀσώματος ὁ θεὸς ἐπιφέρει·
εἷς θεός, ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος,
οὔτι δέμας θνητοῖσιν ὁμοίιος οὐδὲ νόημα.
οὖλος ὁρᾶι, οὖλος δὲ νοεῖ, οὖλος δέ τʼ ἀκούει.
ἀλλʼ ἀπάνευθε πόνοιο νόου φρενὶ πάντα κραδαίνει.
αἰεὶ δʼ ἐν ταὐτῶι μίμνει κινούμενος οὐδέν
οὐδὲ μετέρχεσθαί μιν ἐπιπρέπει ἄλλοτε ἄλληι.
ἐκ γαίης γὰρ πάντα καὶ εἰς γῆν πάντα τελευτᾶι.
γαίης μὲν τόδε πεῖρας ἄνω παρὰ ποσσὶν ὁρᾶται
ἠέρι προσπλάζον, τὸ κάτω δʼ ἐς ἄπειρον ἱκνεῖται.
γῆ καὶ ὕδωρ πάντʼ ἐσθʼ ὅσα γίνονται ἠδὲ φύονται.
Ξ. ἐν τῶι Περὶ φύσεως·
πηγὴ δʼ ἐστὶ θάλασσα ὕδατος, πηγὴ δʼ ἀνέμοιο·
οὔτε γὰρ ἐν νέφεσιν γίνοιτό κε ἲς ἀνέμοιο
ἐκπνείοντος ἔσωθεν ἄνευ πόντου μεγάλοιο
οὔτε ῥοαὶ ποταμῶν οὔτʼ αἰθέρος ὄμβριον ὕδωρ,
ἀλλὰ μέγας πόντος γενέτωρ νεφέων ἀνέμων τε
καὶ ποταμῶν.
Ἡράκλειτος
ἠέλιός θʼ ὑπεριέμενος γαῖάν τʼ ἐπιθάλπων.
ἥν τʼ Ἶριν καλέουσι, νέφος καὶ τοῦτο πέφυκε,
πορφύρεον καὶ φοινίκεον καὶ χλωρὸν ἰδέσθαι.
πάντες γὰρ γαίης τε καὶ ὕδατος ἐκγενόμεσθα.
καὶ τὸ μὲν οὖν σαφὲς οὔτις ἀνὴρ ἴδεν οὐδέ τις ἔσται
εἰδὼς ἀμφὶ θεῶν τε καὶ ἅσσα λέγω περὶ πάντων·
εἰ γὰρ καὶ τὰ μάλιστα τύχοι τετελεσμένον εἰπών,
αὐτὸς ὅμως οὐκ οἶδε· δόκος δʼ ἐπὶ πᾶσι τέτυκται.
ταῦτα δεδοξάσθω μὲν ἐοικότα τοῖς ἐτύμοισι ...
Αἴλιος Ἡρωδιανός
ὁππόσα δὴ θνητοῖσι πεφήνασιν εἰσοράασθαι ...
Αἴλιος Ἡρωδιανός
καὶ μὲν ἐνὶ σπεάτεσσί τεοις καταλείβεται ὕδωρ.
Αἴλιος Ἡρωδιανός
εἰ μὴ χλωρὸν ἔφυσε θεὸς μέλι, πολλὸν ἔφασκον
γλύσσονα σῦκα πέλεσθαι.
Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης κέρασον τὸ δένδρον ἐν τῶι Περὶ φύσεως Ξενο-
φάνους εὑρών.
Ἐτυμολογικὸν τὸ Γνήσιον βρόταχον τὸν βάτραχον Ἴωνες καὶ Ἀριστο-
φάνης φησὶ καὶ παρὰ Ξενοφάνει.
Τζέτζης περὶ τῶν εἰς ρος
κανών
σιλλογράφος δέ τις τὸ σι μακρὸν γράφει
τῶι ῥῶ, δοκεῖ μοι, τοῦτο μηκύνας τάχα.
σιλλογράφος νῦν ὁ Ξενοφάνης ἐστὶ καὶ ὁ Τίμων καὶ ἕτεροι.
Αἴλιος Ἡρωδιανός καὶ παρὰ Ξενοφάνει ἐν δωι
Σίλλων·
καί κʼ ἐπιθυμήσειε νέος νῆς ἀμφιπόλοιο.
βληστρισμός: ὁ ῥιπτασμός· οὕτω Βακχεῖος τίθησιν· ἐν ἐνίοις δὲ ἀντιγράφοις
εὕρομεν βλητρισμὸν χωρὶς τοῦ σ. ὄντως δὲ τὸν ῥιπτασμὸν σημαίνει, καθὼς καὶ
Ξενοφάνης ὁ Κολοφώνιός φησιν· «ἐγὼ δὲ ἐμαυτὸν πόλιν ἐκ πόλεως φέρων
ἐβλήστριζον» ἀντὶ τοῦ ἐρριπταζόμην.