eul_wid: bgs-aa

Ἀστρολογικὰ Ἀποσπάσματα
Astrological Fragments

Pythagoras of Samos Astrological Fragments PDF

11.2.124.(1t) Πυθαγόρου φιλοσόφου ψῆφος περὶ τῶν γεννωμένων βρεφῶν καὶ περὶ ὁμοίας σκέψεως τῶν ἑπτὰ πλανωμένων ἀστέρων, ἵν’ ἀπὸ θεωρίας νοῇς ἕκαστον εἰς ποῖον ἀστέρα ἐγεννήθη. Ὁ Κρόνος σημαίνει τοιούτους ἄνδρας· μελάγχροας, σκυθρωπούς, σπαδοπώγωνας, κοιλοφθάλμους, γοργούς, ὀχληρούς, μεγαλοφυεῖς, ψεύστας, κακοτρόπους, κλέπτας, ῥέμβους, κακοφρονητάς, λαθροπονήρους, ὑποκριτάς, εὐλαβοσχημάτους ἢ μονάζοντας ἢ ἐκκλησιαστικούς, ἐν δὲ πᾶσι στυγνούς. Ζεὺς σημαίνει τοιούτους ἄνδρας· ἀξιωματικούς, εὐμεγέθεις, εὐρυμετώπους, χαροποιούς, τρίχας ἔχοντας ἐν τοῖς μυκτῆρσιν, ἀναφαλαντιαίους, μεγαλοκεφάλους, ἀγαθούς, καλοσυμβούλους, φιλελευθέρους, πᾶσι συνερχομένους. Ἄρης σημαίνει τοιούτους ἄνδρας· εὐμεγέθεις, εὐπόρους, μεγαλοφθάλμους, γοργούς, τραύματα ἐν τῷ σώματι ἔχοντας, θρασεῖς, εὐκαταφρονήτους, πολεμιστάς, ὑπονοητικούς, κακοπαθεῖς, φυσικούς, μοιχούς, πολυπότας, ἐν παντὶ πράγματι κινητικούς. σημαίνει δέ τινας ὑπὸ ζώνην ἤγουν ὑπὸ χλανίδα ἢ ὑπὸ στρατείαν ἐνόπλους εἶναι, δούλων πολλάκις .. γὰρ τὴν θεωρίαν τοῦ σχήματος. Ἥλιος σημαίνει ἄνδρας εὐειδεῖς, ὡραίους, ἀνδροφθάλμους, ἀγγελτικούς, ταχεῖς, ἀληθεῖς, ὁδοιπορικούς, ἡλικίᾳ συμμέτρους. Ἀφροδίτη σημαίνει ἄνδρας μιρκοφυεῖς, ἀξίας πλήρεις, μελιχρόους, μικροφθάλμους, εὐτυχεῖς, μεγαλοψύχους, ἐπαφροδίτους, πλου‐
11.2.125 σίους, ἐπιχαρεῖς, φιλουμένους μάλιστα ὑπὸ γυναικῶν, ἐρωτικούς, μουσικούς, σημεῖον ἀφροδισιαστικὸν ἔχοντας ἐν τῷ σώματι, ἢ ὥσπερ φακούς ἢ καὶ ὑποκαγκελλίζοντας ἐν τῷ σώματι. Ἑρμῆς σημαίνει ἄνδρας ἔχοντας ἐν τῇ ὄψει φακούς, ἀγγελτικούς, ἐν τῷ λέγειν ταχεῖς, εὐλάλους, ψεύστας, εὐγραμματισμένους, κλέπτας, κυβευτάς, καπηλοδύτας, ἐπιθετάς, πολυλάλους, τῷ σώματι ἰσχυρούς, μακρούς, τραπεζίτας, νομικούς, νοταρίους. Σελήνη σημαίνει λευκοχρόους, σκέλη ἔχοντας παχέα, πλατυσωμάτους, χονδρούς, κονδοτέρους, εὐοφθάλμους, γυναικοπροσώπους, ἀληθεῖς, εὐφαγεῖς, εὐρύθμους, ἰδιοπράγμονας, καλοσυνήθεις, εὐθέτους παντὶ τῷ σώματι, ὁμιλικοὺς πρὸς γυναῖκας, εὐπροσδέκτους, τραχεῖς καὶ ἀλαζονικωτέρους. Αἱ ζῶναι τῶν ἑπτὰ πλανητῶν ἀστέρων. Πρώτην ζώνην ἐπέχει Κρόνος. Δευτέραν ζώνην ἐπέχει Ζεύς. Τρίτην ζώνην ἐπέχει Ἄρης. Τετάρτην ζώνην ἐπέχει Ἥλιος. Πέμπτην ζώνην ἐπέχει Ἀφροδίτη. Ἕκτην ζώνην ἐπέχει Ἑρμῆς. Ἑβδόμην ζώνην ἐπέχει Σελήνη.
11.2.135.(24t) Πυθαγόρου φιλοσόφου περὶ μορφῶν καὶ σημείων τῶν ιβʹ ζῳδίων, ὅπως ἀπὸ θεωρίας ἑκάστου μάθῃς ὁποῖον ζῴδιον ἔχεις καὶ τὴν πρᾶξιν αὐτοῦ. Κριοῦ οἱ ἔχοντες ζώδιόν εἰσι τὰ πρόσωπα ὑπομήκεις, μυκτῆρσι καθελκόμενοι, κατάροποι, ὑπέρυθροι, πλατυμέτωποι, ἀνα‐
11.2.136 φαλάνδες, χείλη λεπτὰ ἔχοντες, χαροποιοί, πανωραῖοι, μελανόφθαλμοι, φωνὴν ἀνειμένοι, φύσει εὔχρηστοι ἐν τῇ δωρεᾷ, κλίνοντες ἀπὸ τῶν κνημῶν, κατάσαρκοι, φυσικοί, πατρικὰ καταλλάσσοντες, πολύτριχοι, πρὸς γῆν ὁρῶντες, δασεῖς, εὔμηκοι ἐν τῷ προσώπῳ, κατωφανεῖς, δειλοὶ τῇ καρδίᾳ, παιγνιῶται, καλόψυχοι, συμβαλλομάχοι· ταῖς δὲ πράξεσι δοξαστικοί, ἀνδρεῖοι, ὠμοί, παράβολοι, στρατηλάται, ἅρπαγες καὶ ἐκ λαφύρων τὸν βίον ἔχοντες, εἰσὶ δὲ καὶ μεταβολικοί. Ταύρου οἱ ἔχοντες ζῴδιόν εἰσι πλατυμέτωποι, μυκτῆρσι μείζονες, εὐπληθεῖς τῷ προσώπῳ, ὀξυγένειοι, μεγαλόφθαλμοι, τράχηλον παχὺν τετράγωνον, δειλοὶ τῇ ψυχῇ, λεπτοὶ τῇ φύσει, βοώδεις, πάντα βίᾳ ἀποτελοῦντες, πολυφάγοι, πολλοὶ ὑπὸ δουλείαν πεπτωκότες καὶ ἐπὶ πολλὰς χώρας πλανώμενοι. ἡ δὲ ῥὶς αὐτῶν μακρὰ καὶ οἱ μυκτῆρες ἀνεῳγμένοι, εὐρυμέτωποι (ἔξω δὲ αὐτὸ ἔχουσι)· βριαροί, ψεῦσται δὲ καὶ ἐπιθέται καὶ τῇ κακίᾳ ἄφθαστοι, ἔνδον ἔχοντες τὴν κακίαν, πετασμένας ἔχοντες τὰς χεῖρας, πόρνοι, κακογνώμονες, ὅλα τὰ ἐπιτηδεύματα αὐτῶν ἀπολ(ωλότες), φανερὰν ἁρπαγὴν ἔχοντες· ταῖς δὲ πράξεσι γίνονται καὶ ἐπίδοξοι, φιλήδονοι, ἐπαφροδῖται, ἱερεῖς, ἔντεχνοι, φρόνιμοι, πλούσιοι, πολύγονοι. Διδύμων οἱ ἔχοντες ζῴδιόν εἰσι τὸ πρόσωπον ἐρυθροί, εὐόφθαλμοι, εὐχαρίστους ὀφθαλμοὺς ἔχοντες καὶ τὰ βλέφαρα μακρά, εὔχροοι, μέσοι τῇ ἡλικίᾳ, λεπτακινεῖς, λευκόσωμοι, στέρνα πλατεῖα διῃρημένα ἀπ’ ἀλλήλων 〈ἔχοντεσ〉, εἰς πάντα τολμηροί· ταῖς δὲ πράξεσι σώφρονες, εὐπαίδευτοι, ἔνδοξοι, ἱκανοί, λόγιοι, δυνάσται, ῥήτορες, φιλόσοφοι, γραμματικοί, φιλοπαλαιστρῖται, ἀπὸ δόσεως καὶ λήψεως τὸν βίον ἔχοντες. Καρκίνου οἱ ἔχοντες ζῴδιον ἔχουσι σημεῖα τοιαῦτα· μεγάλους ἁρμοὺς καὶ ὀστᾶ παχέα, τρίχας δασεῖς καὶ οὐλάς, πρόσωπα μεγάλα. εἰσὶ δὲ καὶ μελάγχροοι, κοιλόφθαλμοι, πλατυκέφαλοι, ἱλαροί, εὐκατάφοροι εἰς τὰ ἀφροδίσια, φρονοῦντες, δόλιοι, στερρόψυχοι, βάσκανοι, κερδόφιλοι, δανεισταί, εἰς κανόνα ἐρχόμενοι καὶ τοῖς πράγμασιν ἀνθρωπινώτεροι, μεγαλοπρόσωποι, στρεβλοὺς τοὺς
11.2.137 ὀδόντας ἔχοντες, τετραγώνους, τὰ κάτω μείζονα τῶν ἄνω ἔχοντες· κἂν δὲ μέγα πρόσωπον ἔχωσιν, ἀλλά γε στρογγύλον· λευκόχροοι τῇ σαρκί, πυρρότριχες· ταῖς δὲ πράξεσιν ἔνδοξοι, πλούσιοι, πολύγονοι, γενναῖοι, μεταβολικοί, παντοπῶλοι, κάπηλοι, κηπωροί, περὶ χλόην τὴν τροφὴν ἔχοντες. Λέοντος οἱ ἔχοντες ζῴδιόν εἰσι γλαυκοί, πυρρότριχες, λογίζοντες, εὔμορφοι, καλοί, θρασεῖς δὲ καὶ τραχεῖς καὶ μωροί, σιγηροὶ τῇ γνώμῃ ...... τὰ ἄνω μείζονα τῶν κάτω ἔχοντες, μικρὰ ὦτα ἔχοντες, τῷ χρώματι πυρρακίζοντες, μεγαλόστομοι, ἀραιόδοντες, τῷ σώματι λεῖοι, λεπτόκνημοι, λεπτόποδες, φύσει βιαῖοι, ὀργίλοι, τολμηροί, τοιαῦτα ὅμοια τῷ λέοντι· εὐρύστηθοι, εὐρυμέτωποι, μικρονόητοι· ταῖς δὲ πράξεσιν ἡγεμονικοί, ἐξουσιασταί ἔνδοξοι, πλούσιοι. Παρθένου οἱ ἔχοντες ζῴδιόν εἰσιν εὔμετροι ἐν ἡλικίᾳ καὶ τὸ πᾶν σῶμα ἐκτένοντες ὄρθιον, στρογγυλόψεις, εὐόφθαλμοι, μυκτῆρας καθελκόμενοι, χείλεσιν αὐτάρκεις, παχυγένειοι, βαθεῖς, εὔχρηστοι, καθαροί, τοῖς σώμασι καλλωπισταί, εὐειδεῖς, εὔτριχες καὶ οἱ ὀφθαλμοὶ χαροποὶ· ταῖς δὲ πράξεσι σώφρονες, ἀξίαν ἔχοντες ἐν ζώνῃ, εὐπαίδευτοι, γραμματικοί, ἰατροί, πραγματευταί, ἀπὸ δόσεως καὶ λήψεως τὸν βίον ἔχοντες. εἰσὶ δὲ καὶ φιλογέωργοι καὶ φιλέρημοι καὶ ἐν ἀγροῖς ἀσκοῦντες, εὐμαθεῖς δὲ καὶ φιλομανθάνοντες καὶ διακρίνοντες καὶ ποιοῦντες πάντα ὅσα ἂν θυμηθῶσιν. Ζυγοῦ οἱ ἔχοντες ζῳδιόν εἰσι τὸ πρόσωπον εὐειδεῖς, λευκόχροοι, εὐόφθαλμοι, εὔτριχες, παχύχειλοι, ὡραῖοι, ἱλαροί, ἐρωτικοί, λαλοῦντες ψεύδη πιστευθήσονται, ἐκμανθάνοντες ἰάμβους καὶ λόγους ξένους συντιθέντες καὶ συναρμόζοντες, ἐπιμελούμενοι εἰς τὰ ἀφροδίσια ἔργα καὶ ἐπιθυμίας γυναικῶν, πάντοτε ἐν ὁδῷ προκόπτοντες, κερδαλέοι, τεχνῶν ἐπιθυμηταί, ὑποκρινόμενοι πανοῦργα, ποικίλοι ὅλῃ τῇ ζωῇ, παρόμοιοι τῷ ζυγῷ, δοξαστικοί, μεταβολικοί, ἀγαθοί, εὐμενεῖς, καὶ ὅσα τούτοις παραπλήσια. Σκορπίου οἱ ἔχοντες ζῴδιόν εἰσι βραχυκέφαλοι, στρογ‐
11.2.138 γυλόψεις, ὀξύρρινες, ὑπομελαγχρίζοντες, τὸ κάτω χεῖλος ἐγκεκλασμένον ἔχοντες, λεπτόφωνοι, κακότροποι, χονδρότριχοι, πρασινόφθαλμοι· στήθη πλατεῖα, κνήμας μακράς, πόδας ἀσχήμους, τὸ σῶμα κακοσύνθετον 〈ἔχοντεσ〉· ἐν δὲ πράξεσίν εἰσι μεγαλόψυχοι, ἐρωτικοί, ἀνδρεῖοι, φιλόνεικοι, ἅρπαγες, κλέπται, λῃσταί, στρατιῶται καὶ στρατηλάται. οὗτοι οὖν αὔξονται ἀπὸ βίας καὶ λαφύρων, πρὸς πορείαν ἐπάγοντες, παρόμοιοι τῷ σκορπίῳ. Τοξότου οἱ ἔχοντες ζῴδιον τὸ μὲν σῶμά εἰσι τετράγωνοι, εὔμηροι, διῃρημένοι, θρασεῖς, τραχεῖς, ἐφ’ ὅλῳ τῷ σώματι ἐρυθροί, εὔσωμοι, στρογγυλόψεις, μικρόφθαλμοι, μακροπώγωνες, ἀναφαλάνδες, ἀλαζόνες, εὔμαλοι, παρόμοιοι τῷ τοξότῃ· τῇ δὲ πράξει μεγάλοι, δοξαστικοί, μεγαλοφυεῖς, στρατιῶται, κτηνοτρόφοι. Αἰγοκέρω οἱ ἔχοντες ζῴδιόν εἰσι δασεῖς καὶ λεπτοί, ὀστώδεις, κατωφερεῖς τῷ προσώπῳ, ὀξυγένειοι, εὐόφθαλμοι, λεπτὰ σκέλη ἔχοντες, μελανόφθαλμοι, μελανότριχες, εὐειδεῖς, παχύχειλοι, ἱλαροί, ἐν κόπῳ τροφὴν εὑρίσκοντες, ταῖς δὲ πράξεσι δοξαστικοί, πλούσιοι, φιλήδονοι, πραγματευταί, γεωργοί, ἐν παρύγροις τόποις διάγοντες, οὐρανομύσται καὶ ἀποκρύφων κηδεμόνες. Ὑδροχόου οἱ ἔχοντες ζῴδιόν εἰσιν εἴδει καὶ ἕξει καλοί, εὐόφθαλμοι, αἰσχυντικοί, νόσοις περιπίπτοντες, ἐρωτικοί, πάνυ ὡραῖοι, εὔσωμοι, λευκόχροοι, λεπτακινοί, λειότριχες, σκοτωματικοί. ὅσα ἂν ἐπικτήσωνται, ταῦτα ἀποβαλοῦνται, ἀλλὰ τὴν καθ’ ἡμέραν ζωὴν εὐκόπως εὑρήσωσι· μέθυσοι· εὐσεβεῖς δὲ αἱ πράξεις αὐτῶν, πλούσιοι, φειδωλοί, μικρολόγοι, ἐν παρύγροις τόποις τὸν βίον ἔχοντες. Ἰχθύων οἱ ἔχοντες ζῴδιόν εἰσιν ἐρυθροκέφαλοι, πυρρότριχες βραχεῖς, λεπτακινοί, ἐν ἡλικίᾳ μέσοι, τοῖς δὲ ὤμοις εὔστερνοι, ἔχουσι δὲ μακρὰς κνήμας, λεπτοσφόνδυλοι καὶ τὰ ἄρθρα αὐστηροί, τῷ σώματι σύμμετροι. λαμπρόφωνοι, εὐήκοοι, εὔτριχες, λευκοί, ἐνίοτε καὶ ὑπόχλωροι, ἰχθυόφθαλμοι, ἁπαλόχειρες· ταῖς δὲ πράξεσι δοξαστικοί, φιλόσοφοι, πολλάκις γυναιξὶ προσομιλοῦντες, μεγαλοφυεῖς, πιστικοί, ναύαρχοι, ἐμπορικοί, κυνηγοί, θηρευταί, ἁλιεῖς, ἰξευταί, ὀρνεοτρόφοι, πραγματευταί.
11.2.139.(1t) Ποῖά εἰσι τὰ ἁπλᾶ καὶ διπλᾶ ζῴδια Ἁπλᾶ ζῴδιά εἰσι ταῦτα· Ὑδροχόος, Λέων, Σκορπίος. Διπλᾶ ζῴδιά εἰσι ταῦτα· Δίδυμοι, Παρθένος, Ζυγός, Ἰχθύες.· Τετράποδα ζῴδιά εἰσι ταῦτα· Ταῦρος, Λέων, Κριός, Τοξότης. Θηριώδη ζῴδιά εἰσι ταῦτα· Ταῦρος, Λέων, Σκορπίος. Ἀνθρωπόμορφα ζῴδιά εἰσι ταῦτα· Δίδυμοι, Παρθένος, τὰ πρῶτα Ὑδροχόου. Πυθαγόρας Τηλαύγῃ χαίρειν Πολλὰ παθὼν καὶ πολλὰ πειράσας ἐπέσταλκά σοι τόδε βιβλίον ἔχον ἐν ἑαυτῷ πλινθίδα πάνυ χαριεστάτην· ἐντυχὼν γὰρ εἰς αὐτὴν
11.2.140 διὰ τῶν ὑποκειμένων γραμμάτων εἴσεται τά τε ἐνεστῶτα καὶ τὰ προγεγονότα καὶ 〈τὰ〉 αὖθις ἐσόμενα. ὑπέταξα οὖν πλινθίδα ἐννεάδος δοκιμαζομένην τρόπῳ τοιῷδε· λάβε δύο ὀνόματα ἐκ γενετῆς, μὴ ὄντα ἐπίθετα, ἤτοι ἀντιδίκων ἢ μονομάχων ἢ οἱωνδήποτε καθόλου δικαζομένων πρὸς ἀλλήλους εἴτε ὑπὲρ πόλεως ἢ ὑπὲρ πραγμάτων ἢ στεφάνου ἢ ἑτέρου πράγματος. ψήφισον δέ κατὰ τὸν ἀριθμὸν τῶν στοιχείων οὕτως· Τὸ μὲν αʹ ἀπὸ ιρʹ ͵ ααʹʹ Τὸ δὲ βʹ ἀπὸ κςʹ ͵ ββʹʹ Τὸ γʹ ἀπὸ λτʹ ͵ γγʹʹ Τὸ δʹ ἀπὸ μυʹ ͵ δδʹʹ Τὸ εʹ ἀπὸ νφʹ ͵ εεʹʹ Τὸ ϛ ʹ ἀπὸ ξχʹ ͵ ϛϛʹʹ Τὸ ζʹ ἀπὸ οψʹ ͵ ζζʹʹ Τὸ ηʹ ἀπὸ πωʹ ͵ ηηʹʹ Καὶ οὕτως πάντων τῶν στοιχείων τὴν γνῶσιν λάμβανε. καὶ μετὰ τὸ ψηφίσαι τὸν τῶν ἑκατέρων συναγόμενον ἀριθμὸν ὕφειλον ἐννεάδας, ὅσας ἐνδέχεται ὑφαιρεθῆναι παρ’ ἰδίᾳ ἑκάστου, ἕως ἂν καταλειφθῇ ἀριθμὸς ἑκάτερος, ἤτοι ἔλαττον τῆς ἐννεάδος ἢ ἴσον (μεῖζον γὰρ οὐκ ἐνδέχεται), καὶ τὰ λοιπὰ σημειωσάμενος ἑκατέρους τοὺς ἀριθμοὺς σκόπει ἐν τῇ ὑποκειμένῃ πλινθίδι, καὶ γνώσῃ τὸν μέλλοντα νικᾶν ἢ ἡττᾶσθαι. Ὑποδείξεως χάριν· Ἕκτω ρ , εʹβʹγʹηʹαʹ γίνονται ιθʹ. καὶ πάλιν τὸ ἕτερον· Πάτροκλε, ηʹαʹγʹ 〈αʹ〉 ζʹβʹγʹεʹ· γίνονται λʹ. Ἆρον τῶν μὲν ιθʹ δύο ἐννεάδας, καὶ μένει αʹ, τῶν δὲ λʹ τρεῖς ἐννεάδας, καὶ μένουσι γʹ. ἐλθὲ οὖν ἐπὶ τὴν πλινθίδα, καὶ εὑρήσεις
11.2.141 τὴν μίαν νικῶσαν τὰς γʹ. ἐὰν δὲ οἱ δικαζόμενοι ἰσόψηφοι γίνωνται καὶ καταλειφθῇ αʹαʹ, ὁ ἐγκαλῶν νικᾷ, ἐπὶ δὲ τῶν ἀρτίων ὁ ἐγκαλούμενος. ααʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος. αβʹ αἱ βʹ νικῶσιν. αγʹ ἡ αʹ νικᾷ. αδʹ αἱ δʹ νικῶσιν. αεʹ ἡ αʹ νικᾷ. αϛʹ αἱ ϛʹ νικῶσιν. αζʹ ἡ αʹ νικᾷ αηʹ αἱ ηʹ νικῶσιν αθʹ ἡ αʹ νικᾷ. ββʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ πράττων. βγʹ αἱ γʹ νικῶσιν. βδʹ αἱ βʹ νικῶσιν. βεʹ αἱ εʹ νικῶσιν. βϛʹ αἱ βʹ νικῶσιν. βζʹ αἱ ζʹ νικῶσιν. βηʹ αἱ βʹ νικῶσιν. βθʹ αἱ θʹ νικῶσιν. γγʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος. γδʹ αἱ δʹ νικῶσιν. γεʹ αἱ γʹ νικῶσιν. γϛʹ αἱ ϛʹ νικῶσιν. γζʹ αἱ γʹ νικῶσιν. γηʹ αἱ ηʹ νικῶσιν. γθʹ αἱ γʹ νικῶσιν. δδʹ ὁ ἐγκαλούμενος νικᾷ καὶ ὁ πράττων. δεʹ αἱ εʹ νικῶσιν. δϛʹ αἱ ϛʹ νικῶσιν. δζʹ αἱ ζʹ νικῶσιν. δηʹ αἱ δʹ νικῶσιν. δθʹ αἱ θʹ νικῶσιν. εεʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος. εϛʹ αἱ ϛʹ νικῶσιν.
11.2.142 εζʹ αἱ εʹ νικῶσιν. εηʹ αἱ ηʹ νικῶσιν. εθʹ αἱ εʹ νικῶσιν. ϛϛʹ ὁ ἐγκαλούμενος νικᾷ καὶ ὁ νεώτερος. ϛζʹ αἱ ζʹ νικῶσιν. ϛηʹ αἱ ϛʹ νικῶσιν. ϛθʹ αἱ θʹ νικῶσιν. ζζʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος. ζηʹ αἱ ηʹ νικῶσιν. ζθʹ αἱ ζʹ νικῶσιν. ηηʹ ὁ ἐγκαλούμενος νικᾷ καὶ ὁ πράττων. ηθʹ αἱ θʹ νικῶσιν. θθʹ ὁ ἐγκαλῶν νικᾷ καὶ ὁ νεώτερος. [ In margine superiore manu Constantini Lascaris: Ψήφισον τὰ ὀνόματα τῶν ἀνδρογύνων, καὶ εἰ μὲν ὦσι ζυγά, ἡ γυνὴ τελευτᾷ, εἰ δὲ μονά, ὁ ἀνήρ.] Περὶ ἀνδρογύνω ν , ἵνα γνῶς τὸν προτελευτῶντα αὐτῶ ν . Ψήφισον τὸ ὄνομα τοῦ ἀνδρὸς καὶ ἴδε τὴν ποσότητα τοῦ ἀριθμοῦ, καὶ ὅσον ἀναβῇ, ὕφειλον αὐτὰ διὰ τῶν θʹ, καὶ τὰ μένοντα ἐπάνω τῆς ἐννεάδος κράτει. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ὀνόματος τῆς γυναικός· καὶ σμῖξον τὰ περισσότερα τῆς ἐννεάδος ἀμφότερων τῶν ὀνομάτων καὶ εἰ μέν εἰσι διπλᾶ, ἄνδρα προτελευτᾶν ἴσθι, εἰ δὲ ἁπλᾶ, τὴν γυναῖκα. Περὶ τοῦ μέλλοντος νικᾶν ἢ ἡττᾶσθα ι . Ἀρίθμησον τὰ ὀνόματα τῶν δύο μαχομένων· καὶ ἐὰν εὐρήσῃς τὸ ὄνομά σου νικῶν, νικήσεις τὴν μάχην· εἰ δὲ τοῦ μαχομένου σε, ἡττᾶσαι. Περὶ παραμονῆ ς . Ψήφισον τὸ ὄνομά σου καὶ τὸ ὄνομα τοῦ ἄρχοντος, οὗ μέλλεις παραμεῖναι, καὶ ἐὰν εὑρήσῃς τὸ ὄνομά
11.2.143 σου νικῶν, συμφέρει σοι παραμένειν, εἰ δὲ ἄρχοντος, οὐ συμφέρει σοι· μὴ παραμείνῃς. Περὶ πράξεώς τινο ς . Ὡσαύτως τὸ ὄνομά σου καὶ τὸ ὄνομα τοῦ ἄρχοντος ψήφισον, καὶ ἐὰν νικήσῃ τὸ ὄνομά σου, συμφέρει, εἰ δὲ τοῦ ἄρχοντος, μόνον ζημιοῦσαι. Περὶ ὁδευόντω ν , ὁδοιπορούντων καὶ συμπορευομένω ν . Ψήφισον τὸ ὄνομά σου καὶ τοῦ συνοδεύοντός σοι, καὶ ἐὰν νικήσῃ τὸ ὄνομά σου, συμφέρει· εἰ δὲ μή, μὴ ὁδεύῃς μετ’ αὐτοῦ. Περὶ κοινωνία ς . Τὸ ὄνομά σου καὶ τοῦ κοινωνοῦντός σοι ψήφισον, καὶ ἐὰν νικήσῃ τὸ ὄνομά σου, συμφέρει· εἰ δὲ τοῦ κοινωνοῦντός σοι, οὐ συμφέρει. Περὶ ἀποδημίας ἐκ πόλεως εἰς ἑτέραν πόλι ν . Ἀρίθμησον τὸ ὄνομά σου καὶ τῆς πόλεως, καὶ ἐὰν τὸ ὄνομά σου νικήσῃ, συμφέρει· εἰ δὲ τῆς πόλεως, οὐ συμφέρει. [In ima pagina manu Constantini Lascaris: Περὶ γαμούντω ν . Ἀρίθμησον τὸ ὄνομα τοῦ ἀνδρὸς καὶ τῆς γυναικός, καὶ εἰ εἶεν ἀμφότερα ιβʹ ἢ ιδʹ, γίνεται τὸ συνάλλαγμα καὶ τέξεται πρωτοτόκον κόρην καὶ ἡ γυνὴ προτελευτᾷ· ἐὰν δὲ ἄνισα ἔλθωσι, βιαίως γίνεται τὸ συνάλλαγμα, καὶ τέξεται πρωτοτόκον υἱὸν καὶ ὁ ἀνὴρ προτελευτᾷ. οἷον Νικηφόρος, Μαρία· ἄρτια ιδʹ. ἡ γυνὴ προτελευτᾷ. πάλιν Θεόδωρος καὶ Εἰρήνη· ιγʹ, ὁ ἀνὴρ προτελευτᾷ.] Περὶ ἀπωλεία ς . Ψήφισον τὸ ὄνομα τοῦ ἀπολέσαντος καὶ τοῦ ἀπολουμένου, καὶ ἐὰν νικᾷ ὁ ἀπολέσας, τὸ ἀπολεσθὲν εὑρεθήσεται· εἰ δὲ τοῦ ἀπολεσθέντος ὄνομα νικήσῃ, οὐχ εὑρεθήσεται. Περὶ φυγάδο ς . Τὸ ὄνομα τοῦ φυγόντος ψήφισον καὶ τοῦ κυρίου αὐτοῦ, καὶ ἐὰν τὸ ὄνομα τοῦ κυρίου νικήσῃ, εὑρεθήσεται ὁ φυγών· εἰ δὲ τὸ τοῦ φυγάδος νικᾷ, οὐχ εὑρεθήσεται. Περὶ ἐλευθερώσεω ς . Τὸ ὄνομα τοῦ δούλου καὶ τοῦ δεσπότου ψήφισον, καὶ ἐὰν τοῦ δούλου νικᾷ, ἐλευθεροῦται, εἰ δὲ τοῦ δεσπότου, οὐκ ἐλευθεροῦται. Περὶ πράσεως δούλο υ . Ψήφισον τὸ ὄνομα τοῦ
11.2.144 δούλου καὶ τοῦ δεσπότου, καὶ ἐὰν τοῦ δούλου νικήσῃ, οὐ πραθήσεται. Περὶ γάμο υ , εἰ συμφέρε ι . Τὸ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ὄνομα ψηφίσας σκόπει· εἰ τὸ τοῦ ἀνδρὸς ὄνομα νικᾷ, συμφέρει, εἰ δὲ τῆς γυναικός, οὐ συμφέρει. Περὶ τοῦ γνῶναι τὸν κλέπτην ἐκ πολλῶν ὑπονοουμένω ν . Πάντων τῶν ὑπονοουμένων τὰ ὀνόματα ψήφισον, καὶ τῶν ἡττωμένων ἀνάπεμπε τοὺς νικῶντας καὶ πάλιν ζεῦξον, ἕως ** ὁ εἷς πάντα νικήσας, ἐκεῖνος ἐστὶν ὁ κλέπτης. Περὶ νοσοῦντος εἰ ζήσετα ι . Ψήφισον τὸ ὄνομα τοῦ ἀνθρώπου τοῦ νοσοῦντος, καὶ τὸ ὄνομα τοῦ θεοῦ τοῦ κυριεύοντος τὴν ἡμέραν ἐν ᾗ ὑπέθετο ἢ ἐν ᾗ κατεκλίθη, καὶ ἐὰν νικᾷ τὸ ὄνομα τοῦ νοσοῦντος [καὶ] τὸ ἄοτρον τῆς ἡμέρας, ζήσεται· εἰ δὲ καὶ τὸ τοῦ θεοῦ ὄνομα νικήσει, τεθνήξεται. εἰ δὲ καὶ ἰσόψηφα καταντήσωσι τὰ δύο ὀνόματα, ταχέως ὑγιανεῖ, ἐὰν δὲ ἄζυγα, βραδέως. Περὶ τελευτῆς ἀδελφῶ ν . Ἀμφοτέρων τὰ ὀνόματα ψήφισον, ἑνὸς ἑκάστου παρ’ ἰδίαν, καὶ σύμβαλλε αὐτὰ ἐπὶ τὴν πλινθίδα καὶ εὑρήσεις προτελευτῶντα τὸν νικῶντα. Περὶ ξενιτεύοντος εἰ ἐρωτηθῇ ς . Ἴδε τὸ ζῴδιον τὸ ἐπιπολεῦον τῷ μηνὶ τῆς ἐρωτήσεως καὶ τὸν πλανήτην τὸν ἐπιπολεύοντα τὴν ἡμέραν, καὶ ἐάν ἐστιν ὁ θεὸς αὐτῶν ἐν τῷ οἴκῳ αὐτοῦ, ὁ ἀπόδημος ταχέως ἔρχεται, εἰ δε ἔξωθεν ἐπὶ δυσμάς, ὁ ξένος ἢ ἀσθενεῖ ἢ ἐτελεύτησεν.