ΕΠΙΜΕΝΙΔΟΥ ΘΕΟΓΟΝΙΑ ἢ ΧΡΗΣΜΟΙ. ΚΡΗΤΙΚΑ
Παῦλος ὁ ἀπόστολος εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης·
Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί. τὸν δὲ ἕβδομον οἱ μὲν Περίανδρον εἶναι λέγουσιν τὸν Κορίνθιον οἱ δὲ Ἀνάχαρσιν τὸν Σκύθην οἱ δὲ Ἐπιμενίδην τὸν Κρῆτα, οὖ μέμνηται ὁ ἀπόστολος Παῦλος ἐν τῆι πρὸς Τίτον ἐπιστολῆι. ἦλθεν Ἀθήναζε καὶ ἄλλος Κρὴς ἀνὴρ ὄνομα Ἐ.· οὐδὲ οὗτος ἔσχεν εἰπεῖν αὑτῶι διδάσκαλον ἀλλʼ ἦν μὲν δεινὸς τὰ θεῖα, ὥστε τὴν Ἀθηναίων πόλιν κακουμένην λοιμῶι καὶ στάσει διεσώσατο ἐκθυσάμενος· δεινὸς δὲ ἦν ταῦτα οὐ μαθών, ἀλλʼ ὕπνον αὑτῶι διηγεῖτο μακρὸν καὶ ὄνειρον διδάσκαλον. ἀφίκετό ποτε Ἀθήναζε ἀνὴρ Κρὴς ὄνομα Ἐ. κομίζων λόγον οὑτωσὶ ῥηθέντα πιστεύεσθαι χαλεπόν· μέσης γὰρ ἡμέρας ἐν Δικταίου Διὸς τῶι ἄντρωι κείμενος ὕπνωι βαθεῖ ἔτη συχνὰ ὄναρ ἔφη ἐντυχεῖν αὐτὸς θεοῖς καὶ θεῶν λόγοις καὶ Ἀληθείαι καὶ Δίκηι.
Κλαύδιος Αἰλιανός καὶ μέντοι καὶ τὸν Νεμεαῖον λέοντα τῆς σελήνης ἐκπεσεῖν φασι. λέγει γοῦν καὶ τὰ Ἐπιμενίδου ἔπη· καὶ γὰρ ἐγὼ γένος εἰμὶ Σελήνης ἠυκόμοιο, ἣ δεινὸν φρίξασʼ ἀπεσείσατο θῆρα λέοντα· ἐν Νεμέαι δʼ ἄγχουσʼ αὐτὸν διὰ πότνιαν Ἥραν θείη ἲς ἐδάμασσε βίης Ἡρακληείης. πῶς οὐκ ἠλίθιον πιθέσθαι τοῖς Ἡροδώρου βιβλίοις περὶ τοῦ καθʼ Ἡρακλέα λόγου, γῆν ἄνω κηρύττουσιν κατεληλυθέναι τε ἀπʼ αὐτῆς λέοντα τὸν ὑφʼ Ἡρακλέους φονευθέντα;
Ἀριστοτέλης ἡ μὲν οὖν εἰς πᾶσαν ἡμέραν συνεστηκυῖα κοινωνία κατὰ φύσιν οἶκός ἐστιν, οὓς ὁ μὲν Χαρώνδας καλεῖ ὁμοσιπύους, Ἐ. δὲ ὁ Κρὴς ὁμοκάπνους.
Ἀριστοτέλης τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον· ἐκεῖνο δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐ. ὁ Κρής· ἐκεῖνος … γὰρ περὶ τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων, ἀδήλων δέ.
Δαμάσκιος ὁ Δαμασκηνός τὸν δὲ Ἐπιμενίδην δύο πρώτας ἀρχὰς ὑποθέσθαι Ἀέρα καὶ Νύκτα ..., ἐξ ὧν γεννηθῆναι Τάρταρον, οἶμαι τὴν τρίτην ἀρχήν, ὥς τινα μικτὴν ἐκ τῶν δυεῖν συγκραθεῖσαν, ἐξ ὧν δύο Τιτᾶνας — τὴν νοητὴν μεσότητα οὕτω καλέσαντα, διότι ἐπʼ ἄμφω «διατείνει» τό τε ἄκρον καὶ τὸ πέρας —, ὧν μιχθέντων ἀλλήλοις ὠιὸν γενέσθαι .... ἐξ οὗ πάλιν ἄλλην γενεὰν προελθεῖν. ἐν δὲ τοῖς εἰς Ἐπιμενίδην ἀναφερομένοις ἔπεσιν ἐξ Ἀέρος καὶ Νυκτὸς τὰ πάντα συστῆναι ὥσπερ καὶ Ὅμηρος ἀποφαίνετʼ Ὠκεανὸν ἐκ Τηθύος τοὺς θεοὺς γεννᾶν λέγων· «Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν» … , ἕτερός τις δὲ Κρόνον τε καὶ Ῥέαν, οἱ δὲ Δία καὶ Ἥραν πατέρα καὶ μητέρα θεῶν νομίζουσιν.
Παυσανίας Ἐ. δὲ ὁ Κρὴς εἶναι μὲν καὶ οὗτος θυγατέρα Ὠκεανοῦ τὴν Στύγα ἐποίησε, συνοικεῖν δὲ αὐτὴν οὐ Πάλλαντι, ἀλλὰ ἐκ Πείραντος Ἔχιδναν τεκεῖν, ὅστις δὴ ὁ Πείρας ἐστί.
Φιλόδημος τὰς Ἁρπυίας θεὰς οὔσας ὑπὸ τῶν Βορέου παίδων ... Ἐπιμενίδης γὰρ Ὠκεανοῦ καὶ Γῆς γεννήματʼ εἶναι, περὶ δὲ Ῥήγιον … αὐτὰς φονευθῆναί … φησιν.
Φιλόδημος ἐπιθέσθαι Τυφῶνα εἰρήκασι τῆι βασιλείαι Διός, ὡς Αἰσχύλος ἐν Προμηθεῖ καὶ Ἀκουσίλαος καὶ Ἐπιμενίδης καὶ ἄλλοι πολλοί. παρʼ Ἐπιμενίδηι δʼ ἀναβὰς Τυφὼν καθεύδοντος Διὸς ἐπὶ τὸ βασίλειον, ἐπικρατήσας δὲ τῶν πυλῶν καθικέσθαι μὲν ἔσω, παραβοηθήσας δὲ ὁ Ζεὺς καὶ τὸ βασίλειον ἰδὼν ληφθὲν κτεῖναι λέγεται κεραυνῶι.
Φιλόδημος καὶ τὰς Ἁρπυίας τὰ μῆλα φυλάττειν Ἀκουσίλαος, Ἐ. δὲ καὶ τοῦτο καὶ τὰς αὐτὰς εἶναι ταῖς Ἑσπερίσιν.
Πλούταρχος τὸ δὲ μέγιστον, ἱλασμοῖς τισι καὶ καθαρμοῖς καὶ ἱδρύσεσι κατοργιάσας καὶ καθοσιώσας τὴν πόλιν ὑπήκοον τοῦ δικαίου καὶ μᾶλλον εὐπειθῆ πρὸς ὁμόνοιαν κατέστησε. λέγεται δὲ τὴν Μουνιχίαν ἰδὼν καὶ καταμαθὼν πολὺν χρόνον εἰπεῖν πρὸς τοὺς παρόντας, ὡς τυφλόν ἐστι τοῦ μέλλοντος ἅνθρωπος· ἐκφαγεῖν γὰρ ἂν Ἀθηναίους τοῖς αὑτῶν ὀδοῦσιν, εἰ προήιδεσαν ὅσα τὴν πόλιν ἀνιάσει τὸ χωρίον.
Πλούταρχος ἀετούς τινας ἢ κύκνους ... μυθολογοῦσιν ἀπὸ τῶν ἄκρων τῆς γῆς ἐπὶ τὸ μέσον φερομένους εἰς ταὐτὸ συμπεσεῖν Πυθοῖ περὶ τὸν καλούμενον ὀμφαλόν· ὕστερον δὲ χρόνωι τὸν Φαίστιον Ἐπιμενίδην ἐλέγχοντα τὸν μῦθον ἐπὶ τοῦ θεοῦ καὶ λαβόντα χρησμὸν ἀσαφῆ καὶ ἀμφίβολον εἰπεῖν·
οὔτε γὰρ ἦν γαίης μέσος ὀμφαλὸς οὔτε θαλάσσης·
εἰ δέ τις ἔστι, θεοῖς δῆλος, θνητοῖσι δʼ ἄφαντος.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια τούτους δὲ Ἡρόδωρός φησιν ἐκ Χαλκιόπης τῆς Αἰήτου θυγατρός, Ἀκουσίλαος δὲ καὶ Ἡσίοδος ἐν ταῖς Μεγάλαις Ἠοίαις φασὶν ἐξ Ἰοφώσσης τῆς Αἰήτου. καὶ οὗτος μέν φησιν αὐτοὺς τέσσαρας· Ἄργον, Φρόντιν, Μέλανα, Κυτίσωρον. Ἐ. δὲ πέμπτον προστίθησι Πρέσβωνα.
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια Ἐ. δέ φησι Κορίνθιον τῶι γένει τὸν Αἰήτην, μητέρα δὲ αὐτοῦ Ἐφύραν φησί.
Ἐ. δὲ αὐτὸν παρὰ θεοῖς διατρίβοντα ἐρασθῆναί φησι τῆς Ἥρας· διόπερ Διὸς χαλεπήναντος αἰτήσασθαι διὰ παντὸς καθεύδειν.
Σχόλια εἰς Εὐριπίδην Ἐ. Εὐρύκλειαν τὴν Ἔκφαντός φησιν αὐτὸν γεγαμηκέναι, ἐξ ἧς εἶναι τὸν Οἰδίποδα.
Σχόλια εἰς Εὐριπίδην Ἐ. δὲ Καλλιστοῦς καὶ Διὸς παῖδας γεγενῆσθαι Πᾶνα καὶ Ἀρκάδα διδύμους. Ἐ. δὲ ἐν τοῖς ποιήμασιν Διὸς καὶ Καλλιστοῦς Πᾶνα καὶ Ἀρκάδα διδύμους.
Πινδαρικὴ ὑπόμνησις τούτωι τῶι ἀριθμῶι τῶν ἀπολομένων μνηστήρων καὶ Ἡσίοδος καὶ Ἐ. συμμαρτυρεῖ.
Ἡρόφιλος δὲ Ποσειδῶνος καὶ Ἀφροδίτης τὴν Ῥόδον εἶναί φησιν, Ἐ. δὲ αὐτὴν Ὠκεανοῦ γενεαλογεῖ, ἀφʼ ἧς τὴν πόλιν ὠνομάσθαι.
Ἐ. Κρόνου φησὶ τὰς Εὐμενίδας·
ἐκ τοῦ καλλίκομος γένετο χρυσῆ Ἀφροδίτη
Μοῖραί τʼ ἀθάνατοι καὶ Ἐρινύες αἰολόδωροι.
ΚΡΗΤΙΚΑ
Διόδωρος ὁ Σικελιώτης ἐπεὶ δὲ τῶν τὰ Κρητικὰ γεγραφότων οἱ πλεῖστοι διαφωνοῦσι πρὸς ἀλλήλους, οὐ χρὴ θαυμάζειν, ἐὰν μὴ πᾶσιν ὁμολογούμενα λέγωμεν· τοῖς γὰρ τὰ πιθανώτερα λέγουσι καὶ μάλιστα πιστευομένοις ἐπηκολουθήσαμεν, ἃ μὲν Ἐπιμενίδηι τῶι θεολόγωι προσσχόντες, ἃ δὲ Δωσιάδηι καὶ Σωσικράτει καὶ Λαοσθενίδαι.
Αἲξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν·
Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσʼ ὑποφῆται.
—εἰ ἐτεὸν δή,
Κρήτηθεν κεῖναί γε Διὸς μεγάλου ἰότητι
οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα
δίκτωι ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο
ἄντρωι ἐγκατέθεντο καὶ ἔτρεφον, εἰς ἐνιαυτὸν
Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο.
Ἄρατου Σχόλια φέρεται δὲ περὶ τοῦ Δράκοντος Κρητικὸς μῦθος, ὡς ἄρα ἐπιόντος ποτὲ τοῦ Κρόνου ὁ Ζεὺς εὐλαβηθεὶς ἑαυτὸν μὲν εἰς δράκοντα μετεμόρφωσε, τὰς δὲ τροφοὺς εἰς ἄρκτους καὶ ἀπατήσας τὸν πατέρα μετὰ τὸ προλαβεῖν τὴν βασιλείαν τὸ συμβὰν ἑαυτῶι τε καὶ ταῖς τροφοῖς τῶι ἀρκτικῶι ἐνεστήριξε κύκλωι.
Ἐρατοσθένης ὁ Κυρηναῖος Αἰγοκέρως. οὗτός ἐστι τῶι εἴδει ὅμοιος τῶι Αἰγίπανι· ἐξ ἐκείνου γὰρ γέγονεν· ἔχει δὲ θηρίου τὰ κάτω μέρη καὶ κέρατα ἐπὶ τῆι κεφαλῆι· ἐτιμήθη δὲ διὰ τὸ σύντροφος εἶναι τῶι Διί, καθάπερ Ἐ. ὁ τὰ Κρητικὰ ἱστορῶν φησιν, ὅτι ἐν τῆι Ἴδηι συνῆν αὐτῶι, ὅτε ἐπὶ τοὺς Τιτᾶνας ἐστράτευσεν· οὗτος δὲ δοκεῖ εὑρεῖν τὸν κόχλον, ἐν ὧι τοὺς συμμάχους καθώπλισε, διὰ τὸ τοῦ ἤχου Πανικὸν καλούμενον, ὃ οἱ Τιτᾶνες ἔφυγον. παραλαβὼν δὲ τὴν ἀρχὴν ἐν τοῖς ἄστροις αὐτὸν ἔθηκε καὶ τὴν Αἶγα τὴν μητέρα. διὰ δὲ τὸ τὸν κόχλον εὑρεῖν ἐν τῆι θαλάσσηι παράσημον ἔχει ἰχθύος οὐράν.
Ἐρατοσθένης ὁ Κυρηναῖος — περὶ τοῦ Στεφάνου — οὗτος λέγεται ὁ τῆς Ἀριάδνης ... ὅ τε τὰ Κρητικὰ γεγραφὼς λέγει, ὅτι ὅτε ἦλθε Διόνυσος πρὸς Μίνω φθεῖραι βουλόμενος αὐτήν, δῶρον αὐτῆι τοῦτον δέδωκεν, ὧι ἠπατήθη ἡ Ἀριάδνη. Ἡφαίστου δὲ ἔργον εἶναί φασιν ἐκ χρυσοῦ πυρώδους καὶ λίθων Ἰνδικῶν ... ἐν δὲ τοῖς ἄστροις ὕστερον αὐτὸν τεθηκέναι.
Ἰωάννης ὁ Λυδός οἱ δὲ περὶ Ἐπιμενίδην ἄρρενα καὶ θήλειαν ἐμύθευσαν τοὺς Διοσκόρους, τὸν μὲν αἰῶνα ὥσπερ μονάδα, τὴν δὲ φύσιν ὡς δυάδα καλέσαντες· ἐκ γὰρ μονάδος καὶ δυάδος ὁ πᾶς ζωογονικὸς καὶ ψυχογονικὸς ἐξεβλάστησεν ἀριθμός.