eul_wid: rye-bh
Εἰς τὸν αὐτοκράτορα ΚωνστάντιονTo Emperor Constantius
Themistius the Philosopher To Emperor Constantius PDF
| t 1 | ΕΙΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΚΩΝΣΤΑΝΤΙΟΝ Αἰγύπτιοι τὴν Ἀθηνᾶν τὴν ἐν Σάϊ τά τε ἄλλα σέβονται καὶ τεθήπασιν αὐτὴν ἐνιαύσιον ἑορτὴν ἄγοντες, ἣν καλοῦσι λυχνοκαΐαν. |
| 49 b [10] | ἐπειδὰν οὖν τοῖς Αἰγυπτίοις ὁ χρόνος ἐπανίῃ τῆς πανηγύρεως, οἱ μὲν πολλοὶ τὰ λύχνα ἐνθέμενοι ἐν ταῖς βάρισι πλέουσι διὰ τοῦ Νείλου ἐπὶ τὴν Σάϊν, καὶ ἀφικόμενοι εἰς τὸν νεών, ἵνα τὸ ἄγαλμα ἵδρυται τῆς θεοῦ, τά τε ἄλλα θρησκεύουσιν ᾗ τάττει ὁ νόμος καὶ τὰ λύχνα ἀνακαίουσιν ὕπαιθροι παρὰ τὰς σκηνὰς καὶ τὰ κράσπεδα τοῦ περιβόλου, καὶ ἡ Σάϊς καταλάμπεται ἱερῷ πυρὶ τὴν νύκτα ὅλην ἐκείνην. ὅσοι δὲ ὑπ’ ἀσθενείας ἢ τῆς πρὸς τὸ πλεῖν εὐλαβείας ἢ καὶ βέλτιον αὐτοῖς ἐνομίσθη μένειν, οὗτοι ἐς μὲν τὴν Σάϊν οὐκ ἀφικνοῦνται, τιμῶσι δὲ οἴκοι τὴν Ἀθηνᾶν, καὶ τὸν καιρὸν λογισάμενοι τῆς ἑορτῆς ἐν ταῖς ἑαυτῶν πόλεσιν ἕκαστος καὶ τὰ λύχνα ἀνάπτουσι καὶ ὑμνοῦσι καὶ εὐφημοῦσι. |
| 49 c [5] | καὶ διὰ τούτους λέγει Ἡρόδοτος οὐκ ἐν Σάϊ μόνον γίνεσθαι τὴν πανήγυριν, ἀλλὰ καὶ ἀνὰ πᾶσαν τὴν Αἴγυπτον. Ἐγὼ δὲ ἐπαινῶ μὲν καὶ τοὺς πόρρω ἐπ’ εὐσεβείᾳ πορευομένους, ἐπαινῶ δὲ οὐδὲν μεῖον καὶ τοὺς ἐφ’ ἑστίας τὸ θεῖον τιμῶντας, οὐ ταύτῃ μόνον ὅτι πολλαπλασιάζουσι τὴν ἑορτὴν καὶ ἐξάγουσι τό γε ἐφ’ ἑαυτοῖς εἰς πλείονας πόλεις τε καὶ ἀνθρώπους, ἀλλὰ καὶ ἐκείνῃ πλέον, ὅτι οὐκ ἐν τῷ ἀγάλματι μόνῳ ἐστὶν οὐδὲ τῷ ναῷ μόνῳ ἐνδιαιτᾶται, ἀλλὰ πανταχοῦ γῆς καὶ θαλάσσης, ὅπου ἂν ἡ αὐτῆς δύναμις ἐπιχωρῇ καὶ ἐξικνῆται. |
| 49 d [5] | εἰ οὖν καὶ ὑμεῖς ἀποδέχεσθε τῆς γνώμης—ἀποδέχεσθε δέ· οὐδὲ γὰρ ἂν ἐπῃνεῖτε ὡς καλῶς λέγοιτο—ἀποδέχοισθε ἂν ἄνθρωπον, ὃς τῇ γνώμῃ ταύτῃ ἐπηκολούθησε, καὶ ἐξὸν αὐτῷ ἀναβάντι ἐπ’ ἀπήνην τετράκυκλόν τε καὶ ὑψηλὴν καὶ ζευγνυμένῳ ἡμιόνους ἄλλοτε ἄλλας, μᾶλλον δὲ ὁρμαθοὺς ἡμιόνων ζυγίων τε καὶ παρασείρων, διὰ Θρᾳκῶν τε καὶ Παιόνων Ἰλλυριῶν καὶ ὁπόσα ἔθνη μέχρις Ἰταλίας φέρεσθαι μετεώρῳ νύκτας ἐφεξῆς καὶ ἡμέρας, οὐ Πληιάδας ἱστοροῦντι καὶ ὀψὲ δύοντα Βοώτην, ὥσπερ ὁ Ὀδυσσεὺς ἐπὶ τῆς σχεδίας—οὐ γὰρ ἐνδιδόασιν αἱ νεφέλαι τηνικάδε τὰ ἄστρα ὁρᾶν τοῖς ἀνθρώποις ἐκεῖ—ἀλλὰ κρυστάλλοις προσαρασσόμενον καὶ πνεύμασι καὶ νιφετοῖς καὶ ἐνειλημένον χεῖράς τε καὶ πόδας πίλοις τε καὶ ἀρνακίσιν, οὐδ’ ὑφ’ ἑνὸς κυβερνήτου διιθύνοντος τὸν πλοῦν καὶ τὸ σκάφος, ἀλλὰ μυρίων μὲν ἡνιόχων φωνάς τε ἀλλοκότους ἱέντων, δι’ ὧν τὰ ζεύγη ἐποτρύνουσι, καὶ ταῖς μάστιξιν ἐμπαταγούντων καὶ ἐπισοβούντων, ὡς ἂν μὴ ἐνίσχοιτο ἐν τοῖς τέλμασιν, ἐλθόντα δὲ ἐκεῖσε μόλις ποτὲ τοῦ ἀνακτόρου, οὗ ἔδει εὐθὺς ἀφικόμενον ὕμνους τε ᾄδειν τῷ θεῷ καὶ ἀπάρχεσθαι τῶν ἱερῶν, τούτων μὲν οὐδὲν ποιεῖν οἷόν τε εἶναι, κεῖσθαι δέ που ἐν κλινιδίῳ τρέμοντα καὶ μαλακιῶντα καὶ δεόμενον τῶν ἰατρῶν φάρμακα εὔπορα ἐξευρίσκειν, οἷς ἂν τὸν χειμῶνα ἐξελάσειαν τῶν μελῶν. |
| 50 c [5] | ᾧ οὖν ταῦτα ἐξὸν ὑπομένειν, ὁ δὲ εἵλετο οἴκοι μένειν καὶ ἐπὶ χώρας δι’ ὧν ἔχει θυμάτων ἀρέσκεσθαι καὶ ἱλάσκεσθαι τὸν θεόν, οὔτε ἀναπήρῳ τῷ σώματι ὑπὸ κρύους οὔτε ἀμαθαινούσῃ τῇ ψυχῇ ὑπὸ ἀμουσίας, ἀλλὰ τῷ μὲν ὑγιεῖ καὶ ἀρτίῳ, τῇ δὲ ἀκραιφνεῖ καὶ παρωξυσμένῃ ὑπὸ τῶν μαθημάτων, μῶν οὗτος ὁ ἀνὴρ ὑμῖν δοκεῖ εἶναί τι ἧττον εὐσεβὴς καὶ θεόσοφος ἢ οἱ τὰ λύχνα καίοντες τῶν Αἰγυπτίων, ἧττον δὲ αἰσθάνεσθαι τῆς δυνάμεως τοῦ θεοῦ, ὅτι οὐκ ἐν μόνῃ ἐκείνῃ τῇ πόλει ἐστὶν οὐδὲ ἐν μόνῳ ἐκείνῳ τῷ χωρίῳ, ἐν ᾧ θίγοιτο ἄν τις αὐτοῦ καὶ ἀντιλάβοιτο καὶ φθεγγομένου ἀκούσαι; τοῦτο μὲν γάρ ἐστι τὸ πάθος ἀνθρώπων τοῖς ὄμμασι μόνοις πεπιστευκότων, κἀκεῖνο μόνον νομιζόντων τὸ ἀληθές, οὗ ἐστιν ἐπιδράξασθαι ταῖν χεροῖν, τὸ δὲ ἀκριβὲς ἐκεῖ ἄρα ἐστὶν ἕκαστος οὐ μόνον ὁ θεός, ἀλλὰ καὶ ἄνθρωπος ἤδη, ὅπου ἂν δύνηται ὠφελεῖν καὶ ἔργον ἀγαθὸν ἐπιδείκνυσθαι. |
| 51 a [5] | ἐπεὶ καὶ τὸν ἥλιον τοῦτον οὐκ ἐννοεῖτε ὡς ἐν ὁπόσῳ ἄρα μέρει φαινόμενος τοῦ οὐρανοῦ πάντα αὐτὸς ἐπιτροπεύει; καὶ τὸ μὲν σῶμα αὐτοῦ εἰ καὶ πάμμεγα, ἀλλ’ οὐ πανταχοῦ, ἡ δύναμις δὲ ἁπανταχοῦ καὶ αἱ ἀκτῖνες, καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ καὶ ἐν νήσοις καὶ ἐν ἠπείρῳ καὶ ἐν ὄρεσι καὶ ἐν λειμῶσι καὶ ἐν ποταμοῖς καὶ κρήναις καὶ ἐγγὺς τῶν ζῴων ἁπάντων καὶ ἐγγὺς τῶν φυτῶν. πᾶσι γὰρ τοῖσδε ἐκεῖθεν ἐποχετεύεται ἡ σωτηρία. |
| 51 b [10] | Ὅστις οὖν οἴεται τῆς μὲν ὠφελείας ἁπανταχοῦ ἀπολαύειν, τὰ χαριστήρια δὲ μὴ πανταχοῦ ἐκτιννύναι, γέλως ἂν εἴη καὶ δυσσεβείας οὐ πόρρω, καὶ οὐκ ἂν λογίζοιτο ὅτι καὶ οἱ σφόδρα ἐπιθυμοῦντες τοῖς ὄμμασιν ἀτενίσαι πρὸς τὸν θεὸν πρῶτον μὲν ἐν τοῖς ὕδασι μελετῶσι καὶ διαπειρῶνται τῶν ὀφθαλμῶν πρὸς τὸ φάσμα αὐτοῦ καρτερεῖν τε καὶ ἀπερείδεσθαι, ὡς ἂν μὴ ἀθρόας τῆς ἀληθινῆς μαρμαρυγῆς ἐμπλησθέντες σκότου μᾶλλον ἢ αὐγῆς ἀπολαύσειαν. καὶ ἐμοὶ μὲν ἴσως, ὦ ἄνδρες, καὶ μὴ δυσχεραίνητε ἐπὶ τῷ λόγῳ, ἐγγυμναστέον ἔτι καὶ ἐμμελετητέον ἐστὶ πρὸ τῆς ἀληθινῆς θέας ταῖς εἰκόσι καὶ τοῖς κατόπτροις· διότι δέ, ἐρῶ πρὸς ὑμᾶς. |
| 51 c [10] | ἄπληστα ἔστι μοι τὰ ὄμματα καὶ οὐκ ἀνέχεται οὐδὲ ἀγαπᾷ ἐπιπολῆς μόνον ἰδεῖν, ἀλλὰ πειρᾶται ὅτι μάλιστα εἰσδύεσθαι εἰς τὸ βάθος τοῦ ὁρωμένου. ὅταν οὖν ἀγύμναστα καὶ ἀνάσκητα ἐγχειρῇ, μένει ἔξω περὶ τὰ σχήματα καὶ τὰ χρώματα καὶ οὐχ οἷά τέ ἐστι τῶν ἐνδοτέρω θιγεῖν τε καὶ ἐπορέξασθαι. Τοῦ δὲ βασιλικοῦ κάλλους, οὗ ἐγὼ ὁρᾶν ὥρμημαι καὶ ᾧ ἐγὼ παρεσκεύασα ἐμαυτὸν πρέποντα θεατήν, καλὴ μέν που καὶ ἡ ἔξωθεν ἀγλαΐα, πολὺ δὲ ἀμηχανωτέρα καὶ ἀφραστοτέρα, ἣν ἐγκύψαντας χρὴ ἰδεῖν ὁπόσης γέμει ὥρας τε καὶ εὐμενείας. |
| 51 d [5] | ἔνθ’ ἔνι μέν, καθ’ Ὅμηρον, φιλότης ἀνθρώπων, ἀλλ’ οὐ δολερὰ οὐδ’ ἐπίβουλος, ἀλλὰ θεοειδὴς καὶ ἀκήρατος, ἧς συντεθὲν τὸ ὄνομά ἐστι φιλανθρωπία· ἔνι δ’ ἵμερος σωφροσύνης, ἐνατρεμεῖ δὲ ἀλήθεια, ἐγκατοικεῖ δὲ πρᾳότης, ἐναστράπτει δικαιοσύνη, πολλά τε ἄλλα ἰνδάλλεται κάλλη σεμνά τε καὶ ἅγια καὶ θεσπέσια· οἷς μὴ προαγνεύσαντα ἱκανῶς μηδὲ τὴν ὄψιν προκαθηράμενον ἐκ τῶν φιλοσοφίας φαρμάκων εἰκῆ οὑτωσὶ τὰ ὄμματα ἐξ ἐπιδρομῆς ἐπιβάλλειν οὔτε ὅσιον οὔτε συμφέρον. |
| 52 a [5] | Ἐάσατε οὖν με τῷ κατόπτρῳ ἐνδιαιτᾶσθαι μικρόν τινα χρόνον. κάτοπτρον δ’ ἐκείνου τοῦ κάλλους λαμπρόν τε λίαν καὶ ἐναργὲς ὑμεῖς καὶ ἡ ξύμπασα ἥδε πόλις. καὶ ὅστις ἱκανῶς τεθέαται τὸ κάτοπτρον τοῦτο, πολὺ ἂν πρὸ ἔργου εἴη πρὸς τὴν θέαν τῆς ἀληθινῆς εὐμορφίας· οὕτω πανταχοῦ ἐπιπρέπει τε καὶ ἐπαυγάζει τὰ σύμβολα αὐτῷ τοῦ ἐλλάμποντος τὴν καλλονὴν ἀνδρί τε ἑκάστῳ καὶ ὅλῃ τῇ πόλει, σεμνὸν καὶ βασιλικὸν καὶ γεραρὸν καὶ αἰδοῖον. |
| 52 b [5] | καὶ οὖν ἐπειδὴ κατ’ Αἰσχύλον νῦν ἦλθεν ἐπὶ στόμα ὃ πάλαι ἐχρῆν καὶ ἐξ ἀρχῆς ὑμῖν ἐγὼ συνεορτάζω, οὔ μοι δοκῶ ἔτι ἀπολιμπάνεσθαι τῆς βασιλικῆς πανηγύρεως. καὶ γελοῖος γὰρ ἦν ἐν τοῖς ἔμπροσθεν ὁ λόγος τῆς οἴκοι μονῆς προβαλλόμενος Σάϊν τε καὶ Αἰγυπτίους, ἐξὸν αὐτῷ ἀναμνησθῆναι ὅτι τὰ οἴκοι ταῦτα ὁ νεὼς ἦν τοῦ βασιλέως, ἐν ᾧ θύων τε καὶ καλλιερούμενος μᾶλλον ἂν αὐτῷ πράττοι κεχαρισμένα ἢ εἰ τῆς χλαμύδος αὐτοῦ, καὶ τῶν ποδῶν προὐκαλινδεῖτο. |
| 52 c [10] | Ἦ γὰρ οὐ τοῦτον ἄνδρες τὸν νεὼν πρόκριτόν τε ἐξ ἁπάντων ἐποιήσατε καὶ διατελῆ ἐπιμελούμενοι ὥσπερ ἑστίας; καὶ ἔρχεται αὐτῷ εἰς τὸ ἀνάκτορον τοῦτο πάντα ὅσα ἐκ πάσης γῆς ἀναθήματα· καὶ ἀπάρχονται μὲν τῇδε Αἰγύπτιοι τῷ βασιλεῖ ὁπόσα ἔτη, ἀπάρχονται δὲ Σύροι τε καὶ Ἀσσύριοι καὶ Ἴωνες δὲ καὶ Αἰολεῖς καὶ σχεδόν τι ἅπαντες ἄνθρωποι. |
| 52 d [5] | αἱ δὲ ἀπαρχαί εἰσι νῆες γέμουσαι εὐδαιμονίας, καὶ ὅ τι ἂν ἡ φύσις ἄριστον τέκῃ καὶ ὅ τι ἂν ἡ τέχνη ἐντεχνότατον δημιουργήσῃ, συμφοιτᾷ ἄλλοθεν ἄλλο εἰς τὸ ἱερὸν τοῦτο καὶ συναγείρεται. εἴδη τε ἐν αὐτῷ τέλεια ἵδρυται αὐτοῦ βασιλέως, καθάπερ, οἶμαι, ἐν Δελφοῖς οὐ τοῦ Ἀπόλλωνος μόνου, ἀλλὰ καὶ τοῦ Διός. καὶ Δελφῶν μὲν ἐξ ἀρχῆς Ἀμφικτύονες κτισταὶ καὶ εὑρεταὶ ἐγένοντο, ποιμένος τινὸς ἐν τῷ Παρνασσῷ ἐκ Κασταλίας τῷ μαντικῷ πνεύματι κατασχομένου, καὶ χρόνῳ ὕστερον ἐξεμισθώσαντο Ἀλκμαιωνίδαι τὸ ἔργον φυγόντες Ἀθήνηθεν Πεισιστρατίδας· τούτου δὲ τοῦ νεὼ πατήρ τε καὶ δημιουργὸς ὁ αὐτός ἐστιν ὅσπερ καὶ τοῦ βασιλέως. |
| 53 a | ὃς γὰρ ἐκεῖνον ἐφύτευσε, τόνδε ἐποίησεν. Ἅτε οὖν ἄγαν φιλάδελφος ὢν ἔρωτι καὶ τοῦδε ἔχεται ὥσπερ ὁμογόνου, καὶ ἀεί τι προσμηχανᾶται, ὅπως ἂν ὀλβιώτερος καὶ πολυκλεέστερος εἴη. |
| 53 b [5] | καὶ πάντα μὲν δὴ τὸν ἐγκατοικοῦντα λεὼν ἱερὸν αὑτοῦ νομίζει καὶ ποιεῖται, οὓς δὲ ἐξείλετο ζακόρους τε καὶ ἱερέας, τούτους ἤδη ἐπὶ μέγα κυδαίνει καὶ ὁμοψήφους εἶναι ἑαυτῷ ἀξιοῖ, καὶ μόνου ἄρα τοῦ χοροῦ τοῦ ὑμετέρου αὐτὸς ὁ χορηγὸς πρωτοστάτης ἐστὶ καὶ κορυφαῖος, καὶ ἵδρυται θρόνος ἱερὸς ἐν τῷ πατρῴῳ βουλευτηρίῳ, ἐν ᾧ συγκαθίζειν τε οὐκ ἀναίνεται καὶ προηγορεῖν τοῦ συλλόγου. τῷ τοι καὶ τὰ παρόντα μυστήρια οἱ μὲν ἄλλοι ἄνθρωποι ὡς βασιλεῖ μόνον τελοῦσιν, ὑμᾶς δὲ ἐκεῖνος ἐθέλει καὶ ὡς ὁμοτίμῳ. καὶ ὅταν ἔξω τοῦ ἱεροῦ μυεῖν αὐτῷ δέῃ τὴν τελετήν, ὥσπερ Ἀθηναῖοι στρατευόμενοι πρὸς τὸν Μῆδον πόρρω Ἐλευσῖνος ἐν ταῖς τριήρεσι, κλητούς τινας ἐκ τοῦ καταλόγου προαιρεῖται ἐπὶ τὰ δρώμενα καὶ πειρᾶται ἅπαντας δι’ ὀλίγου κοινωνοὺς ποιεῖσθαι τῆς πανηγύρεως. |
| 53 c [5] | Ὅπερ οὖν λέγω, οὐδέν τι μεῖον ἵλεῳ τυγχάνοιμεν ἂν οἱ ἐνθάδε τὴν πομπὴν διακοσμοῦντες τῶν ἐπὶ τὴν ἁλουργίδα αὐτοῦ πετομένων. καὶ γὰρ δὴ ἵνα μὲν αὐτὸς ἐπιστατῇ καὶ ἐξηγῆται, οὐδεμιᾶς ἂν δέοιτο ἔξωθεν περιάπτου λαμπρότητος ὁ χορός, ἀλλ’ ἐξαρκοῖ μόνῃ αὐτῷ ἀγάλλεσθαι τῇ ξυνουσία· ἵνα δὲ ὥσπερ σμῆνος μελισσῶν κινῆται ἄνευ τοῦ ἀληθινοῦ ἡγεμόνος, πολλῶν ἂν δέοιτο τῶν ἀρηξόντων, εἰ μὴ μέλλοι βομβήσειν τε εἰκῆ καὶ πλανήσεσθαι ὅπη ἔτυχεν. |
| 53 d | εἶεν. Εἰ δὲ ἐγὼ ταῦτα μὲν ἐξ ἀρχῆς ὑμῖν προὐτεινάμην, ἡνίκα ἧκον οἱ ἄγγελοι περιαγγέλλοντες τὴν πανήγυριν, ὅτι ἐγώ, ὦ συγχορευταὶ καὶ ὦ συνθιασῶται, νῦν μὲν ἔξω προκύψας τοῦ ἄστεος ἀφωνίᾳ τε ξυνεσοίμην καὶ οὐχ ἕξω ὅ τι χρήσομαι ἐμαυτῷ. |
| 54 a [10] | οὐ γὰρ ἐάσει φθέγγεσθαι ὁ χειμὼν καθάπερ τὰς ἀηδόνας, ἀλλὰ λωβήσεται τὸν Ἑρμῆν τὸν λόγιον ὁ ἐρωδιός. μένειν δὲ ἐνθάδε ἐώμενος διδάσκαλος ἂν γενοίμην τοῦ χοροῦ, καὶ ἀντᾳσόμεθα ἅμα τοῖς Ἰταλιώταις ὑμνοποιοῖς, καὶ εἴπερ ἀρεστὸς ὑμῖν ὁ ὕμνος φανείη, δῶρον αὐτὸν ποιησόμεθα τῷ βασιλεῖ. ὁ δὲ προσήσεται, εὖ οἶδα, εὐμενέστερόν τε καὶ ἥδιον ἢ παρὰ Κινύρου τὸν θώρακα ὁ Ἀγαμέμνων· φιλόλογος γὰρ οὐχ ἧττόν ἐστιν ἢ φιλοπόλεμος καὶ τὰ ξένια τῶν Μουσῶν οὐκ ἀτιμότερα τῶν τοῦ Ἡφαίστου ποιεῖται. |
| 54 b [5] | καὶ ταῦτα ἐγὼ οὐ μαντευόμενος λέγω, γιγνώσκων δὲ ὅτι καὶ πρώην οὐ χρυσοῦν δή τινα στέφανον χρυσοῦ ἀπέφθου πολλῶν ταλάντων, οἷοι πολλοὶ αὐτῷ ἀφικνοῦνται καὶ πολλαχόθεν, πέμπει ὑμῶν ψηφισαμένων, ἀλλ’ ὃν ἐγὼ ἐπλεξάμην, ἄνθη ἀκήρατα συλλεξάμενος ἐκ τῶν Πλάτωνος καὶ Ἀριστοτέλους λειμώνων, καὶ ἔδειξα τῇ βουλῇ καὶ τῷ δήμῳ ἐν τῷ αὐτῷ τούτῳ θεάτρῳ, εὐφράνθη τε ὡς οὐκ ἄλλῳ δώρῳ καὶ περὶ πολλοῦ ἐποιήσατο· καὶ ἡ χαλκῆ εἰκὼν ἐξ ἐκείνου τοῦ ᾄσματος. |
| 54 c [5] | εἰ οὖν ταῦτα ὑμῖν προὐτεινάμην, εὖ οἶδ’ ὅτι ἀπρὶξ ἄν μου ἐλάβεσθε καὶ περιείχεσθε μᾶλλον ἢ τοῦ ἀγάλματος τῆς Αὐξησίας οἱ Αἰγινῆται. Καὶ νῦν δὴ οὕτω ξυμβαίνει διὰ τὴν ἐμὴν βραδυτῆτα καὶ τὸν ὄκνον, πλέον τι εἰσηνέγκατε τῇ πανηγύρει. οὐ γὰρ μόνον θεωροὺς ἐπέμψατε ὥσπερ εἰς Δῆλον, ἀλλὰ καὶ οἴκοι στεφανηφορεῖτε καὶ εὐθυμεῖσθε καὶ ἑστιᾶσθε, οὐκ εἰς τραπέζας ἐπικύψαντες βασιλικάς, οὐδὲ οἰνοχόων ὑμᾶς ξενιζόντων καὶ τραπεζοποιῶν καὶ μαγείρων, ἀλλὰ τῆς φίλης βασιλεῖ φιλοσοφίας. |
| 54 d [5] | φίλην γὰρ αὐτὴν βασιλεῖ ὀνομάζειν οὐ δυσωποῦμαι, ἣν ἀπολιμπάνουσαν ἤδη ἀνθρώπους ἔσχε τε καὶ εἵσατο παρ’ ὑμῖν, καὶ ἐς τοσόνδε ἐποίησεν ἐρίτιμόν τε καὶ εὐκλεᾶ ὥστε πολλοὺς εἶναι τοὺς περιβλέποντας καὶ ζητοῦντας καὶ ἑτοίμους ἀντιλαμβάνεσθαι καὶ θεραπεύειν. τῷ γὰρ ὄντι φύσις αὕτη, ὡς ἔοικεν, ἀσκεῖσθαι μὲν τὸ τιμώμενον, ἀμελεῖσθαι δὲ τὸ ἀτιμαζόμενον. Ἴσως μὲν οὐ δεῖται ὁ χορὸς ὁ ὑμέτερος διδασκάλου πρὸς τὸν ὕμνον τοῦ βασιλέως· ἀεὶ γὰρ ὑμῶν ἐν μελέτῃ ἐστίν, οἷς γε καὶ ἡμέραι εἰσὶν ἱεραὶ ἐπὶ τῇ μελέτῃ ἐξῃρημέναι καὶ αὐταὶ οὐκ ὀλίγαι τοῦ ἔτους, αἷς ξυνιόντες καὶ ξυλλεγόμενοι εἰς τὸ ἄδυτον ἐν ἐσθῆτι ἱερᾷ συγγυμνάζεσθε ἐν ἀπορρήτῳ τὰς εὐφημίας. |
| 55 a | ἀλλ’ οὕτως ἄρα ἐγὼ κομψός τέ εἰμι καὶ ἀλαζών, ὥστε καὶ νῦν οὐδὲν ἄλλο εἰπὼν δεξιῶς ἢ ἃ παρ’ ὑμῶν ἔμαθον ῥήματα ἀντὶ μαθητοῦ ἀμφισβητῶ διδάσκαλος εἶναι. καὶ γὰρ ὅτι Κωνσταντίνου ἐστὶ γέννημα καὶ θρέμμα ἡ γερουσία καὶ ὅτι προσήκει αὐτῆς τῷ ἐκείνου υἱεῖ κήδεσθαι, καὶ προορᾶν ὡς ὁμοπάτορος, καὶ τἄλλα ἐφ’ οἷς πάνυ ἐξεβοήσατε, ἔλαθον ἄρα ἐκεῖθεν ἐσκευωρημένος. |
| 55 b [5] | Καὶ ἴσως ἄν με καὶ γραφήν τις γράψαιτο ἀσεβείας, ὅτι ἐξήνεγκα ὑμῖν τὰ μυστήρια. τὰ δὲ οὐκ ἔστι μυστήρια, εἰ μὴ ἄρα οὐχ ὑμῶν μόνων, ἀλλὰ καὶ πάσης γῆς καὶ θαλάσσης ὅσα ξυνεβάλετο καὶ ξυνέπραξεν εἰς τὴν γένναν ὑμῶν τῷ γεννήτορι. οὕτω δὲ καὶ Αἰθίοπες καὶ Ἰνδοὶ καὶ οὓς λέγει Ὅμηρος Κιμμερίους ἔξω τοῦ ἡλίου τῷ ὠκεανῷ προσοικοῦντας εἶεν ἂν τὰ μυστήρια τετελεσμένοι. |
| 55 c [10] | πάντες γὰρ δὴ οὗτοι συνήνεγκάν τε καὶ συνετέλεσαν εἰς τὰς ὠδῖνας τῷ βασιλεῖ, καὶ οὗτοι πάντες συγχωροῦσιν ὅτι ἡμεῖς μάλιστα ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους τῷ Κωνσταντίνου γόνῳ συναιρόμεθα, καὶ τὴν εὐδαιμονίαν καὶ τὴν εὐπραγίαν οὐκ ἄλλοθεν ἔχομεν ἐξημμένην ἢ ἐκ τῶν ἀπ’ ἐκείνου ἀμμάτων, ὥσπερ, οἶμαι, καὶ τοῦ ἡλίου οἱ μὲν ἄλλοι ἀστέρες κατ’ ἄλλο τι ἀπολαύουσι, τῇ σελήνῃ δὲ ἄρα ἐκεῖθεν ἐξήρτηται καὶ αὐτὸ τὸ φῶς καὶ αὐτὸ τὸ λάμπειν. |
| 55 d [5] | ἅτε οὖν οὐκ ἐπίθετον κεκτημένοι τὴν πρὸς αὐτὸν εὔνοιαν, ἀλλ’ ἀναγκαίαν, εἰκότως, οἶμαι, καὶ ἐξ ἴσης ἀνταγαπώμεθα. Διὸ λέγει που ἡ τραγῳδία ὅτι φέρει πολλὴν ἡδονὴν καὶ τῷ σωθέντι μεμνῆσθαι πόνων παροιχομένων. ἀναμνήσθητε οὖν πρὸς φιλίου ἡνίκα ἐξερράγη μὲν ἡ τυραννὶς περὶ τὴν ἑσπέραν, συμπαρέφυ δὲ καὶ ἑτέρα ἐν Ἰλλυριοῖς, ὡς ἅπασα οὖν ἡ ἀρχὴ ὀρθὴ ἦν καὶ μετέωρος πρὸς τὸ μέλλον, ἡ πόλις δὲ ἐνδεινότερον ἐξεπέπληκτο ὑπὸ δείματος, καὶ ἔπαλλε μὲν αὐτῆς ἡ καρδία, ἐβάμβαινε δὲ ἡ φωνή, κρύπτειν δὲ ἐπιχειροῦσα τὸ δέος ἐξηλέγχετο ὅμως ὑπὸ τοῦ πάθους ἀλλοχροοῦσά τε καὶ ἀδημονοῦσα καὶ ἀπορίᾳ ξυνεχομένη, ἕως ὁ βασιλεὺς ὁ μέγας ἀνακαθηράμενος καὶ φραξάμενος τὰ πρὸς ἕω ἧκε τε εὐμενὴς παρ’ αὐτῇ καὶ χεῖρα ὤρεξε κραδαινομένῃ καὶ προὐτρέψατο εὔψυχον εἶναι· καὶ ὀλίγῳ ὕστερον πέμπει αἰχμάλωτον αὐτῇ τὸν ἕτερον τῶν τυράννων, ὃν πῶς ἄν τις λέγοι αἰχμάλωτον; οὐ γὰρ αἰχμῇ ἑάλω, ἀλλ’ ὑπὸ λόγου ἠνδραποδίσθη, καὶ ἀπεδύσατο οὐ τὸ γῆρας καθάπερ οἱ ὄφεις, ἀλλὰ τὴν ἔξωρον ἁλουργίδα, τὸ γῆρας δὲ αὐτῷ διετήρησεν ὁ βασιλεὺς ὁ καλλίτεχνος ἀτεχνῶς, μάλιστα δὲ ἐπὶ ταύτῃ τῇ νίκῃ, ὅτι τῷ καλλίστῳ ὅπλῳ ἐκτήσατο. |
| 56 c [5] | Δεξαμένη δὲ ἡ πόλις προοίμιον τῆς διὰ τῶν ὅπλων νίκης τὴν διὰ τοῦ λόγου, μικρὸν μέν τι ἀνεθάρρησε καὶ ἀνέπνευσε, πυνθανομένη δὲ τὸν αὐθέντην καὶ παλαμναῖον χεῖρά τε ἀνταίρειν ἡγηλατοῦντι τῷ βασιλεῖ καὶ διακριβοῦσθαι αὐτῇ καὶ ἀπειλεῖν θεοβλαβοῦντα λάφυρά τε καὶ ἀνδραποδισμὸν καὶ ἀνάστασιν, οἰκειοτάτῃ καὶ συγγενεστάτῃ τῶν δεσποτῶν εἰς οὓς ἐξεμάνη καὶ ἐπαρῴνησεν, οὐ πρόσθεν ἄρα τοῦ κλόνου ἐπαύσατο καὶ τῆς ὑποψίας ἕως ἐπεῖδε τοῖς ὀφθαλμοῖς πάντα αὐτῷ ἐκεῖνα τετραμμένα εἰς τὴν κεφαλήν. |
| 56 d [5] | ᾗ οὖν ὑπάρχει μάλιστα πόλεων τῆς βασιλέως τύχης συναπολαύειν ᾗ ἂν ὁρμήσῃ, τί ἂν ἄλλο ἐκφέροι ἐναργέστερον σημεῖον ἀληθινῆς καὶ ἀπλάστου εὐνοίας; Ταῦτά τοι ἀκριβῶς πεπεισμένος καὶ τὰς ἄλλας νίκας ὑμῖν σὺν ἡδονῇ ἀνακοινοῦται καὶ ἐν γράμμασι διαλέγεσθαι ἀξιοῖ, μικροῦ ὥσπερ Τιμόθεος Ἀθηναίοις καὶ Χαβρίας καὶ Ἰφικράτης οἱ τῷ δήμῳ ὑπεύθυνοι στρατηγοί, χωρία τε πολέμια ἐξηγούμενος καὶ ποταμοὺς καὶ τενάγη καὶ νάπας καὶ τάφρους καὶ χαρακώματα καὶ ὁπλιτῶν ἐπιθέσεις καὶ ἱπποκρατίας, καὶ ἐπὶ μάλιστα ὑμᾶς προσαναγκάζων τῷ λόγῳ Ῥῆνόν τε ὁρᾶν γεφυρούμενον καὶ Χάονάς τε καὶ Ἰάζυγας κεραϊζομένους, Γερμανῶν τε φῦλα ἀτάσθαλα δίκην τίνοντα ὧν ἐξύβρισε. |
| 57 a | Καὶ οὕτως ἐγὼ ἀληθεύω, καὶ οὐ μόνον κεῖθί ἐστι βασιλεὺς ὅπη ὁρᾶται, ἀλλά γε ἐν Κελτοῖς στρατοπεδεύων Πέρσας εἰρήνης ἐπιθυμεῖν ἀναγκάζει. |
| 57 b [5] | καὶ εἶδον ἐγὼ ἔναγχος ἐν τῷ ἄστει τοῦ Ἀντιόχου ἄνδρας ἐκ Σούσων καὶ Ἐκβατάνων ἀφιγμένους σὺν κηρυκείοις καὶ γράμματα ἀρχαῖα βύσσῳ λευκῇ ἐνειλιγμένα· τὰ δὲ γράμματα ἐξελιπάρει τὸν ὕπαρχον σπονδὰς πράττειν Ἀχαιμενίδαις καὶ δεξιὰν ἐκ βασιλέως. ἐγὼ οὖν ταύτην τὴν νίκην ἰσχυροτέραν ὑπολαμβάνω ἢ εἰ μάχῃ τε ἔναγχος ἐκρατήθησαν καὶ ἐτέτμητο αὐτῶν ἡ γῆ καὶ φρούρια εἵλομεν καὶ αἰχμαλώτους. |
| 57 c [5] | τότε μὲν γὰρ καὶ τύχην ἐπῃτιῶντο καὶ ἀναμαχεῖσθαι ἠπείλουν, νῦν δὲ ἑκόντες ὑποπτήξαντες δηλοῦσι τῇ γνώμῃ αὐτῇ ἡττημένοι. καὶ Ἀλεξάνδρου μὲν Δαρεῖος μόλις ποτὲ ὕστερον ἐδεήθη, πρότερον μὲν ἐπὶ Γρανίκῳ πληγείς, μετὰ ταῦτα δὲ ἐν Ἴσσῳ τῆς Κιλικίας, βασιλέως δὲ ἀπὸ τῶν Τίγριδος ῥείθρων τὰ ὅπλα τρέψαντος ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν οὐκ ἤνεγκαν οἱ ἐν Βαβυλῶνι οὕτω πόρρω οὖσαν τὴν ἀπειλήν. Ἀλλ’ ὅθεν δεῦρο ἐξετραπόμεθα, ὡς ἄρα ὑμῖν εἰκότως ἐγκαλλωπίζεται καὶ ἐναβρύνεται ὁ βασιλεύς, τρόπαια συχνὰ ἐπιδεικνύμενος καὶ τὰς ἀριστείας, ἅτε ἀληθινῶς καὶ ἐκ τοῦ βάθους συνηδομένοις. |
| 57 d [5] | τοὺς γὰρ μάλιστα αὐτῷ συναπολαύοντας τῆς εὐπραγίας μάλιστα ἀναγκαῖον εὖ πράττοντι συγγανύσκεσθαι. τιμῶντα δὲ αὐτὸν καὶ ἡ πόλις ἀντιτιμᾶν πειρᾶται καὶ ἀντικυδαίνειν οἷς παρ’ ἐκείνου κέκτηται ἀγαθοῖς, ὥσπερ, οἶμαι, καὶ τὸν θεὸν οἱ ἄνθρωποι ἀντιτιμῶσιν οἷς παρ’ ἐκείνου ἔχουσι θύμασί τε καὶ ἀναθήμασι. |
| 58 a [5] | καὶ μεστὸς μὲν ἱπποδρόμος τῶν ἁρμάτων ἐφ’ ἑκάστῃ νίκῃ καὶ ἐφ’ ἑκάστῳ τροπαίῳ, διὰ δὲ τὸ πλῆθος τῶν εὐαγγελίων διατελοῦμεν πανηγυρίζοντες, καὶ μόνοις ἄρα συμβέβηκεν οὐκ ἀναπαύσεις εἶναι τὰς ἑορτάς, ἀλλ’ ἀναπαύσεως δεῖσθαι. Καὶ ἐπειδὴ Ἀλεξάνδρου ἐμνήσθη μικρῷ πρόσθεν ὁ λόγος, τῆς μὲν Ἀλεξάνδρου εὐτυχίας Πέλλα οὐδὲν συναπώνατο ἢ συναπέλαυσεν, ἀλλὰ τοσαύτην γῆν κτησάμενος ἐν ἑαυτῷ πλέθρῳ ἑνὶ μείζω οὐκ ἐποίησε τὴν πατρίδα, βασιλεῖ δὲ εἰκότως συναυξάνεται πόλις ἡ τῆς βασιλείας ἡλικιῶτις. |
| 58 b [5] | πυνθάνομαι γὰρ ὡς καὶ ἠμφίασεν ὁμοῦ ὁ γεννήτωρ τό τε ἄστυ τῷ κύκλῳ καὶ τὸν υἱέα τῇ ἁλουργίδι. ὥστε ἐν δίκῃ τριπλασιάσας τὴν ἀρχὴν πολλαπλασιάζει αὐτῆς τὴν ὁμήλικα, οὐ τὸν περίβολον ἐξάγων, ἀλλὰ τῷ κάλλει προσμηχανώμενος, πηγάς τε μαστεύων ἀφθονωτέρων ναμάτων, λουτρά τε ἐπώνυμα οἰκοδομούμενος, ὧν τὸ μέγεθος μὲν ἤδη ὁρᾶτε, τὸ κάλλος δὲ ἐλπίζεται πρέπον τῷ μεγέθει, δρόμῳ τε αὐτὴν ὑποστέγῳ οἷα πολυτελεῖ μίτρᾳ διαζωννύς, καὶ τὴν βασίλειον ἀγορὰν ὥσπερ καλύπτραν διαπλέκων χρυσῷ καὶ μορίοις. |
| 58 c | τὸ δὲ ἁπάντων ἐρωτικώτατόν τε καὶ ἐμπυρώτατον, ὅτι ἥκιστα αὐτὸς τρυφῶν χορηγεῖ τῇ πόλει τρυφῆς ἀφθονίαν, καὶ τὴν ἑαυτοῦ ψυχὴν ἀποκλείων ταῖς ἡδοναῖς συναλίζει ὑμῖν τὰς νομίμους ἁπανταχόθεν. ὥστε καὶ ὅσα παρ’ ἑτέροις ἀγαπητὰ θεάματα καὶ ἀκούσματα κατακορῆ ἡμῖν καὶ πλήσμια ἤδη, καὶ ἐκ τούτου σωφρονεστέρα γίνεται ἡ πόλις· ὧν γὰρ οἱ ἄλλοι ἐκκρέμανται δι’ ἔνδειαν καὶ ἀπορίαν, οὐδὲν ἡμῖν περισπούδαστον οὐδὲ τίμιον. |
| 58 d [5] | Ἐκεῖνο δὲ ἤδη πῶς οὐ μακρὰν καὶ πόρρω τῶν παιδικῶν προορῶντος, ὅτι καὶ συμβασιλεύειν αὑτῷ ἄνδρα ἐξείλετο, ὅντινα αὐτῷ καὶ συνερᾶν τῆς καλλιπόλεως ἀναγκαῖον; οὗ τῇδε μὲν τὼ γεννήτορε συνηλθέτην, τῇδε δ’ ἐσπάρη τε καὶ ἐφυτεύθη, πόλις δὲ αὐτὸν ἐμαιώσατο ἐκ τῶν ὠδίνων, πόλις δὲ αὐτὸν ἐξέθρεψε καὶ ἐξεπαίδευσε, καὶ ἀπέφηνεν ἄξιον αὐτὸν βασιλεῖ κοινωνὸν τῆς ἀρχῆς, ἴσα βαίνοντα, ἴσα φρονοῦντα, συνοπλοφοροῦντα, συνασπίζοντα, συνδρῶντα, οὐ φυλακῆς δεόμενον, ἀλλ’ αὐτὸν φύλακα ὄντα καὶ ἔρυμα τοῦ ἑλομένου. |
| 59 a | διὰ ταῦτα γὰρ καὶ αἵματι πάνυ ἀγχοῦ προσχόμενον ἔτι προσηγάγετο ἐγγυτέρω τῇ ἐκ τοῦ γάμου κηδείᾳ καὶ συνεδήσατο πρὸς τὴν πόλιν δεσμῷ ἀναγκαίῳ, μείζω ποιήσας τὴν πρὸς τὸν οἰκιστὴν ἀγχιστείαν. |
| 59 b [5] | καὶ ἐπειδὴ ὡρμήθη ὁ λόγος τὰ δείγματα ὑμῖν συλλέξασθαι τῆς βασιλέως εὐνοίας, ἀκούσατε αὐτοῦ πρὸς Χαρίτων εὖ μάλα ἐντεινάμενοι τὴν διάνοιαν, ἢ διαφεύξεται ὑμᾶς ὑπ’ εὐλαβείας ζόφῳ καὶ ἀσαφείᾳ συγκαλύψας ὥσπερ ἀχλύϊ. οὕτω γὰρ δὴ ἡμῖν ὁ ἐραστὴς ἀμηχάνῳ φίλτρῳ ξυνέχεται ὥστε οὐ μόνον παρὰ τῶν ζώντων ἁπάντων ἀγείρει τῇ πόλει τὴν εὐπραγίαν, ἀλλὰ καὶ παρὰ τῶν πάλαι ἀποιχομένων ὅσαπερ οἴεται ἀγαθὰ ἐρανίζεται. |
| 59 c [5] | καὶ οὐδὲ τοῦτο αὐτῷ ἀποχρῶν τε καὶ ἱκανόν, ἀλλ’ ἐκεῖνο ἤδη ἰοὺ ἰοὺ ὡς ἄτοπον καὶ τεράστιον, ὅτι καὶ τὰς ψυχὰς αὐτάς, ὦ θαυμάσιοι, τῶν σοφῶν καὶ ἀοιδίμων ἡρώων ἐπ’ ὠφελείᾳ τῆς πόλεως ἀνακαλεῖται καὶ ἀνίστησιν ἐκ τῶν τάφων. οὔ τί που οἴεσθε μαγγανείαν τὸ χρῆμα καὶ μανίαν; καὶ μὴν οὐκ ἄλλο ἔργον αἱρετώτερόν τε καὶ θεοφιλέστερον τοῦ ἐραστοῦ· καὶ ἐρῶ ὑμῖν σαφέστερον, ἵνα μάθητε ὅ τι καὶ λέγω καὶ μὴ θορυβῆσθε. Ψυχὴν τοίνυν ὑπολαμβάνω ἐγὼ ἀνδρὸς σοφοῦ εἶναι τὴν σοφίαν καὶ τὸν νοῦν καὶ τὸν λόγον, ἠρία δὲ τῶν ψυχῶν τούτων τὰς βίβλους τε καὶ τὰ γράμματα, ἐν οἷς ἀπόκειται αὐτῶν τὰ λείψανα ὥσπερ ἐν μνήμασι. |
| 59 d [5] | ταῦτα οὖν τὰ μνήματα ὑπὸ μικρᾶς ἀθεραπευσίας διαρρυέντα ὥσπερ οἰκοδομήματα ἐν τῷ θησαυρῷ τῆς μνημοσύνης καὶ κινδυνεύοντα παντάπασιν αὐτά τε ἀϊστωθῆναι καὶ ἀποσβῆναι καὶ συναποσβέσαι τὰς ψυχὰς τὰς ἐγκειμένας, ἀναζωπυρεῖν παραγγέλλει, καὶ τάττει μὲν ἄρχοντα ἐπὶ τῷ ἔργῳ, καὶ ἐπιδίδωσι τὴν χορηγίαν τῷ ἐπιτηδεύματι. |
| 60 a [5] | καὶ ἐργάζονται ὑμῖν ταῦτα τὰ ἔργα οὐ χαλκεῖς καὶ τέκτονες καὶ λιθολόγοι, ἀλλ’ οἱ τῆς Κάδμου καὶ Παλαμήδους τέχνης δημιουργοί, οἳ ἱκανοί εἰσι τὸν νοῦν μετοικίζειν ἐκ παλαιοῦ σκήνους ἐκτετηκότος εἰς ἀρτιπαγές τε καὶ νεουργόν. καὶ ὀλίγῳ ὕστερον ὑμῖν ἀναβιώσεται μὲν δημοσίᾳ ὁ πάνσοφος Πλάτων, ἀναβιώσεται δὲ ὁ Ἀριστοτέλης, καὶ ὁ ῥήτωρ ὁ Παιανιεύς, καὶ ὁ τοῦ Θεοδώρου καὶ ὁ τοῦ Ὀλώρου. |
| 60 b [5] | καὶ τούτων μὲν δὴ τῶν ἀνδρῶν εἰ καὶ τὰ ἐν κοινῷ ἀγάλματα ἐκινδύνευεν, ἀλλὰ τά γε ἴδια παρ’ ἑκάστῳ καὶ ἄνευ νόμου φυλακῆς τυγχάνει καὶ σωτηρίας, καὶ ἱκανὴ αὐτὴ διασῴζειν ἡ περιουσία τῆς ἀρετῆς. ὅσοι δὲ ὀπαδοί τε ἐκείνων καὶ τὰ ἔργα αὐτῶν οὐκ ἐξαρκεῖ ἑαυτοῖς πρὸς διαμονήν, τούτους βιάζεται θνητοὺς ὄντας ἀθανάτους ποιεῖν ἡ βασιλέως προμήθεια, πολλοὺς μὲν Ὁμήρου ὑποφήτας καὶ νεωκόρους, πολλοὺς δὲ Ἡσιόδου θεραπευτάς, Χρύσιππόν τε αὐτὸν ἤδη καὶ Ζήνωνα καὶ Κλεάνθην, χορούς τε ὅλους ἐκ Λυκείου καὶ Ἀκαδημίας, ἐν βραχεῖ τε εἰπεῖν στῖφος ἀνάριθμον ἀρχαίας σοφίας, οὐ κοινῆς οὐδὲ ἐν μέσῳ κυλινδουμένης, ἀλλὰ σπανίου τε καὶ ἀποθέτου, ἀμένηνόν τε ἤδη καὶ ἐξίτηλον, ἐν τῷ χρόνῳ ἐν σκότῳ κατορωρυγμένον, κινεῖ καὶ ἐγείρει ὥσπερ ἐξ Ἅιδου, καὶ τοιαῦτα ἕτερα ὑμῖν καὶ ἀμείνω ἀγάλματα ἀνίστησι τῶν Μουσῶν. |
| 60 c [5] | Ἆρα ἀγνοεῖτε ὁπόσῳ ὑμῖν σεμνότερος καὶ βασιλικώτερος ὅδε ὁ κόσμος τῶν περιστύλων τοῦ θεάτρου καὶ τοῦ διοφανοῦς ἱπποδρόμου, καὶ ὅτι φρονοίητε ἂν ἐπ’ αὐτῷ μᾶλλον δικαίως ἢ ἐπὶ τοῖς λιμέσι τοῖς ἐντὸς πυλῶν, δι’ ὧν εἰσρεῖ καὶ ἐμπλέκεται ἡ θάλασσα τοῖς ἐν μέσαις ταῖς ἀγοραῖς; ταῦτα γὰρ ἅπαντα, οἶμαι, τύρβη καὶ ὄχλος καὶ βαναυσία, καὶ ἀρχαῖα μὲν τὰ θεάματα, ἀχρεῖα δὲ τὰ ἀκούσματα. |
| 60 d | μόνος δὲ οὗτος ὁ κόσμος ἀμείνους ποιεῖ τοὺς θεωμένους, καὶ ὅσῳπερ ἄν τις αὐτὸν ἀτενέστερον καθορῴη καὶ γίγνοιτο ἐνδοτέρω, τοσῷδε ἄπεισιν ὀλβιώτερος τοῦ θεάματος. |
| 61 a [5] | καὶ τέως μὲν τῇ πόλει ὤναντο τοῦ εἴδους, ὅτι ἔρχεται μὲν εἰς αὐτὴν ἅπαντα ἁπανταχόθεν τὰ ἀγαθά, ἐξέρχεται δὲ οὐδέν, εἰ μὴ γῆ καὶ ψάμμος καὶ φορυτός, νῦν δὲ ὥρα ἐξάγειν καὶ ἐμπορεύεσθαι παρ’ ὑμῶν οὐ μὰ Δί’ οὐ χρυσὸν οὐδὲ ξύλα οὐδὲ πορφύραν, ὥσπερ ἐκ μετάλλου ἢ ὄρους ἢ βακτηρίας, ἀλλ’ οὐδὲ οἴνου σταμνία οὐδὲ ὄσπρια οὐδὲ τραγήματα. ταῦτα μὲν ἐπιεικῶς οἶμαι ὑπάρχειν παρὰ τῶν φαυλοτέρων ἐκκαρποῦσθαι τοῖς ἀμείνοσιν, ὃ δὲ ἄρτι ἐμπόριον ὑμῖν κατασκευάζεται βασιλεύς, ἀρετή ἐστιν ἐκ τοῦδε καὶ φρόνησις τὰ ἀγώγιμα. |
| 61 b [5] | καὶ ἥξουσιν ἡμῖν ἐπὶ ταύτην τὴν ἐμπορίαν οὐ κάπηλοι καὶ ναῦται καὶ φορτικὸς ὄχλος, ἀλλ’ οἱ ἔκκριτοι καὶ φιλομαθέστατοι καὶ ὅ τι ἄνθος Ἑλλήνων, λόγοι καὶ παιδεία τὰ ἀγοράσματα. μῶν οὖν ὑμῖν φαίνονται ἀπεικότως αἱ Μοῦσαι συστρατεύεσθαι τῷ βασιλεῖ καὶ διδόναι αὐτῷ νίκας ἐξαιρέτους, ὧν ὁ Ἄρης οὐκ ἐκοινώνησε; Φέρε δὴ ὑμῖν καὶ τὸν σύμβουλον μηνύσω. |
| 61 c [5] | δίκαιος γὰρ μὴ σιωπᾶσθαι ὑπὸ τῶν λόγων, τοσοῖσδε λόγοις ἐπαρήξας διολλυμένοις, καὶ ἄξιος ἐπαινεῖσθαι τῆς καινουργίας, ὅτι οὐκ ἐνταῦθα ἔστη, ἵνα περ οἱ ἄλλοι καταρτιστῆρες, οὐδ’ ἀποχρῆν ἐνόμισεν ἀγορᾶς τε εὐκολίαν παρέχεσθαι καὶ βαλανείων φλογώσεις, ἀλλ’ εἰς τόσον ἄρα προὔβη ἡ γνώμη τῆς προμηθείας ὥστε καὶ σοφίας ὑμῖν δημόσιον πλοῦτον ἐμηχανήσατο. ἔτι οὖν ἀχθέσεται βασιλεύς, εἰ καὶ ἐγὼ τοὺς ἐμοὺς λόγους ὑμῖν πρὸ τῶν ἄλλων ἐπιδιδοίην καὶ οὐ πρόσθεν ἐξάγοιμι τείχους, εἰ μὴ ξυλλεγεῖσα ἡ ἐκκλησία δοκιμάσειέ τε ὥσπερ ἐφήβους καὶ ἐπίθοιτο τὴν δημοσίαν σφραγῖδα; τηνικαῦτα γάρ μοι ἀτεχνῶς πτεροφυοῦσι καὶ τελειοῦνται καὶ οἷοί τέ εἰσιν ἐκ τῆς νεοττιᾶς ἀνᾴσσειν μετέωροι καὶ ὑψηλοὶ καὶ ἀξιόχρεῳ πέτεσθαι πρός τε αὐτὸν βασιλέα καὶ παρ’ ἐκείνου ἐφ’ ἅπασαν γῆν τε καὶ θάλασσαν. |
| 62 a [5] | καὶ εἴ πη ἂν αὐτοῖς κορώνη λακέρυζα ἐπικρώξειεν ὅτι φιλοσοφεῖν ποιούμενοι μεθαρμόζονται εἰς τοὺς ῥήτορας, ἱκανοὶ μεθ’ ἡμῶν ἀμύνασθαι καὶ ἐλέγχειν ὅτι αἱ κορῶναι αὗται οὐκ ἐγεύσαντο τῆς Πλάτωνος μούσης· εἰ μὴ οἴονται καὶ Πλάτωνα ἐπαινέτην εἶναι καὶ ὑμνοποιὸν τοῦ ἀληθινοῦ βασιλέως, ὁπόταν λέγῃ καὶ γράφῃ ἄντικρυς οὑτωσί, τότε ἄριστα τὸν βίον καὶ εὐδαιμονέστατα ἕξειν, ὅταν γένηται βασιλεὺς νέος, σώφρων, μνήμων, ἀνδρεῖος, μεγαλοπρεπής, εὐμαθής. Εἰ μὲν οὖν τι τούτων ἐνδεῖ ἡμῖν τῶν ῥημάτων, καὶ ἡ σωφροσύνη ἀμφισβητήσιμος, πρὸς ὃν οὐδὲν σεμνὸν ὁ Ἱππόλυτος, ἢ μνήμην ἄν τις ἐπαιτιάσαιτο, οὗ μᾶλλον κατέχει τοὺς τύπους ἡ φαντασία ἢ οἱ δακτύλιοι τὰ ἐγγλύμματα, ἢ τὴν ἀνδρείαν, ᾧ οὐκ ἐξὸν εἰρήνην ἄγειν πρὸς τοὺς τυράννους, πολλῶν νουθετούντων, τῆς ἑαυτοῦ ῥᾳστώνης ἐπίπροσθεν ἐποιήσατο τὴν Ῥωμαίων ἐλευθερίαν. |
| 62 b [5] | μεγαλοπρέπειαν δὲ τὴν μὲν ἐν δαπανήμασι τί ἄν τις λέγοι; τὴν δὲ ἐν τῷ ἄλλῳ μεγέθει τῆς ψυχῆς εἴ τις ἄρα ποθεῖ, ἐννοησάτω δυοῖν ἀνδρῶν, τοῦ μὲν σωτηρίαν, τοῦ δὲ τιμωρίαν, ὧν τὸν μὲν ἰδίᾳ λυπήσαντα διὰ τὴν ἐς τὰ κοινὰ ἀρετὴν διετήρησε καὶ ἐφύλαξε, τῷ δὲ ἔναγχος οὐκ ἤρκεσε λυγρὸν ὄλεθρον ἡ κολακεία καὶ ἡ θωπεία, ὅτι χρηματισμὸν ἐπεποίητο τὴν ὑπόκρισιν τῆς εὐνοίας. |
| 62 c [5] | Ὅπερ οὖν εἶπον, εἰ μέν τι τούτων ἐνδεῖ ἡμῖν τῶν ῥημάτων, ἄλλον ἄν τινα ἐπαινοίημεν ἡμεῖς καὶ οὐχ ὅνπερ οἴεται ὁ Ἀρίστωνος· εἰ δὲ ὁ μὲν τύπους βασιλικοὺς ἐν κοινῷ ὑπεγράψατο διὰ τῶν λόγων, χήτει παραδείγματος ἀληθινοῦ, ἡμῖν δὲ ἔδωκεν ὁ θεὸς ἐπιδεῖν τὴν μορφὴν ἐν ᾗ ἐξέλαμψαν οἱ τύποι καὶ ἐξεφάνησαν, εἴημεν, ὡς ἔοικε, τοῦ θείου Πλάτωνος οὐ κολακικώτεροι, ἀλλ’ εὐποτμότεροι, ὅτι ὁπόσα ἐκεῖνος ὠνειροπόλησεν, ὕπαρ ἡμεῖς τεθεάμεθα. |