Σκοπός ἐστι τῷ Φιλοσόφῳ ἐνταῦθα διαλαβεῖν περὶ τῶν φαινομένων ἐλέγχων, οὐκ ὄντων δὲ ἀληθῶς ἐλέγχων ἀλλὰ παραλογισμῶν καὶ τὸ ὅλον σοφιστικῶν. ἔλεγχος γάρ ἐστι συλλογισμὸς ἀντιφάσεως, καὶ ἐξ ὧν γίνεται συλλογισμός, ἐκ τούτων καὶ ἔλεγχος. πάλιν ἔλεγχος συλλογισμός, οὐ μὴν δὲ πᾶς συλλογισμὸς ἔλεγχος· ὁ γὰρ ἔλεγχός ἐστι συλλογισμὸς ... πρὸς ... συμπερανθ... ἀντιφατικός, καὶ ὃπερ ἐπὶ προτάσεως εἶχεν ... τοῦτο ἐπὶ συλλογισμῶν ἔλεγχος. περὶ ὧν νῦν λέγει ἐλέγχων ... οὐχ ἵνα χρώμεθα καὶ παραλογίζωμεν ἄλλους τούτοις εἰς τὴν ... ... ... μᾶλλον πῶς … λύονται … ὥστε ἵνα μὴ παραλογιζώμεθα περὶ αὐτῶν διδασκόμεθα. ἐπειδὴ γὰρ ἐπὶ παντ … ς ... ... ... ... ... ἐπὶ τῶν λόγων τὸ τοιοῦτον … κομμώσαντες ἑαυτοὺς φυλετικῶς φυσήσαντες ὥσπερ αἱ ιʹ φυλαὶ τῶν Ἀθηνῶν ἐπὶ … τοῖς θύμασι θέλουσαι ὑπερβαλέσθαι ... ἐφύσων τὰ θύματα ἵνα παχ.. δοκῶσι καὶ λιπαρά φαίνονται ὡσαύτως ἔχει καὶ ἐπὶ συλλογισμῶν καὶ ἐλέγχων, καὶ εἰσὶ φαινόμενοι καὶ συλλογισμοὶ καὶ ἔλεγχοι. ἔλεγχοι δὲ διὰ πολλὰς αἰτίας, ὧν εἷς ἐστι τόπος εὐφυέστατος καὶ δημοσιώτατος καὶ κοινὸς ὁ διὰ τῶν ὁμωνύμων, εἰ βούλει δέ, καὶ τῶν ἀμφιβολιῶν· ὃ γὰρ ἐπὶ ὀνόμασι τὰ ὁμώνυμα, τοῦτο ἐπὶ λόγοις αἱ ἀμφιβολίαι. ἐπειδὴ γὰρ οὐ πράγματα φέροντες διαλεγόμεθα, ἀλλʼ ὀνόματα, τὸ συμβαῖνον ἐπὶ τῶν ὀνομάτων, φησί, λογιζόμεθα ἐπὶ τῶν πραγμάτων. τὸ δὲ οὐχ οὕτως ἔχει· τὰ μὲν γὰρ πράγματα ἄπειρα, τὰ δὲ ὀνόματα πεπέρανται, ὅθεν πλείονα τὰ πράγματα. Ὥσπερ ἐπὶ τῶν ψήφων ἔχει· οἱ δεινοὶ τὴν ψηφοφορίαν παρακρούονται τοὺς ἀπείρους τῶν ψήφων· οὕτω καὶ ἐπὶ τούτων. ἐπειδή τισι πρὸ ἔργου ἐστὶ τὸ δοκεῖν σοφοῖς μᾶλλον ἢ εἶναι σοφοῖς, οὓς καὶ σοφιστὰς καλοῦμεν καὶ οὐ σοφούς, ἀνάγκη εἶναι καὶ τὸ ἔργον αὐτῶν τοιοῦτον, τὸ δοκεῖν ποιεῖν ἔργον σοφῶν, δηλονότι συλλογίζεσθαι καὶ ἐλέγχειν, μόνον δὲ δοκεῖν μὴ ποιεῖν δέ· πρὸς γὰρ τὴν προαίρεσιν αὐτῶν, ὅτι χρηματισταί εἰσιν ἀπὸ φαινομένης σοφίας οὐκ οὔσης, θέλει εἶναι καὶ τὸ ἔργον αὐτῶν φαινόμενον οὐκ ὄν. ἔστι δὲ ἓν πρὸς ἓν εἰπεῖν, ἤγουν πρὸς τὸν σοφιστὴν ἕνα ὄντα ἔστιν εἰπεῖν καὶ ἕνα καὶ τί τὸ ἔργον αὐτοῦ, τὸ βουλόμενον ἀψευδεῖν ἐν τοῖς λόγοις αὐτοῦ καὶ ἐμφανίζειν τὸ ψεῦδος πῶς καὶ παρʼ ὅντινα τρόπον γίνεται. ὅτι μὲν οὖν εἰσι τοιαύτης προαιρέσεως ἄνθρωποι, οἴτινες ὀρέγονται φαίνεσθαι σοφοὶ καὶ παραλογίζειν, μὴ εἶναι δὲ μηδʼ ἐλέγχειν, ἀληθῶς εἴρηται. πόσα δὲ εἴδη τῶν τοιούτων λόγων καὶ ἐκ πόσων συνέστηκεν ἡ δύναμις αὐτῶν λέγωμεν ἀρξάμενοι. πρῶτον δὲ ῥητέον τίνα τὰ γένη τὰ ἐν τῷ γένει τῶν ἐν τῷ διαλέγεσθαι λόγων· καὶ γὰρ οἱ τοιοῦτοι φαινόμενοι ἔλεγχοι ἐν ταῖς διαλεκτικαῖς συνουσίαις γίνονται. εἰσὶ δὲ τέσσαρα· διδασκαλικοὶ οἱ ἐκ τῶν οἰκείων ἀρχῶν διδάσκοντες οὐ σῴζεται … σοφιστικὸν δὲ Σοφιστικὸν δὲ καὶ τὸ κείμενον παράδοξον καὶ τὰ λοιπά· οὕτως, ὡς ἐπὶ παραδείγματος· «ἆρα Ἀρχέλαος ὁ Περδίκκου βασιλεὺς ἀεὶ εὐδαίμων σοι δοκεῖ ἢ ἄθλιος;» ἐν τούτῳ γὰρ περιέχεται καὶ τὸ παράδοξον ὅτι τὸ ἀδικεῖν εὐδαιμονεῖν ἐστιν. εἰ μὲν οὖν «εὐδαίμων» εἴποι, ἔλεγχος γενήσεται· πεφόνευκε γὰρ τοὺς ἰδίους. εἰ δὲ «ἄθλιος», ἄδοξον· πάντες γὰρ εὐδαίμονα τὸν βασιλέα ἔχουσιν. ἔτι θεωρητέον τὰ ἐναντιώματα ἢ πρὸς τὰ ὑφʼ αὑτοῦ λεγόμενα ἢ πρὸς οὓς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν. ἔτι ὥσπερ οἱ ἀποκρινόμενοι ὅταν ἐλέγχωνται ποιοῦσι τὸ πρᾶγμα διττόν, οὕτω καὶ τοῖς ἐρωτῶσι ποιητέον πρὸς τοὺς ἐνισταμένους· «ὡδὶ μὲν ναί, ὡδὶ δὲ οὔ.» ὅταν δὲ ὁ ἀποκρινόμενος ἐρωτᾷ χρησιμόν τι, ὀφείλει ὁ ἐρωτῶν οὗτος ἀφίστασθαι καὶ λέγειν «τί καταργοῦμεν τὸν καιρόν;» ὡς δῆθεν ἐπιτέμνων τὸ περιττόν. φυλετικῶς δέκα φυλαὶ ἦσαν τῶν Ἀθηνῶν τὸ ἀδικεῖν εὐδαιμονεῖν ἐστιν. ἄρα Ἀρχέλαος ὁ Περδίκκου ὀφείλει ἐρωτῶντος τοῦ ἀποκρινομένου χρήσιμόν τι αὐτὸς ὁ ἐρωτῶν λέγειν λέγων «τί καταργοῦμεν τὸν καιρόν;» Μανδροβούλῳ διάλογος Πλάτωνος. Εἰ δέ τις ὑπολήψεται ὁμωνυμίαν:—Εἰ δέ τις, φησί, λέγει ὅτι ὁ παρὰ τὴν ὁμωνυμίαν ἀληθινὸς ἔλεγχός ἐστι, τρόπον τινὰ οὐκ ἔστι διαφυγεῖν καὶ τὸν ἐπιστήμονα τὸν ἔλεγχον. ἐπὶ γὰρ τῶν αἰσθητῶν καὶ ὁρατῶν, καθὼς οὗτος τίθησι τὰ παραδείγματα ἐκ τῶν αἰσθητῶν, τοῦ Κορίσκου ἢ τοῦ Ἱππονίκου καὶ τοῦ ἐγκεκαλυμμένου Κορίσκου, εἰ καὶ μὴ ὁμώνυμός ἐστιν ὁ τρόπος, ἀλλὰ παρὰ τὸ συμβεβηκός. ἐπὶ γοῦν τῶν τοιούτων, θέλεις ὁμωνύμων θέλεις παρὰ τὸ συμβεβηκός, δυνατόν ἐστιν ἀποφῆναι ὃ κατέφησε καὶ τὸ ἀνάπαλιν, οἷον «οἶδας τὸν Ἱππόνικον ὅτι μουσικός;» «ναί.» «τί δέ· οἶδας τοῦτον τὸν ἐγκεκαλυμμένον;» ὅς ἐστιν ἴσως Ἱππόνικος «οὐκ οἶδα», φησί. «τὸ αὐτὸ ἄρα καὶ οἶδας καὶ οὐκ οἶδας.» εἰ γοῦν ἀληθινὸς ἔλεγχος ὁ τοιοῦτος, ἰδοὺ καὶ ὁ ἐπιστήμων ἐλεγχθείη. ὡς γὰρ διορθοῦνταί τινες οὐδὲν ὄφελος, φησί· φασὶ γὰρ τοῦτον μὲν τὸν Κορίσκον εἰδέναι, τὸν δὲ κεκαλυμμένον Κορίσκον μὴ εἰδέναι. ὁ γὰρ αὐτὸς λόγος καὶ ἓν τὸ ὑποκείμενόν ἐστι τοῦ τε ὁρωμένου καὶ τοῦ ἐγκεκαλυμμένου Κορίσκου. πῶς γοῦν τὸ αὐτὸ ὑποκείμενον καὶ εἰδὼς καὶ μὴ εἰδὼς εἴποι ὡς οὐχ ἁμαρτάνει λέγων οὕτως· ἀλλʼ ἴσως οὐ ταὐτὸ σημαίνει ὁ ὁρώμενος καὶ ἐγκεκαλυμμένος Κορίσκος, ὥσπερ ἐκεῖ τὸ ὁμώνυμον περὶ οὗ καὶ τὸν λόγον εἶεν· ὥστε τί διαφέρει ἢ ἐπὶ τῶν ὁμωνύμων ἢ ἐπὶ τοῦ κατὰ συμβεβηκὸς λέγειν; λύσις γὰρ τοῦτο ἐνστάσεως· ἐνσταίη γὰρ ἄν τις «πῶς, ὦ Ἀριστότελες,» λέγων «εἴ τις ὑπολήψεται τὸν περὶ τὴν ὁμωνυμίαν ἔλεγχον, ἐλεγχθήσεται καὶ ὁ ἐπιστήμων, οὐκ ἔθηκας παράδειγμα ἐκ τῶν ὁμωνύμων ἀλλʼ ἐκ τῶν παρὰ τὸ συμβεβηκός;» λύων οὖν λέγει ὅτι ἀλλʼ ἴσως οὐ ταὐτὸν σημαίνει ὁ ὁρώμενος καὶ ὁ ἐγκεκαλυμμένος ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων τοὔνομα. ὥστε τί διαφέρει; εἰ δὲ ἐν ταῖς προτάσεσιν ἀποδώσει τὸ ἁπλῶς τὸν Κορίσκον λέγειν, ἐν δὲ τῷ συμπεράσματι ὅτι οὐκ οἶδα τὸν ἐγκεκαλυμμένον, ἄτοπον· οὐδὲν γὰρ μᾶλλον θάτερον· ὃ γὰρ οὐ κεῖται ἐν ταῖς προτάσεσι, τὸ τινὰ ἢ τόνδε, πῶς ἐν τῷ συμπεράσματι εἴποι ἢ τὸ ἀνάπαλιν; ὥστε, ἐπεὶ δέδοται διαιρεῖν, διαιρετέον. εἰ γὰρ μὴ ὁ λέγων ἐλέγχεται, ἀλλʼ οὖν ὁ λόγος ἐληλεγμένῳ ὅμοιός ἐστι.
διαφυγεῖν παρακρούονται γὰρ διὰ τούτου καὶ οἱ ἐπιστήμονες, ὥστε ἔλεγχοι ἔσονται. τῶν ὁρατῶν τῶν αἰσθητῶν, ἅπερ πόρρω ὄντα ἡμῶν ἢ κεκαλυμμένα ἀγνοοῦνται καὶ ἡμῖν. οὐ γὰρ τοῦτο παρὰ τὸ συμβεβηκός· συνέβη γὰρ τὸν Ἱππόνικον ἐγκαλυφθῆναι. ἀλλʼ ἴσως λύσις ἐνστάσεως· ἐνσταίη γὰρ ἄν τις «πῶς, ὦ Ἀριστότελες,» λέγων «εἴ τις ὑπολήψεται τὸν παρὰ τὴν ὁμωνυμίαν ἔλεγχον, συμβήσεται καὶ τὸν ἐπιστήμονα ἐλεγχθῆναι καὶ πάντα, οὐκ ἔθηκας παράδειγμα ὁμωνύμων ἀλλὰ παρὰ τὸ συμβεβηκός;» τὸ γὰρ περὶ τὸν Ἱππόνικον παρὰ τὸ συμβεβηκός ἐστιν· ὃ γὰρ συνέβη τῷ Ἱππονίκῳ, ὅτι ἐγκεκάλυπται καὶ οὐ γινώσκεται, τοῦτο τίθεμεν καὶ ἐπὶ τοῦ μουσικοῦ Κορίσκου. λύων γοῦν λέγει· ἀλλʼ ἴσως οὐ ταὐτὸν σημαίνει ὁ Κορίσκος ἢ ὁ Ἱππόνικος ὅ τε ὁρώμενος καὶ ὁ κεκαλυμμένος ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων τὸ κύων. θατέρῳ ὃ γὰρ οὐ κεῖται ἐν ταῖς προτάσεσι, τὸ τινὰ δηλονότι, πῶς ἐν τῷ συμπεράσματι τεθήσεται; καὶ ἀνάπαλιν· ὃ ἐν τῷ συμπεράσματι, πῶς ἐν τῇ προτάσει; τοῦτο γάρ ἐστι τὸ «ὁποτέρῳ γάρ».