Σοῦδα αἰσχρά· ταῦτα αἰσχρὰ μὲν οἱ ἀμφʼ αὐτὸν ἐγίνωσκον καὶ τὴν ἀποχώρησιν οὔτε ἐν τῷ παραυτίκα εὐπρεπῆ οὔτε ἀσφαλῆ ἐς τὰ μέλλοντα.
Σοῦδα ἀμαυρά· Ἀρριανός· ἐξ ὧν καὶ τὰ ὑπόλοιπα διʼ ἐλπίδος ἔχω οὐκ ἀμαυρᾶς ὅτι καλῶς μοι ἕξει.
Σοῦδα ἀνέδην· Ἀρριανός· οἱ δὲ τοῖς φρέασι φύλακας ἐπέστησαν, ὡς μὴ ἀνέδην ὅπως τις ἐθέλοι ὑδρεύεσθαι, ἀλλʼ εἰς τὸ κοινὸν ξυλλέγεσθαι πᾶν ὅσονπερ ἀνιμῷτο τοῦ ὕδατος, ἐκεῖθεν δὲ διανομὴν γίνεσθαι τὴν ἴσην ἑκάστοις.
Σοῦδα παραυτόθεν· Ἀρριανός· ἀλλὰ χρῆναι γὰρ αὐτόθεν ὡς ἔχουσιν ἀντεπεξελθόντας ἐν χερσὶ στήσασθαι τὸ τέλος τοῦ πολέμου.
Σοῦδα βουλυτός· Ἀρριανός· γίνεται μάχη καρτερὰ ἔστε ἐπὶ βουλυτὸν ἀγχώμαλος.
Σοῦδα γλίσκρον· Ἀρριανός· τὰ ἐπιτήδεια γλίσχρως τῇ στρατιᾷ ἐπορίζοντο.
Σοῦδα δεῖμα· Ἀρριανός· τοσόνδε αὐτοὺς δεῖμα ὡς προσαγόντων δεινῶν κατέσχεν ὥστε μὴ δύνασθαι ἀποστῆναι τῆς ἐκπλήξεως.
Σοῦδα διάλειμμα· Ἀρριανός· φυλακαὶ δὲ ἐπὶ τὰ διαλείποντα τῆς τάφρου ἐτετάχατο.
Σοῦδα ἕδρα· Ἀρριανός· ὅτι με καὶ ὄμμασι καὶ φωνῇ καὶ ἕδρᾳ ἐτίμησας.
Σοῦδα ἐλινύοντας· Ἀρριανός· αἱ δὲ κατασκοπαὶ οὐδέν τι ἐλινύουσαι ἐγίνοντο. καὶ αὖθις· ὁ δὲ ἀπῆγε τὴν στρατιὰν μηδέν τι ἐλινύσας.
Σοῦδα Ἐνυάλιος· Ἀρριανός· οἱδὲ τῷ Ἐνυαλίῳ ἀλαλάξαντες ἐναντίοι ἐφέροντο.
Σοῦδα ἐπαινέτης· Ἀρριανός· τοῦ τε ξὺν κόσμῳ δρωμένου ἐπαινέτης καὶ τοῦ ἀκοσμήτου ἐν τῷ παραυτίκα ἐπιτιμητὴς καὶ τοῦ ἐσύστερον κολαστήρ.
Σοῦδα · μειζόνως ἐπαινέσας τοῖς τε ἄλλοις ἐπάρας καὶ ὅτι ἀποχρῶν ἔσται τοῖς ἀμφʼ αὑτὸν ὠνεῖσθαι τὰ ἐπιτήδεια τῆς ξυμβαινούσης τιμῆς.
Σοῦδα ἐπελήφθη· Ἀρριανός· ἤδη τε ἐπελήφθη νὺξ τῆς τρίτης φυλακῆς καὶ ὁ ἡγεμὼν τοὺς λόχους καθίστατο.
Σοῦδα ἐπεχώρησεν· ἀντὶ τοῦ συνεχώρησεν· οὕτως Ἀρριανός.
Σοῦδα ἐπιτήδεια· Ἀρριανός· οὐδὲν ἄλλο εἰ μὴ τὰ ἐπιτήδεια τῆς δικαίας τιμῆς λαμβάνοντας.
Σοῦδα εὔψυχος· Ἀρριανός· τῶν μάλιστα εὐψυχίαν τινὰ ἐν τοῖς δεινοῖς ἐπιδεικνυμένων.
Σοῦδα κατεδημαγώγησε· Ἀρριανός· τῷ τε στρατηγήματι τῷδε μάλιστα φιλανθρώπῳ φανέντι κατεδημαγώγησεν οὐκ ἀπιστεῖν αὐτῷ καὶ πολεμοῦντι τοὺς περιοίκους.
Σοῦδα Ἀρριανός· καθεώρων κολωνοὺς λίθων πολλαχοῦ τοῦ ὄρους νενεμημένους, τοὺς μὲν μείζους τοὺς δὲ ἐλάττους· οὓς εἴκαζον ἐκ τοῦ πεδίου συνενηνέχθαι. ἦν γὰρ οὐ φύσει ἄλιθον οὐδὲ εὔγειον τὸ πεδίον, ἀλλʼ οἷον εἰκασθῆναι ἐκκεκαθαρμένον.
Σοῦδα ξυνάγκεια· Ἀρριανός· ὁ δὲ ὑποτεμόμενος αὐτὸν ἐν ξυναγκείᾳ τινὶ βάλλει κατὰ νώτου τὸν ἄνθρωπον.
Σοῦδα ὀκνεῖν· κατάσκοπον οὐδένα ἐκ τῶν πολεμίων ὀκνεῖν, ἀλλὰ καὶ πρὸ ἔργου ἡγεῖσθαι γινώσκειν αὐτούς, ξὺν ὅσῃ τε καὶ ὅπως ὡπλισμένῃ δυνάμει ἔρχεται.
Σοῦδα παρὰ τούτου· ἀντὶ τοῦ· ἀπὸ τούτου. καὶ παρὰ τοῦτον· ἀντὶ τοῦ· πρὸς τοῦτον. οὕτως πανταχοῦ Ἀρριανός.
Σοῦδα παρεξειρεσίαν· Ἀρριανός· τῶν μὲν κωπῶν ἔστιν ἃς ξυνέτριψαν καὶ τῆς παρεξειρεσίας τινὰ ἀπέθραυσαν.
Σοῦδα παρεστηκότες· Ἀρριανός· οἱ δὲ ἐσκεδασμένοι καὶ οὐ παρεστηκότες ταῖς γνώμαις ἐς φυγὴν ἐτράπησαν.
Σοῦδα πρὸ ἔργου ἐτίθετο· Ἀρριανός· μάλιστα δὲ φίλια τὰ κατὰ νώτου ἑαυτῷ τε καὶ τῇ στρατιᾷ καταλιπεῖν πρὸ ἔργου ἐτίθετο ὁ στρατηγός.
Σοῦδα σχάσαντα· ἔλεγον σχάσαντα ἐκ τῶν βραχιόνων τὰς φλέβας λειποψυχήσαντα ἀποθανεῖν. οὕτως Ἀρριανός.
Σοῦδα φοβερός· ὁ φοβούμενος. Ἀρριανός· οἱ δὲ ἐμβεβληκότων τῶν πολεμίων φοβεροὶ γενόμενοι καὶ ἀμήχανοι ἄνευ τοῦ ἐς τὸ κοινὸν ὠφελίμου ἀπώλλυντο.