eul_wid: oqu-ac

Selections
Ἐκλογαί

Phrynichus of Bithynia Selections PDF

The Selections is a lexicographical treatise composed by the grammarian Phrynichus of Bithynia around 180 CE. A product of the Second Sophistic, a cultural movement marked by a self-conscious revival of classical Greek heritage under Roman rule, the work functions as a practical handbook for linguistic purity. It comprises 271 entries, each prescribing correct usage by presenting an approved word or phrase from classical Attic Greek, the dialect of fifth- and fourth-century BCE Athens, while condemning a contemporary or Koine alternative as vulgar or incorrect. Phrynichus frequently bolsters his authoritative judgments with brief quotations from canonical Athenian authors such as Aristophanes and Plato. The treatise serves as a clear manifesto of the Atticist movement, which equated meticulous adherence to classical Athenian language with cultural sophistication and professional advantage for the educated Greek elite. Preserved in its entirety, primarily through a fourteenth-century manuscript, the Selections offers invaluable insight into the linguistic ideologies of the imperial period, the social dimensions of rhetoric, and the ongoing evolution of the Greek language.

T Φρυνίχου ἐκλογὴ Ἀττικῶν ῥημάτων καὶ ὀνομάτων Φρύνιχος Κορνηλιανῷ εὖ πράττειν Τήν τε ἄλλην σου παιδείαν θαυμάζων, ἣν διαφερόντως ὑπὲρ ἅπαντας ὅσοις ἐγὼ ἐνέτυχον πεπαίδευσαι, καὶ δὴ καὶ τοῦτο θαυμάσας ἔχω, τὸ περὶ τὴν τῶν καλῶν καὶ δοκίμων ὀνομάτων κρίσιν.
P [15] ταῦτ’ ἄρα κελεύσαντός σου τὰς ἀδοκίμους τῶν φωνῶν ἀθροισθῆναι πάσας μὲν οὐχ οἷός τ’ ἐγενόμην τὰ νῦν περιλαβεῖν, τὰς δ’ ἐπιπολαζούσας μάλιστα καὶ τὴν ἀρχαίαν διάλεξιν ταραττούσας καὶ πολλὴν αἰσχύνην ἐμβαλλούσας. οὐ λανθάνει δὲ σέ, ὥσπερ οὐδ’ ἄλλο τι τῶν κατὰ παιδείαν, ὥς τινες ἀποπεπτωκότες τῆς ἀρχαίας φωνῆς καὶ ἐπὶ τὴν ἀμαθίαν καταφεύγοντες πορίζουσι μάρτυράς τινας τοῦ προειρῆσθαι ὑπὸ τῶν ἀρχαίων τάσδε τὰς φωνάς· ἡμεῖς δὲ οὐ πρὸς τὰ διημαρτημένα ἀφορῶμεν, ἀλλὰ πρὸς τὰ δοκιμώτατα τῶν ἀρχαίων. καὶ γὰρ αὐτοῖς εἴ τις αἵρεσιν προθείη, ποτέρως ἂν ἐθέλοιεν διαλέγεσθαι ἀρχαίως καὶ ἀκριβῶς ἢ νεοχμῶς καὶ ἀμελῶς, δέξαιντ’ ἂν ἀντὶ παντὸς ἡμῖν σύμψηφοι γενόμενοι τῆς ἀμείνονος γενέσθαι μοίρας· οὐ γάρ τις οὕτως ἄθλιος ὡς τὸ αἰσχρὸν τοῦ καλοῦ προτιθέναι. ἔρρωσο. Ὅστις ἀρχαίως καὶ δοκίμως ἐθέλει διαλέγεσθαι, τάδε αὐτῷ φυλακτέα. Ἑκοντὴν οὐ χρὴ λέγειν, ἀλλ’ ἐθελοντήν.
2 Ὄπιθεν ἄνευ τοῦ ς μηδέποτε εἴπῃς, ὄπισθεν δέ. Ἱκεσία · καὶ τοῦτο ἀδόκιμον, ἱκετεία δὲ λέγε.
4 Ὑπόδειγμα · οὐδὲ τοῦτο ὀρθῶς λέγεται, παράδειγμα δὲ λέγε. Ὠνάμην , ὤνασο, ὤνατο· πάντα ἀδόκιμα ὅταν διὰ τοῦ α· τὰ γὰρ ἀρχαῖα διὰ τοῦ η, ὠνήμην, ὤνησο, ὤνητο.
6 Μέχρις καὶ ἄχρις σὺν τῷ ς ἀδόκιμα· μέχρι δὲ καὶ ἄχρι λέγε. Ἀπίναι , προσίναι, κατίναι, ἐξίναι· πάντα ἀδόκιμα ἄνευ τοῦ ε λεγόμενα· χρὴ γὰρ σὺν τῷ ε ἀπιέναι, ἐξιέναι λέγειν καὶ τὰ λοιπὰ ὁμοίως.
8 Ἐμπτύει μου μηδαμῶς λέγε, ἀλλὰ καταπτύει μου, καὶ κατέπτυσα αὐτοῦ. Εὐκοίτει · καὶ τοῦτο ἀποτρέπου.
10 Εὐχαριστεῖν οὐδεὶς τῶν δοκίμων εἶπεν, ἀλλὰ χάριν εἰδέναι. Ἄρτι ἥξω μηδέποτε εἴπῃς ἐπὶ τοῦ μέλλοντος, ἀλλ’ ἐπὶ τοῦ ἐνεστῶτος καὶ παρῳχημένου, ἄρτι ἥκω καὶ ἄρτι ἀφικόμην.
12 Τέμαχος κρέως ἢ πλακοῦντος ἢ ἄρτου οὐκ ὀρθῶς ἐρεῖ τις, ἀλλὰ τόμος κρέως ἢ πλακοῦντος· τὸ δὲ τέμαχος μόνον ἐπὶ ἰχθύος λέγεται. Ἄμυναν μὴ εἴπῃς, ἀλλ’ εἰς ῥῆμα μεταβάλλων ἀμύνασθαι· πάντα γὰρ τὰ 〈τοῦ〉 ῥήματος δόκιμα, ἀμυνοῦμαι, ἀμύνασθαι, ἠμυνάμην, ἀμυνοῦμεν, ἀμύνομαι· τὸ δὲ ὄνομα ἀδόκιμον.
14 Ἀποτάσσομαί σοι ἔκφυλον πάνυ· χρὴ γὰρ λέγειν ἀσπάζομαί σε. οὕτω γὰρ καὶ οἱ ἀρχαῖοι εὑρίσκονται λέγοντες, ἐπειδὰν ἀπαλλάττωνται ἀλλήλων. Σημᾶναι ἐσήμαναν καὶ θερμᾶναι ἐθέρμαναν καὶ καθᾶραι ἐκάθαραν · καὶ ταῦτα παρὰ τὴν ἀρχαίαν χρῆσιν διὰ τοῦ α· λέγομεν δὲ διὰ τοῦ η σημῆναι, καθῆραι, θερμῆναι.
16 Διωρία ἐσχάτως ἀδόκιμον· ἀντ’ αὐτοῦ δὲ προθεσμίαν ἐρεῖς. Ἐφλέγμανε, φλεγμᾶναι · διὰ τοῦ η καὶ ταῦτα λέγεται.
18 Ἀνεῖναι ἐλαίῳ ἢ ὄξει ἢ ἄλλῳ τινὶ λέγουσιν οἱ ἰατροὶ πάνυ ἀμαθῶς· δεῖ γὰρ διεῖναι λέγειν. Περιέσσευσεν ἀλλοκοτέρως· ἐχρῆν γὰρ ἐπερίσσευσε λέγειν.
20 Σπῖλος · καὶ τοῦτο φυλάττου, λέγε δὲ κηλίς. Ἀνειλεῖν βιβλίον διὰ τοῦ ἑτέρου λ κάκιστον, ἀλλὰ διὰ τῶν δύο, ἀνείλλειν.
22 Πιοῦμαι · σὺν τῷ υ λέγων οὐκ ὀρθῶς ἐρεῖς· πίομαι γάρ ἐστι τὸ ἀρχαῖον καὶ πιόμενος ἄνευ τοῦ υ. Δίων δὲ ὁ φιλόσοφος σὺν τῷ υ λέγων ἁμαρτάνει. Ἤλειπται καὶ κατώρυκται οὐ χρή, ἀλλὰ διπλασίαζε τὴν φωνὴν ὥσπερ οἱ Ἀθηναῖοι, ἀλήλειπται καὶ κατορώρυκται.
24 Ἀπελεύσομαι παντάπασι φυλάττου· οὔτε γὰρ οἱ δόκιμοι ῥήτορες οὔτε ἡ ἀρχαία κωμῳδία οὔτε Πλάτων κέχρηται τῇ φωνῇ· ἀντὶ δὲ αὐτοῦ τῷ ἄπειμι χρῶ καὶ τοῖς ὁμοιοειδέσιν ὡσαύτως. Ὤμοκε τελέως ἄηθες· χρὴ γὰρ ὀμώμοκε λέγειν.
26 Ἀλκαϊκὸν ᾆσμα δι’ ἑνὸς ι οὐ χρὴ λέγειν, ἀλλ’ ἐν τοῖν δυοῖν, Ἀλκαιϊκόν, τροχαιϊκόν. Νηρὸν ὕδωρ μηδαμῶς, ἀλλὰ πρόσφατον, ἀκραιφνές.
28 Ποῖ ἄπει · οὕτω συντάσσεται διὰ τοῦ ι· ποῦ δὲ ἄπει, διὰ τοῦ υ, ἁμάρτημα. εἰ δὲ ἐν τῷ υ, ποῦ διατρίβεις. Ἔκτοτε κατὰ μηδένα τρόπον εἴπῃς, ἀλλ’ ἐξ ἐκείνου.
30 Πηνίκα μὴ εἴπῃς ἀντὶ τοῦ πότε· ἔστι γὰρ ὥρας δηλωτικόν, οἷον εἰπόντος τινὸς „πηνίκα ἀποδημήσεις;“ ἐὰν εἴπῃς „μετὰ δύο ἢ τρεῖς ἡμέρασ“, οὐκ ὀρθῶς ἐρεῖς· ἐὰν δ’ εἴπῃς „ἕωθεν“ ἢ „περὶ μεσημβρίαν“, ὀρθῶς ἐρεῖς. Ὀρθρινὸς οὔ, ἀλλ’ ὄρθριος χωρὶς τοῦ ν.
32 Μεσονύκτιον ποιητικόν, οὐ πολιτικόν. Ἡ ὄμφαξ, ἡ βῶλος θηλυκῶς δέον, οὐκ ἀρσενικῶς.
34 Ἡ πηλὸς Συρακούσιοι (Gloss. Ital. 36 Kaibel) λέγουσιν ἁμαρτάνοντες. Ὀψινός · ὁμοίως τῷ ὀρθρινὸς τοῦτο ἁμάρτημα· χρὴ οὖν ἄνευ τοῦ ν, ὄψιος.
36 [5] Ποταπὸς διὰ τοῦ τ μὴ εἴπῃς, ἀδόκιμον γάρ· διὰ δὲ τοῦ δ λέγων ἐπὶ γένους θήσεις. „ποδαπός ἐστι;“ „Θηβαῖος ἢ Ἀθηναῖοσ“. ἔστι γὰρ οἷον „ἐκ τίνος δαπέδου;“. τὸ ποταπὸς δέ, εἴ τις εἴποι „ποταπὸς τὸν τρόπον Φρύνιχος;“ „ἐπιεικήσ“. χρὴ οὖν οὕτως ἐρωτᾶν· „ποῖός σοί τις δοκεῖ εἶναι;“ Φανὸς ἐπὶ τῆς λαμπάδος, ἀλλὰ μὴ ἐπὶ τοῦ κερατίνου λέγε· τοῦτο δὲ λυχνοῦχον.
38 Ἐν χρῷ κουρίας φαθὶ καὶ μὴ ψιλόκουρος . Πεινῆν, διψῆν λέγε, ἀλλὰ μὴ διὰ τοῦ α.
40 Ἡ χάραξ ἐρεῖς θηλυκῶς τὸ τῆς ἀμπέλου στήριγμα, οὐ κατὰ τὸ ἀρρενικόν. Σκίμπους λέγε, ἀλλὰ μὴ κράββατος· μιαρὸν γάρ.
42 Ἐρεύγεσθαι ὁ ποιητής (ι 374)· „ὁ δ’ ἐρεύγετο οἰνοβαρείων“, ἀλλ’ ὁ πολιτικὸς ἐρυγγάνειν λεγέτω. Ὁ φάρυγξ ἀρρενικῶς μὲν ὁ Ἐπίχαρμος (fr.
43 21 Kaibel) λέγει, ὁ δὲ Ἀττικὸς ἡ φάρυγξ. Αὐθαδίζεσθαι λέγε, μὴ ἀναιδεύεσθαι .
45 Υἱέως οἱ ψευδαττικοί φασιν οἰόμενοι ὅμοιον εἶναι τῷ Θησέως καὶ τῷ Πηλέως. Τελευταιότατον λέγειν ἁμάρτημα τῶν περὶ παιδείαν δοκούντων τευτάζειν· ἐπεὶ γὰρ ἀρχαιότατον εὗρον λεγόμενον παρὰ τοῖς ἀρχαίοις, ᾠήθησαν καὶ τοῦτο δεῖν λέγειν.
46 ἀλλὰ σὺ τελευταῖον λέγε. Βεβίασται ἡ κόρη λεκτέον, ἀλλ’ οὐχ, ὥς τινες τῶν ῥητόρων, ἔφθαρται .
48 Ἡ ὕσπληξ λέγεται, ἀλλ’ οὐχ ὁ ὕσπληξ. Ἰλὺς οἴνου οὐκ ὀρθῶς λέγεται· ποταμοῦ μὲν γὰρ ἰλύς, οἴνου δὲ τρὺξ ἢ ὑποστάθμη.
50 Κόριον ἢ κορίδιον ἢ κορίσκη λέγουσιν, τὸ δὲ κοράσιον παράλογον. Ἡ ῥάξ ἐρεῖς· ὁ γὰρ ῥώξ δύο ἔχει ἁμαρτήματα.
52 Τάχιον Ἕλληνες οὐ λέγουσιν, θᾶττον δέ. Κωλύφιον μὴ λέγε, κωλῆνα δέ.
54 [5] Κακοδαιμονεῖν · οὕτως οἱ νόθως ἀττικίζοντες, Ἀθηναῖοι γὰρ διὰ τοῦ α κακοδαιμονᾶν λέγουσιν. καὶ θαυμάσαι ἄν τις, πῶς εὐδαιμονεῖν μὲν λέγουσιν, οὐκέτι δὲ κακοδαιμονεῖν, ἀλλὰ κακοδαιμονᾶν, καὶ πῶς εὐδαιμονοῦσι μὲν λέγουσιν, οὐκέτι δὲ κακοδαιμονοῦσιν, ἀλλὰ κακοδαιμονῶσιν. Κόρημα χρὴ λέγειν, οὐχὶ σάρον , καὶ κορεῖν καὶ παρακορεῖν , ἀλλὰ μὴ σαροῦν .
56 Ἀφῆλιξ λέγοντες ἁμαρτάνουσιν οἱ ῥητορικοί, τοὐναντίον γὰρ ἣ δεῖ χρῶνται· τὸν μὲν γὰρ πρεσβύτερον ῥητέον ἀφήλικα· οἱ δ’ ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας χρῶνται. Ἐπιτροπιάζειν · ἔτι καὶ τοῦτο διέφθαρται.
57 καίτοι λεγόντων τῶν ἀρχαίων φανερῶς ὑποτροπιάζειν. Προκόπτειν λέγουσιν, τὸ δὲ ὄνομα προκοπὴ οὐκ ἔστι παρ’ αὐτοῖς.
59 Βιβλιαγράφος · οὕτω λέγουσιν ἐν πέντε συλλαβαῖς καὶ διὰ τοῦ α, οὐχὶ τετρασυλλάβως διὰ τοῦ ο. Βασκάνιον λέγουσιν οἱ ἀρχαῖοι, οὐ προβασκάνιον μετὰ τῆς προ· ἀδόκιμον γάρ.
61 Νοίδιον καὶ βοίδιον ἀρχαῖα καὶ δόκιμα, οὐχὶ νούδιον καὶ βούδιον . Ὀσμὴ χρὴ λέγειν διὰ τοῦ ς· διὰ γὰρ τοῦ δ, ὀδμή , Ἰώνων.
62 παρανομεῖ οὖν Ξενοφῶν (non exstat) εἰς τὴν πάτριον διάλεκτον λέγων ὀδμή. Βελόνη καὶ βελονοπώλης ἀρχαῖα, ἡ δὲ ῥαφὶς τί ἐστιν οὐκ ἄν τις γνοίη.
64 Ἀκεστὴς λέγουσιν οἱ παλαιοί, οὐκ ἠπητής. ἠπήσασθαι ἔστι μὲν ἅπαξ παρ’ Ἀριστοφάνει ἐν Δαιταλεῦσι (fr. 227 K.), παίζοντι τὰς Ἡσιόδου Ὑποθήκας (fr. 284 M.—W.)· „καὶ κόσκινον ἠπήσασθαι“· σὺ δὲ λέγε ἀκέσασθαι τὸ ἱμάτιον. Ἀγαθὸς μᾶλλον λέγε, μὴ ἀγαθώτερος , καὶ ἀντὶ τοῦ ἀγαθώτατος ἀγαθὸς μάλιστα.
66 Ἀρχῆθεν ποιηταὶ (e. g. Aesch. fr. 416 N. 2 = 758 M.) λέγουσιν, τῶν δὲ καταλογάδην δοκίμων οὐδείς, ἀλλ’ ἐξ ἀρχῆς. Γαστρίζειν ἐπὶ τοῦ ἐμπίπλασθαι λέγουσιν Ἀθηναῖοι, οὐκ ἐπὶ τοῦ τὴν γαστέρα τύπτειν.
67 {μήποτε δὲ καὶ ὡς οἱ πολλοὶ λέγουσιν χρῶνται οἱ ἀρχαῖοι καὶ ἐπὶ τοῦ τὴν γαστέρα τύπτειν.} Γαργαλίζειν λέγε διὰ τοῦ ρ, ἀλλὰ μὴ διὰ τῶν δύο γγ, γαγγαλίζειν .
69 Γήινον λεκτέον διὰ τοῦ η, ἀλλ’ οὐχὶ διὰ τοῦ ε, γέινον. Γλωσσόκομον · τὸν μὲν τύπον καὶ τὴν θέσιν ὑπ’ ἀρχαίων ἔχει, διεφθαρμένως δὲ λέγεται ὑπὸ τῶν πολλῶν· ἐχρῆν γὰρ γλωττοκομεῖον λέγειν, ὥσπερ ἀμέλει καὶ οἱ ἀρχαῖοι.
71 Βράδιον · καὶ τοῦτο Ἡσίοδος (op. 528) μὲν λέγει· „βράδιον δὲ Πανελλήνεσσι φαείνει“· Πλάτων δὲ (e. g. Apol. 39 b) καὶ Θουκυδίδης (4, 8, 1) καὶ οἱ δόκιμοι βραδύτερον. Γρυλλίζειν διττὴν ἔχει τὴν ἁμαρτίαν, ἔν τε τῇ προφορᾷ καὶ τῷ σημαινομένῳ· ἐν μὲν τῇ προφορᾷ διὰ τῶν δύο λλ, ἐν δὲ τῷ σημαινομένῳ ὅτι παρὰ τοῖς ἀρχαίοις (e.
72 [5] g. Ar. Ach. 746) τὸ γρυλίζειν ἐστὶ τιθέμενον ἐπὶ μὲν τῆς τῶν ὑῶν φωνῆς, οἱ δὲ νῦν τάττουσιν ἐπὶ τῶν φορτικῶς καὶ ἀσχημόνως ὀρχουμένων. ἐρεῖς οὖν γρυλίζειν καὶ γρυλισμὸς συῶν, οὐ γρυλλισμός. Γογγύλη · καὶ ἐνταῦθα ἁμάρτημα· οἱ γὰρ παλαιοὶ ἐπὶ τοῦ στρογγύλου τιθέασιν, οἱ δὲ νῦν ἐπὶ τῆς ὑπὸ τῶν Ἑλλήνων γογγυλίδος καλουμένης.
73 λέγε οὖν ἐπὶ τοῦ λαχάνου γογγυλίς, ἀλλὰ μὴ γογγύλη. Πάντοτε μὴ λέγε, ἀλλ’ ἑκάστοτε καὶ διὰ παντός.
75 Γενέσια οὐκ ὀρθῶς τίθεται ἐπὶ τῆς γενεθλίου ἡμέρας· Γενέσια γὰρ Ἀθήνησιν ἑορτή. λέγειν οὖν δεῖ τὰς γενεθλίους ἡμέρας ἢ γενέθλια. Ἀργὴ ἡμέρα, ἀργὴ γυνὴ μὴ λέγε, ἀλλ’ ἀργὸς ἡμέρα καὶ ἀργὸς γυνὴ καὶ τὰ λοιπὰ ὁμοίως.
77 Πνῖγος · ἁμαρτάνουσιν οἱ βραχύνοντες τὸ ι· ἐκτείνουσι γὰρ τοὔνομα καὶ τὰ ἀπ’ αὐτοῦ {πνιγηρὰ καλύβη} (Thuc. 2, 52, 2). Ἀποκριθῆναι · διττὸν ἁμάρτημα, ἔδει γὰρ λέγειν ἀποκρίνασθαι, καὶ εἰδέναι, ὅτι τὸ διαχωρισθῆναι σημαίνει, ὡσπεροῦν καὶ τὸ ἐναντίον αὐτοῦ, τὸ συγκριθῆναι, 〈τὸ〉 εἰς ἓν καὶ ταὐτὸν ἐλθεῖν.
78 [5] εἰδὼς οὖν τοῦτο ἐπὶ μὲν τοῦ ἀποδοῦναι τὴν ἐρώτησιν ἀποκρίνασθαι λέγε, ἐπὶ δὲ τοῦ διαχωρισθῆναι ἀποκριθῆναι. Γενηθῆναι · ἀντὶ τοῦ γενέσθαι παρὰ Ἐπιχάρμῳ ([Ep.
79 ] fr. 209 Kaibel), καὶ ἔστι Δώριον· ἀλλ’ ὁ ἀττικίζων γενέσθαι λεγέτω. Πελαργός · οἱ ἀμαθεῖς ἐκτείνουσι τὸ α, δέον συστέλλειν· Πελαργὸς γὰρ οὐδὲν ἄλλο ἢ Ἐρετριακῶς Πελασγός.
81 [10] Ἀσπάραγος · καὶ τοῦτο δυοῖν ἁμαρτήμασιν ἔχεται, ὅτι τε ἐν τῷ π καὶ οὐκ ἐν τῷ φ λέγεται, καὶ ὅτι ἴδιόν τι φυτόν ἐστιν ἄγριον ὁ ἀσφάραγος καὶ οὐκ ἐν τοῖς ἡμέροις καταλεγόμενον. ὁ γοῦν Κρατῖνος (fr. 325 K.) ἐν ἄλλοις ἀγρίοις αὐτὸ καταλέγων φησίν· „αὐτομάτη δὲ φέρει τιθύμαλλον καὶ σφάκον, πρὸς αὐτῷ ἀσφάραγον κύτισόν τε, νάπαισι δ’ ἀνθέρικος ἐνηβᾷ καὶ φλόμον ἄφθονον, ὥστε παρεῖναι πᾶσι τοῖς ἀγροῖσιν.“ ἅπαντα γὰρ τὰ κατειλεγμένα ἄγρια. οἱ δὲ νῦν τιθέασιν 〈τὸ ἓν〉 ἐπὶ παντὸς ἀμαθῶς· τῶν γὰρ λαχάνων αἱ ἄνθαι ὄρμενα καλοῦνται, καὶ ἐξορμενίζειν τὸ ἐκβλαστάνειν καὶ ἐξανθεῖν. λέγε οὖν ὄρμενα, ἀλλὰ μὴ ἀσπαράγους, ἀδόκιμον γὰρ λίαν. Ἀσβόλη μὴ λέγε, ἀλλὰ ἄσβολος.
83 Σάρωσον ἐπειδὰν ἀκούσῃς τινὸς λέγοντος, κέλευσον παρακόρησον λέγειν, ὅτι οὐδὲ σάρον λέγουσιν, ἀλλὰ κόρημα καὶ κάλλυντρον. Θερμότης λέγε, ἀλλὰ μὴ θερμασία .
85 Αἴθαλος λέγε ἀρσενικῶς, ἀλλὰ μὴ αἰθάλη θηλυκῶς. Ἀτταγήν · καὶ τοῦτο παρανενόμηται τόνῳ καὶ θέσει· χρὴ γὰρ ἀτταγᾶς λέγειν ὥσπερ ἀλλᾶς.
87 Κολυμβάδες ἐλᾶαι οὐ λέγονται, ἀλλὰ ἁλμάδες ἐλᾶαι χωρὶς τοῦ ι. Γρηγορῶ , γρηγορεῖ οὐ δεῖ· χρὴ γὰρ ἐγρήγορα λέγειν καὶ ἐγρήγορεν.
89 Αὐθέντης μηδέποτε χρήσῃ ἐπὶ τοῦ δεσπότου, ὡς οἱ περὶ τὰ δικαστήρια ῥήτορες, ἀλλ’ ἐπὶ τοῦ αὐτόχειρος φονέως. Ἀγήοχεν εἴ τις εἴποι, ὅτι ἐν συνθέτῳ Λυσίας (fr.
90 116 Th.) κέχρηται καταγηόχασιν, μὴ πάνυ πείθου· ἦχε μὲν γὰρ λέγουσιν, καὶ Δημοσθένης (non exstat) ἤχασι λέγει, ἀλλ’ οὐκ ἀγηόχασι. Μεσιδιωθῆναι τέτριπται καὶ ἐν τοῖς δικαστηρίοις καὶ ἐν τοῖς συμβολαίοις, ἀλλὰ σὺ μεσεγγυηθῆναι λέγε.
92 Καλλιγραφεῖν · διαλελυμένως λέγουσιν ἐκεῖνοι εἰς κάλλος γράφειν. Ἀκμὴν ἀντὶ τοῦ ἔτι· Ξενοφῶντα λέγουσιν ἅπαξ (An.
93 4, 3, 26) αὐτῷ κεχρῆσθαι, σὺ δὲ φυλάττου χρῆσθαι, λέγε δὲ ἔτι. Εἶτεν καὶ ἔπειτεν ἐσχάτως βάρβαρα· εἶτα οὖν σὺ καὶ ἔπειτα λέγε.
95 Ἀπόπαλαι, ἔκπαλαι · ἀμφοῖν δυσχεραίνω· ἐκ παλαιοῦ γὰρ χρὴ λέγειν. Ἀνατέλλει μὲν ἐρεῖς ὁ ἥλιος, ἐπιτέλλει δὲ ὁ Κύων ἢ ὁ Ὠρίων ἢ ἄλλο τι τῶν μὴ ὡσαύτως τῷ ἡλίῳ καὶ τῇ σελήνῃ πολευόντων.
97 Εὐκαιρεῖν οὐ λεκτέον, ἀλλ’ εὖ σχολῆς ἔχειν. Ἐξεπιπολῆς λέγουσί τινες, οἰόμενοι ὅμοιον εἶναι τῷ ἐξαίφνης {οἷον ἐξεπιπολλῆς τοῦ παντός}, ἀτόπως· οἱ γὰρ ἀρχαῖοι ἄνευ τῆς ἔξ προθέσεως εἶπον ἐπιπολῆς.
99 Ἔνδον εἰσέρχομαι βάρβαρον· ἔνδον γάρ ἐστι καὶ ἔνδον εἰμὶ δόκιμον. δεῖ οὖν εἴσω παρέρχομαι λέγειν. ἔσω δὲ διατρίβω οὐκ ἐρεῖς, ἀλλ’ ἔνδον διατρίβω. Κληρονομεῖν τόνδε · οὐχ οὕτως ἡ ἀρχαία χρῆσις, ἀλλὰ κληρονομεῖν τοῦδε.
101 Θρίδακα Ἡρόδοτος (3, 32, 3) ἰάζων, ἡμεῖς δὲ θριδακίνην ὡς Ἀττικοί. Ἐπίκλιντρον ῥητέον, οὐκ ἀνάκλιντρον .
103 Ἐπίδοξον τὸ προσδοκώμενον καὶ ἐλπιζόμενον ἐρεῖς, οὐχ ὡς οἱ ἀμαθεῖς τὸν ἐπίσημον. Μάμμην τὴν πατρὸς ἢ μητρὸς μητέρα οὐ λέγουσιν οἱ ἀρχαῖοι, ἀλλὰ τήθην· μάμμην δὲ καὶ μαμμίον τὴν μητέρα.
104 ἀμαθὲς οὖν τὸ τὴν μάμμην ἐπὶ τῆς τήθης λέγειν. Ἔσχατον χρὴ λέγειν, οὐχὶ ἐσχατώτατον , εἰ καὶ μάρτυρα παρέχοι τις.
106 Εἰ ποιητὴς εἶπεν ἀμεινότερον , χαιρέτω· οὐδὲ γὰρ καλλιώτερον οὐδὲ κρεισσότερον ῥητέον· συγκριτικὸν γὰρ συγκριτικοῦ οὐ γίνεται. λέγε οὖν ἄμεινον. Μονόφθαλμον οὐ ῥητέον, ἑτερόφθαλμον δέ.
107 [5] Κρατῖνος (fr. 149 K.) δὲ μονόμματον εἶπε τὸν Κύκλωπα. Ἐωνησάμην · εἷς λόγος περὶ τοῦ ἁμαρτήματος· ἔνθα ἂν μὴ δυνηθῇς τὸ πρίασθαι ἢ ἐπριάμην θεῖναι, ἐκεῖ τὰ ἀπὸ τοῦ ἐώνημαι τάττε, ἔνθα δ’ ἂν τὰ ἀπὸ τοῦ πρίασθαι, φυλάττου θάτερον, οἷον „ἐώνημαι οἰκίαν“· ἐνταῦθα ἐγχωρεῖ τὸ ἐπριάμην, οὕτω χρήσῃ „ἐπριάμην οἰκίαν“· πάλιν „ἔτυχον ἐωνημένος οἰκίαν ἢ ἀγρόν“· ἐνταῦθα οὐδὲν ἐγχωρεῖ τῶν ἀπὸ τοῦ πρίασθαι, μένει τὸ ἐωνημένος δόκιμον.
108 πάλιν δεῖ λέγειν πριάμενος, τὸ γὰρ ὠνησάμενος ἀδόκιμον. οὕτως οὖν κἀπὶ τοῦ ἐωνησάμην· παρὸν γὰρ ἐπριάμην εἰπεῖν, μὴ εἴπῃς ἐωνησάμην· ὁ γὰρ τοῦτο λέγων ληρεῖ. Παρασίτους οὐκ ἔλεγον οἱ ἀρχαῖοι ἐπ’ ὀνείδους, ὡς νῦν, ἀλλὰ κόλακας· καὶ δρᾶμα ἔστι Κόλακες (Eupol.
109 p. 296 K.) τοιούτων ἀνθρώπων. Εὕρασθαι οὐκ ἐρεῖς προπαροξυτόνως διὰ τοῦ α, ἀλλὰ παροξυτόνως διὰ τοῦ ε εὑρέσθαι.
111 Ῥάφανον ἐπὶ τῆς ῥαφανίδος μὴ θῇς· σημαίνει γὰρ τὴν κράμβην. Εὔνως ἔχει μοι μὴ λέγε, ἀλλ’ εὐνοϊκῶς.
113 Εὐθύ · πολλοὶ ἀντὶ τοῦ εὐθύς, διαφέρει δέ· τὸ μὲν γὰρ τόπου ἐστίν, εὐθὺ Ἀθηνῶν, τὸ δὲ χρόνου καὶ λέγεται σὺν τῷ ς. Ζωρότερον ὁ ποιητής (Ι 203), σὺ δὲ λέγε εὔζωρον κέρασον καὶ εὐζωρότερον, ὡς Ἀριστοφάνης (e.
114 g. Eccles. 227) καὶ Κρατῖνος (fr. 412 K.) καὶ Εὔπολις (fr. 382 K.). Χειρσὶν ἀδοκίμως, χερσὶ δέ.
116 Εὐέριον μὴ λέγε, ἀλλ’ εὔερον ἱμάτιον, τρισυλλάβως καὶ ἄνευ τοῦ ι. Νεομηνία μὴ λέγε, Ἰώνων γάρ, ἀλλὰ νουμηνία.
118 Ἦς ἐν ἀγορᾷ σόλοικον, λέγε οὖν ἦσθα. ὀρθότερον δὲ χρῷτο ἂν ὁ λέγων „ἐὰν ᾖς ἐν ἀγορᾷ“. Ἠκηκόεσαν, ἐγεγράφεσαν, ἐπεποιήκεσαν, ἐνενοήκεσαν ἐρεῖς, ἀλλ’ οὐ σὺν τῷ ι, ἠκηκόεισαν .
120 Ὁ ῥύπος ἐρεῖς, οὐ τὸ ῥύπος. Ἀλεῖν ἐρεῖς, οὐκ ἀλήθειν · καὶ ἤλει, οὐκ ἤληθεν· ἀλοῦσα, οὐχὶ δὲ ἀλήθουσα.
122 Μέθυσος ἀνὴρ οὐκ ἐρεῖς, ἀλλὰ μεθυστικός· γυναῖκα δὲ ἐρεῖς μέθυσον καὶ μεθύσην. Ἤμην · εἰ καὶ εὑρίσκεται παρὰ τοῖς ἀρχαίοις, οὐκ ἐρεῖς, ἀλλ’ ἦν ἐγώ.
124 Ὤιδηκεν, ᾠκοδόμηκεν διὰ τοῦ ω ἄριστα ἐρεῖς, ἀλλ’ οὐ διὰ τῆς οι, οἴδηκεν, οἰκοδόμηκεν . Ἀνίστατο λέγε, μὴ ἠνίστατο .
126 Βρῶμος · πάνυ ἐζήτησα, εἰ χρὴ λέγειν ἐπὶ τῆς δυσωδίας· μέχρι οὖν εὑρίσκεται, ἄχαριν ὀσμὴν λέγε ὥσπερ οἱ κωμῳδοποιοί. Ἡρακλέα, Περικλέα, Θεμιστοκλέα ἐπεκτείνων τὴν ἐσχάτην λέγε, ἀλλὰ μὴ Ἡρακλῆν καὶ Περικλῆν καὶ Θεμιστοκλῆν .
128 Ἀνέῳγεν ἡ θύρα· σολοικισμός· χρὴ γὰρ λέγειν ἀνέῳκται. Οἱ ἥρως οὐ λέγουσιν, ἀλλ’ οἱ ἥρωες τρισυλλάβως· ἐπὶ δὲ τῆς αἰτιατικῆς δισυλλάβως τοὺς ἥρως.
129 ἅπαξ Ἀριστοφάνης (fr. 304 K.) βιασθεὶς ὑπὸ τοῦ μέτρου οἱ ἥρως εἶπεν, τῷ δ’ ἠναγκασμένῳ οὐ χρηστέον. Ἱερόθυτον οὐκ ἐρεῖς, ἀλλ’ ἀρχαίως θεόθυτον.
131 Διεφθορὸς αἷμα· τῶν ἀμαθῶν τινες ἰατρῶν λέγουσιν οὕτω σολοικίζοντες, δέον λέγειν διεφθαρμένον αἷμα· τὸ γὰρ διέφθορε διέφθειρεν. Ἀνατοιχεῖν μὴ λέγε, ἀλλὰ διατοιχεῖν.
133 Ἤνυστρον λέγε, μὴ ἔνυστρον . Ἐλλύχνιον · καὶ τοῦτο τῶν εἰσκωμασάντων ταῖς Ἀθήναις· θρυαλλίδα οὖν ῥητέον.
135 [5] Θυμέλην · τοῦτο οἱ μὲν ἀρχαῖοι ἀντὶ τοῦ θυσίαν ἐτίθεσαν, οἱ δὲ νῦν ἐπὶ τοῦ τόπου ἐν τῷ θεάτρῳ, ἐφ’ οὗ αὐληταὶ καὶ κιθαρῳδοὶ καὶ ἄλλοι τινὲς ἀγωνίζονται. σὺ μέντοι, ἔνθα μὲν τραγῳδοὶ καὶ κωμῳδοὶ ἀγωνίζονται, λογεῖον ἐρεῖς, ἔνθα δὲ οἱ αὐληταὶ καὶ οἱ χοροί, ὀρχήστραν· μὴ λέγε δὲ θυμέλην. Θυείαν λέγε, μὴ ἴγδιν .
137 Ἱστὼν λέγε, ἀλλὰ μὴ ἱστεών · ἁμαρτήσεις γὰρ ὁμοίως τῷ λέγοντι καλαμεών, ἱππεών, ἀνδρεών, δέον καλαμὼν ἱππὼν καὶ τὰ ὅμοια. Πυθαύλης μὴ λέγε, ἀλλὰ ψιλὸς αὐλητής, ἐπεὶ καὶ ἅτερος κύκλιος αὐλητής.
139 Καταπροΐξεται οὐκ ὀρθῶς διαιροῦσιν, δέον καταπροίξεται. Αἱ νῆες ἐρεῖς, οὐχ αἱ ναῦς · σόλοικον γάρ.
140 [5] ἥμαρτε μέντοι Φαβωρῖνος (fr. 135 Bar.), Πολέμων (p. 14, 26 Hink) καὶ Σύλλας αἱ ναῦς εἰπόντες. τὰς νῆας οὐκ ἐρεῖς, ἀλλὰ τὰς ναῦς. Λολλιανὸς δὲ ὁ σοφιστὴς ἀκούσας παρά τινος, ὅτι οὐ χρὴ αἱ ναῦς λέγειν, ἀλλὰ αἱ νῆες, ᾠήθη δεῖν λέγειν καὶ τὴν αἰτιατικὴν ὁμοίως, τὰς νῆας. οὐκ ἔχει δὲ οὕτως, ἀλλ’ ἐπὶ μὲν τῆς εὐθείας δισυλλάβως, ἐπὶ δὲ τῆς αἰτιατικῆς μονοσυλλάβως. Εἰσιέτω · καὶ περὶ τούτου οὕτως ἔσχεν.
141 Λολλιανὸς ἀκούσας, ὅτι χρὴ σὺν τῷ ε εἰσιέναι λέγειν, εἶθ’ ὑπέλαβε καὶ τὸ εἰσίτω εἰσιέτω δεῖν λέγειν. Κνημίδα, πινακίδα, καρίδα · βραχέως τούτων τὴν παρατέλευτον.
142 τὴν μέντοι ῥαφανίδα ἐκτείνουσι καὶ συστέλλουσιν. Κλ{αδ}ᾶν ἀμπέλους φαθί, ἀλλὰ μὴ κλαδεύειν .
144 Πολίτης λέγε, μὴ συμπολίτης . Τύλην , εἰ καὶ εὕροις που, σὺ κνέφαλον λέγε.
146 Τὸ ῥάπισμα οὐκ ἐν χρήσει· χρῶ οὖν τῷ καθαρῷ· τὸ γὰρ τὴν γνάθον πλατείᾳ τῇ χειρὶ πλῆξαι ἐπὶ κόρρης πατάξαι Ἀθηναῖοί φασιν. Παροψὶς τὸ ὄψον, οὐχὶ δὲ τὸ ἀγγεῖον· τοῦτο δὲ τρύβλιον ἢ λεκάριον καλοῦσιν.
148 Κροῦσαι τὴν θύραν · ἴσως μέν που παραβεβίασται ἡ χρῆσις, ἄμεινον δὲ τὸ κόπτειν τὴν θύραν. Ἐνήλατα κλίνης ἢ σκίμποδος οὐ χρὴ λέγειν τὸν ἀττικίζοντα, ἀλλὰ κραστήρια.
150 Κλίβανος οὐκ ἐρεῖς, ἀλλὰ κρίβανος διὰ τοῦ ρ {διὰ τὸ δοκεῖν πρώτην τροφὴν τῶν ἀνθρώπων κριθὰς εἶναι}. Κυνίδιον λέγε.
151 Θεόπομπος δὲ ὁ κωμῳδὸς ἅπαξ που (fr. 90 K.) κυνάριον εἶπεν. Ἐδεδίεσαν · καὶ τοῦτο τῆς Λολλιανοῦ Μούσης· σὺ δὲ λέγε τετρασυλλάβως ἄνευ τοῦ ε ἐδέδισαν.
153 Οὐθεὶς διὰ τοῦ θ, εἰ καὶ Χρύσιππος καὶ οἱ ἀμφ’ αὐτὸν οὕτω λέγουσιν, σὺ δὲ ἀποτρέπου λέγειν· οἱ γὰρ ἀρχαῖοι διὰ τοῦ δ λέγουσιν οὐδείς. Ἀφείλατο · ὅσοι διὰ τοῦ α λέγουσιν, ἀσχημονοῦσιν, δέον διὰ τοῦ ε λέγειν ἀφείλετο· καὶ ἀφειλόμην δεῖ λέγειν διὰ τοῦ ο, ἀλλὰ μὴ διὰ τοῦ α.
155 Λάγνης διὰ τοῦ η, ἀλλὰ μὴ λάγνος φαθί. Λαγὼς ὁ Ἀττικός, διὰ δὲ τοῦ ο ὁ Ἴων λαγός · τὸ λαγωὸς δὲ οὐκ ἔστιν.
157 Λίβανον λέγε τὸ δένδρον, τὸ δὲ θυμιώμενον λιβανωτόν , εἰ καὶ διὰ τὴν ποιητικὴν λίβανον καὶ τοῦτο Σοφοκλῆς (fr. 961 N. 2 ) λέγει. ἄμεινον δὲ Μένανδρος ἐν τῇ Σαμίᾳ (fr. 1 Koe., cf. p. 58A.) φησίν· „φέρε τὸν λιβανωτόν, σὺ δ’ ἐπίθες τὸ πῦρ, Τρύφη“. Τὴν λιμὸν Δωριεῖς, σὺ δὲ ἀρρενικῶς τὸν λιμὸν φαθί.
159 Ἐλουόμην , ἐλούου, ἐλούετο, λούομαι, λούεται, ἐλουόμεθα, ἐλούοντο, λούεσθαι· πάντα οὕτω λεγόμενα ἀδόκιμα· εἰ δὲ δόκιμα βούλει αὐτὰ ποιῆσαι, τὸ ε καὶ τὸ ο ἀφαίρει καὶ λέγε λοῦσθαι, ἐλούμην, ἐλοῦτο, λοῦμαι, λοῦται, λούμεθα, λοῦνται· οὕτω γὰρ οἱ ἀρχαῖοι λέγουσιν. Δυσωπεῖσθαι · Πλουτάρχῳ μὲν ἔστι Περὶ δυσωπίας βιβλίον (mor.
160 528c—536d), τοῦτο ὅπερ οἴεται δηλοῦν ἐντρέπεσθαι καὶ μὴ ἀντέχειν δι’ αἰδῶ. ἀλλὰ σημαίνει ἡ δυσωπία παρὰ τοῖς ἀρχαίοις τὴν ὑφόρασιν καὶ τὸ ὑποπτεύειν. Ἐπεξελευσόμενος ἄλλος οὗτος {ἦν} Ἡρακλῆς· τοῦτ’ οὖν ἔσυρεν ἐκ τριόδου Φαβωρῖνος (fr.
161 133 Bar.). χρὴ γὰρ ἐπεξιὼν εἰπεῖν· καὶ γὰρ ἐπέξειμι λέγεται, ἀλλ’ οὐκ ἐπεξελεύσομαι. Σαλπικτὴς τὸ δόκιμον διὰ τοῦ κ, οὐχὶ δὲ διὰ τοῦ ς· καὶ τὸ σαλπίσαι διὰ τοῦ ς παραιτοῦ, ἀδόκιμον γάρ, διὰ δὲ τοῦ ξ λέγε.
163 Ἀφιερῶσαι · καὶ τοῦτο Φαβωρῖνος (fr. 130 Bar.). σὺ δὲ καθιερῶσαι λέγε. Κολλάβους τοὺς ἐν τῇ λύρᾳ εἰ μὲν ἄλλη διάλεκτος λέγει, ‘οὐ φροντὶς Ἱπποκλείδῃ‘ φασίν· σὺ δὲ ὡς Ἀθηναῖος λέγε κόλλοπας.
165 Νίμμα ὁ πολὺς λέγει, ἡμεῖς δὲ ἀπόνιπτρον λέγομεν ὡς Ἀριστοφάνης (Ach. 616) καὶ οἱ ἀμφ’ αὐτόν. Νὴ τὼ θεώ · ὅρκος γυναικῶν· οὐ μὴν ἀνὴρ ὀμεῖται, εἰ μὴ γυναικίζοιτο.
167 Μεσοδάκτυλα · ἐναυτίασα τοῦτο ἀκούσας τοὔνομα. λέγομεν οὖν τὰ μέσα τῶν δακτύλων. Λάσταυρος · οἱ μὲν νῦν χρῶνται ἐπὶ τοῦ πονηροῦ καὶ ἀξίου σταυροῦ, οἱ δὲ ἀρχαῖοι ἐπὶ τοῦ καταπύγονος.
169 Μάλη οὐκ ἐρεῖς, ὑπὸ μάλης μέντοι. Μεγιστᾶνες · Ἀντίοχος ὁ σοφιστὴς βιβλίον τι ὑπέγραψεν, Ἀγοράν ἐπιγραφόμενον, ἔνθα τοὔνομα ἔθηκεν, ἴσως Μενάνδρῳ (fr.
170 877 Koe.) ἀκολουθήσας, οὐ γὰρ δή τινι τῶν ἀρχαίων. ἡμεῖς δὲ οὐ μεγιστᾶνες, ἑπόμενοι τοῖς ἀρχαίοις ἀνδράσιν, ἀλλὰ μέγα δυναμένους λέγομεν. Λόγιος · ὡς οἱ πολλοὶ λέγουσιν, ἐπὶ τοῦ δεινοῦ εἰπεῖν καὶ ὑψηλοῦ, οὐ τιθέασιν οἱ ἀρχαῖοι, ἀλλ’ ἐπὶ τοῦ τὰ ἐν ἑκάστῳ ἔθνει ἐπιχώρια ἐξηγουμένου ἐμπείρως.
172 Ἐξιδιάζονται · καὶ τοῦτο Φαβωρῖνος (fr. 132 Bar.) λέγει κακῶς· ἰδιοῦσθαι γὰρ τὸ τοιοῦτον λέγουσιν οἱ ἀρχαῖοι. Μύκας μὴ λέγε, ἀλλὰ μύκητας.
174 Αὐτότροφος μὴ λέγε, ἀλλ’ οἰκόσιτος ὡς Ἀθηναῖοι· μηδὲ οἰκογενῆ , ἀλλ’ οἰκότριβα. {μήποτε δὲ καὶ τῷ οἰκογενὴς ὡς δοκίμῳ χρηστέον}. Τὸ ὁλοσφύρατον ἔκβαλλε καὶ ἤτοι σφυρήλατον λέγε ἢ ὁλόσφυρον.
176 Ὀπωροπώλης · τοῦθ’ οἱ ἀγοραῖοι λέγουσιν, οἱ δὲ πεπαιδευμένοι ὀπωρώνης ὡς καὶ Δημοσθένης (18, 262). Νοσσός, νοσσίον · ἀμφοῖν λείπει τὸ ε, διὰ τοῦτο ἀδόκιμα.
177 λέγε οὖν νεοττός, νεοττίον, ἵνα ἀρχαῖος Ἀττικὸς φαίνοιο. νοσσάκιον ἐκβλητέον τελέως. Χρύσεα, ἀργύρεα, χάλκεα, κυάνεα · ταῦτα Ἰακὰ διαιρούμενα.
178 χρὴ οὖν λέγειν χρυσᾶ ἀργυρᾶ κυανᾶ τὸν ἀττικίζοντα. {χρυσοῦς λέγε· τὸ γὰρ χρύσεος Ἰακόν. ὁμοίως καὶ χρυσοῦς, ἀργυροῦς, χαλκοῦς, κυανοῦς, ἀλλὰ μὴ χρύσεος, ἀργύρεος}. Ἐκτρῶσαι · τοῦτο φεῦγε, λέγε δὲ ἐξαμβλῶσαι καὶ ἀμβλίσκειν.
180 Δυσὶ μὴ λέγε, ἀλλὰ δυοῖν. Δυεῖν ἐστι μὲν δόκιμον, τῷ δ’ ἀλλοκότως αὐτῷ χρῆσθαί τινας ἐπιταράττεται· ἐπὶ γὰρ μόνης γενικῆς τίθεται, οὐχὶ καὶ δοτικῆς.
182 Ὤτοις μὴ λέγε, ὥς τινες τῶν γραμματικῶν, ἀλλ’ ὠσίν. Μείρακες καὶ μεῖραξ· ἡ μὲν κωμῳδία (e.
183 g. Crat. fr. 55 K.) παίζει τὰ τοιαῦτα {οἷον ἡ γυνή}· τὸ γὰρ μεῖραξ καὶ μείρακες ἐπὶ θηλειῶν λέγουσιν, τὸ δὲ μειράκιον ἐπὶ ἀρρένων. Ἀναθέσθαι · καλῶς ὁ ἰδιώτης ἀναβάλλομαί φησιν· οἱ γὰρ ἐπὶ τούτου τάττοντες τὸ ἀναθέσθαι ἁμαρτάνουσιν.
184 [5] λέγουσι γὰρ „ἀνατίθεμαι εἰσαῦθις τὸ πρᾶγμα“, ἀγνοοῦντες ὡς τὸ ἀνατιθέναι δύο σημαίνει, ἓν μὲν τὸ μεταγιγνώσκειν ἐφ’ οἷς εἴρηκε καὶ ἄρρητα ποιεῖν, ἕτερον δὲ ἀνατιθέναι τὸ φορτίον. Σταθερὸς ἄνθρωπος · οὕτως οὐ χρῶνται οἱ ἀρχαῖοι, ἀλλὰ σταθερὰ μὲν μεσημβρία λέγουσι (Plat.
185 Phaedr. 242 a) καὶ σταθερὰ γαλήνη, σταθερὸς δὲ ἄνθρωπος οὐδαμῶς, ἀλλ’ ἐμβριθής. οὐ καλῶς οὖν Φαβωρῖνος (fr. 139 Bar.) „σταθερὸς ἄνθρωποσ“ εἶπεν. Ἀναπεσεῖν · οὐ καλῶς ἐπὶ τοῦ ἀνακλιθῆναι τάττεται, ἐὰν δ’ ἐπὶ τοῦ τὴν ψυχὴν ἀδημονῆσαι, καλῶς, οἷον „ἀνέπεσεν ἄνθρωποσ“ ἀντὶ τοῦ „τὴν ψυχὴν ἠθύμησεν“.
187 Ἀνάκειται · καὶ τοῦτο ἄλλο μὲν παρ’ αὐτοῖς σημαίνει, ἀντ’ ἄλλου δὲ ὑπὸ τῶν πολλῶν τίθεται. ἀνάκειται μὲν γὰρ ἀνδριὰς καὶ ἀναθήματα καλῶς ἐρεῖς, ἀνάκειται δ’ ἐπὶ τῆς κλίνης οὐκέτι, ἀλλὰ κεῖται. Ἀντιβάλλειν · καὶ τοῦθ’ ἕτερον σημαίνει καὶ ἑτέρως ὑπὸ τῶν πολλῶν λέγεται.
188 σημαίνει γὰρ τοιοῦτόν τι ὁποῖον τὸ ἀντιτιθέναι· λέγεται δὲ νῦν ἀντὶ τοῦ ἀνταναγνῶναι. Σκορπίζεται · Ἑκαταῖος (1 F 366 Jac.
189 ) μὲν τοῦτο λέγει Ἴων ὤν, οἱ δὲ Ἀττικοὶ σκεδάννυταί φασιν. Κατασχάσαι · ἰατροὶ μὲν τούτῳ χρώμενοι ἔχουσιν ἀπολογίαν ὡς ὄντος παρὰ τοῖς ἀρχαίοις τοῦ ἔσχων καὶ ἔσχαζον {καὶ ἐκέντουν}· ἀλλὰ κατανύξαι ἡμεῖς λέγομεν.
191 Ἀρχαιϊκὸν λέγε ἐν δυοῖν ι ὡς Ἀλκαιϊκὸν καὶ τροχαιϊκόν. Ῥέει, ζέει, πλέει · Ἰακὰ ταῦτα διαιρούμενα.
192 λέγε οὖν ῥεῖ, ζεῖ, πλεῖ. Ἀρτοκόπος ἀδόκιμον· χρὴ δὲ ἀρτοπόπος ἢ ἀρτοποιὸς λέγειν.
194 Ἐνθήκη · τὸ μὲν παρενθήκη ὅπως ὑπὸ Ἡροδότου (1, 186, 1 etc.) εἴρηται, ὕστερον (non exstat) ὀψόμεθα· τὸ δὲ ἐνθήκη, ὡς οἱ πολλοὶ λέγουσιν, ἄτοπον· ἀφορμὴν γὰρ λέγουσιν οἱ ἀρχαῖοι. Ἐξυπνισθῆναι οὐ χρὴ λέγειν, ἀλλ’ ἀφυπνισθῆναι.
196 Βαλαντοκλέπτης μὴ λέγε, ἀλλὰ βαλαντιοκλέπτης. Βασίλισσα οὐδεὶς τῶν ἀρχαίων εἶπεν, ἀλλὰ βασίλεια ἢ βασιλίς.
198 Σικχαίνομαι · τῷ ὄντι ναυτίας ἄξιον τοὔνομα. ἀλλ’ ἐρεῖς βδελύττομαι ὡς Ἀθηναῖος. Γελάσιμον μὴ λέγε, ἀλλὰ γελοῖον.
200 Ἀλεκτορίς · εὑρίσκεται καὶ ἐν τραγῳδίᾳ καὶ ἐν κωμῳδίᾳ, λέγε δὲ ἀλεκτρυὼν καὶ ἐπὶ θήλεος καὶ ἐπὶ ἄρρενος ὡς οἱ παλαιοί. Γλωσσίδας αὐλῶν ἢ ὑποδημάτων μὴ λέγε, ἀλλ’ ὡς οἱ δόκιμοι γλώττας αὐλῶν, γλώττας ὑποδημάτων.
202 Γρύτη · καὶ τοῦτο τῶν παραπεποιημένων· τὸ γὰρ τοιοῦτον ἅπαν γρυμέαν συμβέβηκε καλεῖσθαι. Διώρυγος , διώρυγι, διώρυγα 〈.
203 ...〉· οἱ γὰρ ἀρχαῖοι ταῦτα διὰ τοῦ χ λέγουσιν, διώρυχος, διώρυχι, διώρυχα. Δίκρανον · τοῦτο οἱ ἀρχαῖοι δίκρουν καλοῦσιν.
205 Διόσκουροι · ὀρθότερον Διόσκοροι. γελάσεις οὖν τοὺς σὺν τῷ υ λέγοντας. Ἔφης · ἔστι μὲν παρὰ τοῖς ἀρχαίοις, ἀλλ’ ὀλίγον.
206 τὸ δὲ πλεῖον ἔφησθα. Ὑστερίζειν τῷ καιρῷ οὐ λέγεται, ἀλλ’ ὑστερίζειν τοῦ καιροῦ.
207 Φαβωρῖνος (fr. 141 Bar.) δὲ οὐχ ὑγιῶς {καὶ} κατὰ δοτικὴν συντάττει. Παραβόλιον · ἀδόκιμον τοῦτο.
208 τῷ μὲν οὖν ὀνόματι οὐ κέχρηνται οἱ παλαιοί, τῷ δὲ ῥήματι· φασὶ γὰρ οὕτω· „παραβάλλομαι τῇ ἐμαυτοῦ κεφαλῇ“. ἐχρῆν οὖν κἀπὶ τούτων λέγειν „παραβάλλομαι ἀργυρίῳ“. Στατὸς ὁ τῶν αὐλητῶν χιτὼν οὐ λέγεται, ὡς Φαβωρῖνος (fr.
209 140 Bar.), ἀλλ’ ὀρθοστάδιος χιτών. Παιδίσκη · οἱ νῦν ἐπὶ τῆς θεραπαίνης τοῦτο τιθέασιν, οἱ δ’ ἀρχαῖοι ἐπὶ τῆς νεάνιδος, οἷς ἀκολουθητέον.
211 Παῖξαι Δωριεῖς διὰ τοῦ ξ, ὁ δὲ Ἀττικὸς παῖσαι καὶ παίσατε καὶ συμπαίστης διὰ τοῦ ς ἐρεῖ. Παλαιστρικός · Ἄλεξίν (fr.
212 325 K.) φασιν εἰρηκέναι, ὁ δὲ ἀρχαῖος παλαιστικὸν λέγει. Κορυφαιότατον · ἐνεκαλυψάμην εὑρὼν παρὰ Φαβωρίνῳ (fr.
213 134 Bar.). λέγε οὖν κορυφαῖον. Ἐπαοιδὴ ἰδιώτης λέγων οὐκ 〈ἂν〉 ἁμαρτάνοι.
214 λέγε οὖν ὀρθῶς ἐπῳδή, ἐπεὶ τὸ διαιρούμενον ποιητικόν. Διδοῦσιν · ἐν τῷ Περὶ εὐχῆς Φαβωρῖνος (fr.
215 8 Bar.) οὕτω λέγει, δέον διδόασιν· τὸ γὰρ διδοῦσιν ἄλλο τι σημαίνει {τὸ δεῖν}. Προαλῶς · τοῦτο δοκεῖ μοι γυναικῶν εἶναι τοὔνομα.
216 ἀνιῶμαι δὲ ὅτι ἀνὴρ λόγου ἄξιος κέχρηται αὐτῷ Φαβωρῖνος (fr. 137 Bar.). τοῦτο μὲν οὖν ἀποδιοπομπώμεθα, ἀντ’ αὐτοῦ δὲ λέγωμεν προπετῶς. Πηχῶν, πήχως · δεινῶς ἑκάτερον ἀνάττικον, δέον πήχεων καὶ πήχεως.
218 [5] Σύμπτωμα · πολλάκις εὗρον κείμενον παρὰ Φαβωρίνῳ ἐν τῷ Περὶ ἰδεῶν λόγῳ (fr. 25 Bar.)· πόθεν δὲ λαβὼν ἔθηκεν, οὐκ οἶδα. χρὴ οὖν συντυχίαν λέγειν ἢ λύσαντας οὕτω· „συνέπεσεν αὐτῷ τόδε γενέσθαι“. Δημοσθένης μέντοι ἐν τῷ Κατὰ Διονυσοδώρου (56, 43) ἅπαξ εἴρηκε τοὔνομα. Ἔκθεμα βάρβαρον· σὺ δὲ λέγε πρόγραμμα.
220 Κατορθώματα · ἁμαρτάνουσι κἀνταῦθα οἱ ῥήτορες, οὐκ εἰδότες ὅτι τὸ μὲν ῥῆμα δόκιμον, τὸ κατορθῶσαι, τὸ δ’ ἀπὸ τούτου ὄνομα ἀδόκιμον, τὸ κατόρθωμα. λέγειν οὖν χρὴ ἀνδραγαθήματα. Ὕπαιθρον μὴ λέγε, τὸ δὲ ὑπαίθριον τετρασυλλάβως.
222 Τὸ μὲν κοιτὼν †ἀδόκιμον†, τὸ δὲ προκοιτὼν οὐ δόκιμον. ἡμῖν δὲ καλὸν χρῆσθαι τῷ Ἀττικῷ ὀνόματι· προδωμάτιον γὰρ λέγουσιν, ἐπεὶ καὶ δωμάτιον τὸν κοιτῶνα. Ῥοΐδιον διαιροῦντες λέγουσιν οἱ ἀμαθεῖς· ἡμεῖς δὲ ῥοίδιον.
224 Σμῆγμα καὶ σμῆξαι · καὶ ταῦτα ἀνάττικα· τὸ γὰρ Ἀττικὸν σμῆμα καὶ σμῆσαι, τὸ μὲν ἄνευ τοῦ γ, τὸ δὲ διὰ τοῦ ς. Σάκκος Δωριεῖς διὰ τῶν δύο κκ, Ἀττικοὶ δὲ δι’ ἑνός.
226 [5] Πέπων · τοῦτο καθ’ αὑτὸ οὐκ ὀρθῶς τιθέμενον ὁρῶ. σημαίνει γὰρ τὸ ὄνομα πᾶν τὸ ἐν πεπάνσει ὄν, τιθέασι δ’ αὐτὸ οἰκείως ἐπὶ τῶν σικύων. χρὴ οὖν οὕτω λέγειν ὡς ὁ Κρατῖνος (fr. 136, 3 K.) „σίκυον σπερματίαν“ ἢ εἰ θέλεις πέπονα σίκυον. καθ’ αὑτὸ δὲ τὸ πέπων ἐπὶ τοῦ αὐτοῦ μὴ τιθῇς. Ἐπαρίστερον οὐ χρὴ λέγειν, ἀλλὰ σκαιόν.
228 Πλόκιον · ἐπὶ ὑποθέσεως πεπλεγμένης οἱ εἰκαῖοι τιθέασιν. θαυμάζω οὖν ὡς ὁ πρῶτος τῶν Ἑλλήνων δόξας εἶναι Φαβωρῖνος ἐχρήσατο ἐν συγγράμματι ἐπιγραφομένῳ Περὶ τῆς Δημάδους σωφροσύνης (fr. 7 Bar.). Στυππέϊνον τετρασυλλάβως οὐ χρὴ λέγειν, ἀλλὰ ἄνευ τοῦ ε τρισυλλάβως στύππινον ὡς οἱ ἀρχαῖοι.
229 Ταῦτα φυλαττόμενός τις βελτίων καὶ δοκιμώτατος εἴη ἄν. Τοῦ αὐτοῦ τμῆμα δεύτερον Ἀντίρρησιν μὴ λέγε, ἀντιλογίαν δέ.
231 [5] Βασίλισσαν · Ἀλκαῖόν φασι τὸν κωμῳδοποιὸν (fr. 6K.) καὶ Ἀριστοτέλην ἐν τοῖς Ὁμήρου ἀπορήμασιν (fr. 179 R.) εἰρηκέναι· σὺ δὲ βασιλικὸς ἐπιστολεὺς ἀποφανθεὶς ἀνάλογον τῇ σαυτοῦ παρασκευῇ γεννικώτατον ἡμῖν ἐκόμισας μάρτυρα τὸν συγγράψαντα τὸν Κατὰ Νεαίρας ([Dem.] 59, 74). ὃς διά τε τὰ ἄλλα ὑπωπτεύθη μὴ εἶναι Δημοσθένους καὶ διὰ τὰ τοιαῦτα τῶν ἀδοκίμων ὀνομάτων. τοῖς πλείοσιν οὖν πειθόμενοι βασίλειαν ἢ βασιλίδα λέγωμεν· οὕτω γὰρ ἂν διακρίνειν δόξαιμεν τό τε καλὸν καὶ τὸ αἰσχρόν. Εὐαγγελίζομαί σε· καὶ περὶ ταύτης τῆς συντάξεως διασκεπτόμενος ἐπὶ συχνὸν δή τινα χρόνον, εἴτε αἰτιατικῇ συντακτέον αὐτὸ πτώσει εἴτε δοτικῇ, εὑρίσκω κατὰ δοτικὴν ἡρμοσμένον, Ἀριστοφάνου μὲν οὕτω λέγοντος ἐν τοῖς Ἱππεῦσιν (vs.
232 [10] 643)· „εὐαγγελίσασθαι πρῶτος ὑμῖν βούλομαι“, Φρυνίχου δὲ τοῦ κωμῳδοῦ ἐν τοῖς Σατύροις (fr. 44 K.) οὕτως· „ὅτι πρὶν ἐλθεῖν αὐτὸν εἰς βουλὴν ἔδει καὶ ταῦτ’ ἀπαγγείλαντα πάλιν πρὸς τὸν θεὸν ἥκειν· ἐγὼ δ’ ἀπέδραν ἐκεῖνον †δευριανὸν δεῖ†“. Καὶ οὕτω λέγουσιν εὐαγγελίζομαι ἢ εὐαγγελῶ, οὗ ὁ Πλάτων (Theaet. 144 b. v. 1.) τὸ δεύτερον πρόσωπον λέγει εὐαγγελεῖς. Ἐκαθέσθη , καθεσθείς, καθεσθήσομαι καὶ τὰ πληθυντικὰ καθεσθήσονται ἔκφυλα.
233 λέγε οὖν καθέζομαι, καθεδοῦμαι, καθεδεῖται, καθεδοῦνται, καθεδούμενος. Υἱέα · ἐν ἐπιστολῇ ποτε Ἀλεξάνδρου τοῦ σοφιστοῦ εὗρον τοὔνομα τοῦτο γεγραμμένον, καὶ σφόδρα ἐμεμψάμην· οὐ γάρ, ἐπεὶ υἱέος καὶ υἱεῖ ἔστιν, εὐθὺς καὶ τὸν υἱέα εὕροι τις ἄν, ἀλλὰ τὴν αἰτιατικὴν υἱὸν λέγουσιν οἱ ἀρχαῖοι.
234 [5] τοῦτο δὲ καὶ Φιλόξενος ἐν τοῖς εʹ Περὶ τῆς Ἰλιάδος συγγράμμασι δαψιλέστατα ἀπέφηνεν, ἀδόκιμον μὲν εἶναι τὸν υἱέα, δόκιμον δὲ τὸν υἱόν. Ἀνέκαθεν · φυλακτέον ἐπὶ χρόνου λέγειν, οἷον „ἀνέκαθέν μοί ἐστι φίλοσ“.
235 [5] ἐπὶ γὰρ τόπου τάττουσιν αὐτὸ οἱ Ἀθηναῖοι, λέγοντες „ἀνέκαθεν κατέπεσεν“. λέγειν οὖν χρὴ „ἄνωθέν σοι φίλος εἰμί“. εἰ δέ τις φαίη παρ’ Ἡροδότῳ (1, 170 etc.) ἐπὶ χρόνου εἰρῆσθαι τοὔνομα, ἀληθῆ μὲν φήσει, εἴρηται γάρ· οὐ μὴν τῷ ὑφ’ Ἡροδότου εἰρῆσθαι τὸ δόκιμον τῆς χρήσεως παρέχεται· οὐ γὰρ Ἰωνικῶν καὶ Δωρικῶν ἐξέτασίς ἐστιν ὀνομάτων, ἀλλ’ Ἀττικῶν {ὥσπερ καὶ τὸ δόκιμον τῆς χρήσεως κρίνει}. Κεφαλαιωδέστατον · τοῦτο τοὔνομα εὗρον ἐν ἀρχῇ τῶν Πολέμωνος τοῦ Ἰωνικοῦ σοφιστοῦ Ἱστοριῶν κατὰ προοίμιον, καὶ θαυμάζω Σεκούνδου τοῦ συγγενομένου αὐτῷ γραμματικοῦ, πῶς τὰ ἄλλα δεξιὸς ἐπὶ λέξιν ὢν καὶ ἐπανορθῶν τὰ συγγράμματα τοῦ σοφιστοῦ τοῦτο παρεῖδεν ἀδόκιμον ὄν.
237 Ἐσθ’ ὅπῃ · τί πάσχουσιν οἱ οὕτω λέγοντες, δέον ἔστιν ὅτε λέγειν, οὐκ ἄν τις εἰκάσειεν, ἀλλ’ ἢ τοῦτο μόνον, ὅτι ἠμελημένοι εἰσὶν οἱ τούτῳ τῷ ὀνόματι χρώμενοι. Βάκηλος · ἁμαρτάνουσιν οἱ τάττοντες τοῦτο κατὰ τοῦ βλακός· σημαίνει γὰρ ὁ βάκηλος τὸν ἀποτετμημένον τὰ αἰδοῖα, ὃν Βιθυνοί τε καὶ Ἀσιανοὶ Γάλλον καλοῦσιν.
238 λέγε οὖν βλὰξ καὶ βλακικὸν ὡς οἱ ἀρχαῖοι. Ἑκὼν εἶναι · καὶ περὶ τούτου ἰδιώτης μὲν οὐκ ἂν πταίσειε, τῶν δὲ σφόδρα προσποιουμένων ἀρχαίᾳ φωνῇ κεκριμένῃ χρῆσθαι 〈τὸ ἁμάρτημα〉.
239 [5] τὸ δ’ ἁμάρτημα τοιοῦτόν ἐστιν· οἱ μὲν παλαιοὶ οὕτω συντάττουσιν τὸ ἑκὼν εἶναι, ὥστε πάντως ἀπαγόρευσιν ἢ ἄρνησιν ἐπιφέρειν ἢ προστιθέναι, οἷον „ἑκὼν εἶναι οὐ μὴ ποιήσω“. οὕτω καὶ οἱ νῦν εὖ φρονοῦντες. ὅσοι δὲ ἐπὶ καταφάσεως τιθέασιν τὸ ἑκὼν εἶναι, οἷον „ἑκὼν εἶναι ἔπραξα“, „ἑκὼν εἶναι ἐπεβουλευσάμην“, μέγιστα ἁμαρτάνουσιν. Ὄρθρος νῦν ἀκούω τῶν πολλῶν τιθέντων ἐπὶ τοῦ πρὸ ἡλίου ἀνίσχοντος χρόνου· οἱ δὲ ἀρχαῖοι ὄρθρον καὶ ὀρθρεύεσθαι τὸ πρὸ ἀρχομένης ἡμέρας, ἐν ᾧ ἔτι λύχνῳ δύναταί τις χρῆσθαι.
240 ὃ τοίνυν οἱ πολλοὶ ἁμαρτάνοντες ὄρθρον λέγουσιν, τοῦθ’ οἱ ἀρχαῖοι ἕω λέγουσιν. Μαγειρεῖον · τὸ μὲν μάγειρος δόκιμον, τὸ δὲ μαγειρεῖον οὐκέτι.
241 ἀντὶ δὲ τούτου ὀπτάνιον λέγουσιν, τῆς μὲν δευτέρας συλλαβῆς ὀξυτονουμένης, τῆς δὲ τρίτης βραχυνομένης. Τυγχάνω · καὶ τούτῳ προσεκτέον· οἱ γὰρ ἀμελεῖς οὕτω λέγουσιν· „φίλος σοι τυγχάνω, ἐχθρός μοι τυγχάνεισ“, δεῖ δὲ τῷ ῥήματι τὸ ὤν προστιθέναι, „φίλος μοι τυγχάνεις ὤν, ἐχθρός μοι τυγχάνεις ὤν“.
242 οὕτω γὰρ οἱ ἀρχαῖοι ἐχρήσαντο. Σύγκρισις · Πλούταρχος ἐπέγραψε σύγγραμμά τι τῶν αὑτοῦ „Σύγκρισις Ἀριστοφάνους καὶ Μενάνδρου“ (mor.
243 [5] 853 a—854 d)· καὶ θαυμάζω, πῶς φιλοσοφίας ἐπ’ ἄκρον ἀφιγμένος καὶ σαφῶς εἰδὼς ὅ, τι ποτέ ἐστιν ἡ σύγκρισις, ἐχρήσατο ἀδοκίμῳ φωνῇ. ὁμοίως δὲ καὶ τὸ συγκρίνειν καὶ συνέκρινεν ἡμάρτηται. χρὴ οὖν ἀντεξετάζειν καὶ παραβάλλειν λέγειν. Κατ’ ἐκεῖνο καιροῦ · παρὰ μὲν ἄλλῳ τῶν δοκίμων οὐχ εὗρον, ἡγοῦμαι δὲ καὶ Θουκυδίδην ἐν τῇ ηʹ (7, 2, 4) μετὰ τοῦ ἄρθρου εἰρηκέναι „κατ’ ἐκεῖνο τοῦ καιροῦ“.
244 [5] καὶ ἐγὼ μὲν φυλάττεσθαι παραινῶ οὕτω χρῆσθαι, εἰ δ’ ὅτι Θουκυδίδης εἴρηκε θαρροίη τις χρῆσθαι, χρήσθω μέν, σὺν δὲ τῷ ἄρθρῳ. Ἐπέστησε καὶ ἐπιστάσεως ἄξιον τὸ πρᾶγμα ἀντὶ τοῦ ἠπόρησε καὶ ἀπορίας ἄξιον τὸ πρᾶγμα· οὕτω χρωμένων τῶν Στωϊκῶν φιλοσόφων πολλάκις ἀκήκοα, εἰ δὲ καὶ ἀρχαίως ἢ δοκίμως, ἄξιον ἐπισκέψεως.
246 Εὐστάθεια ἢ εὐσταθής · πόθεν καὶ ταῦτα εἰς τὴν τῶν Ἑλλήνων φωνὴν εἰσερρύη, ἀδοκιμώτατα ὄντα, φροντίδος ἄξιον. ἀλλὰ σὺ ἐμβρίθεια λέγε καὶ ἐμβριθής. Πάλι · οὕτω λέγουσιν οἱ νῦν ῥήτορες καὶ ποιηταί, δέον μετὰ τοῦ ν πάλιν, ὡς οἱ ἀρχαῖοι λέγουσιν.
248 Ὑπόστασις ἔργων · καὶ τοῦτο τῶν ἠμελημένων, ἐπὶ πολὺ δὲ παρὰ τοῖς ἐργολάβοις τῶν ἔργων. ζητοῦντες δέ, τί 〈ἂν〉 ἀντ’ αὐτοῦ ἀρχαῖον θείημεν ὄνομα, οὐ ῥᾳδίως ἄχρι νῦν εὑρίσκομεν, εἰ δ’ εὑρεθείη, ἀναγεγράψεται. Γεννήματα · πολλαχοῦ ἀκούω τὴν λέξιν τιθεμένην ἐπὶ τῶν καρπῶν, ἐγὼ δὲ οὐκ οἶδα ἀρχαίαν καὶ δόκιμον οὖσαν.
249 χρὴ οὖν ἀντὶ τοῦ γεννήματα καρποὺς λέγειν ξηροὺς καὶ ὑγρούς. Ἵνα ἄξωσιν οὐ χρὴ λέγειν, ἀλλ’ ἵνα ἀγάγωσιν.
251 Συνήντετο καὶ ἀπήντετο ποιητικά· χρὴ οὖν ἀπήντησε λέγειν καὶ συνήντησε. Σίναπι οὐ λεκτέον, νᾶπυ δέ, ὅτι Ἀττικὸν καὶ δόκιμον.
253 [5] Ὀνυχίζειν καὶ ἐξονυχίζειν · ταὐτὸ σημαίνει ἑκάτερα καὶ τίθεται ἐπὶ τοῦ ἀκριβολογεῖσθαι. τὸ δ’ ἀπονυχίζειν τὸ τὰς ὑπεραυξήσεις τῶν ὀνύχων ἀφαιρεῖν σημαίνει. ἐπειδὴ δὲ ὁ πολὺς συρφετὸς λέγουσιν „ὀνύχισόν με“ καὶ „ὠνυχισάμην“, σημαινόμεθα τὰ ὀνόματα καί φαμεν ὅτι, εἰ μὲν ἐπὶ τοῦ τοὺς ὄνυχας ἀφαιρεῖν τίθησί τις, χρήσαιτο ἂν τῷ ἀπονυχίζειν, εἰ δ’ ἐπὶ τοῦ ἀκριβολογεῖσθαι καὶ ἐξετάζειν ἀκριβῶς, τῷ ὀνυχίζειν χρήσαιτ’ ἄν. Ὁ νῶτος ἀρσενικῶς λεγόμενος ἁμαρτάνεται, οὐδετέρως δὲ τὸ νῶτον καὶ τὰ νῶτα δοκίμως ἂν λέγοιτο.
255 Βρέχει ἐπὶ τοῦ ὕει· ἔν τινι κωμῳδίᾳ ἀρχαίᾳ προστιθεμένῃ Τηλεκλείδῃ τῷ κωμῳδῷ (fr. 54 K.) ἐστιν οὕτως εἰρημένον, ὅπερ, εἰ καὶ γνήσιον ἦν τὸ δρᾶμα, τῷ ἅπαξ εἰρῆσθαι ἐφυλαξάμεθ’ ἄν. ὁπότε δὲ καὶ νόθον ἐστίν, παντελῶς ἀποδοκιμαστέον τοὔνομα. Λάμυρος · οἱ νῦν μὲν τὸν ἐπίχαριν τῷ ὀνόματι σημαίνουσιν, οἱ δ’ ἀρχαῖοι τὸν ἰταμὸν καὶ ἀναιδῆ.
257 Ἐξέτρωσεν ἡ γυνὴ μὴ λέγε, ἐξήμβλωσε δέ. Ἔκτρωμα · μηδὲ τοῦτο λέγε, ἐξάμβλωμα δὲ καὶ ἀμβλωθρίδιον.
259 Ἐπίδεσμος καὶ ἐπίδεσμοι ἀρσενικῶς· οὕτω μὴ λέγε, ἀλλ’ οὐδετέρως τὸ ἐπίδεσμον καὶ τὰ ἐπίδεσμα ὡς οἱ ἀρχαῖοι. Τὸ σκάτος · καὶ τοῦτο ἐπ’ εὐθείας τιθέμενον ἀμαθές· γενικῆς γάρ ἐστι πτώσεως, τοῦ σκατός, ἡ δὲ εὐθεῖα τὸ σκώρ.
260 ἁμαρτάνοντες δὲ οἱ πολλοὶ τὴν μὲν ὀρθὴν τὸ σκάτος ποιοῦσιν, τὴν δὲ γενικὴν σὺν τῷ υ τοῦ σκάτους. Φλοῦς · καὶ τοῦτο ἡμάρτηται· οἱ γὰρ Ἀθηναῖοι φλέως λέγουσιν, καὶ τὰ ἀπὸ τούτου πλεκόμενα φλέϊνα καλεῖται.
262 Πεποίθησις οὐκ εἴρηται, ἀλλ’ ἤ τι πιστεύειν ἢ πεποιθέναι. Παλαστὴ τὸ μέτρον καὶ θηλυκῶς λέγεται καὶ ἄνευ τοῦ ι· ἀμαθεῖς δὲ οἱ λέγοντες σὺν τῷ ι καὶ σὺν τῷ ς παλαιστής, ὁμωνύμως τῷ ἀθλητῇ.
263 ὁ μέντοι ἀθλητὴς παλαιστὴς καλεῖται ἀρσενικῶς. Ἔγγιον ἐπὶ τοῦ ἐγγύτερον μὴ λέγε, ἀλλ’ ἐγγύτερον· ἐπὶ δὲ τοῦ ἐν τῇ γῇ, οἷον „ἔγγειον κτῆμα“, εἴ τις χρῷτο, ἄριστα ἂν χρήσαιτο, ὡς καὶ Δημοσθένης ([Dem.
264 ] 34, 24) „ἔγγειον τόκον“ λέγει. Ξύστραν μὴ λέγε, ἀλλὰ στλεγγίδα.
266 Μαμμόθρεπτον μὴ λέγε, τηθαλλαδοῦν δέ. Σίλφην · καὶ τοῦτο διεφθαρμένον· τίφην γὰρ οἱ παλαιοὶ λέγουσιν.
268 Ψύα · οἱ μὲν ἁπλῶς ἁμαρτάνοντες διὰ τοῦ υ, οἱ δὲ διπλῇ ἁμαρτάνοντες Ψοία · ἔστι δὲ καὶ τὸ ὄνομα πολὺ κίβδηλον. νεφρὸν οὖν λέγε. Ὑλιστήρ · τρύγοιπον τοῦτο καλοῦσιν οἱ δοκίμως διαλεγόμενοι.
270 Πάπυρος · τοπάσειεν ἄν τις Αἰγύπτιον εἶναι τοὔνομα· πολὺ γὰρ κατ’ Αἴγυπτον πλάζεται. ἡμεῖς δὲ βίβλον ἐροῦμεν. Ἀφρόνιτρον τελέως ἐξίτηλον καὶ ἀδόκιμον.
271 χρὴ οὖν λίτρον λέγειν ἢ λίτρου ἀφρόν. Νίτρον · τοῦτο Αἰολεὺς μὲν ἂν εἴποι, ὥσπερ οὖν καὶ ἡ Σαπφώ (fr.
272 189 L.—P.), διὰ τοῦ ν, Ἀθηναῖος δὲ διὰ τοῦ λ, λίτρον. Ἐξάδελφος ἀποδιοπομπητέον, ἀνεψιὸς δὲ ῥητέον.
274 Ὑπάλλαγμα ἀμαθῶς τινες ἀντὶ τοῦ ἐνέχυρον. Πανδοχεῖον · οἱ διὰ τοῦ χ λέγοντες ἁμαρτάνουσιν· διὰ γὰρ τοῦ κ χρὴ λέγειν πανδοκεῖον καὶ πανδοκεὺς καὶ πανδοκεύτρια.
276 Τὴν φθεῖρα λέγουσί τινες {καὶ τὴν κόριν · οἱ δὲ ἀρχαῖοι ἀρσενικῶς}, σὺ δὲ ἀρσενικῶς τὸν φθεῖρα λέγε {καὶ τὸν κόριν}. Μοκλὸν μὴ λέγε διὰ τοῦ κ, ἀδόκιμον γάρ, ἀλλὰ διὰ τοῦ χ.
278 Κατὰ κοιλίας ποιεῖν οἱ γυμναστικοὶ λέγουσιν· ὁπόθεν δὲ λαβόντες φασίν, ἄδηλον. οἱ γὰρ παλαιοὶ ὑπάγειν τὴν γαστέρα λέγουσιν. Ἐφιόρκους · τοῦτο διὰ τοῦ π λέγε ἐπιόρκους.
280 Ψίεθος, μιερὸς, ὕελος · ἁμαρτάνουσιν οἱ διὰ τοῦ ε λέγοντες, ἀδόκιμον γάρ. καὶ Κόριννα (fr. 36 P.) „τὸν ὑάλινον πόδα θήσεισ“. Πύελος διὰ τοῦ ε καὶ μυελὸς ῥητέον.
282 Οἱ χόλικες ἀμαθές· οἱ γὰρ δόκιμοι θηλυκῶς αἱ χόλικές φασιν. Χονδροκώνειον · ἀμαθὲς τὸ σύνθετον τοῦτο καὶ ἀλλόκοτον.
284 Ἐκτενῶς μή, ἀλλ’ ἀντ’ αὐτοῦ δαψιλῶς λέγε. Πρώτως · Ἀριστοτέλης (E.
285 N. 1157a 30) καὶ Χρύσιππος λέγει, ἔστι δὲ διεφθαρμένον πάνυ τοὔνομα· λέγε οὖν πρῶτον. Παραθήκην Ἱππίαν (VS 86 B 10) καὶ Ἴωνα τινὰ συγγραφέα (Hdt.
286 6, 86 etc.) φασὶν εἰρηκέναι, ἡμεῖς δὲ τοῦτο παρακαταθήκην ἐροῦμεν, ὡς Πλάτων (Rep. 442 e) καὶ Δημοσθένης (21, 177 etc.) καὶ Θουκυδίδης (2, 72, 3). Ἀπαράβατον παραιτοῦ λέγειν, ἀλλ’ ἀπαραίτητον.
288 Λυχνίαν · ἀντὶ τούτου λυχνεῖον λέγε ὡς ἡ κωμῳδία (Aristoph. fr. 561 K. et Pherecr. fr. 85 K.). Ἀγωγόν · τοῦτο τοὔνομα τάττουσιν οἱ παλαιοὶ ἐπὶ τοῦ ἡγουμένου ὁδόν τινα· οὕτω καὶ Θουκυδίδης (4, 78, 2 etc.
289 ) κέχρηται. νῦν δὲ οἱ περὶ τὰ δικαστήρια ῥήτορες ἀγωγοὺς καλοῦσι τοὺς ὀχετοὺς τῶν ὑδάτων. Κρύβεται φεῦγε διὰ τοῦ β λέγειν καὶ κρύβεσθαι, ἀλλὰ διὰ τοῦ πτ κρύπτεται καὶ κρύπτεσθαι φαθί.
291 Καρῆναι καὶ ἐκάρην φασίν, καὶ εἶναι τούτου πρὸς τὸ κείρασθαι διαφοράν· τὸ μὲν γὰρ ἐπὶ προβάτων τιθέασιν, κείρασθαι δὲ ἐπὶ ἀνθρώπων, ὃ δεῖ φυλάττειν. Κοχλιάριον · τοῦτο λίστρον Ἀριστοφάνης ὁ κωμῳδοποιὸς λέγει (fr.
292 809 K.)· καὶ σὺ δὲ οὕτως λέγε. Δεξαμενή φασι Πλάτωνα (Critias 117 b) ἐπὶ τῆς κολυμβήθρας εἰρηκέναι, ἐγὼ δὲ οὔ φημι· ἀλλὰ δεξαμένη τῷ τόνῳ εἶπεν ὡς ποιουμένη.
293 χρὴ οὖν καὶ ἡμᾶς κολυμβήθραν λέγειν. Χθιζὸν ἀποβλητέον ὅτι ποιητικόν, ἀντὶ δὲ τοῦ χθιζὸν ἐροῦμεν χθεσινόν, πρὸς τὸ πολιτικὸν ἀποτορνεύοντες τὸν λόγον, ὡς καὶ Ἀριστοφάνης (Vesp.
294 281 et Ran. 987). Βαθμὸς Ἰακὸν διὰ τοῦ θ, διὰ τοῦ ς Ἀττικόν, βασμός.
296 Πυρία · τοῦτο τάττουσιν οἱ πολλοὶ ἐπὶ τῆς ἐν τῷ βαλανείῳ πυέλου, καὶ ἔχει μὲν τὸ ἔτυμον ἀπὸ τοῦ πυροῦσθαι, οὐ μὴν τὸ ἀκριβὲς καὶ δόκιμον· πυέλους γὰρ οἱ ἀρχαῖοι καλοῦσιν, ἀλλ’ οὐ πυρίας. Ἵπτασθαι παραιτητέον, εἰ καὶ ἅπαξ που εἴη κείμενον ἢ δίς, πέτεσθαι δὲ λέγε.
298 Νήστης βάρβαρον, τὸ δὲ ἀρχαῖον νῆστις διὰ τοῦ ι. Κατὰ χειρῶν δεινῶς ἀνελλήνιστον, καὶ τὸ ἐπὶ χειρῶν δέ· μεστὴ γὰρ ἡ κωμῳδία (e.
299 g. Aristoph. Vesp. 1216) τοῦ κατὰ χειρός. Φάγομαι βάρβαρον· λέγε οὖν ἔδομαι, τοῦτο γὰρ Ἀττικόν.
301 Ἡμικεφάλαιον μὴ λέγε, ἀλλ’ ἡμίκρανον. Ἐνάρετος · πολὺ παρὰ τοῖς Στωϊκοῖς (e.
302 g. St. V. Fr. III p. 72, 34) κυκλεῖται τοὔνομα, οὐκ ὂν ἀρχαῖον. Γαστροκνημίαν μὴ λέγε, ἀλλὰ κνήμην.
304 Θέρμα · οὕτως ὁ Μένανδρος (Georg. 51 Koe.) διὰ τοῦ α, ἀλλ’ οὔτε Θουκυδίδης οὔθ’ ἡ ἀρχαία κωμῳδία οὔτε Πλάτων, θέρμη δέ. Τεθεληκέναι · Ἀλεξανδρεωτικὸν τοὔνομα, διὸ ἀφετέον Ἀλεξανδρεῦσι καὶ Αἰγυπτίοις αὐτό, ἡμῖν δὲ ῥητέον ἠθεληκέναι.
306 Ψύλλος βάρβαρον, ἡ δὲ ψύλλα δόκιμον ὅτι καὶ ἀρχαῖον. Εὐσχήμων · τοῦτο οἱ μὲν ἀμαθεῖς ἐπὶ τοῦ πλουσίου καὶ ἐν ἀξιώματι ὄντος τάττουσιν, οἱ δ’ ἀρχαῖοι ἐπὶ τοῦ καλοῦ καὶ συμμέτρου.
308 Ἐπίτοκος ἡ γυνή· ἀδοκίμως εἶπεν Ἀντιφάνης ὁ κωμικός (fr. 306 K.), δέον ἐπίτεξ. Ἐγκάθετος · οὕτως Ὑπερείδης (fr.
309 56 Jensen) ἀπερριμμένως, δέον δοκιμωτέρῳ χρήσασθαι τῷ θετὸς ἢ εἰσποιητὸς ἢ ὑπόβλητος. Ἐνδυμενία ἀμαθῶς, δέον διττῶς λέγειν ὡς Εὔπολις Κόλαξι (fr.
310 151 K.) „σκεύη τὰ κατὰ τὴν οἰκίαν καὶ ἔπιπλα“. Ἐμπυρισμός · οὕτως Ὑπερείδης (or.
311 II fr. III Jensen) ἠμελημένως, δέον ἐμπρησμὸς λέγειν. Ἡμίκακον · οὐχ οὕτως, ἀλλ’ ἡμιμόχθηρον φαθί.
313 Ἔμελλον ποιῆσαι , ἔμελλον θεῖναι· ἁμάρτημα τῶν ἐσχάτων εἴ τις οὕτω συντάττει· τετήρηται γὰρ ἢ τῷ ἐνεστῶτι συνταττόμενον ἢ τῷ μέλλοντι, οἷον „ἔμελλον ποιεῖν“, „ἔμελλον ποιήσειν“· τὰ δὲ συντελικὰ οὐδένα τρόπον ἁρμόσει τῷ ἔμελλον. Κραυγασμός · παρακειμένου τοῦ κεκραγμὸς εἰπεῖν ἐρεῖ τις ἀμαθῶς κραυγασμός.
315 Κορυδαλός · Εὐβούλου τοῦ κωμῳδοποιοῦ δρᾶμα (p. 182 K.) ἐπιγράφεται οὕτως· σὺ δὲ τοῖς περὶ Ἀριστοφάνην (e. g. Av. 472) πειθόμενος κορυδὸν λέγε τὸ ζῷον. Καμμύειν · τοσαύτη κακοδαιμονία περί τινάς ἐστι τῆς βαρβαρίας, ὥστε, ἐπειδὴ Ἄλεξις (fr.
316 319 K.) κέχρηται τῷ καμμύειν ἠμελημένως ἐσχάτως, αἱρεῖσθαι καὶ αὐτοὺς οὕτω λέγειν, δέον ὡς οἱ ἄριστοι τῶν ἀρχαίων καταμύειν. Κεφαλοτομεῖν · ἀπόρριπτε τοὔνομα καὶ Θεόφραστον κεχρημένον αὐτῷ (Π.
317 εὐδαιμονίας, cf. Antiatt. 104, 31), λέγε δὲ καρατομεῖν. Λάκαιναν μὲν γυναῖκα ἐρεῖς, Λάκαιναν δὲ τὴν χώραν οὐδαμῶς, ἀλλὰ Λακωνικήν, εἰ καὶ Εὐριπίδης παραλόγως φησὶν (Androm.
318 194) „ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλισ“. „ Μὲν οὖν τοῦτο πράξω“· τίς 〈ἂν〉 ἀνάσχοιτο οὕτω συντάττοντός τινος ἐν ἀρχῇ λόγου τὸ μὲν οὖν; οἱ γὰρ δόκιμοι ὑποτάσσουσιν, „ἐγὼ μὲν οὖν“ λέγοντες καὶ „καλὰ μὲν οὖν“ καὶ „τὰ μὲν οὖν πράγματα“.
320 Μιαρία ἀδόκιμον, τὸ δὲ μιαρὸς ἀρχαῖον. Γαμῴη μὴ λέγε, ἀλλὰ γαμοίη διὰ τῆς οι, ὡς νοοίη φιλοίη· τὰ γὰρ τῆς πρώτης συζυγίας καὶ τρίτης τῶν περισπωμένων ῥημάτων εὐκτικὰ διὰ τῆς οι διφθόγγου λέγεται, οἶον τελοίη· τὰ δὲ τῆς δευτέρας διὰ τοῦ ω, οἷον νικῴη, γελῴην γελῴης γελῴη.
322 Ἐργοδότης οὐ κεῖται, τὸ δὲ ἐργοδοτεῖν παρά τινι τῶν νεωτέρων κωμῳδῶν (Apollod. fr. 20 K.), οἷς καὶ αὐτοῖς οὐ πειστέον. Ἐντέχνως · πάνυ αἰτιῶνται τοὔνομα καί φασι τεχνικῶς δεῖ λέγειν· ἀλλὰ καὶ Λυσίαν εἰρηκότα ἐντέχνως (fr.
323 116 Th.) παραιτοῦνται. Διδῴη καὶ διδῴης· τούτου τὸ εὐκτικὸν οὐδεὶς τῶν Ἀττικῶν εἶπε διὰ τοῦ ω, ἀλλὰ διὰ τῆς οι διφθόγγου.
324 [5] τεκμηριοῖ δὲ Ὅμηρος· ἐὰν μὲν γὰρ ὑποτακτικῶς χρῆται, διὰ τοῦ ω λέγει· „εἰ δέ κεν αὖ τοι δῴη κῦδος ἀρέσθαι“ (Π 87 sq.), ἔστι γὰρ ‚ἐὰν δέ σοι δῷ ὁ Ζεύσ‛· εἰ δὲ εὐκτικῶς, οὕτως· „σοὶ δὲ θεοὶ τόσα δοῖεν, ὅσα φρεσὶ σῇσι μενοινᾷσ“ (ζ 180). ἐθαύμασα οὖν Ἀλεξάνδρου τοῦ Σύρου σοφιστοῦ δῴη καὶ διδῴη λέγοντος ἐπὶ εὐκτικοῦ. Βρώσομαι κακῶς ὁ Φαβωρῖνος (fr.
325 131 Bar.), οἱ γὰρ Ἀττικοὶ ἀντ’ αὐτοῦ τῷ ἔδομαι καὶ κατέδομαι χρῶνται. ἄκριτον οὖν καὶ ἀπόβλητον τῶν Ἀττικῶν φωνῶν τὸ βρώσομαι ῥῆμα. Ἐὰν ἄξῃς οὐδεὶς ἂν φαίη, ἀλλ’ ἐὰν ἀγάγῃς.
327 Ἄγαγον · καὶ τοῦτο, εἰ μὲν μετοχὴν εἶχε τὴν ἀγάγας, ἐν λόγῳ ἄν τινι ἦν. λεκτέον οὖν ἄγαγε, καὶ γὰρ ἡ μετοχὴ ἀγαγών, ὡς ἄνελε ἀνελών. Ἀναισθητεύομαι · τὸ μὲν ὄνομα ἀναίσθητος δοκιμώτατον, τὸ δὲ ῥῆμα οὐκέτι.
328 λέγε οὖν οὐκ αἰσθάνομαι. Αὐθεκαστότης ἀλλόκοτον· τὸ μὲν γὰρ αὐθέκαστος κάλλιστον ὄνομα, τὸ δὲ παρὰ τοῦτο πεποιημένον αὐθεκαστότης κίβδηλον.
330 [5] „Τὸν παῖδα τὸν ἀκολουθοῦντα μετ’ αὐτοῦ “· Λυσίας ἐν τῷ Κατ’ Αὐτοκράτους (fr. 20 Th.) οὕτω τῇ συντάξει χρῆται, ἐχρῆν δὲ οὕτως εἰπεῖν· „τὸν ἀκολουθοῦντα αὐτῷ“. Τί ἂν οὖν φαίη τις, ἁμαρτεῖν τὸν Λυσίαν, ἢ νοθεύειν καινοῦ σχήματος χρῆσιν; ἀλλ’ ἐπεὶ ξένη ἡ σύνταξις, πάντῃ παραιτητέα, ῥητέον δὲ ἀκολουθεῖν αὐτῷ. Βιωτικόν · ἀηδὴς ἡ λέξις· λέγε οὖν χρήσιμον ἐν τῷ βίῳ.
332 [10] Βουνός · ὀθνεία ἡ φωνὴ τῆς Ἀττικῆς· καὶ γὰρ αὐτὸς ὁ χρησάμενος τῷ ὀνόματι, συνεὶς ξένως κεχρημένος, σημαίνεται ὡς ἀσαφῶς διαλεγόμενος· εἰπόντος γάρ τινος „βουνὸν ἐπὶ ταύτῃ καταλαβὼν ἄνω τινά“ ὁ προσδιαλεγόμενος, οὐ συνεὶς τὸ ξένον τοῦ ὀνόματος, φησίν „τίς ἐσθ’ ὁ βουνός; ἵνα σαφῶς σου μανθάνω“. ἐν δὲ τῇ Συρακουσίᾳ ποιήσει (Gloss. Ital. 9 Kaibel) καθωμίληται. ἀλλ’ οὐ προσίεται ὁ Ἀττικισμός, περὶ οὗ ἀγωνιζόμεθα, τὴν ἀλλοδαπὴν διάλεξιν· ὅπου γὰρ ἀνεπίμικτος καὶ ἄχραντος βούλεται μένειν τῆς ἄλλης Ἑλλάδος, Αἰολέων λέγω καὶ Δωριέων καὶ Ἰώνων, τούτων μὲν καὶ συγγενῶν ὄντων, σχολῇ γ’ ἂν ἀδόκιμον καὶ μιξοβάρβαρον προσεῖτο φωνήν. ὁ δ’ οὖν κεχρημένος τῷ βουνὸς ὀνόματι Φιλήμων ἐστίν (fr. 142 K.), εἷς τῶν τῆς νέας κωμῳδίας. Μονθυλεύω · οὕτω τινὲς τὸ μολύνοντα ταράττειν λέγουσιν, καὶ ἔστι δυσχερές.
333 ἀπόρριπτε οὖν καὶ τοῦτο. Βόλβιτον ὀλίγοι τινὲς λέγουσι τῶν Ἀττικῶν, ἀλλὰ τούτου δοκιμώτερον τὸ βόλιτον ἄνευ τοῦ δευτέρου β.
335 [5] Γογγυσμὸς καὶ γογγύζειν · ταῦτα ἀδόκιμα μὲν οὐκ ἔστιν, Ἰακὰ δέ. Φωκυλίδην γὰρ οἶδα κεχρημένον αὐτῷ τὸν Μιλήσιον, ἄνδρα παλαιὸν σφόδρα (fr. 5 D. 3 )· „καὶ τόδε Φωκυλίδεω· χρή τοι τὸν ἑταῖρον ἑταίρῳ φροντίζειν, ἅσς’ ἂν περιγογγύζωσι πολῖται.“ ἀλλὰ τοῦτο μὲν Ἴωσιν ἀφείσθω, ἡμεῖς δὲ τονθρυσμὸν καὶ τονθρύζειν λέγωμεν ἢ νὴ Δία σὺν τῷ ο τονθορυσμὸν καὶ τονθορύζειν. Δύνῃ · ἐὰν μὲν τοῦτο ὑποτακτικὸν ᾖ, „ἐὰν δύνωμαι, ἐὰν δύνῃ“, ὀρθῶς λέγεται· ἐὰν δὲ ὁριστικῶς τιθῇ τις, „δύνῃ τοῦτο πρᾶξαι“, οὐχ ὑγιῶς ἂν τιθείη· χρὴ γὰρ λέγειν „δύνασαι τοῦτο πρᾶξαι“.
337 „ Ὥρκωσε καὶ ὁρκωτὴς δ’ ἐγώ“· οὕτω Κρατῖνός (fr. 366 K.) φησιν. μᾶλλον δὲ διὰ τοῦ ω λέγε ἢ διὰ τοῦ ι ὥρκισεν. Εὐκερματεῖν ἀηδὲς πάνυ, ἥδιστα δ’ ἂν εἴποις εὐπορεῖν κερμάτων.
339 Ἐνιαυσιαῖον · καὶ τοῦθ’ ὅμοιόν ἐστι τῷ Διονυσιαῖον, κίβδηλον. λέγε οὖν πεντεσυλλάβως ἐνιαύσιον ὡς Διονύσιον. Ἐδέετο, ἐπλέετο · Ἰακὰ ταῦτα.
340 ἡ δὲ Ἀττικὴ συνήθεια συναιρεῖ, ἐδεῖτο ἐπλεῖτο. Ἐξαλλάξαι · τὸ τέρψαι καὶ παραγαγεῖν εἰς εὐφροσύνην· χρὴ φυλάττεσθαι οὕτω λέγειν, οὐ γὰρ χρῶνται οἱ δόκιμοι, Φιλιππίδης (fr.
341 35 K.) δὲ καὶ Μένανδρος (fr. 799 Koe.) αὐτῷ χρῶνται. Ἐνεχυριμαῖα οὐδεὶς τῶν δοκίμων εἶπεν—εἰ δὲ τῶν ἠμελημένων τις, ‘οὐ φροντὶς Ἱπποκλείδῃ‘—, ἐνέχυρα δέ.
343 Ἐκλείψας οὐ δόκιμον, ἀλλὰ τὸ ἐκλιπών. Χρηστὸς τὰ ἤθη πληθυντικῶς φυλάττου· οἱ γὰρ δόκιμοι ἑνικῶς φασι χρηστὸς τὸ ἦθος.
345 Θυρεός · τοῦθ’ Ὅμηρος (ι 240 etc.) ἐπὶ λίθου τίθησιν ἀντὶ θύρας τὴν χρείαν παρέχοντος, οἱ δὲ πολλοὶ ἐπὶ τῆς ἀσπίδος τιθέασιν, οὐδενὸς τῶν ἀρχαίων καὶ δοκίμων χρησαμένου. χρὴ οὖν ἀσπίδα λέγειν. Διονυσεῖον · ἀπαίδευτον οὕτω λέγειν, δέον βραχύνειν τὴν σι συλλαβήν· οἱ γὰρ ἐκτείνοντες παρὰ τὴν τῶν Ἀττικῶν διάλεκτον λέγουσιν.
346 [5] χρὴ οὖν Ἀριστοφάνει ἀκολουθοῦντας λέγειν· ἐν γὰρ τῷ Γήρᾳ (fr. 131 K.) φησίν· „τίς ἂν φράσειε, ποῦ ’στι τὸ Διονύσιον;“ „ὅπου τὰ μορμολυκεῖα προσκρεμάννυται.“ Ἔμελλον γράψαι · ἐσχάτως βάρβαρος ἡ σύνταξις αὕτη· ἀορίστῳ γὰρ χρόνῳ τὸ ἔμελλον οὐ συντάττουσιν οἱ Ἀθηναῖοι, ἀλλ’ ἤτοι ἐνεστῶτι, οἷον „ἔμελλον γράφειν“, ἢ μέλλοντι, οἷον „ἔμελλον γράψειν“.
348 Οὐχ οἷον ὀργίζομαι· κίβδηλον ἐσχάτως, μάλιστα δ’ ἁμαρτάνεται ἐν τῇ ἡμεδαπῇ, οὐχ οἷον καὶ μὴ οἷον λεγόντων, ὅπερ οὐ μόνον τῷ ἀδοκίμῳ ἀπόβλητον, ἀλλὰ καὶ τῷ ἤχῳ ἀηδές. λέγειν δὲ χρὴ οὐ δήπου καὶ μὴ δήπου. Οἰκίας δεσπότης λεκτέον, οὐχ ὡς Ἄλεξις (fr.
349 225 K.) οἰκοδεσπότης . Ὁνδηποτοῦν μὴ λέγε, ἀλλὰ δοκίμως ὁντινοῦν.
351 [5] Πρόσφατον · καὶ περὶ τούτου πολλὴν διατριβὴν ἐποιησάμην ἐπισκοπούμενος, εἰ μόνον λέγεται πρόσφατος νεκρὸς καὶ μὴ πρόσφατον πρᾶγμα. εὑρίσκετο δὲ Σοφοκλῆς ἐν τῇ Ἀνδρομέδᾳ (fr. 124 N. 2 ) τιθεὶς οὕτω· „μηδὲν φοβεῖσθαι προσφάτους ἐπιστολάσ“. Πτῶμα · ἐπὶ νεκροῦ τιθέασιν οἱ νῦν, οἱ δὲ ἀρχαῖοι οὐχ οὕτως, ἀλλὰ πτώματα νεκρῶν ἢ οἴκων.
353 [5] Περίστασις · ἀντὶ τοῦ συμφορὰ τιθέασιν οἱ Στωϊκοὶ φιλόσοφοι (e. g. Aristo Chius, St. V. Fr. I p. 83, 15), οἱ δ’ ἀρχαῖοι περίστασιν λέγουσι τὴν διά τινα τάραχον παρουσίαν πλήθους, καὶ ἡ τραγῳδία καὶ ἡ κωμῳδία. μάθοις δ’ ἂν Τηλεκλείδου (fr. 35 K.) λέγοντος ὧδε· „τίς ἥδε κραυγὴ καὶ δόμων περίστασις;“ Παρεμβολὴ δεινῶς Μακεδονικόν, καίτοι ἐνῆν τῷ στρατοπέδῳ χρῆσθαι, πλείστῳ καὶ δοκίμῳ ὄντι.
355 Σαπρὰν οἱ πολλοὶ ἐπὶ τοῦ αἰσχράν. Θέων φησὶ ὁ γραμματικὸς (fr. 39 Guhl) εὑρηκέναι παρὰ Φερεκράτει (fr. 229 K.), πταίων· ἅπαντα γὰρ ἃ φέρει μαρτύρια ἐπὶ τοῦ παλαιοῦ καὶ σεσηπότος εὕρηται κείμενα. Σώματα · ἐπὶ τῶν ὠνίων ἀνδραπόδων, οἷον „σώματα πωλεῖται“, οὐ χρῶνται οἱ ἀρχαῖοι.
357 [10] „ Τὰ πρόσωπα ἀμφότερα παρῆν“· οἱ ἀμφὶ τὰς δίκας ῥήτορες οὕτω λέγουσιν παραπαίοντες. ἀλλὰ σὺ καθαρὸς καὶ ἀρχαῖος ὢν ῥήτωρ καὶ μόνος μετά γ’ ἐκείνους, τοὺς ἀμφὶ τὸν Δημοσθένην λέγω, ἐπανάγων εἰς τὸ ἀρχαῖον σχῆμα καὶ δόκιμον τὴν ῥητορικήν, οὐ μόνον αὐτὸς δυσχεραίνων οὐδεπώποτε ἐχρήσω τῷ ὀνόματι, ἀλλὰ καὶ τοὺς ἄλλους ἐκώλυσας χρήσασθαι, ἐξελληνίζων καὶ ἐξαττικίζων τὸ βασιλικὸν δικαστήριον καὶ διδάσκαλος καθιστάμενος οὐ μόνον αὐτῶν τῶν λόγων, οἵους χρὴ λέγειν, 〈ἀλλὰ καὶ〉 σχήματος καὶ βλέμματος καὶ φωνῆς καὶ στάσεως. τοιγαροῦν σε τῶν μεγίστων ἀξιώσαντες οἱ Ῥωμαίων βασιλεῖς ἀνέθεσαν τὰ Ἑλλήνων ἅπαντα πράγματα διοικεῖν, παριδρυσάμενοι σύμβουλον ἑαυτοῖς, λόγῳ μὲν ἐπιστολέα ἀποφήναντες, ἔργῳ δὲ συνεργὸν ἑλόμενοι τῆς βασιλείας. ἀλλὰ ταῦτα μὲν καὶ αὖθις. τὰ δὲ πρόσωπα, ὡς πρόκειται, οὐκ ἐροῦμεν, ἀλλὰ καθάπερ οἱ παλαιοί, οἷον „καλὸν ἔχει πρόσωπον“. Στρηνιᾶν · τούτῳ ἐχρήσαντο οἱ τῆς νέας κωμῳδίας ποιηταί (e.
358 g. Antiphan. fr. 82 K.), ᾧ οὐδ’ ἂν μανείς τις χρήσαιτο, παρὸν λέγειν τρυφᾶν. Σύαγρος οὐ ῥητέον· σῦν ἄγριον οἱ ἀρχαῖοι λέγουσιν.
360 Συγγνωμονῆσαι οὐ χρὴ λέγειν, ἀλλὰ συγγνῶναι. Σιτομετρεῖσθαι μὴ λέγε, λύων δ’ ἐρεῖς σῖτον μετρεῖσθαι.
362 Στηθύνιον ὀρνιθίου λέγουσί τινες οὐχ ὑγιῶς. εἰ γὰρ χρὴ ὑποκοριστικῶς λέγειν, 〈λέγε〉 στηθίδιον· εἰ δ’ οὐκ ἔστιν ὑποκοριστικόν, πόθεν εἰσεκώμασε καὶ τοῦτο τὸ κακὸν τῇ τῶν Ἑλλήνων φωνῇ; Ὑπέρδριμυς · ἐπεὶ ὑπέρσοφος, καὶ ὑπέρδριμυς ἀξιοῦσί τινες λέγειν.
363 λεγόντων δέ, εἰ καὶ οἱ ἀρχαῖοι καὶ οἱ δόκιμοι λέγουσιν, εἰ δὲ μή, ἐώντων χαίρειν τὸ ὑπέρδριμυς. Φυγαδεῦσαι καὶ φυγαδευθῆναι · ἐπισκέψεως πολλῆς δεῖται, εἰ ἐγκριτέον τοὔνομα τοῖς δοκίμοις.
364 εἰ τοίνυν εὕροις, βεβαιώσεις τὸ ἀμφισβητούμενον. Φρονιμεύεσθαι μὴ λέγε, φρονεῖν δὲ τὰ ὄντα.
366 Χήμη · πόθεν ἀνεμίχθη τῇ τῶν Ἑλλήνων φωνῇ, ἄδηλον· οἱ γὰρ ἀρχαῖοι κογχύλην λέγουσι τοῦτο. „Τί χειμάζεις σαυτόν“· Μένανδρος (fr.
367 184, cf. 845 Koe.) εἴρηκεν ἐπὶ τοῦ λυπεῖν, καὶ Ἀλεξανδρεῖς ὁμοίως. πειστέον δὲ τοῖς δοκίμοις τοῖς μὴ εἰδόσι τοὔνομα. Χρησιμεῦσαι μὴ λέγε, ἀλλὰ χρήσιμον γενέσθαι.
369 Ἐσχάτως ἔχει · ἐπὶ τοῦ μοχθηρῶς ἔχει καὶ σφαλερῶς τάττουσιν οἱ σύρφακες. ἡ δὲ τοῦ ἐσχάτως χρῆσις, οἶσθα, ἐπὶ τοῦ ἄκρου παρὰ τοῖς ἀρχαίοις νομίζεται, „ἐσχάτως πονηρόσ“, „ἐσχάτως φιλόσοφοσ“. διαγραπτέον οὖν καὶ τοῦτο. Χρεολυτῆσαι λέγει ὁ πολὺς λεώς, ἀλλ’ οἱ ὀλίγοι καὶ Ἀττικοὶ τὰ χρέα διαλύσασθαι.
371 [5] Χρέως · Ἀττικὸς ἂν φαίνοιο καὶ ἐπιμελής, εἰ διὰ τοῦ ω μεγάλου χρέως λέγεις. σὺ μέντοι τῇ σεαυτοῦ πολυμαθίᾳ τὸν Ἀριστοφάνην διὰ τοῦ ο ἐδείκνυες τὸ χρέος ἐν ταῖς {ἑτέραις} Νεφέλαις (Nub. vs. 30) εἰπόντα „ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;“. ἔοικε δὲ παρῳδηκὼς εἰρηκέναι, διόπερ οὐ χρηστέον αὐτῷ. Φιλόλογος · ὁ φιλῶν λόγους καὶ σπουδάζων περὶ παιδείαν· οἱ δὲ νῦν ἐπὶ τοῦ ἐμπείρου τιθέασιν τοὔνομα, οὐκ ὀρθῶς.
372 τὸ μέντοι ἐφιλολόγησα καὶ φιλολογῶ καὶ πάντα τὰ ῥήματα τὰ μετοχικὰ ἀδόκιμα. Τίνι διαφέρει τόδε καὶ τόδε· οὐ χρὴ οὕτω λέγειν κατὰ δοτικὴν πτῶσιν, ἀλλὰ τί διαφέρει, καθὰ καὶ Δημοσθένης (22, 55) φησὶν „τί δοῦλον ἢ ἐλεύθερον εἶναι διαφέρει“.
373 λέγε οὖν τί διαφέρει. Τέτευχε τιμῆς, τέτευχε τοῦ σκοποῦ μὴ λέγῃς, ἀλλ’ ἀντ’ αὐτοῦ τῷ δοκίμῳ χρῶ τετύχηκε.
375 [5] Στρόβιλον οἱ μὲν πολλοὶ τὸ ἐδώδιμον λέγουσι καὶ αὐτὸ τὸ δένδρον, οἱ δ’ ἀρχαῖοι τὴν βίαιον τοῦ ἀνέμου εἵλησιν καὶ συστροφὴν στρόβιλον καλοῦσιν, καὶ στροβιλῆσαι τὸ συστρέψαι. οὕτως οὖν καὶ ἡμῖν ῥητέον, τὸ δὲ ἐδώδιμον πιτύων καρπόν, καὶ τὸ δένδρον πίτυν· καὶ γὰρ ἔστι πίτυς. τὸ δὲ ἐκκεκοκκισμένον ἔτι καὶ νῦν κόκκωνα λέγουσιν οἱ πολλοὶ ὀρθῶς· καὶ γὰρ ὁ Σόλων ἐν τοῖς αὑτοῦ ποιήμασιν (fr. 26 D. 3 = 40 W.) οὕτω χρῆται· „κόκκωνας {δὲ} ἄλλος, ἕτερος δὲ σήσαμα“. Συγκαταβαίνειν εἰς τὰς σκέψεις, συγκαταβαίνειν εἰς διδασκαλίας μὴ εἴπῃς, ἀλλὰ συγκαθιέναι καὶ συγκαθῆκεν εἰς τὸ παίζειν ἢ εἰς ἄλλο τι.
377 Σκνιφὸν κατὰ διαφθορὰν οἱ πολλοὶ λέγουσι τὸν γλίσχρον καὶ μικροπρεπῆ περὶ τὰ ἀναλώματα, οἱ δ’ ἀρχαῖοι σκνῖπα καλοῦσιν ἀπὸ τοῦ θηριδίου τοῦ ἐν τοῖς ξύλοις καταβραχὺ κατεσθίοντος. Σταμνία · οἱ μὲν ἀμαθεῖς ἐπὶ τῶν ἀμίδων τάττουσιν, οἱ δ’ ἀρχαῖοι ἐπὶ τῶν οἰνηρῶν ἀγγείων.
379 Συσχολαστὰς ἐσχάτως ἀνάττικον, χρὴ δὲ συμφοιτητὰς λέγειν. Στρωματεὺς ἀδόκιμον· στρωματόδεσμος ἀρχαῖον καὶ δόκιμον.
380 λέγεται οὖν καὶ ἀρσενικῶς καὶ οὐδετέρως. Εὐχρηστεῖν ἀπόρριψον, λέγε δὲ κιχράναι.
382 Ῥᾳότερον μή, ῥᾷον δὲ λέγε· συγκριτικὸν γὰρ συγκριτικοῦ οὐκ ἔστιν, οἷον εἴ τις λέγοι κρεισσότερον. Ῥύμη · καὶ τοῦτο οἱ μὲν Ἀθηναῖοι ἐπὶ τῆς ὁρμῆς ἐτίθεσαν, οἱ δὲ νῦν ἀμαθεῖς ἐπὶ τοῦ στενωποῦ.
383 δοκεῖ δέ μοι καὶ τοῦτο Μακεδονικὸν εἶναι. ἀλλὰ στενωπὸν καλεῖν χρή, ῥύμην δὲ τὴν ὁρμήν. Δρωπακίζειν ἀδόκιμον, ἀρχαῖον δὲ τὸ παρατίλλεσθαι ἢ πιττοῦσθαι.
385 Στέμφυλα · οἱ μὲν πολλοὶ τὰ τῶν βοτρύων ἐκπιέσματα ἀμαθῶς, οἱ δ’ Ἀττικοὶ στέμφυλα ἐλαῶν. Πενταετηρικὸς ἀγὼν καὶ πενταετηρὶς μὴ λέγε, ἀλλ’ ἀφαιρῶν τὸ α πεντετηρὶς καὶ πεντετηρικὸς ἀγών.
387 Πεντάμηνον, πεντάπηχυ · μετάθες τὸ α εἰς τὸ ε πεντέμηνον λέγων καὶ πεντέπηχυ. Ἑξάπηχυ καὶ ἑξαέτης · καὶ ἐντεῦθεν ἀφαιρήσεις τὸ α, ἕξπηχυ καὶ ἑξέτης καὶ ἕξπλευρον .
388 τοῦτο γὰρ καὶ οἱ ἰατροὶ ἐπανορθοῦνται, ἕξπλεθρον λέγοντες καὶ οὐχ ἑξάπλεθρον . Περιεσπάσθην λέγουσί τινες ἐπὶ τοῦ ἐν ἀσχολίᾳ γενέσθαι, τιθέντες πάνυ κιβδήλως· τὸ γὰρ περισπᾶν καὶ περισπᾶσθαι ἐπὶ τοῦ παραιρεῖν καὶ παραιρεῖσθαι τάττουσιν οἱ ἀρχαῖοι.
389 δέον οὖν ἄσχολος ἦν λέγειν. Πορνοκόπος · οὕτω Μένανδρος (fr.
390 902 Koe.), οἱ δ’ ἀρχαῖοι Ἀθηναῖοι πορνότριψ λέγουσιν. Λήθαργος · οὕτω Μένανδρος (fr.
391 868 Koe.), οἱ δ’ ἀρχαῖοι Ἀθηναῖοι ἐπιλήσμονα καλοῦσιν, οἷς πειστέον. Μεσοπορεῖν · καὶ τοῦτο Μένανδρος (fr.
392 879 Koe.), οὐδὲν ἐπιβάλλων γνῶμα τοῖς ὀνόμασιν, ἀλλὰ πάντα φύρων. Γῦρος · τί δὲ καὶ τοῦτο Μένανδρος τὴν καλλίστην τῶν κωμῳδιῶν τῶν ἑαυτοῦ, τὸν Μισογύνην (fr.
393 285 Koe.), κατεκηλίδωσεν εἰπών; τί γὰρ δὴ γῦρός ἐστιν, οὐ συνίημι. Σύσσημον · οὐχ ὁρῶ μὰ τὸν Ἡρακλέα, τί πάσχουσιν οἱ τὸν Μένανδρον μέγαν ἄγοντες καὶ αἴροντες ὑπὲρ τὸ Ἑλληνικὸν ἅπαν.
394 [15] διὰ τί δὲ θαυμάσας ἔχω; ὅτι τὰ ἄκρα τῶν Ἑλλήνων ὁρῶ μανικῶς περὶ τὸν κωμῳδοποιὸν τοῦτον σπουδάζοντα, πρώτιστον μὲν ἐν παιδείᾳ μέγιστον ἀξίωμα ἁπάντων ἔχοντα σὲ καὶ διὰ τοῦτο ἐκ προκρίτων ἀποφανθέντα ὑπὸ βασιλέων ἐπιστολέα αὐτῶν, ἔπειτα δευτέρᾳ τιμῇ, λειπόμενον πολὺ τῆς σῆς παρασκευῆς, ἐξεταζόμενον δ’ ἐν τοῖς Ἕλλησιν, Βάλβον τὸν ἀπὸ τῶν Τράλλεων, ὃς εἰς τοσοῦτο προθυμίας καὶ θαύματος ἥκει Μενάνδρου, ὥστε καὶ Δημοσθένους ἀμείνω ἐγχειρεῖν ἀποφαίνειν τὸν λέγοντα „μεσοπορεῖν“ (cf. gl. 392) καὶ „γῦροσ“ (cf. gl. 393) καὶ „λήθαργοσ“ (cf. gl. 391) καὶ „σύσσημον“ (Perik. vs. 362 Koe.) καὶ „πορνοκόποσ“ (cf. gl. 390) καὶ „ὀψωνιασμόσ“ (fr. 895 Koe.) καὶ „ὀψώνιον“ (fr. 896 Koe.) καὶ „δύσριγοσ“ (fr. 880 Koe.) καὶ ἄλλα κίβδηλα ἀναρίθμητα καὶ ἀμαθῆ· τὰ αὐτὰ δὲ σοὶ καὶ Βάλβῳ πεπονθότα καὶ Γαϊανὸν τὸν Σμυρναῖον ῥήτορα, ἄνδρα ζηλωτὴν καὶ ἐραστὴν τῆς σῆς ἐν παιδείᾳ φιλοκαλίας. ἄγε οὖν ὅπως λύσῃς μου τὴν ἐν τῇ τοιᾷδε δυσχερείᾳ τῶν ὤτων ἀπορίαν· οὐ γὰρ περιόψεσθαί σε ἡγοῦμαι ἐρήμην ὀφλόντα σου τὰ παιδικὰ Μένανδρον. Οἰκοδομὴ οὐ λέγεται, ἀντ’ αὐτοῦ δὲ οἰκοδόμημα.
396 [5] Κατ’ ὄναρ · Πολέμων ὁ Ἰωνικὸς σοφιστὴς Δημοσθένους τοῦ ῥήτορος εἰκόνα χαλκῆν ἐν Ἀσκληπιοῦ τοῦ ἐν Περγάμῳ τῇ Μυσίᾳ ἀναθεὶς ἐπέγραψεν ἐπίγραμμα τοιόνδε· „Δημοσθένη Παιανιέα Πολέμων κατ’ ὄναρ“, ἀδοκιμωτάτῳ τῷ κατ’ ὄναρ χρησάμενος· ὥσπερ γὰρ καθ’ ὕπαρ οὐ λέγεται, ἀλλ’ ὕπαρ, οὕτως οὐδὲ κατ’ ὄναρ, ἀλλ’ ἤτοι ὄναρ ἰδὼν ἢ ἐξ ὀνείρου ὄψεως. οὕτως ἄρα μέγιστόν ἐστιν ὀνομάτων γνῶσις, ὅπου γε δὴ καὶ τὰ ἄκρα τῶν Ἑλλήνων πταίοντα ὁρᾶται. Μετριάζειν · τοῦτο οἱ μὲν ἀρχαῖοι ἐπὶ τοῦ τὰ συμβαίνοντα μετρίως φέρειν τιθέασιν, Μένανδρος (fr.
397 881 Koe.) δ’ ἐπὶ τοῦ ἀσθενεῖν παρὰ τὴν τῶν δοκίμων χρῆσιν. Λιθάριον πάνυ φυλάττου λέγειν, λιθίδιον δὲ λέγε.
399 Καθώς · Γάιός τις Ἀρεθούσιος γραμματικὸς ἔφασκε δόκιμον εἶναι τοὔνομα· κεχρῆσθαι γὰρ αὐτῷ Φύλαρχον (e. g. 81 F 2 J.)· ὢ τοῦ μάρτυρος ὡς ἔοικε τῷ ἐπαγομένῳ, ὃς οὐδὲ Θουκυδίδου (6, 9, 1) λέγοντος ἤκουσε „καθὸ δεῖ εἰς Σικελίαν πλεῖν“, ἀλλ’ οὐ καθώς. Κάκκαβον · διὰ τοῦ η κακκάβην λέγε, τὸ γὰρ διὰ τοῦ ο ἀμαθές· καὶ γὰρ Ἀριστοφάνης ἐν Δαιδάλῳ (fr.
400 197 K., cf. fr. 215 K.) διὰ τοῦ η χρῆται. Κυνηγός · τοῦτο τοὔνομα οὕτω πως μεταχειρίζονται· οἱ μὲν τραγικοὶ ποιηταὶ τρισυλλάβως λέγουσι καὶ δωρίζουσι τὸ η εἰς α μετατιθέντες, κυναγός, οἱ δ’ Ἀθηναῖοι τετρασυλλάβως τε προφέρουσι καὶ τὸ η φυλάττουσιν, κυνηγέτης· Καταφαγᾶς (Men.
402 [10] fr. 357 Koe.)· πόθεν, Μένανδρε, συσσύρας τὸν τοσοῦτον τῶν ὀνομάτων συρφετὸν αἰσχύνεις τὴν πάτριον φωνήν; τίς γὰρ δὴ τῶν πρὸ σοῦ τῷ καταφαγᾶς κέχρηται; ὁ μὲν γὰρ Ἀριστοφάνης (Av. vs. 289) οὕτω φησίν· „ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;“ ἐχρῆν οὖν Κρατίνῳ (fr. 451 K.) πειθόμενον φαγᾶς εἰπεῖν. ἴσως δ’ ἂν εἴποις ὅτι ἠκολούθησας Μυρτίλῳ λέγοντι (fr. 4 K.) „ὡς ὁ μὲν κλέπτης, ὁ δ’ ἅρπαξ, ὁ δ’ ἀνάπηρος πορνοβοσκὸς καταφαγᾶσ“· ἀλλ’ οὐκ ἐχρῆν τὰς ἅπαξ εἰρημένας λέξεις ἁρπάζειν. Γελάσιμον · Στράττιν μέν φασι τὸν κωμῳδοποιὸν (fr.
403 73 K.) εἰρηκέναι τοὔνομα· ἀλλ’ ἡμεῖς οὐ τοῖς ἅπαξ εἰρημένοις προσέχομεν τὸν νοῦν, ἀλλὰ τοῖς πολλάκις κεχρημένοις, κέχρηται δὲ τὸ γελοῖον. Ἐλλύχνιον Ἡρόδοτος (2, 62, 1) κέχρηται, Ἀθηναῖοι δὲ θρυαλλίδα λέγουσιν.
405 Κολόκυνθα · ἡμάρτηται ἡ ἐσχάτη συλλαβὴ διὰ τοῦ θα λεγομένη, δέον διὰ τοῦ τη ὡς Ἀθηναῖοι. Καταφερής · ἐπὶ τῶν πρὸς ἀφροδίσια ἀκολάστων λέγουσιν οἱ πολλοί, οὐδαμῶς οὕτω τῶν δοκίμων χρωμένων.
407 Καταλογὴν οἱ σύρφακες λέγουσι τὴν πρός τινα αἰδῶ, οὐκ ὀρθῶς. Κολλυβιστής · πάλιν ἡμᾶς μολύνων οὐδέν τι διαπαύεται ὁ Μένανδρος (fr.
408 861 Koe.), τὸν ἀργυραμοιβὸν κολλυβιστὴν λέγων. ὁ μὲν γὰρ κόλλυβος δόκιμον, ὁ δὲ κολλυβιστὴς παρασεσημασμένον. Τὰ ἴδια πράττω καὶ τὰ ἴδια πρᾶττε οἱ πολλοὶ λέγουσιν εἰκῇ, δέον τὰ ἐμαυτοῦ πράττω καὶ τὰ σαυτοῦ πρᾶττε λέγειν ὡς οἱ παλαιοί.
410 Ἀκρατεύεσθαι · ἀδοκίμῳ ὄντι οἵ τε πολλοὶ χρῶνται τούτῳ τῷ ὀνόματι καὶ Μένανδρος (fr. 819 Koe.). λέγε οὖν οὐκ ἐγκρατεύεσθαι. Αἰχμαλωτισθῆναι · τοῦθ’ οὕτως ἀδόκιμον ὡς μηδὲ Μένανδρον αὐτῷ χρήσασθαι.
411 διαλύων οὖν λέγε αἰχμάλωτον γενέσθαι. τέλος τοῦ δευτέρου ἀρχὴ τοῦ τρίτου { Ἐωνησάμην · εἷς λόγος περὶ τοῦ τοιούτου ἁμαρτήματος· ἔνθα ἂν μὴ δυνηθῇς τὸ πρίασθαι ἢ τὸ ἐπριάμην θεῖναι, ἐκεῖ τὰ ἀπὸ τοῦ ἐώνημαι τάττε, ἔνθα δ’ ἂν τὰ ἀπὸ τοῦ πρίασθαι, φυλάττου θάτερα.
412 [5] οἷον „ἐώνημαι οἰκίαν“· ἐνταῦθα γὰρ ἐγχωρεῖ τὸ ἐπριάμην, οὕτω χρήσῃ „ἐπριάμην οἰκίαν“. πάλιν „ἔτυχον ἐωνημένος οἰκίαν ἢ ἀγρόν“. ἐνταῦθα οὐδὲν ἐγχωρεῖ τῶν ἀπὸ τοῦ πρίασθαι· μένει τὸ ἐωνημένος. πάλιν δεῖ λέγειν πριάμενος, τὸ γὰρ ὠνησάμενος ἀδόκιμον. οὕτως οὖν καὶ ἐπὶ τοῦ ἐωνησάμην· εἰ μή τις ἐπριάμην εἴπῃ, ληρεῖ.} { Ἀνατοιχεῖν μὴ λέγε, ἀλλὰ διατοιχεῖν.
413 } { Ἔνυστρον μὴ λέγε, ἀλλὰ ἤνυστρον, ὅτι καὶ ἀρχαῖον.
414 } { Καταπροΐξεται οὐκ ὀρθῶς διαιροῦσιν, δέον καταπροίξεται λέγειν ἀδιαιρέτως.
415 } Πενητεῦσαι · ἰδεῖν δεῖ, εἰ Φαβωρῖνος (fr.
416 136 Bar.) χρώμενος οὐκ ὀρθῶς χρῆται. { Ὑστερίζειν τῷ καιρῷ · οὐ λέγουσιν οὕτως, ἀλλ’ ὑστερίζειν τοῦ καιροῦ.
417 Φαβωρῖνος δὲ οὐχ ὑγιῶς κατὰ δοτικὴν συντάττει.} Ἀντικρύ · τοῦτο τοπικὸν καὶ ἐπιεικῶς ποιητικὸν ἄνευ τοῦ ς λεγόμενον, ὅθεν οἱ ἐπὶ τοῦ ἄντικρυς τιθέντες ἁμαρτάνουσιν.
418 εἰ μέντοι τις προθείη τὴν πρόθεσιν τῷ ἀντικρύ καὶ εἴποι καταντικρύ, ὀρθῶς ἐρεῖ. Ἀνυπόδητος ἐρεῖς ἐν τῷ η· τὸ γὰρ ἐν τῷ ε ἁμάρτημα.
419 καὶ γὰρ ὑποδήσασθαι λέγεται, οὐχ ὑποδέσασθαι. Εὕρημα χρὴ λέγειν διὰ τοῦ η, οὐχ εὕρεμα.
421 Προσδεῖσθαι λέγε, ἀλλὰ μὴ προσδέεσθαι διαιρῶν, ὡς Φαβωρῖνος (fr. 138 Bar.) λέγων ἁμαρτάνει. Ἀπηρτισμένον, ἀπήρτικα καὶ τὰ ἀπὸ τούτων ἅπαντα σόλοικα.
422 [5] ἀποτετέλεσται δὲ καὶ ἀποτετελεσμένον χρὴ λέγειν, ἄμεινον γάρ· ἐκτὸς εἰ μή ποθεν τοῦτο εἰς Φαβωρῖνον (fr. 129 Bar.) ἦλθεν, ὅθεν οὐδεὶς οἶδεν· ἀρχαῖοι μὲν γὰρ οὕτως οὐ λέγουσιν, ἐκεῖνος δέ· πλὴν εἰ μὴ εἴη εἷς. ἡμεῖς οὖν ὡς οἱ ἀρχαῖοι, ἀλλὰ μὴ ὡς Φαβωρῖνος. { Ἀνέκαθεν · φυλακτέον ἐπὶ χρόνου λέγειν „ἀνέκαθέν μοί ἐστι φίλοσ“· ἐπὶ γὰρ τόπου τάττουσιν αὐτὸ οἱ Ἀθηναῖοι λέγοντες „ἀνέκαθεν κατέπεσεν“.
423 [5] λέγειν οὖν χρὴ „ἄνωθέν σοι φίλος εἰμί“. εἰ δέ τις φαίη παρ’ Ἡροδότῳ (1, 170 etc.) ἐπὶ χρόνου εἰρῆσθαι τὸ ὄνομα, ἀληθῆ μὲν φήσει, εἴρηται γάρ· οὐ μὴν τὸ δόκιμον τῆς χρήσεως παρέχεται· οὐ γὰρ Ἰωνικῶν καὶ Δωρικῶν ἐξέτασίς ἐστιν ὀνομάτων, ἀλλ’ Ἀττικῶν, ὥσπερ καὶ τὸ δόκιμον τῆς χρήσεως κρίνει.} { Κεφαλαιωδέστατον · τοὔνομα εὗρον εἰρημένον ἐν ἀρχῇ Πολέμωνος τοῦ Ἰωνικοῦ σοφιστοῦ τῶν Ἱστοριῶν κατὰ τὸ προοίμιον, καὶ θαυμάζω Σεκούνδου τοῦ συγγενομένου αὐτῷ γραμματικοῦ, πῶς τὰ ἄλλα δεξιὸς περὶ λέξεις ὢν καὶ ἐπανορθῶν τὰ συγγράμματα τοῦ σοφιστοῦ τοῦτο παρεῖδεν ἀδόκιμον ὄν.
424 }