ΜΟΣΧΟΥ ΕΠΙΤΑΦΙΟΣ ΒΙΩΝΟΣ
Αἴλινά μοι στοναχεῖτε νάπαι καὶ Δώριον ὕδωρ,
καὶ ποταμοὶ κλαίοιτε τὸν ἱμερόεντα Βίωνα.
νῦν φυτά μοι μύρεσθε καὶ ἄλσεα νῦν γοάοισθε,
ἄνθεα νῦν στυγνοῖσιν ἀποπνείοιτε κορύμβοις·
νῦν ῥόδα φοινίσσεσθε τὰ πένθιμα, νῦν ἀνεμῶναι,
νῦν ὑάκινθε λάλει τὰ σὰ γράμματα καὶ πλέον αἰαῖ
λάμβανε τοῖς πετάλοισι· καλὸς τέθνακε μελικτάς.
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
ἀδόνες αἱ πυκινοῖσιν ὀδυρόμεναι ποτὶ φύλλοις
νάμασι τοῖς Σικελοῖς ἀγγείλατε τᾶς Ἀρεθοίσας
ὅττι Βίων τέθνακεν ὁ βουκόλος, ὅττι σὺν αὐτῷ
καὶ τὸ μέλος τέθνακε καὶ ὤλετο Δωρὶς ἀοιδά.
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
Στρυμόνιοι μύρεσθε παρʼ ὕδασιν αἴλινα κύκνοι,
καὶ γοεροῖς στομάτεσσι μελίσδετε πένθιμον ᾠδάν
οἵαν ὑμετέροις ποτὶ χείλεσι γῆρυς ἄειδεν.
εἴπατε δʼ αὖ κούραις Οἰαγρίσιν, εἴπατε πάσαις
Βιστονίαις Νύμφαισιν, «ἀπώλετο Δώριος Ὀρφεύς».
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
κεῖνος ὁ ταῖς ἀγέλαισιν ἐράσμιος οὐκέτι μέλπει,
οὐκέτʼ ἐρημαίαισιν ὑπὸ δρυσὶν ἥμενος ᾄδει,
ἀλλὰ παρὰ Πλουτῆι μέλος Ληθαῖον ἀείδει.
ὤρεα δʼ ἐστὶν ἄφωνα, καὶ αἱ βόες αἱ ποτὶ ταύροις
πλαζόμεναι γοάοντι καὶ οὐκ ἐθέλοντι νέμεσθαι.
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
σεῖο, Βίων, ἔκλαυσε ταχὺν μόρον αὐτὸς Ἀπόλλων,
καὶ Σάτυροι μύροντο μελάγχλαινοί τε Πρίηποι·
καὶ Πᾶνες στοναχεῦντο τὸ σὸν μέλος, αἵ τε καθʼ ὕλαν
Κρανίδες ὠδύραντο, καὶ ὕδατα δάκρυα γέντο·
Ἀχὼ δʼ ἐν πέτραισιν ὀδύρεται ὅττι σιωπῇ
κοὐκέτι μιμεῖται τὰ σὰ χείλεα, σῷ δʼ ἐπʼ ὀλέθρῳ
δένδρεα καρπὸν ἔριψε τὰ δʼ ἄνθεα πάντʼ ἐμαράνθη·
μάλων οὐκ ἔρρευσε καλὸν γλάγος, οὐ μέλι σίμβλων,
κάτθανε δʼ ἐν κηρῷ λυπεύμενον, οὐκέτι γὰρ δεῖ
τῶ μέλιτος τῶ σῶ τεθνακότος αὐτὸ τρυγᾶσθαι.
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
οὐ τόσον εἰναλίαισι παρʼ ᾀόσι μύρατο Σειρήν,
οὐδὲ τόσον ποκʼ ἄεισεν ἐνὶ σκοπέλοισιν Ἀηδών,
οὐδὲ τόσον θρήνησεν ἀνʼ ὤρεα μακρὰ Χελιδών,
Ἀλκυόνος δʼ οὐ τόσσον ἐπʼ ἄλγεσιν ἴαχε Κῆυξ,
οὐδὲ τόσον γλαυκοῖς ἐνὶ κύμασι Κηρύλος ᾆδεν,
οὐ τόσον ἀῴοισιν ἐν ἄγκεσι παῖδα τὸν Ἀοῦς
ἱπτάμενος περὶ σᾶμα κινύρατο Μέμνονος ὄρνις,
ὅσσον ἀποφθιμένοιο κατωδύραντο Βίωνος—
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι—
ἀδονίδες πᾶσαί τε χελιδόνες, ἅς ποκʼ ἔτερπεν,
ἃς λαλέειν ἐδίδασκε· καθεζόμεναι δʼ ἐπὶ πρέμνοις
ἀντίον ἀλλάλαισιν ἐκώκυον, αἳ δʼ ὑπεφώνευν·
«ὄρνιθες λυπεῖσθʼ αἱ πενθάδες; ἀλλὰ καὶ ἄμμες».
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
τίς ποτὶ σᾷ σύριγγι μελίξεται, ὦ τριπόθητε;
τίς δʼ ἐπὶ σοῖς καλάμοις θήσει στόμα; τίς θρασὺς οὕτως;
εἰσέτι γὰρ πνείει τὰ σὰ χείλεα καὶ τὸ σὸν ἄσθμα,
ἀχὼ δʼ ἐν δονάκεσσι τεᾶς ἔτι βόσκετʼ ἀοιδᾶς.
Πανὶ φέρω τὸ μέλισμα; τάχʼ ἂν καὶ κεῖνος ἐρεῖσαι
τὸ στόμα δειμαίνοι μὴ δεύτερα σεῖο φέρηται.
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
κλαίει καὶ Γαλάτεια τὸ σὸν μέλος, ἅν ποκʼ ἔτερπες
ἑζομέναν μετὰ σεῖο παρʼ ἀιόνεσσι θαλάσσας·
οὐ γὰρ ἴσον Κύκλωπι μελίσδεο. τὸν μὲν ἔφευγεν
ἁ καλὰ Γαλάτεια, σὲ δʼ ἅδιον ἔβλεπεν ἅλμας,
καὶ νῦν λασαμένα τῶ κύματος ἐν ψαμάθοισιν
ἕζετʼ ἐρημαίαισι, βόας δʼ ἔτι σεῖο νομεύει.
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
πάντα τοι, ὦ βούτα, συγκάτθανε δῶρα τὰ Μοισᾶν,
παρθενικᾶν ἐρόεντα φιλήματα, χείλεα παίδων,
καὶ στυγνοὶ περὶ σῶμα τεὸν κλαίουσιν Ἔρωτες,
χἀ Κύπρις φιλέει σε πολὺ πλέον ἢ τὸ φίλημα
τὸ πρώαν τὸν Ἄδωνιν ἀποθνᾴσκοντα φίλησεν.
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
τοῦτό τοι, ὦ ποταμῶν λιγυρώτατε, δεύτερον ἄλγος,
τοῦτο, Μέλη, νέον ἄλγος. ἀπώλετο πρᾶν τοι Ὅμηρος,
τῆνο τὸ Καλλιόπας γλυκερὸν στόμα, καί σε λέγοντι
μύρασθαι καλὸν υἷα πολυκλαύτοισι ῥεέθροις,
πᾶσαν δʼ ἔπλησας φωνᾶς ἅλα· νῦν πάλιν ἄλλον
υἱέα δακρύεις καινῷ δʼ ἐπὶ πένθεϊ τάκῃ.
ἀμφότεροι παγαῖς πεφιλημένοι· ὃς μὲν ἔπινε
Παγασίδος κράνας, ὃ δʼ ἔχεν πόμα τᾶς Ἀρεθοίσας.
χὢ μὲν Τυνδαρέοιο καλὰν ἄεισε θύγατρα
καὶ Θέτιδος μέγαν υἷα καὶ Ἀτρεΐδαν Μενέλαον,
κεῖνος δʼ οὐ πολέμους, οὐ δάκρυα, Πᾶνα δʼ ἔμελπε
καὶ βούτας ἐλίγαινε καὶ ἀείδων ἐνόμευε
καὶ σύριγγας ἔτευχε καὶ ἁδέα πόρτιν ἄμελγε
καὶ παίδων ἐδίδασκε φιλήματα καὶ τὸν Ἔρωτα
ἔτρεφεν ἐν κόλποισι καὶ ἤρεθε τὰν Ἀφροδίταν.
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
πᾶσα, Βίων, θρηνεῖ σε κλυτὰ πόλις, ἄστεα πάντα.
Ἄσκρα μὲν γοάει σε πολὺ πλέον Ἡσιόδοιο·
Πίνδαρον οὐ ποθέοντι τόσον Βοιωτίδες ὗλαι·
οὐ τόσον Ἀλκαίω περιμύρατο Λέσβος ἐραννά,
οὐδὲ τόσον τὸν ἀοιδὸν ὀδύρατο Τήιον ἄστυ·
σὲ πλέον Ἀρχιλόχοιο ποθεῖ Πάρος, ἀντὶ δὲ Σαπφοῦς
εἰσέτι σεῦ τὸ μέλισμα κινύρεται ἁ Μιτυλήνα.
. . . . . . . . . ἐν δὲ Συρακοσίοισι Θεόκριτος· αὐτὰρ ἐγώ τοι
Αὐσονικᾶς ὀδύνας μέλπω μέλος, οὐ ξένος ᾠδᾶς
βουκολικᾶς, ἀλλʼ ἅντε διδάξαο σεῖο μαθητάς
κλαρονόμος μοίσας τᾶς Δωρίδος, ᾇ με γεραίρων
ἄλλοις μὲν τεὸν ὄλβον ἐμοὶ δʼ ἀπέλειπες ἀοιδάν.
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
αἰαῖ ταὶ μαλάχαι μέν, ἐπὰν κατὰ κᾶπον ὄλωνται,
ἠδὲ τὰ χλωρὰ σέλινα τό τʼ εὐθαλὲς οὖλον ἄνηθον
ὕστερον αὖ ζώοντι καὶ εἰς ἔτος ἄλλο φύοντι·
ἄμμες δʼ οἱ μεγάλοι καὶ καρτεροί, οἱ σοφοὶ ἄνδρες,
ὁππότε πρᾶτα θάνωμες, ἀνάκοοι ἐν χθονὶ κοίλᾳ
εὕδομες εὖ μάλα μακρὸν ἀτέρμονα νήγρετον ὕπνον.
καὶ σὺ μὲν ὦν σιγᾷ πεπυκασμένος ἔσσεαι ἐν γᾷ,
ταῖς Νύμφαισι δʼ ἔδοξεν ἀεὶ τὸν βάτραχον ᾄδειν.
ταῖς δʼ ἐγὼ οὐ φθονέοιμι, τὸ γὰρ μέλος οὐ καλὸν ᾄδει.
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
φάρμακον ἦλθε, Βίων, ποτὶ σὸν στόμα, φάρμακον ἦδες.
τοιούτοις χείλεσσι ποτέδραμε κοὐκ ἐγλυκάνθη;
τίς δὲ βροτὸς τοσσοῦτον ἀνάμερος ἢ κεράσαι τοι
ἢ δοῦναι καλέοντι τὸ φάρμακον; ἦ φύγεν ᾠδάν.
ἄρχετε Σικελικαί, τῶ πένθεος ἄρχετε, Μοῖσαι.
ἀλλὰ Δίκα κίχε πάντας· ἐγὼ δʼ ἐπὶ πένθεϊ τῷδε
δακρυχέων τεὸν οἶτον ὀδύρομαι. εἰ δυνάμαν δέ,
ὡς Ὀρφεὺς καταβὰς ποτὶ Τάρταρον, ὥς ποκʼ Ὀδυσσεύς,
ὡς πάρος Ἀλκεΐδας, κἠγὼ τάχʼ ἂν ἐς δόμον ἦλθον
Πλουτέος ὥς κέ σʼ ἴδοιμι καί, εἰ Πλουτῆι μελίσδῃ,
ὡς ἂν ἀκουσαίμαν τί μελίσδεαι. ἀλλʼ ἄγε Κώρᾳ
Σικελικόν τι λίγαινε καὶ ἁδύ τι βουκολιάζευ·
καὶ κείνα Σικελά, καὶ ἐν Αἰτναίαισιν ἔπαιζεν
ᾀόσι, καὶ μέλος οἶδε τὸ Δώριον· οὐκ ἀγέραστος
ἐσσεῖθʼ ἁ μολπά, χὠς Ὀρφέι πρόσθεν ἔδωκεν
ἁδέα φορμίζοντι παλίσσυτον Εὐρυδίκειαν,
καὶ σέ, Βίων, πέμψει τοῖς ὤρεσιν. εἰ δέ τι κἠγών
συρίσδων δυνάμαν, παρὰ Πλουτέι κʼ αὐτὸς ἄειδον.