---
title: Women of Trachis
title_greek: Τραχίνιαι
author: Sophocles
eul_wid: buo-ab
eul_aid: buo
canonical: "https://eulogikon.org/works/sophocles-women-of-trachis-buo-ab"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Women of Trachis

*Τραχίνιαι*

**Author:** Sophocles

**eul_wid:** `buo-ab` · [HTML page](https://eulogikon.org/works/sophocles-women-of-trachis-buo-ab)

## Text

### 1

ΔΗΙΑΝΕΙΡΑ

### 1.1

Λόγος μέν ἐστ’ ἀρχαῖος ἀνθρώπων φανεὶς

### 1.2

ὡς οὐκ ἂν αἰῶν’ ἐκμάθοις βροτῶν, πρὶν ἂν

### 1.3

θάνῃ τις, οὔτ’ εἰ χρηστὸς οὔτ’ εἴ τῳ κακός·

### 1.4

ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν,

### 5.1

ἔξοιδ’ ἔχουσα δυστυχῆ τε καὶ βαρύν,

### 5.2

ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως

### 5.3

ναίους’ 〈ἔτ’〉 ἐν Πλευρῶνι νυμφείων ὄκνον

### 5.4

ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή.

### 5.5

Μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω,

### 10.1

ὅς μ’ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός,

### 10.2

φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτ’ αἰόλος

### 10.3

δράκων ἑλικτός, ἄλλοτ’ ἀνδρείῳ τύπῳ

### 10.4

βούκρανος, ἐκ δὲ δασκίου γενειάδος

### 10.5

κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ.

### 15.1

Τοιόνδ’ ἐγὼ μνηστῆρα προσδεδεγμένη

### 15.2

δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην,

### 15.3

πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε.

### 15.4

Χρόνῳ δ’ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι,

### 15.5

ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς,

### 20.1

ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων

### 20.2

οὐκ ἂν διείποιμ’, οὐ γὰρ οἶδ’, ἀλλ’ ὅστις ἦν

### 20.3

θακῶν ἀταρβὴς τῆς θέας, ὅδ’ ἂν λέγοι·

### 20.4

ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ

### 25.1

μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ.

### 25.2

Τέλος δ’ ἔθηκε Ζεὺς Ἀγώνιος καλῶς,

### 25.3

εἰ δὴ καλῶς· λέχος γὰρ Ἡρακλεῖ κριτὸν

### 25.4

ξυστᾶς’ ἀεί τιν’ ἐκ φόβου φόβον τρέφω,

### 25.5

κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει

### 30.1

καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.

### 30.2

Κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,

### 30.3

γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,

### 30.4

σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ·

### 30.5

τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων

### 35.1

ἀεὶ τὸν ἄνδρ’ ἔπεμπε λατρεύοντά τῳ.

### 35.2

Νῦν δ’ ἡνίκ’ ἄθλων τῶνδ’ ὑπερτελὴς ἔφυ,

### 35.3

ἐνταῦθα δὴ μάλιστα ταρβήσας’ ἔχω.

### 35.4

Ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν,

### 35.5

ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδ’ ἀνάστατοι

### 40.1

ξένῳ παρ’ ἀνδρὶ ναίομεν, κεῖνος δ’ ὅπου

### 40.2

βέβηκεν οὐδεὶς οἶδε, πλὴν ἐμοὶ πικρὰς

### 40.3

ὠδῖνας αὑτοῦ προσβαλὼν ἀποίχεται.

### 40.4

Σχεδὸν δ’ ἐπίσταμαί τι πῆμ’ ἔχοντά νιν·

### 40.5

χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ’ ἤδη δέκα

### 45.1

μῆνας πρὸς ἄλλοις πέντ’ ἀκήρυκτος μένει.

### 45.2

Κἄστιν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶ

### 45.3

δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ

### 45.4

θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.

### 45.5

ΔΟΥΛΗ ΤΡΟΦΟΣ

### 49

Δέσποινα Δῃάνειρα, πολλὰ μέν ς’ ἐγὼ

### unit_13.1

κατεῖδον ἤδη πανδάκρυτ’ ὀδύρματα

### unit_13.2

τὴν Ἡράκλειον ἔξοδον γοωμένην·

### unit_13.3

νῦν δ’, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν

### unit_13.4

γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τόσον·

### unit_13.5

πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ

### 55.1

ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,

### 55.2

μάλιστα δ’ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς

### 55.3

νέμοι τιν’ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν;

### 55.4

Ἐγγὺς δ’ ὅδ’ αὐτὸς ἀρτίπους θρῴσκει δόμους,

### 55.5

ὥστ’, εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ,

### 60.1

πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ’ ἐμοῖς λόγοις.

### 60.2

ΔΗ.Ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα

### 60.3

μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ

### 60.4

δούλη μέν, εἴρηκεν δ’ ἐλεύθερον λόγον.

### 60.5

ΥΛΛΟΣ

### 64

Ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι.

### 65.1

ΔΗ.Σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου

### 65.2

τὸ μὴ πυθέσθαι ποῦ ’στιν αἰσχύνην φέρει.

### 65.3

ΥΛ.Ἀλλ’ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.

### 65.4

ΔΗ.Καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;

### 65.5

ΥΛ.Τὸν μὲν παρελθόντ’ ἄροτον ἐν μήκει χρόνου

### 70.1

Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.

### 70.2

ΔΗ.Πᾶν τοίνυν, εἰ καὶ τοῦτ’ ἔτλη, κλύοι τις ἄν.

### 70.3

ΥΛ.Ἀλλ’ ἐξαφεῖται τοῦδέ γ’, ὡς ἐγὼ κλύω.

### 70.4

ΔΗ.Ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται;

### 70.5

ΥΛ.Εὐβοῖδα χώραν φασίν, Εὐρύτου πόλιν,

### 75.1

ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι.

### 75.2

ΔΗ.Ἆρ’ οἶσθα δῆτ’, ὦ τέκνον, ὡς ἔλειπέ μοι

### unit_20.1

μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι;

### unit_20.2

ΥΛ.Τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ.

### unit_20.3

ΔΗ.Ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν,

### 80.1

ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γ’ ὕστερον

### 80.2

τὸν λοιπὸν ἤδη βίοτον εὐαίων’ ἔχειν.

### 80.3

Ἐν οὖν ῥοπῇ τοιᾷδε κειμένῳ, τέκνον,

### 80.4

οὐκ εἶ ξυνέρξων, ἡνίκ’ ἢ σεσώσμεθα

### 85.1

κείνου βίον σώσαντος, ἢ οἰχόμεσθ’ ἅμα;

### 85.2

ΥΛ.Ἀλλ’ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ

### 85.3

βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ·

### 85.4

νῦν δ’ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς

### 85.5

ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.

### 90.1

Νῦν δ’ ὡς ξυνίημ’, οὐδὲν ἐλλείψω τὸ μὴ

### 90.2

πᾶσαν πυθέσθαι τῶνδ’ ἀλήθειαν πέρι.

### 90.3

ΔΗ.Χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γ’ εὖ

### 90.4

πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.

### 93

ΧΟΡΟΣ

### 94

Ὃν αἰόλα νὺξ ἐναριζομέναStr. 1.

### 95.1

τίκτει κατευνάζει τε φλογιζόμενον

### 95.2

Ἅλιον, Ἅλιον αἰτῶ

### 95.3

τοῦτο καρῦξαι τὸν Ἀλκμή‐

### 95.4

νας, πόθι μοι πόθι μοι ναί‐

### 95.5

ει ποτ’, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,

### 100-101

ἢ ποντίας αὐλῶνας, ἢ δισσαῖσιν ἀπείροις κλιθείς,

### 102

εἴπ’, ὦ κρατιστεύων κατ’ ὄμμα.

### 102.1

Ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαιAnt. 1.

### 102.2

τὰν ἀμφινεικῆ Δηϊάνειραν ἀεί,

### 105.1

οἷά τιν’ ἄθλιον ὄρνιν,

### 105.2

οὔποτ’ εὐνάζειν ἀδακρύ‐

### 105.3

των βλεφάρων πόθον, ἀλλ’ εὔ‐

### 105.4

μναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ

### 109-110

ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι κακὰν

### 111

δύστανον ἐλπίζουσαν αἶσαν.

### 111.1

Πολλὰ γὰρ ὥστ’ ἀκάμαντοςStr. 2.

### 111.2

ἢ νότου ἢ βορέα τις

### 111.3

κύματ’ 〈ἂν〉 εὐρέϊ πόντῳ

### 115.1

βάντ’ ἐπιόντα τ’ ἴδοι·

### 115.2

οὕτω δὲ τὸν Καδμογενῆ

### 115.3

〈σ〉τρέφει, τὸ δ’ αὔξει βιότου

### 115.4

πολύπονον ὥσπερ πέλαγος

### 115.5

Κρήσιον· ἀλλά τις θεῶν

### 120.1

αἰὲν ἀναμπλάκητον Ἅι‐

### 120.2

δα σφε δόμων ἐρύκει.

### 121.1

Ὧν ἐπιμεμφομένα ς’ αἰ‐Ant. 2.

### 121.2

δοῖα μέν, ἀντία δ’ οἴσω·

### 121.3

φαμὶ γὰρ οὐκ ἀποτρύειν

### 125.1

ἐλπίδα τὰν ἀγαθὰν

### 125.2

χρῆναί ς’· ἀνάλγητα γὰρ οὐδ’

### 125.3

ὁ πάντα κραίνων βασιλεὺς

### 125.4

ἐπέβαλε θνατοῖς Κρονίδας·

### 125.5

ἀλλ’ ἐπὶ πῆμα καὶ χαρὰ

### 130

πᾶσι κυκλοῦσιν, οἷον Ἄρ‐

### unit_39.1

κτου στροφάδες κέλευθοι.

### unit_39.2

Μένει γὰρ οὔτ’ αἰόλαEp.

### unit_39.3

νὺξ βροτοῖσιν οὔτε Κῆρες οὔτε πλοῦτος,

### unit_39.4

ἀλλ’ ἄφαρ βέβακε, τῷ δ’ ἐπέρχεται

### 135

χαίρειν τε καὶ στέρεσθαι.

### 138.1

Ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω

### 138.2

τάδ’ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε

### 140

τέκνοισι Ζῆν’ ἄβουλον εἶδεν;

### 140.1

ΔΗ.Πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει

### 140.2

πάθημα τοὐμόν· ὡς δ’ ἐγὼ θυμοφθορῶ

### 140.3

μήτ’ ἐκμάθοις παθοῦσα, νῦν δ’ ἄπειρος εἶ.

### 140.4

Τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται

### 145.1

χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ,

### 145.2

οὐδ’ ὄμβρος, οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,

### 145.3

ἀλλ’ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον

### 145.4

ἐς τοῦθ’ ἕως τις ἀντὶ παρθένου γυνὴ

### 145.5

κληθῇ λάβῃ τ’ ἐν νυκτὶ φροντίδων μέρος

### unit_45.1

ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη·

### unit_45.2

τότ’ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν

### unit_45.3

πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.

### unit_45.4

Πάθη μὲν οὖν δὴ πόλλ’ ἔγωγ’ ἐκλαυσάμην·

### unit_45.5

ἓν δ’, οἷον οὔπω πρόσθεν, αὐτίκ’ ἐξερῶ.

### 155.1

Ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ

### 155.2

ὡρμᾶτ’ ἀπ’ οἴκων Ἡρακλῆς, τότ’ ἐν δόμοις

### 155.3

λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην

### 155.4

ξυνθήμαθ’ ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτὲ

### 155.5

πολλοὺς ἀγῶνας ἐξιὼν οὕτω φράσαι,

### 160

ἀλλ’ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος.

### unit_48.1

Νῦν δ’, ὡς ἔτ’ οὐκ ὤν, εἶπε μὲν λέχους ὅ τι

### unit_48.2

χρείη μ’ ἑλέσθαι κτῆσιν, εἶπε δ’ ἣν τέκνοις

### unit_48.3

μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,

### unit_48.4

χρόνον προτάξας, ὡς τρίμηνος ἡνίκα

### 165.1

χώρας ἀπείη κἀνιαύσιος βεβώς,

### 165.2

τότ’ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ,

### 165.3

ἢ τοῦθ’ ὑπεκδραμόντα τοῦ χρόνου τέλος

### 165.4

τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.

### 165.5

Τοιαῦτ’ ἔφραζε πρὸς θεῶν εἱμαρμένα

### 170.1

τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,

### 170.2

ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε

### 170.3

Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη.

### 170.4

Καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου

### 170.5

τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών·

### 175.1

ὥσθ’ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ

### 175.2

φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν

### 175.3

πάντων ἀρίστου φωτὸς ἐστερημένην.

### 175.4

ΧΟ.Εὐφημίαν νῦν ἴσχ’, ἐπεὶ καταστεφῆ

### 175.5

στείχονθ’ ὁρῶ τιν’ ἄνδρα πρὸς χαρὰν λόγων.

### 180

ΑΓΓΕΛΟΣ

### 180.1

Δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων

### 180.2

ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον

### 180.3

καὶ ζῶντ’ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης

### 180.4

ἄγοντ’ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.

### 180.5

ΔΗ.Τίν’ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον;

### 185.1

ΑΓ.Τάχ’ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν

### 185.2

ἥξειν, φανέντα σὺν κράτει νικηφόρῳ.

### unit_55.1

ΔΗ.Καὶ τοῦ τόδ’ ἀστῶν ἢ ξένων μαθὼν λέγεις;

### unit_55.2

ΑΓ.Ἐν βουθερεῖ λειμῶνι πρόσπολος θροεῖ,

### unit_55.3

Λίχας ὁ κῆρυξ, ταῦτα· τοῦ δ’ ἐγὼ κλύων

### 190.1

ἀπῇξ’, ὅπως τοι πρῶτος ἀγγείλας τάδε

### 190.2

πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν.

### 190.3

ΔΗ.Αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;

### 190.4

ΑΓ.Οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι·

### 190.5

κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς

### 195.1

κρίνει παραστάς, οὐδ’ ἔχει βῆναι πρόσω·

### 195.2

τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων

### 195.3

οὐκ ἂν μεθεῖτο, πρὶν καθ’ ἡδονὴν κλύειν.

### 195.4

Οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ

### 195.5

ξύνεστιν· ὄψει δ’ αὐτὸν αὐτίκ’ ἐμφανῆ.

### unit_58.1

ΔΗ.Ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν’ ἔχεις,

### unit_58.2

ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.

### unit_58.3

Φωνήσατ’, ὦ γυναῖκες, αἵ τ’ εἴσω στέγης

### unit_58.4

αἵ τ’ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμ’ ἐμοὶ

### unit_58.5

φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.

### 205.1

ΧΟ.Ἀνολολύξεται δόμος ἐφεστίοι‐

### 205.2

σιν ἀλαλαῖς ὁ μελλόνυμ‐

### 205.3

φος, ἐν δὲ κοινὸς ἀρσένων

### 205.4

ἴτω κλαγγὰ τὸν εὐφαρέτραν

### 210.1

Ἀπόλλω προστάταν· ὁμοῦ δὲ

### 210.2

παιᾶνα, παιᾶν’ ἀνάγετ’, ὦ παρθένοι,

### 210.3

βοᾶτε τὰν ὁμόσπορον

### 210.4

Ἄρτεμιν Ὀρτυγίαν,

### 210.5

ἐλαφαβόλον, ἀμφίπυρον,

### 215.1

γείτονάς τε Νύμφας.

### 215.2

Ἀείρομ’ οὐδ’ ἀπώσομαι

### 215.3

τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός.

### 215.4

Ἰδού μ’ ἀναταράσσει

### 215.5

〈εὐοῖ〉 εὐοῖ μ’

### 220.1

ὁ κισσὸς ἄρτι βακχίαν

### 220.2

ὑποστρέφων ἅμιλλαν.

### 220.3

Ἰὼ ἰὼ Παιάν· ἴδ’, ὦ φίλα γύναι.

### 220.4

τάδ’ ἀντίπρῳρα δή σοι

### 220.5

βλέπειν πάρεστ’ ἐναργῆ.

### 225.1

ΔΗ.Ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μ’ ὄμματος

### 225.2

φρουρὰ παρῆλθε τόνδε μὴ λεύσσειν στόλον·

### 225.3

χαίρειν δὲ τὸν κήρυκα προὐννέπω, χρόνῳ

### 225.4

πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις.

### 225.5

ΛΙΧΑΣ

### 229

Ἀλλ’ εὖ μὲν ἵγμεθ’, εὖ δὲ προσφωνούμεθα,

### 230.1

γύναι, κατ’ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς

### 230.2

πράσσοντ’ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη.

### 230.3

ΔΗ.Ὦ φίλτατ’ ἀνδρῶν, πρῶθ’ ἃ πρῶτα βούλομαι

### 230.4

δίδαξον, εἰ ζῶνθ’ Ἡρακλέα προσδέξομαι.

### 230.5

ΛΙ.Ἔγωγέ τοί σφ’ ἔλειπον ἰσχύοντά τε

### 235.1

καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν.

### 235.2

ΔΗ.Ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε.

### 235.3

ΛΙ.Ἀκτή τις ἔστ’ Εὐβοιίς, ἔνθ’ ὁρίζεται

### 235.4

βωμοὺς τέλη τ’ ἔγκαρπα Κηναίῳ Διί.

### 235.5

ΔΗ.Εὐκταῖα φαίνων ἢ ’πὸ μαντείας τινός;

### 240

ΛΙ.Εὐχαῖς, ὅθ’ ᾕρει τῶνδ’ ἀνάστατον δορὶ

### unit_68.1

χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν.

### unit_68.2

ΔΗ.Αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ’ εἰσὶ καὶ τίνες;

### unit_68.3

οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με.

### unit_68.4

ΛΙ.Ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν

### 245.1

ἐξείλεθ’ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν.

### 245.2

ΔΗ.Ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον

### 245.3

χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον;

### 245.4

ΛΙ.Οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον

### 245.5

κατείχεθ’, ὥς φης’ αὐτός, οὐκ ἐλεύθερος,

### unit_70.1

ἀλλ’ ἐμποληθείς· τοῦ λόγου δ’ οὐ χρὴ φθόνον,

### unit_70.2

γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ.

### unit_70.3

Κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ

### unit_70.4

ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει,

### unit_70.5

χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν

### 255.1

ὥσθ’ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν

### 255.2

ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους

### 255.3

ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι.

### 255.4

Κοὐχ ἡλίωσε τοὔπος, ἀλλ’ ὅθ’ ἁγνὸς ἦν,

### 255.5

στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν

### 260.1

τὴν Εὐρυτείαν· τόνδε γὰρ μεταίτιον

### 260.2

μόνον βροτῶν ἔφασκε τοῦδ’ εἶναι πάθους·

### 260.3

ὃς αὐτὸν ἐλθόντ’ ἐς δόμους ἐφέστιον,

### 260.4

ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις

### 260.5

ἐπερρόθησε, πολλὰ δ’ ἀτηρᾷ φρενί,

### 265.1

λέγων χεροῖν μὲν ὡς ἄφυκτ’ ἔχων βέλη

### 265.2

τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,

### 265.3

φώνει δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου

### 265.4

ῥαίοιτο· δείπνοις δ’ ἡνίκ’ ἦν ᾠνωμένος,

### unit_74

ἔρριψεν ἐκτὸς αὐτόν. Ὧν ἔχων χόλον,

### 270.1

ὡς ἵκετ’ αὖθις Ἴφιτος Τιρυνθίαν

### 270.2

πρὸς κλιτὺν ἵππους νομάδας ἐξιχνοσκοπῶν,

### 270.3

τότ’ ἄλλος’ αὐτὸν ὄμμα, θἀτέρᾳ δὲ νοῦν

### 270.4

ἔχοντ’, ἀπ’ ἄκρας ἦκε πυργώδους πλακός.

### 270.5

Ἔργου δ’ ἕκατι τοῦδε μηνίσας ἄναξ,

### 275.1

ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος,

### 275.2

πρατόν νιν ἐξέπεμψεν, οὐδ’ ἠνέσχετο

### 275.3

ὁθούνεκ’ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ

### 275.4

ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο,

### 275.5

Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ·

### 280.1

ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες.

### 280.2

Κεῖνοι δ’ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς,

### 280.3

αὐτοὶ μὲν Ἅιδου πάντες εἴς’ οἰκήτορες,

### 280.4

πόλις δὲ δούλη· τάσδε δ’ ἅσπερ εἰσορᾷς

### 280.5

ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον

### 285.1

χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς

### 285.2

ἐφεῖτ’, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ.

### 285.3

Αὐτὸν δ’ ἐκεῖνον, εὖτ’ ἂν ἁγνὰ θύματα

### 285.4

ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,

### 285.5

φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου

### 290.1

πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.

### 290.2

ΧΟ.Ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ,

### 290.3

τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ.

### 290.4

ΔΗ.Πῶς δ’ οὐκ ἐγὼ χαίροιμ’ ἄν, ἀνδρὸς εὐτυχῆ

### 290.5

κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί;

### 295.1

πολλή ’στ’ ἀνάγκη τῇδε τοῦτο συντρέχειν.

### 295.2

Ὅμως δ’ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις

### 295.3

ταρβεῖν τὸν εὖ πράσσοντα μὴ σφαλῇ ποτε.

### unit_81.1

Ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι,

### unit_81.2

ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης

### unit_82.1

χώρας ἀοίκους ἀπάτοράς τ’ ἀλωμένας,

### unit_82.2

αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως

### unit_82.3

ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον.

### unit_82.4

Ὦ Ζεῦ Τροπαῖε, μή ποτ’ εἰσίδοιμί σε

### unit_82.5

πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,

### 305.1

μηδ’, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι·

### 305.2

οὕτως ἐγὼ δέδοικα τάσδ’ ὁρωμένη.

### 305.3

Ὦ δυστάλαινα, τίς ποτ’ εἶ νεανίδων;

### 305.4

ἄνανδρος, ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν

### 305.5

πάντων ἄπειρος τῶνδε, γενναία δέ τις.

### 310.1

Λίχα, τίνος ποτ’ ἐστὶν ἡ ξένη βροτῶν;

### 310.2

τίς ἡ τεκοῦσα, τίς δ’ ὁ φιτύσας πατήρ;

### 310.3

ἔξειπ’· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα

### 310.4

βλέπους’, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη.

### 310.5

ΛΙ.Τί δ’ οἶδ’ ἐγώ; τί δ’ ἄν με καὶ κρίνοις; ἴσως

### 315.1

γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις.

### 315.2

ΔΗ.Μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν;

### 315.3

ΛΙ.Οὐκ οἶδα· καὶ γὰρ οὐδ’ ἀνιστόρουν μακράν.

### 315.4

ΔΗ.Οὐδ’ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις;

### 315.5

ΛΙ.Ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον.

### 320.1

ΔΗ.Εἴπ’, ὦ τάλαιν’, ἀλλ’ ἡμὶν ἐκ σαυτῆς· ἐπεὶ

### 320.2

καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γ’ ἥτις εἶ.

### 320.3

ΛΙ.Οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου

### 320.4

χρόνῳ διοίσει γλῶσσαν, ἥτις οὐδαμὰ

### 320.5

προὔφηνεν οὔτε μείζον’ οὔτ’ ἐλάσσονα,

### 325

ἀλλ’ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος

### unit_88.1

δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν

### unit_88.2

διήνεμον λέλοιπεν. Ἡ δέ τοι τύχη

### unit_88.3

κακὴ μὲν αὐτῇ γ’, ἀλλὰ συγγνώμην ἔχει.

### unit_88.4

ΔΗ.Ἡ δ’ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας

### 330.1

οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς

### 330.2

τοῖς οὖσι λύπην πρός γ’ ἐμοῦ διπλῆν λάβοι·

### 330.3

ἅλις γὰρ ἡ παροῦσα. Πρὸς δὲ δώματα

### 330.4

χωρῶμεν ἤδη πάντες, ὡς σύ θ’ οἷ θέλεις

### 330.5

σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ.

### 335.1

ΑΓ.Αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνας’, ὅπως

### 335.2

μάθῃς ἄνευ τῶνδ’ οὕστινάς τ’ ἄγεις ἔσω,

### 335.3

ὧν τ’ οὐδὲν εἰσήκουσας ἐκμάθῃς γ’ ἃ δεῖ·

### 335.4

τούτων ἔχω γὰρ πάντ’ ἐπιστήμην ἐγώ.

### 335.5

ΔΗ.Τί δ’ ἐστί; τοῦ με τήνδ’ ἐφίστασαι βάσιν;

### 340.1

ΑΓ.Σταθεῖς’ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος

### 340.2

μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ.

### 340.3

ΔΗ.Πότερον ἐκείνους δῆτα δεῦρ’ αὖθις πάλιν

### 340.4

καλῶμεν, ἢ ’μοὶ ταῖσδέ τ’ ἐξειπεῖν θέλεις;

### 340.5

ΑΓ.Σοὶ ταῖσδέ τ’ οὐδὲν εἴργεται, τούτους δ’ ἔα.

### 345.1

ΔΗ.Καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω.

### 345.2

ΑΓ.Ἁνὴρ ὅδ’ οὐδὲν ὧν ἔλεξεν ἀρτίως

### 345.3

φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλ’ ἢ νῦν κακός,

### 345.4

ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν.

### 345.5

ΔΗ.Τί φῄς; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς·

### unit_93.1

ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μ’ ἔχει.

### unit_93.2

ΑΓ.Τούτου λέγοντος τἀνδρὸς εἰσήκους’ ἐγώ,

### unit_94.1

πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης

### unit_94.2

ταύτης ἕκατι κεῖνος Εὔρυτόν θ’ ἕλοι

### unit_94.3

τήν θ’ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν

### 355.1

μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε,

### 355.2

οὐ τἀπὶ Λυδοῖς οὐδ’ ὑπ’ Ὀμφάλῃ πόνων

### 355.3

λατρεύματ’, οὐδ’ ὁ ῥιπτὸς Ἰφίτου μόρος,

### 355.4

ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει.

### 355.5

Ἀλλ’ ἡνίκ’ οὐκ ἔπειθε τὸν φυτοσπόρον

### 360.1

τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος,

### 360.2

ἔγκλημα μικρὸν αἰτίαν θ’ ἑτοιμάσας,

### 360.3

ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ

### 360.4

τὸν Εὔρυτον τῶνδ’ εἶπε δεσπόζειν θρόνων,

### 360.5

κτείνει τ’ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν

### 365.1

ἔπερσε. Καί νιν, ὡς ὁρᾷς, ἥκει δόμους

### 365.2

ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι,

### 365.3

οὐδ’ ὥστε δούλην· μηδὲ προσδόκα τόδε·

### 365.4

οὐδ’ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ.

### 365.5

Ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,

### 370.1

δέσποιν’, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα.

### 370.2

Καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων

### 370.3

ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί,

### 370.4

ὥστ’ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα,

### 370.5

οὐχ ἥδομαι, τὸ δ’ ὀρθὸν ἐξείρηχ’ ὅμως.

### 375.1

ΔΗ.Οἴμοι τάλαινα, ποῦ ποτ’ εἰμὶ πράγματος;

### 375.2

τίν’ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον

### 375.3

λαθραῖον, ὤ, δύστηνος· ἆρ’ ἀνώνυμος

### 375.4

πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο;

### unit_100

ΑΓ.Ἦ κάρτα λαμπρὰ καὶ κατ’ ὄνομα καὶ φύσιν,

### 380.1

πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ

### 380.2

Ἰόλη ’καλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ

### 380.3

βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν.

### 380.4

ΧΟ.Ὄλοιντο μή τι πάντες οἱ κακοί, τὰ δὲ

### 380.5

λαθραῖ’ ὃς ἀσκεῖ μὴ πρέποντ’ αὐτῷ κακά.

### 385.1

ΔΗ.Τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις

### 385.2

τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ.

### 385.3

ΧΟ.Πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ’ ἂν σαφῆ

### 385.4

λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις.

### 385.5

ΔΗ.Ἀλλ’ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις.

### 390.1

ΑΓ.Ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν;

### 390.2

ΔΗ.Μίμν’, ὡς ὅδ’ ἁνὴρ οὐκ ἐμῶν ὑπ’ ἀγγέλων,

### 390.3

ἀλλ’ αὐτόκλητος ἐκ δόμων πορεύεται.

### 390.4

ΛΙ.Τί χρή, γύναι, μολόντα μ’ Ἡρακλεῖ λέγειν;

### 390.5

δίδαξον, ὡς ἕρποντος, εἰσορᾷς, ἐμοῦ.

### 395.1

ΔΗ.Ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν

### 395.2

ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.

### 395.3

ΛΙ.Ἀλλ’ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ’ ἐγώ.

### 395.4

ΔΗ.Ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νεμεῖς;

### 395.5

ΛΙ.Ἴστω μέγας Ζεύς, ὧν γ’ ἂν ἐξειδὼς κυρῶ.

### unit_105

ΔΗ.Τίς ἡ γυνὴ δῆτ’ ἐστὶν ἣν ἥκεις ἄγων;

### unit_106.1

ΛΙ.Εὐβοιίς· ὧν δ’ ἔβλαστεν οὐκ ἔχω λέγειν.

### unit_106.2

ΑΓ.Οὗτος, βλέφ’ ὧδε. Πρὸς τίν’ ἐννέπειν δοκεῖς;

### unit_106.3

ΛΙ.Σὺ δ’ εἰς τί δή με τοῦτ’ ἐρωτήσας ἔχεις;

### unit_106.4

ΑΓ.Τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ ς’ ἱστορῶ.

### 405.1

ΛΙ.Πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως

### 405.2

κόρην, δάμαρτά θ’ Ἡρακλέους, εἰ μὴ κυρῶ

### 405.3

λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.

### 405.4

ΑΓ.Τοῦτ’ αὔτ’ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις

### 405.5

δέσποιναν εἶναι τήνδε σήν;

### 409

ΛΙ.Δίκαια γάρ.

### 410.1

ΑΓ.Τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην,

### 410.2

ἤν γ’ εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;

### 410.3

ΛΙ.Πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;

### 410.4

ΑΓ.Οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.

### 410.5

ΛΙ.Ἄπειμι· μῶρος δ’ ἦ πάλαι κλύων σέθεν.

### 415.1

ΑΓ.Οὔ, πρίν γ’ ἂν εἴπῃς ἱστορούμενος βραχύ.

### 415.2

ΛΙ.Λέγ’, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.

### 415.3

ΑΓ.Τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους,

### 415.4

κάτοισθα δήπου;

### 418.1

ΛΙ.Φημί, πρὸς τί δ’ ἱστορεῖς;

### 418.2

ΑΓ.Οὔκουν σὺ ταύτην, ἣν ὑπ’ ἀγνοίας ὁρᾷς,

### 420.1

Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;

### 420.2

ΛΙ.Ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν

### 420.3

σοὶ μαρτυρήσει ταῦτ’ ἐμοῦ κλύειν παρών;

### 420.4

ΑΓ.Πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων

### unit_113

ἀγορᾷ πολύς σου ταῦτά γ’ εἰσήκους’ ὄχλος.

### 425

ΛΙ.Ναί,

### 425.1

κλύειν γ’ ἔφασκον· ταὐτὸ δ’ οὐχὶ γίγνεται

### 425.2

δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.

### 425.3

ΑΓ.Ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων

### 425.4

δάμαρτ’ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;

### 425.5

ΛΙ.Ἐγὼ δάμαρτα; Πρὸς θεῶν, φράσον, φίλη

### 430.1

δέσποινα, τόνδε τίς ποτ’ ἐστὶν ὁ ξένος.

### 430.2

ΑΓ.Ὃς σοῦ παρὼν ἤκουσεν ὡς ταύτης πόθῳ

### 430.3

πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία

### 430.4

πέρσειεν αὐτήν, ἀλλ’ ὁ τῆσδ’ ἔρως φανείς.

### 430.5

ΛΙ.Ἅνθρωπος, ὦ δέσποιν’, ἀποστήτω. Τὸ γὰρ

### 435.1

νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.

### 435.2

ΔΗ.Μή, πρός σε τοῦ κατ’ ἄκρον Οἰταῖον νάπος

### 435.3

Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.

### 435.4

Οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ,

### 435.5

οὐδ’ ἥτις οὐ κάτοιδε τἀνθρώπων ὅτι

### 440.1

χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί.

### 440.2

Ἔρωτι μὲν γοῦν ὅστις ἀντανίσταται

### 440.3

πύκτης ὅπως ἐς χεῖρας οὐ καλῶς φρονεῖ.

### 440.4

Οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει,

### 440.5

κἀμοῦ γε· πῶς δ’ οὐ χἀτέρας οἵας γ’ ἐμοῦ.

### 445.1

Ὥστ’ εἴ τι τὠμῷ τ’ ἀνδρὶ τῇδε τῇ νόσῳ

### 445.2

ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι,

### 445.3

ἢ τῇδε τῇ γυναικί, τῇ μεταιτίᾳ

### 445.4

τοῦ μηδὲν αἰσχροῦ μηδ’ ἐμοὶ κακοῦ τινος.

### 445.5

Οὐκ ἔστι ταῦτ’. Ἀλλ’ εἰ μὲν ἐκ κείνου μαθὼν

### unit_120.1

ψεύδῃ, μάθησιν οὐ καλὴν ἐκμανθάνεις·

### unit_120.2

εἰ δ’ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν

### unit_121.1

θέλῃς γενέσθαι χρηστός, ὀφθήσῃ κακός.

### unit_121.2

Ἀλλ’ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ

### unit_121.3

ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή.

### 455.1

Ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται·

### 455.2

πολλοὶ γάρ, οἷς εἴρηκας, οἳ φράσους’ ἐμοί.

### 455.3

Κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ

### 455.4

τὸ μὴ πυθέσθαι, τοῦτό μ’ ἀλγύνειεν ἄν·

### 455.5

τὸ δ’ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας

### 460.1

πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή;

### 460.2

κοὔπω τις αὐτῶν ἔκ γ’ ἐμοῦ λόγον κακὸν

### 460.3

ἠνέγκατ’ οὐδ’ ὄνειδος ἥδε τ’ οὐδ’ ἂν εἰ

### 460.4

κάρτ’ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφ’ ἐγὼ

### 460.5

ᾤκτιρα δὴ μάλιστα προσβλέψας’, ὅτι

### 465.1

τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν,

### 465.2

καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος

### 465.3

ἔπερσε κἀδούλωσεν. Ἀλλὰ ταῦτα μὲν

### 465.4

ῥείτω κατ’ οὖρον· σοὶ δ’ ἐγὼ φράζω κακὸν

### 465.5

πρὸς ἄλλον εἶναι, πρὸς δ’ ἔμ’ ἀψευδεῖν ἀεί.

### 470.1

ΧΟ.Πείθου λεγούσῃ χρηστά, κοὐ μέμψῃ χρόνῳ

### 470.2

γυναικὶ τῇδε, κἀπ’ ἐμοῦ κτήσῃ χάριν.

### 470.3

ΛΙ.Ἀλλ’, ὦ φίλη δέσποιν’, ἐπεί σε μανθάνω

### 470.4

θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα,

### 470.5

πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι.

### 475.1

Ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει·

### 475.2

ταύτης ὁ δεινὸς ἵμερός ποθ’ Ἡρακλῆ

### 475.3

διῆλθε, καὶ τῆσδ’ οὕνεχ’ ἡ πολύφθορος

### 475.4

καθῃρέθη πατρῷος Οἰχαλία δορί.

### 475.5

Καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,

### 480.1

οὔτ’ εἶπε κρύπτειν οὔτ’ ἀπηρνήθη ποτέ·

### 480.2

ἀλλ’ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν

### 480.3

μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις,

### unit_128.1

ἥμαρτον, εἴ τι τήνδ’ ἁμαρτίαν νέμεις.

### unit_128.2

Ἐπεί γε μὲν δὴ πάντ’ ἐπίστασαι λόγον

### 485.1

κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν,

### 485.2

καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους

### 485.3

οὓς εἶπας ἐς τήνδ’ ἐμπέδως εἰρηκέναι·

### 485.4

ὡς τἄλλ’ ἐκεῖνος πάντ’ ἀριστεύων χεροῖν

### 485.5

τοῦ τῆσδ’ ἔρωτος εἰς ἅπανθ’ ἥσσων ἔφυ.

### 490.1

ΔΗ.Ἀλλ’ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,

### 490.2

κοὔτοι νόσον γ’ ἐπακτὸν ἐξαρούμεθα

### 490.3

θεοῖσι δυσμαχοῦντες. Ἀλλ’ εἴσω στέγης

### 490.4

χωρῶμεν, ὡς λόγων τ’ ἐπιστολὰς φέρῃς,

### 490.5

ἅ τ’ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,

### 495.1

καὶ ταῦτ’ ἄγῃς. Κενὸν γὰρ οὐ δίκαιά σε

### 495.2

χωρεῖν προσελθόνθ’ ὧδε σὺν πολλῷ στόλῳ.

### 496.1

ΧΟ.Μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί·Str.

### 496.2

καὶ τὰ μὲν θεῶν

### unit_133.1

παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω,

### unit_133.2

οὐδὲ τὸν ἔννυχον Ἅιδαν,

### unit_133.3

ἢ Ποσειδάωνα τινάκτορα γαίας·

### unit_133.4

ἀλλ’ ἐπὶ τάνδ’ ἄρ’ ἄκοιτιν

### unit_133.5

〈τίνεσ〉 ἀμφίγυοι κατέβαν πρὸ γάμων;

### 505.1

τίνες πάμπληκτα παγκόνιτά τ’ ἐξ‐

### 505.2

ῆλθον ἄεθλ’ ἀγώνων;

### 506.1

Ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρουAnt.

### 506.2

φάσμα ταύρου,

### 510.1

Ἀχελῷος ἀπ’ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἄπο

### 510.2

ἦλθε παλίντονα Θήβας

### 510.3

τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,

### 510.4

παῖς Διός· οἳ τότ’ ἀολλεῖς

### 510.5

ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·

### 515.1

μόνα δ’ εὔλεκτρος ἐν μέσῳ Κύπρις

### 515.2

ῥαβδονόμει ξυνοῦσα.

### 516.1

Τότ’ ἦν χερός, ἦν δὲ τόξων πάταγος,Epod.

### 516.2

ταυρείων τ’ ἀνάμιγδα κεράτων·

### 520.1

ἦν δ’ ἀμφίπλεκτοι κλίμακες,

### 520.2

ἦν δὲ μετώπων ὀλόεντα πλήγματα

### 520.3

καὶ στόνος ἀμφοῖν.

### 520.4

Ἁ δ’ εὐῶπις ἁβρὰ

### 520.5

τηλαυγεῖ παρ’ ὄχθῳ

### 525.1

ἧστο, τὸν ὃν προσμένους’ ἀκοίταν.

### 525.2

Ἐγὼ δὲ θατὴρ μὲν οἷα φράζω·

### 525.3

τὸ δ’ ἀμφινείκητον ὄμμα νύμφας

### 525.4

ἐλεινὸν ἀμμένει·

### 525.5

κἀπὸ ματρὸς ἄφαρ βέβαχ’

### 530

ὥστε πόρτις ἐρήμα.

### 530.1

ΔΗ.Ἦμος, φίλαι, κατ’ οἶκον ὁ ξένος θροεῖ

### 530.2

ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπ’ ἐξόδῳ,

### 530.3

τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ,

### 530.4

τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,

### 535.1

τὰ δ’ οἷα πάσχω συγκατοικτιουμένη.

### 535.2

Κόρην γάρ, οἶμαι δ’ οὐκέτ’, ἀλλ’ ἐζευγμένην,

### 535.3

παρεισδέδεγμαι, φόρτον ὥστε ναυτίλος,

### 535.4

λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός·

### 535.5

καὶ νῦν δύ’ οὖσαι μίμνομεν μιᾶς ὑπὸ

### 540.1

χλαίνης ὑπαγκάλισμα· τοιάδ’ Ἡρακλῆς,

### 540.2

ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,

### 540.3

οἰκούρι’ ἀντέπεμψε τοῦ μακροῦ χρόνου.

### 540.4

Ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι

### 540.5

νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ·

### 545.1

τὸ δ’ αὖ ξυνοικεῖν τῇδ’ ὁμοῦ τίς ἂν γυνὴ

### 545.2

δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων;

### 545.3

Ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,

### 545.4

τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖ

### 545.5

ὀφθαλμὸς ἄνθος, τῶν δ’ ὑπεκτρέπει πόδα·

### unit_146.1

ταῦτ’ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς

### unit_146.2

ἐμὸς καλῆται, τῆς νεωτέρας δ’ ἀνήρ.

### unit_146.3

Ἀλλ’ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν

### unit_146.4

γυναῖκα νοῦν ἔχουσαν· ᾗ δ’ ἔχω, φίλαι,

### unit_146.5

λυτήριον λώφημα, τῇδ’ ὑμῖν φράσω.

### 555.1

Ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ

### 555.2

θηρός, λέβητι χαλκέῳ κεκρυμμένον,

### 555.3

ὃ παῖς ἔτ’ οὖσα τοῦ δασυστέρνου παρὰ

### 555.4

Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην,

### 555.5

ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺς

### 560.1

μισθοῦ πόρευε χερσίν, οὔτε πομπίμοις

### 560.2

κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς.

### 560.3

Ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον

### 560.4

ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην,

### 560.5

φέρων ἐπ’ ὤμοις, ἡνίκ’ ἦν μέσῳ πόρῳ,

### 565.1

ψαύει ματαίαις χερσίν· ἐκ δ’ ἤϋς’ ἐγώ,

### 565.2

χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν

### 565.3

ἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμονας

### 565.4

στέρνων διερροίζησεν· ἐκθνῄσκων δ’ ὁ θὴρ

### unit_150

τοσοῦτον εἶπε· «Παῖ γέροντος Οἰνέως,

### 570.1

τοσόνδ’ ὀνήσῃ τῶν ἐμῶν, ἐὰν πίθῃ,

### 570.2

πορθμῶν, ὁθούνεχ’ ὑστάτην ς’ ἔπεμψ’ ἐγώ·

### 570.3

ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν

### 570.4

σφαγῶν ἐνέγκῃ χερσὶν ᾗ μελαγχόλους

### 570.5

ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας,

### 575.1

ἔσται φρενός σοι τοῦτο κηλητήριον

### 575.2

τῆς Ἡρακλείας, ὥστε μήτιν’ εἰσιδὼν

### 575.3

στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον.»

### 575.4

Τοῦτ’ ἐννοήσας’, ὦ φίλαι, δόμοις γὰρ ἦν

### 575.5

κείνου θανόντος ἐγκεκλῃμένον καλῶς,

### 580.1

χιτῶνα τόνδ’ ἔβαψα, προσβαλοῦς’ ὅσα

### 580.2

ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε.

### 580.3

Κακὰς δὲ τόλμας μήτ’ ἐπισταίμην ἐγὼ

### 580.4

μήτ’ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ.

### 580.5

Φίλτροις δ’ ἐάν πως τήνδ’ ὑπερβαλώμεθα

### 585.1

τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφ’ Ἡρακλεῖ,

### 585.2

μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ

### 585.3

πράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι.

### 585.4

ΧΟ.Ἀλλ’ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις,

### 585.5

δοκεῖς παρ’ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς.

### 590.1

ΔΗ.Οὕτως ἔχει γ’ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν

### 590.2

ἔνεστι, πείρᾳ δ’ οὐ προσωμίλησά πω.

### 590.3

ΧΟ.Ἀλλ’ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδ’ εἰ δοκεῖς

### 590.4

ἔχειν ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη.

### 590.5

ΔΗ.Ἀλλ’ αὐτίκ’ εἰσόμεσθα, τόνδε γὰρ βλέπω

### 595.1

θυραῖον ἤδη· διὰ τάχους δ’ ἐλεύσεται.

### 595.2

Μόνον παρ’ ὑμῶν εὖ στεγοίμεθ’· ὡς σκότῳ

### unit_157.1

κἂν αἰσχρὰ πράσσῃς, οὔποτ’ αἰσχύνῃ πεσῇ.

### unit_157.2

ΛΙ.Τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως,

### unit_157.3

ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς.

### unit_158.1

ΔΗ.Ἀλλ’ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,

### unit_158.2

ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις,

### unit_158.3

ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον

### unit_158.4

δώρημ’ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός.

### unit_158.5

Διδοὺς δὲ τόνδε φράζ’ ὅπως μηδεὶς βροτῶν

### 605.1

κείνου πάροιθεν ἀμφιδύσεται χροΐ,

### 605.2

μηδ’ ὄψεταί νιν μήτε φέγγος ἡλίου

### 605.3

μήθ’ ἕρκος ἱερὸν μήτ’ ἐφέστιον σέλας,

### 605.4

πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς

### 605.5

δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ.

### 610.1

Οὕτω γὰρ ηὔγμην, εἴ ποτ’ αὐτὸν ἐς δόμους

### 610.2

ἴδοιμι σωθέντ’ ἢ κλύοιμι πανδίκως,

### 610.3

στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς

### 610.4

θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι.

### 610.5

Καὶ τῶνδ’ ἀποίσεις σῆμ’, ὃ κεῖνος εὐμαθὲς

### 615.1

σφραγῖδος ἕρκει τῷδ’ ἐπὸν μαθήσεται.

### 615.2

Ἀλλ’ ἕρπε καὶ φύλασσε πρῶτα μὲν νόμον,

### 615.3

τὸ μὴ ’πιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν·

### 615.4

ἔπειθ’ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι

### 615.5

κἀμοῦ ξυνελθοῦς’ ἐξ ἁπλῆς διπλῆ φανῇ.

### 620.1

ΛΙ.Ἀλλ’ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην

### 620.2

βέβαιον, οὔ τοι μὴ σφαλῶ γ’ ἐν σοί ποτε,

### 620.3

τὸ μὴ οὐ τόδ’ ἄγγος ὡς ἔχει δεῖξαι φέρων

### 620.4

λόγων τε πίστιν ὧν ἔχεις ἐφαρμόσαι.

### 620.5

ΔΗ.Στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι

### 625

τά γ’ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει.

### unit_164.1

ΛΙ.Ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα.

### unit_164.2

ΔΗ.Ἀλλ’ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν

### unit_164.3

προσδέγματ’, αὐτὴν ὡς ἐδεξάμην φίλως.

### unit_164.4

ΛΙ.Ὥστ’ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.

### 630.1

ΔΗ.Τί δῆτ’ ἂν ἄλλο γ’ ἐννέποις; δέδοικα γὰρ

### 630.2

μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ,

### 630.3

πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα.

### 632.1

ΧΟ.Ὦ ναύλοχα καὶ πετραῖαStr. 1.

### 632.2

θερμὰ λουτρὰ καὶ πάγους

### 635.1

Οἴτας παραναιετάοντες,

### 635.2

οἵ τε μέσσαν Μηλίδα πὰρ λίμναν,

### 635.3

χρυσαλακάτου τ’ ἀκτὰν Κόρας,

### 635.4

ἔνθ’ Ἑλλάνων ἀγοραὶ

### 635.5

Πυλάτιδες κλέονται,

### 640.1

ὁ καλλιβόας τάχ’ ὑμῖνAnt. 1.

### 640.2

αὐλὸς οὐκ ἀναρσίαν

### 640.3

ἀχῶν καναχὰν ἐπάνεισιν,

### 640.4

ἀλλὰ θείας ἀντίλυρον μούσας.

### 640.5

Ὁ γὰρ Διός, Ἀλκμήνας κόρος,

### 645.1

σεῦται πάσας ἀρετᾶς

### 645.2

λάφυρ’ ἔχων ἐπ’ οἴκους·

### 646.1

ὃν ἀπόπτολιν εἴχομεν παντᾶStr. 2.

### 646.2

δυοκαιδεκάμηνον ἀμμένουσαι

### 646.3

χρόνον, πελάγιον, ἴδριες οὐ‐

### unit_171.1

δέν· ἁ δέ οἱ φίλα δάμαρ

### unit_171.2

τάλαινα〈ν〉 δυστάλαινα καρδίαν

### unit_172.1

πάγκλαυτος αἰὲν ὤλλυτο·

### unit_172.2

νῦν δ’ Ἄρης οἰστρηθεὶς ἐξέλυς’

### unit_172.3

ἐπιπόνων ἁμερᾶν.

### 655.1

Ἀφίκοιτ’ ἀφίκοιτο· μὴ σταίηAnt. 2.

### 655.2

πολύκωπον ὄχημα ναὸς αὐτῷ,

### 655.3

πρὶν τάνδε πρὸς πόλιν ἀνύσει‐

### 655.4

ε, νασιῶτιν ἑστίαν

### 655.5

ἀμείψας, ἔνθα κλῄζεται θυτήρ·

### 660.1

ὅθεν μόλοι πανίμερος,

### 660.2

τῷ Πειθοῦς παγχρίστῳ συγκραθεὶς

### 660.3

ἐπὶ προφάνσει θηρός.

### 662.1

ΔΗ.Γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω

### 662.2

πεπραγμέν’ ᾖ μοι πάνθ’ ὅς’ ἀρτίως ἔδρων.

### 665.1

ΧΟ.Τί δ’ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως;

### 665.2

ΔΗ.Οὐκ οἶδ’· ἀθυμῶ δ’ εἰ φανήσομαι τάχα

### 665.3

κακὸν μέγ’ ἐκπράξας’ ἀπ’ ἐλπίδος καλῆς.

### 665.4

ΧΟ.Οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;

### 665.5

ΔΗ.Μάλιστά γ’· ὥστε μήποτ’ ἂν προθυμίαν

### 670.1

ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν.

### 670.2

ΧΟ.Δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβῇ.

### 670.3

ΔΗ.Τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω,

### 670.4

γυναῖκες, ὑμῖν, θαῦμ’ ἀνέλπιστον μαθεῖν.

### 670.5

Ὧι γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως

### 675.1

ἔχριον ἀργῆτ’, οἰὸς εὐείρῳ πόκῳ,

### 675.2

τοῦτ’ ἠφάνισται διάβορον πρὸς οὐδενὸς.

### 675.3

τῶν ἔνδον, ἀλλ’ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει,

### unit_179.1

καὶ ψῇ κατ’ ἄκρας σπιλάδος· ὡς δ’ εἰδῇς ἅπαν

### unit_179.2

ᾗ τοῦτ’ ἐπράχθη, μείζον’ ἐκτενῶ λόγον.

### 680.1

Ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος πονῶν

### 680.2

πλευρὰν πικρᾷ γλωχῖνι προὐδιδάξατο,

### 680.3

παρῆκα θεσμῶν οὐδέν, ἀλλ’ ἐσῳζόμην,

### 680.4

χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν.

### 680.5

Καί μοι τάδ’ ἦν πρόρρητα καὶ τοιαῦτ’ ἔδρων·

### 685.1

τὸ φάρμακον τοῦτ’ ἄπυρον ἀκτῖνός τ’ ἀεὶ

### 685.2

θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ,

### 685.3

ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που.

### 685.4

Κἄδρων τοιαῦτα· νῦν δ’, ὅτ’ ἦν ἐργαστέον,

### 685.5

ἔχρισα μὲν κατ’ οἶκον ἐν δόμοις κρυφῇ

### 690.1

μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,

### 690.2

κἄθηκα συμπτύξας’ ἀλαμπὲς ἡλίου

### 690.3

κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε.

### 690.4

Εἴσω δ’ ἀποστείχουσα δέρκομαι φάτιν

### 690.5

ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν.

### 695.1

Τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως

### 695.2

τῆς οἰὸς ᾧ προὔχριον ἐς μέσην φλόγα,

### 695.3

ἀκτῖν’ ἐς ἡλιῶτιν· ὡς δ’ ἐθάλπετο,

### 695.4

ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί,

### 695.5

μορφῇ μάλιστ’ εἰκαστὸν ὥστε πρίονος

### unit_184.1

ἐκβρώματ’ ἂν βλέψειας ἐν τομῇ ξύλου.

### unit_184.2

Τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς ὅθεν

### unit_184.3

προὔκειτ’ ἀναζέουσι θρομβώδεις ἀφροί,

### unit_184.4

γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ

### unit_184.5

χυθέντος εἰς γῆν Βακχίας ἀπ’ ἀμπέλου.

### 705.1

Ὥστ’ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω,

### 705.2

ὁρῶ δ’ ἔμ’ ἔργον δεινὸν ἐξειργασμένην.

### 705.3

Πόθεν γὰρ ἄν ποτ’, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ

### 705.4

ἐμοὶ παρέσχ’ εὔνοιαν, ἧς ἔθνῃσχ’ ὕπερ;

### unit_186

οὐκ ἔστιν· ἀλλὰ τὸν βαλόντ’ ἀποφθίσαι

### 710.1

χρῄζων ἔθελγέ μ’· ὧν ἐγὼ μεθύστερον,

### 710.2

ὅτ’ οὐκέτ’ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι.

### 710.3

Μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι

### 710.4

γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ·

### 710.5

τὸν γὰρ βαλόντ’ ἄτρακτον οἶδα καὶ θεόν,

### 715.1

Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ

### 715.2

φθείρει τὰ πάντα κνώδαλ’· ἐκ δὲ τοῦδ’ ὅδε

### 715.3

σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας

### 715.4

πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ.

### 715.5

Καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται,

### 720.1

ταὐτῇ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα·

### 720.2

ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν,

### 720.3

ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.

### 720.4

ΧΟ.Ταρβεῖν μὲν ἔργα δείν’ ἀναγκαίως ἔχει,

### 720.5

τὴν δ’ ἐλπίδ’ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος.

### 725.1

ΔΗ.Οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν

### 725.2

οὐδ’ ἐλπὶς ἥτις καὶ θράσος τι προξενεῖ.

### 725.3

ΧΟ.Ἀλλ’ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ’ξ ἑκουσίας

### 725.4

ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.

### 725.5

ΔΗ.Τοιαῦτα δ’ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ

### 730.1

κοινωνός, ἀλλ’ ᾧ μηδέν ἐστ’ οἴκοι βαρύ.

### 730.2

ΧΟ.Σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,

### 730.3

εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ

### 730.4

πάρεστι μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.

### 730.5

ΥΛ.Ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν ς’ ἓν εἱλόμην,

### 735.1

ἢ μηκέτ’ εἶναι ζῶσαν, ἢ σεσωσμένην

### 735.2

ἄλλου κεκλῆσθαι μητέρ’, ἢ λῴους φρένας

### unit_193.1

τῶν νῦν παρουσῶν τῶνδ’ ἀμείψασθαί ποθεν.

### unit_193.2

ΔΗ.Τί δ’ ἐστίν, ὦ παῖ, πρός γ’ ἐμοῦ στυγούμενον;

### unit_193.3

ΥΛ.Τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δ’ ἐμὸν λέγω

### 740.1

πατέρα, κατακτείνασα τῇδ’ ἐν ἡμέρᾳ.

### 740.2

ΔΗ.Οἴμοι, τίν’ ἐξήνεγκας, ὦ τέκνον, λόγον;

### 740.3

ΥΛ.Ὃν οὐχ οἷόν τε μὴ τελεσθῆναι· τὸ γὰρ

### 740.4

φανθὲν τίς ἂν δύναιτ’ 〈ἂν〉 ἀγένητον ποεῖν;

### 740.5

ΔΗ.Πῶς εἶπας, ὦ παῖ; τοῦ πάρ’ ἀνθρώπων μαθὼν

### 745.1

ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φῄς;

### 745.2

ΥΛ.Αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν

### 745.3

πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.

### 745.4

ΔΗ.Ποῦ δ’ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι;

### 745.5

ΥΛ.Εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.

### unit_196.1

Ὅθ’ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,

### unit_196.2

νίκης ἄγων τροπαῖα κἀκροθίνια,

### unit_196.3

ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον

### unit_196.4

Κήναιον ἔστιν, ἔνθα πατρῴῳ Διὶ

### unit_196.5

βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα·

### 755.1

οὗ νιν τὰ πρῶτ’ ἐσεῖδον ἄσμενος πόθῳ.

### 755.2

Μέλλοντι δ’ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς

### 755.3

κῆρυξ ἀπ’ οἴκων ἵκετ’ οἰκεῖος Λίχας,

### 755.4

τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον·

### 755.5

ὃν κεῖνος ἐνδύς, ὡς σὺ προὐξεφίεσο,

### 760.1

ταυροκτονεῖ μὲν δώδεκ’ ἐντελεῖς ἔχων

### 760.2

λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθ’ ὁμοῦ

### 760.3

ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα.

### 760.4

Καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενὶ

### 760.5

κόσμῳ τε χαίρων καὶ στολῇ κατηύχετο·

### 765.1

ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο

### 765.2

φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,

### unit_200.1

ἱδρὼς ἀνῄει χρωτὶ καὶ προσπτύσσετο

### unit_200.2

πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,

### unit_200.3

χιτὼν ἅπαν κατ’ ἄρθρον· ἦλθε δ’ ὀστέων

### 770.1

ὀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας

### 770.2

ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο.

### 770.3

Ἐνταῦθα δὴ βόησε τὸν δυσδαίμονα

### 770.4

Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,

### 770.5

ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον·

### 775.1

ὁ δ’ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης

### 775.2

δώρημ’ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.

### 775.3

Κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος

### 775.4

σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,

### 775.5

μάρψας ποδός νιν ἄρθρον ᾗ λυγίζεται

### 780.1

ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν·

### 780.2

κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου

### 780.3

κρατὸς διασπαρέντος αἵματός θ’ ὁμοῦ.

### 780.4

Ἅπας δ’ ἀνηυφήμησεν οἰμωγῇ λεώς,

### 780.5

τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου·

### 785.1

κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν.

### 785.2

Ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος

### 785.3

βοῶν, ἰύζων· ἀμφὶ δ’ ἐκτύπουν πέτραι,

### 785.4

Λοκρῶν ὄρειοι πρῶνες Εὐβοίας τ’ ἄκραι.

### 785.5

Ἐπεὶ δ’ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ

### 790.1

ῥιπτῶν ἑαυτόν, πολλὰ δ’ οἰμωγῇ βοῶν,

### 790.2

τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος

### 790.3

σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον

### 790.4

οἷον κατακτήσαιτο λυμαντὴν βίου,

### unit_206

τότ’ ἐκ προσέδρου λιγνύος διάστροφον

### 795.1

ὀφθαλμὸν ἄρας εἶδέ μ’ ἐν πολλῷ στρατῷ

### 795.2

δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ·

### 795.3

«Ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,

### 795.4

μηδ’ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·

### 795.5

ἀλλ’ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς

### unit_208.1

ἐνταῦθ’ ὅπου με μή τις ὄψεται βροτῶν·

### unit_208.2

εἰ δ’ οἶκτον ἴσχεις, ἀλλά μ’ ἔκ γε τῆσδε γῆς

### unit_208.3

πόρθμευσον ὡς τάχιστα, μηδ’ αὐτοῦ θάνω.»

### unit_208.4

Τοσαῦτ’ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει

### unit_208.5

θέντες σφε πρὸς γῆν τήνδ’ ἐκέλσαμεν μόλις

### 805.1

βρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα

### 805.2

ἢ ζῶντ’ ἐσόψεσθ’ ἢ τεθνηκότ’ ἀρτίως.

### 805.3

Τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσας’ ἐμῷ

### 805.4

καὶ δρῶς’ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη

### 805.5

τείσαιτ’ Ἐρινύς τ’· εἰ θέμις δ’, ἐπεύχομαι·

### 810.1

θέμις δ’, ἐπεί μοι τὴν θέμιν σὺ προὔβαλες,

### 810.2

πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ

### 810.3

κτείνας’, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.

### 810.4

ΧΟ.Τί σῖγ’ ἀφέρπεις; οὐ κάτοισθ’ ὁθούνεκα

### 810.5

ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ;

### 815.1

ΥΛ.Ἐᾶτ’ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν

### 815.2

αὐτῇ γένοιτ’ ἄπωθεν ἑρπούσῃ καλῶς·

### 815.3

ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν

### 815.4

μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ;

### 815.5

Ἀλλ’ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν

### 820

τὠμῷ δίδωσι πατρί, τήνδ’ αὐτὴ λάβοι.

### 820.1

ΧΟ.Ἴδ’ οἷον, ὦ παῖδες, προσέμειξεν ἄφαρStr. 1.

### 820.2

τοὔπος τὸ θεοπρόπον ἡμῖν

### unit_214.1

τᾶς παλαιφάτου προνοίας,

### unit_214.2

ὅ τ’ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι

### 825.1

δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων

### 825.2

τῷ Διὸς αὐτόπαιδι·

### 825.3

καὶ τάδ’ ὀρθῶς ἔμπεδα

### 825.4

κατουρίζει. Πῶς γὰρ ἂν ὁ μὴ λεύσσων

### 830

ἔτι ποτ’ ἔτ’ ἐπίπονον ἔχοι θανὼν λατρείαν;

### 830.1

Εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳAnt. 1.

### 830.2

χρίει δολοποιὸς ἀνάγκα

### 830.3

πλευρά, προστακέντος ἰοῦ,

### 830.4

ὃν τέκετο θάνατος, ἔτρεφε δ’ αἰόλος δράκων,

### 835.1

πῶς ὅδ’ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι,

### 835.2

δεινοτάτῳ μὲν ὕδρας

### 838.1

προστετακὼς φάσματι,

### 838.2

μελαγχαίτα τ’ ἄμμιγά νιν αἰκίζει

### 840

φόνια δολιόμυθα κέντρ’ ἐπιζέσαντα;

### 840.1

Ὧν ἅδ’ ἁ τλάμων ἄοκνοςStr. 2.

### 840.2

μεγάλαν προσορῶσα δόμοις βλάβαν

### 840.3

νέων ἀϊσσόντων γάμων, τὰ μὲν οὔτι

### 840.4

προσέβαλεν, τὰ δ’ ἀπ’ ἀλλόθρου

### 845.1

γνώμας μολόντ’ ὀλεθρίαισ〈ι〉 συναλλαγαῖς

### 845.2

ἦ που ὀλοὰ στένει,

### 845.3

ἦ που ἀδινῶν χλωρὰν

### 845.4

τέγγει δακρύων ἄχναν.

### unit_223

Ἁ δ’ ἐρχομένα μοῖρα προφαίνει δολί‐

### unit_224.1

αν καὶ μεγάλαν ἄταν.

### unit_224.2

Ἔρρωγεν παγὰ δακρύων,Ant. 2.

### unit_224.3

κέχυται νόσος, ὦ πόποι, οἷον 〈ἐξ〉

### unit_224.4

ἀναρσίων οὔπω 〈ποτ’ ἄνδρ’〉 ἀγακλειτὸν

### 855.1

ἐπέμολε〈ν〉 πάθος οἰκτίσαι.

### 855.2

Ἰὼ κελαινὰ λόγχα προμάχου δορός,

### 855.3

ἃ τότε θοὰν νύμφαν

### 855.4

ἄγαγες ἀπ’ αἰπεινᾶς

### 855.5

τάνδ’ Οἰχαλίας αἰχμᾷ.

### 860.1

Ἁ δ’ ἀμφίπολος Κύπρις ἄναυδος φανε‐

### 860.2

ρὰ τῶνδ’ ἐφάνη πράκτωρ.

### 863

ΗΜΙΧΟΡΙΟΝ Αʹ

### 863.1

Πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς

### 863.2

οἴκτου δι’ οἴκων ἀρτίως ὁρμωμένου;

### 865.1

Τί φημί·

### 865.2

ΗΜΙΧΟΡΙΟΝ Βʹ

### 866.1

Ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ

### 866.2

κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.

### 866.3

ΧΟ.Ξύνες δὲ

### 866.4

τήνδ’ ὡς ἀήθης καὶ συνωφρυωμένη

### 870.1

χωρεῖ πρὸς ἡμᾶς γραῖα σημαίνουσά τι.

### 870.2

ΤΡ.Ὦ παῖδες, ὡς ἄρ’ ἡμὶν οὐ σμικρῶν κακῶν

### 870.3

ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον.

### 870.4

ΧΟ.Τί δ’, ὦ γεραιά, καινοποιηθὲν λέγεις;

### 870.5

ΤΡ.Βέβηκε Δῃάνειρα τὴν πανυστάτην

### 875

ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός.

### unit_233

ΧΟ.Οὐ δή ποθ’ ὡς θανοῦσα;

### 876.1

ΤΡ.Πάντ’ ἀκήκοας.

### 876.2

ΧΟ.Τέθνηκεν ἡ τάλαινα;

### 877.1

ΤΡ.Δεύτερον κλύεις.

### 877.2

ΧΟ.Τάλαιν’ ὀλεθρία, τίνι τρόπῳ θανεῖν σφε φῄς;

### 877.3

ΤΡ.Σχετλιώτατα πρός γε πρᾶξιν.

### 880.1

ΧΟ.Εἰπὲ τῷ μόρῳ, γύναι, ξυντρέχει.

### 880.2

ΤΡ.Αὑτὴν διηίστωσεν.

### 880.3

ΧΟ.Τίς θυμός, ἢ τίνες νόσοι

### 880.4

τάνδ’ αἰχμᾷ βέλεος κακοῦ

### 880.5

ξυνεῖλε; Πῶς ἐμήσατο

### 885.1

πρὸς θανάτῳ θάνατον

### 885.2

ἀνύσασα μόνα;

### 886.1

ΤΡ.Στονόεντος

### 886.2

ἐν τομᾷ σιδάρου.

### 886.3

ΧΟ.Ἐπεῖδες, ὦ ματαία, τάνδ’ ὕβριν;

### 886.4

ΤΡ.Ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις.

### 890.1

ΧΟ.Τίς ἦν; πῶς; φέρ’ εἰπέ.

### 890.2

ΤΡ.Αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε.

### 890.3

ΧΟ.Τί φωνεῖς;

### 892.1

ΤΡ.Σαφηνῆ.

### 892.2

ΧΟ.Ἔτεκεν ἔτεκεν μεγάλαν

### 892.3

ἁ νέορτος ἅδε νύμφα

### 895

δόμοισι τοῖσδ’ Ἐρινύν.

### 895.1

ΤΡ.Ἄγαν γε· μᾶλλον δ’, εἰ παροῦσα πλησία

### 895.2

ἔλευσσες οἷ’ ἔδρασε, κάρτ’ ἂν ᾤκτισας.

### unit_243.1

ΧΟ.Καὶ ταῦτ’ ἔτλη τις χεὶρ γυναικεία κτίσαι;

### unit_243.2

ΤΡ.Δεινῶς γε· πεύσῃ δ’, ὥστε μαρτυρεῖν ἐμοί.

### unit_244.1

Ἐπεὶ παρῆλθε δωμάτων εἴσω μόνη

### unit_244.2

καὶ παῖδ’ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια

### unit_244.3

στορνύνθ’, ὅπως ἄψορρον ἀντῴη πατρί,

### unit_244.4

κρύψας’ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι,

### unit_244.5

βρυχᾶτο μὲν βωμοῖσι προσπίπτους’ ὅτι

### 905.1

γένοιτ’ ἐρήμη, κλαῖε δ’ ὀργάνων ὅτου

### 905.2

ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος·

### 905.3

ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,

### 905.4

εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας,

### 905.5

ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη,

### 910.1

αὐτὴ τὸν αὑτῆς δαίμον’ ἀνακαλουμένη

### 910.2

καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οἰκίας.

### 910.3

Ἐπεὶ δὲ τῶνδ’ ἔληξεν, ἐξαίφνης σφ’ ὁρῶ

### 910.4

τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην.

### 910.5

Κἀγὼ λαθραῖον ὄμμ’ ἐπεσκιασμένη

### 915.1

φρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις

### 915.2

τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη.

### 915.3

Ὅπως δ’ ἐτέλεσε τοῦτ’, ἐπενθοροῦς’ ἄνω

### 915.4

καθέζετ’ ἐν μέσοισιν εὐνατηρίοις,

### 915.5

καὶ δακρύων ῥήξασα θερμὰ νάματα

### 920.1

ἔλεξεν· «Ὦ λέχη τε καὶ νυμφεῖ’ ἐμά,

### 920.2

τὸ λοιπὸν ἤδη χαίρεθ’ ὡς ἔμ’ οὔποτε

### 920.3

δέξεσθ’ ἔτ’ ἐν κοίταισι ταῖσδ’ εὐνήτριαν.»

### 920.4

Τοσαῦτα φωνήσασα συντόνῳ χερὶ

### 920.5

λύει τὸν αὑτῆς πέπλον ᾧ χρυσήλατος

### 925.1

προὔκειτο μαστῶν περονίς, ἐκ δ’ ἐλώπισεν

### 925.2

πλευρὰν ἅπασαν ὠλένην τ’ εὐώνυμον.

### unit_250.1

Κἀγὼ δρομαία βᾶς’, ὅσονπερ ἔσθενον,

### unit_250.2

τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε.

### unit_250.3

Κἀν ᾧ τὸ κεῖσε δεῦρό τ’ ἐξορμώμεθα,

### 930.1

ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ

### 930.2

πλευρὰν ὑφ’ ἧπαρ καὶ φρένας πεπληγμένην.

### 930.3

Ἰδὼν δ’ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλας

### 930.4

τοὔργον κατ’ ὀργὴν ὡς ἐφάψειεν τόδε,

### 930.5

ὄψ’ ἐκδιδαχθεὶς τῶν κατ’ οἶκον οὕνεκα

### 935.1

ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε.

### 935.2

Κἀνταῦθ’ ὁ παῖς δύστηνος οὔτ’ ὀδυρμάτων

### 935.3

ἐλείπετ’ οὐδέν, ἀμφί νιν γοώμενος,

### 935.4

οὔτ’ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν

### 935.5

πλευρὰν παρεὶς ἔκειτο πόλλ’ ἀναστένων,

### 940.1

ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ,

### 940.2

κλαίων ὁθούνεκ’ ἐκ δυοῖν ἔσοιθ’ ἅμα

### 940.3

πατρός τ’ ἐκείνης τ’ ὠρφανισμένος βίον.

### 940.4

Τοιαῦτα τἀνθάδ’ ἐστίν· ὥστ’ εἴ τις δύο

### 940.5

ἢ καί τι πλείους ἡμέρας λογίζεται,

### 945.1

μάταιός ἐστιν· οὐ γὰρ ἔσθ’ ἥ γ’ αὔριον,

### 945.2

πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν.

### 946.1

ΧΟ.Πότερα πρότερον ἐπιστένω;Str. 1.

### 946.2

πότερα τέλεα περαιτέρω,

### 946.3

δύσκριτ’ ἔμοιγε δυστάνῳ;

### unit_256.1

Τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις,Ant. 1.

### unit_256.2

τάδε δὲ μένομεν ἐπ’ ἐλπίσιν·

### unit_256.3

κοινὰ δ’ ἔχειν τε καὶ μέλλειν.

### 952

Εἴθ’ ἀνεμόεσσά τιςStr. 2.

### unit_258

γένοιτ’ ἔπουρος ἑστιῶτις αὔρα,

### 955.1

ἥτις μ’ ἀποικίσειεν ἐκ τόπων, ὅπως

### 955.2

τὸν Δῖον ἄλκιμον γόνον

### 955.3

μὴ ταρβαλέα θάνοι‐

### 955.4

μι μοῦνον εἰσιδοῦς’ ἄφαρ·

### 955.5

ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναις

### 960.1

χωρεῖν πρὸ δόμων λέγουσιν

### 960.2

ἄσπετόν τι θαῦμα.

### 961.1

Ἀγχοῦ δ’ ἄρα κοὐ μακρὰνAnt. 2.

### 961.2

προὔκλαιον, ὀξύφωνος ὡς ἀηδών.

### 961.3

Ξένων γὰρ ἐξόμιλος ἥδε τις στάσις·

### 965.1

πᾷ δ’ αὖ φορεῖ νιν, ὡς φίλου

### 965.2

προκηδομένα, βαρεῖ‐

### 965.3

αν ἄψοφον φέρει βάσιν.

### 965.4

Αἰαῖ, ὅδ’ ἀναύδατος φέρεται.

### 965.5

Τί χρὴ θανόντα νιν ἢ καθ’

### 970

ὕπνον ὄντα κρῖναι;

### 970.1

ΥΛ.Οἴμοι ἐγὼ σοῦ,

### 970.2

πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.

### 970.3

Τί πάθω; τί δὲ μήσομαι; οἴμοι.

### 970.4

ΠΡΕΣΒΥΣ

### 974

Σίγα, τέκνον, μὴ κινήσῃς

### 975.1

ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος·

### 975.2

ζῇ γὰρ προπετής· ἀλλ’ ἴσχε δακὼν

### 975.3

στόμα σόν.

### 977

ΥΛ.Πῶς φῄς, γέρον; ἦ ζῇ;

### unit_268.1

ΠΡ.Οὐ μὴ ’ξεγερεῖς τὸν ὕπνῳ κάτοχον,

### unit_268.2

κἀκκινήσεις κἀναστήσεις

### 979

φοιτάδα δεινὴν

### 980.1

νόσον, ὦ τέκνον.

### 980.2

ΥΛ.Ἀλλ’ ἐπί μοι μελέῳ

### 980.3

βάρος ἄπλετον· ἐμμέμονε〈ν〉 φρήν.

### 980.4

ΗΡΑΚΛΗΣ

### 983.1

Ὦ Ζεῦ,

### 983.2

ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶν

### 985.1

κεῖμαι πεπονημένος ἀλλήκτοις

### 985.2

ὀδύναις; Οἴμοι 〈μοι〉 ἐγὼ τλάμων·

### 985.3

ἡ δ’ αὖ μιαρὰ βρύκει. Φεῦ.

### 985.4

ΠΡ.Ἆρ’ ἐξῄδησθ’ ὅσον ἦν κέρδος

### 985.5

σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι

### 990.1

τῷδ’ ἀπὸ κρατὸς

### 990.2

βλεφάρων θ’ ὕπνον;

### 991.1

ΥΛ.Οὐ γὰρ ἔχω πῶς ἂν

### 991.2

στέρξαιμι κακὸν τόδε λεύσσων.

### 991.3

ΗΡ.Ὦ Κηναία κρηπὶς βωμῶν,

### 991.4

ἱερῶν οἵαν οἵων ἐπί μοι

### 995.1

μελέῳ χάριν ἠνύσω, ὦ Ζεῦ·

### 995.2

οἵαν μ’ ἄρ’ ἔθου λώβαν, οἵαν·

### 995.3

ἣν μή ποτ’ ἐγὼ προσιδεῖν ὁ τάλας

### 995.4

ὤφελον ὄσσοις, τόδ’ ἀκήλητον

### 995.5

μανίας ἄνθος καταδερχθῆναι.

### unit_276.1

Τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνης

### unit_276.2

ἰατορίας, ὃς τήνδ’ ἄτην

### unit_276.3

χωρὶς Ζηνὸς κατακηλήσει;

### unit_277.1

θαῦμ’ ἂν πόρρωθεν ἰδοίμην.

### unit_277.2

Ἒ ἔ,Str.

### 1005.1

ἐᾶτέ μ〈ε〉, ––, ἐᾶτέ με δύσμορον

### 1005.2

ὕστατον εὐνάσαι, ἐᾶτέ με δύστανον.

### 1005.3

Πᾶ μου ψαύεις; ποῖ 〈ποῖ〉 κλίνεις;

### 1005.4

Ἀπολεῖς μ’, ἀπολεῖς.

### 1005.5

Ἀνατέτροφας ὅ τι καὶ μύσῃ.

### 1010.1

Ἧπταί μου, τοτοτοῖ, ἥδ’ αὖθ’ ἕρπει. Πόθεν ἔστ’, ὢ

### 1010.2

πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ

### 1010.3

πολλὰ μὲν ἐν πόντῳ, κατά τε δρία πάντα καθαίρων

### 1010.4

ὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι

### 1010.5

οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει;

### 1015.1

Ἒ ἔ,

### 1015.2

οὐδ’ ἀπαράξαι 〈τισ〉 κρᾶτα βίᾳ θέλει

### 1016.1

–––

### 1016.2

–– μολὼν τοῦ στυγεροῦ; Φεῦ φεῦ.

### 1017.1

ΠΡ.Ὦ παῖ τοῦδ’ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει

### 1017.2

ἢ κατ’ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε· σοί τε γὰρ ἅμμα

### 1020

ἓν πλέον ἢ δύ’ ἐμοῦ σῴζειν.

### 1020.1

ΥΛ.Ψαύω μὲν ἔγωγε,

### 1020.2

λαθίπονον δ’ ὀδυνᾶν οὔτ’ ἔνδοθεν οὔτε θύραθεν

### unit_285.1

ἔστι μοι ἐξανύσαι· βιότου τοιαῦτα νέμει Ζεύς.

### unit_285.2

ΗΡ.〈Ἒ ἔ,〉Ant.

### unit_285.3

Ὦ παῖ, ποῦ ποτ’ εἶ; Τᾷδέ με, τᾷδέ με

### 1025.1

πρόσλαβε κουφίσας. Ἒ ἔ, ἰὼ δαῖμον.

### 1025.2

Θρῴσκει δ’ αὖ, θρῴσκει δειλαία

### 1025.3

διολοῦς’ ἡμᾶς

### 1030.1

ἀποτίβατος ἀγρία νόσος.

### 1030.2

Ὦ Παλλὰς 〈Παλλάσ〉, τόδε μ’ αὖ λωβᾶται. Ἰὼ παῖ,

### 1030.3

τὸν φύτορ’ οἰκτίρας ἀνεπίφθονον εἴρυσον ἔγχος,

### 1035-1036

παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δ’ ἄχος ᾧ μ’ ἐχόλωσεν

### 1037-1038

σὰ μάτηρ ἄθεος, τὰν ὧδ’ ἐπίδοιμι πεσοῦσαν

### 1040

αὕτως, ὧδ’ αὕτως, ὥς μ’ ὤλεσεν –––.

### 1040.1

〈Ἒ ἔ,〉

### 1040.2

Ὦ Διὸς αὐθαίμων, ὦ γλυκὺς Ἀΐδας,

### 1040.3

εὔνασον, εὔνασόν μ’

### 1040.4

ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας.

### 1043

ΧΟ.Κλύους’ ἔφριξα τάσδε συμφοράς, φίλαι,

### 1045.1

ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται.

### 1045.2

ΗΡ.Ὦ πολλὰ δὴ καὶ θερμὰ καὶ λόγῳ κακὰ

### 1045.3

καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ·

### 1045.4

κοὔπω τοιοῦτον οὔτ’ ἄκοιτις ἡ Διὸς

### 1045.5

προὔθηκεν οὔθ’ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοὶ

### unit_294.1

οἷον τόδ’ ἡ δολῶπις Οἰνέως κόρη

### unit_294.2

καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων

### unit_295.1

ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι.

### unit_295.2

Πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας

### unit_295.3

βέβρωκε σάρκας, πλεύμονός τ’ ἀρτηρίας

### 1055.1

ῥοφεῖ ξυνοικοῦν· ἐκ δὲ χλωρὸν αἷμά μου

### 1055.2

πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας

### 1055.3

τὸ πᾶν ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ.

### 1055.4

Κοὐ ταῦτα λόγχη πεδιάς, οὔθ’ ὁ γηγενὴς

### 1055.5

στρατὸς Γιγάντων, οὔτε θήρειος βία,

### 1060.1

οὔθ’ Ἑλλάς, οὔτ’ ἄγλωσσος, οὔθ’ ὅσην ἐγὼ

### 1060.2

γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω·

### 1060.3

γυνὴ δέ, θῆλυς οὖσα κοὐκ ἀνδρὸς φύσιν,

### 1060.4

μόνη με δὴ καθεῖλε φασγάνου δίχα.

### 1060.5

Ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς,

### 1065.1

καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον.

### 1065.2

Δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν

### 1065.3

ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα

### 1065.4

εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης, ὁρῶν

### 1065.5

λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον.

### 1070.1

Ἴθ’, ὦ τέκνον, τόλμησον, οἴκτιρόν τέ με

### 1070.2

πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος

### 1070.3

βέβρυχα κλαίων· καὶ τόδ’ οὐδ’ ἂν εἷς ποτε

### 1070.4

τόνδ’ ἄνδρα φαίη πρόσθ’ ἰδεῖν δεδρακότα,

### 1070.5

ἀλλ’ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς·

### 1075.1

νῦν δ’ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας.

### 1075.2

Καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,

### 1075.3

σκέψαι δ’ ὁποίας ταῦτα συμφορᾶς ὕπο

### 1075.4

πέπονθα· δείξω γὰρ τάδ’ ἐκ καλυμμάτων·

### 1075.5

ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας,

### 1080.1

ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω.

### 1080.2

Αἰαῖ, ὦ τάλας, αἰαῖ,

### unit_302.1

ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδ’ αὖ,

### unit_302.2

διῇξε πλευρῶν, οὐδ’ ἀγύμναστόν μ’ ἐᾶν

### unit_302.3

ἔοικεν ἡ τάλαινα διάβορος νόσος.

### 1085.1

Ὦναξ Ἀΐδη, δέξαι μ’,

### 1085.2

ὦ Διὸς ἀκτίς, παῖσον·

### 1085.3

ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος,

### 1085.4

πάτερ, κεραυνοῦ. Δαίνυται γὰρ αὖ πάλιν,

### 1085.5

ἤνθηκεν, ἐξώρμηκεν. Ὦ χέρες, χέρες,

### 1090.1

ὦ νῶτα καὶ στέρν’, ὦ φίλοι βραχίονες,

### 1090.2

ὑμεῖς ἐκεῖνοι δὴ καθέσταθ’ οἵ ποτε

### 1090.3

Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα,

### 1090.4

λέοντ’, ἄπλατον θρέμμα κἀπροσήγορον,

### 1090.5

βίᾳ κατειργάσασθε, Λερναίαν θ’ ὕδραν,

### 1095.1

διφυῆ τ’ ἄμικτον ἱπποβάμονα στρατὸν

### 1095.2

θηρῶν, ὑβριστήν, ἄνομον, ὑπέροχον βίαν,

### 1095.3

Ἐρυμάνθιόν τε θῆρα, τόν θ’ ὑπὸ χθονὸς

### 1095.4

Ἅιδου τρίκρανον σκύλακ’, ἀπρόσμαχον τέρας,

### 1095.5

δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων

### unit_306.1

δράκοντα μήλων φύλακ’ ἐπ’ ἐσχάτοις τόποις·

### unit_306.2

ἄλλων τε μόχθων μυρίων ἐγευσάμην,

### unit_306.3

κοὐδεὶς τροπαῖ’ ἔστησε τῶν ἐμῶν χερῶν.

### unit_306.4

Νῦν δ’ ὧδ’ ἄναρθρος καὶ κατερρακωμένος

### unit_306.5

τυφλῆς ὑπ’ ἄτης ἐκπεπόρθημαι τάλας,

### 1105.1

ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος,

### 1105.2

ὁ τοῦ κατ’ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος.

### 1105.3

Ἀλλ’ εὖ γέ τοι τόδ’ ἴστε, κἂν τὸ μηδὲν ὦ

### 1105.4

κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε

### 1105.5

χειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον,

### 1110

ἵν’ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι

### unit_309.1

καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτεισάμην.

### unit_309.2

ΧΟ.Ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ

### unit_309.3

ἕξουσαν, ἀνδρὸς τοῦδέ γ’ εἰ σφαλήσεται.

### unit_309.4

ΥΛ.Ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ,

### 1115.1

σιγὴν παρασχών, κλῦθί μου νοσῶν ὅμως·

### 1115.2

αἰτήσομαι γάρ ς’ ὧν δίκαια τυγχάνειν.

### 1115.3

Δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνῃ

### 1115.4

θυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷς

### 1115.5

χαίρειν προθυμῇ κἀν ὅτοις ἀλγεῖς μάτην.

### 1120.1

ΗΡ.Εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶν

### 1120.2

οὐδὲν ξυνίημ’ ὧν σὺ ποικίλλεις πάλαι.

### 1120.3

ΥΛ.Τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς

### 1120.4

νῦν ἐστιν οἷς θ’ ἥμαρτεν οὐχ ἑκουσία.

### 1120.5

ΗΡ.Ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ

### 1125.1

τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ;

### 1125.2

ΥΛ.Ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν.

### 1125.3

ΗΡ.Οὐ δῆτα, τοῖς γε πρόσθεν ἡμαρτημένοις.

### 1125.4

ΥΛ.Ἀλλ’ οὐδὲ μὲν δὴ τοῖς γ’ ἐφ’ ἡμέραν ἐρεῖς.

### 1125.5

ΗΡ.Λέγ’, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς.

### 1130.1

ΥΛ.Λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής.

### 1130.2

ΗΡ.Πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας.

### 1130.3

ΥΛ.Αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου.

### 1130.4

ΗΡ.Οἴμοι· πρὶν ὡς χρῆν σφ’ ἐξ ἐμῆς θανεῖν χερός;

### 1130.5

ΥΛ.Κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις.

### 1135.1

ΗΡ.Δεινοῦ λόγου κατῆρξας· εἰπὲ δ’ ᾗ νοεῖς.

### 1135.2

ΥΛ.Ἅπαν τὸ χρῆμ’, ἥμαρτε χρηστὰ μωμένη.

### 1135.3

ΗΡ.Χρήστ’, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ;

### 1135.4

ΥΛ.Στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν

### unit_315

ἀπήμπλαχ’, ὡς προσεῖδε τοὺς ἔνδον γάμους.

### 1140.1

ΗΡ.Καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων;

### 1140.2

ΥΛ.Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν

### 1140.3

τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον.

### 1140.4

ΗΡ.Ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας·

### 1140.5

ὄλωλ’ ὄλωλα, φέγγος οὐκέτ’ ἔστι μοι.

### 1145.1

Οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵν’ ἕσταμεν.

### 1145.2

Ἴθ’, ὦ τέκνον· πατὴρ γὰρ οὐκέτ’ ἔστι σοι·

### 1145.3

κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,

### 1145.4

κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς

### 1145.5

μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ

### unit_318.1

φήμην πύθησθε θεσφάτων ὅς’ οἶδ’ ἐγώ.

### unit_318.2

ΥΛ.Ἀλλ’ οὔτε μήτηρ ἐνθάδ’, ἀλλ’ ἐπακτίᾳ

### unit_318.3

Τίρυνθι συμβέβηκεν ὥστ’ ἔχειν ἕδραν,

### unit_318.4

παίδων δὲ τοὺς μὲν ξυλλαβοῦς’ αὐτὴ τρέφει

### unit_318.5

τοὺς δ’ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις·

### 1155.1

ἡμεῖς δ’ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ,

### 1155.2

πράσσειν, κλύοντες ἐξυπηρετήσομεν.

### 1155.3

ΗΡ.Σὺ δ’ οὖν ἄκουε τοὔργον· ἐξήκεις δ’ ἵνα

### 1155.4

φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλῇ.

### 1155.5

Ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι

### 1160.1

πρὸς τῶν πνεόντων μηδενὸς θανεῖν ὕπο,

### 1160.2

ἀλλ’ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι.

### 1160.3

Ὅδ’ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν

### 1160.4

πρόφαντον, οὕτω ζῶντά μ’ ἔκτεινεν θανών.

### 1160.5

Φανῶ δ’ ἐγὼ τούτοισι συμβαίνοντ’ ἴσα

### 1165.1

μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα,

### 1165.2

ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ

### 1165.3

Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην

### 1165.4

πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,

### unit_322

ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν

### 1170.1

ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ

### 1170.2

λύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς·

### 1170.3

τὸ δ’ ἦν ἄρ’ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ·

### 1170.4

τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται.

### 1170.5

Ταῦτ’ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον,

### 1175.1

δεῖ ς’ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον,

### 1175.2

καὶ μὴ ’πιμεῖναι τοὐμὸν ὀξῦναι στόμα,

### 1175.3

ἀλλ’ αὐτὸν εἰκάθοντα συμπράσσειν, νόμον

### 1175.4

κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί.

### 1175.5

ΥΛ.Ἀλλ’, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν

### 1180.1

τοιάνδ’ ἐπελθών, πείσομαι δ’ ἅ σοι δοκεῖ.

### 1180.2

ΗΡ.Ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι.

### 1180.3

ΥΛ.Ὡς πρὸς τί πίστιν τήνδ’ ἄγαν ἐπιστρέφεις;

### 1180.4

ΗΡ.Οὐ θᾶσσον οἴσεις μηδ’ ἀπιστήσεις ἐμοί;

### 1180.5

ΥΛ.Ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται.

### 1185.1

ΗΡ.Ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα—

### 1185.2

ΥΛ.Ἦ μὴν τί δράσειν; Καὶ τόδ’ ἐξειρήσεται;

### 1185.3

ΗΡ.Ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν.

### 1185.4

ΥΛ.Ὄμνυμ’ ἔγωγε, Ζῆν’ ἔχων ἐπώμοτον.

### 1185.5

ΗΡ.Εἰ δ’ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν.

### 1190.1

ΥΛ.Οὐ μὴ λάβω, δράσω γάρ· εὔχομαι δ’ ὅμως.

### 1190.2

ΗΡ.Οἶσθ’ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον;

### 1190.3

ΥΛ.Οἶδ’, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω.

### 1190.4

ΗΡ.Ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε

### 1190.5

σῶμ’ αὐτόχειρα, καὶ ξὺν οἷς χρῄζεις φίλων,

### 1195

πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς

### unit_329.1

κείραντα, πολλὸν δ’ ἄρσεν’ ἐκτεμόνθ’ ὁμοῦ

### unit_329.2

ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν,

### unit_329.3

καὶ πευκίνης λαβόντα λαμπάδος σέλας

### unit_329.4

πρῆσαι. Γόου δὲ μηδὲν εἰσίτω δάκρυ,

### unit_330.1

ἀλλ’ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ

### unit_330.2

τοῦδ’ ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ ς’ ἐγὼ

### unit_330.3

καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς.

### unit_330.4

ΥΛ.Οἴμοι, πάτερ, τί εἶπας; Οἷά μ’ εἴργασαι.

### unit_330.5

ΗΡ.Ὁποῖα δραστέ’ ἐστίν· εἰ δὲ μή, πατρὸς

### 1205.1

ἄλλου γενοῦ του μηδ’ ἐμὸς κληθῇς ἔτι.

### 1205.2

ΥΛ.Οἴμοι μάλ’ αὖθις, οἷά μ’ ἐκκαλῇ, πάτερ,

### 1205.3

φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν.

### 1205.4

ΗΡ.Οὐ δῆτ’ ἔγωγ’, ἀλλ’ ὧν ἔχω παιώνιον

### 1205.5

καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν.

### 1210.1

ΥΛ.Καὶ πῶς ὑπαίθων σῶμ’ ἂν ἰῴμην τὸ σόν;

### 1210.2

ΗΡ.Ἀλλ’ εἰ φοβῇ πρὸς τοῦτο, τἄλλα γ’ ἔργασαι.

### 1210.3

ΥΛ.Φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται.

### 1210.4

ΗΡ.Ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης;

### 1210.5

ΥΛ.Ὅσον γ’ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν·

### 1215.1

τὰ δ’ ἄλλα πράξω κοὐ καμῇ τοὐμὸν μέρος.

### 1215.2

ΗΡ.Ἀλλ’ ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοι

### 1215.3

χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς.

### 1215.4

ΥΛ.Εἰ καὶ μακρὰ κάρτ’ ἐστίν, ἐργασθήσεται.

### 1215.5

ΗΡ.Τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον;

### 1220.1

ΥΛ.Ἰόλην ἔλεξας, ὥς γ’ ἐπεικάζειν ἐμέ.

### 1220.2

ΗΡ.Ἔγνως. Τοσοῦτον δή ς’ ἐπισκήπτω, τέκνον·

### 1220.3

ταύτην, ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν

### 1220.4

βούλει, πατρῴων ὁρκίων μεμνημένος,

### unit_335

προσθοῦ δάμαρτα, μηδ’ ἀπιστήσῃς πατρί·

### 1225.1

μηδ’ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ

### 1225.2

κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβοι ποτέ,

### 1225.3

ἀλλ’ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος.

### 1225.4

Πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντ’ ἐμοὶ

### 1225.5

σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν.

### 1230.1

ΥΛ.Οἴμοι. Τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν,

### 1230.2

τὸ δ’ ὧδ’ ὁρᾶν φρονοῦντα τίς ποτ’ ἂν φέροι;

### 1230.3

ΗΡ.Ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς.

### 1230.4

ΥΛ.Τίς γάρ ποθ’, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη

### 1230.5

μεταίτιος σοί τ’ αὖθις ὡς ἔχεις ἔχειν,

### 1235.1

τίς ταῦτ’ ἄν, ὅστις μὴ ’ξ ἀλαστόρων νοσοῖ,

### 1235.2

ἕλοιτο; κρεῖσσον κἀμέ γ’, ὦ πάτερ, θανεῖν

### 1235.3

ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ.

### 1235.4

ΗΡ.Ἁνὴρ ὅδ’ ὡς ἔοικεν οὐ νεμεῖν ἐμοὶ

### 1235.5

φθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰ

### 1240.1

μενεῖ ς’ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις.

### 1240.2

ΥΛ.Οἴμοι, τάχ’, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις.

### 1240.3

ΗΡ.Σὺ γάρ μ’ ἀπ’ εὐνασθέντος ἐκκινεῖς κακοῦ.

### 1240.4

ΥΛ.Δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω.

### 1240.5

ΗΡ.Οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν.

### 1245.1

ΥΛ.Ἀλλ’ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ;

### 1245.2

ΗΡ.Οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ.

### 1245.3

ΥΛ.Πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε;

### 1245.4

ΗΡ.Ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς.

### 1245.5

ΥΛ.Τοιγὰρ ποήσω, κοὐκ ἀπώσομαι, τὸ σὸν

### unit_341.1

θεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτε

### unit_341.2

κακὸς φανείην σοί γε πιστεύσας, πάτερ.

### unit_342.1

ΗΡ.Καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν

### unit_342.2

ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν

### unit_342.3

σπαραγμὸν ἤ τιν’ οἶστρον, ἐς πυράν με θῇς.

### 1255.1

Ἄγ’ ἐγκονεῖτ’, αἴρεσθε· παῦλά τοι κακῶν

### 1255.2

αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.

### 1255.3

ΥΛ.Ἀλλ’ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε,

### 1255.4

ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.

### 1255.5

ΗΡ.Ἄγε νυν, πρὶν τήνδ’ ἀνακινῆσαι

### 1260.1

νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος

### 1260.2

λιθοκόλλητον στόμιον παρέχους’,

### 1260.3

ἀνάπαυε βοήν, ὡς ἐπίχαρτον

### 1260.4

τελέους’ ἀεκούσιον ἔργον.

### 1260.5

ΥΛ.Αἴρετ’, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ

### 1265.1

τούτων θέμενοι συγγνωμοσύνην,

### 1265.2

μεγάλην δὲ θεῶν ἀγνωμοσύνην

### 1265.3

εἰδότες ἔργων τῶν πρασσομένων,

### 1265.4

οἳ φύσαντες καὶ κλῃζόμενοι

### 1265.5

πατέρες τοιαῦτ’ ἐφορῶσι πάθη.

### 1270.1

Τὰ μὲν οὖν μέλλοντ’ οὐδεὶς ἐφορᾷ,

### 1270.2

τὰ δὲ νῦν ἑστῶτ’ οἰκτρὰ μὲν ἡμῖν,

### 1270.3

αἰσχρὰ δ’ ἐκείνοις,

### 1270.4

χαλεπώτατα δ’ οὖν ἀνδρῶν πάντων

### 1270.5

τῷ τήνδ’ ἄτην ὑπέχοντι.

### 1275.1

ΧΟ.Λείπου μηδὲ σύ, παρθέν’, ἀπ’ οἴκων,

### 1275.2

μεγάλους μὲν ἰδοῦσα νέους θανάτους,

### 1275.3

πολλὰ δὲ πήματα 〈καὶ〉 καινοπαθῆ·

### unit_348

κοὐδὲν τούτων ὅ τι μὴ Ζεύς.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: buo-ab`.
