eul_wid: yem-aaf
DOI 10.5281/zenodo.20335421

Lexicon: Letter Ζ by Pseudo-Zonaras

Ζ. Τὸ Ζ μετὰ τοῦ Α. — Ἀρσενικόν. —Ζαβρός. πολυφάγος. Ζαβρῆς. κύριον. καὶ κλίνεται τοῦ Ζαβρῆ. Ζαγρός. ἀνυπόδετος. Ζαὴν ἄνεμον. τὸν σφοδρῶς πνέοντα. καὶ Ὅμηρος· ὦρσε δʼ ἐπὶ ζαὴν ἄνεμον— ὡς παρὰ τὸ πέτω γίνεται πετήν. Ἡσίοδος· —αἰετὸν μὴ πετῆνα γενέσθαι. οὕτως καὶ παρὰ τὸ ἄω, τὸ πνέω, γίνεται ἀὴν, καὶ μετὰ τοῦ ζα μορίου ζαήν. τὸ γὰρ τέλειον ζαῆνα, ὡς πετῆνα. εἰ μὴ κατʼ ἔκθλιψιν γέγονεν. οὕτως Ὦρος ὁ Μιλήσιος. Ζαθέου. ἄγαν θαυμαστοῦ. Ζάκοτος. ἄγαν ὀργίλος. Ζάκορος. ὁ τοῦ νεὼ ἐπιμελούμενος. κορεῖν γὰρ τὸ σαίρειν. τὸ δὲ ζα οὐκ ἔστιν ἐνταῦθα ἐπίτασις, ἀλλʼ ἀντὶ τῆς διὰ προθέσεως, ἵνʼ ᾖ ὁ διάκορος. οἱ Αἰολεῖς καὶ οἱ Ἀττικοὶ τὸν δία ζα φασίν. Ζακχαῖος. κύριον. Ζαλμώδης. ὁ σθλάβος. Ζάλευκος. Πυθαγόρειος φιλόσοφος καὶ νομοθέτης. Ζαμενής. ὁ ἄγαν ἰσχυρός. Ζάλμοξις. κύριον. Ζαφλεγεῖς. λαμπροί. ἐπιφανεῖς. Ζάψ. τὸ πῦρ. — Θηλυκόν. —Ζάβα. τὸ λωρίκιον. Ζαβουλών. χώρα. ἑρμηνεύεται δὲ εὐωδία καὶ εὐλογία. ὃ Ζαβουλών ἐστι. Ζάλη. ἡ σύνομβρος πνοὴ, ἢ ἡ μεγάλη ἄελλα καὶ ταραχὴ τῆς θαλάσσης ἢ τοῦ ἀέρος. παρὰ τὸ ζέειν τὴν ἅλα ἤγουν κορυφοῦσθαι. Ζακυνθίδες. κολοκύνθαι. Ζαμβύκη. μουσικὸν ὄργανον. Ζαθέην. ἄγαν θαυμαστήν. παρὰ τὸ θέαν καὶ τὸ ζα ἐπιτατικὸν μόριον, ὡς τὸ ἠγαθέην, τὴν θαυμαστὴν καὶ πολλῆς θέας ἀξίαν. Ζαία. ἡ πόλις. Ζάλη. ἡ ἐξ ἑκουσίων πραγμάτων ἐν τῇ ψυχῇ γενομένη περίστασις καὶ ταραχὴ βίου, ἢ ἡ πρὸς κίνδυνον τὴν ψυχὴν συνωθοῦσα σύμβασις. — Οὐδέτερον. —Ζαβεῖον. ἐν ᾧ αἱ ζάβαι. Ζάγκλον. τὸ δρέπανον. κέκρυπται γυνὴ ζάγκλον ὑποχθονίη. παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ ἀγκύλον, ζάγκυλον καὶ κατὰ συγκοπὴν ζάγκλον, τὸ λίαν ἀγκύλον. Ζαθρές. μεσημβρινὸν καῦμα τὸ δειλινόν. Ζαθέρει. ἄγαν θερμῷ. —οἶδα καθίζων ἀείδειν ζαθερεῖ καύματι θαλπόμενος. Ζαμάτιον. τρυβλίον. Ζαές. μέγα, πολὺ, λαμπρὸν, ἰσχυρόν. Ζαπληθές. ἄπειρον, ἀμέριστον. Ζατρεφές. τὸ εὐτραφελές. Ζαφελές. τὸ ἀφελές. καὶ ζαφελῶς ἀντὶ τοῦ πάνυ ἀφελῶς. Ζαχρειές. ἀντὶ τοῦ ἄγαν χρειῶδες. κυρίως τὸ βιαίως ταῖς χερσὶ πραττόμενον. παρὰ γὰρ τὰς χεῖρας πεποίηται ἡ λέξις, ζαχερὲς, καὶ ἐν ὑπερθέσει ζαχρεὲς, καὶ ζαχρειὲς, καὶ ζαχρειὴς ἐπὶ ἀρσενικοῦ, καὶ ζαχρήεις, ζαχρήεντος. — Ῥῆμα. —Ζατρεύω. τὸ ἐν μύλωνι βασανίζω. Ζαβάλλειν. ἐξαπατᾷν. Ζαπλουτεῖν. ἄγαν πλουτεῖν. Ζατῶ. τὸ φράζω. καὶ ζατῶσαι τὸ φράσαι. Ζαχρειῶ. ἄγαν χρῄζω. — Ἐπίῤῥημα. —Ζαφελῶς. τὸ μεγάλως ὠφελημένον. ἢ ἐπιμόνως ηὐξημένον. παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ ὠφέλλω, τὸ αὔξω ἢ ὠφελῶ καὶ τὸ μὲν ζάφελος βαρύνεται λόγῳ τοιούτῳ. τὰ εἰς ς λήγοντα συγκείμενα παρὰ τὸ ζα προπαροξύνονται, οἷον· ζάθεος, ζάκοτος, ζάφελος· τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπειδὴ τὰ παρὰ τοῦ ελως ἐπιῤῥήματα παραλήγοντα τῷ ε ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, οἷον· εὐτελῶς, ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνέδραμε. πρόσκειται ὡς ἐπὶ τὸ πλεῖστον, διὰ τὸ εὐτραπέλως, εἰκέλως. —ἀλλʼ αἰὲν ἐπιζαφελῶς— Τὸ Ζ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —Ζεβεδαῖος καὶ Ζεβεέ. ὀνόματα κύρια. Ζελείτης. τοπικόν. Ζειπήτης. ὁ περιχύτης. Ζεῦξις. κύριον. Ζευξίλεως. ᾧ ὑποζευγνύμενοι εἰσὶν οἱ λαοί. Ζεύς. τούτου τὸ ἄγαλμα ἱστοροῦσι καθήμενον γυμνὰ ἔχειν τὰ ἄνω, τὰ δὲ κάτω ἐσκεπασμένα, κρατοῦν τῇ μὲν εὐωνύμῳ σκῆπτρον, τῇ δεξιᾷ δὲ ἀετὸν προτεῖνον. καὶ τὸ μὲν καθῆσθαι τὸ ἑδραῖον τῆς δυνάμεως αἰνίττεται, τὸ δὲ τὰ ἄνω γυμνὰ ἔχειν, ὅτι φανερῶς τοῖς νοεροῖς καὶ τοῖς οὐρανίοις τοῦ κόσμου μέρεσι· τὰ δὲ λοιπὰ σκέπεται, διότι τοῖς χαμαιζήλοις ὁ θεὸς ἄγνωστος. τὸ δὲ τῇ λαιᾷ σκῆπτρον κατέχειν σημαίνει τὸ ἐξουσιαστικὸν, τὸ δὲ τῇ ἑτέρᾳ προτείνειν ἀετὸν δηλοῖ, ὡς τῶν ἀεροφόρων πνευμάτων κρατεῖ, ὡς ὁ ἀετὸς τῶν μεταρσίων ὀρνέων κρατεῖ. Ζέφυρος. ὁ εὐκραὴς καὶ γαληνὸς ἄνεμος. καὶ οἱονεὶ ζωηφόρος τὶς ὢν ὁ ἀπὸ δυσμῶν πνέων. ὁ τὰ πρὸς ζωὴν φέρων, ἐπειδὴ τὰ φυτὰ κυΐσκειν ποιεῖ. αὔρη ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει. ἢ παρὰ τὸν ζόφον, ζόφυρος καὶ ζέφυρος· ἐκ γὰρ τοῦ ζόφου ῥέει. ζόφος δὲ καλεῖται ἡ δύσις. οὗτος δὲ καὶ λὶψ καλεῖται. Ζεβεδαῖος. ὁ τοῦ Ἰωάννου καὶ Ἰακώβου τῶν ἀποστόλων πατὴρ, ὃς ἐν ἀπιστίᾳ ἔμεινεν. — Θηλυκόν. —Ζειά. εἶδος σπέρματος, ἢ ὀλύρα ἢ αἱ κριθαί. ἀπὸ τοῦ ζέω ζεαὶ καὶ ζειαί· αἱ τοῦ ζῇν αἰτίαι. Ζείδωρος. ἡ ἀρόσιμος γῆ. ἡ δωρουμένη τὰ πρὸς τὸ ζῇν. κατὰ τροπὴν τοῦ η εἰς τὴν ει δίφθογγον. ὡς οὐτήσω, ὠτειλή. καὶ ὡς παρὰ τὸ κέκαυται καυτηρὸς καὶ καυστειρός. ἢ παρὰ τὰς ζειὰς ζειόδωρος. ἢ παρὰ τὸ ζέω, ζέει, ζεόδωρος καὶ ἐν συναιρέσει ζείδωρος. Ζειρά. ἡ ζώνη, ἢ χιτὼν μέχρι τῶν ποδῶν διήκων. ἢ ζειρὰς τὰς χλαμύδας λέγουσι τινὲς, ἢ χιτῶνας ἀνακεκωλαμένους, ἢ ἀνακώλους, ἢ μίτρας. οὕτως Ἡρόδοτος. Ζέλεια. πόλις ἀπὸ Ζέλου τινὸς ὠνομασμένου, ἢ διὰ τὸ τὸν ἥλιον ἐν αὐτῇ λίαν εὐσεβεῖσθαι. Ζεύγλη. τὸ ἄκρον τοῦ ζυγοῦ. παρὰ τὸ ζεύγω, ζεύγλη. ὡς αἴξω, αἴγλη μετὰ συναιρέσεως. Ζευξιδία. ἡ Ἥρα. Ζεφυρία. πνοὴ ἡ τοῦ ζεφύρου. καὶ ζεφύριον πνεῦμα. — Οὐδέτερον. —Ζευγήσιον. τὸ τοῦ ζευγίτου τέλος. ζευγίσιον δὲ, τόπος, ἰῶτα. Ζεῦγμα. οὐ τὸ σχοινίον, ἀλλʼ ἡ ἐζευγμένη σχεδία ἐν ποταμῷ ἢ ἐν θαλάσσῃ, ἢ ἡ τοῦ ποταμοῦ διάβασις ἢ γέφυρα. ζεύγνυται δὲ Ῥωμαίοις ἀπονώτατα τῶν ποταμῶν τὰ ῥεύματα· ἐπί τε Ἴστρῳ καὶ Ῥήνῳ καὶ Εὐφράτῃ. Ζεῦγμα καὶ ὄνομα τόπου. Ζεῦγος. παρὰ τὸ ζεύγω. ὡς τεύχω τεῦχος. Ζεῖ. ἀντὶ τοῦ βράζει· δίφθογγον. ὥσπερ καὶ ῥεῖ ἀντὶ τοῦ ῥέει, καὶ πλεῖ ἀντὶ τοῦ πλέει, καὶ πνεῖ ἀντὶ τοῦ πνέει, κατὰ συναίρεσιν. Ζέσας θυμῷ. ἐξαφθεὶς τὴν ψυχήν. Ζεύσασθαι. ἀντὶ τοῦ γεύσασθαι. Δωρικῶς. Ζεύξατο. βόας ἢ ἡμιόνους ἑνῶσαι ὑπὸ τὸν αὐτὸν ζυγόν. καὶ ζεύξειν τὸ πρᾶγμα. παρὰ τὸ Ζεύς· αὐτὸς γὰρ πρῶτος ἔζευξεν ἡμιόνους ἐπὶ σπορᾷ καρπῶν. Ζέω καὶ ζῇν. εἴρηται κατὰ μίμησιν τοῦ κατὰ τὰ θερμὰ τῶν ὑδάτων ἤχου. ἢ ἀπὸ τοῦ ζα καὶ τοῦ ἄω τὸ πνέω, ζάω καὶ ζέω. Τὸ Ζ μετὰ τοῦ Η. — Ἀρσενικόν. —Ζήβ. ὄνομα κύριον ἑβραϊκόν. Ζήβηρες. ἔθνος. Ζηλωτός. μακαριστός. Ζηλωτότατον. μακάριον. ζηλωτότατον βίον ἀνθρώπων διδάξεις. Ζηλήμονες. φθονεροί. Ζηλωταί. παρὰ Ἰουδαίοις οἱ τοῦ νόμου φύλακες. Ζῆλος. ἡ μίμησις τοῦ κρείττονος. ἔστι δὲ καὶ ἡ λύπη ἐπὶ τῷ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπιθυμεῖ, καὶ οὐ τυγχάνει. ἢ μνήμη δευτέρου πρὸς τὸ πρότερον. ἢ ὁ πόθῳ θείῳ κατʼ ἐναντίων ὁπλιζόμενος. ἢ δικαία ἀγανάκτησις, ὡς τό· ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. παρὰ τὸ ζέω καὶ τὸ λίαν γέγονε ζέλος καὶ ζῆλος· ὁ γὰρ ζῆλος θερμός ἐστιν. ἢ παρὰ τὸ ζέειν, ὁ φλεγμαίνειν καὶ ἐκκαίεσθαι τὴν ψυχὴν ἐμποιῶν. ἢ ὁ ζητῶν πρός τινα ἄλλον ζῆν. Ἡσίοδος· ζηλοῖ δέ τε γείτονι γείτων. Ζηνόδοτος. Ἐφέσιος, ἐποποιὸς καὶ γραμματικὸς, μαθητὴς Φιλητοῦ, ἐπὶ Πτολεμαίου γεγονὼς τοῦ πρώτου, ὃς καὶ πρῶτος τῶν Ὁμήρου διορθωτὴς ἐγένετο. καὶ τῶν ἐν Ἀλεξανδρείᾳ βιβλιοθηκῶν προὔστη καὶ τοὺς παῖδας Πτολεμαίου ἐπαίδευσε. Ζήτης. ὁ τοῦ Βορέου παῖς. Ζῆκχοι. ἔθνος. Ζῆλος. ἡ κίνησις. καὶ εἰ μὴ κατʼ ἐπίγνωσιν ὁ ζῆλος. — Θηλυκόν. —Ζηλοτυπία. ἡ τοῦ ἀνδρὸς κατὰ τῆς γυναικὸς εἰς ἕτερον ἀσελγὴς ὑπόνοια. Ζημία. ἡ τὴν ζωὴν μειοῦσα, τουτέστι τὴν περιουσίαν. ζωὴ γὰρ ἡ περιουσία. ἢ ἡ τῶν ὄντων πρὸς τὸ ζῇν μείωσις. ἢ παρὰ τὴν ζέσιν τὴν γινομένην ὑπὸ τοῦ θυμοῦ ἐν τῷ ἐκκτείνειν τὰ ἐπαγόμενα. ἢ ζημία στέρησις τῶν ὄντων. Ζηρυνθᾶ. ἡ Ἀφροδίτη. καὶ Ζηρύνθιον, καὶ Ζήρυνθον ἄντρον, ἐν ᾧ τοὺς κύνας ἔθυον. — Οὐδέτερον. —Ζητρεῖον. ὁ κοῦσπος. τὸ τῶν δούλων κολαστήριον. ἐκεῖ γὰρ ἐδεσμεύοντο οἱ δοῦλοι. γίνεται δὲ ἐκ τοῦ ζα καὶ τοῦ τρέω, τὸ φοβοῦμαι. ζάτρεον καὶ ζητρεῖον, ἐν ᾧ δεῖσθαι τρέουσι. κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς τὸ ἦτα δωρικῶς· ὡς τό· πλείων, πλήων· μείων, μήων. εὕρηται καὶ διὰ τοῦ ἰῶτα συνεσταλμένως, ὡς παρὰ Ἡροδότῳ· ἄγε αὐτὸν εἰς τὸ ζήτριον. ἔστι δὲ χωλίαμβον τὸ μέτρον. τοῦτο δὲ ὁ μὲν Ὦρος ὁ Μιλήσιος προπαροξύνει, ὥσπερ γήτειον, ὁ δὲ Ὠριγένης περισπᾷ, ζητρεῖον. Ζήτημα. λόγος ἀνθρώπων καὶ διάλεξις ἐπὶ πράγματι. Ζηλώματα. ζηλοτυπίας. κώμους καὶ τὰ νέα ζηλώματα καὶ τὰ πο-θούντων κνίσματα. Ζῆτα. τὸ στοιχεῖον, ἀπὸ Ζήτου τοῦ Βορέου, οὗ μέμνηται Ἥλιος. Ζῆ. ἔστι ῥῆμα ἄω τὸ πνέω. τοῦτο γίνεται κατὰ ἐπίτασιν τῆς ζα συλλαβῆς ζάω, ὡς πλοῦτος, πλουτάω, ζάπλουτος· εἶτα κατὰ συναίρεσιν γίνεται ζῶ. καὶ πάλιν ζάεις, ζάει, καὶ κατὰ κρᾶσιν δωρικὴν τοῦ α εις η ζῇς, ζῇ. Ζηλώσαντες. μιμησάμενοι. Ζηλοτυπεῖν. τὸ εἰς ἀπέχθειαν ἐληλυθέναι. Ζηλοτυποῦν. Αἰσχίνης ἀντὶ τοῦ μισεῖν. Ζήλου. ἀντὶ τοῦ μιμοῦ. Σοφοκλῆς· καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω. Ζηλοῦν. τὸ μακαρίζειν. Ζηλοῦν καὶ παραζηλοῦν διαφέρει. παραζηλοῦν γὰρ λέγεται τὸ ἐρεθίζειν καὶ κινεῖν εἰς ζηλοτυπίαν, ὁποῖον τό· αὐτοὶ παρεζήλωσάν με ἐπʼ οὐ θεῷ. τουτέστιν ἐκίνησαν ἐν ἐμοὶ ζῆλον καὶ οἷον εἰς ὀργήν με ἠρέθισαν εἰδωλολατροῦντες. ζηλοῦν δέ ἐστι τὸ βουλεύεσθαι καὶ ἑαυτῷ ὑπάρχειν, ὃ παρεῖναι τὸ πέλας νενόμικεν ἀγαθόν. Ζητήσεται. ἀντὶ τοῦ ζητηθήσεται. Ζητεῖν. ἐπὶ τοῦ βούλεσθαι τιθέασιν Ἀττικοί. μὴ δὲ σὺ ζήτει τι πυθέσθαι. Ζητεύω. πτωχεύω. Τὸ Ζ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Ζιποίτης· Ζιήλας· Ζιβύτης. ὀνόματα κύρια. Ζίρης. καὶ κλίνεται ζίρη. Σκυθικὴ φωνή. Ζιφαῖοι. ἔθνος. ἤτοι σκοτεινοί. — Θηλυκόν. —Ζιβύνη. ὁλοσίδηρον ἀκόντιον ἢ σπάθη. τοῦ Ψελλοῦ· ἡ λόγχη δὲ ζιβύνη. — Οὐδέτερον. —Ζιγγίβερ. εἶδος ἀρώματος. Ζιζάνιον. εἶδος βοτάνης τὸ ἄνευ σπορᾶς παραφυόμενον τῷ σίτῳ. παρὰ τὸ σῖτος καὶ τὸ ἱζάνω, τὸ ἐπικαθήμενον τῷ σίτῳ, σιτοϊζάνιον, τὸ τῷ σίτῳ παρεδρεῦον καὶ συναῦξον. Ζιννίχιον. τὸ λῶρον τοῦ ὑποδήματος. — Ῥῆμα. —Ζιγνῶ καὶ ζιγνῶσαι. τὸ σκυθρωπῆσαι. Ζέω. τὸ ζητῶ. Τὸ Ζ μετὰ τοῦ Ο. — Ἀρσενικόν. —Ζολιμίηλος. κύριον. Ζοροβάβελ. κύριον. Ζοφοδορπίας. ὁ σκοτεινὸς δεῖπνος. Ζοφώδης. ὁ σκοτεινὸς καὶ ζοφοειδής. Ζόφος. σκότος ἢ ἡ δύσις. παρὰ τὸ νέφος, νόφος, καὶ ἀποβολῇ τοῦ ν ζόφος. — Θηλυκόν. —Ζοφομηνία. ὁ σκοτισμὸς τῆς σελήνης ἢ ἔκλειψις. Ζοφερά. ἡ σκοτεινή. Ζόαρα. τόπος. Ζόντειον. τόπος. Ζοφερόν. σκοτεινόν. Τὸ Ζ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Ζυγός. ὁ νόμος παρὰ τῇ θείᾳ γραφῇ. Ζυγός. τὸ ἅρμα τῶν ἵππων. ἱππείου δὲ ζυγοῦ θεὰ ἥψατο. Ζυγός. ἡ τῆς κιθάρας πῆχυς. ὡς τό· ἐπὶ δʼ ἀργύρεον ζυγὸν ἦεν. τὸ ζήγιον καὶ ἡ καθέδρα τῶν κωπηλάτων. εἴρηται δὲ ζυγὸς παρὰ τὸ δύο ἄγεσθαι καὶ ἐφέλκεσθαι ὑπʼ αὐτοῦ, δυγὸς, καὶ Δωρικῶς ζυγός· ὡς τό· θερίσδω, θερίζω, ζευκτῆρες, δευκτῆρες. Ζυγόδεσμος. ὁ ἱμὰς τοῦ ζυγοῦ. Ζύγιος. ὁ ἐνεργῶν ὁμόνοιαν ἀνδρὸς καὶ γυναικὸς, ἤγουν συζυγίαν. Ζύθος. ὁ ἀπὸ κριθῆς οἶνος. Ζυγίτης. ὁ καθήμενος ἐν τῇ νηῒ μέσος. Ζυμήτης. ἄρτος. Ζύγιοι ἵπποι. οἱ ὑποβαλλόμενοι τῷ τοῦ ἅρματος ζυγῷ, τουτέστι ὁ μέσος ἀριστερὸς, ὁ μέσος δεξιός. — Θηλυκόν. —Ζύμη. τὸ συμπεφὲν σταῖς εἰς ὄπτησιν. παρὰ τὸ ζέω ζύμη, ὡς οὖσα οἶμος καὶ ὁδὸς τῆς ζωῆς. Ζύγαινα. εἶδος ἰχθύος. Ζυγία. ἡ Ἥρα. — Οὐδέτερον. —Ζύγωθρον. ὁ συνέχων τὰς δύο θύρας μοχλός. Ζύγαστρον. κιβωτός· κυρίως δὲ ἡ ξυλίνη σορός. Σοφοκλῆς· ξύλῳ ζυγάστρῳ. παρὰ τὸ ἐζυγῶσθαι τὰς σανίδας. καὶ Ξενοφῶν· τὰ δὲ ἄλλα χρήματα παραδεχομένους ἐν ζυγάστροις κομίζειν, ἵνα, ὅπῃ καιρὸς εἴη, διαλαμβάνοιεν ἕκαστος τὰ ἄξια. παρὰ Δελφοῖς δὲ ζύγαστρον καλεῖται τὸ γραμματοφυλακεῖον. ἐκ τοῦ ῥητορικοῦ ἡ λέξις. — Ῥῆμα. —Ζυγοφορούμενα. ἐν ζυγῷ σταθμιζόμενα. Ζυγομαχεῖν. τὸ τοῖς οἰκείοις διαφέρεσθαι ἢ στασιάζειν ἢ μάχεσθαι. μετῆκται ἡ λέξις ἀπὸ τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης. Ζυγεῖν. τὸ ἐπʼ εὐθείας κεῖσθαι τῷ κατὰ βάθος στίχῳ. τοῦτο γὰρ καὶ κυρίως λέγεται στίχος. Ζυγώθρησον. συνάρμοσον. σύμπηξον. ἴσωσον. ζυγοστάτησον. ἀναζυγοῦν δὲ τὸ ἔξωθεν ἀνοίγειν τὴν θύραν. Ζυγῶσαι. τὸ ζεῦξαι. ζυγώσας εὐσθενεστάτῳ θράσει ταύρους. Ζυγάδην. συνεζευγμένως. Τὸ Ζ μετὰ τοῦ Ω. — Ἀρσενικόν. —Ζωηρός. ὁ ζῶν, ἢ ὁ παρέχων ζωήν. Ζωΐλος. οὗτος Ἀμφιπολίτης ἐστί· πόλις δὲ Μακεδονίας Ἀμφίπολις. οὗτος ὁ Ζωΐλος ἐπεκλήθη ὁμηρομάστιξ, ὅτι ἐπέσκωπτε τὸν Ὅμηρον. Ζωμὸς μέλας. ἡ λεγομένη αἱματίς. κυρίως δὲ ζωμὸς τὸ ἐπὶ τοῖς κρέασι τῶν ζώων ἄρτυμα. Ζωροπόται. ἀκρατοπόται. Ζωροάστρης. ἀστρονόμος. οὗτος ἐπὶ Νίνου βασιλέως Ἀσσυρίων ἦν· ὅστις ηὔξατο ὑπὸ πυρὸς οὐρανίου τελευτῆσαι, παρεγγυήσας Ἀσσυρίοις τὴν τέφραν αὐτοῦ φυλάττειν· οὕτω γὰρ αὐτοῖς ἡ βασιλεία οὐκ ἐκλείψει διαπαντός. ὅπερ μέχρι νῦν πεφύλακται παρʼ αὐτοῖς. Ζωρομάσδρης. Χαλδαῖος σοφὸς, ὃς ἔγραψε μαθηματικὰ καὶ φυσικά. Ζωσιμᾶς· Ζώσιμος. ὀνόματα κύρια. Ζωστήρ. ᾧ ἐπάνω τοῦ θώρακος χρῶνται. — Θηλυκόν. —Ζωβία. κύριον. Ζωή. συμπλοκὴ ψυχῆς μετὰ σώματος ἢ παρατήρησις καὶ μονὴ τῶν ὄντων. καὶ ἡ κτῆσις μόνη τῶν ὄντων, καὶ ἡ κτῆσις καὶ ἡ οὐσία. ἢ ζωή ἐστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι δημιουργία τοῦ κτίσαντος· ἢ ἀληθῶς ἀρετὴ ἑκούσιος γενομένη· ἢ σύστασις τοῦ ζώου θανάτου ἀπείραστος· ἢ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὴν παροῦσαν ζωὴν ἐληλυθός. διαφέρει δὲ ζωὴ ψυχῆς· ζῇ γὰρ καὶ τὰ φυτά. Ζωμήρυσις. μαγειρικὸν ἐργαλεῖόν τι. ἢ τὸ κοχλιάριον. ζωμήρυσίν τε τὴν λίπους ἀφρολόγον. Ζωμαλμή. κύριον. Ζώνη. τὸ τοῦ σώματος μέρος. εἴρηται παρὰ τὸ ζῶ. ἐν ᾧ μάλιστα τὸ τοῦ ζώου ἐστὶ δεκτικὸν καὶ τὸ ζωτικόν. ζώνη ὁμωνύμως καὶ τὸ περὶ αὐτὴν ὕφασμα, ὡς καὶ θώραξ τὸ μέρος καὶ τὸ περιτιθέμενον ὅπλον. ἢ παρὰ τὸ δεῖν δώνη καὶ ζώνη ἡ περιδεομένη. τὰ δὲ παρʼ αὐτῆς συγκείμενα διὰ τοῦ ω μεγάλου γράφονται. οἷον· ἄζωνος, βαθύζωνος, χρυσόζωνος. ζώνη καὶ ἡ δύναμις τροπικῶς, ἐπειδὴ ὁ ἐσταλμένος εὐσταλέστερός ἐστι πρὸς τὴν πρᾶξιν. ζώνη καὶ τὸ ἀξίωμα. ἀναζητουμένης τῆς βασιλίδος ὠθεῖσθαι οὐ μόνον ἰδιώτας, ἀλλὰ καὶ τοὺς ὑπὸ ζώνην. ζώνη παρʼ Ἡροδότῳ τὸ πορφυροῦν ἱμάτιον. ζῶναι ἐπὶ γῆς πάντες βόρειος ὑπὲρ τὸν ἀρκτικὸν κύκλον, ἀοίκητος διὰ ψύχος, εὔκρατος καύματος ἡ λεγομένη διακεκαυμένη· ἀντεύκρατος νότιος, ἀοίκητος διὰ καῦμα. Ζωοδότειρα. ἡ παρέχουσα τὸ ζῇν. Ζώσας. ἐναργεστέρας, οὐκ ἀπολλυμένας. Ζώνη. τὸ μέρος τοῦ σώματος, ἐν ᾧ μάλιστα τὸ τοῦ ζώου ζωτικόν. τοῦτο δέ ἐστιν ἐν τῷ στήθει. καὶ ἡ συνήθης ζώνη, καὶ ὁ συνουσιασμός. ὡς τό· λύσατο δὲ παρθενίην ζώνην. — Οὐδέτερον. —Ζωαρκές. τὸ πρὸς ζωὴν ἀρκοῦν. Ζωάγρια. τὰ τῆς ζωῆς χαριστήρια. καὶ ζώγρια, διʼ ὧν λύτρων τὸ ζῇν περιγίνεται. Προκόπιος· τῷ Χοσρόῃ ζώγρια δόντες τὴν πόλιν καὶ σφᾶς αὐτοὺς διεσώσαντο. Ζωγρεῖον. εἶδος σπυρίδος. Ζώδιον. τὸ μικρὸν ζῶον. Ζῶμα. τὸν χιτῶνα, ἀπὸ τοῦ ζώννυσθαι. ἄλλοι τὸν θώρακα. οἱ δὲ κυρίως ζῶμα τὴν εἰρήνην. Ζώντειον. τὸ τῶν οἰκετῶν κολαστήριον. Ζώπυρα. φυσητῆρες. ὅθεν οἱ χαλκεῖς τὸ πῦρ φυσῶσι. Ζώπυρον. πεπυρακτωμένον, ἔνθερμον. Ζῷον. οὐσία ἔμψυχος αἰθητική. ἢ ζῶον ἐστὶ τὸ κατὰ παντὸς γένους νοεροῦ ἐμψύχου αἰσθητικοῦ κατηγορούμενον. ἢ ὁλικὸν γνώρισμα πάντων τῶν ἐν αἰσθήσεσι πρὸς φύσιν λαχόντων τὴν ὕπαρξιν. ἢ τὸ ἔχον κατάλληλον τῇ φύσει καὶ τὴν ὄρεξιν, διʼ ἧς τὸ ἐμμόνιμον καὶ χρήσιμον συνεπάγεται. ἢ τὸ ἔχον ἐν ἑαυτῷ φυσικῶς τὴν πρὸς τὸ ὠφελοῦν στοργὴν καὶ ἐπιῤῥέπειαν. ζῷον παρὰ τὸ ζῶ, ἢ ἀπὸ τῆς ζωῆς. γράφεται δὲ διὰ τοῦ ι, ἐπειδὴ εὕρηται κατὰ διάστασιν, ὡς παρὰ Σιμωνίδῃ. φησὶ γάρ· τὸ δʼ ἡμῖν ἑρπετὸν παρέπτατο ζώϊον κά-κιστον. καὶ διὰ τὸν χαρακτῆρα τὸν διὰ τοῦ ωον· τὰ γὰρ διὰ τοῦ ωον οὐδέτερα μονογενῆ θέλουσιν ἔχειν πάντοτε τὸ ι. οἷον· Πτῷον, ὄνομα ὄρους, περιστῷον, προστῷον, ὑπερῷον. οὕτως οὖν τὸ ζῶον σὺν τῷ ἰῶτα. Ζώγρια λαβεῖν. ἀντὶ τοῦ ζῶντα λαβεῖν, κρατῆσαι. οἱ δὲ γενόμενοι ζώγρια κύριοι τοῦ στρατοῦ τοῦτον ἐσταύρωσαν. Ζωρόν. τὸ ζωτικόν. καὶ ζωρότερον, ἀκρατότερον. ζωρὸν κεράσας ἰσοχειλέα— καὶ Ὅμηρος εἰπών· ζωρότερον κέραιε. διαφορᾶς κράσεων λέγει, ὡς μίγματος τινὸς στρεμνίους ποιοῦντος τοὺς πίνοντας. ἀπὸ τοῦ ζῇν ζωότερον, καὶ πλεονασμῷ τοῦ ρ ζωρότερον, ἐν ᾧ οἶνος οὐκ ἠφάνισται, ἀλλʼ ἔτι ζῇ καὶ θερμότατός ἐστιν. ἀπὸ δὲ τούτου τὸ ἀκρατότερον ἐμφαίνει καὶ ἰσχυρόν. ἢ παρὰ τὸ ζα καὶ τὸν ὦρον, ὃ σημαίνει τὸν ἐνιαυτόν· ζαωρὸς ὁ πολυετὴς καὶ παλαιὸς οἶνος καὶ εὔποτος παρὰ τὸν νέον. Ζώστειον. τόπος. Ζώστρειον. τόπος. Ζώτειον. ὁ μύλος, ὅπου αἱ ζειαὶ κόπτονται. Ζώστρα. ἐνδύματα τινὰ ἀνδρῶν. οἷον χιτῶνας βαθεῖς, οἷς ζώννυται ἡ ζώνη. Ζωΰφια. τὰ μικρὰ ζῶα, ἤτοι κνώδαλα ἢ πτηνά. — Ῥῆμα. —Ζώγρει. ζῶντα φύλασσε. οἷον· ζώγρει, Ἀτρέως υἱέ— παρὰ τὸ ζῶ καὶ τὸ ἀγρεύειν. ὁ τὰ ζῶντα ἀγρεύων. καὶ ζωγρεῖ ἀντὶ τοῦ ζῶντας λαμβάνει. Ζώεσκον. ἀντὶ τοῦ ἐπλούτουν. ἐγὼν ἔτι ζώεσκον. Ζώῃ. εὐκτικῶς. Ζώννυσθαι. καθοπλίζεσθαι. Ζωπυρεῖ. ἀναζῇν ποιεῖ. καὶ ἀντὶ τοῦ ἐκκαίει. καὶ ζωπυρῆσαι λέγουσιν οἱ Ἀττικοὶ τὸ ἀναθάλψαι. κυρίως δὲ ζωπυρῆσαι ἐστὶ τὸ ἐκ μικροῦ σπινθῆρος φυσῶντα μεγάλην φλόγα ἀνάψαι. λέγεται δὲ καὶ ἐπὶ πολέμου. καὶ ζωπυρήσεις ἀντὶ τοῦ ἀνεγερεῖς. εἰ μὴ τῷ θεῷ ζωπυρήσεις, λύσω τὸν ἐμαυτῆς υἱὸν καὶ ποιήσω τήμερον τοὺς δημότας βωστρεῖν. ὅ ἐστι βοᾷν, καλεῖν, κράζειν. Ζῶς. ἀντὶ τοῦ ζῶν. Ζωτεῖσθαι. τὸ ζωογονεῖσθαι. Ζωώσας. ζωοποιήσας. Ζώων. ἀντὶ τοῦ ζῶν. ζώων μὲν σέο μητρί—