eul_wid: yem-aal
DOI 10.5281/zenodo.20335421

Lexicon: Letter Μ by Pseudo-Zonaras

Μ. Τὸ Μ μετὰ τοῦ Α. — Ἀρσενικόν. —Μαγίστερ. κατὰ Ῥωμαίους διδάσκαλε. Μαθητής. ὁ τοῦ διδασκάλου τὰ μαθήματα ἐπιποθῶν. παρὰ τὸ μήθω, τὸ μανθάνω. μαθητὴν καὶ φοιτητὴν λέγει Σόλων, οὐ γνώριμον. Μαιμάχης. ὁ ὑβριστής. Μαιτάλιμνος. ὁ ἐν Ἄργει ποταμός. Μακάριος. ὁ πάντοτε ἐν ἀγαθοῖς ὢν, τοῦτο δὲ ὁ θεός. Μακάρων. ἁγίων, τῶν μὴ πεπτωκότων ὑπὸ κῆρα. Μακαρίται. οἱ ἀποθανόντες. οἱ ἤδη τὸ μῆκος ἐπιλαμβανόμενοι, οἱ μήκιστοι. ὅθεν καὶ μακραίων ὁ τύμβος, ὁ εἰς μακρόν. Μαλθακός. ὁ τρυφερός. Μαλακός. ὁ ἀναπεπτωκὼς, ὁ νοσερὸς, ὁ ἀσελγής. Μαμωνᾶς. τὰ χρήματα ἑρμηνεύεται. ἢ ὁ ἄδικος ὑπὲρ τὴν χρείαν συναγόμενος πλοῦτος. Μανδύας. εἶδος ἱματίου, καὶ τὸ τῶν μοναχῶν παλλίον. Μανασσῆς. κύριον. οὗτος ἅπαντα τὸν λαὸν εἰδωλολατρεῖν ἠνάγκασεν, καὶ τὸν μέγαν Ἡσαΐαν ξυλίνῳ διεῖλε πρίονι. ἑρμηνεύεται δὲ λήθη ἢ ἀπομάθησις. Μάντις. παρὰ τὸ μῶ, τὸ ζητῶ· ζητητικὸς γὰρ ὁ μάντις. οὐ γὰρ παρὰ τὴν μανίαν, ὥς τινες ὑπέλαβον. διὸ καὶ ὁ Ὅμηρος τὸν μάντιν εὔφρονα λέγει· ὅς φιν εὐφρονέων ἀγορήσατο—. Μανικός. παρὰ τὸ μαίνω μανὸς, καὶ τὸ κτητικὸν μανικός. Μαγέβ. νότου ἢ μεσημβρίας. Μαζουρώθ. ἀστὴρ οὕτω καλούμενος. Μάρσιππος. ὁ ἐν αὐτῷ πάντα μάρπτων καὶ συνέχων. Μαραναθά. ὁ κύριος ἥκει ἢ ἦλθεν, ἢ ἥξει ἢ ἔρχεται. Μάργος. ὁ ἄφρων καὶ ἀνόητος καὶ μαινόμενος. παρὰ τὸ μὴ καὶ τὸ ἀργός. ἢ ὁ λίαν ἀνόητος καὶ ἀμύητος καὶ μὴ ἐνεργός. Μαργίτης. ὁ ἀνόητος. ἀπὸ τοῦ μάργος μαργίτης, ὡς μέσος μεσίτης. Μάσσων. ὁ μείζων. καὶ ὄνομα ποταμοῦ. Μαστιγίας. ὁ μαστιζόμενος δοῦλος. ὡς ἀπὸ τοῦ δράκοντος δρακοντίας, οὕτως μάστιγος μαστιγίας. Μαστροπός. πορνοβοσκὸς ἢ μαυλιστής. μαστροπὸς καὶ ἐπὶ θηλυκοῦ. ἔστι δὲ παρὰ τὸ μα καὶ τοὺς τρόπους, οἱονεὶ ἡ δοκοῦσα μητρὸς τρόπους ἔχειν. Μασώβ. τὸ θυσιαστήριον. Μαραναθά. τοῦτο οὐ τῶν Ἑβραίων τινὲς ὑπέλαβον, ἀλλὰ τῆς Σύρων εἶναι φωνῆς. ἑρμηνεύεται δὲ, ὁ Κύριος ἦλθε. τέθεικε δὲ τὴν λέξιν ὁ Ἀπόστολος καταστέλλων τὴν ὀφρὺν τῶν Κορινθίων καὶ διδάσκων, ὡς οὐ παιδεύσεως, ἀλλὰ πίστεως αὐτοῖς χρεία. — Θηλυκόν. —Μαγάς. σανὶς τετράγωνος, ὑπόκυφος, δεχομένη ἐφʼ ἑαυτῆς τὰς τῆς κιθάρας νευρὰς καὶ ἀποτελοῦσα τὸν φθόγγον. Μαγγανεία. ἡ μηχανή· ἡ γοητεία· ἢ ποικιλία ἐκ διαφόρων ὀψαρτυτικῶν κεκαρυκευμένη. Μαγεία. ἐπίκλησις δαιμόνων. Μαγνῆτις. ἡ τὸν σίδηρον ἕλκουσα λίθος· ἣ καὶ σιδηρῖτις καλεῖται, καὶ Ἡράκλεια καὶ Λυδία. ἐμφερὴς γάρ ἐστι τὴν χροίαν ἀργῷ καὶ ἀκαθάρτῳ σιδήρῳ. Ἡράκλεια διὰ τὸ καρτερὸν καὶ ἀνάλωτον καὶ ἰσχυρὸν τῆς ὁλκῆς· ἢ μᾶλλον διότι περὶ Ἡράκλειαν τὴν ἐν Πόντῳ πρῶτον ἐφάνη· οἱ δὲ περὶ τὴν ἐν Θρᾴκῃ. Μαγνῆτις δὲ, ὅτι, ὥς φασιν, Μάγνητες ἄνδρες λιθοφόροι εὗρον αὐτὴν καὶ τὴν ἐνέργειαν, ἣν ἔχει, ἐπέδειξαν. Μάζα. πᾶσα ἀρτώδης βρῶσις ὑγρῷ τινὶ μεμιγμένη μάζα εἴρηται. παρὰ τὸ μάσσω, μάζα, τροπῇ τῶν δύο σσ εἰς ζ, Δωρικῶς. ἢ παρὰ τὸ μῶ, τὸ ζητῶ, γίνεται παράγωγον μάζα, ἐξ οὗ καὶ μαστὸς, ὃν ζητοῦσιν οἱ παῖδες. Μαγίς. ἡ τράπεζα, ἔνθα τὰ μεμαγμένα. Μάκτρα. ἐν ᾗ ἔμασσον. κάρδοπον δὲ Ἀττικῶς. Μακροθυμία. πέψις λύπης. Μακαριότης. περίληψις πάντων τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων. Μακρηγορία. ἡ μακρὰ διάλεξις. Μαλακία. νόσος ὀλιγοστὴ καὶ ἀρχὴν ἔχουσα, καὶ οἷον καταχαυνώσασα τὸ σῶμα. ἢ ἀνωμαλία τοῦ σώματος πρόσκαιρος. Μάλη. ἡ μασχάλη. Μαλάκα. πόλις Ἰταλίας. Μαλία. ὄνομα ὄρους. Μάκρις. πόλις ἐγγὺς Κυζίκου. Μακρὰ συλλαβή. ἡ ἔχουσα μακρὸν φωνῆεν μηκυνόμενον, ἢ μίαν τῶν διφθόγγων. κατὰ ὀκτὼ δὲ τρόπους γίνεται ἡ μακρὰ συλλαβή. φύσει μὲν τρεῖς· θέσει δὲ πέντε. οἷον ἥρως μακρόν. διατί; κατὰ τὸν πρῶτον κανόνα, τὸν φύσει, ἢ τὸν θέσει. τὸν φύσει. τὸν τί λέγοντα. ἢ ὅταν ἔχῃ ἕν τι τῶν διχρόνων κατʼ ἔκτασιν παραλαμβανόμενον. οἷον· Ἄρης, Αἴας. τὸ αι μακρὸν διατί; κατὰ τὸν κανόνα τὸν τρίτον. τὸν φύσει ἢ τὸν θέσει. τὸν φύσει. τὸν τί λέγοντα. ἢ ὅταν ἔχῃ μίαν τῶν διφθόγγων. οἷον Αἴας. Μανία. χολή. μανία καὶ ἡ ἀραίωσις καὶ ἡ χαυνότης τῶν φρενῶν. μανὸν γὰρ ἔλεγον τὸ ἀραιόν. Αἰσχύλος· ἐν μανοστήμοις πέπλοις. τουτέστιν ἀραιοῖς. ἀραιὸν δὲ τὸ ἀσθενές. κατὰ τοὐναντίον δὲ καλεῖται ἀγχίνους παρὰ τὸ πεπυκνωμένας ἔχειν τὰς φρένας καὶ συνεχεῖς. Μαλάχη. εἶδος βοτάνης. Μαρίλη. ἡ θερμὴ σποδός. Μαρμαρυγή. ἡ λαμπηδών. παρὰ τὸ μαρμαίρω, τὸ λάμπω. Μαρτυρίας. νόμος μήτε ἐθελοντὰς πρὸς τοὺς ἀγῶνας χωρεῖν φειδοῖ τῶν διωκόντων, καὶ τῶν ἀσθενεστέρων μήτε παρόντας ἀναδύεσθαι. τὸ μὲν γὰρ θράσους ἐστὶ, τὸ δὲ ἀνδρίας. Μάρεια. χώρα, καὶ ποταμὸς, καὶ λίμνη. Μαρώνεια. πόλις. Μανδραγόρα. βοτάνη ὑπνωτικὴ εἶδος ἔχουσα ἀνθρώπου. Μάσθλη. ὁ μεμαλαγμένος λῶρος. παρὰ τὸ μάσσω, τὸ μαλάσσω. ἢ, ὡς Ἡρωδιανὸς, ἀπὸ τοῦ ἱμάσσω. Μάστι. τῇ μάστιγι. κατὰ ἀποκοπήν. ἔστι δὲ δοτική· μάστιν δὲ αἰτιατική. Μάστι δʼ αἰὲν ἔλαυνεν. Ἦ, καὶ ἐφʼ ἱππείην μάστιν βάλεν. Ματαιότης. πρᾶγμα ἀνόητον, ἢ ἀδιανόητον, ἢ βουλὴ ἀνυπόστατος, πέρας οὐκ ἔχουσα. ἢ καθόλου τὸ ἐπὶ παντὶ λυσιτελοῦντι ἀνύπαρκτον. Ματαίας. λοιδορίας. Μαχλάς. ἡ πόρνη. Μαῖα. ἡ βοηθοῦσα ταῖς γυναιξὶ ταῖς τικτούσαις. Μαψαύρας. στόμους. Μαινάς. ἡ πόρνη. Ματαιότης. ἡ φθορά. καὶ ὁ Ἀπόστολος· τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα. Μακεδονία. ἧς μητρόπολις ἡ Θεσσαλονίκη. τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. — Οὐδέτερον. —Μαανά. τοῦτο τί ἐστι; Σύρων δὲ ἡ γλῶσσα. Μακάριον. αὐτὸ τὸ ἀγαθὸν, πρὸς ὃ πᾶν ἀφορᾷ καὶ οὗ πάντα ἐφίεται. Μακαριστόν. κυρίως ἡ θεότης. Μαζονομεῖον. ἐν ᾧ ἡ μάζα φυρᾶται. ἢ ξύλινον πινάκιον καὶ κανοῦν. οὕτως Ὦρος ὁ Μιλήσιος. Μάγγανον. παρὰ τὸ μαγγανεύω. τοῦτο παρὰ τὸ ἄγω, ἄγανον, καὶ μάγγανον. Μάλευρον. τὸ ἄλευρον καὶ πλεονασμῷ τοῦ μ μάλευρον. μίγδα μάλευρον. Μάλειον. ὄρος. καὶ Μαλειάων ὀρῶν διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. Μανόν. ἀραιόν. βραχέως λέγουσι. Τηλεκλείδης ἀντὶ τοῦ ἀκριβὲς, ἢ ὀρθὸν, ἢ ἀσφαλὲς, ἢ πυκνόν. Πλάτων· καὶ ταῦτα μανάκις τῆς ἡμέρας. ἀντὶ τοῦ μυριάκις. Μανιάκιον. τὸ τοῦ ἱματίου περιστόμιον. Μανίφυλλον. ἀραιόφυλλον. μανὸν γὰρ τὸ ἀραιόν. οὕτως Ὦρος ὁ Θηβαῖος. Μακεδανόν. ὑψηλόν. Μαρτύριον. ὁ ἔλεγχος, ἡ κατηγορία, ἡ κατάκρισις. ὡς ἐν τῷ εὐαγγελίῳ· εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν· οἱ γὰρ πιστεύσαντες καταμαρτυροῦσι τῶν μὴ πιστευσάντων. σημαίνει καὶ ἕτερον. Μαρσίππιον. τὸ θυλάκιον ἢ τὸ σακούλλιον. Μασώβ. τὸ θυσιαστήριον. Ματρύλειον. τόπος, ἐν ᾧ μαστροποὶ διατρίβουσι. ματέρας δὲ ἐκάλουν οἱ Δωριεῖς τοὺς μαστροποὺς ἐπευφημιζόμενοι. ἔνιοι ματρυλεῖον γράφουσι καὶ μαστρυλλεῖον. Μαφόριον. τὸ τῆς κεφαλῆς περίβλημα. Μαχαιροδιαίνιον. Μάψαρ. ὀχύρωμα. Μαιάνδριον. πεδίον καὶ ὕδωρ. Μαίωτρον. τὸ εὕρεμα. Μαΐτιν. Μαρτύριον. τὸ κήρυγμα. παρὰ τῷ Ἀποστόλῳ· καθὼς τὸ μαρτύριον Χριστοῦ ἐβεβαιώθη ὑμῖν. ἢ καὶ τὸν θάνατον ἢ τὸν σταυρόν. καταγγέλλω ὑμῖν τὸ μαρτύριον τοῦ θεοῦ. θάνατον γὰρ περιῄει κηρύσσων Χριστοῦ· διὸ μαρτύριον αὐτὸ καλεῖ. Μαίμω. τὸ ἐνεργῶς κινῶ. Μαιμῶ. ἐπιθυμῶ. Μαίω. τὸ ἐλίσσω. Μαγνεύειν. τὸ μίσγειν. Μακκοῶ. μωραίνω, ἀνοηταίνω. παρὰ τὸ κοῶ, τὸ νοῶ. ἢ παρὰ τὸ ἀκκῶ. Ἀκκὼ γὰρ γυνὴ γέγονεν ἐπὶ μωρίᾳ διαβαλλομένη. Μαλακισθείς. ἐνδούς· χαυνωθείς. Μαλάσσω. ἀλλάσσω καὶ πλεονασμῷ τοῦ μ μαλάσσω· πᾶν γὰρ τὸ μαλασσόμενον ἀλλάσσεται. Μαλακιεῖν. τοὺς ὑπὸ κρύους κεκμηκότας λέγουσι καὶ συνεσπασμένους. Μανείην. χολωθείην. Μαπέειν. καταλαβεῖν. ἀπὸ τοῦ μάρπτω. Μάρψαι. καταλαβεῖν. κυρίως τὸ ταῖς χερσὶ συλλαβεῖν· μάρη γὰρ ἔλεγον τὰς χεῖρας. ἔνθεν τὸ εὐχερὲς εὐμαρές. Μαργῶσα. μαινομένη. Μαργαίνῃ. ἀντὶ τοῦ μαίνῃ. Μαρνάμενοι. ἀντὶ τοῦ μαχόμενοι. ἀπὸ τοῦ μαρνῶ, δευτέρας συζυγίας τῶν περισπωμένων. μάρνημι, ὁ παθητικὸς ἐνεστὼς μάρναμαι. τὸ δὲ μαρνῶ, ὡς οἶμαι, μαργῶ καὶ μαρνῶ. ἐοίκασι γὰρ τοῖς μαινομένοις οἱ μαχόμενοι. Μαρμαίρω. καταυγάζω, λάμπω. Μαραίνω. παρὰ τὸ ἄρης, ὃ σημαίνει τὸν σίδηρον, ἀραίνω καὶ μαραίνω. Μάσσει. φυρᾷ, ζυμοῖ, μαλάσσει. καὶ μάσσω τὸ σπογγίζω. ἀπὸ τοῦ μα καὶ τοῦ ἆσσον, τὸ ἐγγύς· οἱ γὰρ ἐφαπτόμενοι σπογγίζειν ἆσσον καὶ ἐγγὺς γίνονται. ἐκ τούτου τοῦ μάσσω πλεονασμῷ τῆς αλ συλλαβῆς μαλάσσω, ὡς κύδιμος, κυδάλιμος. Μαστεύειν. ζητεῖν. Ματῆσαι. τὸ ματαιοπραγῆσαι. παρὰ τὸ μάτην, ματῶ, ματήσω. Μαυροῦσιν. ἀφανίζουσι. παρὰ τὸ μαίρω, τὸ λάμπω, μαυρῶ, τουτέστι κατὰ ἀντίφρασιν. ἢ παρὰ τὸ ἀμαυρῶ κατὰ ἀφαίρεσιν τοῦ α. Μαιεύειν. τὸ βοηθεῖν ταῖς τικτούσαις, ἢ τὸ μαμμεύειν. Μαιμάσσει. σφύζει. προθυμεῖται. καὶ μαιμῶ, τὸ προθυμοῦμαι. ἔστι μῶ τὸ προθυμοῦμαι καὶ διπλασιασμῷ μαμῶ καὶ μαιμῶ. ἐκ δὲ τοῦ μῶ γίνεται μαίω, τὸ ζητῶ. οἷον· μαιομένη κευθμῶνα—. Μαχλῶσαν. πορνεύουσαν. Μακαρίζειν. μακαρισμός ἐστιν ἡ κορυφὴ τῶν ἀγαθῶν. Ματαιάζειν. μάταιον λέγεται, ὅταν ὄνομα μὲν ᾖ, πρᾶγμα δὲ μὴ ᾖ. οἷον· ὄνομα μὲν πλούτου, πρᾶγμα δὲ οὐδαμῶς. καὶ μένει τὸ ὄνομα ψιλόν. — Ἐπίῤῥημα. —Μάλα. ἀντὶ τοῦ πάνυ καὶ λίαν. καὶ μάλιστα. Μᾶλλον. περισσότερον, πλέον. Μάτην. ἀντὶ τοῦ ματαίως. ἀπὸ τοῦ θηλυκοῦ εἰς ἐπίῤῥημα. Στησίχορος· μάτας εἰπών. Μαψιδίως. ματαίως. καὶ μὰψ ἀντὶ τοῦ ματαίως. Τὸ Μ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —Μέγας. παρὰ τὸ μήγας· ὁ μὴ ὦν ἐν τῇ γῇ, ἀλλʼ ὑπερέχων αὐτῆς. Μέγας κόσμος. ὁ ἄνθρωπος. Μεγαλόφρων. ὁ μεγαλόψυχος. Μεγάλαυχος. ὁ ὑψηλόφρων. Μεγαλήτορα. μεγαλόψυχον. Μεγαλοφυοῦς. μεγαλόφρονος. Μέδοντες. οἱ βασιλεῖς. ὅθεν καὶ μέδω τὸ βασιλεύω. παρὰ τὸ μήδω, τὸ βουλεύω, μέδω. οἷς εὐβουλίας δεῖ, ὅθεν καὶ βουληφόροι λέγονται. Μεδεός. ὄνομα κύριον. Μελαμπύγου. μελανοκώλου. οὔπω μελαμπύγῳ τετύχηκας. Μελεδωνός. ὁ φροντιστής. ἀπὸ τοῦ μέλω, τὸ φροντίζω. Μελχισεδέκ. ἑρμηνεύεται ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου. Μέλεος. ἄθλιος· μάταιος. —μελέη δέ τοι ἔπλετʼ ἀϋτή. παρὰ τὸ λῶ, τὸ θέλω, καὶ ἰωνικῶς λεὸς, καὶ μήλεος, ὃν μὴ θέλομεν· οὐδεὶς γὰρ θέλει τὸν μάταιον· εἶτα συστολῇ τοῦ η εἰς ε μέλεος. Ὦ μέλεοι, μὴ τλῆτε πάρεξ ἐμὰ θέσφατα βῆναι Ῥήβαν ὠκυρόην ποταμὸν ἀκτήν τε μέλαιναν. ποταμός ἐστιν ὁ Ῥήβας πλησίον τῆς Βιθυνίας, παρʼ ᾧ ἀκτή ἐστι μέλαινα. Μεμψίμοιρος. ὁ μεμφόμενος τὸ ἀγαθὸν, ὁ φιλεγκλήμων. Μεθωναῖος καὶ Μεθυμναῖος. τοπικά. Μεγαρεῖς. ἐθνικόν. Μελιτηνός. τοπικόν. Μενεπόλεμος. ἀπὸ τοῦ μένειν καὶ καρτερεῖν ἐν τῷ πολέμῳ. Μενέχαρμος καὶ μενεχάρμης. καρτερικός· ὑπομονητικός· πολεμικὸς ἐν τῇ μάχῃ. χάρμη γὰρ ἡ μάχη. Μενέλεως. τὰ εἰς ως σύνθετα εἰ μὲν κοινὰ εἰσὶ τῷ γένει, τὴν τῶν ἁπλῶν φυλάσσει κλίσιν, οἷον ἱδρὼς, ἱδρῶτος· εἰ δὲ ἀττικὰ εἰσὶν, ἀποβολῇ τοῦ ς ποιοῦσι τὴν γενικήν· Μενέλεως, Μενέλεω, ἀνάπλεως, ἀνάπλεω, καὶ τὰ ὅμοια. Μεσέγγυος. ἐγγυητής. μεσίτης. Μέσαβος. ὁ μέσον δύο βοῶν. Μεσίτης. ὁ μεσάζων. τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιτης γινόμενα διὰ τοῦ ι γράφονται· οἷον τόπος τοπίτης, μέσος μεσίτης. Μέσος. παρὰ τὸ μετέχειν ἰσότητος, ἢ τοῦ ἔσω. Μεσσήνιοι. τοπικόν. Μεσσίας. ὁ κεχρισμένος καὶ ἠλειμμένος. λέγει δὲ τὸν Χριστόν. μεσὰ γὰρ τὸ ἔλαιον ἤτοι τὸ χρίσμα ἑρμηνεύεται. Μεστός. ὁ πλήρης. ἔστιν ἐῶ, τὸ πληρῶ, ἐστὸς καὶ πλεονασμῷ τοῦ μ μεστός. Μέροπες. οἱ ἄνθρωποι. διὰ τὸ ἔχειν τὴν ὄπα καὶ τὴν φωνὴν μεμερισμένην. Μετεωρολέσχης. ὁ τὰ μετέωρα καὶ ὑπὲρ ἑαυτὸν φλυαρῶν. Μετέωρος. ὁ κοῦφος, καὶ εἰς ὕψος αἰρόμενος. καὶ μετεωρίζω ἐκ τοῦ ἀείρω, τροπῇ τοῦ α εἰς ο ὀείρω καὶ ἐν ὑπερθέσει τοῦ ἰῶτα ἐόρω, καὶ ἐκτάσει τοῦ ο εἰς ω ἐωρῶ καὶ μετεωρῶ καὶ μετεωρίζω. καὶ μετέωρον. Μετάρσιος. ὑψηλὸς, μετέωρος. Μετάβολοι. οἱ μεταπράται. Μέτοχος. κοινωνός. Μέτριος. ταπεινός· ἐπιεικής. Μετανάστην. φυγάδα, μέτοικον. ἀπὸ τοῦ νάσσω ὁ μέλλων νάσω, νένασμαι, νάστης, καὶ μετανάστης. οἷον· καί κεν ἐν Ἄργεϊ νάσσα μίαν πόλιν. Μετασχηματισμός. τῆς τοῦ θεωροῦντος θεωρίας μεταποίησις πρόσκαιρος, ἢ ἐξ ἄλλου εἰς ἄλλο ἐν ἀληθείᾳ μεταποίησις. Μεσαιπόλιος. Μείζων. ὥσπερ ἀπὸ τοῦ ταχὺς τάχιστος, οὕτως καὶ παρὰ τὸ μέγας μέγιστος, καὶ ἐκεῖθεν μέσσων, ὡς ἀπὸ τοῦ τάχιστος θάσσων, καὶ τροπῇ αἰολικῇ τῶν δύο σσ μέζων καὶ πλεονασμῷ τοῦ ι μείζων. μείζονα πάντων. μείζονα πάντων οἱ λέγοντες ἁμαρτάνουσι. μέγιστος γὰρ χρὴ λέγειν πάντων. μείζονα δὲ τούτου τινός. Μείλιχος καὶ μειλίχιος. ὁ πρᾷος. καὶ πραϋντικός. παρὰ τὸ μέλι, ὥς τινες φασὶν, ἢ ἀπὸ τοῦ μέλος, μέλικος, καὶ τροπῇ τοῦ κ εἰς χ καὶ ἀναβιβασμῷ τοῦ τόνου μέλιχος, καὶ πλεονασμῷ τοῦ ι μείλιχος. Μείς. ὁ μήν. Αἰολικῶς. μὴν γὰρ ἦν, καὶ ἐτράπη τὸ η Δωρικῶς εἰς τὴν ει δίφθογγον. καὶ ἐπειδὴ τὰ εἰς ν λήγοντα ἀρσενικὰ ἢ θηλυκὰ οὐ θέλει ἔχειν πρὸ τοῦ ν δίφθογγον, οἷον σωλὴν, Πλάτων, ἔτρεψε τὸ ν εἰς ς, καὶ γέγονε μείς. πρόσκειται ἀρσενικὸν καὶ θηλυκὸν διὰ τὰ οὐδέτερα· οἷον τὸ διπλοῦν, τὸ χρυσοῦν. ἔστι δὲ καὶ ἄκλιτον. εἰ γὰρ ἐκλίνετο, μενὸς εἶχεν εἶναι ἡ γενική. ὡς δὲ παρὰ τὸ ῥήσσω ῥηγμὶς, οὕτω καὶ παρὰ τὸ μειῶ μεΐς· μακρῶς δὲ ἅμα καὶ ὀξυτόνως. παρὰ τὸ μειῶ δὲ εἴρηται, ὅτι μειουμένης εἰς ἄκρον σελήνης πληροῦται καὶ ὁ μήν. Μεῖστος. ὁ ἐλάττων. ἀπὸ τοῦ μείων, μεῖστος, ὡς πλείων, πλεῖστος· τῷ λόγῳ τῶν συγκριτικῶν. Μείων. ὁ ἐλάττων. ἀπὸ τοῦ μικρὸς, ἢ ἀπὸ τῆς μιᾶς. τῆς γὰρ μιᾶς οὐδέν ἐστιν ἐλαττότερον. ἢ ἀπὸ τοῦ μέρους μερίων, καὶ ἀποβολῇ τοῦ ρ καὶ συναιρέσει τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, μείων. Μελχισεδέκ. κύριον. ἑρμηνεύεται δὲ βασιλεὺς δικαιοσύνης. τὸ γὰρ μελχὰ βασιλεὺς, καὶ τὸ σεδὲκ δικαιοσύνη. Μειδίας. κύριον. καὶ πονηρὸς Μειδίας. Μέροψ. ὁ ἄνθρωπος, ὁ μεμερισμένην τὴν φωνὴν ἔχων τῶν λοιπῶν ζώων. — Θηλυκόν. —Μεγαλόνοια. ἡ μεγαλοφυΐα. Μεγαλοπρέπεια. φιλανθρωπία ψυχῆς μετὰ λόγου. Μεγαλοψυχία. ἕξις ψυχῆς τοῖς συμβαίνουσι λυπηροῖς μὴ κατολιγωροῦσα. Μεγαλοπρέπεια. ἀρετή ἐστι μεταδιδοῦσα ἐνεργείας μεγάλων πράξεων. Μεγαλαυχία. τὸ ἄξιον ἔχειν ἑαυτὸν εἶναι τιμῆς. Μεγαλουργία. ἡ μεγάλη ἐργασία. Μέθεξις. κοινωνία. Μεθημοσύνη. ἡ ἀμέλεια. Μέθη. ἡ ἐκ πολλῆς οἰνώσεως. οἷον μετένεξις τοῦ ἡγεμονικοῦ. Μεθοδεία. τέχνη. Μέθοδος. ἕξις ὁδοποιητικὴ μετὰ λόγου. Μεθʼ ἡμέραν. ἐν νυκτί. Μεδάνη. ὄνομα πόλεως. Μελίαι. δόρατα. ἀπὸ μελίας δένδρου κατεσκευασμέναι. Μελίτη. νῆσος πλησίον Ἰταλίας. Μελεδῶναι. αἱ φροντίδες. αἱ τὰ μέλη ἔδουσαι. καὶ μελεδωνός. Μέλλησις. ἡ βραδύτης. μέλισις δὲ ἡ κατακοπὴ τῶν κρεῶν, ι. Μελῳδία. ἡ ἡδυφωνία. Μέλαινα. τρία σημαίνει. τὰς συνετάς· —μένεος καὶ φρένες ἀμφιμέλαιναι. καὶ τὸ βαθύ· —ὥστε κρήνη μελάνυδρος. καὶ τὴν σκοτεινήν· ἕλκον νύκτα μέλαιναν—. Μέλισσαι. παρὰ τὸ μέλειν, τὸ φροντίζειν. οἰκονομικὸν γὰρ τὸ ζῶον καὶ ἐπιμελητικόν. ἢ μήλιζα τὶς οὖσα, ἡ πᾶσιν ἐφιζάνουσα τοῖς καρποῖς ἤγουν μήλοις. μῆλον γὰρ κατὰ πάντων εἴρηται τῶν καρπῶν, ὅθεν καὶ πολύμηλος γῆ ἡ πολύκαρπος. Μέριμνα. παρὰ τὸ μερίζω μέριδα καὶ μέριμνα. οὕτω Ἡρωδιανὸς ἐν ἐπιμερισμῷ. Μεριδαρχία. ἡ δεκαρχία. Μερικὴ οὐσία. λόγος μὴ γνωρίζων ἐν ἑαυτῷ τὴν διὰ τοῦ ὄντος ὕπαρξιν. ἢ πρᾶγμα ἀνύπαρκτον. ἢ λόγος ἄναρθρος καὶ ἀσήμαντος. Μέρμιθος. ἡ σχοῖνος. Μεσαύλιος. ἡ κατὰ τὸν ἀγρὸν ἔπαυλις. Ἀττικῶς δὲ τὴν μέσην τοῦ πυλῶνος καὶ τῆς αὐλῆς· ἢ τῆς ἀνδρωνίτιδος καὶ γυναικωνίτιδος. Μεσημβρία. μεσημερία. συγκοπῇ καὶ πλεονασμῷ τοῦ β μεσημβρία. ἤγουν τὸ μέσον τῆς ἡμέρας. Μεσέμβρεια δὲ χώρα, δίφθογγον. Μεσόδμη. ἡ μεσοδόμη κατὰ συγκοπήν. Μεσότητος ἐπίῤῥημα. οἷον ἀπὸ τοῦ φιλοσοφεῖν καὶ φιλοσόφου τὸ φιλοσόφως. Μετάνοια. γνησίως ἀπὸ πταίσματος ἐπὶ τὸ ἐναντίον ἀγαθὸν ἐπιστροφή. Μετακλίσεις. αἱ ῥοπαὶ, αἱ μεταθέσεις. Μετάγνωσις. ἡ μεταμέλεια. Μετάφρασις. ἑρμηνείας ἀλλοίωσις, τὴν αὐτὴν δὲ φυλάττουσα διάνοιαν. Μετʼ ἐμφάσεως. μετὰ φανερώσεως. Μετοικεσίαν. αἰχμαλωσίαν. μετοικεσίαν Βαβυλῶνος ὁ Ἀπόστολος Ματθαῖος τὴν παντελῆ αἰχμαλωσίαν τῶν Ἰουδαίων φησὶν, ἥτις ἐν Βαβυλῶνι ἄχρι καὶ ἑβδομηκοστὸν ἔτος παρετάθη· ἐπὶ Κύρου δὲ καὶ Ἀρταξέρξου ἐλύθη. Μετοχή. ἡ συνάφεια. Δαβίδ· ἧς μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. ἔστι δὲ καὶ ἕτερον μετοχὴ, λέξις μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος. καὶ μετέχει τοῦ μὲν ῥήματος διαθέσεις χρόνους καὶ συζυγίας· τοῦ δὲ ὀνόματος γένη, εἴδη, σχήματα, ἀριθμοὺς, πτώσεις. διατί ἡ μετοχὴ οὔτε πρόσωπα οὔτε ἐγκλίσεις ἔχει; ἐπειδὴ προσώπων ἐξέπεσε, προσώπων δὲ μὴ ὄντων οὔτε ἔγκλισις δύναται εἶναι. εἰ γὰρ θέλημα ψυχῆς ἐστὶν ἡ ἔγκλισις, πῶς δύναται θέλημα ψυχῆς χωρὶς προσώπου εἶναι. Μειονεξία. ἡ μικρὰ δόσις. Μείραξ καὶ μειρακίσκη ἐπὶ θηλείας· μειράκιον δὲ καὶ μειρακίσκος ἐπὶ ἄῤῥενος. λέγει δὲ τὴν ἀπὸ ἐτῶν πεντεκαίδεκα ἕως τῶν εἰκοσιδύο. παρὰ τὸ εἴρω, ὃ σημαίνει τὸ λέγω· εἴραξ καὶ πλεονασμῷ τοῦ μ μείραξ, ἡ δυναμένη ἤδη λέγειν. κρεῖττον δὲ λέγειν αὐτὸ παρὰ τὸ ἱμείρω, ἱμείραξ καὶ μείραξ, ἡ τοιούτου χρόνου οὖσα, ὥστε καὶ ἐπιθυμεῖσθαι. Μεθοδείας. ἐπιβουλὰς, ἐνέδρας, δόλους. ὁ Ἀπόστολος· πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Μεγαλοψυχία. ἐλευθεριότης, μεγαλοδωρία. ὢ τῆς μεγαλοψυχίας. — Οὐδέτερον. —Μεγαλώνυμον. τὸ μεγαλόδοξον. Μέγαρον. τὸ ὑπερῷον οἴκημα. παρὰ τὸ μέγα, μεγαίρω, μέγαρον· ἐγκώμιον γὰρ οἴκου τὸ μέγα καὶ ἄξιον φθόνου. Μεγήρατα. μεγάλως ἐπέραστα. ἢ ὑπερήφανα διὰ τὸ κάλλος. ἢ μεγάλως ἐρίζοντα περὶ κάλλους. ἢ πρὸς οὓς οὐ δύναταί τις ἐρίσαι. ἀλλὰ μετʼ ἀλλήλων ἐρίζειν. Ἡσίοδος· —μεγήρατα τέκνα θεάων πόντῳ ἐν ἀτρυγέτῳ—. Μέγηρον. τὸ ἐπέραστον. Μέδιμνον. τὸ μόδιον. ἢ μέτρον ἀττικὸν γινόμενον μόδιοι ἑπτὰ ἤτοι τεσσαρακονταοκτὼ χοίνικες. Μέγιστον. οὗ μεῖζον οὐδέν. Μέθυ. ὁ οἶνος. ἀπὸ τοῦ μεθείειν καὶ ἀμελεῖν ποιεῖν τὸν ἄνθρωπον τὸν αὐτὸν πίνοντα. Μέλαθρον. οἴκημα. κυρίως δὲ τὸ μέσον τῆς στέγης ξύλον, ὃ καλοῦμεν ὑπότονον. ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ. Μέλαν. χρῶμα συγκριτικὸν ὄψεως, ἤγουν χρώματος, συνάγον τὴν ὄψιν. Μέλεον. μάταιον, ἄθλιον. Μέλη. ἢ συνωνύμως ἀπὸ τοῦ μεμερίσθαι, μέρη καὶ μέλη, ἢ ἀπὸ μεταφορᾶς τῶν μουσικῶν μελῶν, ἐπειδὴ παρʼ ἐνίοις ἐδόκουν οἱ ἄνθρωποι μετὰ ἁρμονίας συνεστάναι. οὕτω καὶ τὰ σώματα. οὕτω Σωρανός. Μεγαλλεῖον. ὄνομα μύρου. ἀπὸ Μεγάλλου Σικελιώτου τοῦ εὑρόντος αὐτό. Μέλος. ἡ σύγκρισις τοῦ ἔπους, τὸ μεμερισμένον. ἢ ἀπὸ τῆς τοῦ μέλιτος γλυκύτητος. Μελίγυον. πόμα τὶ Σκυθικὸν γινόμενον ἐκ μόνου μέλιτος μεθʼ ὕδατος, βοτάνης ἐμβαλλομένης. Μελίσσειον κηρίον. καὶ ἀπὸ μελισσείου κηρίου. Μέλπηθρον. τὸ παίγνιον. παρὰ τὸ μέλπω, τὸ παίζω. σημαίνει καὶ τὸ ὑμνῶ. Μενοεικές. ἀρεστὸν τῇ ψυχῇ. καὶ θυμῆρες καὶ προσηνές. παραμένει γὰρ, ὅ ἐστιν εἰκὸς καὶ ἀρεστὸν τῇ ψυχῇ. Μένος. δύναμις· ὀργή. Μέρμερα. τὰ μερίμνης ἄξια. παρὰ τὸ μείρω, τὸ μερίζω. Μέρη. ἀπὸ τοῦ μερίζεσθαι, καὶ ἄλλο ἄλλου διαφέρειν συστατικὸν τοῦ ὅλου σώματος. Μετόπωρον. ὁ μετὰ τὴν ὀπώραν καιρός. Μεταίχμιον. τόπος μεταξὺ δύο πολεμίων. αἰχμὴ γὰρ ἡ λόγχη. Μεταλητικόν. τὸ μεταδοτικόν. Μετάλλειον. τὸ μύρον ἔλεγον, ἀπό τινος Μετάλλου Σικελιώτου εὑρόντος αὐτοῦ τὴν κατασκευήν. Μέταλλον καὶ μεταλλῶ. ἀπὸ τοῦ μεταλλᾷν ἐν αὐτῷ τὶ τὸ οὕτω ζητεῖν ἔλεγον. Μεταμάζιον. τὸ μεταξὺ τῶν μαζῶν. Μεταμώνια. μάταια. ἀνεμώνιος, ἀνεμώνια, τὰ ὑπὸ τῶν ἀνέμων ὀλούμενα. γίνεται καὶ κατὰ τροπὴν τοῦ ν εἰς λ ἀνεμώλια. σημαίνει δὲ τὰ μάταια. Μετάφρενον. τὸ μεταξὺ τῶν δύο ὤμων. ὅτι ἐξόπισθεν τῶν φρενῶν ἔγκειται. οἱονεὶ μετὰ τὰς φρένας. ὅθεν καὶ Ὅμηρος· ἦμαρ ὑπὸ πραπίδων—. ὅ ἐστι τῶν φρενῶν. Μετουσιαστικόν. ὅ ἐστι τὸ μετέχον οὐσίας τινός. οἷον φῶς φωτεινὸς, σκότος σκοτεινός. Μέτριον. ταπεινόν. παρὰ τὸ μέσον ὑπάρχον ὑπερβολῆς καὶ ἐλλείψεως. Μέτρον. τινὲς τὸ κοῖλον, παρὰ τὸ μέσον εἶναι, τὰ δʼ ἄλλα ἀπʼ αὐτοῦ. ὁ δὲ Ἡρωδιανὸς λέγει· παρὰ τὸ ἀρῶ γίνεται μέτρον. Μεῖον. ἔλαττον. μικρόν. Μειδίαμα. γέλως μικρός. παρὰ τὸ μείων γέγονεν· ὁ γὰρ μειδιῶν μείονι κέχρηται γέλωτι. Μειλίγματα. πραϋντικά. παρὰ τὸ μειλίσσω. ὁμοίως καὶ τὰ μείλια, ὅ ἐστι τὰ ἐξώπροικα. Μείλινον. τὸ ἀπὸ μελίας. γέγονε μελέϊνος καὶ κατὰ συγκοπὴν μέλινος καὶ πλεονασμῷ τοῦ ι μείλινος καὶ μείλινον. Μεσότοιχον. τὸ διάφραγμα. καὶ ὁ Ἀπόστολος· τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. τὴν ἔχθραν τὴν πρὸς θεόν τε καὶ ἡμῶν καὶ Ἰουδαίων λέγει. ποῖον δὲ μεσότοιχον ἔλυσε τὴν ἔχθραν; ἡ σὰρξ τοῦ Χριστοῦ. Μέλι. παρὰ τὸ μέλω, τὸ φροντίζω. — Ῥῆμα. —Μεγαίρει. φθονεῖ. παρὰ τὸ μέγας. οἱ γὰρ μεγάλοι φθονοῦνται, ἢ διὰ πλοῦτον καὶ δόξαν, ἢ διʼ ἀρετήν. Μεγαλίζεο. ἐπαίρου. μὴ μεγαλίζεο τῇ διανοίᾳ διʼ ὑπερηφανίας. Μεδοίατο. φροντίσαιεν. Μέδω. τὸ βασιλεύω. Μεθείς. καταλείψας, ἐάσας. καὶ μέθες. Μεθέμεν. συγχωρῆσαι. Μεθήσειν. ἐάσαι. Μελδόμενος. τηκόμενος, καιόμενος. κυρίως δὲ μέλδειν τὸ ἔδειν τὸ μέλι, οἷον μελέδειν καὶ μέλδειν κατὰ συγκοπήν. Μέλπω. ᾄδω, ὑμνῶ. παρὰ τὸ τὰ μέλη ἤτοι τοὺς ῥυθμοὺς ἔπειν, ἤγουν λέγειν. σημαίνει δὲ τὸ μέλπειν καὶ τὸ παίζειν καὶ τέρπεσθαι. καὶ μέλπηθρα, τὰ παίγνια, παρὰ τὸ μέλπω, τὸ παίζω. Μελετᾷ. γυμνάζεται, ἀσκεῖ. καὶ μελετῶ παρὰ τὸ μελέτη, τοῦτο παρὰ τὸ μέλι καὶ τὸ ἐτεὸν, τὸ ἀληθές· ὅ ἐστιν ἡ ἀληθινὴ γλυκύτης. ἢ παρὰ τὸ μέλω, τὸ φροντίζω. τὰ γὰρ μαθήματα φροντίδος ἄξια πολλῆς. Μελήσω. σπουδάσω. Μέλλει. ἀναβάλλεται, ὑπερτίθεται. Μεμαὼς καὶ μεμαυῖα. ἀπὸ τοῦ μῶ, μάσω, ἀφʼ οὗ μεμάκασι καὶ ἀποβολῇ μεμάασιν. ἢ ἀπὸ τοῦ μῶ, μήσω, μέμηκα, καὶ κατὰ συστολὴν τοῦ η μέμακα, μεμαὼς, καὶ τὸ θηλυκὸν μεμαυῖα. οὕτως πάντες λέγουσι. Μέμβλωκε. παραμένει. παρὰ τὸ μολῶ, μολήσω, μεμόληκα, ὡς νοῶ, νοήσω, νενόηκα, καὶ κατὰ συστολὴν μέμληκα, καὶ πλεονασμῷ τοῦ β μέμβληκα, καὶ τροπῇ τοῦ η εἰς ω μέμβλωκα, ὡς παρώχηκα, παρώχωκα. Μεμετρέαται. ἀπὸ τοῦ μετρῶ, μετρήσω, μεμέτρηκα, μεμέτρημαι, μεμέτρηται, καὶ ἰακῶς μεμετρέαται. ὡς παρʼ Ἱππώνακτι· ὁ μὲν οὖν βόσπορος καὶ ὁ πόντος, οὕτως καὶ ὁ Ἑλλήσποντος κατὰ πάντά μοι μεμετρέαται. Μεμακυῖαι. μηκώμεναι. μήκη γὰρ ἡ τῶν αἰγῶν φωνή· βληχὴ δὲ ἡ τῶν προβάτων. ὅθεν καὶ μηκάδες αἰγῶν. Μέμνω. ἀπὸ τοῦ μένω, κατὰ συγκοπὴν μνῶ καὶ μέμνηκα, ὁ μέλλων μνήσω, ὁ παρακείμενος μέμνηκα. μέμνω δὲ τὸ καρτερῶ. καὶ μεμένηκα. Μέμηλα. μέσος παρακείμενος ἀπὸ τοῦ ἐνεργητικοῦ τοῦ μεμέληκα γέγονεν, ἀπὸ τοῦ μέλω ἐνεστῶτος, ὃ σημαίνει τὸ φροντίζω. Μεμνέῳτο. ἀντὶ τοῦ ἐπισκοποίη καὶ ἐπιμελοῖτο. προπαροξύνεται καὶ γράφεται σὺν τῷ ι. Μεμορμένον. πεπρωμένον. Μέμυκεν. οἷον· μέμυκε δὲ γαῖα καὶ ὕλη. εἰ μὲν οὖν σημαίνει τὸ ἦχον ἀποτελεῖν, ἀπὸ τοῦ μυκῶ περισπωμένως ἐστὶν, εἰ δὲ τὸ πεπιλῆσθαι καὶ συνεσφίχθαι, τὸ κρύος δηλοῖ. ὅτι ἀπὸ τοῦ μύω ἐστίν. Μεμυκώς. κρύψας, καμμύσας. Μεμύημαι. δεδίδαγμαι. καὶ μεμυημένος ὁ δεδιδαγμένος καὶ πεπειραμένος. Μέμονας. προθυμῇ. ἀπὸ τοῦ μένω. ἀλλά γε πῶς μέμονας—. Μενεαίνων. προθυμῶν. ἀπὸ τοῦ μενῶ μεναίνω, καὶ πλεονασμῷ τοῦ ε μενεαίνω. Μενοινῶ. τὸ προθυμῶ. καὶ μενοινὴ, ἡ προθυμία. παρὰ τὸ μένω, τὸ προθυμοῦμαι, μενωνὴ καὶ τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον μενοινή. ὡς παρὰ τὴν ἀγκῶνος γενικὴν ἀγκώνη καὶ ἀγκοίνη, οὕτω μενωνὴ καὶ μενοινή. καὶ μενοινῶ ῥῆμα. Μερμαίρω. τὸ φροντίζω καὶ μεριμνῶ. καὶ μερμερίζειν. παρὰ τὸ μείρω, τὸ φροντίζω, γίνεται μέρος, μερίζω, καὶ διπλασιασμῷ μερμερίζω, καὶ τροπῇ τοῦ ε εἰς η μερμηρίζω. ὁ γὰρ φροντίζων μερίζεται τὴν γνώμην. Μεταλλῆσαι. πολυπραγμονῆσαι. καὶ μεταλλεύει ἀντὶ τοῦ μεταφέρει. Μεταμαθεῖν. ὅ ἐστι μεταγνῶναι. Μεταμφίσκεσθαι. τὴν ἐσθῆτα μετενδύεσθαι. Μεταχρωννύντες. ἀντὶ τοῦ μετασχηματίζοντες. Μεταλλάξαντες. ἀντὶ τοῦ μεταχωρήσαντες. Μεταποιοῦμαι. φροντίζω. Μεταπεσεῖν. τὸ ἀπὸ δόξης εἰς ἀτιμίαν πεσεῖν. ἢ τὸ ἐναντίον. Μεταβαλών. μεταστρέψας· μεταποιήσας. Μεταναστεύου. ἀναχώρει. Μετασχηματίζει. ἀντὶ τοῦ μεταλλάττει. Μετατρέπεσθαι. ἀλλοιοῦσθαι. Μετενίσσετο. ἀντὶ τοῦ μετῆλθε. Μετεκίαθε. μετʼ αὐτοὺς ἦλθεν. αἶψα δʼ ὁ κρήνην μετεκίαθε— κίω, κιάθω, ὡς διώκω, διωκάθω. Μετεστείλατο. μετεπέμψατο. μετεκαλέσατο. Μετεωροπολεῖ. οὐράνια περισκοπεῖ. Μετέσχεν. ἐκοινώνησε. Μετοχετεύσας. μεταγαγών. Μετοκλάζει. γονατίζει ἢ μεταχωρεῖ. παρὰ τὸ ἐγκλᾷν καὶ κάμπτειν τὰ γόνατα. Μετεδίωξαν. διῆλθον. αἱ δὲ νῆες πολλοὺς μετεδίωξαν τόπους. Μετριοπαθεῖν. συγγινώσκειν. ἢ ἐκ μέρους τὰ πάθη καταδέχεσθαι. Μεθορμίζεται. μετάγεται. Μειδιῶ. τὸ γελῶ μικρόν τι. παρὰ τὸ μείων γέγονεν. ὁ γὰρ μειδιῶν μείονι κέχρηται γέλωτι. Μειλίσσεται. τὸ καταπραΰνεται. Μειονεκτεῖ. τὸ ἧττον φέρει. ἢ τὸ ὀλίγον λαμβάνει. ἢ τὸ μεῖον ἔχει. παρὰ γὰρ τὸ μεῖον γέγονε. Μείρεται. μερίζεται. ἀπὸ τοῦ μέρος γίνεται μέρομαι, καὶ πλεονασμῷ τοῦ ι μείρομαι, καὶ μείρεται. τὸ δὲ μείρεται ἀντὶ τοῦ ἐπιθυμεῖται. ἀπὸ τοῦ ἵμερος γίνεται ἱμέρω καὶ ἐκεῖθεν ἱμείρομαι, ἱμείρεται, καὶ κατὰ ἀφαίρεσιν μείρεται. Μεταδῷ. ὅπέρ τις ἔλαβεν ἀπʼ ἄλλου. ὡς καὶ ὁ Ἀπόστολος· ἱνατὶ μεταδῷ χάρισμα ὑμῖν πνευματικόν. τοῦτο δὲ λέγει, οὐκ ἐμὸν τὶ δώσω, ἀλλʼ ὅπερ καὶ ἐγὼ ἔλαβον. Μετασχηματίσει. μεταβαλεῖ. Ἀπόστολος· ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν. — Ἐπίῤῥημα. —Μεγαροῖ. εἰς τὰ Μέγαρα. Μεγαλωστί. ἀντὶ τοῦ μεγάλως. Μεμελημένως. πεπονημένως. Μενοῦνγε. ἀντὶ τοῦ ἀληθῶς. ἢ τὸ ἀληθὲς λέγω ὑμῖν. Μέντοιγε. πλὴν διὰ τοῦτο, ἢ ὁμοίως, ἢ ἕνεκεν τούτου. Μεσηγύς. ἀντὶ τοῦ μεταξύ. ἢ ἀντὶ τοῦ μέσον. Μεταξύ. ἐν τῷ μέσῳ. Τὸ Μ μετὰ τοῦ Η. — Ἀρσενικόν. —Μηδαμινός. ἀπὸ τοῦ μηδαμῶς ἐπιῤῥήματος, τοῦ ὄντος ἀπὸ τοῦ μηδαμὸς ὀνόματος, συγκείμενον ἀπὸ τῆς μὴ ἀπαγορεύσεως καὶ τοῦ δαμὸς τοῦ ἰσοδυναμοῦντος τῷ τις. Μῆδος καὶ Μῆδοι. ἐθνικά. Μηδισμός. ὁ τὰ τῶν Μήδων φρονῶν. Μηθυμναῖος καὶ Μηθωναῖος. τοπικά. Μηκιστεύς. ὁ Ἡρακλῆς. Μηλασπαῖοι. ἐθνικόν. Μηλοβοτήρ. ὁ τῶν προβάτων ποιμὴν, μῆλα γὰρ τὰ πρόβατα. Μηλιαυθμός. ἡ μάνδρα τῶν προβάτων. παρὰ τὸ μῆλα καὶ τὸ ἰαύω, ὃ σημαίνει τὸ κοιμῶμαι, γίνεται ἰαυθμὸς, ἡ κοίμησις, καὶ ἐν συνθέσει μηλιαυθμός. ὡς κλαίω, κλαυθμός. Μήλων. ὁ Ἡρακλῆς. Μήν. χρόνος ἀπὸ συνόδου ἡλίου καὶ σελήνης ἐπὶ τὴν ἑξῆς σύνοδον. ὡς παρὰ τὸ κέφαλος κεφαλὴν, οὕτω καὶ παρὰ τὸ μείω μειὴν καὶ κατὰ συγκοπὴν μήν. ἀφʼ οὗ καὶ μήνη, ἡ σελήνη. Μῆνιγξ. ὁ τοῦ ἐγκεφάλου ὑμήν. διὰ τὸ μένειν ἐν αὐτῷ ἢ ἐν αὐτῇ τὸν ἐγκέφαλον. λέγεται γὰρ καὶ θηλυκῶς. Μηναγύρτης. ὁ καθʼ ἡμέραν ὀχλαγωγίας ἀγείρων καὶ συναθροίζων, καὶ ψεύδη συῤῥάπτων. Μηνίσκος. κόσμος χρυσοῦς περιτραχήλιος· τὸ καλούμενον μανιάκιον. Μηρός. παρὰ τὸ μείρω, τὸ μερίζω, μερὸς καὶ μηρός. Μήστωρ. ὁ ἐπιστήμων. παρὰ τὸ μήδω, μήσω. ὁ δυνάμενος μήσασθαι. μήδω δὲ λέγει τὸ βουλεύομαι. Μητροπάτωρ. ὁ πάππος. Μήτρως. ὁ τῆς μητρὸς ἀδελφός. ὃς μήτρως ἦν Ἱπποδάμοιο. Μηχανοῤῥάφος. ὁ κακὰ συῤῥάπτων καὶ τεχναζόμενος. Μηλάτης. ὁ ποιμήν. Μητιέτα. βουλευτικώτατος. Ἡσίοδος· —ἐξείλετο μητιέτα Ζεύς. — Θηλυκόν. —Μηλωτή. τὸ τῶν προβάτων δέρμα. Μηλοσφαγίαι. θυσίαι προβάτων. Μηλάνθη καὶ μηλολόνθη. εἴδη βοτανῶν. Μήλη. ἰατρικὸν ἐργαλεῖον. διʼ ἧς ψηλαφᾶται τὰ πονούμενα. μηλοῦν γὰρ τὸ ψηλαφᾷν λέγουσι. καὶ μήλωθρα τὰ πορφυρᾶ βάμματα. οὕτω Σέλευκος. ὁ δὲ Ὦρος ὁ Μιλήσιος παρὰ τὸ μήδω, ἡ πολλῶν κατὰ ἰατρικὴν ἐργάτις. Μηλυρίς. ἡ ἄκρα. Μηχανοῤῥαφία. ἐπίνοια, ἢ κατασκευὴ κακῶν. Μήκων. εἶδος βοτάνης. παρὰ τὸ μῆκος μήκων. λέγει δὲ τὴν κωδέαν. Μηλία. κόπρος. Μῃονία. ἡ Λυδία. Μηλίς. χρῶμα. Μήδεια. γυνή. Μηδία δὲ χώρα, ι. Μῆλος. νῆσος. Μῆνις. ἡ ὀργὴ ἢ χολὴ ἐπιμένουσα, ὅ ἐστι μνησικακία. εἴρηται δὲ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδίδοσθαι. Μήνη. ἡ σελήνη. ἀπὸ τοῦ μὴ μένειν ἐν ταὐτῷ, ἀλλὰ ποτὲ μὲν μειοῦσθαι, ποτὲ δὲ αὔξεσθαι. Μηνοδώρα. Μητροδώρα. Μήρινθος. σπαρτίον, σχοινίον. Μῆτις. ἡ βουλή. Μήτηρ. ἡ μαστεύουσα τὰ πρὸς τροφὴν τοῖς κυηθεῖσιν. ἢ ὅτι μαστεύει καὶ ζητεῖ τὰ γεννηθέντα. Μήτρα. ἐπειδὴ μήτηρ ἐστὶ τοῦ γεννωμένου. ὡς παρὰ τὸ πατὴρ πάτρα, οὕτω καὶ παρὰ τὸ μήτηρ μήτρα. Μηχανή. κατασκευή. οἶμαι παρὰ τὸ μήδω, μήσω, μηχανή. ἐξ οὗ καὶ τὸ μηχανόωντο, ἀντὶ τοῦ ἐμηχανήσαντο καὶ κατεσκεύασαν. Μήτηρ. παρὰ τὸ μῶ, τὸ ζητῶ. ἡ ὑπὸ τῶν τέκνων ζητουμένη. τὸ μη η, διατί; ἐκ τοῦ μῶ, μήσω μέλλοντος. τὰ μονοσύλλαβα διὰ τοῦ η ἔχουσι τὸν μέλλοντα. — Οὐδέτερον. —Μήδεα. τὰ βουλεύματα. παρὰ τὸ μήδω, τὸ βουλεύομαι. μήδεα δὲ, τὰ αἰδοῖα, παρὰ τὸ μέδειν καὶ ἄρχειν τῆς γεννήσεως. Μῆκος καὶ μήκιστον. καὶ εὐμηκότατον. παρὰ τὸ εἰς μῆκος ἐκτετάχθαι. λέγει δὲ τὸ μακρότατον. Μῆλα. τὰ πρόβατα. οἱ μὲν φασὶν ἀπὸ τοῦ μηκᾶσθαι, ὅπερ ἀνάρμοστον. ἄλλοι δὲ ἀπὸ τοῦ μηλώδη καρπὸν ἔδεσθαι. Ἄτταλος δὲ παρὰ τὸν μαλλόν. ἐγὼ δέ φημι, μᾶλλον ἀπὸ τοῦ μῆλα ὁ μαλλὸς εἴρηται. ἀλλὰ ἀπὸ τοῦ μέλω, μέλομαι, γίνεται μῆλον καὶ μῆλα. ἐπιμελείας γὰρ ἠξίωνται. Μήλωθρα. τὰ πορφυρᾶ βάμματα. Μηλόν. ἀργόν· νωθρόν. Μηλόβοτον. τὸ καλῶς τρέφον τὰ πρόβατα. μηλόβοτον πεδίον διήλθομεν. Μήρυμα. τὸ ἕλκυσμα. κυρίως δὲ τὸ ξαινόμενον. ἀπὸ δὲ τούτου σημαίνει καὶ τὸ κλώθω. ἀπὸ τοῦ τῆς ὑποστατικῆς ὑπάρξεως εἰς μεῖον καὶ ἔλαττον ἕλκεσθαι. οἱ δὲ μόρημα. ἐπειδὴ διὰ πόνου ἐργάζεται. μορεῖν γὰρ τὸ πονεῖν. καὶ μηρύσασθαι ἀντὶ τοῦ ὑφάναι καὶ κλῶσαι. Ἡσίοδος· στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύ-σασθαι. καὶ μήρυμα τὸ νῆμα. τοῦ Ψελλοῦ· μήρυμα, νῆμα, κάταγμα· φωλεὸς, μυωξία. Μηχάνημα. κατασκευὴ, τὸ τέχνασμα, καὶ τὸ στρατήγημα. — Ῥῆμα. —Μήδω. τὸ βουλεύομαι. παρὰ τὸ μήθω τὸ δηλοῦν τὸ μανθάνω. οὕτως Ἀπολλώνιος. Μήθω. τὸ μανθάνω. Μηκύνω. εἰς μῆκος ἄγω. Μηνιεῖ. ὀργίζεται. ἐπιμένει τῇ χολῇ καὶ τῇ ὀργῇ, μνησικακεῖ. Μηνύω. παρὰ τὸ ἀνύω. τροπῇ τοῦ α εἰς η, καὶ πλεονασμῷ τοῦ μ, μηνύω. οὕτω Θεόγνωστος. Μηνίσω. τὸ ὀργίζομαι. παρὰ τὸ μῆνις μηνίω, μηνίσω, ὡς κόνις, κονίω, κονίσω. Μηρύω. ὅ ἐστι τὰ ἄρμενα συνάγω. ἀπὸ τοῦ μέρος μερύω καὶ μηρύω, ὡς πλῆθος πληθύω. καὶ μήρυμα τὸ νῆμα. καὶ μηρύσασθαι ἀντὶ τοῦ ὑφάναι καὶ κλῶσαι. Ἡσίοδος· στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύ-σασθαι. Μήρεσθαι. συνάγεσθαι, κλώθεσθαι. Μηρυκίζω. εἰς μικρὰ κόπτω. ἀπὸ τοῦ μηρύω. Μητίω καὶ μητιόω. ὡς ἀπὸ τοῦ κόνις κονίω, καὶ δῆρις δηρίω, οὕτω καὶ μῆτις μητίω. ἐξ οὗ καὶ μητιόωντο. σημαίνει δὲ τὸ βουλεύω καὶ μηχανεύω. Μηχανᾶται. τεχνάζεται. καὶ ἀντὶ τοῦ στρατηγεῖται. — Ἐπίῤῥημα. —Μηδαμῆ. ἀντὶ τοῦ μηδαμῶς. Μηνοειδῶς. δίκην σελήνης. Μή νύ τοι. οὐδαμῶς σοι. Τὸ Μ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Μιαρός. παρὰ τὸ μιαίνω, ἢ παρὰ τὸ μία γέγονε παρώνυμον μιαρόν. ὡς σκιὰ σκιαρόν. οἱονεὶ ὁ μεμονωμένος, ᾧ οὐκ ἄν τις ἐπὶ τὸ αὐτὸ συνέλθῃ διὰ τὸ μῖσος. Μιαιφόνος. ὁ φονεύς. ἀπὸ τοῦ μιαίνεσθαι τῷ φόνῳ. Μιγάδες. οἱ ἐν τοῖς κοινοβίοις καὶ ταῖς πόλεσι. Μίδας. κύριον. ὁ χρυσομανής. Μίθρος. ὁ ἥλιος. Μιθριδάτης. κύριον. Μικρολόγος. ὁ φειδωλός. Μίκκος. ὁ μικρός· —τοῖς μίκκοις μίκκα διδοῦσι θεοί. οὕτω Καλλίμαχος. Μίλος. ὄνομα νήσου. Μικρός. παρὰ τὸ μεῖον, μέϊον καὶ μήϊον, μηϊρὸς καὶ συγκοπῇ μικρός. Μιλτοπάρειος. ἐρυθρὸς τὰς παρειάς. μίλτος γὰρ εἶδος ἐρυθρόν. Μίν. ἀντὶ τοῦ αὐτόν. Μίνως. κύριον. Μίνως καὶ Ῥαδάμανθυς κριταὶ τῶν ἐν ᾅδου κατὰ τὴν μυθοπλαστίαν τῶν Ἑλλήνων. ἔστι Μίνως καὶ Ἀττικῶς κλίνεται τοῦ Μίνω, ὥσπερ ὁ λεὼς, τοῦ λεώ. παρὰ τὸ μίμνω γέγονε Μίμνως καὶ Μίνως· ἢ παρὰ τὸ ἲς, ἰνὸς, ἴνως, καὶ πλεονασμῷ τοῦ μ Μίνως. τὸ δὲ μίμνω, ὃ σημαίνει τὸ καρτερῶ, παρὰ τὸ μένω. Μινωΐδης. ὡς ἥρως, ἥρωος, ἡρωΐδης. Μιξίας. κύριον. παρὰ τὸ μίσγω Μιξίας, ὡς σώζω Σωσίας, λέξω Λεξίας. Μισθός. κυρίως ὁ εἰς μῆνα κατατιθέμενος· καταχρηστικῶς δὲ ὁ ἐφʼ ἡμέρας. ἢ παρὰ τὸ πείσω πιστὸς καὶ μισθός· ἐν ᾧ τις πείθεται. Μίτος. τὸ ὑφαινόμενον ἐν τῷ στήμονι πλαγίως νῆμα. Μινυνθάδιος. ὁ ὀλιγοχρόνιος. — Θηλυκόν. —Μίδεια. πόλις. Μίλητος. πόλις. Μίλεια. πόλις οὕτω καλουμένη. Μίνθη. ἡδύοσμος καὶ καλάμινθος. ἀγριοηδύοσμος. Μισγάγγεια. τόπος κοῖλος, εἰς ὃν καταφερόμενα τὰ ὕδατα ἐκ τῶν ὀρῶν συνίστανται. Μιτυλήνη. νῆσος. Μίτρα. ἡ πολεμικὴ ζώνη ἡ διὰ μίτου ὑφαινομένη. ἐφορεῖτο δὲ ἐσώτερον τῆς λαγόνος χάριν ἀσφαλείας. ἢ χαλκῆ λεπίς. Μίαν σαββάτων. τὴν κυριακὴν καλεῖ ὁ Ἀπόστολος. μίαν σαββάτων ἕκαστος ὑμῶν τιθέτω θησαυρίζων παρʼ ἑαυτῷ. προτρέπει, ἐλεημοσύνην τοὺς Κορινθίους ἀπὸ τῆς ἡμέρας. — Οὐδέτερον. —Μίλιον. μέτρον γῆς. Μίλινον. χρῶμα. Μιλίγματα. δαιτὸς λείψανα, ἢ τὸ σταῖς, ᾧ κατέμασσον τὰς χεῖρας καὶ τὸ λεῖπος ἀπέψων. Μιλιαρήσιον. Μιμηλόν. τὸ μιμητικόν. Μιμαίκυλλον. τὸ σούρβον. Μῖσος. ἡ πρὸς τὸ ἀηδὲς ἀλλοτρίωσις. καὶ ἡ τοῦ λυποῦντος ἀποστροφή. παρὰ τὸ μὴ ἶσος εἶναι. Μιτατώριον. — Ῥῆμα. —Μιλίζω. μετρῶ. Μίμνουσιν. ἐκδέχονται. Μένουσι. καρτεροῦσι. καὶ μίμνω παρὰ τὸ μένω. Μινύθω. ἐλαττῶ. φθείρεται γὰρ τὸ τοιοῦτον. Μινύρεται. ἡσυχῇ κλαίει, θρηνεῖ. καὶ μινυρίζω τὸ ἡσυχῇ κλαίω καὶ θρηνῶ. ἢ ἀπὸ τοῦ μύρω, ὃ σημαίνει τὸ κλαίω, ἐξ οὗ τὸ μύρεσθαι κατὰ ἀναδιπλασιασμὸν μορμυρίζω. ἢ παρὰ τὸ μύω μυίζω, καὶ μυρίζω, καὶ κατὰ ἀναδιπλασιασμὸν μυμυρίζω, καὶ τροπῇ τοῦ μ εἰς ν καὶ τοῦ υ εἰς ι μινυρίζω. Μίστυλλον. εἰς μικρὰ κατέκοπτον. παρὰ τὸ μεῖον καὶ τὸ τίλλω, τὸ κόπτω, γέγονε μίστος καὶ μίστυλλον. — Ἐπίῤῥημα. —Μίγδην. ἀναμεμιγμένως. Μὶξ καὶ ἀναμίξ. Μίνυνθα. ἐπʼ ὀλίγον. Τὸ Μ μετὰ τοῦ Ν. — Ἀρσενικόν. —Μνήστωρ. ὁ γυναῖκα πρὸς γάμον μνηστευόμενος. Μνησιστράτειος. ὁ τοῦ Μνησιστράτου οἶκος. Μνῆσος· Μνησθείδης. ὀνόματα κύρια. Μνήμων. ὁ προεστὼς καὶ ἐπιμέλειαν ποιούμενος φόρτου, ὃν ἡμεῖς ἐπίπλουν καλοῦμεν. — Θηλυκόν. —Μνημοσύνη. ὑπόμνησις, μνήμη. παρὰ τὸ μνήμη μνημοσύνη. τὸ δὲ μνήμη παρὰ τὸ μένω, μενήνη καὶ συγκοπῇ μνήμη. Μνηστή. ἡ μνηστευθεῖσα γαμετή. —μνηστῆς ἀλόχοιο. Μνησικακία. μνήμη παρακολουθησάσης ὀξυχολίας ἐπὶ τῷ ἀνταποδοῦναι τῷ διαμαχεσαμένῳ. — Οὐδέτερον. —Μνία. τὰ βρύα. Μνεία δὲ, ἡ μνήμη, δίφθογγον. ἀπὸ τοῦ μένω μενία, καὶ καθʼ ὑπερβιβασμὸν μνεΐα, καὶ συναιρέσει μνεία. — Ῥῆμα. —Μνᾶται. μνηστεύεται. Μνησάσκετο. ἐμέμνητο. ἐμνηστεύετο. Μνίω. τὸ ἐσθίω. Μνώοντο. ἐμνηστεύοντο. Τὸ Μ μετὰ τοῦ Ο. — Ἀρσενικόν. —Μογιλάλος. Μόγος. ταλαιπωρία. κάματος. παρὰ τὸ οἰμωγὴ μόγος. ἢ παρὰ τὸ μὴ ἐᾷν τὴν ψυχὴν γάννυσθαι. καὶ μογοστόκοι αἱ μόγον ταῖς τικτούσαις ποιοῦσαι. Μοδηνός. τοπικόν. Μόθαξ. ὁ πλούσιος. Μοθωναῖος. ἀπὸ Μοθώνης. Μόθος. μάχη, πόλεμος. παρὰ τὸν μολυσμὸν τῶν φόνων. ἢ παρὰ τὸ ὁμοῦ θεῖν τοὺς μαχομένους, καὶ εἰς ταὐτὸ ἐντρέχειν. Μοίριχος· Μοῖρις· Μοιραγένης· Μοιροκλεύς. ὀνόματα κύρια. Μοιχός. ἐπὶ μὲν τοῦ ἀσελγοῦς δίφθογγον. παρὰ τὸ εἴκω, τὸ πρέπω, ῥηματικὸν ὄνομα οἰκὸς καὶ μετὰ τοῦ στερητικοῦ ν νοικὸς, καὶ τροπῇ τοῦ ν εἰς μ καὶ τοῦ κ εἰς χ μοιχὸς, οἱονεὶ ὁ ἐστερημένος καὶ ἐκτὸς ὢν τοῦ εἰκότος. μυχὸς δὲ, ὁ ἐνδότατος τόπος, ψιλόν. παρὰ τὸ νὺξ, νυχὸς, καὶ μυχός. Μολόχ. ὄνομα εἰδώλου. Μόλιβδος. παρὰ τὸ μολεῖν εἰς βάθος. Μολίων. ὁ μαχητής. Μολοβρός. ὁ πτωχός. παρὰ τὸ μολεῖν εἰς βορὰν καὶ τροφήν. Μόλιβον. μόλιβον μὲν Ὅμηρος λέγει, καὶ ἴσως Ἰακόν ἐστιν, οἱ δὲ Ἀττικοὶ μόλυβδον καὶ μολύβδινον. τὸ δὲ μολυβοῦν ἐσχάτως βάρβαρον. Φορμίων· τρεῖς ἔφη στήσειν τρίποδας, ἔπειτʼ ἔθηκεν ἕνα μολύβδινον. Κρατῖνος· —φαίνεσθαι χρυσῆν κατʼ ἀγροὺς δʼ αὖθις αὖ μολυβδίνην. Μόμμιος. κύριον. Μολυσμός. ἀπὸ τοῦ μολύνω. οἱ δὲ ἀπὸ τοῦ μέλος. Μόνιτος· Μοναίσης. κύρια. Μοναχός. ὁ μόνῳ τῷ θεῷ ζῶν. Μονιμώτερος. βεβαιώτερος. Μονότροπος. ὁ μονολόγιστος. Μονήρης. ὁ μοναδικὸς βίος. Μοναδικούς. ἀναχωρητάς. ἢ ἁπλῶς μονάζοντας. Μονόζωνοι. μάχιμοι, ἢ εὐσταλεῖς καὶ κοῦφοι στρατιῶται. Μονόκερως. ζῶον, τὴν δύναμιν ἄμαχον καὶ ἀνυπότακτον τοῖς ἀνθρώποις. οὐ γὰρ δήσεις αὐτὸν, φησὶν, ἱμάντι, οὐδὲ κοιμηθήσεται ἐπὶ φάτνης. Μονητάριος. ὁ τὸ κέρμα ἐργαζόμενος. Μονόλωπα. μονοχίτωνα. λώπη γὰρ τὸ ἱμάτιον. Μόρος. ὁ θάνατος. παρὰ τὸ μείρω, τὸ μερίζω, γίνεται μόρος. ὡς σπείρω, σπόρος. ὁ μεμερισμένος τοῖς πᾶσι. καὶ μόρος ἡ κακοπάθεια, καὶ μορῆσαι τὸ κακοπαθῆσαι. Μορώεις. ὁ μετὰ κόπου ἐργασθεὶς τόπος. Μόσυν. ξυλίνην οἰκίαν. ἢ τὸ ξυλόκαστρον. ὁ μόσυν, καὶ κλίνεται τοῦ μόσυνος. ὡς Φόρκυν, Φόρκυνος. παρὰ τὸ μῶ, τὸ συντιθῶ. Μόρφνος. εἶδος ἀετοῦ. παρὰ τὴν ὄρφνην. οἷον· νύκτα διʼ ὀρφναίην. πλεονασμῷ τοῦ μ μόρφνος, ἵνα σημαίνει ὁ μέλας. ἢ παρὰ τὸν μόρον καὶ τὸ φόνος, κατὰ συγκοπὴν τῶν δύο οο μόρφνος, οἱονεὶ ὁ ἐπιφέρων τοῖς ὄρνισι φόνον. Μοχλός. παρὰ τὸ ὁμοῦ ἔχειν τὴν κλεῖν. Μοχθηρός. πονηρὸς, ἐπίπονος. Μονογενής. οὗ ἄλλος οὐ προετάχθη, καὶ μεθʼ ὃν ἕτερος οὐ γέγονεν. Μοῦνος καὶ μόνον. τὸ μονοειδές. Ἡσίοδος· οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος—. — Θηλυκόν. —Μογοστόκος. ἡ ἐν τῷ τίκτειν κακοπαθοῦσα, ἢ ἡ μόγον ταῖς τικτούσαις ποιοῦσα. μογοστόκος Εἰλείθυια. Μογηράν. ἐπίπονον. Μοθώνη καὶ Μοθωνία. ὀνόματα χωρῶν. Μοῖρα. ὡς ἀπὸ τοῦ σπείρω γίνεται σπορὰ, καὶ ἀπὸ τοῦ κείρω κουρὰ, οὕτω καὶ ἀπὸ τοῦ μείρω, τὸ μερίζω, ὤφειλεν λελέχθαι μορά· ἀλλʼ ἐπειδὴ ἡ μορὰ τάγμα ἐστὶ παρὰ Λακεδαιμονίοις, τούτου χάριν πρὸ ἀντιδιαστολὴν τούτου ἐβαρύνθη, καὶ ἐγένετο μόρα καὶ πλεονασμῷ τοῦ ι μοῖρα. ἡ δὲ μοῖρα σημαίνει τρία· τὸ καθῆκον, οἷον· —κατὰ μοῖραν ἔειπες. τὴν εἱμαρμένην, οἷον· μοῖραν δʼ οὔτινά φημι— καὶ τὴν μερίδα· μοίρας δασάμενοι—. Μόρμον. τὸ μέλαν. Μόρμος. εἶδος ἀετοῦ. Μουσική. γνῶσις ποσοῦ θιωρισμένου σχέσιν ἔχοντα ἑτέρου πρὸς ἕτερον. Μολυβδαίνη. τὸ ἄγκιστρον παρʼ Ὁμήρῳ. καὶ μολυβδίνη. Μολπή. ὕμνος, ᾠδή. καὶ τὸ παίγνιον. Μομφή. ἡ μέμψις. Μονάς. ἀρχὴ ἀριθμοῦ, κατὰ πόσον ἀδιαίρετον. Μονοειδής. οἷον μονοειδὴς οὐσία· ἡ ἐν μόνῳ τῷ εἴδει καὶ οὐκ ἐν μετασχηματισμῷ ὁρωμένη οὐσία· ἢ ἡ μονοτρόπως ὁραθῆναι δυναμένη· ἢ ἡ πάσης τροπῆς καὶ μετασχηματισμοῦ οὐσία χωρίς. Μορία. ἡ ἀγριελαία. οἱ μὲν πᾶσαν ἐλαίαν οὕτω καλοῦσιν, οἱ δὲ τὰς ἱερὰς τῷ θεῷ. ἐκλήθη δὲ μορία, οἱ μὲν, ὅτι δημοσίαν μοῖραν ἐκ τῶν καρπῶν ἐλάμβανον. Ζήνων δὲ ὁ Μύνδιος, ὅτι τὸ βρύον τῶν ἐλαιῶν ἐκαλεῖτο μόρον, ἔνθεν αἱ ἀνθοῦσαι ἐλαῖαι μόραι ἐλέγοντο. Μορφή. τὸ καθʼ ἑαυτὸ ὂν κοινωνίας ἑτέρου εἰς τὸ εἶναι μὴ δεόμενον. παρὰ τὸ μείρω, μερίζω, μορὴ καὶ μορφὴ, πλεονασμῷ τοῦ φ. μορφὴ, ἡ κατὰ διάνοιαν θεωρία θεωρουμένη καὶ ἑτέρου πρὸς τὴν αὐτῆς ἀνενδεῶς ἔχουσα. μορφὴ ἔν τισι λαμβάνεται τὸ ὁρώμενον τοῦτο τοῦ σώματος εἶδος. κυρίως δὲ μορφὴ ἡ οὐσία ἐλήφθη ἐπὶ τῶν πατέρων· καὶ μὴν καὶ ὑπὸ τοῦ Ἀποστόλου· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, ὅ ἐστιν ἐν τῇ οὐσίᾳ γιγνωσκόμενος. ἀθέμιτον γὰρ καὶ ἀσεβὲς ἐπὶ τοῦ θεοῦ τοῦ ἀοράτου τὴν μορφὴν εἶδος εἰπεῖν. μορφὴ δὲ δούλου ἐστὶν κτιστοῦ ἀνθρώπου οὐσία. τὸ χαρακτηρίζον τὴν εἰκόνα τοῦ Ἀδάμ. μορφὴ εἴρηται ὡς τῶν μορίων ὑφὴ ἤτοι οὐσία· μόρια δὲ μορφῆς αἱ ὑποστάσεις αὐτῆς λέγονται ἤτοι τὰ μέρη. Μόρφωσις. σχηματισμός. Μόσυς. πύργος. Μότωσις. τὸ μοτάριον. Μοχθηράν. ἐπίπονον· κακοπαθητικήν. ἀπὸ τοῦ μογῶ, τὸ κακοπαθῶ. — Οὐδέτερον. —Μοιχάγρια. τὰ ἀντὶ μοιχείας ἀγρεύματα, ἐπὶ τῷ ληφθῆναι μοιχὸν ἀποτιννύμενα. οἱονεὶ ἡ τοῦ μοιχοῦ μοῖρα ἀγρευομένη. Μολερόν. βραδύ. Μολούχιον. κόσμος γυναικεῖος. Μονογενές. τὸ μὴ πρὸ αὐτοῦ μήτε μετʼ αὐτοῦ ἔχον τι γεγεννημένον. Μόρια. τὰ σώματος μέλη. καὶ μόριον ἐπὶ τοῦ αἰδοίου κατʼ ἐξοχὴν τῶν ἄλλων μορίων τοῦ σώματος. παρὰ τὸ μείρω, τὸ μερίζω, ὅτι καὶ μέρος. ἐγὼ δέ φημι παρὰ τὸ μὴ ὁρᾶσθαι διὰ τὴν αἰδῶ, ἀλλὰ κρυφῆ κατέχειν. Μορμολύκειον. φόβητρον. ἢ τὸ τῶν τραγῳδῶν προσωπεῖον ἢ προσποιούμενον ἐπίφοβον ἐπὶ τέρψει τῶν θεατῶν, Μονοτονίας. ἀναισχυντίας. ἢ αὐτογνωμοσύνης. Μόρσιμον. εἱμαρμένον, πεπρωμένον, μεμοιραμένον. παρὰ τὴν μοῖραν μοίραμον, συγκοπῇ καὶ πλεονασμῷ τοῦ ς μόρσιμον. Μόρα. τὰ συκάμινα. Μορφνόν. σκοτεινὸν, μέλαν. Μόσχειον. κρέας. Μοτόν. τὸ αἰδοῖον. Μουσεῖον. σχολεῖον. ἀπὸ τοῦ μοῦσα, ὅ ἐστιν ὁ λόγος. Μουσίον. τὸ τῶν ψηφίδων ποίημα. Μούσειον. στόλισμα. Μοχλία. οἱ μοχλοί. μοχλεία δὲ ἡ μόχλευσις, δίφθογγον. Μονοούσιον. τὸ μὴ ἔχον ἕτερόν τι τῆς αὐτοῦ οὐσίας ὅμοιον. οἷον ἥλιος, οὐρανὸς, σελήνη καὶ τὰ ὅμοια. Μόρφωμα. τὸ ἐπίπλαστον, εἰκόνα καὶ σχῆμα ἔχον ἀληθείας, οὐκ ὂν δέ. καὶ ὁ Ἀπόστολος· ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ. — Ῥῆμα. —Μογῆσαι. κακοπαθῆσαι. παρὰ τὸ μὴ ἐᾷν γάννυσθαι. Μολῶ. πορεύομαι, παραγίνομαι. Μολύνω. παρὰ τὸ μῶλος, ὃ σημαίνει τὴν συμβολὴν τοῦ πολέμου, κατὰ τροπὴν τοῦ ω εἰς ο. οἱ δὲ ἀπὸ τοῦ ὀλλύω, ὀλλύνω, καὶ πλεονασμῷ τοῦ μ καὶ ἀποβολῇ τοῦ ἑνὸς λ μολύνω. Μονηφορῶ. ἓν φορῶ. μονειμοφορῶ δὲ δίφθογγον. ἀπὸ τοῦ μόνον καὶ τοῦ εἷμα, τὸ ἱμάτιον. Μονωδῶ. θρηνῶ. Μορμύρων. τρέχων, ταράσσων. κυρίως δὲ ἐπὶ ποταμοῦ λέγεται ῥεῦμα ἔχοντος. ὠνοματοπεποίηται ἡ λέξις ἀπὸ τοῦ ψόφου τοῦ ἐν τοῖς ὕδασι γινομένου. Μορμολύττει. ἐκφοβεῖ. τοὺς παῖδας πάνυ τι μορμολύττοντες. Μουσηγετῶν. κιθαρίζων. Μοχθεῖ. ταλαιπωρεῖ, κακοπαθεῖ. — Ἐπίῤῥημα. —Μόγις. ἀντὶ τοῦ μόλις. παρὰ τὸν μόγον. Μόλις. βραδέως. Μολεύειν. τὸ ἀφανίζειν. Μονονουχί. σχεδόν· εὐθέως· ἐγγὺς ἢ τῷ ὄντι. Μονωτί. κρύφα. Τὸ Μ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Μυδαλέος. σεσημμένος, δίυγρος. ὀζώδης. ἀπὸ τοῦ μύω, ἢ ἀπὸ τοῦ μύζειν καὶ ἐκθλίβειν τὸ ὑγρόν. κυρίως δὲ ὁ ὀζώδης καὶ σεσηπώς. παρὰ τὸ μυδῶ καὶ μυδόω. καὶ μυδόωσα ἡ διυγραινομένη. —μυδόωσα δʼ ὑπὸ χροὸς ἔῤῥεε λάχνη. ἀπὸ τοῦ ὕδωρ, ὑδῶ, ὑδώσω, πλεονασμῷ τοῦ μ μυδόω, μυδῶ, μυδόωσα, καὶ μυδᾷν. ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων. σημαίνει δὲ τὸ οἰδαίνειν, καὶ ὀγκοῦσθαι, καὶ φυσᾶσθαι· οἰδαίνουσι γὰρ οἱ τάφοι κατὰ τὰ ἔνδον. Μῦθος. ψευδὴς λόγος. Μύκλος. ὁ τράχηλος, ἢ ἡ ἐν τῷ τραχήλῳ τῶν ὄνων ὑποδίπλωσις. μύκλοι λέγονται καὶ οἱ κατωφερεῖς εἰς γυναῖκας. εἴρηται δὲ ἀπὸ ἑνὸς Μύκλου αὐλητοῦ, ὃς ἐκωμῳδήθη ἐπὶ μαχλότητι. Μυκτηρισμός. παρασχηματισμὸς τῆς ῥινὸς εἰς ὕβριν τινὸς γινόμενος. Μύλαξ. ὁ λίθος. Μυλασέων. ἐθνικόν. Μυλωθροί. ἐθνικόν. Μυλάκεσι. μυλοειδέσι λίθοις. Μυρμιδόνες. ἐθνικόν. Μυρονήτης. ἀπὸ πόλεως Μυρονήτου. καὶ μύρτος ὁ καρπὸς τῆς μυρσίνης. Μυρονίτης οἶνος. ὁ τῷ μύρῳ κεκραμένος. Μύρσος. πλεκτὸν ἀγγεῖον ἐξ ἄγνου, ὅ ἐστι λύγου, πλακείς. Μύρσον ἐς ὠτώεντα—. Μυρινίτης. ὁ ἐκ τῆς μυρίνης. τινὲς τὸ μυῤῥίνη διὰ δύο ρρ γράφουσι. Μύστης. ὁ τῶν μυστηρίων ἐξηγητής. Μυσταγωγός. διδάσκαλος. Μύσκελος. ὁ στραβόπους. Μῦς. ὁ ποντικός. καὶ κλίνεται μυός. Μυχός. ὁ ἐνδότερος τόπος. Μύωψ. εἶδος κώνωπος. Μυττωτός. ὑπότριμμα. τοῦ Ψελλοῦ· ὁ μυττωτὸς ὑπότριμμα ἐκ τυροῦ καὶ σκορόδων. Μύρμηξ. παρὰ τὸ μερμερίζω, τὸ φροντίζω, ὁ μέλλων μερμερίξω, ἀποβολῇ τοῦ ω μερμέρηξ, καὶ ἐν συγκοπῇ μέρμηξ, καὶ τροπῇ τοῦ ε εἰς υ μύρμηξ. — Θηλυκόν. —Μύησις. ἡ μάθησις, καθήγησις, ἐπιστήμη, γνῶσις, μυσταγωγία ἢ τὸ μυστήριον. παρὰ τὸ μεμυκέναι. Μυκαλησσός· Μυκήνη. ὀνόματα πόλεων. Μύκη. ἡ θήκη τοῦ ξίφους. παρὰ τὸ μύω, τὸ κατακλείω. Μύλαι. αἱ σιαγόνες. Μυλία. λίθος. Μύνη. ἡ πρόφασις. ἐπιμονῆς γὰρ χρεία τῷ προφασιζομένῳ εἰς τὸ ψεύδεσθαι καὶ μὴ εἰπεῖν τὸ ἀληθές· ὥστε ἀπὸ τοῦ μονὴ, ὡς γονὴ, γυνή. καὶ μυνάμενος ἀντὶ τοῦ προφασιζόμενος. παρὰ τὸ μεμυκέναι τῷ στόματι. Μυρίκη. βοτάνη ἄχρηστος, κυπαρισσοειδὴς, παραπεφυκυῖα ἐν ποταμοῖς. Μύραινα. ὄνομα ἰχθύος. Μυῤῥίνη. χώρα. Μυόνησος· Μυοῦς, Μυοῦντος. ὀνόματα πόλεων. Μύτις. μέρος τοῦ σώματος. καὶ κλίνεται μύτεως. Μυγή. γέροντος ἀδυναμία. Μυωξία. ὁ τῶν ποντικῶν φωλεός. Μυσταγωγία. μυστηρίων ἀγωγὴ, διδασκαλία καὶ μετουσία, ἢ μυήσεως ἀγωγὴ καὶ μετάληψις, δηλαδὴ θείας. Μυσία. περὶ τὴν Ἄβυδόν ἐστιν ἡ Μυσία. — Οὐδέτερον. —Μῦ. τὸ στοιχεῖον, ὅτι μυγμόν τινα ἔχει ἡ τούτου ἐκφώνησις. μυγμὸς δέ ἐστιν ὁ τοῦ μῦ ἦχος, διὰ τοῦ μυκτῆρος ἐξερχόμενος. Μύγματα. ξύσματα, τζουκνίσματα. Μυδαλέον. δίυγρον. Μύκινον. εἶδος ἀγγείου. Μυκόνιον. τόπος. Μυλαῖον πεδίον. ἀπὸ τοῦ Μυλαίου τόπου. Μυρέλεον. τόπος. Μυρία. πολλά. ἀπὸ τοῦ μεμυκέναι τοὺς δακτύλους ἐν τῇ ψήφῳ. Μύρον. ἀπὸ τοῦ ἐκπιέζεσθαι καὶ ἀποστάζειν. μύρω γὰρ τὸ ῥέω. —ὅσον τʼ ἐπιμύρεται ἰσθμός. Μῦσος. βδέλυγμα. Μυστήρια. θεωρία πνευματικὴ τὴν τῶν πολλῶν κατάληψιν διαφεύγουσα. παρὰ τὸ ἅ τινα μύσαντα δεῖ τηρεῖν ἔνδον. Μύστρον. ἀπὸ τοῦ μυστίλλεσθαι καὶ μικρὰ ἐπαίρειν. Μύστλον. τὸ κοῖλον. παρὰ τὸ ἐοικέναι τῷ θαλασσίῳ μυΐ. καλεῖται δὲ μῦς ἐκεῖνο, ὅτι μύεται καὶ συγκλείεται, ὅτε θέλει. Μυστήριον. τὸ κατὰ Χριστὸν κήρυγμα παρὰ τῷ Ἀποστόλῳ· ἀλλὰ λαλοῦμεν σοφίαν θεοῦ ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην. Μυστήριον. καὶ τὸ ἀπόῤῥητον. ὡς τό· ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθησόμεθα. τὸ τὰ ἀπόῤῥητα λέγειν αὐτοῖς, δείκνυσι τὴν πρὸς αὐτοὺς ἀγάπην. — Ῥῆμα. —Μυζῶ. τὸ ῥοφῶ. καὶ μυζεῖς ἀντὶ τοῦ θρηνεῖς. Μυκώμενος. ὡς βοῦς βοῶν. Μύκησαν. ἤχησαν. Μύκω. τὸ ἀνοίγω. Μυκτηρίζω. ἐξουθενῶ. Μυλιόων. θρηνῶν. καὶ μυλιόωντες, τὰ χείλη κινοῦντες, ἀπὸ τοῦ ψύχους, ἢ συγκρούοντες τὰς μύλας, ἢ συνάγοντες. Μυνάμενος. προφασιζόμενος. μύνη γὰρ ἡ πρόφασις. Μύξεις. θρηνήσεις. Μυντιζόμενος. παρακαμμύων. Μυούμενος. μυσταγωγούμενος. Μυρόμενοι. θρηνοῦντες. Μύρω. τὸ ῥέω. —ὅσον τʼ ἐπιμύρεται ἰσθμός. Μυσαττόμενος. βδελυττόμενος. Μύσαντος. καμμύσαντος. Μύω. τὸ καμμύω. Μυωπάζω. ὀφθαλμιῶ. Μυωπίζω. πτερνίζω. ἀπὸ μύωπος, ἥτις ἐστὶ μυῖα ἐρεθίζουσα τοὺς βοῦς. ὡς δʼ ὅτε μύωπι τετυμμένος—. Μυδόωσαν. ὄζουσαν. Μύθεαι. λέγεις. Μυλίζειν. τὸ κατευτελίζειν. τοῦ Ψελλοῦ· τὸ δέ γε ἀπεμύλιζε τὸ κατηυτέλιζέ πως. Τὸ Μ μετὰ τοῦ Ω. — Ἀρσενικόν. —Μωάβ. ἑρμηνεύεται λέβης τῆς ἐλπίδος μου, ἢ λέβης ἀμεριμνίας· τουτέστιν ὁ ἀπόβλητος ἄνθρωπος, ὁ ἀπειλὴν ἔχων μὴ εἰσελεύσεσθαι εἰς ἐκκλησίαν κυρίου. οὐκ εἰσελεύσεται γὰρ Μωαβίτης ἕως τρίτης γενεᾶς καὶ ἕως δεκάτης εἰς τὸν αἰῶνα. ἢ Μωὰβ ἔντερον πατρὸς ἑρμηνεύεται. νοεῖται δὲ καὶ τὸ ἡμέτερον σῶμα. Μωδάδ· Μωδεείμ· Μωδεΐν· Μωδεάν. ὀνόματα κύρια. Μώλωψ. τραῦμα συνουλωθέν. κυρίως δὲ ἡ ἐκ βοείων λώρων γινομένη πληγή. ἀπὸ τοῦ βοὸς καὶ τοῦ λέπους, ὅ ἐστι δέρματος, ᾧ οἱ ἱμάντες κατασκευάζονται. βοόλωψ καὶ μώλωψ. Μῶλος. ὁ πόλεμος. ἡ μάχη· ἢ συμβολὴ τοῦ πολέμου. εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηα. παρὰ τὸν μώλωπα καὶ τὸν μολυσμὸν τὸν ἐν τῷ πολέμῳ καὶ τῇ μάχῃ. Μῶμος. ὁ ψόγος. Μωμοσκόπος. ὁ φιλόψογος. Μώνυχες. τὰ μὴ διχηλοῦντα, οἷον ἵππος, ὄνος καὶ τὰ τοιαῦτα. ὡς ἀπὸ τοῦ ὀνόματος ὄνομα καὶ συνώνυμον, οὕτως καὶ ἀπὸ τοῦ μόνος καὶ τοῦ ὄνυχος ἀποβολῇ τοῦ ν μοώνυχες καὶ κράσει τοῦ ο καὶ ω μώνυχες. καὶ μονώνυχες. Μωνύχιος. ὁ μάταιος. Μωρός. ὁ ἄφρων. εἴρηται καὶ ἐπὶ τοῦ ἀθέου καὶ ἀπίστου, ὡς τό· οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός. Μωραθί· Μωραῆ. ὀνόματα κύρια. Μῶροι. ἐθνικόν. Μῶφις, Μώφιδος. ὄνομα κύριον. Μώλωψ. ἴχνος πληγῆς ὕφαιμον, θλασθέντος τοῦ σώματος ἐκ τῆς ἀντιτύπου τοῦ πλήξαντος. κυρίως δὲ ἡ ἐκ βοείων λώρων γινομένη πληγή. — Θηλυκόν. —Μώκησος. πόλις. Μωκία. κύριον. μωκία καὶ ἡ λοιδορία καὶ ὁ ἐμπαιγμός. μετὰ τῆς συνήθους μωκίας. Μῶλος καὶ Μῶλα. ὀνόματα πόλεων. Μώλυζα. σκόροδον μονοφυές. Μώλυζαι. αἱ τῶν σκορόδων κεφαλαί. τοῦ Ψελλοῦ· αἱ τῶν σκορόδων κεφαλαὶ μώλυζα γέλγιθές τε. γράφεται καὶ γέγλιθες. — Οὐδέτερον. —Μῶλυ. εἶδος βοτάνης, ὅπερ δέδωκεν ὁ Ὀδυσσεὺς τοῖς ἑταίροις αὐτοῦ καὶ ἀποκατέστησεν αὐτοὺς ἀνθρώπους ἀπὸ τῆς ἀλλοιώσεως τῆς Κίρκης. παρὰ τὸ μωλύειν, τουτέστι καταπραΰνειν καὶ καταστέλλειν τὰς φθοροποιοὺς νόσους. Μωλυρόν. βραδύ. Μῶμαρ. ὁ ψόγος. Μωμητά. ἐπίψογα. Μωλάχιον. εἶδος βοτάνης. Μωλύτερον. τὸ ἀμβλύτερον. παρὰ τὸ μωλύειν. Μῶρυ. τὸ ὄξος. Μῶς. τὸ ὕδωρ παρʼ Αἰγυπτίοις. καὶ μῶϋ. — Ῥῆμα. —Μωκεύειν. μέμφεσθαι. Μωκῶ. τὸ λοιδορῶ. μωκώμενος. Μωκίζω. τὸ μυκτηρίζω. τὸ ἐμπαίζω. Μωλωπίζω. τραυματίζω. Μωλύειν. πραΰνειν, καταστέλλειν, ἢ τὸ ἀμβλύνειν καὶ κωλύειν. ἀπὸ τοῦ μὴ ὀλλύειν, ἢ ἀπὸ τοῦ κωλύειν. ἔχων μὲν ἐν τῇ χειρὶ μῶλυ, ὅ ἐστι φάρμακον. ἔστι δὲ εἶδος βοτάνης. Μωμήσεται. μέμψεται. Μωμεύειν. μέμφεσθαι. Μῶ. τὸ ζητῶ. Μῶν. ἀντὶ τοῦ ἆρα. μῶν ἦλθεν.