Κ. Τὸ Κ μετὰ τοῦ Α. — Ἀρσενικόν. —Κάβαξ. ὁ πανοῦργος. Κάβαισος. ἄπληστος. κάβον γὰρ μέτρον σιτικόν. Καδδίσκος. ἀγγεῖόν τι, εἰς ὃ ἐψηφηφόρουν οἱ δικασταί. Καθηγητής. διδάσκαλος. Κάθιδρος. κεκμηκώς. Καθαπτός. ἐνδεδυμένος. Ἀριστοφάνης· νεβρῶν δοραῖς καθαπτός. Καθαροί. οἱ τὴν καθολικὴν ἀρετὴν κεκτημένοι, καὶ μηδὲν ἑαυτοῖς συνειδότες πονηρόν. ἢ οἱ ἐν σωφροσύνῃ διάγοντες. ὡς τό· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ. Καθαρός. ὁ πάντα καλῶς θεωρῶν. ἢ ὁ μὴ λαμβανόμενος ἑαυτοῦ ἐπὶ ἀθετήσει ἐντολῆς θεοῦ ἢ ἐλλείψει ἢ ἀμελείᾳ. εἰ δὲ βούλει, ὁ μὴ μόνον τῆς κατʼ ἐνέργειαν καὶ διὰ σώματος τελουμένης ἁμαρτίας ἀπεχόμενος, ἀλλʼ ὁ καὶ τοῖς λογισμοῖς καθαρεύων καὶ οὐδὲ ἐν τῇ ψυχῇ πλημμελῶν. ἱκανὴ γάρ ἐστιν ἡ τῆς ψυχῆς καθαρότης τὸν θεὸν κατʼ αὐτῆς κατοπτρίζεσθαι. τῶν γὰρ τῆς ἰδίας φύσεως ἀγαθῶν ὁ θεὸς ἐνετύπωσε τῇ ἡμετέρᾳ κατασκευῇ τὰ τιμήματα, οἷόν τινα κηρὸν σχήματι γλυφῆς προτυπώσας. Κάϊν. ζῆλος ἑρμηνεύεται. ὁ δὲ Ἄβελ, πένθος. Κακοδαίμων. δυστυχής. Κακήγορος. ὁ λέγων κακά. Κακός. ὁ μὴ θέλων τὸ καλὸν, καὶ ὁ δειλός. Ὅμηρος· κακοὺς δʼ ἐς μέσον ἤλασεν. Κακόχαρτος. ὁ τοῖς κακοῖς χαίρων. Κακόσχολος. πονηρός. ἀπὸ τοῦ σχολάζειν τοῖς κακοῖς. Καλάσιρις. χιτὼν πλατύς. οὕτως Αἰγύπτιοι. Κάμμορος. ταλαίπωρος. οἱονεὶ κακόμορος. κατὰ συγκοπὴν κάμμορος. Κάμαξ. χάραξ ἢ ξύλον ὀρθόν. Κάνωτος. τόπος ἐν Ἀλεξανδρείᾳ. Κανών. λόγος ἔντεχνος δηλωτικὸς, ἀπευθύνων ὁμοιότητι πρὸς τὸ καθόλου τὸ διεστραμμένον τῶν λέξεων. ἢ κανών ἐστι νόμος ἀπαράβατος, καὶ μέτρον ἀδιάψευστον, πᾶσαν πρόθεσιν καὶ ἀφαίρεσιν μηδαμῶς ἐπιδεχόμενον. ἐκ τοῦ κανόνος, ὅς ἐστι ξύλον, ᾧ κέχρηνται οἱ τεχνῖται εἰς ξύλων ἢ λίθων ἀπόρθωσιν. παρατιθέντες γὰρ τὸν κανόνα τοῖς παρʼ αὐτῶν ἐργαζομένοις, διʼ αὐτοῦ, εἴ τινα εὑρίσκουσιν ἐν αὐτοῖς λοξότητα, εἰσοχάς τε καὶ ἐξοχὰς, εἰς εὐθύτητα ἀποξέουσι καὶ ὀρθοῦσι τὸ ἐργαζόμενον. Κάπετος. σορὸς, θήκη. Καπνός. ἀναθυμίασις ξυλώδης ξηρὰ καὶ θερμή. ἢ ἀτμὸς δριμὺς ὑπὸ τῆς τοῦ πυρὸς ἀναφορᾶς, ἐκ τῶν ὑποτυφομένων ἀναπεμπόμενος. ἄνθραξ δὲ πῦρ γεῶδες μετὰ τὴν τῆς φλογὸς πάροδον τῇ παχυτέρᾳ καὶ γεωδεστέρᾳ ὕλῃ ἐναπομεῖναν. μετὰ γὰρ τὸ παρελθεῖν τὸ ἀνθηρὸν τῆς φλογὸς, ἡ περὶ τὴν παχεῖαν ὕλην τοῦ πυρὸς ὁμιλία ἄνθρακες ὀνομάζονται. Καρδιανός. ἀπὸ πόλεως Καρδίας. Καρθμός. ὁ ποῦς. Καρπός. ὁ πρὸς ἄμητον ἡτοιμασμένος στάχυς. σημαίνει καὶ τὸ κοῖλον τῆς χειρός. ὡς τό· κύσε χεῖρʼ ἐπὶ καρπῷ. ἔνθεν καὶ ὁ τῆς χειρὸς ξηρὸς τόπος καὶ ἄσαρκος καρπὸς λέγεται. Καρχαροδόντων. τραχεῖς ὀδόντας ἐχόντων ἢ ὀξεῖς. παρὰ τὸ χαράσσω κάρχαρος κατὰ ἀναδιπλασιασμόν· τὸ γὰρ τραχὺ καὶ σκληρὸν χαράσσεται. Κατοβλέψ. εἶδος θηρίου. Καταπέλτης. τιμωρητικὸν ὄργανον, ἐν ᾧ προσδεσμούμενός τις οὕτως κολάζεται. Κατηφής. στυγνός. Κατάλληλος. ἁρμόζων. Καταπρανοῦς. ἤτοι κατωφεροῦς. Κατάγελως. ὀνειδισμός. ἐξουδένωσις. Κατάδουπος. ὁ κατάκτυπος. δοῦπος γὰρ ὁ κτύπος. ἢ ὁ καταῤῥάκτης. Κατάῤῥυτος. ἀρδεύσιμος. Καυλῷ. τῷ ἄκρῳ τοῦ δόρατος. Καχρυδίας. ὁ ἐκ κριθῆς ἄρτος, ὃν παξαμᾶν λέγομεν. Καχύποπτοι. κακὰ ὑποπτεύοντες. Καιρός. χρόνος ἐπιτήδειος εἰς ἐργασίαν. Καινός. ὁ νέος. οἶμαι, ὅτι κραινός τις ὤν. κατʼ ἔλλειψιν τοῦ ρ. οἱονεὶ ὁ ἤδη ἐπιτελεσθείς. Κακός. ὁ δειλός. παρὰ τὸ χάζω, χακὸς καὶ κακὸς, ὁ ὑποχωρῶν καὶ φεύγων. Κάβειροι. δαίμονες ἢ ὀνόματα θεῶν. Ἀξιόκερσα ἡ Περσεφόνη· Ἀξίερος ἡ Δημήτηρ· Ἀξιοκέρσης δὲ ὁ Ἅιδης. προσηγορεύθησαν δὲ ἀπὸ Καβείρων, ὀρέων Φρυγίας, ἐπεὶ ἐντεῦθεν μετηνέχθησαν. Κάϊκος. ὄνομα ποταμοῦ. Κάδος. παρὰ τὸ χαδῶ, τὸ χωρῶ, περισπωμένως. ὁ μέλλων χαδήσω. ἀφʼ οὗ τὸ κεχάδηκα κατὰ ἀναδιπλασιασμὸν, ῥῆμα ὄνομα χάδος, καὶ κάδος, τὸ χωρητικὸν ἀγγεῖον. Κάκιθος. ὁ κακιζόμενος. παρὰ τὸ κακίζω κάκιστος καὶ κάκιθος. Κακόσχολος. ὁ χρόνον διατιθέμενος ἐπὶ τὸ χεῖρον. Κάλαθος. εἰς ὃν τὰ κάλλη ἀποτίθενται. κυρίως δὲ κάλλη τὰ βεβαμμένα ἔρια. καταχρηστικῶς δὲ καὶ ὁ ἐπιδεκτικὸς τῶν πυρῶν καὶ σταφυλῶν. ἢ γάλαθος, εἰς ὃν τὸ γάλα ἀπετίθεσαν τυρεύοντες. Κάλλιμος. ἡ διὰ τοῦ ι παραγωγὴ ἐκ τριῶν γίνεται. οἷον· σπόρος, σπόριμος· ἀγωγὴ, ἀγώγιμος· κῦδος, κύδιμος. οὕτως κάλλος, κάλλιμος. γίνεται καὶ ἀπὸ ῥήματος· προσδοκῶ, προσδόκιμος. Καλόπους. κυρίως ὁ ξύλινος ποῦς. κᾶλον γὰρ τὸ ξύλον. Καλός. ἔστι ῥῆμα κάζω, τὸ κοσμῶ. ὁ μέλλων κάσω. ῥῆμα ὄνομα καλός. ἢ παρὰ τὸ καλῶ ῥῆμα γίνεται καλός· διὰ τὸ καλεῖν πρὸς ἑαυτὸν ἕκαστον, ὡς ἀγαθὸν, ἐφʼ ᾧ ἄγαν θέομεν. Κάμαξ. ἀρσενικῶς μὲν σημαίνει τὸ ὄρυγμα, ἢ τοὺς πασσάλους τοὺς ἐν τῷ τάφρῳ πεπηγμένους πρὸς τὴν τῶν πολεμίων ἐρωήν. θηλυκῶς δὲ τὰς ῥάβδους, ἢ δόνακας πεπηγμένους ταῖς ἀμπέλοις. Ἡσίοδος· σειόμενος σταφυλῇσι καὶ ἀργυρέῃσι κάμαξι. παρὰ τὸ κάμνειν ἐν τῷ βαστάζειν τὴν ἄμπελον. οἱονεὶ κάμναξ τὶς οὖσα, κατὰ ἀποβολὴν τοῦ ν κάμαξ. Καμπανοί. ὅτι Καμπτὸν ἔκτισαν πρὸς τὴν Κύμην τόπον οὕτω λεγόμενον. ὅθεν καὶ Καμπανοὶ ἐκλήθησαν. οὕτως Ὦρος ὁ Μιλήσιος. Κανθός. ὁ ἐπὶ τοῦ ὀφθαλμοῦ. οἱονεὶ κνηθός τις ὢν, ἀπὸ τοῦ κνήθεσθαι, συνεχῶς δακνομένους. Κάπηλος. ὁ μεταβολεὺς καὶ οἰνοπώλης. παρὰ τὸ χέειν τὸν πηλὸν, ἤγουν τὸν οἶνον. ἢ παρὰ τὸ κακύνειν τὸν πηλόν. Κάπετος. ἡ τάφρος. παρὰ τὸ σκάπτω, σκάπετος, καὶ κάπετος. παρὰ τὸ ἐσκάφθαι. Κάραβος. παρὰ τὸ τὴν κάραν βαίνειν, τῆς κεφαλῆς προεχούσης. ἢ καὶ τὴν ναῦν ὡσαύτως, κάρα γὰρ ἡ τρόπις. Καρκῖνος. ὁ πάγουρος, καρακῖνος τὶς ὢν, ὁ κινῶν ἐπὶ συχνῷ τὴν κάραν. Κάρος. ἡ σκότωσις. ἡ μέθη. παρὰ τὸ τὴν κάραν βλάπτειν. Καρπός. ὁ πρὸς ἄμητον ἡτοιμασμένος στάχυς. παρὰ τὸ κάρφος, ὃ σημαίνει τὸ ξηρὸν, γίνεται καρφὸς καὶ καρπός. ἔνθεν καὶ ὁ τῆς χειρὸς ξηρὸς τόπος καρπὸς λέγεται παρὰ τὸ κάρφος. οὕτως Ὦρος ὁ Μιλήσιος. Καρχαρόδους. τὰ ζῶα τὰ κεχαραγμένους ἔχοντα τοὺς ὀδόντας, τουτέστι στρογγύλους καὶ ὀξεῖς, ἐναλλάσσοντας ἑαυτῶν. ὡς λύκος, λέων, πάρδαλις. εἴρηται δὲ παρὰ τὸ χαράσσω ῥῆμα. ὅπερ ἐν συνθέσει μετὰ τοῦ ὀδοὺς γίνεται χαρόδους, καὶ κατὰ ἀναδιπλασιασμὸν χαρχαρόδους καὶ καρχαρόδους. ἀμφόδοντα δὲ λέγει ζῶα, ὅσα οὐκ ἐνηλλαγμένους ἔχει τοὺς ὀδόντας στρογγύλους καὶ ὀξεῖς, ἀλλὰ παχεῖς καὶ πλατεῖς. ὡς ἄνθρωπος, ἵππος καὶ τὰ ὅμοια. χαυριόδοντα δὲ, ὅσα ἔχει τοὺς ὀδόντας ὑπερφερεῖς. ὡς ἐλέφας, σῦς, ἀσπάλαξ. Κασίγνητος. ὁ γνήσιος ἀδελφός. παρὰ τὸ κάσις, ὁ ἀδελφὸς, καὶ τὸ γνὴς γνητὸς, ὃ σημαίνει τὸν ἴδιον ἀδελφόν. Ἡσίοδος· μὴ δὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον. Κατηφής. ὁ ὑπὸ αἰσχύνης κάτω νεύων τοὺς ὀφθαλμοὺς, ἤγουν ὁ αἰσχυνόμενος. παρὰ τὸ φῶ, τὸ φαίνω, γέγονε παράγωγον φαίω, φάος, καὶ ἐν συνθέσει μετὰ τῆς κατὰ προθέσεως γέγονε καταφαὴς, καὶ ἐν συγκοπῇ κατηφὴς, ὁ ἔχων κάτω τὰ φάη, ἤγουν τοὺς ὀφθαλμούς. Καύηξ. ὁ λάρος. διὰ τὸ ἀδδηφάγον. καύη γὰρ ἡ τροφή. Εὐφορίων· τῆς οὐδʼ αἴθυιαι οὐδὲ κρυεροὶ καύηκες. ἢ ἀπὸ τοῦ καῦ καῦ λέγειν. καύηξ ἐρινοῦ προσκαθήμενος κλάδου. Καυλός. τὸ ἄκρον τοῦ δόρατος, εἰς ὃ τὸ ξύλον ἐντίθεται. γέγονε κατὰ πλεονασμὸν τοῦ κ. αὐλῷ γὰρ ἔοικε. πᾶν γὰρ ἐπίμηκες αὐλὸς λέγεται. Καῦρος. ὁ κοῦφος ταῖς φρεσὶν, οἱονεὶ αὖρος τὶς ὤν. καὶ πλεονασμῷ τοῦ κ, καῦρος. τὸν γὰρ κατὰ νοῦν ἐλαφρὸν καῦρον ἐπονομάζουσι. βέλτιον δὲ διὰ τοῦ γ γαῦρον λέγειν. ἵνʼ ᾖ ὁ σφοδρὸς καὶ ὑπερήφανος. παρὰ τὸ ἀπὸ γῆς αἴρεσθαι. Καυστειρός. ἀπὸ τοῦ καίω, καύσω, κέκαυμαι, κέκαυσαι, καυστειρὸς, κατὰ τροπὴν δωρικὴν τοῦ η εἰς τὴν ει δίφθογγον. Κατὰ καιρόν. κατὰ τὸν εὔκαιρον καὶ προσήκοντα καιρὸν καὶ χρόνον. οὕτως ὁ Ἀπόστολος· κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. Κάμασος καὶ κάμασον. τὸ πικούτζουλον. Κάδης. ἁγιασμὸς ἑρμηνεύεται. — Θηλυκόν. —Καθαίρεσις. ἡ καταστροφή. Κάθοδος. ἀγωγὴ, περίοδος. Καθʼ ὁμοίωσιν. τὴν τῆς ἀρετῆς κατὰ τὸ δυνατὸν ὁμοίωσιν. Καθʼ ὥραν. κατὰ καιρόν. Καθοσίωσις. δικαίωσις. Κακοῤῥαφία. ἡ κακοφροσύνη, κακοσυνθεσία. Κακοέπεια. ἡ βλασφημία. Κακανδρία. ἡ δειλία. Κακεντρέχεια. ἡ πονηρία. Καλάβροψ. ἡ ποιμενικὴ ῥάβδος. Καλλιτόκεια. Κάλυξ. ἄνθος ῥόδου μήπω ἀνοιγέν. Καλλιῤῥόη. πηγὴ καλῶς ῥέουσα. Καλοκᾀγαθία. ἡ ἀγαθότης. Καλιά. ἡ νοσσιά. Καλύπτρα. κόσμος καὶ σκέπασμα τῆς κεφαλῆς. Καλλιέπεια. ἡ εὐφράδεια. Κακία. διώνυμός ἐστιν ἡ λέξις. ἡ ὄντως κακία, οἷον μοιχεία, πορνεία, πλεονεξία. λιμὸς δὲ καὶ λοιμὸς, θάνατος καὶ νόσοι καὶ τἄλλα οὐκ ἔστι κακία, διότι πολλάκις ἡμῖν ἀγαθῶν αἴτια γίνονται. καὶ περὶ ταύτης φησὶν ὁ προφήτης· οὐκ ἔστι κακία ἐν πόλει, ἣν κύριος οὐκ ἐποίησεν. κακία καὶ ἡ παρεκτροπὴ τοῦ ἀγαθοῦ ἢ κρίσις διεφθαρμένη τοῦ νοῦ. ἢ τὸ διʼ ἑαυτοῦ φευκτὸν ὂν καὶ βλάπτον. Καβήνη. ἡ κρήνη Λυκίας. Κακιθή. κύριον. Καμμονίη. ἡ μονομερὴς νίκη. Κακοεργέτισι. κακοεργοῖς. Καθʼ ὑπόστασιν. τὸ ἐκ διαφόρων φύσεων ὑπεστὼς πρᾶγμα. Καμπύλαι. σκολιαί. Κάμηλος. τὸ ἀχθοφόρον ζῶον. κάμηλος καὶ τὸ παχὺ σχοινίον, ἐν ᾧ δεσμεύουσι τὰς ἀγκύρας οἱ ναῦται. ὡς τὸ ἐν εὐαγγελίοις· κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν. Κάμιλος δὲ ὁ στρατηγὸς, ι. Καρδοπός. ἔνθα τὰ ἄλευρα μαλάσσονται. Καρυκεία. ἡ ἡδύτης τῶν ζωμῶν. Καρχηδών. πόλις γειτονοῦσα Ἰταλοῖς καὶ Ἄφροις. Καρήνας. κορυφὰς, κεφαλὰς, ἀκρωτήρια. Κάσση καὶ κασσωρίς. ἡ πόρνη. Κασσία. φλοιός τις λεπτότατος καὶ εὐώδης, ξυλώδει κάρφει περιτεινομένη. Κάλχη. βοτάνη τις, διʼ ἧς ἡ πορφύρα βάπτεται. Κατὰ πρόσκλησιν. κατὰ χάριν, κατὰ προσωποληψίαν. Κατὰ συναίρεσιν. κατὰ συνάφειαν. Καταιγίς. ἐπιφορὰ ἀνέμου σφοδρά. λέγεται δὲ καὶ ἡ τῶν ὑδάτων ζάλη. Κατʼ εἰκόνα. τὸ νοερὸν καὶ αὐτεξούσιον. Κατηγορία. λόγος λέγων τὶ κατά τινος ἢ ἀπό τινος. Κατὰ φύσιν. τὸ κοινῶς ὁρώμενον ἐν τῷ γένει συστατικὸν τῆς οὐσίας. Κατάφασις. δόξα ἤγουν κατηγορία περί τινος λεγομένη. οἷον· ὁ ποταμὸς ἀνέρχεται. ἢ ὁ ἄρχων εἰσέρχεται. ἢ κατάφασίς ἐστι λόγος τινὸς ἀποφαντικὸς κατά τινος. οἷον· Σωκράτης φιλόσοφός ἐστι. καὶ ἰδοὺ ἐπάνω Σωκράτους τὴν φιλοσοφίαν κατηγόρησεν. ἢ κατάφασίς ἐστι λόγος ἀποφαντικός τινος κατά τινος. πᾶσα δὲ κατάφασις ἢ ἀλήθειαν σημαίνει ἢ ψεῦδος. οἷον· Σωκράτης φιλόσοφός ἐστι. καὶ ἰδοὺ ἀλήθεια. εἰ δέ· Σωκράτης ἰδιώτης ἐστὶ, ψεῦδος. οὐδὲν δὲ ἕτερον ἐστὶν ἡ ἀπόφασις εἰ μὴ κατάφασις μετὰ τῆς οὐ ἀρνήσεως. οἷον· Σωκράτης φιλόσοφός ἐστι. Σωκράτης φιλόσοφος οὐκ ἔστι. καὶ ἰδοὺ χωρὶς τοῦ οὐ καὶ αὐτὸ καὶ αὐτό ἐστιν. ἐξ ἀνάγκης οὖν πᾶσα ἀπόφασις ἢ ἀλήθειαν ἢ ψεῦδος δηλοῖ. οἷον· Σωκράτης φιλόσοφος οὐκ ἔστι· ψεῦδος. Σωκράτης ἰδιώτης οὐκ ἔστιν· ἀλήθεια. ἡνίκα δὲ ἡ οὐ ἄρνησις τῷ τρόπῳ συνάπτεται, κατάφασιν ποιεῖ. οἷον· Σωκράτης καλῶς διδάσκει. ἰδοὺ κατάφασις αὐτότροπος. πάλιν· Σωκράτης οὐ καλῶς διδάσκει. καὶ ἰδοὺ τοῦτο οὐ συνῆψε τῷ τρόπῳ, καὶ ἐγένετο ἀπόφασις. ῥητέον οὖν τὴν κατάφασιν λόγον ἀποφαντικὸν τινὸς κατά τινος· τὴν δὲ ἀπόφασιν ἐκ τοῦ ἐναντίου· ἀποφαντικὸς τινὸς ἀπό τινος. οἷον· Σωκράτης οὐ καλῶς διδάσκει. διὰ τὸ εἰπεῖν οὐ, ἀπὸ Σωκράτους ἀπῇρεν. Κατηγορία. ἡ κατηγορία οὐ πάντως ἐπὶ κακῷ λέγεται, ἀλλὰ καὶ ἐπὶ ἀγαθῷ. κατηγορία ἐστὶ πᾶσα περὶ οἱουδήποτε πράγματος ὁριστικὴ ἔμφασις. οἷον· ὁ θεὸς ἀγαθὸς φύσει· ὁ διάβολος πανοῦργος· δολερὸν ἡ ἀλώπηξ· κλεπτικὸν ἡ γαλῆ. Καταφθορά. ἡ παντελὴς ἀπώλεια. διαφθορὰ δὲ, ὅταν ἄλλη οὐσία διʼ ἑτέρας ἀφανίζηται, ὥσπερ τὸ σῶμα ὑπὸ σκωλήκων. Κατάγνωσις. ἡ κατὰ γνῶσιν λαβὴ τοῦ ταύτην διαμαρτόντος. Κάχρυς. τὰς ἀληλεσμένας κριθάς. Καιρία. ἡ ἀπειλοῦσα θάνατον πληγή. Καινοτομία. τὸ κατὰ πάντα τρόπον παρηλλαγμένον τῆς κοινῆς φύσεως, καὶ ἐν μηδενὶ τῇ τῶν ἀνθρώπων συνηθείᾳ ἐξομοιούμενον. τοῦτον δὲ τὸν ὅρον ἀναγκαῖον ἐπίστασθαι διὰ τοὺς κακῶς νοοῦντας τὴν καινοτομίαν ἐν Χριστῷ. εἰ γὰρ ἐκαινοτόμησε τὴν φύσιν ἀσπόρως γεννηθεὶς, ἀλλʼ ὅμως μετὰ τὸν τόκον τὴν αὔξησιν τῆς ἡλικίας, καὶ τὰ πολλὰ τὰ ἐν τῷ σώματι, καὶ τὰς εἰσκρίσεις καὶ τὰς ἐκκρίσεις, καὶ περιτομὴν καὶ μετάστασιν, καὶ τὸ εἶδος καὶ τὰ μέλη, καὶ τὰς ἐκφύσεις τῶν τριχῶν καὶ ὀδόντων καὶ ὀνύχων, καὶ ψελλισμάτων καὶ νηπίων περιπάτου, πάντα ταῦτα οὐ κατὰ καινοτομίαν ἔσχεν, ἀλλὰ καθʼ ὁμοιότητα ἡμῶν χωρὶς ἁμαρτίας, ὡς Παῦλος βοᾷ ὁ Χριστοκήρυξ Ἀπόστολος. Κάπη. ἡ φάτνη. παρὰ τὸ κάπτειν, τὸ ἐσθίειν, γέγονε κάπτη καὶ κάπη. ἢ παρὰ τὸ κάπος, κάπη. κάπος δέ ἐστι τὸ πνεῦμα. ἡ ὑπὸ τῶν ἀσθμάτων τῶν ἵππων καταπνεομένη. ἢ παρὰ τὸ ἐσκάφθαι καὶ κοιλάνθαι. Καβησός. πόλις Θρᾴκης. ἀπὸ Καβησοῦ τινός. Κακκάβη. σκεῦος πρὸς ἕψησιν ἐπιτήδειον. παρὰ τὸ κάπτω, τὸ κοιλαίνω. ἀφʼ οὗ ῥηματικὸν ὄνομα κάβη, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν τοῦ κ, κάκκαβος. ἀναλογώτερον δὲ θέλουσι λέγειν ἡ κάκκαβος, θηλυκόν· τὸ γὰρ ἀρσενικὸν παντελῶς ἀδόκιμον. οὕτως Ὦρος ὁ Μιλήσιος. Κακόχαρτος. ἡ ἐπὶ κακῷ χαίρουσα. ἢ ἐφʼ ᾗ οἱ κακοὶ χαίρουσιν. Ἡσίοδος· μὴ δέ σʼ ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι. Καλάβροπα. τὴν ποιμενικὴν ῥάβδον. παρὰ τὸ ῥέπειν τὸ κάλον εἰς ἓν μέρος, ἐν ᾧ ἐστι τὸ παχύ. καὶ ἡ καλουμένη κορδύλη. Καλιά. ἡ φωλεὰ, ἢ ἡ ἐκ κάλων, ὅ ἐστι ξύλων, κατασκευαζομένη οἰκία, μήπω εὑρεθέντων λίθων εἰς ἐργασίαν. καταχρηστικῶς δὲ ἡ ἐπὶ τῶν λίθων τῶν οἰκιῶν. Ἡσίοδος· μηδʼ ἀναβάλλεσθαι εἰς αὔριον ἔστʼ ἔννηφι. οὐ γὰρ ἐτωσιεργὸς ἀνὴρ πίμπλησι καλιήν. Καλλιπάρηον. παρὰ τὸ κάλλος καὶ τὸ παρειά. καλλιπάρηον κατὰ τροπὴν βοιωτικὴν τῆς ει διφθόγγου εἰς η. τὸ δὲ παρειὰ διὰ τῆς ει διφθόγγου. τὰ γὰρ διὰ τοῦ εια τρισύλλαβα διὰ τῆς ει διφθόγγου γράφονται, ὄντα ὀξύτονα, οἷον· φορβειὰ, παρειὰ, πλὴν τοῦ καλιά. πρόσκειται τρισύλλαβα διὰ τὸ ἱμονιά. Κάλπη. ἡ ὑδρία. Κάλπις δὲ ποταμὸς Βιθυνίας, ι. Καλύβη. οἱονεὶ καλύφη τις οὖσα. παρὰ τὸ καλύπτω, κατὰ τροπὴν τοῦ π εἰς φ. Κάμηλος. ἀπὸ τοῦ κάμπτειν τοὺς μηροὺς ἐν τῷ καθέζεσθαι, κάμηρός τις οὖσα καὶ κάμηλος. Κάμινος. παρὰ τὸ ὑπομένειν καιομένην. Κάμπη. ὅτι τὰ μὲν τελευταῖα μέσον ἀποτείνει, τὰ δὲ πρὸς τῷ τραχήλῳ κάμπτει, καὶ εἶθʼ οὕτως ἐπισύρει τὰ ὄπισθεν, κάμπτουσα ἑαυτήν. Καναχή. κτύπος. καὶ καναχίζειν. ἀπὸ τοῦ κενὸν ἀχεῖν. Κάππαρις. ὅτι ἡ καλὴ καὶ πολλὴ ἐν κάμποις φύεται, οὐχ οὕτως ἐν κρημνοῖς. εἴη ἂν οὖν κάμπαρις καὶ μεταβολῇ τοῦ μ εἰς π κάππαρις. οὕτως Ὦρος ὁ Μιλήσιος. Καπύη. πόλις Ἰταλίας, ἣν Ῥῶμος καὶ Ῥωμύλος υἱοὶ Αἰνείου ἔκτισαν· ὡς φησὶ Κεφάλων ὁ Γεργήθιος. οὕτως Ὦρος ὁ Μιλήσιος. Κάρα. ἡ κεφαλή. ἀπὸ τοῦ κέρας, κέρα καὶ κάρα. ἀπὸ τοῦ τετριχῶσθαι κάρα εἴρηται. κέρας γὰρ ἡ θρίξ. Καρίς. παρὰ τὸ σκαίρω σκαρίς. ἢ παρὰ τὸ κάρα καρίς. καὶ γὰρ ὅλη ἡ καρὶς σχεδὸν κεφαλή ἐστι. Καρός. σημαίνει τὴν θανατηφόρον μοῖραν. ἀπὸ τοῦ κὴρ κηρός· συστολῇ τοῦ η καρός. διὰ τοῦ κῆρ τὸ η εἰς α ἐτράπη καὶ οὐκ εἰς ε, ὥσπερ φρὴν, φρενὸς, ὅτι οὐκ ἔστι τὸ καρὸς κατὰ ἀνάλογον κλίσιν, ἀλλὰ συστολῇ ποιητικῇ. καὶ τούτου χάριν οὐκ ἐφύλαξε τὴν ἀκολουθίαν τοῦ φρὴν, φρενός. Καστανία. πόλις Μαγνησίας. Κασσαβάς. ἡ πόρνη. παρὰ τὸ καλεῖν καὶ σοβεῖν. Κατʼ ἐνῶπα. κατὰ πρόσοψιν. ἐνωπὴ γὰρ ἡ πρόσοψις. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε μεταπλάσας, οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα. Κατηλυσίη. ἡ κάθοδος, καὶ ἡ ἐπέλευσις. οἷον· —κατηλυσίῃ ζεφύροιο. ἐλευσίη τὶς οὖσα καὶ ἠλυσία, καὶ μετὰ τῆς κατὰ προθέσεως κατηλυσία. Κατουλάς. ἡ σκοτεινὴ νύξ. διὰ τὸ ὀλοὴν αὐτὴν εἶναι. οἷον· νὺξ ἐφόβει, τήνπερ κατουλάδα κικλήσκουσι. Καυμασία. καυμελαύκιον ἢ καυμελαύχιον. διὰ τὸ πρὸς τὸ καῦμα ἐπιτήδειον. Ἀντίπατρος ἐν ἐπιγράμματι· Καυσίη ἡ τοπάροιθε Μακηδόσιν εὔκολον ὅπλον, καὶ σκέπας ἐν νιφετῷ καὶ κόρυς ἐν πολέμῳ. κυρίως καλυμαύκιον λέγεται ἀπὸ τοῦ καλύπτειν τὸν αὐχένα. Καταχήνη. ἡ χάσμησις. παρὰ τὸ χαίνω ῥῆμα χήνη καὶ καταχήνη. Κακίαν. τὴν τοῦ κακῶσαι τὸν πέλας σπουδήν. οὕτως Παῦλος ὁ Ἀπόστολος κακοήθειαν τὴν κακοτροπίαν λέγει. Καρχηδών. ἐπὶ τῆς Λιβύης. Καλχηδών. ἡ ἐν Βυζαντίῳ, ἣ καὶ Χαλκηδὼν λέγεται. — Οὐδέτερον. —Κάγκανον. ξηρόν. Καθῆκον. πρέπον. Καθʼ αὑτό. τὸ πρώτως καὶ κατʼ οὐσίαν προσὸν τινὶ καὶ μὴ κατὰ συμβεβηκός. ὥσπερ τὸ λογικὸν, τοῦτο γὰρ οὐσιωδῶς πρόσεστι τῷ ἀνθρώπῳ. Κακόν. τὸ διʼ ἑαυτοῦ φευκτὸν, καὶ πρὸς ἕτερον βλαβερόν. Καλλιέρημα. θυσία εὐπρόσδεκτος. Καλώδια. σχοινία. Καλλίπνοα. εὐώδη. Κάλαιον. τὸ γένειον. Καλοπόδιον. σκυτοτομικὸν ἐργαλεῖον. Καλτίκια. τὰ καλλίγια. Καλόν. ὅπερ ἀγαθόν ἐστι καὶ ἡδύ. καλὸν φύσει ἐστὶν, ὃ ἀεὶ καὶ πᾶσι τοιοῦτόν ἐστιν, ὃ μὴ ἄλλου τινὸς ἕνεκεν αἱρετὸν, ἀλλʼ αὐτὸ διʼ αὐτὸ ἐπιθυμητὸν ἀεὶ καὶ ὡσαύτως ἔχον καὶ οὐδέποτε ἀμβλυνόμενον κόρῳ. Καμελαύκιον. Ῥωμαία ἡ λέξις· ῥηθείη δʼ ἂν καὶ ἑλληνιστὶ παρὰ τὸ καῦμα ἐλαύνειν καυμελαύκιον. Κανοῦν. τὸ κανίσκιον. Καπιτώλιον. ἱερὸν ἢ παλάτιον ἢ ἀγορά. καπιτωλεῖον δὲ ὁ ἀγὼν, δίφθογγον. Κάπος. τὸ πνεῦμα. Καππαδόκιον τέρας. Κάππα. τὸ στοιχεῖον. ὅτι Κάπιος ἐστὶν εὕρεμα. ἢ κάππα τὶ ὂν τὸ ἔχον ὄπα, ὅ ἐστι φωνήν· τὰ γὰρ ψιλὰ ἀπὸ κάτω τῆς γλώσσης ἔχει τὴν προφορὰν τῆς φωνῆς. Κάλανδα. ἡμέραι, ἢ μηνῶν ἀρχαὶ κατὰ Ῥωμαίους. Καρφαλέον. τὸ ξηρόν. Κάρφος. ξύλον ξηρόν. Καρχαλέον. κατάξηρον. τραχύ. Κάρχαρον. τραχὺ ἢ ὀξύ. Κάρσιον. πλάγιον. Καρυκεύματα. τραγήματα. ἢ πολυτελῆ ἀρτύματα. Καρχήσιον. τὸ ἄκρον τοῦ ἱστοῦ. Καρμεντάλια. ἑορτή. Καταδεέστερον. ταπεινότερον. Καταθύμιον. κατὰ νοῦν. Καταγώγιον. τὸ κατάλυμα. τὸ οἴκημα. Κάταντες. τὸ κατωφερές. Κατάῤῥυτον. ἀρδεύσιμον. Κατωμοτικόν. τὸ μεθʼ ὅρκου βεβαιωτικόν. οἷον· νὴ τὸ σκῆπτρον τοῦτο. Κατὰ κάθετον. τὸ ἀπὸ ὕψους εἰς βάθος διάστημα. Καταχρηστικόν. πᾶν τὸ μὴ ὁριστικῶς, ἀλλʼ ἐν ἀφελότητι καὶ ἀκακίᾳ εἰρημένον ὑπό τινος. ἅτινα οὐδὲ εἰς νόμον ἢ ὅρον ἀναφέρεσθαι δύνανται, οἷόν ἐστι τὸ εἰρημένον· ὅτι τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ. οὐ γὰρ τοῦτο δυνάμεθα πρόσωπον ἰδικὸν εἰπεῖν τὸ ἅγιον σῶμα αὐτοῦ, ἀλλὰ φύσιν. Καυνάκιον. στρῶμα. Καινοτάφια. μεθʼ ὧν ἐλίσσεται ὁ νεκρός. Καίριον. ἀπὸ τοῦ κὴρ, ὃ σημαίνει τὴν θανατηφόρον μοῖραν, γίνεται καρὸς καὶ καίριον, ἤγουν τὸ θανάσιμον καὶ ἐπικίνδυνον. Κάλλυντρον. κόσμιον. παρὰ τὸ κορῶ, ὃ σημαίνει τὸ σαίρω, τὸ καλλύνω. Κάγκανα. τὰ ξηρὰ ξύλα καὶ εἰς καῦσιν ἐπιτήδεια, οἱονεὶ κατάκανα τινὰ ὄντα. παρὰ τὸ καίνειν, τὸ κόπτειν. καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ γ κάγκανα. ἢ ὥσπερ ἀπὸ τοῦ τέκω γίνεται τέκανον, καὶ κατὰ συγκοπὴν τέκνον, οὕτω καὶ παρὰ τὸ καίω ῥῆμα γίνεται κάνον καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν τοῦ γ κάγκανον. ἔνθʼ ἔπειθʼ οἱ μὲν ξύλα κάγκανα—. Κάλλη. κυρίως τὰ βεβαμμένα ἔρια. Καλῴδιον. σὺν τῷ ι γράφεται· συνεξηκολούθησε γὰρ τὸ λαγῴδιον, στῴδιον, κῴδιον. σημαίνει τὸ στῴδιον τὴν στοάν. Κανὸν καὶ κανοῦν. τὸ κανίσκιον. παρὰ τὸ χαίνειν χανοῦν καὶ κανοῦν, ἀπὸ τοῦ κεχηνέναι. Κάρηνα. ἀκρόπολις. ἐξοχαί. ἀπὸ τοῦ κάρα κάρηνα. σημαίνει δὲ καὶ τὴν κεφαλήν. —τῇ ῥα μάλιστα ἀνδρῶν πίπτε κάρηνα—. Κάρητος. τῶν εἰς αρ οὐδετέρων τὰ μὲν ὑπὲρ δύο συλλαβὰς ἅπαντα διὰ τοῦ τος κλίνονται. ὄνειαρ, ὀνείατος. οὕτως οὖν κάρηαρ, καρήατος, καὶ κατὰ συγκοπὴν κάρητος. τῶν δὲ δισυλλάβων τὰ μὲν φύσει μακρὰ διὰ τοῦ τος κλίνονται, οἷον ἧπαρ, ἥπατος. τὰ δὲ βραχέα ἢ θέσει μακρὰ παραλήγοντα διὰ τοῦ ρος κλίνονται. οἷον θέναρ, θέναρος, ὕπαρ, ὕπαρος· σημαίνει δὲ τὸ ἀληθὲς ἐνύπνιον, τὴν λεγομένην ὀπτασίαν· ἔαρ, ἔαρος καὶ κατὰ κρᾶσιν ἦρος, κέαρ, κεάρος καὶ κῆρος, ἄλκαρ, ἄλκαρος, ὃ σημαίνει τὴν βοήθειαν. σεσημείωται τὸ φρέαρ, φρέατος, καὶ στέαρ, στέατος, ὅτι βραχέα παραλήγεται, καὶ διὰ τοῦ τος ἐκλίθη. λέγει δὲ ὁ Ἡρωδιανός· τὰ εἰς αρ οὐδέτερα παραληγόμενα τὸ ω ἄκλιτά εἰσιν. οἷον· μῶμαρ· σημαίνει δὲ τὸν μῶμον· βῶβαρ· σημαίνει δὲ τὸν μέγαν· νῶκαρ· σημαίνει δὲ τὸν ἀσθενῆ, καὶ τὴν στέρησιν τῆς ψυχῆς. Καῦμα. τὸ κεκαυμένον ἄημα. Κατώτερα μέρη τῆς γῆς. τὸν θάνατον λέγει ὁ Ἀπόστολος. — Ῥῆμα. —Κατηρτισμένα. τέλεια. καὶ ὁ Ἀπόστολος· σκεύη ὀργῆς κατηρτισμένα. Καγχάζων. ἀσέμνως γελῶν. Καγχαλόων. χαίρων. Καββαλεῖν. ἀντὶ τοῦ καταβαλεῖν. Καθωσιωμένος. ἀνατεθειμένος τῷ θεῷ. Καθικνεῖσθαι. καθάπτεσθαι. Καθέξει. κρατήσει. Καθεῖναι. χαλάσαι. καὶ καθείς. Καθεῖρκτο. ἐγκέκλειστο. Καθῆστο. ἐκαθέζετο. Καθυφῆκεν. ἐνέδωκεν. Καθεδοῦμαι. καθεσθήσομαι. Καθαπτόμενος. ἐπιπλήττων. Καθιεροῖ. θεῷ ἀνατίθησι. Καθίδρυσεν. ἐστήριξε. Καθίστησι. προχειρίζεται. Καθαιρήσετε. ἀντὶ τοῦ καθελεῖτε. οὕτως Θουκυδίδης καὶ τῶν ἄλλων οἱ πλεῖστοι. Καθαιρήσονται. καταλήψονται. Καθελών. ἀντὶ τοῦ καταβιβάσας. Δημοσθένης δὲ καὶ Στησίχορος καὶ Σοφοκλῆς ἀντὶ τοῦ ἀνελὼν, ἤτοι ἀποκτείνας. Καθεσταμένος. ἀντὶ τοῦ ἐπιτεταγμένος. Καθεστῶτα. ἠρεμοῦντα. Καθεστώτων. ὡρισμένων. καθεστώτων τῶν νόμων. Καθεῖντο. ἐκρέμαντο. Καθῆκαν. προεβάλλοντο. οἱ δὲ ἐπʼ ἐξαπάτῃ Ῥωμαίων καθῆκαν τὸν λόγον. Καθηκούσαις. πρεπούσαις, καὶ ἀντὶ τοῦ διεκτρεχούσαις. Ξενοφῶν· ἐν πέτραις καθηκούσαις ἐπʼ αὐτὸν τὸν τόπον. Καθίδρυσαν. ἀσφαλῶς κατῴκισαν. Καθιδρύσασθαι. βεβαιῶσαι. Καθίεσαν. κατῆλθον. Καθίζεσθε. καταπήξατε. Καθίει. ἐπεχείρει. ἐνέβαλεν. ὁ δὲ καθίει πεῖραν ἐς τὸν ἄνδρα, οἰόμενος αὐτὸν ἕξειν κοινωνὸν ὧν ὥρμηται. Καθιείς. ἐπιπέμπων. Καθικόμενοι. καθαψάμενοι. Καθιππάζεσθαι. συνελαύνειν, συντρέχειν, ἐρίζειν. Καθίστα. ἑτοίμαζε. Καθιστάμενος. πρὸς τὸ βέλτιον μετάγων. Καθυφίεντο. ἀντηλλάττοντο. Καθαγιάζεται. ἀφιεροῦται. Καθαγιάσω. καύσω. καθιερώσω. Καθαλλόμενος. καταπηδήσας. ὁ δὲ καθαλλόμενος τοῦ ἵππου καὶ τὸ ξίφος ἑλκύσας, παίει αὐτόν. Καθελεῖν. καταβαλεῖν. Καθηγεῖσθαι. ἀντὶ τοῦ ἡγεῖσθαι παρὰ Ἡροδότῳ· φησὶ γοῦν, ὅτι καθηγέοντο οἱ Σκύθαι ἐς τῶν ἀνδροφάγων τοὺς χώρους. χρῶνται δὲ καὶ οἱ Ἀττικοὶ τῷ καθηγεῖσθαι καὶ ἀφηγεῖσθαι. ἔστι δὲ καὶ τὸ προηγεῖσθαι παρʼ αὐτοῖς. Κάθου καὶ κάθησο. ἄμφω Ἑλληνικά. Ἀριστοφάνης· οὐχ ὅτι σʼ ἐκεῖνο λάχεν οἰμώζων κάθου. Κρατῖνος· τὴν χεῖρα μὴ ἐπίβαλλε, μὴ κλάων κάθῃ. λέγει γὰρ τὸ ὑποτακτικὸν ἀπὸ τοῦ κάθημι καὶ κάθῃ καὶ κάθηται ὁριστικῶς. Ἀριστοφάνης· ἰδοὺ κάθημαι. καὶ Ὑπερίδης· ἀπόκριναί μοι, Ἑρμεία, ὥσπερ κάθῃ. τὸ δὲ κάθισον οὐκ ἔτι, ἀλλʼ ἀντὶ τοῦ καθίζου. σὺ δʼ ὦ τέκνον τέως καθίζου μοὐνθαδί. λέγουσι δὲ καὶ καθίζανε. Φερεκράτης· δεῖπνον παρασκεύαζε, σὺ δὲ καθίζανε. Ἄρχιππος· φέρε καθίζωμεν ἐνθαδί. Κρατῖνος· εἰ πρῶτος ἔλθοις, κἂν καθίζεσθαι λάβοις. καὶ καθίζοντας, καθίζηται, καθιζόμενον· καθήμαθα, καὶ σὺν τῷ ε, ἐκαθήμεθα. Αἰσχίνης· ἀλλʼ εἰ μέν που χρήματʼ ἀναλώσει, προκαθιζήσει. καὶ Πλάτων· ἀλλὰ ποῦ δὴ δοκεῖ καθιζόμενοι ἀναγνῶμεν. καὶ προελθών· ἐς ὅπη ἂν δόξῃ, ἐν ἡσυχίᾳ καθιζησόμεθα. καὶ πολὺ καθέζεσθαι. Καθεδοῦμαι. τὸ καθεδοῦμαι καὶ καθεδῇ καὶ καθεδεῖται, Ἑλληνικά. τὸ δὲ καθεσθήσομαι καὶ ἐκαθέσθην καὶ καθεσθῆναι, ἔκφυλα. Ἀριστοφάνης· κᾆτα καθεδεῖ δῆτα μοι— καὶ ἐν Ἀχαρνεῦσι καθεδεῖται. καὶ πάλιν· καθεδῶ δικαστάς. φησί. καὶ Τηλεκλείδης· καθεδοῦμαι. καὶ Φερεκράτης· καθεστέον. καὶ Μένανδρος· καθεδοῦμαι ἐνθαδὶ τὸν Λοξίαν αὐτὸν κατα-λαβών. καὶ Πλάτων· πρόαγε δὴ καὶ σκόπει ἅμα, ὅπου καθεδούμεθα. καὶ χωρίσαι χωρὶς μὲν τοὺς ὁπλίτας, χωρὶς δὲ τοὺς ἱππέας. καὶ καθέσαι, καὶ καθῆσθαι, καὶ καθιεῖ, καὶ καθίζειν, οὐ καθιζάνειν. καὶ καθῆστο, καθοίμην, καθήμην, κάθηντο. Καθηλωκυῖα. κατηλοκυῖα δέ. Κακύνειν. ὑβρίζειν. κακύνειν τὸν πηλὸν, ὅ ἐστι τὸν ἄξιον ὕβρεως ὑβρίζειν. καὶ κακύνειν ἀντὶ τοῦ μωραίνειν. Κακχεῦσαι. τὸ καταβαλεῖν. Κακίζει. ἐπισκώπτει. Κακερουτίας. ἀντὶ τοῦ μετεωρίζου, μέγα ἐφρόνεις. ἀπὸ δὲ τῶν κερατοφορούντων ἡ λέξις. Καλχαίνειν. κατὰ βάθος μεριμνᾷν. καὶ κάλχη ἡ πορφύρα, ὅθεν καὶ πορφύρειν τὸ μεριμνᾷν. Καλαμῶνται. πλεονεκτοῦσι. καὶ καλαμᾶται, ἐπανατρυγᾷ, ἢ τὰ ἀποθερίσματα συλλέγει. Καλπάζειν. τὸ ἄκρως βαδίζειν. Καλινδούμενος. κυλιόμενος. Καλλύνει. κοσμεῖ. Καπηλεύουσιν. ἀγοράζουσιν, ἢ πιπράσκουσιν. Καρποφορήσει. προσφέρει. Καρηβαρῶν. τὴν κεφαλὴν βαρούμενος. Καρωθείς. τὴν κεφαλὴν σεισθεὶς, ἢ βαρυνθεὶς, ἢ σκοτοδινήσας. Κατανύγητε. κολάσατε, τιμωρήσατε, νύξατε, κεντήσατε. Κατημαξευμένος. τετριμμένος. Κατηγλαϊσμένος. λελαμπρυσμένος. Κατεστυγημένον. μεμισημένον. Κάτιδε. θεώρησον. Καταπτήσσει. δειλιᾷ. φοβεῖται, συστέλλεται. Κατεδηδοκέναι. καταφαγεῖν. Καταλεάνας. κατατρίψας. ὁμαλίσας. Κατάρδεται. ποτίζεται. Κατεπιάνθη. ἐλιπάνθη. Καττύω. ῥάπτω, κατασκευάζω. Κατέλευσαν. ἐλιθοβόλησαν. Κατεξανίσταται. κατεπαίρεται. Κατεπτηχέναι. πεφοβῆσθαι. Κατοιόμενος. ὁ νομίζων ἑαυτὸν μέγαν, καὶ φυσῶν καὶ ὑπερηφανευόμενος. Κατακήλει. καταθέλγει. Κατοῤῥωδεῖ. φοβεῖται. Κατεγνυπῶσθαι. ἀντὶ τοῦ παρειμένος εἶναι καὶ μελανός. ἀπὸ τοῦ εἰς γόνυ πίπτειν. Κατακερματίζει. κατακόπτει. Κατηχήθησαν. ἐδιδάχθησαν. Κατέληξε. κατέπαυσε. Κατευνάσαι. κοιμίσαι, καταπραΰναι. Κατευμεγεθήσας. ὑπερβαλὼν, νικήσας. Κατῃκίσατο. ἐβασάνισεν. ἐμάστιξε. Κατοιμώζοντες. στενάζοντες. Κατολιγώρησαν. ἐμικροψύχησαν. καὶ ἀντὶ τοῦ κατεφρόνησαν. Καταδύντος. βυθισθέντος. Κατῄδεσα. αἰσχυνθῆναι ἐποίησα. Κάτεισι. κατέρχεται. Καταληΐζεται. διαρπάζει. Καταῤῥαψῳδεῖ. φλυαρεῖ. Κατασείει. καταβάλλει. Κατεστόρεσεν. ἐπράϋνεν. κατέστρωσεν. Κατέστικται. πεποίκιλται. Καταψηφίζεται. κατακρίνεται. Κατεσκίῤῥωται. ἐσκλήρωται. σκίῤῥος γὰρ ὁ γύψος. Καταθρήσωμεν. θεωρήσωμεν. Κατασκίδναται. διασκορπίζεται. Κατειρωνεύεται. ὑποκρίνεται. Κατώλισθον. ἔπεσον. Καταφοιτῆσαι. κατελθεῖν, παραγενέσθαι. Κατανδρίζεται. καταπαλαίει. Κατεκαλλύνετο. ἐκοσμεῖτο, ἐλαμπρύνετο. Κατακερτομοῦντες. σκώπτοντες. Κατασπέρχειν. κατασπουδάζειν. Κατεαγώς. καταθλάσας. Καταδύεται. κατακρύπτεται. Κατωρχήσαντο. ἐνέπαιξαν. Κατορυγῶσι. ταφῶσι. Κατεῤῥύη. ἠφανίσθη. Κατενεμήσατο. ἐβοσκήθη. Καταλάμπεσθαι. τὴν ὁλοτελῆ ὄψιν δηλοῖ. Καταιδέσῃ. ἀξίους αἰδοῦς παρασκευάσῃ. Καταβραβευέτω. παραλογιζέσθω· ἢ κατακρινέτω. Καταθοινήσασθαι. καταφαγεῖν. θοίνη γὰρ ἡ εὐωχία. Κατευθυνθείησαν. εὐοδωθείησαν. Κατεστρατοπέδευσε. κατέδραμε πολεμικῶς. Κατισχυμένος. κεκρατημένος. Κατῃσχυμμένος δὲ, ὁ ἄξιος αἰσχύνης, η. Κατοιχομένων. ἀπελθόντων, τεθνεώτων. Καταδαρθεῖν. ἀναπεσεῖν ἐπὶ κλίνης, ἢ ὑπνῶσαι. καταδαρθεῖν τάπησι. Καρδαμύττειν. τὸ συνεχῶς τὰ βλέφαρα κινεῖν, καὶ εἰς ἐπίμυσιν ἄγειν. εἴρηται ἐκ τοῦ καρδάμου. Καταργῶ. τὸ ἀποπαύω καὶ πληρῶ. κατηργήθη γὰρ ὁ νόμος ἀντὶ τοῦ ἀπεπαύθη. γίνεται δὲ ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ ἀργῶ. τοῦτο ἐκ τοῦ ἀργὸς, ὃ σημαίνει τὸ ἄπρακτον. τοῦτο παρὰ τὸ ἀεργὸς κατὰ συγκοπήν. Καχλάζει. ἀντὶ τοῦ βράζει. Καινοτομοῦνται. νεουργοῦνται. Καιροφυλακῆσαι. καιρὸν ἐπιτηρῆσαι. Καραδοκεῖν. τὸ τῇ κεφαλῇ προσβλέπειν ἐκδεχόμενον, μήποτε κέαρ ἔγκειται. Καρηβαρεῖν. τὴν κεφαλὴν καταβαρεῖσθαι. ἢ παρὰ τὸ βάλλειν αὐτὴν ἀπὸ μέθης. Καταδημοβορῆσαι. ἀντὶ τοῦ καταναλῶσαι. Καγχαλᾷν. χαίρειν. ὡς παρὰ τὸ χῶ γίνεται κατὰ παραγωγὴν χαίρω, οὕτως καὶ παρὰ τὸ χῶ, χλῶ, καὶ κατὰ παραγωγὴν χαλῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν τοῦ γ γίνεται χαγχαλῶ καὶ καγχαλῶ. Κάθημαι. ἐκ τοῦ καθίζω. τοῦτο ἐκ τοῦ ἕζω, ἵζω. καὶ ἐν συνθέσει καθίζω. ἄλλους μὲν κάθισον Τρῶας— καὶ τὸ διὰ τοῦ η. —ἀλλʼ αὐτός τε κάθησο—. Καθʼ ἡμῶν. δεῖ γινώσκειν, ὅτι φωνήεντος δασέος ἐπιφερομένου τρέπεται τὸ ψιλὸν σύμφωνον εἰς ἀντίστοιχον τοῦ δασέος. οἷον· κατὰ ἡμῶν, καθʼ ἡμῶν. ἐπὶ ἡμᾶς, ἐφʼ ἡμᾶς. ψιλουμένου δὲ φωνήεντος ἐπιφερομένου, οὐ τρέπεται τὸ δασὺ σύμφωνον εἰς ψιλόν. οἷον· ἀμφὶ ἀγαθὸν, ἀμφʼ ἀγαθόν. τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ δασέα ἐπικρατέστερά εἰσι καὶ ἰσχυρότερα τῶν ψιλῶν. Καθῆστο. ἕω, ὁ μέλλων ἕσω, ὁ παρακείμενος ἧκα, ὁ παθητικὸς ἧσμαι, ὁ ὑπερσυντέλικος ἥσμην, ἧσο τὸ δεύτερον, τὸ τρίτον ἧστο, καὶ ἐν συνθέσει καθῆστο. Κατάκτανε. φόνευσον. ἡ κατὰ συγκοπτομένη, ἐὰν ἐπάγηται δύο σύμφωνα παντελῶς ἀποβάλλει τὸ τ. κατάκτανε, κάκτανε. κατάσχεθε, κάσχεθε. Καταρτίζω. ἁρμόζω. ἐκ τοῦ ἀρτῶ, ἀρτίζω. Καταποντωθῆναι. ἀντὶ τοῦ καταποντισθῆναι. τῶν Ἀττικῶν δέ ἐστι. Καταπροΐξασθαι. ἀπὸ τῆς προικὸς, ἣν διαιροῦντες οἱ Ἴωνες πρόϊκα λέγουσι. Κατέκτανθεν. ἀπὸ τοῦ κτείνω, κτανῶ· ὁ ἀόριστος παθητικὸς ἐκτάνθην, ὡς φαίνω ἐφάνθημεν· τὸ πρῶτον τῶν πληθυντικῶν ἐκτάνθημεν, ἐκτάνθητε, ἐκτάνθησαν, ἔκτανθεν· ὡς ἐφάνθημεν, ἐφάνθησαν, ἔφανθεν. Κατέκτανεν. ἀπὸ τοῦ κτείνω, κτενῶ, ἔκτεινα· ὁ δεύτερος ἀόριστος ἔκτανον, ἔκτανες, ἔκτανε, καὶ κατέκτανε. Κατισχνωθέντα. λεπτυνθέντα. ἀπὸ τοῦ ἴσχω ἰσχνῶ τρίτης συζυγίας τῶν περισπωμένων. Κατεπόθη. ἐποντίσθη. ἔστι ῥῆμα παράγωγον πῶμι, ὁ μέλλων πώσω, ὁ παρακείμενος πέπωκα, ὁ παθητικὸς πέπομαι, διὰ τοῦ ο μικροῦ· ὡς δέδωκα, δέδομαι· ὁ δεύτερος ἀόριστος ἐπόθην καὶ κατεπόθην. οὕτω Γεώργιος ὁ Χοιροβοσκός. Κατῃόνων. κατήντλουν. ἔχει τὸ ι. ἀπὸ γὰρ τοῦ καταιονῶ, καταιονᾷς, καταιονᾷ. Κατῄρεε. κατέλαβε. παρὰ τὸ αἱρῶ περισπώμενον, ὃ σημαίνει τὸ καταλαμβάνω. καὶ Ὅμηρος· —μὴ δέ σε λήθη αἱρείτω—. Καχλάζω. τὸ ταράσσω. πεποίηται ἡ λέξις. ὁ γὰρ ἦχος τοῦ κύματος ἐν τῷ κοιλώματι τῶν πετρῶν γινόμενος δοκεῖ μιμεῖσθαι τὸ κάχλα κάχλα. Καταλαλεῖν. τὸ εἰς ἀπόντα ὑπὸ τινῶν βλασφημεῖν. Καταργήσῃ. παύσῃ· νικήσῃ. ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν. νῦν μὲν γὰρ ἐνεργοῦσιν αἱ πονηραὶ δυνάμεις, τότε δὲ οὐκ ἂν ἐνεργήσωσιν εἰς κόλασιν παραδιδόμενα. — Ἐπίῤῥημα. —Καθάπαξ. παντελῶς, συντόμως, συλλήβδην. Καθαρῶς. ἀκριβῶς· σαφῶς. Κᾀνθάδε. ἀντὶ τοῦ ἐνθάδε. Καναχηδόν. μετὰ κτύπου. καναχὴ γὰρ ἡ βοὴ καὶ ἡ κραυγή. Κάρτα. ἀντὶ τοῦ λίαν. Καταφορικῶς. σφοδρῶς. Κατὰ κράτος. ἰσχυρῶς. Κατὰ πόδας. παραυτά. Καταλλήλως. ἁρμοδίως, ἀκολούθως. Καταμόνας. ἀντὶ τοῦ κεχωρισμένως. ὡς τό· ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὡς λογικός φησι παρὰ τὰς τῶν λοιπῶν ζώων. Κατʼ εὐθύ. κατʼ εὐθεῖαν. Κατωμαδόν. κατὰ τοὺς ὤμους τῶν ἵππων. κατωμαδὸν ἤλασεν ἵππους. Κατʼ ἶσον. ὁμοίως. Καρπαλίμως. ταχέως. ὡς παρὰ τὸ γόνος γίνεται γόνιμος, καὶ πομπὸς, πόμπιμος, οὕτως καὶ παρὰ τὸ κάπω, τὸ πνέω, ἐξ οὗ καὶ καπύω, οἷον· ἀπὸ δὲ ψυχὴν ἐκάπυσε— γίνεται κάπος καὶ πλεονασμῷ τοῦ ν, κάπνος, εἶτα μετὰ πλεονασμοῦ τοῦ ρ πάλιν κάρπνος καὶ κάρπνιμος. ἀποβολῇ οὖν τοῦ ν καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς, καρπάλιμος, καὶ καρπαλίμως ἐπίῤῥημα. Κάρτα. λίαν. παρὰ τὸ κρατὸς κρατέα, ὡς ταχὺς, ταχέα, καὶ κατὰ συγκοπὴν καὶ μετάθεσιν κάρτα. Καλῶς. παρὰ τὸ κάλλος. τὸ δὲ κάλλος παρὰ τὸ κάζω, τὸ κοσμῶ. Κακῶς. παρὰ τὸ χάζω, τὸ ὑποχωρῶ. τῷ γὰρ κακῷ πάντες ὑποχωροῦμεν. Τὸ Κ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —Κεγχρίνης. εἶδος ὄρνιθος, ὃ λέγεται μηδʼ ὅλως διψᾷν. ἢ εἶδος ὄφεως· διὰ τὸ φαίνεσθαι αὐτὸν κατὰ καιρὸν τοῦ κέγχρου, ἢ διὰ τὸ ποικίλον εἶναι καὶ κατεστίχθαι· ὥσπερ γὰρ κέγχρους τινὰς ἐπὶ τὰ νῶτα ἔχει. Νίκανδρος· Θήεις κεγχρίνοις δολιχὸν τέρας. Κεδνός. συνετὸς, σώφρων, φρόνιμος, κηδεμονικώτατος. κεδνὰ βουλεύματα. ἔστι ῥῆμα κοῶ, τὸ νοῶ, ὁ μέλλων κοήσω, καὶ ῥηματικὸν ὄνομα κόεδνος, ὥσπερ τέρπω, τερπνός· καὶ κατὰ συγκοπὴν κεδνός. ἢ κηδανός τις ὢν, οὗ ἄν τις κήδοιτο. Κεηρός. κοῦφος. Κέθηγος. κύριον. Κέκροψ. ἀπατεὼν, ἢ γένος πιθήκων. κέρκωψ δὲ μέγα. Κέλωρ. κύριον, ἢ ὁ παῖς. Κέλης. ὁ μόνος ἵππος καὶ γεγυμνωμένος, ἢ καὶ σελλάριος ὁ μονοκάβαλλος. Κέλκοις. συάγροις. Κέλυφος. τὸ λέπυρον τοῦ ὠοῦ. Κελαδεινός. ἠχητικὸς, ἢ ὁ θορυβώδης. παρὰ τὸ κέλαδος, ὃ σημαίνει τὴν ταραχήν. πλῆτο ῥόος κελάδων. βαρυτονητέον τὴν μετοχὴν, κελάδοντος γὰρ ἡ μετοχὴ γενική· καὶ ἡ αἰτιατικὴ κελάδοντα, οὐ κελαδοῦντα. Κελαινεφής. μελανός. ἔστι φῶ, τὸ φαίνω, καὶ τὸ κελαίνειν, γίνεται κελαινοφὴς, καὶ τροπῇ κελαινεφής. ἀπὸ γὰρ τοῦ Διὸς γέγονε καὶ τοῦ νέφους κελαινενοφής. Κεκραγμός. ἡ βοή. κεκραγμὸν γάρ τινα σκαιὸν ὁ χοῖρος ἠρτημένος ἠφίει. Κέπφος. εἶδος ὀρνέου κούφου. καὶ κεπφωθεὶς ἀντὶ τοῦ ἐπαρθείς. Κέπφος. ὁ λάρος. Κενεῶνα. τὸν περὶ τὸν λαγόνα τόπον. Κεντυρίων. ἑκατόνταρχος. ἤτοι ταγματάρχης ἑκατοντάδος. κέντυ γὰρ παρὰ Ῥωμαίοις τὰ ἑκατόν. Κενός. ὁ μάταιος. ὁ κοῦφος. καὶ κενήριον τὸ κενοτάφιον. Κεῖνος. ἀντὶ τοῦ ἐκεῖνος. οὐκ ἔστιν ἐνταῦθα σχηματισμός· ἔστι γὰρ εἰπεῖν, τὸ ε φωνῆεν πέφυκε πλεονάζειν, οἷον ἥνδανεν, ἑήνδανεν, ὥρων, ἑώρων. Κέρα ἀγλαέ. λαμπρὲ τὴν τρίχα. κεραγλαέ. Κεραυνός. ἀστραπὴ σφοδρὰ, κατιοῦσα ἐπὶ γῆν καὶ τὰ περιτυχόντα φλογίζουσα. Κερασβόλος. ὁ τοῖς κέρασι βάλλων. Κερδαλέος. ποικίλος, πανοῦργος. κερδὼ γὰρ ἡ ἀλώπηξ, ὅ ἐστι ζῶον πανοῦργον. κερδαλεόφρων, ὁ ἀπατεὼν, πανοῦργος. ὁ διόλου πείθων. Κέρβερος. ὄνομα κυνὸς, ὃς μυθεύεται εἶναι ἐν τῷ ᾅδῃ, ὑπάρχειν δὲ καὶ τρικάρηνος ἤγουν τρικέφαλος. Κερουλκοί. οἱ τοὺς βόας ἕλκοντες τοῖς κέρασι. καὶ κερουλκούς τινας εἶδον ἄνδρας ἐγώ. Κεστός. ὁ κεντητὸς λῶρος, ἢ τὸ τῆς Ἀφροδίτης ἔνδυμα. καταχρηστικῶς δὲ καὶ πάντα τὰ τῶν γυναικῶν φαντασιώδη ἐνδύματα. Κεχὼς καὶ Κεχρέας. ὀνόματα κύρια. Κελεός. ὄρνεον ταχύτατον. ἀφʼ οὗ καὶ τὸ κέλλειν, ὅ ἐστι ταχέως βαδίζειν. καὶ τὸν ἱστόποδα κελεὸν λέγει ἀστεϊζόμενος. Κενεών. ἡ λαπάρα. παρὰ τὸ κενεὸν εἶναι ὀστέων. Κέλης. ὁ μονάμπυξ ἵππος καὶ δρομικός· ἐφʼ οὗ κάθηταί τις διεσκελισμένος. οὕτως Ἐπαφρόδιτος. ὁ δὲ Ὠρίων λέγει, ὅτι παρὰ τὸ κέλλειν, τὸ τρέχειν. ὅθεν κέλευθος, ἡ ὁδός. παρʼ αὐτὸ γὰρ τὸ ἐξώκειλε φαμὲν, ὅ ἐστιν ἐξέβαλεν, ἐξέῤῥιψε. Κελτοί. ἔθνος. ἀπὸ Κελτοῦ, υἱοῦ Ἡρακλέος. Κενός. ὁ μάταιος, ὁ κοῦφος. οἶμαι, ὅτι παρὰ τὸ καίω κανὸς, καὶ κενὸς, ὁ κεκαυμένος καὶ σποδὸς ὤν. ἢ ὅτι τὰ κεκαυμένα κοῦφα καὶ ἐλαφρὰ γίνεται. Κεραβάτης. ὁ τὰ ἀκρωτήρια τῶν ὀρέων, τουτέστι τὰς κορυφὰς βαίνων, οἱονεὶ ὀρειβάτης. κέρατα γὰρ καλοῦσι πάντα τὰ ἄκρα, ὡς φησὶ Πίνδαρος· ὑψικέραντα πέτραν. ὅ ἐστι τὸ ὑψηλὸν ἀκρωτήριον. Κεραμικός. ἀπὸ τοῦ κεραμεὺς, κεραμέως, κεραμεικὸς καὶ κεραμικός. καὶ κέραμος. παρὰ τὴν ἔραν ἔραμος, καὶ πλεονασμῷ τοῦ κ, κέραμος. οἱ δὲ παρὰ τὸ κεκαῦθαι τῇ ἔρᾳ. Κεραοξόος. ὁ κερατουργὸς, ὁ κερατογλύφης. Κέρβερος. κύων τρικέφαλος, ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων. Κερδαλέος. κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος, ὅς σε πα-ρέλθοι— ἀντὶ τοῦ συνετὸς καὶ παραλογιστικὸς, ὃς ἄν σε νικήσῃ. τὰς γὰρ ἐντρεχείας κέρδη ἐκάλουν. παρὰ τὸ ἡδύνειν τὸ κέαρ, ὅ ἐστι τὴν ψυχὴν διὰ λόγων κλέπτειν. καὶ κερδαλεόφρων ὁ κερδαίνειν φρονῶν. παρὰ τὴν φρένα καὶ τὸ κερδαλέον. Κέρδιστον τὸν συνετόν φησιν. Κέρκουρος. τὸ μακρὰν πρύμναν ἔχον σκάφος. Κέρκωπες. διὰ τὸ κερδαλέον αὐτῶν καὶ πανοῦργον. ἢ ἀπὸ τῆς μητρὸς Κερκώπης. ἢ κέρκωπες οἱ ἀπατεῶνες. ἀπὸ τῶν κυνῶν ἡ μεταφορὰ, οἳ ταῖς ὄψεσι καὶ τῇ κέρκῳ δάκνουσι σαίνοντες. οὕτως Ὦρος ὁ Μιλήσιος. Κερόεις. παρὰ τὸ κέρα γέγονε κερατόεις καὶ συγκοπῇ τοῦ ατ κερόεις. ἐξ οὗ τὸ θηλυκὸν κερατόεσσα. καὶ συγκριτικὸν κερόεσσα. καὶ γράφεται κεροῦσα. οἷον· νόμος δέ τι κεροῦσα. Κεστός. ὁ κεντητὸς λῶρος. παρὰ τὸ κάζω, τὸ κοσμῶ, γίνεται ῥηματικὸν ὄνομα καστός. καὶ κεστὸς ὁ κεκοσμημένος. ἢ παρὰ τὸ κέντω ὄνομα Βαρύτονον. ἔνθεν καὶ κέντορες ἵππων. ὁ μέλλων κένσω. κένσαι ὁμοκλήσας. γίνεται ὄνομα ῥηματικὸν κενστὸς καὶ κεστός· ὡς κλαύσω, κλαυσμὸς καὶ κλαυθμός. ἐξ οὗ καὶ πολύκεστος ἱμὰς ὁ πολυκέντητος. Κευθμός. σκότος, κρύψις. ἐκ τοῦ κεύθω, τὸ κρύπτω, κευσμὸς καὶ αἰολικῶς κευθμὸς, ὡς κλαύσω, κλαυσμὸς καὶ κλαυθμὸς, καὶ μηνισμὸς, μηνιθμός. ἐκ δὲ τοῦ κευθμὸς γίνεται κευθμών. Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐτέρπετο ἔργῳ. Κεραυνός. ἡ μεταφορὰ ἀπὸ τῶν ζώων, τῶν τοῖς κέρασι χρωμένων καὶ διαφθειρόντων. παρὰ τὸ κεραΐζειν καὶ τὸ αὔειν, ὅ ἐστι καίειν. Κεκρύφαλος. μέρος τῆς γαστρός. Κενοῦχος. τὸ βαλάντιον. Κέλωρ. ὁ κελλάριος. παρὰ τὸ κέλλω, τὸ προστάσσω. — Θηλυκόν. —Κέδροι. δένδρα ὑψήκομα. ταύταις δὲ ἀπεικάζει Δαβὶδ τὴν εἰδωλολατρείαν. Κεμάς. ἡ κοιμωμένη ἐν σπηλαίῳ ἔλαφος, κοιμάς τις οὖσα ἢ νεογενής. Κέλευθος. ἡ διὰ θαλάσσης ὁδός. Κενοφωνία. ἡ ματαιοφωνία. Κενή. ἡ ματαία. Κενὴν μακαρίαν. εἰς κενὸν καὶ μάταιον λογιζομένην καὶ μακαριζομένην. Κέρκος. ἡ οὐρά. Κεραία. τὸ κερατάριον, τὸ διὰ πλαγίου ξύλον τῷ ἱστῷ ἐπικείμενον. οὗ καὶ τὴν ὀθόνην ἐξάπτουσι. Κειρίαι. οἱ ἐπιτάφιοι δεσμοί. Κεχρέα. πόλις. καὶ Κεχρέαι, τόπος. Κεγχραμίδες. τῶν συκῶν καὶ τῶν ἐλαιῶν οἱ πυρῆνες. Κενοδοξία. κενῶν ὄρεξις. ἢ κενοδοξία ἐστὶν ὁ πρὸ τῆς ἀπαθείας θέλων ὑπὸ τῶν ἀνθρώπων δοξάζεσθαι, ἐπὶ τοῖς πεφυκόσι γενέσθαι διʼ ἀπάθειαν καὶ γνῶσιν θεοῦ. Κέβλη. ἡ κεφαλή. κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ φ εἰς β γέγονε κέβλη. Κέδρος. παρὰ τὸ κέντρος· κεντρώδης γάρ ἐστιν. ἢ παρὰ τὸ καίεσθαι ῥαδίως. Κειρία. οἱ δεσμοί· τὰ σχοινία. θηλυκῶς. παρὰ τὸ κείρω, τὸ κόπτω, τουτέστι παρὰ τὸ εἰς λεπτὰ κόπτεσθαι αὐτά. ἢ παρὰ τὸ κέρας, τὸ σημαῖνον τὰς τρίχας, κερία, καὶ πλεονασμῷ τοῦ ι κειρία. καὶ γὰρ ἐκ τριχῶν ἦσαν κατὰ τὸ παλαιόν. Κέλευθος. ἡ ὁδός. παρὰ τὸ κέλλειν, ὃ σημαίνει τὸ τρέχειν· ἐν ταύτῃ γὰρ τρέχομεν. ἢ παρὰ τὸ ἐλεύθω, ἔλευθος καὶ κέλευθος, πλεονασμῷ τοῦ κ. καὶ ἐπὶ οὐδετέρου· —ὑγρὰ κέλευθα. κατὰ μετάπλασιν γένους, ὡς ἀπὸ τοῦ ὁ τράχηλος τὸ τράχηλον. Καλλίμαχος· τὰ τράχηλα γυμνάζει. καὶ τάρταρος καὶ ἡ τάρταρος καὶ οὐδέτερον τὰ τάρταρα. Πίνδαρος· τάρταρά τʼ ἠερόεντα— καὶ λύχνους λύχνα, δίφρους δίφρα, δακτύλους δάκτυλα. Κεντρηνεκέας. παρὰ τὸ διηνεκῶς καὶ συνεχῶς κεντρίζεσθαι. Κερκίς. παρὰ τὸ κρέκω, τὸ ἠχῶ, κρεκὶς καὶ κατὰ ὑπερβιβασμὸν κερκὶς, ἡ ἠχοῦσα. γλυκεῖα μᾶτερ, οὔτι δύναμαι κρέκειν τὸν ἱστόν. Κερκόλυρα. οὕτως ὁ Ἀλκμὰν ἐχρήσατο ἀντὶ τοῦ κρεκόλυρα. ἔστι δὲ τοῦτο πάθος. τὸ δὲ κερκόλυρα ἠχητικὴ λύρα· τὸ γὰρ κρέκε, κρέκε ἦχος ἐστὶ τῆς κιθάρας. Κεφαλή. παρὰ τὸ κάρφος καρφαλὴ, καὶ κεφαλή· ὁ κατάξηρος καὶ ὀστώδης τόπος. ἢ κατὰ Ἀπολλόδωρον κελύφη τις οὖσα, παρὰ τὸ καλύφειν καὶ σκέπειν τὸν ἐγκέφαλον. τινὲς δὲ παρὰ τὸ ἐκεῖ κεῖσθαι τὰ φάη, κεφάη τις οὖσα καὶ κεφαλή. οἱ δὲ παρὰ τὸ κάπω, τὸ πνέω, καπαλὴ καὶ κεφαλή· οἱονεὶ ἡ διαπνέουσα. ὅθεν καὶ κῆπος, ὁ διαπνεόμενος τόπος. διὸ καὶ ἐν ταῖς οἰκίαις τὸν ἀποπνεόμενον τόπον πρὸς ἀνάπαυσιν κῆπον λέγομεν. παρὰ τὸ κάπω, τὸ πνέω. ἀπὸ δὲ ψυχῆς ἐκάπυσεν. ὅ ἐστιν ἀνέπνευσεν. Κερωσσός. πόλις Ἀπολλωνιάδος. Κεφαλληνία. ἀπὸ Κεφάλου τινὸς, ὃς ἑκουσίως ἀνελὼν τὴν Ἐρεχθέως θυγατέρα ἔξεισι τῆς Ἀττικῆς καὶ σὺν Ἀμφιτρύωνι στρατεύεται κατὰ τῶν Τηλεβόων. Κέως. ἡ νῆσος. ἀπὸ Κέω τοῦ Ἀπόλλωνος καὶ Ῥοδοέσσης νύμφης. Κενοφωνίας. τὸ νέα τινὰ ἐφευρίσκειν, ὡς Ἀρειανοὶ καὶ Νεστοριανοί. καὶ ὁ Ἀπόστολος· ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις. — Οὐδέτερον. —Κέαρ. ἡ ψυχή. παρὰ τὸ κεκρᾶσθαι ἐκ ψυχροῦ καὶ θερμοῦ ἐπίσης ἔχον. κέαρ τὴν καρδίαν φησὶν Ἀριστοφάνης· ἐφʼ ᾧ γε τὸ κέαρ εὐφράνθη. Κέρμα. σωρεία λεπτῶν τε καὶ ὀβολῶν. Κεκρύφαλον. σουδάριον, κεφαλοδέσμιον. Κεκράγμασιν. Ἀριστοφάνης· δικροῖς ἐώθουν τὸν θεὸν κεκράγμασιν. ἔδει δὲ εἰπεῖν ξύλοις, καὶ εἶπε κεκράγμασι. τὸ δὲ δικροῖς ἀντὶ τοῦ διφυέσι ξύλοις. Κελήτιον. μικρὸν πλοιάριον. ἀπὸ μεταφορᾶς τοῦ κέλητος ἵππου, ᾧ εἷς ἀνὴρ ἐπικάθηται. Κελαινόν. μέλαν. κελὸν γὰρ τὸ μέλαν κατὰ διάλεκτον. αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί. Κέμεννα. ὄνομα ὄρους. καὶ Κέμμενα εἶδον ἐγώ. Κερασβόλα. ἄκαρπα, ἢ τὰ τοῖς κέρασι βάλλοντα. Κενήριον. τὸ κενὸν μνημεῖον. Κεφάλαιον. ἡ ἀρχὴ, ἢ τὸ ζήτημα. Κέρδιον. βέλτιον, κρεῖσσον. ἀπὸ τοῦ κέρδους. Κερτόμιον. παραλογιστικόν. παρὰ τὸ κέαρ τέμνειν, ὅ ἐστι τὴν ψυχὴν χλευάζειν διὰ λόγων. Κειμήλια. τὰ ἀπόθετα χρήματα. ὡς παρὰ τὸν θείσω μέλλοντα γίνεται θειμέλια, οὕτως καὶ παρὰ τὸν κείσω μέλλοντα γίνεται κειμήλιον. ἢ παρὰ τὸ ἐκεῖ κεῖσθαι τὰ μῆλα, διʼ ὧν τινὰ ἐκμειλισσόμεθα. Κελύφη. τὰ καλύμματα. ἀπὸ τοῦ καλύπτω. καὶ ἡ κάλυξ ἡ καλύπτουσα τὸ ῥόδον. Κέρας. ἡ θρίξ. διὰ τὸ τοῖς κέρασιν ὁμοίως ἐκφύεσθαι. οἱ δὲ φασὶ, ὅτι ἡ ἐκ βάθους ἰκμὰς ἀπὸ τῆς θερμασίας ἀναφερομένη, κᾄπειτα τῇ τοῦ δέρματος τάσει σφιχθεῖσα, κερατοῦται. ἢ ἡ συνεχῶς κειρομένη. Κέρας. καὶ ὄνομα ποταμοῦ. καὶ τὸ κέρατον καὶ τὸ κερατάριον καὶ ἄλλα πολλὰ σημαίνει. Κέδματα. τὰ χρόνια ἀλγήματα λέγει ὁ Ἱπποκράτης. γράφει δὲ καὶ ὁ Ψελλός· χρόνια δὲ ἀλγήματα τὰ κέδματα τυγχάνει. Κέντο. τὰ ἑκατὸν παρὰ Ῥωμαίοις. — Ῥῆμα. —Κέαται. κεῖνται. ὅτι οὐ μόνον ἐπὶ παρακειμένου καὶ ἐπὶ πάθους ποιοῦσιν οἱ Ἴωνες τρίτον παθητικὸν, ἀλλὰ καὶ ἐπὶ ἐνεστῶτος. οἷον· κεῖμαι, κεῖσαι, κεῖται, κέαται. Κεδάζω. σκορπίζω. Κεκομψευμένος. κεκαλλωπισμένος, σεμνός· ἀστεῖος, ἢ κομπηρὸς, ἢ τεχνικὸς, ἢ φαντασιώδης. Κέκραθι. κράξον. Κέκτημαι καὶ ἔκτημαι. ἀμφότερα Ἑλληνικά. Θουκυδίδης ἑκατέρως· καὶ οὐδὲν τὸ πρότερον κεκτημένων· καὶ τὰ προεκτημένα φιλεῖ ἐλασσοῦσθαι. Δημοσθένης δʼ ἀεὶ σὺν τῷ κ. Κεκωδωνισμένος. ἐξητασμένος. ἀπὸ τῶν τοὺς φύλακας διὰ τοῦ κώδωνος ἐξεταζόντων. καὶ διακωδωνίσαι τὸ ἐξετάσαι. Ἀριστοφάνης· ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾷν. Κεκαυτηριασμένος τὴν συνείδησιν. τουτέστι μὴ ἔχων ὑγιᾶ. Κεκοσυρῶσθαι. πεποικίλθαι. Κέκλυτέ μου. ἐπακούσατέ μου. Κεκόπακεν. ἐπαύσατο. Κεκόλαπται. γέγλυπται. Κεκραιπαληκώς. μεθύσας· εὐφρανθείς. Κέκμηκα. κεκοπίακα. Κεκλοφέναι. κλέψαι. Κεκολουμένος. ἐκτετηγμένος· ἀδυνάτως ἔχων· ἀμηχανῶν. Κεκονιαμένος. σπουδάζων πάνυ. ἔτι τὴν κόνιν τοῖ ποσὶ περιφέρων. Κεκονιαμένοις. ἀσβέστῳ κεχρισμένοις. Κεκριγότες. μηδὲν διασαφοῦντες. κριγμὸς γὰρ ὁ τῶν ἀποθνησκόντων τρισμὸς τοῖς ὀδοῦσι γινόμενος. Κεκασμένον. κεκοσμημένον. κάζω γὰρ τὸ καλλωπίζω. Κεκαφηότα. ἐκπνεύσαντα. κάπος γὰρ τὸ πνεῦμα. Κεκληγότες. κράζοντες. Κεκλόμενος. παρακελευόμενος. Κεκινέαται. κεκίνηνται. Κεκαδησόμεθα. φροντίσομεν. Κεκάδοντο. ἀντὶ τοῦ ἐκεχάδοντο, ὡς τό· —ὑπὸ δὲ Τρῶες κεκάδοντο. Κεκαδήσει. ἀπὸ τοῦ χάζω, τὸ ὑποχωρῶ, ὁ δεύτερος ἀόριστος ἔχαδον, ὁ μέσος ἐχαδόμην, ἐχάδοντο, καὶ κατὰ τροπὴν ἐκάδοντο. ἀπὸ δὲ τοῦ χάζω γίνεται χαδῶ, χαδήσω, τὸ τρίτον χαδήσει, καὶ τροπῇ καδήσει, καὶ κατὰ ἀναδιπλασιασμὸν κεκαδήσει. καὶ ποιητικῷ ἀναδιπλασιασμῷ κεκάδοντο. Κελαρύζει. μετὰ ἤχου ῥέει. Κελαδοῦσιν. ἠχοῦσιν ἢ θόρυβον ἐμποιοῦσι. Κέλλεται. προστάττει. Κελευτιόων. παρακελευόμενος. Κεπφωθείς. ἐπαρθείς. κέπφος γὰρ εἶδος ὀρνέου κούφου. Κενῶσαι. ἀντλῆσαι. ἔστι δὲ καὶ ἀντὶ τοῦ τῆξαι. Κεραννύς. κιρνῶν. Κεραΐζων. διακόπτων, ἀναιρῶν, διαρπάζων. Κερατιοῦμεν. καταγωνισώμεθα. ἐκ μεταφορᾶς τῶν ζώων, ἃ τοῖς κέρασι καταπαλαίει τὸν ἀντίπαλον. Κενεμβατεῖ. εἰς κενὰ ἐμβαίνει. Κεύθω. τὸ κρύπτω. Κεχαριτωμένη. πεφιλημένη, εὐλογημένη. Κείρειν. κόπτειν. ἀπὸ τοῦ αἴρειν καὶ ἀποκόπτειν τὰς τρίχας. Κείω. τὸ κέω. ἀνεφάνη γὰρ τὸ ε, ὡς ἐν τῷ· κέδρου τʼ εὐκεάτοιο. Κείων. κοιμησόμενος. ἀπὸ τοῦ κέων. ὦρσο κέων. πλεονασμῷ τοῦ ι, κείων. κίω δὲ τὸ πορεύομαι διὰ τοῦ ι, ἀπὸ τοῦ ἴω. Κέραιρε. κίρνα. ἀπὸ τοῦ καιρῶ κεραίρω, ὡς μενῶ μεναίνω. Κερδαίνειν. παρὰ τὸ κέρδος. ἢ παρὰ τὸ κέαρ ἰαίνειν, ὅ ἐστιν εὐφραίνειν. Κεκρηγέναι. ἀντὶ τοῦ κεκραγέναι. Κεκαδησόμεθα. λυπηθησόμεθα, φροντιοῦμεν. οἶμαι ἀπὸ τοῦ ἄχος, ἀχῶ, ἀχάζω, ἀχαδῶ, καὶ κατὰ ἀποβολὴν χαδῶ, χαδήσω, χαδήσομαι, καὶ καδήσομαι, καὶ κατὰ ἀναδιπλασιασμὸν κεκαδήσομαι, κεκαδησόμεθα. Κεκαδών. στερήσας, χωρίσας. παρὰ τὸ χάζω ἔχαδον, ἡ μετοχὴ χαδὼν καὶ καδών. θυμοῦ καὶ ψυχῆς κεκαδών—. Κεκασμένος. κεκαλλωπισμένος· κεκοσμημένος. ἀπὸ τοῦ κάζω, τὸ κοσμῶ. Κεκινέαται. ἀπὸ τοῦ κινῶ, κινήσω, κεκίνηκα, κεκίνημαι, κεκίνηται καὶ Ἰακῶς κεκινέαται. οἱ δέ μευ ὀδόντες ἐν τοῖσι γνάθοισι πάντες κεκινέαται. Κεκαφηότα. ἐκπεπνευκότα. κάπφος γὰρ τὸ πνεῦμα, ἀπὸ τοῦ κάφω, καφῶ, καφήσω. Κεκλαυμένην. ἀντὶ τοῦ κεκλαυκυῖαν. ἔστι δὲ ποιητικόν. Κέκληκα. ἐκ τοῦ καλῶ, καλέσω, κεκάληκα, καὶ κατὰ συγκοπὴν κέκληκα. ἐξ οὗ καὶ τὸ κεκληγὼς τροπῇ τοῦ κ εἰς γ. Κεκλίαται. Ἰστέον, ὅτι οἱ καθαριεύοντες παρακείμενοι τὸ α μόνον προσλαμβάνουσι κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν. καὶ εἰ μὲν μακρᾷ παραλήγει, ταύτην συστέλλει. καὶ οὕτως τὸ Ἰωνικὸν ποιοῦσιν. οἷον ἐρύω, ἔρυται, ἐρύαται. οὕτως καὶ ἀπὸ τοῦ κλείω κέκλειται, κεκλίαται, κατὰ συστολὴν τῆς ει διφθόγγου. οἷον· αἳ ἁλὶ κεκλίαται. Κεκλόμενοι. παρακελευόμενοι. ἀπὸ τοῦ κέλλω κελλόμενοι, καὶ πλεονασμῷ τοῦ κ κεκλόμενοι. ἀλλήλοισί τε κεκλόμενοι—. Κέκλυθι καὶ κέκραθι. οἱ πλεῖστοι, ὡς καὶ ἡ χρῆσις μαρτυρεῖ, παρακείμενοι εἰσί. τοῦ δὲ παρακειμένου τὰ προστακτικὰ ποτὲ μὲν εἰς ε λήγουσιν, οἷον τέτυφε, ποτὲ δὲ εἰς θι, οἷον τέτυφθι. οὕτως οὖν καὶ κέκλυθι. τὸ δὲ κλυ μακρόν ἐστι. Κεκορυθμένα. καθωπλισμένα, ἠκονημένα. ἀπὸ τοῦ κόρυθος, κορυθῶ, κεκορυθημένα καὶ κεκορυθμένα. ἢ ἀπὸ τοῦ κορύσσω, τὸ καθοπλίζω. οἷον τῷ σιδήρῳ ἠμφιεσμένα. ἀπὸ τοῦ τὴν κορυφὴν θήγειν καὶ ἀκονᾷν εἰς ὀξύτητα. Κέκλω. εἰ παρὰ τὸ κέλλω λάβοιμεν, πλεονασμός ἐστι τοῦ κ· εἰ δὲ παρὰ τὸ καλῶ, κλῶ, οὐ πλεονασμὸς, ἀλλὰ διπλασιασμός. Κέκμηκα. ἐκοπίασα. ἀπὸ τοῦ καμῶ, καμήσω, κεκάμηκα, κέκμηκα ἐν συγκοπῇ. Κελαρύζειν. κυρίως ἐπὶ τῶν ὑδάτων. τὸ μετὰ ποιοῦ ἤχου ῥεῖν καὶ ψόφου. σημαίνει δὲ τὸ ἁπλῶς ἠχεῖν. γίνεται παρὰ τὸ κρῶ, τὸ φωνῶ, οὗ παράγωγον κρύζω, καὶ μετὰ τοῦ λα ἐπιτατικοῦ μορίου, καὶ πλεονασμῷ τοῦ ε, κελαρύζω. ἐκ τούτου γίνεται καθʼ ὑπέρβασιν. ἀφʼ οὗ ῥηματικὸν ὄνομα λακέρυζα κορώνη. Κέλεαι. κέλλω, ὁ παθητικὸς ἐνεστὼς κέλομαι, καὶ τὸ δεύτερον Ἰωνικὸν κέλεαι. Κελητίζειν. τουτέστι διεσκελισμένως καθῆσθαι. τούτου ἡ γενικὴ κέλητος καὶ ἐξ αὐτοῦ ῥῆμα κελητῶ, κελητίζω, κατὰ παραγωγὴν, ἀντὶ τοῦ ἱππεύω. Κελευτίω. κελεύω. ὡς κυνηγέτης κυνηγῶ, οὕτω κελευτὴς κελευτῶ. παράγωγον κελευτιόω, ὡς φυσῶ, φυσιόω. ἔνιοι δὲ διὰ τοῦ ς, κελευσιόων. κελευσιόων τοὺς Ἕλληνας, ἀντὶ τοῦ ὁδηγῶν. Κένσαι. ἀπὸ τοῦ κέντω, κένσω. δύναται δὲ καὶ ἀπὸ τοῦ κεντῶ, κεντήσω, καὶ ἐν συγκοπῇ κένσω. ἐκέντησα, κεντῆσαι, καὶ ἐν συγκοπῇ κένσαι. ἔστιν ἀόριστος αʹ καὶ μέλλων. Κεραννύς. ἀπὸ τοῦ κερῶ κεραννύω, κεράννυμι, καὶ ἡ μετοχὴ κεραννὺς, διὰ δύο νν. τὰ ἀπὸ τῶν εἰς υω περισπωμένων διὰ νύω γινόμενα, διὰ δύο νν γράφεται, οἷον χῶ χωννύω, ῥῶ ῥωννύω. Κέρσαι. κόψαι. κείρω τὸ κόπτω, καὶ αἰολικῶς κέρσω. Κερτομέων. ἀντὶ τοῦ ἐρεθίζων. καί· —κερτομίοις ἐπέεσσιν. ἐρεθιστικοῖς, παροξυντικοῖς, χλευαστικοῖς· ἀπατηλοῖς. Κεύθομαι. ἐνταῦθα εἰς ᾅδου τὴν κέλευθον, ὅ ἐστι τὴν ὁδὸν, ποιήσομαι. συγκέκοπται δὲ ἀπὸ τοῦ κελεύθομαι, καὶ σημαίνει τὸ πορεύομαι. οἷον· —ἄϊδι κεύθομαι. καὶ ἀντὶ τοῦ κρύπτομαι. κεύθω γὰρ τὸ κρύπτω. Κεχανδότα. χωροῦντα. χάζω, χάσω, κέχαδα, κεχαδὼς, κεχαδότος, κεχαδότα, καὶ πλεονασμῷ τοῦ ν κεχανδότα, ὁ δεύτερος ἀόριστος ἔχαδον, ἔχαδες, ἔχαδε. Κεχαρηότα. ἀπὸ τοῦ χαίρω γέγονεν, οὗ ὁ παρακείμενος κεχάρηκα, ἡ μετοχὴ κεχαρηκὼς, κεχαρηκότος, καὶ κατὰ ἀφαίρεσιν Ἰωνικὴν κεχαρηότος, κεχαρηότα. —ἐμῷ κεχαρηότα θυμῷ. Κεχαροίατο. χαίρω, χαρῶ, ὁ δεύτερος ἀόριστος ἔχαρον, ἐχαροίμην, ἐχάροιο, ἐχάροιτο, καὶ πλεονασμῷ τοῦ κ, κεχάροιτο, καὶ ἰωνικῶς κεχαροίατο. Κεχολώσεται. ἀπὸ τοῦ χολῶ, χολώσω, κεχόλωκα, κεχόλωμαι, κεχόλωσαι, ὁ μετʼ ὀλίγον μέλλων κεχολώσεται. διαφέρει δὲ ὁ μέλλων τοῦ μετʼ ὀλίγον μέλλοντος, ὅτι ὁ μὲν μέλλων ἀοριστός ἐστιν, ὁ δὲ μετʼ ὀλίγον μέλλων ὡρισμένος. Κεχρημάτισται. ἀκήκοεν· εἶδε. καὶ ὁ Ἀπόστολος· καθὼς κεχρημάτισται Μωυσῆς. Κενωθῇ. οἷον βλάβην καὶ ἐλάττωσιν ὑπομένει. ἀποστολικὴ ἡ λέξις. ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Κεάσαι. σχίσαι. Κεῖθεν. ἀντὶ τοῦ ἐκεῖθεν. ἐκ τοῦ ἐκεῖνος ἐκείνοθεν, καὶ κατὰ συγκοπὴν ἐκεῖθεν καὶ κεῖθεν. ἢ ἐκ τοῦ κεῖνος κεινόθεν, ὡς Λέσβος Λεσβόθεν. οὐδὲν εἰς θεν λῆγον ἐπίῤῥημα τῇ ει διφθόγγῳ λήγεται χωρὶς τούτου. Κεῖθι. ἐκ τοῦ ἐκείνοθι, ἢ κεινόθι. καὶ ἐκ τοῦ ἐκεῖσε, κεῖσε. Τὸ Κ μετὰ τοῦ Η. — Ἀρσενικόν. —Κηδάρ. χώρα παρακειμένη Βαβυλωνίοις, οἰκήτορας ἔχουσα βδελυρούς. σκότος ἑρμηνεύεται. Κηδεστής. ὁ πενθερός. καὶ ὁ φροντιστής. κήδω γὰρ τὸ φροντίζω. Κηδεμών. φροντιστής. Κηκασμός. λοιδορησμός. καὶ κηκὰς ὁ λοίδορος. καὶ κηκὰς ἡ ἀλώπηξ ἡ κακωτικὴ καὶ πανοῦργος καὶ πονηρά. Κηλέστης. ὁ ἀπατεών. ἀπὸ τοῦ κηλῶ, τὸ θέλγω. Κηληθμός. ἡ μετʼ ᾠδῆς τέρψις. Κηλεός. καυστικός. Κήλων. θερμὸς εἰς συνουσίαν. παρὰ τὸν κήσω μέλλοντα, ὃ δηλοῖ τὸ καύσω. Κημός. εἶδος χαλινοῦ. Κῆνσος. τὸ νόμισμα. Κῆπος. ὁ καταπνεόμενος τόπος πρὸς ἀνάπαυσιν. παρὰ τὸ κάπω, τὸ πνέω, κάπος καὶ κῆπος. Κήρυλος. ὁ τῶν ἀλκυόνων ἄῤῥην. Κῆσος. ὄνομα ποταμοῦ. Κηφήν. εἶδος μελίσσης. ἔστι δὲ ἀργόν. τινὲς δὲ τοὺς ὑδροφόρους τῶν μελισσῶν κηφῆνας λέγουσι. Κηώεις καὶ κηώδης. ὁ εὐώδης καὶ τεθυμιασμένος οἶκος. Κής. ὁ σκώληξ. Κηδεός. ὁ νέκυς, ὁ φροντίδος καὶ κηδεμονίας ἄξιος τῆς κηδεύσεως. παρὰ τὸ κήδω, τὸ φροντίζω, γέγονε κηδεύω, κηδεὸς, ὡς φωλεύω, φωλεός. Κηδεστής. ὁ κατʼ ἐπιγαμβρίαν συγγενής. τουτέστιν ὁ πατὴρ τῆς γαμουμένης, καὶ αὐτὸς ὁ γαμῶν. παρὰ τὸ κήδω ῥῆμα ὄνομα κῆδος, ὅ ἐστιν ἡ κατʼ ἐπιγαμίαν συγγένεια. ἐπεὶ ἐκ προνοίας καὶ κηδεμονίας συνίσταται. παρὰ τὸ κῆδος οὖν κηδεστής. ἢ παρὰ τὸ κήδω. τὸ δὲ κηδεστὴς ὀξύτονον ὡς προσηγορικὸν, τὸ δὲ κύριον ὄνομα βαρύτονον. ὡς θύω, Θυέστης. Κήδιστος. φροντιστικώτατος. ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε. καὶ ὥσπερ παρὰ τὸ κάλλος γίνεται καλλίων, καὶ τὸ ὑπερθετικὸν κάλλιστος, οὕτως οὖν παρὰ τὸ κῆδος κήδιστος. Κηλεύς. παρὰ τὸ κηλεῖν καὶ τέρπειν. οἷον· κηλιθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα. τὸ δὲ κηλιθμὸς οἱονεὶ κηλιδιθμός· καὶ κατὰ συγκοπὴν κηλιθμός. οὕτως εὗρον ἐν ὑπομνήματι Ὀδυσσείας. Κῆρυξ. ὡς παρὰ τὸ πτερὸν γίνεται πτερῶ καὶ πτερύσσω, οὕτως καὶ παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἐρύσσω καὶ ἠρύσσω καὶ πλεονασμῷ τοῦ κ κηρύσσω, ὁ μέλλων κηρύξω. οὕτως καὶ ἀποβολῇ τοῦ ω κῆρυξ. Κηώεις. ἐπὶ τοῦ θαλάμου. παρὰ τὸ κέω, τὸ κοιμῶμαι. ὦρσο κέων ὦ ξεῖνε. γέγονε κεώεις καὶ κηώεις, ὁ εἰς τὸ κοιμᾶσθαι εἰργασμένος. σημαίνει δὲ τὸν τεθυμιαμένον θάλαμον καὶ οἶκον. ἀπὸ τοῦ τὰ θυμιάματα εἰς αὐτὸν καίεσθαι. Κηφισσός. ὄνομα ποταμοῦ. — Θηλυκόν. —Κηδεμονία. φροντίς. Κηδεία. ἡ ταφή. καὶ ἡ συγγαμβρία. Κηδαλία. χώρα. Κηκίς. ἡ ὀξύτης. Κήλη. τὸ πάθος. καὶ κηλήτης. Κηλίς. ὁ ῥύπος. καὶ κλίνεται κηλίδος. Κήλησις. ἡδονὴ καὶ θέλξις μετὰ μέλους. Κηπαία. ἡ ἐν τῷ κήπῳ κηπαία παγὶς ἱσταμένη. Κηπεία. ἡ κήπευσις. Κηρουλκός. ἡ εἰς θάνατον ἕλπουσα. παρὰ τὴν κῆρα, τὴν θανατηφόρον μοῖραν. Κήρινθος. πόλις. Κηρυκίνη. ῥάβδος. Κηφηΐς. ἡ Αἰθιοπία γῆ. ἀπὸ Κηφέως. Νίκανδρος· Περσεὺς ἥν ποτε λιπὼν Κηφηΐδα γαῖαν. Κηλάς. ἡ ἀλώπηξ. Κῆδος. ἡ συναλλαγὴ τοῦ γάμου. Κήδεα. φροντίδες, λύπαι, ἢ τὰ κακά. Κηκίδιον. τὸ τοῦ μέλανος. Κηλώνιον. ἵππος ἐπιβατήριος. παρὰ τὸ κήλων, ὃ σημαίνει τὸν θερμόν. κήλων γὰρ ὁ θερμὸς εἰς συνουσίαν. ἢ παρὰ τὸν κήσω μέλλοντα, ὃ δηλοῖ τὸ καύσω. Κηλόνειον δὲ τὸ γεράνιον. μικρὸν καὶ δίφθογγον. παρὰ τὸ κάλον, τὸ ξύλον, καὶ μετὰ τοῦ νεύειν γέγονε καλόνειον καὶ κηλόνειον, τὸ ἀνανεῦον καὶ κατανεῦον ξύλον. Κῆλον. τὸ βέλος τὸ ξύλινον. παρὰ τὸ κάλον, ὃ δηλοῖ τὸ ξύλον. ἢ βέλος θεῖον, τουτέστιν ἀστραπὰς καὶ βροντάς. —ᾤχετο κῆλα θεοῖο. παρὰ τὸν κήσω μέλλοντα τὸν δηλοῦντα τὸ καύσω. ὅθεν καὶ τό· πυρὶ κηλέῳ, τουτέστι καυστικῷ. Κήναιον. ὄρος. Κήπιον. κῆπος. Κῆρ. ἡ ψυχὴ, ἀπὸ τοῦ δίκην κηροῦ ἀπομάττεσθαι τὰ μαθήματα. Κῆρ. περισπωμένως μὲν τὴν ψυχήν· παρὰ τὸ κέαρ. ὀξυτόνως δὲ τὴν θανατηφόρον μοῖραν, ἡ τὸ κακύναι ἐπιφέρουσα. Κηρύκειον. ὄρος Ἐφέσου. καὶ ὁ τῶν κηρύκων μισθός. κηρύκιον δὲ πᾶσα ῥάβδος, ι. — Ῥῆμα. —Κήδεται. φροντίζει. Κῇεν. ἔκαυσεν. καὶ κήσω. Κήκιεν. ἐφέρετο. κατέβαινεν. ἔῤῥει. παρὰ τὸ κίω, τὸ περιπατῶ καὶ πορεύομαι, ἔκιε, καὶ πλεονασμῷ τοῦ κ καὶ ἐκτάσει κήκιεν. αἷμα δʼ ἀνεκήκιε. Κηλοβλάπτω. ἀπατῶ. Κηλάζω. τὸ λοιδορῶ. Κήδω. τὸ λυποῦμαι. καί· —ἀνάσχεο, κηδομένη περ. οἶμαι παρὰ τὸ καίεσθαι εἴρηται· τοῖς γὰρ λυπουμένοις ἕπεται ἡ ἔκκαυσις. Κηλῆσαι. θέλξαι. Κημῶ. χαλιναγωγῶ. Κηρύσσω. παρὰ τὸ γῆρυς, ὃ σημαίνει τὴν φωνὴν, κατὰ τροπὴν τοῦ γ εἰς κ. ἢ παρὰ τὸ ἐρύσσω, ἠρύσσω, καὶ πλεονασμῷ τοῦ κ, κηρύσσω. Κηρόθι. ἐκ ψυχῆς. εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο κηρόθι μᾶλλον. Κῆχος. πρὸ ὀλίγου, ἢ ὅπου. Τὸ Κ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Κιανός. κόλπος. καὶ Κιανὶς ποταμός. Κιβυῤῥαιώτης. τοπικόν. Κίβδηλος. ἀδόκιμος, ἀπεῤῥιμμένος. Κιθαιρών. ὄρος ἐν τῇ Βοιωτίᾳ. Κίκυς. ὁ ὀξὺς, ὁ ἰσχυρός. σημαίνει τὴν ἰσχύν. παρὰ τὸ κίω, τὸ πορεύομαι. ὁ γὰρ ἰσχυρὸς ἐκ τῆς κινήσεως φαίνεται. Κιλίκιοι. δασεῖς. κιλίκιοι τράγοι. τοιοῦτοι γὰρ οἱ ἐν Κιλικίᾳ γίνονται τράγοι. ὅθεν τὰ ἐκ τριχῶν ἐκτιθέμενα κιλίκια λέγονται. Κίμβρος. ὁ λῃστής. Κίμβις. ποταμός. Κιμμερίους. φησὶν Ἡρακλείδης ὁ Ποντικὸς, ὑποκάτω τοῦ Πόντου εἶναι τοὺς Κιμμερίους. ἀεὶ γὰρ οἱ τοιοῦτοι ἐν χειμῶνι εἰσίν. κέμμερον γὰρ λέγουσι τὴν ὁμίχλην. καὶ Σκυθικὸν ἔθνος οἱ Κιμμέριοι. Κίνιψ. ὁ λιμήν. Κίναιδος. ὁ πόρνος, ὁ ἀσελγής. ὁ κενὸς αἰδοῦς. οὕτως Διονύσιος. ἢ παρὰ τὸ κινεῖν τὰ αἰδοῖα. οὕτως Ὦρος ὁ Μιλήσιος. Κίναδος. ἐπὶ τῶν θηρίων. παρὰ τὸ ἄδδην κινεῖσθαι. πολυκίνητα γὰρ τὰ θηρία. οἱ δὲ καταποθῆναι ὑπὸ τοῦ κινάδεος. καὶ τῷ κινάδει. Κινδαψός. εἶδος ὀρνέου. λέγει δὲ καὶ Διονύσιος, ὅτι ἔθνος ἐστὶν Ἰνδικόν. Κίνδυνος. φοβεροῦ πλησιασμός. Κίρκος. ὁ κωπηλάτης. ἢ ὁ ἱέραξ. Κιῤῥός. ὁ κίτρινος. Κιῤῥαῖος. ἐθνικός. καὶ ὁ Κιῤῥαίων λιμήν. Κίς. ὁ σκώληξ. καὶ κλίνεται κιός. Κιχηλάς. ὁ κίχλας, πλεονασμῷ τοῦ η. κρεάτων ὀρνίθασι κιχηλῶν. Κίων. ἀπὸ τοῦ κίειν καὶ ἀνιέναι εἰς ὕψος. παρὰ τὸ τὴν ἰὼν μετοχὴν γέγονεν ἴων καὶ κίων. τοῦτο οἱ Ἀττικοὶ ἀρσενικῶς λέγουσιν, οἱ δὲ Ἴωνες θηλυκῶς. Κίῤῥις. ζῶον. Κιγκλισμός. ἀντὶ τοῦ τάραχος. οὕτως Μένανδρος. ἀπὸ μεταφορᾶς τῆς κιγκλίδος. Κιλλαγητήρ. ὀνειλάτης. Κίλλοι. ὄνοι. Κίνιφος. ὁ ποικίλος. Κίγκλος. εἶδος ὀρνέου. Κίμβιξ. ὁ φιλοχρήματος. Κιχλισμός. μικρὸς γέλως. — Θηλυκόν. —Κίαρος. ὄνομα πόλεως. Κία. ἡ μέθη. Κιβωτός. ὤφειλε διὰ τῆς ει διφθόγγου, ἐπειδὴ διὰ τὸ κεῖσθαι ἐκεῖ τὴν βόσιν εἴρηται. ἀλλʼ ἡ παράδοσις τὸ ι ἔχει. καὶ λέγει Ὦρος ὁ Μιλήσιος· ἴσως παρὰ τὸ κίβος γέγονεν, ὃ σημαίνει τὴν τροφήν. καὶ κίβισος ἡ πήρα ἢ ἡ κιβωτός. παρὰ τὸ κεῖσθαι ἐκεῖ τὴν βόσιν, ὃ σημαίνει τὴν τροφὴν, ἡ εἰς τὸ κίειν καὶ ἰέναι βόσιν ἔχουσα. Κιγκλίς. τὸ τοῦ δικαστηρίου κάγκελον, ἢ ἡ σωλεία. Κιβωτός. διὰ τοῦ ι γράφεται, τῷ λόγῳ τοῦ θλίβω. Κίδαρις. περίθεμα κεφαλῆς εὔκοσμον, διʼ οὗ οἱ ἱερεῖς τὸ παλαιὸν ἐκοσμοῦντο. ἢ ἐκ τριχῶν καμελαύκιον. ἀνὴρ παρὰ Πέρσαις τὴν κίδαριν ἀνεδήσατο. Κίθαρις. παρὰ τὸ κεύθειν τὸν ἔρωτα. Κικονία. γῆ. Κιμωλός. νῆσος. Κιμωλία. νῆσος. καὶ ὁ γύψος. Κίμαρα. τόπος. Κιναύρα. ἡ τῶν τράγων δυσοδμία. Κιννύρα. ὄργανον μουσικόν. Κίνησις. ἀγὼν, πόλεμος, σεισμός. ἢ κίνησις ἐστὶν ἡ ἐντεύχεια καὶ ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν ὃ ἦν. κίνησις θεωρεῖται ἐν τῇ οὐσίᾳ, καὶ ἐν τῷ ποσῷ καὶ τῷ ποιῷ, καὶ ἐν τῇ ποῦ κατηγορίᾳ. ἐν μὲν τῇ οὐσίᾳ γένεσις καὶ φθορά· ἐν τῷ ποσῷ αὔξησις καὶ μείωσις· ἐν δὲ τῷ ποιῷ ἀλλοίωσις· ἐν δὲ τῷ ποῦ τὸ κυκλοφορούμενον καὶ τὸ ἐπʼ εὐθείας κινούμενον. καὶ καλεῖται τὸ μὲν πρότερον περιφορά· τὸ δὲ δεύτερον ἁπλῶς ἐπʼ εὐθείας κίνησις. ἑπτὰ δὲ εἰσὶν ἐν τῇ ποῦ κατηγορίᾳ κινήσεις· τουτέστιν αἱ τοπικαὶ καὶ μεταβατικαί· ἡ ἄνωθεν· ἡ κάτωθεν· ἡ ἐντός· ἡ ἐκτός· ἡ δεξιά· ἡ ἀριστερὰ καὶ ἡ κυκλοφορουμένη. Κῖος. πόλις Μυσίας. ἀπὸ Κίου τοῦ ἡγησαμένου τῆς τῶν Μιλησίων ἀποικίας. τὸ ἐθνικὸν Κιανός. Κίσηρις. τὸ κισήριον. παρὰ τὸ ἐν τῷ κινεῖσθαι σαίρειν. Κίσσηρις. βούνευρον. ἢ εἶδος ὁμαλιστηρίου. Κισσία. χώρα. Κίσσινα. πόλις. Κίσσα. τὸ ζῶον. Κίστη. ἡ θήκη. Κίτωρα. πόλις. τινὲς δύο ττ γράφουσι. Κιφήν. ἡ ἀλώπηξ. Κιχῶναι. τὰ μεσόσκελα. Κίνησιν. κίνησιν ὁ θεόλογος Γρηγόριος τὴν τοῦ θεοῦ πρὸς ἑαυτὸν ἐπιστροφήν τε καὶ σύννευσιν. ἐκινεῖτο μὲν γὰρ ὁ θεὸς τοῦ οἰκείου κάλλους τὴν αἴγλην θεωρῶν. ἐκινεῖτο δὲ βλέπων καὶ τοὺς τύπους τοῦ κόσμου, οὓς ἔστησεν ἐν τοῖς ἰδίοις μεγάλοις νοήμασιν ὁ κοσμογόνος νοῦς. — Οὐδέτερον. —Κιβύσιον. φλασκίον. Κίβδηλον. ἀδόκιμον. ἀπεῤῥιμμένον. ἀπὸ ἱστορίας τινός. οἱ Ἀθηναῖοι τῷ πρὸς τοὺς Χίους μίσει φερόμενοι, ἐν τοῖς ἀδοκίμοις ἑαυτῶν νομίσμασι τὸν τοῦ χ τύπον ἐγχαράττοντες ἀπέῤῥιπτον βδελυττόμενοι. κυρίως δὲ λέγεται κίβδηλον τὸ ὑπόχαλκον χρυσίον. ἐπειδὴ τὰ κακυνόμενα πάντα ἢ τῇ ὕλῃ τὸ κακύνεσθαι ἔχουσιν, ὡς τοῦτο, ἢ τῷ εἴδει. Κίκι. εἶδος ἐλαίου. Κίλον. βιανόν. Κίμωρα. τόπος. Κινάμωμον. ἄρωμά τι μυρεψικόν. Κιννάβαρ. χρῶμα κόκκινον. καὶ κλίνεται κινναβάρεως. Κινώπεον. ὄρνεον. καὶ κινώπετα, ἑρπετά. τὰ ἀεὶ κινούμενα ἐν τῷ πέδῳ. κινώπεδα καὶ κινόπετα. οὕτως Ὦρος ὁ Μιλήσιος. Κιόκρανον. τὸ ἄκρον τοῦ κίονος. Κιῤῥόν. τὸ κίτρινον. Κισσύβιον. ποιμενικὸν ποτήριον. ἴσως ἀπὸ τοῦ κισσοῦ, ἐξ οὗ κατεσκευάζοντο τὰ ποτήρια. κοινοτέρως δὲ καὶ ἐπὶ πάντων τῶν ξυλίνων ποτηρίων ἡ λέξις τίθεται. παρὰ τὸ κεχύσθαι εἰς αὐτὸ τὸν οἶνον. οἷον χύω, χύσω, χυσσύβιον καὶ κισσύβιον. Ἡσίοδος· ὀλίγῳ δʼ εἴσεται κισσυβίῳ. Κίτιον. τόπος. Κιτρίον. ἡ κέδρος. Κίτρον. ὁ καρπός. Κιχώριον. βοτάνιον. λέγει δὲ τὸ ἄγριον ἰντύβιον. — Ῥῆμα. —Κίδναται. σκεδάννυται, σκορπίζεται. Κιγκλίω καὶ κιγκλίσαι. τὸ ἀσφαλίσαι. παρὰ τὴν Ἀττικὴν κιγκλίδα, ἥτις ἐστὶ καγκελοθυρίς. τοιαῦται γὰρ ἦσαν αἱ τοῦ δικαστηρίου κιγκλίδες, ἵνα ταχέως ἀνοίγωνται καὶ κλείωνται· συνεχῶς γὰρ εἰσῄεσαν καὶ ἐξῄεσαν. γέγονεν οὖν παρὰ τὸ κλείω. τινὲς δὲ ἀπὸ κίγκλου τοῦ ὀρνέου. οὕτως λέγεται ἡ σεισοπυγίς. καὶ Μένανδρος κιγκλισμὸς φησὶν ἀντὶ τοῦ τάραχος. Κίε. πορεύου. Κίω. τὸ πορεύομαι. πλεονασμῷ τοῦ κ. ἀπὸ τοῦ ἴω. Κικλήσκω. τὸ καλῶ. ἀπὸ τοῦ κλῶ, τὸ καλῶ, γίνεται κλήσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν κικλήσκω, ὡς τρώσω, τιτρώσκω. Κικυμώειν. τυφλώττειν. Κικύω. τὸ ταχύνω, τὸ ἰσχύω. καὶ γέγονε παρὰ τὸ κίκυς. ἔχει δὲ καὶ τοῦτο τὸ υ κατὰ τὴν δευτέραν συλλαβήν. Κινόμενος, κινούμενος καὶ κιννύμενος. ἀντὶ τοῦ ἐπὶ πρᾶξιν ὁρμῶν. ἀπὸ τοῦ κινῶ, κιννύω, κίννυμι. Κινῶ. παρὰ τὸ ἲς, ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, γίνεται ἰνῶ καὶ κινῶ. Κισσῶ. μεθʼ ἡδονῆς συλλαμβάνω. παρὰ τὸ τὴν κίσσαν κισσῶ. λαγνότατον γὰρ ἡ κίσσα, τὸ ὄρνεον, καὶ πρὸς τὰς ἡδονὰς καὶ συνουσίας καταφερέστατον. ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν καὶ μετὰ σφοδρότητος σεύεσθαι πρὸς τὸ συνουσιάζειν. Κιχήσατο. κατέλαβε. καὶ κιχείω τὸ καταλαμβάνω. κιχῶ κιχείω, ὡς τελῶ τελείω, ὄψω ὀψείω. ἀπὸ δὲ τοῦ κιχῶ γίνεται καὶ κιχάνω. κιχῶ ἀπὸ τοῦ κιῶ. κιχῶ τὸ καταλαμβάνω. Κιχρῶ. τὸ δανείζω. Τὸ Κ μετὰ τοῦ Λ. — Ἀρσενικόν. —Κλεόπας. κύριον. Κλέπτης. ὁ κρυφῆ τὰ ἀλλότρια λαμβάνων ἐπὶ βλάβῃ τοῦ πλησίον. ἀπὸ τοῦ καλύπτειν καλύπτης καὶ κλέπτης, λάθρα γὰρ ἀφαιρεῖται. Κλεβηνοί. ἔθνος. Κλειτός. ὁ ἔνδοξος. κλητὸς δὲ ὁ καλούμενος, η. κλιτὸς δὲ ὁ κλινόμενος, ι. Κλεινός. ὁ ἔνδοξος. Κλειτοπῶλος. ὁ περὶ τοὺς ἵππους ἔνδοξος. Κλέψ. ὁ κλέπτης. Κλῆθρος. δένδρον. καὶ κλήθρη. Κληρονόμος. παρὰ τὸ κλῆρος καὶ τοῦ νόμος· τὸ δὲ κλῆρος παρὰ τὸ κλῶ. ἢ διὰ τὸ κάλον καὶ τὸ ξύλον κλῆρος γέγονεν, ἐπειδὴ ἐν ξύλῳ οἱ κλῆροι ἐχαράσσοντο. Κληδόνιος. κύριον. Κλαζομένιος. τοπικόν. Κλίβανος. φοῦρνος ἢ κάμινος. Κλισμός. ἡ καθέδρα καὶ ὁ θρόνος ὁ ἔχων ἀνάκλισιν. παρὰ τὸ κλίνω. Κλόνος. ἡ ταραχή. Κλοιὸς καὶ κλοιά. τὰ σίδηρα, ἃ φοροῦσιν οἱ κατάδικοι. παρὰ τὸ κλείω, κλοιός. κλείει γὰρ τὰ περιτιθέμενα. Κλωβός. κύριον. Κλωπᾶς. κύριον. Κλὼν, κλωνός. τὸ κλωνάριον τοῦ δένδρου. Κλώψ. ὁ κλέπτης καὶ ὁ λῃστής. παρὰ τὸν κλέψω μέλλοντα γίνεται κατὰ ἀποβολὴν τοῦ ω κλὲψ, καὶ κλὸψ, καὶ κατὰ ἔκτασιν κλώψ. ὡς βλέπω, βλὲψ, καὶ βλὼψ, ὁ στράβος. Κλιμακισμός. πάλαισμα ποιόν. καὶ διακλιμακίσας. τὸ διαπαλαίσας. — Θηλυκόν. —Κλαζομενὴ καὶ Κλαζομεναί. πόλις. Κλεωναί. τόπος. Κλεψύδρα. ὄργανον ἀστρολογικὸν, ἐν ᾧ αἱ ὧραι μετροῦνται. Κλεῖν. τὴν κλεῖδα. ἀπὸ τοῦ κλεὶς, κλειδὸς, κλεῖδα, καὶ συγκοπῇ τῆς δα συλλαβῆς κλεῖ. ἀλλʼ ἐπειδὴ πᾶσα αἰτιατικὴ μονοσύλλαβος ἑνικὴ ἀρσενικὴ ἢ θηλυκὴ, αὐτὴ καθʼ ἑαυτὴν οὖσα, εἰς ν θέλει λήγειν, οἷον μῦν, σῦν, δρῦν, τούτου χάριν προσέλαβε τὸ ν καὶ γέγονε κλεῖν. Κλητή. ἡ καλεστὴ καὶ ἡ ἐξοχωτάτη. ὡς τό· αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα. κλειτὴ δὲ, κύριον, καὶ ἡ ἔνδοξος, δίφθογγον. κλιτὴ δὲ ἡ κλινομένη, ἰῶτα. Κληδόνος. μαντείας ἢ φήμης. παρὰ τὸ κλέος, ὃ σημαίνει τὴν φήμην. Ὅμηρος· ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν.— ἀπὸ τοῦ καλῶ, κλῶ, κληδὼν, ἐξ οὗ καὶ κλῆσις ἡ κάλεσις. Κληΐδες. αἱ τῶν ἐρεσσόντων καθέδραι. καὶ φεύγειν σὺν νηυσὶ πολυκληΐσι κελεύσω. παρὰ τὴν κλάσιν τῶν γονάτων. ὅθεν καὶ τὸ μετοκλάζειν, παρὰ τὸ ἐγκλᾷν καὶ κάμπτειν τὰ γόνατα. Κλαγγή. ποιὰ φωνή. —κλαγγὴ γεράνων ἠεροφώνων. Κλίμαξ. ἡ σκάλα. παρὰ τὸ κλίνω, κλίνη, κλίναξ καὶ κλίμαξ, ὡς χλαῖνα, χλαμύς. κλῆμαξ δὲ, ἡ ἄμπελος. ἢ κλίνη παρὰ τὸ κλῶ. κλάσιν γὰρ λαμβάνουσι τὰ κλινόμενα, στερισκόμενα τῆς ὀρθότητος. Κλισιάδες. αἱ δίπτυχοι θύραι. Κλισία. ἡ σκηνή. οἶμαι, ὅτι καὶ τοῦτο ἀπὸ τοῦ κλίνω τοῦ σημαίνοντος τὸ περιέχω γίνεται. κλίνω, κλίσις καὶ κλισία. Κλιτύς. ἡ ἐξοχὴ τοῦ ὄρους. Κλυταιμνήστρα. κύριον. Κλοποφορία. κλωπεία δὲ μέγα καὶ δίφθογγον. Κληϊσταί. ἠσφαλισμέναι. Ὅμηρος· κληϊσταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι. — Οὐδέτερον. —Κλέος. ἡ δόξα, ὁ ἔπαινος. κλαῖος δὲ, ὁ θρῆνος, δίφθογγον. Κλέα. τὸ κλέα καὶ χρέα οὐδέτερα ἀπὸ τοῦ κλέεα καὶ χρέεα γίνεται κατὰ συγκοπήν. Κλείσιον. ἐν ᾧ ἵστανται οἱ βόες. κλίσιον δὲ, ἔνθα οἱ θρόνοι ἵστανται, ι. Κλῆτος. τὸ πλῆθος. Κλίτος δὲ, τὸ μέρος. καὶ κλῖμα καὶ κλίματα, τὰ μέρη, ι. Κλῇθρα. τὰ κλειδία. ἀπὸ τοῦ κλεῖς γέγονε κλῇθρα. ἢ ἀπὸ τοῦ κλείσω. τὸ δὲ κλῄω οἱ Ἴωνες διὰ τοῦ η καὶ ι γράφουσιν, ἐξ οὗ καὶ τὸ κλῇθρα διὰ τοῦ η καὶ ι γράφεται παρʼ ἐκείνοις. ἡμεῖς δὲ τὸ κλῆθρα διφθογγογραφοῦμεν. Κλητώριον. Κλοπιμαῖον. τὸ ἀπὸ κλοπῆς πρᾶγμα. Κλυστήριον. ἰατρικὸν ἐργαλεῖον. καὶ κλυσταί. Κλάρια. τὰ ψέλλια. Κλέος. ἡ δόξα. παρὰ τὸ καλῶ. τὴν γὰρ δόξαν πάντες καλοῦμεν πρὸς ἑαυτούς. — Ῥῆμα. —Κλάειν. ἀντὶ τοῦ κλαίειν. Κλαίω. τὸ θρηνῶ. κλῶ, τὸ κλαύω. καὶ γίνεται κατὰ παραγωγὴν κλαίω. κλᾶται γὰρ τῶν ἀνθρώπων ἡ φωνὴ, καὶ ἡ ψυχὴ τοῦτο πάσχουσα. ἢ παρὰ τὸ καλῶ, κλῶ, κλαίω. ἐπικαλοῦνται γὰρ τοὺς ἀποθανόντας οἱ κλαίοντες. Κλεΐζω. τὸ δοξάζω. Κλείω. τὸ δοξάζω. παρὰ τὸ κλέος, κλέω καὶ κλείω. Κλείωμεν. ὀνομάσωμεν. παρὰ τὸ κλείω, ἢ παρὰ τὸ κλύειν, ὅ ἐστιν ἀκούειν. Κληδονίζεται. μαντεύεται ἢ φημίζεται. Κλυδωνίζεται. ἀντὶ τοῦ ταραχίζεται. ψιλὸν καὶ μέγα. Κληΐζω. τὸ δοξάζω, τὸ καλῶ. Κλιμακίζω. τὸ ἀνατρέχω. Κλίνθη. ἀπὸ τοῦ κλίνω. αἰολικόν ἐστι τὸ τοιοῦτον. Κλῦθι. ἄκουσον. ἀπὸ τοῦ κλύω, κλῦμι. καὶ τὸ προστακτικὸν κλῦθι. Κλύω. ἀκούω. παρὰ τὸ καλῶ, κλῶ, ὃ σημαίνει τὸ φωνῶ, γίνεται κατὰ παραγωγὴν κλύω. Κλώζω. καλῶ. Κλωπεύω, κλωπιτεύω. ἀντὶ τοῦ κλέπτω. κλοτοπεύω δὲ μικρόν. — Ἐπίῤῥημα. —Κλαγγηδόν. μετὰ ἤχου. Κλήδην. κλητικῶς· καλεστικῶς. Τὸ Κ μετὰ τοῦ Ν. — Ἀρσενικόν. —Κναφεύς. ὁ τὰ δέρματα ξύων. παρὰ τὸ κνάπτω, ὅπέρ ἐστιν ἀπὸ τοῦ κνῶ, τὸ ξύω. Κνεφαῖος. σκοτεινός. Κνίδιος. τοπικός. κνίδειος δὲ καρπὸς, δίφθογγον τὸ δει. Κνόσαρ. ὁ ξηρός. Κνυζηθμός. ἡ ἀσαφὴς τῶν κυνῶν βοή. καὶ ὁ κλαυθμός. Κνώψ. ὁ τυφλός. Κνησμός. ὁ τραχὺς τόπος. τοῦ Ψελλοῦ· κίμβιξ ὁ φιλοχρήματος, κνησμὸς ὁ τραχὺς τόπος. — Θηλυκόν. —Κνήμη. ἡ τοῦ σκέλους τραχύτης. ἀπὸ τοῦ κινῶ, κινήμη, καὶ κατὰ συγκοπὴν κνήμη, οἱονεὶ τὰ τῆς κινήσεως αἴτια. ἰστέον, ὅτι τὰ ἔμπροσθεν λέγεται ἀντικνήμια, τὸ δὲ ὄπισθεν γαστροκνήμιον. κυρίως δὲ κνῆμαι λέγονται τὰ διαιροῦντα ξύλα τὴν χοινικίδα τοῦ τροχοῦ. σημαίνει δὲ καὶ τὰς ἐξοχὰς καὶ προβάσεις, καὶ καθύδρους τόπους τῶν ὀρῶν. Κνίδη. βοτάνη στυπτική. Κνημίς. τὸ ὑπόδημα, ἢ ἡ κάλτζα. Κνῆστις. ἡ μάχαιρα. τὸ πληθυντικὸν τὰς κνήστεις. —κνῆ τυρὸν κνήστι χαλκείῃ—. Κνίδος. νῆσος. καὶ Κνιδίη. Κνιδεία. ἡ φειδωλία. Κνίσσα. τὸ λίπος, ἢ ἡ τῶν κρεάτων ἀναθυμίασις. παρὰ τὸ κνῶ, κνίζω, ὁ μέλλων κνίσω, καὶ κνίσα. τὸ δὲ κνῶ σημαίνει τὸ ξύω. κνησμὸς γίνεται κατὰ τῆς ὀσφρήσεως. Κνωσσός. πόλις. καὶ Κνωσσία. — Οὐδέτερον. —Κνάφος. ἀκανθῶδές τι, ᾧ ξύουσι τὰ ἱμάτια. Κναφεῖον. ἐν ᾧ τὰς ἐσθῆτας κνάπτουσιν, ὅ ἐστι βάπτουσι. Κνέφας. τὸ σκότος. διὰ τὸ κενὸν εἶναι φάους, κενέφας καὶ ἐν συγκοπῇ κνέφας. καὶ κνέφος. ὡς οὖδας, οὖδος. Κνισσάριον. τὸ μικρὸν λίπος. Κνώδαλα. κυρίως μὲν τὰ θαλάσσια θηρία, διὰ τὸ ἐν ἁλὶ κινεῖσθαι, κινόδαλα τινὰ ὄντα. ποτὲ δὲ καὶ τὰ χερσαῖα, διὰ τὸ ὑπὸ κυνῶν ἁλίσκεσθαι. Ἡσίοδος· κνώδαλα, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα. — Ῥῆμα. —Κνάθω. τὸ πορεύομαι. Κνάπτω. τὸ βάπτω. Κνάω. τὸ κνήθω. Κναίω. τὸ λυπῶ. Κνησθεῖεν. ἐκ τοῦ κνήθω, καὶ κνήσας. Κνίζω. τὸ λυπῶ. ἀπὸ τοῦ κνισμός. καὶ κνίσας ἀντὶ τοῦ κόψας καὶ λυπήσας. Κνίζειν. κατατέμνειν, ἐκθλίβειν. συκάμινα κνίζειν. φασὶ γὰρ τὴν συκάμινον κάθυγρον οὖσαν κατατέμνεσθαι ξίφεσι τῶν γεωργῶν τὸν φλοῦν αὐτῆς, ἵνʼ ὅπως τὸ ὑγρὸν καὶ πλεονάζον ἐκκενούμενον, καταναγκάζῃ αὐτὴν κατέχειν καὶ πεπαίνειν τοὺς καρποὺς αὐτῆς. καὶ γὰρ εἰ μὴ τοῦτο ἦν, ἀπώλοντο ἂν οἱ καρποὶ αὐτῆς ἐκ τῆς οὕτω πολλῆς ὑγρότητος, ὡς γεννώσας σῆψιν αὐταῖς. Κνήσας. ξύσας. τὸ δὲ λυπήσας, ι, ὡς ἀπὸ τοῦ κνίζω. Κνύειν. κρούειν. Κνυζόμενος. ἐπὶ κυνός. καὶ κνυζῶσαι ἀντὶ τοῦ λυπῆσαι. Κνώζει. βοᾷ. Κνώμενοι. γαργαλιζόμενοι, ἢ κνηθόμενοι, ἢ θελγόμενοι. Κνώσσω. τὸ κοιμῶμαι. παρὰ τὸ ὄσσω, τὸ βλέπω. ἢ παρὰ τὸ κενὸν, τουτέστι κενοῦσθαι τοῦ βλέπειν. ἢ παρὰ τὸ κενὰ καὶ ἀργὰ εἶναι τὰ ὄσσα, ἤτοι τοὺς ὀφθαλμοὺς, εἰς τὸ κοιμᾶσθαι. κενώσσειν, καὶ κατὰ συγκοπὴν κνώσσειν. Κνηθόμενοι. τερπόμενοι. Ἀπόστολος· κνηθόμενοι τὴν ἀκοήν. Κνίζειν. τὸ φυλλοκοπεῖν τὰ συκάμινα πρὸς τροφὴν τῶν αἰγῶν. κατὰ δὲ τὸν ἅγιον Κύριλλον τὸ ἀποκόπτειν τὰ συκάμινα, ἤγουν τοὺς καρποὺς τῆς συκαμίνου, καὶ ἐσθίειν. Τὸ Κ μετὰ τοῦ Ο. — Ἀρσενικόν. —Κοάλεμος. ὁ μωρὸς, ὁ μάταιος. παρὰ τὸ κοεῖν καὶ τὸ ἐλύματα. οἷον ὁ μάταια νοῶν. ἢ κοιάλεμος. Κόβαλος. ὁ πανοῦργος, ὁ λῃστὴς, καὶ ὁ λάλος. ἀπὸ τοῦ κόψαι πεποιημένης τῆς λέξεως. ὅθεν καὶ κόπιν λέγουσι τὸν λάλον. ὁμοίως καὶ κόψ. Κοδράντης. τὸ πᾶν. ἢ λεπτὰ δύο, ἢ τὸ ἔσχατον τοῦ λεπτοῦ. λέγεται καὶ ἡ πρᾶξις, καὶ αὐτὸ τὸ ἐνθύμημα. Κόθορνος. τὸ ἀμφοτεροδέξιον ὑπόδημα. Κόθουρος. ὁ κούντουρος. κηφήνεσι κοθούροις ἴκελος ὀργήν. παρὰ τὸ κεύθειν τὴν οὐράν. ἢ ὁ κολοβὴν τὴν οὐρὰν ἔχων. Κόθουρος. καὶ ὁ κλέπτης. Κοῖτος. ὁ ὕπνος. Κοινός. οἶμαι, ὅτι παρὰ τὸ κείω, τὸ κεῖμαι. κεῖος καὶ κοινὸς, ὁ πᾶσι προκείμενος ἢ γενόμενος. ἢ παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ δέχομαι, γίνεται γοινὸς καὶ κοινὸς, ὁ δεκτικὸς καὶ εὐπρόσδεκτος. Κοίρανος. ὁ βασιλεὺς, ὁ ἄρχων. παρὰ τὸ καιρὸς γέγονε καίρανος, καὶ μεταθέσει τοῦ αι εἰς οι κοίρανος, οἱονεὶ ὁ ἐν καιρῷ ἄρχων. Κοκύας. ὁ πρόγονος. πάππος. Κόκκυξ. ὁ κοῦκος. Κόλαξ. ὁ ἐπαινῶν ὑπὲρ τὸ πρέπον· ὁ ὡς φίλος ὑπερχόμενός τινα· ὁ ταπεινῶς θεραπεύων τινά. παρὰ τὸ κόλον παράγωγον κόλαξ. κόλον δὲ, τὸ ταπεινὸν καὶ μὴ ὁλόκληρον. τινὲς δέ φασι παρὰ τὸ κολλᾶσθαι, ἐξ οὗ καὶ δύσκολος ὁ δυσχερῶς τινὶ κολλώμενος. κόλαξ καὶ ὁ παράσιτος. Κολοσυρτός. ὁ ἐκ φρυγάνων συρφετός. ἀπὸ τοῦ τὰ κόλα σύρειν, τουτέστι τὰ φρύγανα. —κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. σημαίνει δὲ καὶ ταραχὴν καὶ θόρυβον ἀνδρῶν. ἀνδρῶν ἠδὲ κυνῶν δέχατο κολοσυρτὸν ἐόντα. Κόλλαβοι. οἱ μικροὶ ἄρτοι. παρὰ τὸ ἐκ τῶν μεγάλων κολοβοῦσθαι. Κόλλαβοι καὶ οἱ πασσαλίσκοι τοῦ ψαλτηρίου ἢ τῆς κιθάρας. Κορβωνάς. τὸ θησαυροφυλάκιον, τὸ δωροδοχεῖον, τὸ γαζοφυλάκιον. γάζα γὰρ παρὰ Ῥωμαίοις ὁ πλοῦτος καλεῖται. Κόλυβος. ὁ ὀβολός. Κόλιξ. τὸ γαρδούμιον. Κολοβός. ὁ παλαιὸς, καὶ ὁ μικρὸς καὶ ὀλίγος. Κολοιός. ὃ καὶ κλωὸς γράφουσι. παρὰ τὸ κλῶ ῥῆμα, τὸ φωνῶ, γίνεται κλὸς καὶ πλεονασμῷ τοῦ ο καὶ ι κολοιός. κρακτικὸν γὰρ τὸ ζῶον. Κόλλοψ. ἡ χορδὴ, καὶ τὸ νωτιαῖον, καὶ τὸ τραχηλιαῖον δέρμα τοῦ βοός. διὰ τὸ εἰς κόλλαν ἐπιτήδειον εἶναι. Κολοβρός. ὁ μικρὸς χοῖρος. Κολοφών. τὸ μέγα καὶ ὑψηλὸν ἀκρωτήριον. λαμβάνεται δὲ καὶ ἐπὶ μεγάλων κακῶν. Κολεὸς καὶ κουλεός. ἡ ξιφοθήκη. παρὰ τὸ κεκοιλάνθαι. ἢ παρὰ τὰ κῆλα, ὅ ἐστι τὰ τόξα καὶ τὰ βέλη. κωλεὸς δὲ ὄνομα τὸ ἔντερον, μέγα. Κολλυβιστής. ὁ τραπεζίτης. Κολωνός. τόπος ὑψηλός. Κολωός. ὁ θόρυβος. παρὰ τὸ κλῶ, τὸ καλῶ, γίνεται ῥηματικὸν ὄνομα κλὼς, ὡς σῶ, σὼς, καὶ πλεονασμῷ τοῦ ω κολωός. ἢ παρὰ τὸ κολοιὸς, ὃ δηλοῖ τὸ ὄρνεον. Κομμός. παρὰ τὸ κόπτω κομμός. κόψω γὰρ ὁ μέλλων, ὡς καὶ παρὰ τὸ γράψω γραμμὸς καὶ ὑπογραμμός. Κομψός. εἴρηται μὲν ἡ λέξις ἐπὶ τοῦ πανούργου, καὶ ἐπὶ τοῦ μετρίου, καὶ ἐπὶ τοῦ ἐπιεικοῦς. ἀμφότερα οὖν παρὰ τὸ κάμπτω ῥῆμα. ἀλλʼ ἐπὶ μὲν τοῦ πανούργου παρὰ τὸ εὐκάμπηλον καὶ διεστραμμένον τῇ διανοίᾳ· ἐπὶ δὲ τοῦ ἐπιεικοῦς παρὰ τὸ εὐκαμπῆ αὐτὸν εἶναι, οἷον εὐπειθῆ καὶ προσηνῆ. οὕτως Εἰρηναῖος ὁ Ἀττικός. ἢ κομψὸς ὁ πιθανολόγος, ὁ μετὰ ὑπερηφανίας καὶ κόμπου ῥητορεύων. Κομπαστής. ψεύστης. Κόμπος. ἡ κενοδοξία. παρὰ τὸ κενὴν ὄπα ἔχειν, ὅ ἐστι φωνήν. Κομποῤῥήμων. ὁ κενόδοξα λέγων. Κόμαρος. εἶδος φυτοῦ. Κομενταρήσιος. χαρτουλάριος. Κόναβος. ψόφος· ἦχος. παρὰ τὸ τὴν βοὴν κινεῖν. Κόνδυλος. παρὰ τὴν κάμψιν τῶν δακτύλων. οἱονεὶ κάνδυλοι ὄντες. περὶ αὐτοὺς γὰρ ἡ κάμψις τῶν δακτύλων ἐγγίνεται. ἢ κένδυλος τὶς ὢν, ὁ εἰς τὰ κενὰ δυόμενος τῶν ῥαπιζομένων. κενὰ δὲ σαρκῶν τὰ μέρη ταῦτα. Κονιορτός. ὁ χοῦς. παρὰ τὸ ὄρω, τὸ διεγείρω, ὁ μέλλων ὄρσω, αἰολικῶς. ῥῆμα ὄνομα ὀρτὸς, ὡς κείρω κορμὸς, καὶ ἐν συνθέσει μετὰ τοῦ κόνις κονιορτὸς, ὁ τὴν κόνιν ὀρούων καὶ ὁρμῶν καὶ διεγείρων. Κοντός. παρὰ τὸ κέντω κοντὸς, ὡς τρέφω τροφός. Κονσουλάριος. ὑπατικός. Κόνων. ὄνομα κύριον. καὶ κλίνεται Κόνωνος. Κόπις. σύντομος, ὀξὺς τῷ λόγῳ, ἤγουν λάλος. Κοπετός. ὁ θρῆνος. ἀπὸ τοῦ κόπτεσθαι. Κορύβαντες. ἔθνος βακχικὸν καὶ μανικόν. παρὰ τὸ κρύβειν τὸν Δία, κρύβαντες καὶ πλεονασμῷ τοῦ ο κορύβαντες. ἢ οἱ τὴν κόρην καταβάντες ἀναγαγεῖν καὶ μὴ ὑποστρέφειν. Κορύβαντες δέ εἰσι δαίμονες τινὲς φυλάσσειν ταχθέντες τὸν Δία. Κόρταφος. παρὰ τὴν κόρσην εἶναι κόρσαφος καὶ κόρταφος, καὶ ἐν ὑπερβιβασμῷ κρόταφος. ἢ ὅτι τῆς κόρσης καὶ τῆς κεφαλῆς ἁφὴ ἐστί. Κορυθαίολος. ὁ τὴν κόρυθα εὐκίνητον ἔχων ἢ ποικίλην. ἔστι γὰρ αἰόλλω τὸ κινῶ καὶ συνεχῶς στρέφω. ἢ ἀπὸ τοῦ αἰόλος, ὁ ποικίλος. Τυδεὺς κορυθαίολος. καί· κορυθαίολος Ἕκτωρ. Κορβανᾶς. ὁ θησαυρός. Κορβάν. οὐκ ἔστιν ἡ δωρεὰ καὶ ἡ προῖξ, ἀλλὰ κυρίως ἡ προσφορὰ λέγεται. οὕτως ὁ ἅγιος Κύριλλος. Κόροιβος. ὁ μωρός. ἀπὸ τοῦ Κοροίβου, τινὸς μετροῦντος τὰ κύματα. Κορδυλησμός. ἡ περιβολή. Κορυφαῖος. ἔνδοξος, μέγας. καὶ κορυφαιότατος, ὁ ἐξοχώτατος. Κόρβους. τοὺς κόρακας λέγουσιν οἱ Ῥωμαῖοι. Κόσυμβος. κροσσὸς, ἢ ὁ ἀνάδεσμος. Κόσσος. ῥωμαϊστὶ μαξίλλα, γραικιστὶ δὲ, ῥάπισμα. Κόσμος. καλλωπισμὸς ἢ σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ. κόσμος παρὰ τὸ ἔχειν ἐν ἑαυτῷ πάντα κεκοσμημένα καὶ διατεταγμένα. ἢ παρὰ τὸ κάζω, κάσω, κέκασμαι, κασμὸς, ῥηματικὸν ὄνομα, καὶ μεταθέσει τοῦ α εἰς ο καὶ ἐναλλαγῇ τοῦ τόνου κόσμος. οὕτως Φίλων. Κότος. ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν, ἢ ἐναπομένουσα ὀργή. παρὰ τὸ κέω, ὃ σημαίνει τὸ κεῖμαι, κέημι, ὁ παθητικὸς κέαμαι, κεῖμαι, τὸ τρίτον κεῖται, ῥηματικὸν ὄνομα κότος. ἢ παρὰ τὸ κέεσθαι, κεῖσθαι, κότος. Κοτόεις. ὀργίλος. Κότινος. ὁ ἐξ ἀγριελαίας στέφανος. Κότταβος. ὁ ἦχος. Κουροτρόφος. παιδοτρόφος. Κούρους. νεωτέρους. Κοινωνικούς. τουτέστι πρᾴους, προσηνεῖς, ἀτύφους, συγκαταβατικούς. ὁ Ἀπόστολος· εὐμεταδότους εἶναι, κοινωνικούς. Κόσμον. τοὺς ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτίαις ἀνθρώπους λέγει ὁ Ἀπόστολος· ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. — Θηλυκόν. —Κοίτη. ἡσυχία ἢ στρωμνή. παρὰ τὸ κέω, τὸ κεῖμαι· ὁ παθητικὸς ἐνεστὼς τῶν εἰς μι κεῖμαι, κεῖται, καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κοίτη. Κοίταις. γυναικείαις ἐπιθυμίαις. Κοιλία. ἀπὸ τοῦ κοίλην εἶναι, ἢ ἀπὸ τοῦ λεαίνειν τὴν τροφὴν καὶ χυλοῦν, χολία καὶ κοιλία. Κοινωνία. ἡ τῶν θείων μυστηρίων μετάληψις, διὰ τὸ τὴν πρὸς Χριστὸν ἡμῖν χαρίζεσθαι ἕνωσιν, καὶ κοινωνοὺς ἡμᾶς τῆς αὐτοῦ βασιλείας ποιεῖν. Κοιτίς. τὸ σπυρίδιον, καὶ ἀγγεῖόν τι. Κολακεία. ἔπαινος ὑπὲρ τὸ πρέπον. Κολοβότης. ὀλιγότης. μικρότης. Κολώνη. ὄχθος. τόπος. καὶ Κολώνεια, πόλις. Κολοφωνία. εἶδος τὶ παρόμοιον πίσσῃ. Κομιδή. ἡ ἐπιμέλεια. παρὰ τὸ κομίζω, τὸ ἐπιμελοῦμαι καὶ περιποιοῦμαι. κομιδή. Κόμη. ἡ θρίξ. παρὰ τὸ κόσμον εἶναι τοῦ σώματος. οἱ δὲ, παρὰ τὸ κομᾷν καὶ ἐπιμελείας ἀξιοῦσθαι. Κομψεία. σοφιστεία. Κονίστρα. ὁ ἀγών. ἡ παλαίστρα ἢ ἡ κυλίστρα. Κόνυζα. βοτάνη τίς. Κόνις. χοῦς. κονιορτός. Κονία. ἡ λευκασία. Κόνις. παρὰ τὸ καίνω, τὸ διακόπτω καὶ διαφθείρω. ἡ εἰς μικρὰ κατακεκομμένη γῆ. Κονίσσαλος. κονιορτός. οἱονεὶ ἡ σεσαλευμένη γῆ. Κόπρος. οἱονεὶ κόπος τὶς οὖσα. βαρεῖ γὰρ τὸ περισσὸν καὶ κοποῖ ἐγκείμενον. ἢ χήπορος τὶς οὖσα, ἀπὸ τοῦ χεῖσθαι διὰ τοῦ πόρου, κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ χ εἰς κ κόπρος. Κόρινθος. ἀπὸ Κορίνθου τοῦ Μαραθῶνος, ἢ ἀπὸ Κορίνθου τοῦ Πέλοπος. Κόρση. ἡ κεφαλή. ἀπὸ τοῦ κορυφοῦσθαι, ἢ ἀπὸ τοῦ κείρεσθαι, ὅθεν κορσωτὴρ λέγεται, ὁ τὰς τρίχας κουρεύων. καὶ κόρσαι αἱ τρίχες. Αἰσχύλος· λευκὰς δὲ κόρσας τῇδʼ ἐπαντέλλειν νόσῳ. καὶ κόρση, ὁ κρόταφος. Κόρυς. ἡ περικεφαλαία. καὶ κλίνεται κόρυθος. παρὰ τὸ κάρη, κάρυς καὶ κόρυς. ἢ παρὰ τὸ κόρση γέγονε κόρυς. κόρση δὲ ἡ κεφαλή. καὶ τὸ κορσοῦσθαι ἐπὶ τοῦ κείρειν ἔλεγον οἱ Ἴωνες. καὶ κορσωτῆρα τὸν κουρέα. Κορυφή. τὸ μέσον τῆς κεφαλῆς. παρὰ τὸ τῆς κάρας κορυφὴν εἶναι. ἢ παρὰ τὸ κεκρύφθαι αὐτὴν ὑπὸ τῶν τριχῶν, κρυφὴ τὶς οὖσα, καὶ πλεονασμῷ τοῦ ο κορυφή. κορυφὴ καὶ τὸ ἄκρον τοῦ ὄρους. Κορώνη. τὸ ὄρνεον. παρὰ τὸ καῦρον, ὃ σημαίνει τὸ κακόν. κορώνη καὶ ὁ τῆς θύρας κρίκος. τίθεται ἡ λέξις καὶ ἐπὶ τοῦ ἐπικαμποῦς τόξου. κορωνὶς δὲ, ἐπὶ τῶν νεῶν. σὺν νηυσὶ κορωνίσιν. ὅ ἐστι καμπυλοπρύμνοις. διὰ τὸ εἰς ὕψος ἀνέχειν. ἐκ τοῦ κάρα. Κορωνίς. τὸ ἄκρον ἢ τὸ τελευταῖον τῆς οἰκοδομῆς ἐπίθεμα. κυρίως δὲ ἡ ἀκρώρεια. Κόρη. ἐπὶ τοῦ ὀφθαλμοῦ. οἱονεὶ χόρη τὶς οὖσα, ἀπὸ τοῦ διʼ αὐτῆς χεῖσθαι τὸ διορατικὸν πνεῦμα. κόρη δὲ, ἡ παρθένος, ἀπὸ τοῦ κορεῖν, τὸ καλλωπίζειν, ὃ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ εἴρηται. ἢ ἡ καθαρὰν καὶ ἄφθορον ἔχουσα τὴν ἡλικίαν. κορεῖν γὰρ τὸ καθαίρειν, ἔνθεν καὶ νεωκόρος. Κοριθαλίς. ἡ δάφνη. καὶ κόρος, ὁ κλάδος, καὶ κορεῖν, τὸ τοῖς κλάδοις σαροῦν. Κορύνη. ἡ ῥάβδος, ἢ ῥόπαλον. οἱ δὲ ξίφος. ἕτεροι ξύλον ἐπικαμπές. ἡ κατὰ τὸ κάρα νεύουσα. Κόρυζα. κατάῤῥους. ἀρχὴ ἢ πλῆθος μυξῶν. Κοσμιωτάτη. εὐγενεστάτη, εὐκαλλώπιστος. Κοσμογένεια. ἡ κοσμοποιΐα. Κοτύλη. ὅπου ἐγκλίνεται ἡ κεφαλὴ τοῦ μηροῦ. παρὰ τὴν κοιλότητα τὴν ἐν αὐτῷ γινομένην. λέγεται κοτύλη τὸ κοῖλον τῆς χειρός. ὅθεν κοτυλήρυτον, τουτέστι τοσοῦτον τῷ πλήθει, ὥστε καὶ κοτύλην ἀρύεσθαι. παρὰ τὸ ἀρύω, ἀρύσω, ἀρυτὸν, καὶ ἐν συνθέσει κοτυλήρυτον. λέγεται καὶ κοτύλη εἶδος ποτηρίου καὶ μέτρου. κυρίως δὲ τὸ ὁποσοῦν μέτρον κοτύλην ἔλεγον οἱ ἀρχαῖοι παρὰ τὴν κοιλότητα. Κομμώτρια. ἐμπλέκτρια. Κοῦραι. παρθένοι, νεάνιδες. Κουριδίης. παρθενικῆς. Κουστωδία. τὸ στράτευμα. ὅπερ οἱ Ῥωμαῖοι βάνδον καλοῦσι. Κοινωνία. ἡ ἐλεημοσύνη. παρὰ τῷ Ἀποστόλῳ· εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. — Οὐδέτερον. —Κόϊ. μίμημα φωνῆς χοίρου. Κοινὸν γένος. τὸ τὰς μὲν πτώσεις ἔχον τὰς αὐτὰς, ὑποτασσόμενον δὲ ἰδίοις ἄρθροις, οἷον ὁ ἄνθρωπος καὶ ἡ ἄνθρωπος, ὁ κύων καὶ ἡ κύων, ὁ ἵππος καὶ ἡ ἵππος. Κοινόν. ἢ τὸ ἐν πολλοῖς θεωρούμενον, ἢ τὸ πολλῶν κατηγορούμενον. κοινὸν πάλιν τετραχῶς· ἢ εἰς τὰ μέρη διαιρετὸν, ὡς ἡ κληρουχουμένη γῆ· ἢ τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ λαμβανόμενον, οὐχ ἅμα δὲ, ὡς εἷς δοῦλος, εἷς ἵππος δύο δεσποτῶν· ἢ τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, εἰς δὲ τὸ κοινὸν ἀναπεμπόμενον, ὡς ὁ ἐν θεάτρῳ τόπος ἢ ὁ ἐν βαλανείῳ· ἢ τὸ ἀδιαιρέτως εἰς κοινὴν καὶ τὴν αὐτὴν ἔννοιαν προβαλλόμενον, ὡς ἡ φωνὴ τοῦ κήρυκος. Κοινὸν καὶ καθόλου ἐστὶν ἡ οὐσία, ἤγουν ἡ φύσις. Κοινόν. τὸ ἀκάθαρτον. Κοινεῖον. πορνεῖον· καπηλεῖον. Κοινοδήμιον. τὸ δημόσιον. Κοκκύμηλα. εἶδος ὀπώρας. Κόκκυ. ἐπιφώνημά τι. Κοκκότιον. ὁ δῆμος ἑλληνιστὶ, ἁπάσης οἰκουμένης. Κόλον. τὸ κεκλασμένον δόρυ. Κολοβόν. ἐλλιπές. Κόλυθρον. εἶδος συκῆς. Κόλυβα. σῖτος ἑψητός. Κόλον. τὸ μὴ τέλειον, ἀλλὰ κολοβόν. Κολλούριον. ἀπὸ τοῦ κολοβόν. κόλλιξ γὰρ ὁ ἄρτος. Κόμμι. τὸ ψιμμίθιον. Κομμωτικόν. ἐπίπλαστον. Κομίδιον. τὸ τοῦ δένδρου δάκρυον. Κομμονιτήριον. ἔγγραφον ἐνταλτήριον εἰς ὑπόμνησιν κατὰ Ῥωμαίους. Κονσίστριον. κατὰ Λατίνους θεῖον συνέδριον. Κόνδυ. εἶδος ποτηρίου. Κόνειον. βοτάνη ὀλεθρία. Κόριον. τὸ μικρὸν κοράσιον. λέγεται δὲ καὶ τὸ μάννα, ὡς λευκοειδές. Κοράλλιον. λίθος θαλάσσιος. Κορδύλημα. τὸ περίβλημα. Κόρημα. τὸ σάρωμα. Κόσμιον. εὔτακτον. Κότυ. τὸ ταχύ. Κοτυάειον. τόπος. Κοτυλήρυτον. τουτέστι τοσοῦτον ἐν πλήθει, ὥστε καὶ κοτύλῃ ἀρύεσθαι. παρὰ τὸ ἀρύω, ἀρύσω, ἀρυτὸν, καὶ ἐν συνθέσει κοτυλήρυτον. ἢ ὅσον ἡ παλάμη κρατεῖ. Κουροτρόφον. τὸ τρέφον τοὺς νέους καὶ γενναίους ἵππους. Κουρόσυνα. ἡ ἐν χρῷ κουρεία τῆς γενειάδος. Κουράτωρας. φροντιστάς. διοικητάς. Κουρατωρεῖον. ἐν ᾧ ὁ κουράτωρ. Κοχλιάριον. παρὰ τὸ κόχλος κοχλάριον καὶ πλεονασμῷ τοῦ ι κοχλιάριον. Κοχλίδιον. ὥσπερ ἀπὸ τοῦ κοιλία κοιλίδιον, οὕτως καὶ ἀπὸ τοῦ κοχλίας κοχλίδιον. Κορκορύγημα καὶ κορκορυγή. ὁ θόρυβος τῆς γαστρός. τοῦ Ψελλοῦ· κορκορυγὴ ὁ θόρυβος· ὁ δόλιος δὲ κέρκωψ. κορδακισμὸς ἡ ὄρχησις· κωμάζει κῶμον ᾄδει. Κοττάβια. τὰ ὑπολύχνια. Κογχύλια. τὰ ὄστρεα. — Ῥῆμα. —Κοινολογεῖται. διαλέγεται κοινῇ. Κοινῶ. τὸ μολύνω. καὶ κοινόω. Κοισυροῦται. καλλωπίζεται. Κοιρανέων. διατάσσων, ἐπερχόμενος, καὶ τὸ τοῦ κοιράνου ἔργον ἐπιτελῶν. Κοιμῶμαι. ἀπὸ τοῦ κῶ τοῦ σημαίνοντος τὸ ὑπνῶ γίνεται κείω, ὡς θῶ, θείω, σῶ, σείω. ὁ παθητικὸς ἐνεστὼς κεῖμαι κατὰ συγκοπὴν, ἀφʼ οὗ ὄνομα ῥηματικὸν κοίμη, ἐξ οὗ ῥῆμα δευτέρας συζυγίας τῶν περισπωμένων κοιμῶ, κοιμᾷς· τὰ γὰρ ἀπὸ τῶν εἰς η θηλυκῶν γινόμενα ὀνόματα δευτέρας συζυγίας εἰσὶν ὡς ἐπὶ τὸ πλεῖστον. ὁ δὲ Ὦρος ὁ Μιλήσιος παρὰ τὸ κείω κοιμὸς, ὡς λείπω, λοιμὸς, καὶ ῥῆμα κοιμῶ. Κοκκύζω. ἐπὶ ὄρνιθος. κωκύω δὲ, τὸ θρηνῶ, ἐπὶ ἀνθρώπου, μέγα. Κολαβρισθείησαν. περιῤῥαγείησαν. χλευασθείησαν. ἐκτιναχθείησαν. εὐτελεῖς νομισθείησαν. ἐν τῷ Ἰὼβ ἡ λέξις αὕτη. Κολάπτει. γλύφει. Κολοβεῖ. ἐπικόπτει. ἀκρωτηριάζει. Κολαφίζειν. πυγμῇ παίειν. παρὰ τὸ κωλύειν τὸ φῶς ἢ τὸ τυφλοπανιάζειν. Κολούω. τὸ βλάπτω. Κολυμβᾶν. οἱ Δωριεῖς κολυφᾷν λέγουσιν. ἀπὸ τοῦ κόλους, ὅ ἐστι κολοβοὺς, φαίνεσθαι τοὺς ἐν ὕδατι καὶ μὴ ὁλοτελεῖς. Κομείτην. ἐπιμελείας ἠξίουν. ἀπὸ τοῦ κομέω κομῶ, κομέεις κομεῖς. Κομμεῖν. τὸ τὸ σῶμα ὡραΐσαι. Κομμωτίζω. ἐπιμελοῦμαι τὰς παρειὰς τῷ ψιμμιθίῳ. κόμμι γὰρ τὸ ψιμμίθιον. Κομῶ. τὸ θάλλω. καὶ κομόωντες. Κομᾶ. γαυριᾷ, μέγα φρονεῖ. Κομίζω. τὸ ἐπιμελοῦμαι καὶ περιποιοῦμαι. παρὰ τὸ κομῶ, ὅθεν καὶ ἱπποκόμος, ὁ ἐπιμελούμενος τῶν ἵππων. Κομψεύεται. σεμνύνεται, ἀλαζονεύεται. Κονάβησαν. ἤχησαν. Κονίζεσθαι. ἀγωνίζεσθαι. ἢ κονιορτοῦσθαι. Κονίζω. τὸ ἀγωνίζομαι, καὶ παρασκευάζω πρὸς τὸν πόλεμον. ἀπὸ τοῦ κόνις. οἱ γὰρ ἀρχαῖοι, ὅτε ἔμελλον ἀγωνίζεσθαι, εἰς χεῖρας αὐτῶν πτύοντες, κόνιν προσελάμβανον, διὰ τὸ ἰσχυρῶς κρατεῖν. Κοικύλλει. περιτρέπει. Κοισυροῦσθαι. ἐπὶ τῆς κοίτης σύρεσθαι. Κοννῶ. τὸ νοσῶ. Κομπτεῖ. τρυφᾷ, θεραπεύει. Κονίσουσιν. ἀντὶ τοῦ φεύξονται. εὐρὺ κονίσουσι πεδίον— ἐκ τοῦ παρακολουθοῦντος νοεῖται τὸ φεύξονται· οἱ γὰρ φεύγοντες κατὰ δρόμον ἐγείρουσι κόνιν. οὕτως εὗρον ἐγώ. Κονίω. τὸ ἀγωνίζομαι. ὥσπερ ἀπὸ τοῦ μῆτις μητίω, καὶ δῆρις δηρίω, καὶ μῆνις μηνίω, οὕτως καὶ ἀπὸ τοῦ κόνις κονίω. Κονίησι. κονιορτὸν ποιήσει. καὶ κονίσουσιν ὁμοίως. Κονιάω. τὸ τοῖχον χρίω. Κορεῖν. τὸ σαίρειν, καὶ φιλοκαλεῖν παρὰ Ἀττικοῖς, ἢ βίβλους κοσμεῖν. Κορδακίζει. αἰσχρῶς ὀρχεῖται. Κορθύεται. αὔξεται, κορυφοῦται. ἀπὸ τοῦ κορύσσω, ἢ ἀπὸ τοῦ κόρυθος. ἔνιοι δὲ ἀπὸ τοῦ σωρεύεσθαι ἤκουσαν, κόρθυς γὰρ ἡ σωρός. Κοτταβίζειν. ἀποσπογγίζειν. ἢ τὸ ἠχεῖν. Κουρήσατε. ἐπιμελήθητε. Κουριῶ. ἐπιθυμῶ κουρευθῆναι. Κουρίζω. νέα φρονῶ. κοῦροι γὰρ οἱ νέοι. Κόχλω. τὸ γυρίζω. ἐξ οὗ καὶ κοχλίας. τὸ δὲ κοχλίας παρὰ τὸ ὀλῶ, τὸ συστρέφω. γίνεται ὀλίας, καὶ πλεονασμῷ τοῦ κχ κοχλίας. Κοβαλεύω. λῃστεύω. πανουργεύω. Κομιστέον. δεῖ κομίζειν. Κορυβαντιῶν. μέγα κτυπῶν. ἢ ὀρχούμενος. ἢ μαινόμενος. Κοινωνείτω. μεταδιδότω. Ἀπόστολος· κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν. — Ἐπίῤῥημα. —Κομιδῆ. ἀντὶ τοῦ λίαν ἢ παντελῶς. Κοσμίως. σεμνῶς. Κολαφιστικῶς. κολάφισμά ἐστι κοίλης ἁφῆς πληγὴ κατὰ τοῦ τραχήλου γινομένη λεληθότως, καὶ ψόφον ἐμποιοῦσα. Τὸ Κ μετὰ τοῦ Ρ. — Ἀρσενικόν. —Κρατύς. ἀπὸ τοῦ κράτος, κρατὺς, ὡς πλάτος, πλατύς. Κραδοφάγος. συκοφάγος. κράδη γὰρ ἡ συκῆ. διὰ τὸ συνεχῶς κραδαίνεσθαι. Κράνειος. καρπός. Κραιπνός. ὁ ταχύς. ἀπὸ τοῦ κάπω, τὸ πνέω, ὅθεν καὶ κάπος, τὸ πνεῦμα, καὶ καπνὸς, τὸ ἐκ ξύλων καυθέντων ἀναπνεόμενον πνεῦμα. τοῦτο κατὰ πλεονασμὸν τοῦ ρ καρπνὸς καὶ καθʼ ὑπερβιβασμὸν καὶ πλεονασμὸν τοῦ ι κραιπνός. οὕτω Φίλων. Κρείων. ὁ βασιλεύς. Κρείσσων. ὁ βελτίων. ὡς ἀπὸ τοῦ τάχα γίνεται ταχίων, καὶ ὁ τρίτος τύπος θάσσων, οὕτως καὶ παρὰ τὸ κρατὺς γίνεται κρατίων, καὶ ὁ τρίτος τύπος κράσσων, καὶ τροπῇ τοῦ α εἰς ε κρέσσων, καὶ πλεονασμῷ τοῦ ι κρείσσων. οὐδέποτε γὰρ πρὸ τῶν δύο σσ εὑρίσκεται δίφθογγον, οἷον φρίσσω, ἀΐσσω, πλὴν τοῦ κρείσσων, καὶ τοῦ ῥήματος τοῦ ἐξ αὐτοῦ γινομένου. χωρὶς καὶ τοῦ γλαύσσω, τὸ φωτίζω. Κρητήρ. ὁ κρατήρ. Κνημνός. παρὰ τὸ κρεμῶ κρεμὸς, καὶ τροπῇ τοῦ ε εἰς η καὶ πλεονασμῷ τοῦ ν κρημνός. ἢ παρὰ τὸ κάρα καὶ τὸ νεύω κάρανος καὶ κρημνὸς, ὁ ἐπὶ κάρα νεύων. κριμνὸς δὲ, ἡ κριθὴ, ι. Κρίβανος. ἡ κάμινος, ἔνθα ὤπτουν τοὺς ἄρτους. παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος, ἡ κάμινος. Κρίκος. τὸ κρικέλλιον. παρὰ τὸ κλείω, ἀποβολῇ τοῦ ε κλίκος, ὁ πάντοθεν περικεκλεισμένος, καὶ κρίκος, τοῦ λ τραπέντος εἰς ρ. ἔστι δὲ καὶ κίρκος ἐν ὑπερθέσει. ὡς κραδία καρδία. Κριός. ὥσπερ λέγεται κρείων, ὁ βασιλεὺς, οὕτως καὶ κριὸς, ὁ ἐξέχων τῆς ποίμνης. ὁ δὲ Ἡρωδιανὸς φησὶ παρὰ τὸ κεκρίσθαι τὰς τρίχας· διαφέρουσι γὰρ αἱ τρίχες τοῦ κριοῦ τῶν ἄλλων. Κριτής. ἀπὸ τοῦ κρίνω, τὸ χωρίζω καὶ διακρίνω. ἔνθεν καὶ ἀκριτόμυθος, ὁ μὴ διακρίνων τὰ λεγόμενα. Κριμνός. ἡ κριθή. Κριτός. ὁ κατάκριτος, ὁ κρινόμενος καὶ πάσχων. Κριγμός. ὁ τῶν ἀποθνησκόντων τρισμὸς τοῖς ὀδοῦσι γινόμενος. Κροσσός. τὸ κράσπεδον. κρωσσὸς δὲ, ἡ ὑδρία ἤ τι ἄγγος ἄλλο εἰς τὸ ἐπιχέαι ὕδωρ, μέγα. παρὰ τὸ κρῶ, τὸ ἐπιχέω. τοῦτο γέγονε παρὰ τὸ κερῶ, κατὰ συγκοπὴν κρῶ. Κροκωτός. ἔνδυμα ποικίλον. τὸν κροκωτὸν ἡ γαλῆ. Κρόκος. παρὰ τὸ ἐν τῷ κρύει ἔχειν τὴν αὔξησιν. οἱονεὶ κρύσκιός τις ὤν. Κροκόδειλος. παρὰ τὸ δειλὸς καὶ τὸ κρόκος γίνεται κροκόδειλος. καὶ γὰρ ὁ χερσαῖος κροκόδειλος φοβεῖται τὸν κρόκον, ὅθεν καὶ οἱ μελιτουργοὶ, ἐπειδὰν ἀνέρχεται καὶ ἐσθίει τὸ μέλι, ἐπιτιθέασιν ἔξω κρόκον, ὅνπερ ὁρῶν φεύγει. ὁ δὲ θαλάσσιος, παρὰ τὸ δειλαίνεσθαι τὰς κρόκας, ὃ σημαίνει τοὺς αἰγιαλούς· οἱονεὶ ὁ περὶ τὴν γῆν δειλός. ὁ δὲ κροκόδειλος ζωΰφιόν ἐστι μικρόν. γράφεται καὶ κρεκόδειλος κατὰ ἐναλλαγὴν τῶν στοιχείων. Κρόταφον. τὸν μήνιγγα λέγει. ὁ ἅμα τῇ κρούσει τὸν τάφον φέρων. ἢ ὅτι τῆς κόρσης καὶ τῆς κεφαλῆς ἐστὶν ἁφή. κρόταφος δὲ κυρίως ἐπὶ τῶν ζώων τῶν κερατοφόρων, διὰ τὸ ἐξ αὐτῶν τῶν μερῶν φύεσθαι τὰ κέρατα· οἱονεὶ κερατοφόροι τινὲς ὄντες. ἢ ὅτι κρούουσι τὴν ἁφὴν παλλόμενοι, οἷον κρούταφοι. ὁ δὲ Ἀπολλόδωρος, ὅτι συγκεκρότηνται ἀμφοτέρωθεν. ὁ δὲ Ἀπίων, ὅτι τοῦ κροσσοῦ ἅπτονται, τουτέστι τῆς κεφαλῆς. Κρῆτες. παρὰ τὸ ἐπὶ κρέασι βιοτεύειν· κυνηγετικοὶ γάρ. ὁ δὲ Ἀπολλόδωρος παρὰ τὸ εὖ κεκρᾶσθαι τὸν περὶ τὴν νῆσον ἀέρα. Κρυεροῦ. φοβεροῦ. καὶ κρυόεντος, φοβεροῦ, ψυχροῦ. συμβαίνει γὰρ τοὺς φοβουμένους συγκρούειν τοὺς ὀδόντας. Κρυμός. αὐτὸ τὸ πάγος. παρὰ τὸ κρύπτω, κρυμμὸς, καὶ ἀποβολῇ τοῦ μ κρυμός. ἐν χειμερίῳ γὰρ καιρῷ ἐπικρυπτόμεθα. Κρυψίνους. πανοῦργος, δόλιος. Κρύσταλλος. τὸ πεπηγὸς ὕδωρ. Κρουνός. ἔστι ῥῆμα κρῶ μονοσύλλαβον, πλεονασμῷ τοῦ υ κρούω, ὅπερ γίνεται ἀπὸ τοῦ κερῶ, κρῶ. ἐκ τούτου γίνεται κρονὸς καὶ κρουνός. Κρῶπος. ἡ ὑδρία. Κρόκας. τοὺς αἰγιαλούς. Κρωβύλος. εἶδος πλέγματος τῶν τριχῶν ἀπὸ ἑκατέρων εἰς ὀξὺ καταλῆγον. ἐνέρσει κρωβύλων ἀναδούμενοι. Κραντῆρας. τοὺς ὀδόντας φησὶν ὁ Ἱπποκράτης. — Θηλυκόν. —Κράμβη. τὸ λάχανον. τινὲς κοράμβη, ἡ ἀμβλύνουσα τὰς κόρας. βέλτιον δὲ ἡ τῷ κόρῳ ἀναβαίνουσα. Κραναῆς. τραχείας, σκληρᾶς, κάρηνα ἐχούσης. παρὰ τὸ κραναὸν, τοῦτο παρὰ τὸ κράνιον, ὅπέρ ἐστι καὶ τραχὺ καὶ ὀστῶδες. Κρᾶσις. σωμάτων παράθεσις, ποιοτήτων ἀντέμβασις. ἢ σύντευξις σωμάτων, τὰς ἐν αὐτοῖς ἀλλήλας ἀντικιρνῶντος ποιότητας. ἢ κρᾶσις ἐστὶν οὐσιῶν ἀλλήλαις ἑτεροία συνδρομὴ, καὶ τῶν περὶ αὐτὰς ποιοτήτων ἀντεμβολή. Κράδη. ἡ συκῆ. παρὰ τὸ συνεχῶς κραδαίνεσθαι. Κραιπάλη. τρυφὴ, μέθη. ἢ ὁ ἐκ πολλῆς οἰνώσεως ἐπακολουθῶν παλμὸς καὶ κλόνος τῇ κεφαλῇ. παρὰ τὸ κάρα καὶ τὸ πάλλω, τὸ κινῶ, καραπάλη, καὶ πλεονασμῷ τοῦ ι κραιπάλη. Κρεοδοσία. κρεωδαισία δὲ ἡ κρεωφαγία, μέγα καὶ δίφθογγον. Κρείουσα. ἡ βασίλισσα. παρὰ τὸ κρατείνω. ὡς κιχῶ, κιχείω, καὶ ὀλῶ, ὀλείω. καὶ τὸ θηλυκὸν κρατείουσα, καὶ συγκοπῇ κρείουσα. καὶ κρείων ὁ βασιλεύς. Κράτεια. τόπος. τὸ δὲ κύριον ι. Κρανεία. δένδρον. κρανία δὲ, αἱ κεφαλάι. Κρατῆρα. σκύφον· σίτλον. Κροιός. κολοβός. Κροκώδης. δεσμός. Κρόταλος. λάλος. Κρυβηλός. πύργος. Κρωσσός. κεράμιον. κρατήρ. Κρηπίς. θεμέλιον· ὑποβάθρα. καὶ εἶδος ὑποδήματος. παρὰ τὸ ἕρπειν ἑρπὶς, καὶ πλεονασμῷ τοῦ κ καὶ ὑπερβιβασμῷ καὶ τροπῇ τοῦ ε εἰς η κρηπὶς, διʼ ἧς ἕρπειν δυνάμεθα. Κρήνη. πηγή· ἐκροὴ ὕδατος. Κρίσεως. δοκιμασίας. Κρίσις. τῶν ἐφʼ ἡμῖν ὄρεξις διαγνωστική. Κρίσις. ἡ κόλασις ἐν τῷ εὐαγγελίῳ. καὶ εἰς κρίσιν οὐκ ἔρχεται, τουτέστιν εἰς κόλασιν. Κριγή. ὁ γινόμενος τοῖς ὀδοῦσι τῶν ἀποθνησκόντων τρισμός. Κριθή. παρὰ τὸ προκριθῆναι τῶν ἀκροδρύων· ἀκρόδρυα γὰρ ἤσθιον πρὸ τῶν καρπῶν. ἢ παρὰ τὸ διακρίνεσθαι τῆς ἄχνης, ἤγουν διαχωρίζεσθαι. κρίνει ἐπειγομένων ἀνέμων—. Κρόκη. παρὰ τὸν κρούσω μέλλοντα, ἀποβολῇ τοῦ υ κρόκη· ᾗ τὸ κρούεσθαι διόλου παρακολουθεῖ. Κρόσσας. οἱ μὲν τὰς κεφαλίδας τοῦ τείχους, ἄλλοι τοὺς προμαχῶνας. Ἀρίσταρχος κλίμακας τινὰς ἢ ὄργανα τινὰ πρὸς τειχομαχίαν ἐπιτήδεια. οἷον καὶ τὰς μὲν προκρόσσας κλιμακηδόν. ἄλλοι δὲ τὰ ἀποκρηδώματα. καὶ γὰρ κροσσοὺς τὰ ἄκρα τῶν ἱματίων λέγουσι. ὃ καὶ βέλτιον. οἱονεὶ κορσοὺς τινὰς ὄντας, παρὰ τὴν κόρσην, τὴν κεφαλήν. ἡ μεταφορὰ ἀπὸ τῶν πλοκάμων, μεταθέσει τοῦ ρ, κρόσσας. οὕτω Φίλων ἐν τῇ περὶ Ἰάδος διαλέκτῳ. Κρυόεσσα. ψυχρὰ, φοβερά. ἀπὸ τοῦ κρύος, κρυόεις καὶ κρυόεσσα. Κρῶμνα. πόλις Παφλαγονίας. Κρωπία. πόλις. — Οὐδέτερον. —Κράσπεδον. τὸ τοῦ ἱματίου ἄκρον. ἔνιοι δὲ τὸ θυσανωτὸν τοῦ χιτῶνος, ὅ ἐστι τὸ κροσσωτόν. παρὰ τὰ ἄκρα καὶ τὸ πέδον, κατὰ ἀφαίρεσιν τοῦ α, καὶ πλεονασμὸν τοῦ ς, κράσπεδον. Κράμα. μίγμα. κέρασμα. Κρεῖον. τὸ δεκτικὸν τῶν κρεῶν ἀγγεῖον. Κράνος. περικεφαλαία. Κραταιγυίαλον. τὸ κρατοῦν τὰ μέλη. Κρανίον. ἀπὸ τοῦ κάρα καρανεῖον καὶ κρανεῖον, καὶ κατʼ ἐκβολὴν τοῦ ε κρανίον. Κρατερόν. ἰσχυρόν. Κραταίωμα. ἰσχὺς, ἀσφάλεια. Κράτιστον. ἰσχυρότατον. Κρέας. παρὰ τὸ κρατύνειν καὶ ἰσχυροποιεῖν τὸ σῶμα. Κρεοδόχον. τὸ δεχόμενον τὰ κρέα ἀγγεῖον. Κρειῶν. τῶν κρεάτων. παρὰ τὸ κρεάτων γέγονε ἀποβολῇ τοῦ τ κρεάων, καὶ κατὰ κρᾶσιν κρεῶν, καὶ πλεονασμῷ τοῦ ι κρειῶν. οὐκ ἔστι δὲ μετοχὴ, ἀλλʼ ὄνομα. οὕτως Ὦρος ὁ Μιλήσιος. Κρήγυον. ἀληθὲς, ἀγαθόν· ὑγιές. —οὐδέποτέ μοι τὸ κρήγυον εἶπας. παρὰ τὸ κῆρ καὶ τὸ ἡδὺ γέγονεν κηρήδυον καὶ κατὰ συγκοπὴν κρήδυον καὶ τροπῇ τοῦ τ εἰς γ κρήγυον, τὸ τὴν ψυχὴν ἡδύνον. Κρησέριον. τὸ κόσκινον. Κρήδεμνον. τὸ κεφαλοδέσμιον. παρὰ τὸ κάρη, ὃ σημαίνει τὴν κεφαλὴν, καὶ τὸ δέω, τὸ δεσμεύω, καρήδεμνον καὶ ἐν συγκοπῇ κρήδεμνον. Κρίμνα. βρώματα. Κρησφύγετον. τὸ καταφύγητον. Κρῖ. ἡ κριθή. —κρῖ λευκὸν ἐρεπτόμενοι— ὅ ἐστιν ἐσθίοντες. ἢ ἀπὸ τοῦ κριθὴ γέγονε κατὰ ἀποκοπήν. ἢ ἀπὸ τοῦ κρίμνον, τοῦ σημαίνοντος τὸ παχὺ τοῦ ἀλεύρου, κατὰ συγκοπὴν κρῖ. Κρισσαῖον. πέλαγος. Κρίμα. τὸ κατάκριμα καὶ ἡ καταδίκη. ὡς τό· κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει. κρίμα τὸ δίκαιον, ὡς τό· κρίμα δίκαιον κρίνατε. καὶ οἱ ἐξητασμένοι τοῦ θεοῦ λόγοι. Κρησφύγετα. φρούρια τινὰ οὕτω λεγόμενα, ἐν οἷς ἐκρύπτοντο οἱ νησιῶται τὸν Μίνωα φεύγοντες. παρὰ τὸ Κρῆτα αὐτὸν εἶναι. τὸ οὖν κρησφύγετον ἔλεγον χρήσιμον τοῖς φεύγουσιν εἰς τὸ κρύπτεσθαι. Κροκύλιον. πόλις. Κρόμυον. παρὰ τὸ τὰς κόρας μύειν ἐσθιόντων αὐτό. δριμὺ γάρ ἐστι. Κροκύλειον. κροκίδιον. Κρύος. ψύχος· παγετός. Κρώσσιον. ἡ στάμνος. Κρῶφι καὶ Μῶφι. ὀνόματα ὀρῶν. Κρύος. παρὰ τὴν γενομένην κροῦσιν τῶν ὀδόντων ἐν τῷ ψύχει, κροῦος καὶ κρύος. Κρυπτάδια. οἱονεὶ κρυφαῖα, λαθρίδια. ἐκ τοῦ κρύπτω κρυπτάδιον. Κρέας. παρὰ τὸ κείρω, τὸ κόπτω. — Ῥῆμα. —Κρατῶ. παρὰ τὸ κράτος· τοῦτο παρὰ τὸ κάρα· ὁ γὰρ κρατῶν καὶ ἄρχων ἐκεῖνος ἐστὶ κεφαλή. Κραδαίνει. τὸ σείει. Κρατυνθέν. βεβαιωθέν. Κραίνω. τελειῶ, ἀποπληρῶ. παρὰ τὸ κάρα καραίνω, ὡς χεῖμα χειμαίνω, καὶ συγκοπῇ κραίνω. κυρίως δὲ ἡ λέξις ἐπὶ τοῦ τελειοῦσθαι καὶ τῇ κεφαλῇ κάτω νεύειν τὸν ὑποσχόμενον. Κρεοδοτῶ. κρεωδαιτῶ δὲ μέγα καὶ δίφθογγον. Κρεωνομῶ. Κρητίζει. ψεύδεται. ψεῦσται γὰρ οἱ Κρῆτες. Κρηφαγεῖν. τὸ κρέας ἐσθίειν. Κρήμνη. ἐκρήμνα. ἐκ τοῦ κρήμνημι, κρημνίζω. Κρηῆναι καὶ κρήηνον. ἀντὶ τοῦ τελείωσον καὶ πλήρωσον. ἔστι κραίνω, κρανῶ, ἔκρανα, τὸ ἀπαρέμφατον κρᾶναι, καὶ κρῆναι, ἰωνικῶς, καὶ πλεονασμῷ τοῦ η κρηῆναι· τὸ προστακτικὸν κρῆνον, κρήηνον. Κρίνοντες. ἀντὶ τοῦ κατακρίνοντες. ὡς ἐν τῷ εὐαγγελίῳ· κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Κρίνε. ἀντὶ τοῦ χώριζε. Κρίκε. συνεσχέθη. ἢ ἀντὶ τοῦ ἐψόφησεν, ἤχησεν, ποιὸν ἦχον ἀπετέλεσεν. ἀπὸ τοῦ θέματος τοῦ κρίζω. καὶ κριγὴ ῥηματικὸν ὄνομα, οἷον· κριγὴ δὲ νεκρῶν ἄγγελός τε καὶ κήρυξ. Κροτήσατε. ἀλαλάξατε, βοήσατε. Κροαίνειν. τοῖς ποσὶ κρούειν, πηδᾷν. κροαίνειν κατὰ πεδίου. Κρυαίνει. ἱμείρει. Κρυμῶσα. ῥιγῶσα. Κρούειν. ἔστι ῥῆμα κρῶ, οὗ τὸ παράγωγον κρόω καὶ πλεονασμῷ τοῦ υ κρούω, ὡς ὀρῶ, ὀρόω, ὀρούω. κυρίως δὲ τὸ κρούειν ἐπὶ τῶν κερατοφόρων ζώων εἴρηται. κορούειν γὰρ τὸ τοῖς κέρασι κρούειν καὶ παίειν, καὶ κατὰ συγκοπὴν κρούειν. οὕτω Φίλων. Κρώζει. κράζει, ὡς κορώνη ἢ κόραξ. Κρῶσι. βοῶσι. Κριθήσονται. ἀντὶ τοῦ κατακριθήσονται. καὶ ὁ Ἀπόστολος· διὰ νόμου κριθήσονται. καὶ κρινεῖ ἀντὶ τοῦ κατακρινεῖ. καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον, τελοῦσα δὲ τὸν διὰ γράμματος. Κρήτηθεν. ἀπὸ Κρήτης. Κρουνηδόν. δίκην κρουνοῦ. Κρύβδην. λαθραίως. Τὸ Κ μετὰ τοῦ Τ. — Ἀρσενικόν. —Κτεὶς, κτενός. τὸ κτένιον. παρὰ τὸ ἐκτείνειν τὰς χεῖρας ἢ τὰς τρίχας. κτεὶς δὲ ἐπὶ τοῦ θαλασσίου, παρὰ τὸ ἐκτείνεσθαι καὶ ἁπλοῦσθαι. Κτηνώδης. ἀλογώτερος. Κτησίας· Κτήσων, Κτήσωνος· Κτησίοχος· Κτησίδαμος· Κτησιφῶν, Κτησιφῶντος, καὶ Κτῖμος. ταῦτα ὀνόματα κύρια. τὸ Κτῖμος δὲ διὰ τοῦ ι. Κτήσιος. Ζεύς. Κτίλος. ὁ προηγούμενος τῶν προβάτων κριός. οἱονεὶ κίλος τὶς ὢν, πλεονασμῷ τοῦ τ κτίλος. παρὰ τὸ κίειν, ὅ ἐστι πορεύεσθαι. οἱ δὲ νεώτεροι τάσσουσι τὴν λέξιν ἐπὶ τοῦ εἰθισμένου γεγονότος ἡμέρου ζώου. ἢ ἀπὸ τοῦ ἵκω, ἱκτός. ὡς τάσσω τακτὸς, καὶ πλέκω πλεκτός. ὥσπερ ἀπὸ τοῦ πένθους γίνεται πενθίλος, καὶ ἀπὸ τοῦ ναῦς ναυτίλος, οὕτως οὖν καὶ ἱκτὸς ἱκτίλος, καὶ μετὰ τῆς ἐπάρσεως τοῦ ι κτίλος. τὸ μὲν πρῶτον Ὦρος ὁ Μιλήσιος, τοῦτο δὲ Ἡρωδιανός. Κτείς. παρὰ τὸ κτείνειν τοὺς φθεῖρας. Κτόνος. ὁ φόνος. ἐξ οὗ καὶ κτιννύω, τὸ φονεύω. Κτύπος. παρὰ τὸ τύπτω, τύπος, καὶ πλεονασμῷ τοῦ κ κτύπος. τὰ γὰρ τυπτόμενα ψοφεῖ. Κτηνεία. Κτῆσις. ἡ περιουσία, ὁ πλοῦτος. Κτιδέα. εἶδος περικεφαλαίας ἐξ ἴκτιδος δέρματος. ἴκτις δὲ ζῶον γαλῇ παραπλήσιον. καὶ κτιδιώτις τέχνη τῆς περικεφαλαίας. Κτίσις. ὁ κόσμος. πᾶσα ἡ τοῦ θεοῦ κτίσις διαιρεῖται εἰς ἕξ· εἰς ἀόρατα λογικά· εἰς σύνθετα λογικά· εἰς σύνθετα ἄλογα· εἰς αὐξητικὰ καὶ γεννητικά· εἰς ἐκπορευτὰ καὶ κινητά· εἰς ἀναισθητὰ καὶ ἀκίνητα. Κτητήν. ἀγοραστήν. Ἡσίοδος· κτητὴν, οὐ γαμετήν—. Κτέαρ. τὸ κτῆμα. καὶ κλίνεται κτέατος. Κτένιον. ἐν ᾧ κτείνομεν τοὺς φθεῖρας. καὶ τὸ τοῦ ποδός. Κτητικόν. τὸ ὑπὸ τὴν κτῆσιν ἐμπεπτωκός. ἐμπεριειλημμένου τοῦ κτήτορος. Κτῆνος. τὸ ζῶον. Κτησείδιον. ὀλίγη περιουσία. Κτίσμα. κτιστόν. Κτήνη. κυρίως τὰ ἥμερα. θηρία δὲ τὰ ἄγρια. πολλάκις δὲ ἡ γραφὴ καὶ τὰ ἄγρια κτήνη ὀνομάζει. ὡς ὅταν λέγει· ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. Κτέρεα. τὰ ἐντάφια. Κτᾶσθαι. καρποῦσθαι, ἢ ἀγοράζειν, ἢ φυτεύειν. Κτεάτισα. ἐκτισάμην. Κτεριοῦσι. θάψουσι. Κτείνει. ἀναιρεῖ, φονεύει. κτιννύει δὲ, ὅ ἐστι φονεύει, ι. Κτησάμενος. ἀεί. Κτίζω. Κτῶ. τὸ κτῶμαι. Κτερεΐξαι. ἐνταφιάσαι. Ὅμηρος· σῆμα δέ οἱ χῶσαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι. Τὸ Κ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Κυανοχαίτης. μελανόθριξ. κυανὸν γὰρ τὸ μέλαν, καὶ χαίτη ἡ θρίξ. Κυδάλιμος. ὁ δίυγρος. λέγεται δὲ καὶ ὁ ἔνδοξος καὶ ἔντιμος. ἀπὸ τοῦ κῦδος, ὃ σημαίνει τὴν δόξαν. Κυδοιμός. θόρυβος, ταραχὴ, ἢ πόλεμος. ἀπὸ τοῦ κύειν τὸ δέος ἢ τὸ δεῖμα. Κύδιμος. ὁ ἔνδοξος. ἀπὸ τοῦ κῦδος κύδιμος, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς κυδάλιμος. Κυδρός. ἀγαθὸς, τίμιος. ἀπὸ τοῦ κῦδος κυδρός. Κυδωνιάτης. τοπικός. Κύβηλις. ὁ πέλεκυς. Κυβιστήρ. ὁ ὀρχηστής. Κύβος. πᾶν τετράγωνον. ὁ κύκλωθεν βάσιν ἔχων. Κύβειρος. ἀναιδής. Κυκεών. εἶδος ποτοῦ. ἢ πόμα δηλητήριον. ἀπὸ τοῦ κεχύσθαι. χυχεὼν καὶ κυκεών. ἔστι δὲ πόμα κατασκευασθὲν, παυστικὸν δίψης. Κυκεῶ. ἀποκοπή ἐστι. κυκεῶνα γάρ ἐστιν ἡ αἰτιατική. κυκῶ δὲ τὸ ταράσσω. Κυκλάμινος. εἶδος βοτάνης. Κύκλος. σφαῖρα· ἐνιαυτός· κόσμος. Κύκλωπες. κυκλόωπες, καὶ κατὰ συγκοπὴν κύκλωπες, ὅτι κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ. Κύκνος. ζῶον. ἀπὸ τοῦ κλῶ, τὸ φωνῶ, γίνεται κλύω, κλύκος, καὶ καθʼ ὑπερβιβασμὸν καὶ μετάθεσιν τοῦ λ κύκνος. ἢ ὁ κυκλοτερῆ ἔχων τὸν τράχηλον. παρὰ τὸ κύκλος. Κυλλός. ὁ χωλός. Κυλλοποδίων. ὁ Ἥφαιστος. ὡς ἀπὸ τοῦ Οἰδίπους, Οἰδίποδος, Οἰδιποδίων διὰ τοῦ ι, οὕτως καὶ ἀπὸ τοῦ κυλλόπους κυλλοποδίων. Κύμβαχος. ἐπὶ κεφαλῆς πεσών. ἢ κατὰ κεφαλῆς. ἢ κύμβαχός ἐστι τὸ σκεπάζον τὴν κεφαλὴν βρέγμα. παρὰ τὸ κῦφον, τουτέστι τὸ περιαγὲς καὶ περιφερές. κύμβη γὰρ ἡ κεφαλή. ὅθεν τὸ κυμβητιᾷν. σημαίνει δὲ καὶ τὸ ἄκρον μέρος τῆς κεφαλῆς, ᾧ ἐμβάλλεται ὁ λόφος. οἷον· κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ—. Κύμινδος. ὁ ἀετός. Κυνικοί. οἱ φιλόσοφοι, διὰ τὸ αὔθαδες καὶ θρασὺ καὶ ἀναιδές. τοιοῦτοι γὰρ οἱ κύνες. Κυνοραϊσταί. οἱ κρότωνες, οἱ τὸ αἷμα τῶν κυνῶν ἐκμυζῶντες. Κύρβαντες καὶ Κρύβαντες. οἱ τὸν κόρον φυλάξαντες. βαίνειν γὰρ τὸ φυλάττειν. —ὃς Χρύσην ἀμφιβέβηκας. ἀντὶ τοῦ φυλάττεις. ἢ, ὡς Ἡρωδιανὸς, παρὰ τὸ κρύβειν, Κρύβαντες καὶ Κύρβαντες. ὅθεν καὶ κυρβασία καὶ κρυβασία. ἔνιοι δὲ τὸ τὴν κεφαλὴν καλύπτειν. ἄλλοι δὲ τὰς περικεφαλαίας φασὶ κυρβασίας. Κυρηναῖος. ἀπὸ τῆς Κυρήνης πόλεως. ἑρμηνεύεται δὲ ἑτοιμότης. Κύριος. ὄνομα δηλωτικὸν τῆς θεότητος. Κύριος. ὁ ἐξουσιαστής· ἢ ὁ ἐν ἀξιώματι ὑπάρχων. Κύρτος. τὸ δίκτυον· ἢ βρυλλίνη σπυρὶς, ἐν ᾗ οἱ καρκῖνοι ἀγρεύονται. Κύφων. ὁ δεσμὸς τοῦ ξυλοπανταρίου. Κύων. ὁ σκύλος. ἀπὸ τοῦ κινεῖν καὶ σαίνειν. ἢ παρὰ τὸ ὀξὺ εἶναι τὸ ζῶον· κατὰ μετάθεσιν τοῦ στοιχείου. ἢ παρὰ τὸ κύω, ὃ σημαίνει τὸ φιλῶ· κύνω καὶ ἐξ αὐτοῦ κύων· τὸ γὰρ ζῶον φιλοδέσποτον. Κύων. ὁ κυνικός. Κύτωρις. ὄνομα ποταμοῦ. Κυφών. ἡ κυνάγχη. τοῦ Ψελλοῦ· κηλὰς ἀλώπηξ πέφυκε καὶ κυφὼν ἡ κυνάγχη. Κύβιτον. τὸν ἀγκῶνα. Κύαθος. ἀντλητήριον· μέτρον ἢ παλάμη. — Θηλυκόν. —Κυβέρνησις. φρόνησις. ἢ κυβέρνησίς ἐστι ψυχῆς ἐπιστήμη περὶ τὴν ἄστατον φύσιν τῶν ἀνθρωπίνων πραγμάτων. παρὰ τὸ τὰ κύματα ἐρευνᾷν, καὶ πρὸς αὐτὰ ἰθύνειν τὴν ναῦν. τροπῇ τοῦ μ εἰς β. Κυβεία. πανουργία. ἢ παίγνιον. Κύβη καὶ κύμβη. ἡ κεφαλή. Κυβαρσία. κεφαλὴ ἀλέκτορος. ἄλλοι κυβαρσίας φασὶ τὰς περικεφαλαίας. Κυβίστησις. συστροφή. ὄρχησις. Κυβιστία. ἡ ὄρχησις. Κυδιάνειρα. ἡ δοξάζουσα τοὺς ἄνδρας. κῦδος γὰρ ἡ δόξα. Κυκλάμινος. εἶδος βοτάνης. Κυκήθρα. συμφορά· ταραχή· κυκῶ γὰρ τὸ ταράσσω. Κυθέρεια. ἡ Ἀφροδίτη. παρὰ τὸ κεύθειν τοὺς ἔρωτας. ἢ ἡ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν ἔρωτα. Κύθηρα. πόλις τῆς Ἀφροδίτης. Κύθρα. γέλως σκωπτικός. ἀπὸ τοῦ κῦτος γέγονε κῦθος καὶ κύθρα. Κυλλήνη. ὄρος Ἀρκαδίας. καί· Κυλλήνιος Ἑρμῆς. Κυλλάδες. τὰ ἀπὸ τῶν ὀφθαλμῶν μέρη. ὅθεν καὶ τὸ ταῦτα οἰδεῖν κυλοιδιῶ καλοῦσι. συνέσταλται δὲ τὸ υ. Κύλιξ. τὸ ποτήριον. ἀπὸ τοῦ κύκλος κύκλιξ καὶ κύλιξ. Κυλίχναι. λεκανίδες· τρυβλία ἢ φιάλαι. καὶ κυλικνίδες παρὰ Ἀθηναίοις αἱ πυξίδες, ἢ οἱ λιβανωτοὶ, ἢ ἀγγεῖα κεράμεια. Κύμβη. ἡ κεφαλή. Κυνόμυια. τὸ ὄνομα ἔσχηκεν ἀπὸ τοῦ κυνὸς καὶ τῆς μυίας· ὁ μὲν γὰρ ἀναιδὴς, ἡ δὲ θρασεῖα. Κυνέη. περικεφαλαία. Κυπάς. ἱμάτιον. Κύπρις. ἡ Ἀφροδίτη. ἡ τὸ κύειν παρέχουσα. ἢ ὅτι ἐν Κύπρῳ τιμᾶται. Κύπρος. παρὰ τὸ κυοφόρον καὶ λιπαρὰν γῆν ἔχειν. Κύρα. ἡ κρήνη. Κυρεία. ἡ ἐξουσία. κυρία δὲ ἡμέρα καὶ ὥρα, ι. Κύρβεσις. ἑορτή τις, καὶ τὸ πινακίδιον. Κύῤῥος. πόλις ἐν Συρίᾳ, ἣν ἔκτισε Σέλευκος καὶ ὠνόμασεν ὁμωνύμως τῇ ἐν Μακεδονίᾳ. Κύρβεις. τρίγωνοι πίνακες, ἐν οἷς οἱ περὶ τῶν ἱερῶν καὶ πολιτικῶν νόμων ἐγγεγραμμένοι ἦσαν. Κύστις. ἡ κοιλία ἢ τὰ ὑπογάστρια. Κυψέλλη. πλεκτὸν ἀγγεῖον. Κυψελλίς. ὁ ῥύπος τοῦ ὠτίου. Κυτωρίς. ὄνομα ποταμοῦ. Κύστις. ἀπὸ τοῦ κεύθειν ἢ κρύπτειν τὸ οὖρον. σημαίνει καὶ τὸ οὐροδόχον ἀγγεῖον. Κύμβαι. περιφερῆ πλοῖα παρὰ Ῥωμαίοις. — Οὐδέτερον. —Κυανόν. τὸ μέλαν. Κῦδος. ἡ δόξα. Κύκλα. οἱ τροχοί. καὶ κυκλήσομεν ἀντὶ τοῦ ἐφʼ ἁμαξῶν ἄξομεν. Κυκλίον. Κυλώνειον ἄγος. Κυλικεῖον. ἡ ποτηριοθήκη. κυλίκιον δὲ, ι. Κύμβαλα. ὄργανα εὔηχα. παρὰ τὸ κύφον, κύφαλα τινὰ ὄντα. Κυμβία. τὰ κύφα ἐκπώματα. διὰ τὸ περιφερῆ εἶναι καὶ κύφα. Κῦμα. παρὰ τὸ κύω, τὸ γεννῶ. καὶ κύματα κωφὰ, τὰ ἄνευ ἀνέμου ἠρεμοῦντα. Κύντερον. ἀναιδέστερον· χαλεπώτερον. παρὰ τὴν κυνὸς γενικὴν κυνότερον καὶ ἐν συγκοπῇ κύντερον· ὡς μέλαν, μελανότερον καὶ μελάντερον. Κύπελλον. ἔκπωμα. παρὰ τὸ κύφον, κύφελλον καὶ κύπελλον. ἢ χύπελον, ἔνθα ὁ πηλὸς ἤτοι ὁ οἶνος χεῖται. Κύπειρον καὶ κύπερον. εἶδος βοτάνης. Κῦρος. ἡ ἐξουσία. Κυριακὸν δεῖπνον. τὸ τοῦ κυρίου. ἢ τὸ ἔγκληρον ἐν ἐκκλησίᾳ ἄριστον. Κύρμα. τὸ ἐπιτύχημα. παρὰ τὸ κύρω, τὸ ἐπιτυγχάνω. Κυρτόν. τὸ παρʼ ἡμῖν ἀπὸ τοῦ κύπτω. κυρτὸν καὶ τὸ μετέωρον καὶ ὑψηλόν. ἀπὸ τοῦ κύειν εἰς ὕψος ἤτοι ἐπαίρεσθαι. Κυρναῖον. πέλαγος. Κῦφον. τὸ περιαγές· τὸ περιφερές· τὸ κυρτοειδές. παρὰ τὸ κύπτω. Κύφελλα. τὰ νέφη. οἱονεὶ κρύφελλα, τὰ ἀποκρύπτοντα τὴν σελήνην. ἐτμήγη δὲ κύφελλα— Καλλίμαχος δὲ τὰ κούφως ἐλαυνόμενα. Κυψελλόβυστον. τὸ ὑπὸ ῥύπου κεκαλυμμένον. Κυρήβια. τὰ ἀπὸ τῶν κυάμων σχίσματα. Κυβήβειν. κυρίως τὸ ἐπὶ κεφαλῆς ῥιπτεῖν. Ὅμηρος· κύμβαχος ἐν κονίῃσιν. ἐπεὶ οἱ μανιώδεις, περὶ τὴν κεφαλὴν πάθους γινομένου, τοιοῦτοι γίνονται. — Ῥῆμα. —Κυβιστᾷν. τὸ ἐπὶ κεφαλῆς πηδᾷν. κύβη γὰρ ἡ κεφαλή. Κυβεύειν. δουλεύειν. Κυδιόων. γαυριῶν, χαίρων καὶ κυδιούμενος. Κυδαίνω. ἀπὸ τοῦ κῦδος κυδαίνω. λέγεται καὶ κυδάνω. Κυδάζεται. ἀντὶ τοῦ λοιδορεῖται. τοῖς πᾶσιν Ἀργείοις κυδάζεται. Κυδοίμεον. ἐθορύβουν. Κύειν. γεννᾷν. κυρίως τὸ ἐν γαστρὶ φέρειν τὸ ἔμβρυον. ἀποκύειν δὲ τὸ τίκτειν καὶ προσφέρειν εἰς φῶς τὸ ἐν γαστρὶ φερόμενον. Κυθρίσαι. ἐπὶ τοῦ σκῶψαι καὶ γελάσαι. καὶ πανήγυρις παρʼ Ἀθηναίοις οἱ κύθροι, ἐν ᾗ ἀλλήλους ἔσκωπτον. Κυΐσκω. τὸ γεννῶ. Κυκλοφορεῖται. κατὰ κύκλον φέρεται. Κυκῶ. τὸ ταράσσω. καὶ κυκῶσαι. Κυκηθήτην. ἐταράχθησαν. καὶ κυκηθρήτην. κυκήθρα γὰρ ἡ ταραχή. Κυλοιδιῶ. τοὺς ὦπας ὀγκῶ. Κυλινδούμενος. κυλιόμενος. Κυμαίνεται. ταράσσεται. Κυνῶ. τὸ προσκυνῶ. Κυνοραϊστέων. κακῶς ἐκπνέων. Κυοφοροῦσα. ἐγκυμονοῦσα. Κυπρίζουσαι. ἀνθοῦσαι, αὔξουσαι. Κύρσας. προσκρούσας· ἢ ἐντυχών. Κυρίττω. τὸ κερατίζω. Κύσας. φιλήσας. Κυκλήσομεν. ἐφʼ ἁμαξῶν ἄξομεν. κύκλα γὰρ οἱ τροχοί. Κυρηβάσει. μαχήσεται. τοῦ Ψελλοῦ· κυρηβάσει. μαχήσεται· Κύρητα ἡ Δημήτηρ. Κυλινδοῦται. κυλίεται. καὶ καλινδοῦται ὁμοίως. Κυθήρηθεν. ἀπὸ Κυθήρων. Κυνηδόν. δίκην κυνός. Κυνόσαργες. μακράν. καὶ ἐπὶ οὐδετέρου. Κύκλω. εἴτε ὄνομα, εἴτε ἐπίῤῥημα, σὺν τῷ ι γράφεται. ἔστι γὰρ κύκλος, κύκλου, κύκλῳ. καὶ λοιπὸν αὗται αἱ δοτικαὶ μετερχόμεναι εἰς ἐπιῤῥήματα σύνταξιν τῆς δοτικῆς τῇ γραφῇ φυλάττει. οἷον· ἰδίᾳ, δημοσίᾳ. Κύκλῳ. κύκλῳ στῶμεν. Τὸ Κ μετὰ τοῦ Ω. — Ἀρσενικόν. —Κωδαλοῦ. μέτρον γῆς. Κωδαλοῦχος. σχοῖνιξ. μέτρον. Κώδιξ. ὁ χάρτης. Κῶθος. τὸ κοίμημα. Κώθων. κωρᾶς εἶδος. Κωκυτός. ὁ θρῆνος· ἢ μίμημα φωνῆς θρηνώδους. ἀπὸ τοῦ τὰ ἄχη εἰς αὐτὸν ῥεῖν. χοάκυτος καὶ κωκυτός. Κωλαγρέτης. ὁ ταμίας. Κωλήν. τὸ ἔντερον. τὸ ἀντζίον. Κώληψ. τὸ ὀστοῦν. καὶ κλίνεται κώληπος. Κωλωνός. τὸ μέτρον. Κωλώτης. ὁ ἀσκαλαβώτης. Κωλύβδαινος. ὁ κίνδυνος. Κωμαστής. μέθυσος, ἢ ἀσελγὴς ἐκ μέθης. ἢ ὁ ἐν παραφορᾷ οἴνου ᾄδων. Κῶμος. ἡ μετʼ ὀρχήσεως ᾠδή. καὶ ἡ ἐκ μέθης ἀσέλγεια. καὶ κῶμος ὁ ὕπνος. Κώμυθος. ἡ δέσμη τοῦ χόρτου. Κῶνος. ὁ στρόβυλος. καὶ κύριον ὄνομα. ἢ κῶνος ἐστὶ σχῆμα ἀπὸ πλατείας βάσεως εἰς ὀξὺ λῆγον. Κῶπος. ὁ μεθʼ ἡδονῆς ποτός. καὶ ὁ στενωπός. Κωπτίλος. ὁ βάτραχος. Κώρυκος. θάλαμος. Κώρυκος. ὁ θύλαξ καὶ ἀκρωτήριον. Κωρυκῶος. ἐπακροώμενος. Κωτίλλος. ὄρνεον οὕτω καλούμενον. ἀφʼ οὗ καὶ οἱ πολλὰ λαλοῦντες κωτίλλοι καλοῦνται. Κωφήν. ποταμός. καὶ κλίνεται Κωφῆνος. Κωφός. παρὰ τὸ κεκόφθαι τὴν ὄπα. ἢ κένοπος τὶς ὢν, ὁ μήτε φθεγγόμενος, μήτε ἀκούων. Κῷος. σὺν τῷ ι γράφεται· ἐπειδὴ εὕρηται κατὰ διάστασιν. Καλλίμαχος· τὸ ἴκελον τὸ γραμματεῖον τὸ Κώϊον. ἢ ὅτι τὰ εἰς ος κτητικὰ τῷ ι θέλει παραλήγεσθαι. ἔστωσαν δὲ παραδείγματα ταῦτα· Ξενοφώντειος· Ἡροδότειος· Ἀριστάρχειος· πατρῷος· μηνῷος· ἡρῷος. οὕτως οὖν καὶ Κῷος. οὐκ ἔστι δὲ θηλυκὸν, ἀλλὰ ἀρσενικόν. — Θηλυκόν. —Κωβύλη. ἡ συνουσία. Κώδεια. ἡ κεφαλὴ τῆς μήκωνος. ὑπνωτικὸν γὰρ τὸ τοιοῦτον φυτόν. καὶ κῶμος ὁ ὕπνος. Κωλύμη. ἡ κώλυσις. τὴν κωλύμην ἔχειν δοκῶ. Κώμη. ἡ πόλις. παρὰ τὸ κῶ, τὸ κοιμῶμαι, κώμη. ὡς ἂν εἴποι τις κωμητήρια καὶ ἀναπαύσεις ζώων τὲ καὶ ἀνθρώπων ἀπὸ τῶν ἔργων. Κωμῳδία. γέλως, ὕβρις, διασυρμός. Κῷος. σὺν τῷ ι γράφεται, ἐπειδὴ εὕρηται κατὰ διάστασιν. Καλλίμαχος· τὸ ἴκελον τὸ γράμμα τὸ Κώϊον. Κωπαΐς. ἔγχελυς. Κώπη. ἡ λαβὴ τοῦ ξίφους, ᾗ κόπτειν δυνάμεθα. παρὰ τὸ κόπτω κοπὴ, καὶ ἀναβιβασμῷ καὶ τροπῇ τοῦ ο εἰς ω μέγα κώπη. κώπη καὶ ἡ τῶν κωπηλατῶν, παρὰ τὸ κόπτειν τὸ ὕδωρ. Κῶς. ἡ νῆσος. ἀπὸ Κῶς, θυγατρὸς Μέροπος καὶ Ἐχεμείας. ἢ παρὰ τὸ κῶ, τὸ κοιμῶμαι. ἐξ οὗ καὶ κῴδιον, τὸ τοῦ προβάτου δέρμα. — Οὐδέτερον. —Κῴδιον. τὸ δέρμα. κωίδιον γέγονε καὶ συναιρέσει κῴδιον. καὶ τὸ λαγῴδιον ἔχει τὸ ι, ὅτι ἀπὸ τοῦ λαγωὸς, λαγωοῦ, γέγονε. κατὰ συνδρομὴν τοῦ κῴδιον καὶ στῴδιον· σημαίνει δὲ τὴν μικρὰν στοάν. συνεξέδραμε τούτοις καὶ τὸ καλῴδιον, καὶ ἔχει τὸ ι προσγεγραμμένον· σημαίνει δὲ τὸ σχοινίον. Κώδιστρον. ὁ ποὺς τοῦ μήκωνος. Κώεα. τὰ δέρματα. μεταπέπλασται τὸ κῶας εἰς τὸ κῶος, τοῦ κώους, ὡς τεῖχος, τείχους. ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ κώεα. καὶ Ἡσίοδος μετέπλασε τὸ ὕδας εἰς τὸ ὕδος, εἰπών· γαῖαν ὕδει φύρειν. Κωκόν. τὸ ἀναίσθητον. Κῶλα. κυρίως ἐπὶ τῶν μελοποιῶν· μεταφορικῶς δὲ ἐπὶ τῶν πεζῶν τῷ λόγῳ, κώλοις μὴ χρωμένων. καὶ κῶλον τὸ ὀστοῦν. Κῶμα. ὁ ὕπνος. παρὰ τὸ κῶ, τὸ κοιμῶμαι, γίνεται κῶμα, ἐξ οὗ καὶ κείω, τὸ κοιμῶμαι. Κωμύδριον. ἡ μικρὰ καὶ εὐτελὴς πόλις. Κώνειον. τὸ φάρμακον. τὸ κώνειον παραπλήσιόν ἐστι τῷ καρπῷ τῆς λαπάθου, τὰ δὲ φύλλα σελίνῳ ἀγρίῳ. λέγεται δὲ καὶ ὑπόπικρον. καλεῖται δὲ καὶ ἐφήμερον, διὰ τὴν ὀξύτητα τῆς ἀναιρέσεως. κώνειον δὲ αὐτὸ καλοῦσι διὰ τὸν γινόμενον εἰλιγμὸν καὶ σκότον τοῖς πίνουσι. τὸ γὰρ στρέψαι κωνῆσαι λέγουσιν οἱ παλαιοί. ἢ παρὰ τὸ καίνειν καὶ κόπτειν. ἢ παρὰ τὸ κοίμημα. Κωνοειδές. τὸ ἀπὸ πλατέος εἰς ὀξὺ λῆγον. Κωνσίλιον. παρὰ Ῥωμαίοις τὸ συμβούλιον. Κωπήεντα. μελάνδετα. ἢ μελαίνας λαβὰς ἔχοντα. ἔστι γὰρ ἡ λαβὴ δεσμὸς τοῦ ξίφους. Κωρύκιον. ὄρος καὶ ἄντρον ἐν τῷ Παρνασῷ. ἀπὸ νύμφης Κωρυκίας. Παρνασὸς δὲ ὄρος Δελφῶν. Κῶρον. πόλις Καππαδοκίας. Κωσιτώριον. τὸ θεῖον συνέδριον κατὰ Ῥωμαίους. Κωπεῖον. τὸ τῆς νεώς. Κῶμα. ὁ ὕπνος· ἡ καταφορά. τοῦ Ψελλοῦ· φωΐδας τὰ φλογίσματα· καταφορὰν δὲ κῶμα. — Ῥῆμα. —Κώζοντες. κράζοντες. Κωμάζειν. τὸ ποιῶς ὀρχεῖσθαι. ἐξ οὗ καὶ κῶμος, εἶδος ὀρχήσεως· οἱ δὲ μέλους. παρὰ τὸ κῶ, τὸ κοιμῶμαι. ἐμφαίνει γὰρ τὸν ἀπὸ δείπνου καὶ μέθης ἐπὶ τοῦ κοιμηθῆναι βαδίζειν καιρόν. Κωμᾶται. λοιδορεῖται. Κωμήνασθαι. τὸ κείρασθαι. Κωνίσαι. πίθον πισσῶσαι. κωνᾷν γὰρ τὸ στρέφειν. καὶ τοὺς βέμβικας ἤτοι τοὺς στρόμβους κώνους λέγουσι. κωνῆσαι, τὸ ἀγαγεῖν τὸν ἵππον κύκλῳ, η. κονίσαι δὲ ἀντὶ τοῦ ἀγωνίσαι μικρὸν καὶ ι. Κωνειῶ. φαρμακεύω. ἀπὸ τοῦ κωνείου. Κωτίλλων. πανούργως κολακεύων καὶ πολλὰ λαλῶν. ἀπό τινος ὀρνέου κωτίλλου καλουμένου. Κώφειν. τὸ κωλύειν. Κωχεύειν. συνουσιάζειν. μετεωρίζειν· ἀνέχειν. Κωμαίνειν. νυστάζειν. τοῦ Ψελλοῦ· καλχαίνειν τὸ ταράσσεσθαι· κωμαίνειν τὸ νυστάζειν. — Ἐπίῤῥημα. —Κωμηδόν. σὺν πάσῃ τῇ πόλει.