Ε. Τὸ Ε μετὰ τοῦ Α. — Ἀρσενικόν. —Ἐανός. πέπλος ποικίλος, λαμπρός. Ἑαυτούς. ἀντὶ τοῦ ἀλλήλους κατὰ Ἀττικούς. — Θηλυκόν. —Ἑαῖς. ἰδίαις. Ἑαυτάς. ἀντὶ τοῦ ἀλλήλας. οὕτως οἱ Ἀττικοὶ λέγουσι. καὶ ἑαυτοὺς ἀντὶ ἀλλήλους. — Οὐδέτερον. —Ἐανόν. ποικίλον, λεπτόν. ἁ μεγάλα δʼ Αἴγυπτος ἑανῷ δάψατο χαί-την. Ἔαρ. χρόνος, ἐν ᾧ τὸ ὑγρὸν μετὰ τοῦ θερμοῦ ἐπικρατεῖ. ἔαρ δὲ παρὰ τὸ ἔω τὸ πέμπω· τότε γὰρ ἐκπέμπονται οἱ καρποί. ἔαρ καὶ τὸ αἷμα, διὰ τὸ ἐν τῷ ἔαρι πλεονάζειν. Ἐαρινόν. τὸ κατὰ τὸν καιρὸν τοῦ ἔαρος. Ἐάρταρα. λεπτὰ, ἁπαλά. Ἐ τὸ στοιχεῖον. τὸ δὲ ε θαυμάσαιμι τῆς ὀνομασίας. τήν τε γὰρ ἐπέκτασιν καὶ τὸ κυκλοτερὲς τοῦ αἰῶνος ἐν τῷ ἰδίῳ τύπῳ δηλοῖ, ἐπέκτασιν μὲν τὴν εἰς μέσον ἔχον μακρὰν, κυκλοτερὲς δὲ τὸ περὶ τὴν μακρὰν πέριξ· ὅτι τοῦ ὄντος αἰῶνος μιμεῖται τὰ πέριξ. — Ῥῆμα. —Ἐαγῆναι. συντριβῆναι. Ἐάγη. συνετρίβη. ἄσσω τὸ κλῶ, ὁ μέλλων ἄξω, ὁ δεύτερος ἀόριστος ἄγον, ὁ παθητικὸς ἤγην, ἤγης, ἤγη, καὶ κατὰ διάλυσιν τοῦ η ἐάγη. Ἐαδότα. ἀρέσκοντα. Ἔα δή. ἀντὶ τοῦ ἄγε δή. καὶ ἔα ἀντὶ τοῦ συγχώρει. Ἐακότες. παρῃτημένοι, ἀποπεπαυκότες. Ἑαλωκυῖα. ἐξερημωθεῖσα. Ἑάλωσαν. ἐκρατήθησαν. Ἑάλω. ἐκρατήθη. Ἑάλωκεν. ἐλήφθη. καὶ ἑαλωκώς. Ἐάλη. συνεστράφη. Αἰνείας δʼ ἐάλη. παρὰ τὸ ἀλῶ τὸ ἐκκλίνω καὶ πλανῶ. οἱ γὰρ ἐκκλίνοντες τινὰς καὶ πλανῶντες οὐκ ἐπαίρονται, ἀλλὰ συστρέφονται· ὅθεν καὶ τοὺς ἵππους ἄλεται, ἀντὶ τοῦ ἀλεῖται. ὅ ἐστι συστραφεῖται. τὸ δὲ ἀλῶ γέγονε παρὰ τὸ λῶ τὸ θέλω καὶ μετὰ τοῦ στερητικοῦ α ἀλῶ. οἱ γὰρ πλανώμενοι οὐ τυγχάνουσιν οὗ θέλουσιν. ἔστι δὲ τρίτης συζυγίας τῶν περισπωμένων· οἷον ἀλόω, ὁ μέλλων ἀλώσω, ὁ δεύτερος ἀόριστος ἦλον, ὁ παθητικὸς ἤλην, ἐξ οὗ ἡ μετοχὴ ἀλεὶς, τὸ δεύτερον ἤλης, ἤλη, καὶ κατὰ διάλυσιν ἐάλη. Ἔασας. ἐχαροποίησας. —ἐπεί με πρῶτον ἔασας. παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, ἥσω, ἥσας καὶ ἐν διαιρέσει ἔασας. Ἕαται. κάθηται. Ἰωνικῶς. ἑῶ, ἕημι, ἕεμαι, ἧμαι, ἧται καὶ Ἰωνικῶς ἕαται, καὶ πλεονασμῷ εἵαται. ὡς μέμνηται, μεμνήαται. Ἐάφθη. ἐπηκολούθησεν. ἕπω, ἕψω, εἷφα, εἷμμαι, εἵφθην, καὶ ἐν διαλύσει ἐάφθην, τὸ τρίτον ἐάφθη. ἢ παρὰ τὸ ἐῶ ἐάθη καὶ πλεονασμῷ τοῦ φ ἐάφθη. ἢ παρὰ τὸ ἕπω τὸ ἀκολουθῶ εἵφθη, ἵνʼ ᾖ ἐπηκολούθησε, καὶ ἐν διαιρέσει τῆς ει διφθόγγου εἰς εα ἐάφθη. ἔστι δὲ καὶ τὸ παθητικὸν μονῆρες, καὶ οὐδὲν αὐτῷ ὅμοιον. οὐ γὰρ εἰς ε καὶ ι διελύθη οὐδὲ εἰς δύο εε, ἀλλʼ εἰς ε καὶ α. Τὸ Ε μετὰ τοῦ Β. — Ἀρσενικόν. —Ἔβενος. ὄνομα ξύλου. καὶ ἔβελος. Ἐβιωκαῖοι. ἔθνος. Ἐβουσαῖος καὶ Ἐβούτιος. ὀνόματα κύρια. Ἑβραῖοι. ἀπὸ τοῦ Ἕβερ υἱοῦ Σάλα, ὃς ἐμέρισε τοῖς ἔθνεσι τὴν γῆν. Ἕβρος. ποταμὸς Θρᾴκης. — Θηλυκόν. —Ἑβδομάτη. ἡ ἑβδόμη. καὶ ἑβδομευόμενα. τοῖς ἀποτεχθεῖσι παιδίοις τὰς ἑβδόμας καὶ τὰς δεκάτας ἦγον καὶ τάγε ὀνόματα ἐτίθεντο αὐτοῖς· οἱ μὲν τῇ ἑβδόμῃ, οἱ δὲ, τῇ δεκάτῃ. Ἔβουρις· Ἐβουδίκη. ὀνόματα πόλεων. — Ῥῆμα. —Ἔβαν. ἐπορεύθησαν. Ἐβαρυθύμησαν. ἐλυπήθησαν. Ἐβαρυώπησαν. ἀσθενεῖς ἐγένοντο τοὺς ὀφθαλμούς. Ἔβα με. κατέλαβέ με. Ἀριστοφάνης· τί χρέος ἔβα με μετὰ τὸν Πασίαν. Ἐβαρύνετο. κυριώτερον. οὐ δεῖ γὰρ λέγειν ἐβαροῦντο ἢ βαροῦμαι ἢ βαρούμενος. Ἐβάστασεν. ἀντὶ τοῦ ἐδοκίμασε. πάσας δʼ ἰδέας ἐξήτασε, πάντα δʼ ἐβάστασε φρενί. Ἔβασεν. ἀντὶ τοῦ ἔκραξεν. Ἔβασον. ἔασον, συγχώρησον. οὕτως Συρακούσιοι καὶ Λάκωνες. γέγονε δὲ κατὰ πλεονασμὸν τοῦ β. τὸ γὰρ ἔασον, ἔβασον, καὶ τὸ ἔαται, ἔβαται, καὶ τὸ ἔα, ἔβα. Ἐβεβαίωσας. ἐφανέρωσας. Ἐβίωσας. ἔζησας. Ἔβλω. ἔδωκε, διέσπασεν. Ἐβόμβησεν. ἤχησεν. Ἐβουλιμίασαν. λίαν ἐπείνασαν. Ἐβόησεν. ἐφώνησεν. Ἐβόων. ἔκραζον. Ἐβληχῶντο. ἐπὶ τῶν προβάτων λέγουσιν. Ἔβριξαν. μετὰ τροφὴν ἐκοιμήθησαν. Ἐβριάζοντο. ηὐφραίνοντο. Ἐβραγχίασεν. ἐκοπίασεν. Ἔβρασεν. ἐκ τῆς θαλάσσης εἰς τὴν γῆν ἔῤῥιψεν. Ἐβρόμησεν. ἤχησεν. ἐβρόντησεν. Ἐβύνουν. ἐπλήρουν, ἔφραττον. Ἀριστοφάνης· χρυσίῳ τούτων ἐβύνουν τὸ στόμα. Ἑβδομηκοντάκις ἑπτά. τοῦτο οὐκ ἀριθμὸν τίθησι. Τὸ Ε μετὰ τοῦ Γ. — Ἀρσενικόν. —Ἔγγυος. ὁ ἐγγυητής. Ἐγγύθετος. ὁ προσεδρεύων τόπος. Ἐγγλωττογάστωρ. ὁ ἐκ τοῦ λέγειν ζῶν. πεποίηται ἡ λέξις παρὰ τὸ διὰ γλώσσης καὶ διὰ λόγων τρέφεσθαι. Ἔγγονος. ὁ υἱός. ἔκγονος δὲ ὁ τοῦ υἱοῦ υἱός. καὶ Ὅμηρος· υἱός θʼ υἱωνός τε Διὸς νεφεληγερέταο. Ἐγήγαρτος καὶ ἐγήχαρτος. ὁ ἐπίχαρις. Ἐγκέφαλος. παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ καὶ τὸ κέρας· ἢ παρὰ τὸ ἐγκεῖσθαι τὰ φάη. ἢ ἐγκράνιος διὰ τὸ ἐγκεῖσθαι ἰδιώτερον τῷ κρανίῳ. Ἐγκρυφίας. ὁ ἐν σποδιᾷ γενόμενος ἄρτος. Ἐγκτός. ὁ ζωγράφος. Ἐγκρατής. ὁ ταῖς φαύλαις ἐπιθυμίαις λόγῳ μὴ ἀκολουθῶν. ἐγκρατὴς λέγεται οὐ κατʼ ἀπάθειαν, ἀλλὰ διὰ τὸ πάσχειν μὲν, μὴ ἄγεσθαι δὲ ὑπὸ τῶν παθῶν. καὶ ἐγκρατὴς καὶ ἐπικρατέστερος. Ἐγκαρσίχολοι. ὀξύχολοι. κεκραμένην χολὴν ἐν τῇ κεφαλῇ ἔχοντες. οἱ γὰρ ἰχθύες ἐπὶ τὴν κεφαλὴν τὴν χολὴν ἔχουσιν. ἐκ τοῦ ῥητορικοῦ ἡ λέξις. Ἐγκυσίχωλος. εἴρηται παρὰ τὸν κύσον. ὁ ἀπὸ τοῦ κύσου χωλὸς, καὶ τῆς κοτύλης. κύσον γὰρ εἰώθασιν οἱ κωμικοὶ καὶ τὸν πρωκτὸν καλεῖν, περὶ ὃν ἡ κοτύλη ἔστι. ἐκ τοῦ ῥητορικοῦ ἡ λέξις. Ἐγκάθετος. κατάσκοπος, ὁ ἐνεδρευτής. Ἔγκριτος. ἐκλελεγμένος. Ἐγκοπεύς. τὸ ἐργαλεῖον. Ἐγκέλευστοι. μετὰ προστάξεως. οἱ δὲ ὑπὸ Κύρου ἐγκέλευστοι. Ἐγκταί. οἱ διαγράφοντες τοὺς τοίχους ζωγράφοι. Ἐγχέσπαλοι. πολεμικοί. ἔσειον γὰρ τοὺς κοντοὺς πρὸ τῆς ἀφέσεως, μήποτε ἄρα εἶεν κλασθέντες. Ἐγχεσίμωρος. πολεμιστής. ὁ κακοπαθῶν τῷ ἔγχει καὶ τῷ δόρατι. Ἐγχειγάστωρ. ὁ διὰ τοῦ δόρατος ζῶν. Ἐγχείμαργος. πολεμικὸς, ὁ μαινόμενος τῷ δόρατι. Ἐγχειρογάστορες. οἱ ἀπὸ χειρῶν ζῶντες. Ἔγγυος. μεσίτης. Ἀπόστολος· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. — Θηλυκόν. —Ἐγγαστρίμυθοι. αὗται γυναῖκες ἦσαν, αἵτινες τὰς τῶν θνησκόντων ψυχὰς ἐξεκαλοῦντο. μιᾷ δὲ αὐτῶν ἐχρήσατο Σαοὺλ, ἥτις ἐξεκαλέσατο τὴν ψυχὴν Σαμουὴλ τοῦ προφήτου. Ἔγγειον. χέρσον, ξηράν. Ἐγγρεκύδοιμος. ἡ ἐγείρουσα κύδοιμον καὶ θόρυβον τοῖς ἐναντίοις. Ἐγγύη. ἡ ἀσφαλὴς ἀντιποίησις καὶ σταθηρά· ἢ ἡ περὶ τινὸς ἀναδοχή. ἀπὸ τοῦ γῆ, γύη καὶ ἐγγύη· καὶ γὰρ ἡ γῆ τῶν ἄλλων στοιχείων παγιωτέρα. Ἐγγυητή. γυνὴ ἡ μεμνηστευμένη. Προκόπιος· ἡ δὲ ἐγγυητὴ ὕστερον Βελισαρίῳ γυνὴ γέγονεν ἤδη παίδων μήτηρ πολλῶν. Ἐγγυθήκη. σκεῦός τι, πρὸς τὸ κρατῆρας ἢ λέβητας ἢ τὶ τοιοῦτον οὐκ ἀλλότριον ἐπικεῖσθαι ἐπιτήδειον εἶναι. Ἐγγώνιος. ἡ μὴ στρογγύλη καὶ μὴ ἄγαν περιφερής. ἐν τῷ συνδείπνῳ τῷ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ἦν ὑπὸ τῇ κλισίᾳ. Ἐγκληματικαὶ δίκαι. αἱ εἰς τὴν οἰκείαν κατάστασιν τὸν κατηγορούμενον ζημιῶσαι, οἷον ἔκπτωσιν ἱερωσύνης. Ἔγκλητος. ἡ ἐπὶ σύνοδον παραίτησις. Ἔγκλισιν. Ἀναξαγόρας φησίν· ὥστε κατὰ κορυφὸν τῆς γῆς τὸν ἀεὶ φαινόμενον εἶναι πόλον, ὕστερον δὲ τὴν ἔγκλισιν λαβεῖν· τουτέστι τὴν τροπήν. Ἔγκλισις. βούλημα ψυχῆς διὰ φωνῆς σημαινόμενον. οἷον· ὁριστικόν· προστακτικόν· ὑποτακτικόν· εὐκτικόν. ἡ γὰρ ἀπαρέμφατος οὐκ ἔστι κυρίως ἔγκλισις, ἀλλὰ καταχρηστικῶς διὰ τὸ μὴ ἔχειν πρόσωπα. Ἐγκύκλιος. ἡ γραμματική· ἡ ποιητική· ἡ ῥητορική· ἡ φιλοσοφία· ἡ μαθηματική· καὶ ἁπλῶς πᾶσα τέχνη καὶ ἐπιστήμη, διὰ τὸ περιϊέναι ταῦτα τοὺς σοφοὺς ὡς διά τινος κύκλου. λέγεται δὲ καὶ ἡ ἐτήσιος χρημάτων δόσις. καὶ ἐγκυκλίας λειτουργίας, τὰ καθʼ ἕκαστον ἐνιαυτόν. κύκλος γὰρ ὁ ἐνιαυτός· ἀπὸ τοῦ εἰσκυκλεῖσθαι τῇ τῶν ἡμερῶν περιόδῳ. Ἐγκράτεια. ἡ τῶν κακῶν ἀποχή. ἢ διάθεσις ἀνυπέρβατος τῶν κατʼ ὀρθὸν λόγων. ἢ ἕξις ἀήττητος ἡδονῶν. ἐγκράτεια δὲ σωφροσύνης διαφέρει. ἡ μὲν γὰρ σωφροσύνη ἠρεμαίας ἔχει τὰς ἐπιθυμίας· ἡ δὲ ἐγκράτεια σφοδράς. Ἐγκρίς. γλύκασμα ἐξ ἐλαίου ὑδαρές. Ἔγκρισις. ἱερὸς ἀγών. Ἐγκοπή. ἔνεδρον. ἐμπόδιον. Ἐγκονίδες. αἱ ὑπηρέτιδες. ἀπὸ τοῦ κονῶ τὸ ἐνεργῶ. τινὲς καὶ τὸ ἐγκόμαι λέγουσι τὸ αὐτὸ σημαίνειν. Ἐγκαινίδες. μέρος τὶ τοῦ πλοίου. ξύλα ἰθυτενῆ, καθάπου ζυγά. καὶ ἐγκαινίδας ὕπερθεν κατὰ τὸ ἐγκάρσιον ἐνθέντες. Ἐγκύμονος. ἐγκύου οὔσης. καὶ ἔγκυος γυνή. Ἔγχελυς. τὸ ἑνικόν. τὸ δὲ πληθυντικὸν ἐγχέλυες, παρὰ τοῖς Ἀττικοῖς ἐγχέλεις. Ἀριστοφάνης· ὥσπερ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας. καὶ πάλιν· οὐδὲ χαίρω βατίσιν οὐδʼ ἐγχέλεσιν. εὗρον δὲ καὶ τὸ ἔγχελυς ἀττικῶς· εὗρον δὲ καὶ τὸ ἔγχελις διὰ τοῦ ἰῶτα παρὰ Βοιωτοῖς. καὶ αἱ πτώσεις ἐγχέλεων, ἐγχέλεσιν. Εὔπολις· τὸ σῶμʼ ἔχουσι λεῖον ὥσπερ ἔγχελυς. Ἐγχυτρίστριαι. αἱ τὰς χοὰς τοῖς τετελευτηκόσιν ἐπιφέρουσαι. ἔλεγον δὲ καὶ τὸ βάψαι καταχυτρίσαι· ὡς Ἀριστοφάνης. ἐγχυτρίστριαι καὶ ὅσαι τοὺς ἐναγεῖς καθαίρουσιν αἷμα ἐπιχέουσαι ἱερείου. καὶ τὰς θρηνητρίας. ἔτι γε μὴν καὶ τὰς μαίας τὰς ἐκτιθείσας ἐν χύτραις τὰ βρέφη. καὶ ἐγχυτρίζειν τὸ ἀποκτείνειν ἐπὶ τῶν ἐν χύτραις ἐκτιθεμένων τὰ βρέφη. Ἔγεστα. πολεμικὸν μηχάνημα, ἐκ λίθων καὶ ξύλων καὶ χοὸς ἐγειρόμενον. Ἐγκίσσωσις. ἡ ὄχευσις. τοῦ Ψελλοῦ· ἐγκίσσωσις ἡ ὄχευσις· ἡ σύλληψις δὲ πλέον. — Οὐδέτερον. —Ἔγγυον. τὸ ἀσφαλές. ἔγγιον δὲ, τὸ ἐγγύτερον, ι. ἔγγυον δὲ καὶ ἔγγιστα οὐ λέγουσιν, ἀλλʼ ἐγγυτέρω καὶ ἐγγύτατα. Ἐγκύκλιον. καθολικὸν ἢ ἁπανταχοῦ. Ἔγκυκλον. ἱμάτιον. Ἀριστοφάνης· τὸ ἔγκυκλον τουτὶ κατατιθεῖσαν. Ἐγκύρτια. τὰ ἐν τοῖς κύρτοις ἐνυφάσματα. Ἔγκαφος. τὸ ἐλάχιστον. Εὔπολις· οὔτʼ ἂρ λέλειπται τῶν ἐμῶν οὐδʼ ἔγκαφος. παρὰ τὸ ἐγκάπτω, ἔγκαφος, τὸ μὴ δὲ ἐγκάψαι ἀρκοῦν. Ἔγκαρπον. τὸ ἔγκυον. Ἐγκάρδιον. τὸ μεγάλως δεινὸν καὶ ἁπτόμενον τῆς καρδίας. ἢ τὸ κρύφιον, ἢ τὸ ἐξ ἰσχυρᾶς διαθέσεως. Ἔγκασιν. ἐγκάτοις. ἀπὸ τοῦ καταχέειν τὴν τροφήν. λέγει δὲ καὶ τὸ ἧπαρ καὶ τὸν σπλῆνα παρὰ τὸν πνεύμονα. ἔντερον δὲ, οὐκ ἔγκατον. τὸ δὲ ἔντερον, οἷον ἕτερον καὶ οὐχ ὅμοιον. ἢ παρὰ τὸ ἐντὸς κεῖσθαι τῶν μελῶν. ἐγκάτοισι, καὶ ἀποβολῇ τῆς τοι συλλαβῆς ἔγκασιν. οὐκ ἔστι δὲ συγκοπὴ, μάχεται γὰρ ἐπεκτάσει συγκοπή· ἐναντίον γάρ. ἄμεινον οὖν μεταπλασμὸν λέγειν· ἔστι γὰρ ἐγκάτοισι καὶ κατὰ μεταπλασμὸν ἔγκασιν, ὡς ἄστροις ἄστρασιν. οὕτως Ἡρωδιανὸς ἐν τοῖς περὶ παθητικοῦ. Ἐγκάρσιον. πλάγιον. Ἔγκομμα. τὸ πρόσκομμα. Ἐγκώπαια. τὰ περιδέῤῥαια. Ἐγκαίνια. ἑορτὴ, καθʼ ἣν ἐκαινουργήθη τι. Ἐγκαταλείμματα. τὰ εὐαπομένοντα. καὶ ἐγκατάλειμμα ἤτοι τὸ μνημόσυνον. τοῦτο δὲ διττόν ἐστιν, ἢ ἐν παιδοποιΐᾳ ἢ ἐν ἀγαθοεργίᾳ. Ἐγκώμιον. παρὰ τὸ ἐν τῇ κώμῃ ᾄδεσθαι. κώμας γὰρ ἔλεγον οἱ παλαιοὶ τοὺς στενωποὺς καὶ τὰ ἄμφοδα· ἤρχοντο γὰρ τῇ νυκτὶ, οἵτινες παρά τινων μεγιστάνων ἐβλάβησαν, καὶ εἰς τὰς ἀμφόδους ἱστάμενοι ἐκακολόγουν καὶ ὕβριζον τὸν ἀδικοῦντα. Ἐγχειρίδιον. τμητικὸν ὄργανον. Ἔγχος. τὸ δόρυ. καὶ ἔγχεα. καὶ Ὅμηρος· ἔγχος ἔχʼ ἑνδεκάπηχυ—. Ἐγχώριον. οἰκεῖον. ἀλλὰ κατὰ τὰ τῶν ἐγχωρίων ἀνθρώπων ἤθη κάλλιστα γινώσκουσιν. Ἔγχωρα. ἐντόπια. Ἐγώγιον καὶ ὠγύγιον. τὸ ἀρχαῖον. Ἐγκύκλιον. καθολικόν. ἀλλʼ ἦν ἐγκύκλιον αὐτῷ καὶ πρόχειρον τὸ τὰ τοιαῦτα ἁμαρτάνειν. — Ῥῆμα. —Ἐγρήγορα χρὴ λέγειν, οὐ γρήγορα. Ἐγαργάλιζον. ὑπέσαινον, ἐκίνουν. Ἐγανώθη. εὐφράνθη, ἐχάρη. Ὅμηρος· —γάννυται δὲ φρένα ποιμήν. Ἐγγλωττοτυπεῖν. τὴν γλῶτταν ψοφεῖν, καὶ τὰ κατορθώματα σεμνολογεῖν, καὶ ἀεὶ ἐπὶ τῆς γλώττης ἔχειν. Ἐγγυήσασθαι. μνηστεύσασθαι. Ἐγγυωμένη. ἀσφαλιζομένη. Πισίδης· νῦν πανσέληνος ἡ σελήνη λαμπέτω· τοῦ Χοσρόου λύοντος ἐγγυωμένη, πέρσας τὸ λοιπὸν μὴ θεουργεῖν τὴν κτίσιν. Ἐγγυῶ. ἐκδίδωμι. Ἐγγυώμεθα. ἀντιφωνούμεθα. Ἐγγεγυμνασμένον. οἱονεὶ φανερὸν καὶ δεδοκιμασμένον. Ἐγγελῴη. γελάσοι. Ἐγεγήθει. ἔχαιρεν. Ἐγείρου χρὴ λέγειν, οὐχὶ ἔγειραι, εἰ μή τις προτίθησι τὸ σαυτόν· ἔγειρε δὲ τὸν λίθον, ψιλόν. Ἐγερθῆναι ἐξ ὕπνου. ἀναστῆναι τῷ σώματι. Εὔπολις· τίς οὐκ ἐξεγείρας μʼ ἐστὴν οἰμώξει μακρά· ὅτι ἢ μʼ ἀνέστησʼ ὠμόϋπνον. λέγουσι δὲ καὶ ἐπεγεῖραι καὶ ἐπεγερθῆναι. ἡ θεράπαινα ἐπεγείρασά με. Ἐγηγερμένος. διανιστάμενος. Ἐγγυαλίξαι. τὸ εἰς χεῖρας παρασχεῖν. παρὰ τὸ γῶ τὸ χωρῶ καὶ λαμβάνω, ὅθεν καὶ γωρυτὸς, ὁ δεχόμενος τὰ ῥυτὰ, ἤτοι τὰ τόξα. γύω ῥῆμα, ἀφʼ οὗ καὶ γύαι αἱ χεῖρες, ἃς πρὸς τὸ λαβεῖν καὶ συνέχειν ἡ φύσις ἐδημιούργησεν. ἕτερον παράγωγον γυΐζω, καὶ ἐν συνθέσει καὶ κατὰ πλεονασμὸν τῆς αλ συλλαβῆς γέγονεν ἐγγυαλίζω. Ἐγγείνονται. γεννῶνται. οἷον· —κατὰ χαλκοτύπους ὠτειλὰς Εὐλὰς ἐγγείνονται— γείνω τὸ γεννῶ, γείνονται καὶ ἐγγείνονται. Ἐγκατέσκηψαν. ἐφώρμησαν, ἐπέδραμον. ἐπεδράξαντο. τὰ Αἰγυπτίων κακὰ ἐν τῇ Ἀλεξανδρείᾳ πόλει ἐγκατέσκηψε καὶ τῇ Ῥώμῃ. οὕτως φησὶν Οὐάρων. Ἐγκατειλημμένην. ληφθεῖσαν. Ἐγκατειλεγμένος. τεταγμένος. Ἐγκατελέγησαν. ᾠκοδομήθησαν. ἐγκατελέγησαν λίθοι. αἱμασιάς τε λέγων. Ἐγκανάξαι. ἐνσεῖσαι. ἐγχέαι. πεποίηται δὲ ἡ λέξις. Ἀριστοφάνης· ἴθι νῦν ἄκρατον ἐγκάναξόν μοι πολύν· ἕλκυσον· ἐκρόφησον· ἔκπιε. παρὰ τὸ κανοῦν. ἤτοι ἐγχέαι. οἱ δὲ στρατιῶται ἐπὶ τοῦ θορύβου τάττουσι τὴν λέξιν. παρὰ τὴν καναχὴν, ὃ σημαίνει τὸν κτύπον. ἐγκανάξαι οὖν τὸ ἐγχέαι μετὰ ψόφου, ὅ ἐστι πολὺ, ὥστε καὶ ἠχεῖν καὶ θορυβεῖν. Ἐγκύρσαι. ἐντυχεῖν. Ἐγκαθίζουσα. ἐνεδρεύουσα. καὶ ἐγκάθηται ἀντὶ τοῦ ἐνεδρεύει. Ἐγκαθιέμενοι. ἀφιέντες. Ἐγκαλλωπισαμένου. ἐναβρυνομένου. Ἐγκαθειργνύντες. ἐναποκλείοντες. ἢ καὶ κωλύοντες. Ἐγκαυχᾷ. μεγαλαφρονῇ. Ἐγκαλύπτεται. ὑποστέλλεται, αἰσχύνεται. Ἐγκεκαυμένη. ἐζωγραφημένη. ἐπεὶ καὶ ἐγκταὶ λέγονται οἱ ζωγράφοι, οἱ διαγράφοντες τοὺς τοίχους. ἴσως παρὰ τὸ κῶ τὸ κοιλαίνω. Ἐγκεκοισυρωμένος. ὁ ὑπερηφανευόμενος. Ἐγκεκορδυλημένος. ἐγκεκαλυμμένος, ἐντετυλιγμένος καὶ συνεστραμμένος, ὥστε μηδʼ ἀνθρώπου σχῆμα δηλοῦν. οὕτως Ἀριστοφάνης κέχρηται τῇ λέξει. παρὰ τὴν κορδύλην, ἥτις ἐστὶν οἴδημα τῆς κεφαλῆς ὑπὸ πληγῆς γενόμενον. εἴρηται γὰρ παρὰ τὸ κάρα. καὶ γὰρ κορδύλην λέγουσιν οἱ Κύπριοι τὸ ἐνείλημμα τῆς κεφαλῆς, ὅπερ Ἀθηναῖοι κρωβύλην καλοῦσι, Πέρσαι δὲ κίδαριν. ῥητορικὴ ἡ λέξις. Ἐγκεκύκλησαι. ἀνέστρεψαι. Ἀριστοφάνης· οὐκ οἶδʼ ὅπη ἐγκεκύκλησαι. Ἐγκεντρωθείς. ἀσφαλισθείς. Ἐγκέχοδα. διὰ φόβον τινὰ ἔχεσα. ἀπεπάτησα. Ἐγκονεῖν. τὸ σπεύδειν, τὸ ἐνεργεῖν. ἀπὸ τοῦ κόνις κονῶ καὶ ἐγκονῶ· οἱ γὰρ ἐπειγόμενοι τὶ πράττειν κατὰ τὸν δρόμον ἐγείρουσι κόνιν. Ἔγκειται. ἐπίκειται. Ἐγκισσῶσιν. ἐπιθυμοῦσι συλλαμβάνειν. Ἐγκομβώσασθαι. στολίσασθαι. Ἐγκουλεήσατο. καθῆκεν εἰς τὸν κουλεὸν τὸ ξίφος. Ἐγκιλικίζεται. κακοηθεύεται. κακοποιεῖ. τοιοῦτοι γὰρ οἱ Κίλικες. Ἐγκωμιάζει. ἐπαινεῖ, δοξάζει. Ἐγκραγών. λόγοις ἐξαναστὰς, λοιδορησάμενος. συντάσσεται δὲ μετὰ δοτικῆς. Ἐγκραγγάνειν. ἐμβοᾷν. Ἐγκρίνει. συντάττει. οὔτι που τοὺς μὲν ἐγκρίνει, τοὺς δὲ ἀποκρίνει. Ἐγκυρῆσαι. ἐντυχεῖν. οὕτως Κρατῖνος. Ἐγλιξάμην. ἐπεθύμησα. οὕτω Πλάτων. Ἔγνω. ἀντὶ τοῦ ἔκρινεν. ἔγνω οὖν ὁ βασιλεὺς αὐτοὺς ἀδικεῖν. καὶ ἔγνωσαν ἀντὶ τοῦ ἔκριναν. καὶ τὸν Μάγκινον τοῖς Νομαντίνοις ἐκδοθῆναι ἔγνωσαν. Ἐγνωμάτευεν. ἀντὶ τοῦ βουλὰς ἐδίδου καὶ γνώμας. ὁ δὲ ἐγνωμάτευε, πάντη ἀξύμφορον εἶναι Πέρσαις φιλίαν θέσθαι, ὡς πρὸς Τούρκους. Ἐγνωσμένον. βεβουλευμένον. ὁ δὲ φράζει, καὶ ἐγνωσμένον αὐτῷ εἴη. ἢ κεκριμένον. ἐγνωσμένον δὲ εἶναι σφίσιν, ἐπειδὰν ἐλάσωσιν αὐτοὺς οἱ Μαυρούσιοι. Ἐγρηγορώς. ἄγρυπνος διατελῶν. Ἐγρήγορα χρὴ λέγειν, οὐ γρήγορα. καὶ τὰ παρελυληθότα ἐγρηγόρει καὶ ἐγρηγόρεσαν. φησὶν ὁ κωμικός· ἕως διέλαμψεν ἡμέρα ἐγρηγόρησεν. καὶ τὸ προστακτικὸν ἐγρήγορθι. καὶ τὸ ὑποτακτικὸν, ἐὰν ἐγρηγόρῃ. παροξυτονοῦντες λέγουσιν. Ἐγχανών. καταγελάσας. Ἀριστοφάνης· οὐδʼ ἐγχανὼν τεθνήξει. Ἔγχει. ἔμβαλε. Ἐγχεῖν. ἐγκεράσαι ἢ ἀντὶ τοῦ σπεῖσαι. Ξενοφῶν· ὁ δὲ τοῖς νεανίσκοις ἐγχεῖν ἐκέλευσεν. Ἐγχρίπτω. πλησιάζω, προσεγγίζω. καὶ ἐγχριφθεῖσα. Ἐγχρίψαι. ἐμπεσεῖν· παραπολαῦσαι. παρʼ Ἡροδότῳ. Ἐγχυτρίζειν. ἀποκτείνειν. ἐπὶ τῶν ἐν χύτραις ἐκτιθεμένων βρεφῶν. ῥητορικὴ ἡ λέξις. Ἔγρετο. ἀπὸ τοῦ ἐγείρετο, κατὰ συγκοπήν. Ἐγρήγορθα. ἰστέον, ὅτι τὸ ἐγρήγορθα ἀπὸ τοῦ ἐγείρω. ὁ παρακείμενος ἤγερκα, ἤγορα, καὶ ὁ ἀττικὸς ἐγρήγορα καὶ πλεονασμῷ τοῦ ρ καὶ ἐπενθέσει τοῦ θ ἐγρήγορθα. Ἐγρηγορῶ. ἀπὸ τοῦ ἐγείρω, ἤγερκα, καὶ ὁ μέσος ἤγερα, καὶ τροπῇ τοῦ ε εἰς ο καὶ πλεονασμῷ τοῦ ε ἐγρήγορα. ἀπὸ δὲ τοῦ ἐγρήγορα καὶ ἀπὸ τοῦ ἐγείρω κατὰ συγκοπὴν ἔγρω. Ἡρωδιανὸς περὶ παθῶν. Ἐγῷδα. ἐγὼ γινώσκω. ἐγῷδα τοῦτον καὶ διέσκεμμαι πάλαι ἄνθρωπον ἀγριοποιόν. Ἐγῷμαι. ἐγὼ οἶμαι, καὶ κατὰ κρᾶσιν ἐγῷμαι. καὶ ἔγωγε οἶμαι ἀντὶ τοῦ ἐγὼ οἶμαι. κατὰ πέντε τρόπους διαιρεῖται σύνθεσις ἀπὸ συνθέσεως· κατὰ τόνον· κατὰ γραφήν· κατὰ πνεῦμα· κατὰ εἰσβολὴν μορίου· κατὰ διάλεκτον. κατὰ τόνον, ὥσπερ τὸ πάροδος· κατὰ γραφὴν, ὥσπερ τρισχίλιοι· κατὰ πνεῦμα, ὡς ἔνεστι καὶ ἔξεστι· κατὰ εἰσβολὴν μορίου, ὡς τὸ, ὡσεὶ χνοῦς· κατὰ διάλεκτον, ὥσπερ ἔγωγε. Ἰστέον, ὅτι οἱ Ἀθηναῖοι τὸ ἐγὼ ἔγωγε λέγουσι· καὶ ἔστιν ἓν μέρος λόγου. εἰ γὰρ ἦσαν δύο μέρη λόγου, ἐγώ γε ἤμελλεν εἶναι. πᾶσα γὰρ λέξις ὀξυτόνως ἐπιφερομένη ἐγκλιτικῶς φυλάσσει τὴν ὀξεῖαν τάσιν· οἷον σοφὸς, σοφός γε, καλὸς, καλός γε, ψευδὴς, ψευδής γε· οὕτως οὖν ἐγὼ, ἐγώ γε· ἀλλὰ μὴν ἔγωγε ἐστὶ προπαροξυτόνως καὶ δηλοῖ, ὡς ἓν μέρος λόγου ἐστὶ τῆς γε ἐπεκτάσεως οὔσης. Ἐγκρῖναι. ἀντὶ τοῦ συναριθμῆσαι. καὶ ὁ Ἀπόστολος· οὐ γὰρ τολμῶμεν ἐγκρῖναι, ἢ συγκρῖναι ἑαυτοὺς τισί. τὸ δὲ συγκρίναι ἀντὶ τοῦ παραθεῖναι. ὡς ἀλαζόνας κωμῳδεῖ αὐτούς· κατʼ εἰρωνείαν γὰρ ὁ λόγος. — Ἐπίῤῥημα. —Ἐγγύς. πλησίον. παρὰ τὴν γύην τὴν γῆν καὶ τὴν ἐν πρόθεσιν γίνεται ἐγγὺς ἐπίῤῥημα. ὡς ἄν τις εἴποι ἐν γῇ, ἧς οὐδὲν τῶν ἄλλων στοιχείων πλησιέστερον ἀνθρώπῳ χερσαίῳ ὄντι. Ἐγγυτί. ἀντὶ τοῦ ἐγγύς. οὕτως Καλλίμαχος. Τὸ Ε μετὰ τοῦ Δ. — Ἀρσενικόν. —Ἐδέατρος. ὁ ἐπιστάτης τῆς ὅλης διακονίας καὶ παρασκευῆς. Ἐδεσηνός. τοπικός. Ἐδνωτής. κηδεστὴς, πενθερός. ἀπὸ τοῦ διδόναι ἔδνα, ἤτοι ἐξώπροικα. ἐκ τοῦ ἥδω τὸ εὐφραίνομαι ἔδνα. ἔδνα δὲ λέγει τὰ πρὸ τοῦ γάμου διδόμενα τῇ νύμφῃ. παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, ἡδανὸν καὶ ἐν συγκοπῇ καὶ συστολῇ τοῦ η εἰς ε ἔδνον, ἥδονται γὰρ τούτοις αἱ νύμφαι. ἢ παρὰ τὸ ἕζω ἕδανον καὶ κατὰ συγκοπὴν ἔδνον, τὸ αἴτιον τοῦ παρέζεσθαι καὶ παραμένειν τὴν νύμφην τῷ νυμφίῳ. οὕτως Ὦρος ὁ Μιλήσιος. Ἐδός. ὁ φάγος, ὁ λαίμαργος. ἐκ τοῦ ἔδω τὸ ἐσθίω. Ἐδοῦοι. ὄνομα ἔθνους. Ἐδρηστὴς ἢ ἐδρίτης. ὁ ἱκέτης. ἀπὸ τοῦ καταφεύγειν ἐπὶ τὴν ἑστίαν. Ἑδραῖος. σταθηρὸς, ἀσάλευτος, ἀκλόνητος. Ἐδώμ. τόπος. ἑρμηνεύεται δὲ θερμασία. — Θηλυκόν. —Ἔδεσσα. πόλις. αἰδέσιος δὲ ὁ αἰδοῦς ἄξιος, δίφθογγον. Ἐδέμ. τρυφὴ ἑρμηνεύεται. Ἐδητύς. ἡ βρῶσις. ἐδῶ, ἐδήσω, ἐδητύς. εἰ γὰρ ἦν ἐκ τοῦ ἔδω, ὥσπερ γράφω, γραπτὺς, πράσσω, πρακτύς. καὶ ἔδω, ἐστὸν ὤφειλεν εἶναι, οὐχὶ ἐδεστόν. οὕτως Φίλων. Ἐδναία. ἡ καθέδρα. Ἕδρα. ἡ στάσις, ἡ καθέδρα. ἔδρα καὶ ὁ σφιγκτὴρ τῶν ἀνθρώπων. καὶ τοῦτο φησὶν ὁ προφήτης· καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ ὀπίσω· ὅπέρ ἐστι τὸ τῆς ἕδρας πάθος. ὥσπερ αἴθρω, αἴθρα, οὕτως ἕζω, ἕδρα, ἐν ᾗ καθήμεθα καὶ διʼ ἧς καθήμεθα. παρʼ αὐτὸ καὶ ἔνεδρα, ἐγκαθίζοντες γὰρ λοχῶσιν. Ἐδωδή. ἡ τροφή. παρὰ τὸ ἔδω, ἔδη, καὶ κατὰ ἀναδιπλασιασμὸν ἐδωδή. — Οὐδέτερον. —Ἔδαφος. ἡ γῆ. ἕδος δὲ τὸ ἔδαφος καὶ ὁ ἱερὸς ναὸς δασύνεται. τό τε τῆς τύχης ἔδος τὸ πάτριον προσκυνήσας τὴν ἐπάνοδον αἰτεῖ. Ἐδανόν. ἡδὺ, εὐῶδες. ἀμβροσίῳ ἐδανῷ. παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, ἡδανὸν καὶ ἐν συστολῇ ἐδανόν. Ἐδέσματα. βρώματα. Ἐδεστά. τὰ τρωγόμενα. Ἔδεθλον. τὸ ἕδρασμα. Ἔδικτα. τὰ διατάγματα. Ἐδίππιον. τόπος. Ἔδνα. τὰ πρὸ γάμου διδόμενα ταῖς νύμφαις δῶρα, ἅτινα καὶ ἐξώπροικα λέγομεν. Ἐδωδίμων. βρωσίμων. Ἐδώλια. αἱ καθέδραι. κυρίως δὲ τὰ τῆς νεὼς ζυγὰ, ἐν οἷς κάθηνται οἱ κωπηλάται. παρὰ τὸ ἕζω δωρικῶς ἑδώλιον. ἐξ αὐτοῦ καὶ ἑδοῦμαι καὶ καθεδοῦμαι. Ε τὸ στοιχεῖον. παρὰ τὴν ἐπέκτασιν τὴν εἰς μέσον καὶ κυκλοτερῆ. τὸ μὲν γὰρ κυκλοτερὲς καὶ πέριξ τοῦ ὄντος αἰῶνος μιμεῖται τὰ πέριξ· τὸ δὲ εἰς μέσον μακρὰν ἔχον τὴν ἔκτασιν τοῦ αἰῶνος. — Ῥῆμα. —Ἐδαφιεῖ. προσράξει, προσκρούσει. Ἐδάϊσεν. ἐμέρισεν. Ἔδαισεν. εὐώχησεν. Ἐδαίννυτο. εὐωχεῖτο. Ἐδέδμητο. ἐδαμάζετο. ἀπὸ τοῦ δέμω, ἐδεδέμητο καὶ ἐδέδμητο. Ἐδεύετο. ἐνδεὴς ἐγένετο. γράφεται καὶ ἀντὶ τοῦ ἐκορέννυτο καὶ εὐφραίνετο ἢ καὶ ἐβρέχετο. δεύω γὰρ τὸ βρέχω, ἢ καὶ τὸ στερίσκω. τοῦτο τὸ δεύω παρὰ τὸ δέω. —οὐδέ τι θυμὸς ἐδεύετο— Ἐδεύησεν. ἀπὸ τοῦ δέω, δεήσω, ἐδέησε, καὶ πλεονασμῷ τοῦ υ ἐδεύησεν. οὕτως Ἡρωδιανὸς περὶ πάθους. Ἐδέκαζεν. ἐδωροδόκει. Ἐδεδίεσαν. ἐφοβήθησαν. καὶ ἐδεδίζειν. Ἐδεδίσκετο. ἐξεφόβει. Ἐδεῖτο. ἔχρῃζεν. Ἐδείναζον. δεινῶς ἔφερον, ἢ ἐκακολόγουν. Ἐδείματο. ᾠκοδόμησεν. Ἐδεινολόγουν. ἐσχετλίαζον. ἀντὶ τοῦ δεινὰ πεπονθέναι ἔλεγον. Ἐδεῖτο. ἐδεσμεῖτο. Ἔδειραν. ἀντὶ τοῦ ἔτυψαν, δίφθογγον. ἔδηραν δὲ ἀντὶ τοῦ ἐξέδηραν, η. Ἐδειμάτουν. ἐξεφόβουν. Ἔδεισα. ἀντὶ τοῦ ἐφοβήθην. Ἔδδεισεν. ἐφοβήθη. ἀπὸ τοῦ δέω, δείσω, ἔδεισα καὶ πλεονασμῷ τοῦ δ ἔδδεισα. ἢ ἀπὸ τοῦ δείδω. —ἔδδεισε δʼ ὁ γέρων καὶ ἐπείθετο μύθῳ. Ἐδείδισαν. δειδίω, ὁ μέσος παρακείμενος δείδια, ἐδειδίειν, ἐδειδίεισαν, καὶ κατὰ συγκοπὴν ἐδείδισαν. Ἐδηλήσαντο. ἔβλαψαν. ἀπὸ τοῦ δηλῶ, δηλήσω, ἐδήλησα καὶ ἐδηλήσαντο. καρπὸν ἐδηλήσαντο. Ἐδήδαται. ἀντὶ τοῦ ἤσθιον. εἰ μὲν διὰ τοῦ α, ὡς Ἀρίσταρχος καὶ ἄλλοι, ἐστὶ πληθυντικόν. οἷον· ὅσσά τοι ἐκπέποται καὶ ἐδήδαται— ἐὰν δὲ διὰ τοῦ ε, ἐστὶν ἑνικόν. ἀπὸ γὰρ τοῦ ἐδῶ ὁ παρακείμενος ἤδεκα, διπλασιασμῷ ἐδήδεκα, ὁ παθητικὸς ἐδήδεσμαι, τὸ τρίτον ἐδήδεσται, καὶ ἀποβολῇ τοῦ ς ἐδήδεται, καὶ Ἰακῶς ἐδήδαται. οὕτως Ἡρωδιανός. Ἐδηδοκώς. καὶ ἐδηδοκέναι, ἀντὶ τοῦ φαγεῖν. Ἐδήμευσαν. δημόσιον ἐποίησαν. καὶ ἐκράτησεν ὁ φθόνος, καὶ τὴν οὐσίαν αὐτῶν ἐδήμευσαν. Ἐδημοσίωσεν. δημόσιον ἐποίησεν. ὁ δὲ Δευδέριχος ἐπὶ Ζήνωνος ἐδημοσιώθη, χιλίας καμήλους προπέμψας χρυσίου καὶ ἀργυρίου. Ἐδημώθη. ἐν τῷ δήμῳ διεδόθη. δῆλος πᾶσιν ἐγένετο. Δίων· καί τις λόγος περὶ αὐτῶν τοιόσδε ἐδημώθη. Ἐδῄουν. ἠφάνιζον, διέφθειρον, διέκοπτον. Ἐδίωσεν. ἐξέωσεν. ἐδίωξεν. Ἐδίψησεν. ἐπεθύμησεν. ὁ δὲ ἐλευθερῶσαι τὴν πατρίδα ἐδίψησεν. Ἐδίδη. ἐδέσμει. Ἐδίδων. ἰστέον, ὅτι ἡ παράδοσις τὸ ἐδίδων διὰ τῆς ου διφθόγγου οἶδεν, οἷον ἐδίδουν, ὡς ἀπὸ τοῦ διδῶ, διδοῖς, ἐδίδουν· ὡς χρυσῶ, χρυσοῖς, ἐχρύσουν. Ἐδιδαξάμην. ἐπαιδευσάμην, ἀττικῶς· ἀντὶ τοῦ ἐπαίδευσα. παθητικὸς ἀντὶ ἐνεργητικοῦ. Ἐδίδαξεν. ἔπεισεν, ἠρέθισεν. ἐδίδαξεν αὐτοὺς ἀνάγκη κατασκηνῶσαι οὗ πρότερον εἶδον κώμας. Ἐδικανόωντο. ἐδεξιοῦντο. Ἐδικαίου. δίκαιον εἶναι ἔλεγεν. ἀλλὰ τοῦ γε ἀπολαύεσθαι κύριος ἐδικαίου εἶναι αὐτός. Ἐδικαιώθησαν. δίκαιοι ἐκρίθησαν. Ἐδικαίωσαν. ἀντὶ τοῦ κατέκριναν. οἱ δὲ Ῥωμαῖοι κατάγοντες αὐτὸν ἐδικαίωσαν θανάτῳ. Ἐδίνευον. κύκλῳ περιῄεσαν. ἢ ἀντὶ τοῦ ὠρχοῦντο. Ἔδμεναι. ἐσθίειν. ὡς ἄγειν, ἀγέμεν, καὶ εἰπεῖν, εἰπέμεν, οὕτως ἔδειν ἐδέμεν καὶ πλεονασμῷ τῆς αι ἐδέμεναι, καὶ κατὰ συγκοπὴν ἔδμεναι. ἔδμεναι εἰωθότες. Ἔδονται. φάγονται. Ἐδούπησεν. ἐκτύπησεν. Ἐδοκίμασαν. προέκριναν, ἐκύρωσαν. πολλῶν δὲ ῥηθέντων εἰς ἑκάτερα λόγων οἱ πλείους γνῶναι τὴν προτέραν ἐδοκίμασαν. Ἐδοκίμαζεν. ἔκρινε. σιωπηλὸς ἦν ἐπὶ τούτοις καὶ ἀποκρύπτειν ἐδοκίμαζεν. Ἐδολιοῦσαν. τὸν δόλον συνεσκίαζον. ἐκ τοῦ δολιῶ, ἐδολίουν, βοιωτικῶς ἐδολιοῦσαν. Ἔδοξεν. εἰς ὑπόληψιν ἦλθεν. Ἔδρασεν. ἔπραξεν, ἐποίησεν, ἐκάθισεν. Ἐδραματουργήθη. ἐπράχθη. Ἔδρακεν. ἐκ τοῦ δέρκω τὸ θεωρῶ. ὁ διαμπνύνθη καὶ ἀνέδρακεν. Ἔδραμον. ἰστέον, ὅτι τὸ ἔδραμον ἀπὸ τοῦ δρέμω ἐστὶν, ἐπεὶ τὸ ῥῆμα ὄνομα αὐτοῦ πιστοῦται ὁ δρόμος, ὡς βρέμω, βρόμος. οὕτως οὖν δρέμω, δρόμος. ὁ δὲ Ἡρωδιανὸς φησὶν, ὅτι δύναται εἶναι ἀπὸ τοῦ δραμῶ περισπωμένως. ἐξ οὗ καὶ τὸ παρὰ Μενάνδρῳ, οἷον· δεδράμηκά σοι δρόμον τοιοῦτον, οἷον οὐδεὶς πώποτε. καὶ ῥηματικὸν ὄνομα δράμημα. οὕτω Ζηνόδοτος. Ἑδριόωντο καὶ ἑδρίοντο. ἀντὶ τοῦ ἐκαθέζοντο. παρὰ τὸ ἕδρα ἑδριῶ. Ἐδύνατο γράφεται. ἄχρηστον γὰρ τὸ ἠδύνατο. Ἐδωλιάσαι. συγκαθίσαι. Ἐδωρεῖτο. δώροις ἐτίμα. Ἐδωρήσατο. ἐφιλοφρονήσατο. Τὸ Ε μετὰ τοῦ Ε. — Ἀρσενικόν. —Ἐεδνωτής. ὁ προικιστὴς, ὁ πενθερός. Ἐέσχατος. ὁ ἔσχατος. Ἕεις. ὁ εἷς ἐπὶ τοῦ ἀριθμοῦ. οἷον· κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο με-τώπῳ. παρὰ τὸ ἴος ἰόεις, καὶ τροπῇ τοῦ ι εἰς ε ἔεις, ὡς ἀγχίμαλος, ἀγχέμαλος. ἢ ἀπὸ τοῦ εἷς ἕεις, πλεονασμῷ τοῦ ε. — Θηλυκόν. —Ἐεικόσορος ναῦς. εἰκοσάκωπος. Ἐέρσαι. δρόσοι. ψεκάδες. παρὰ τὸ ἔρσαι, ὅ ἐστι ποτίσαι. ποτίζει γὰρ ἡ δρόσος τὰ φυτά. Ἐέλδωρ. ἐπιθύμημα, βούλημα, παρὰ τὸ ἑλεῖν πρὸς ἑαυτὸν καὶ ἕλκειν. ἢ παρὰ τὸ ἕλω τὸ λαμβάνω, κατὰ πλεονασμὸν τοῦ δ. — Οὐδέτερον. —Ἐείκοσιν. ἀντὶ τοῦ εἴκοσιν. Ἐεικοσάβοια. εἰκοσαπλᾶ. ἢ βοῶν εἴκοσιν. — Ῥῆμα. —Ἐέλδομαι. ἐπιθυμῶ. παρὰ τὸ θέλω, τοῦ θ τραπέντος εἰς δ κατὰ Μακεδόνας, καὶ ὑπερθέσεως γενομένης. οἷον θέλω, δέλω, ἔλδω καὶ ἔλδομαι καὶ ἐέλδομαι ὑπερθετικῶς. Ἐέργει. συνέχει. Ἔετο. ἐνεδύετο. Ἐεισάμενος. ὁμοιωθείς. εἴδω τὸ ὁμοιῶ. εἴσω, εἴσα, πλεονασμῷ τοῦ ε ἔεισα, ἡ μετοχὴ ἐεισάμενος. — Ἐπίῤῥημα. —Ἒ ἔ. ἐπίῤῥημα σχετλιαστικόν. Ἐετῶς. εὐχερῶς. Τὸ Ε μετὰ τοῦ Ζ. — Ῥῆμα. —Ἕζεται. καθέζεται. Ἐζημίωσε. κατέκρινε, κατεδίκασεν. ὁ δὲ βασιλεὺς Αὐρηλιανὸς πολλοὺς τῶν πολιτῶν θανάτῳ ἐζημίωσεν. Ἐζήλωσεν. ἐπεθύμησεν. Ἐζυγοστατεῖτο. ἐφʼ ἑκάτερα ῥοπὰς ἐλάμβανεν. ἐζυγοστατεῖτο τοῖς Ῥωμαίοις ὁ πόλεμος. Ἐζυμώθη. ἐφυράθη, ἐνεμίχθη. Ἐζώγρουν. ζῶντας ἐλάμβανον. Ἐζωσμένοι. καὶ ἀντὶ τοῦ ἐκδεδυμένοι. Τὸ Ε μετὰ τοῦ Η. — Ἀρσενικόν. —Ἐῆος. τοῦ ἰδίου ἢ τοῦ ἀγαθοῦ. Ὅμηρος· —ἀνδρὸς ἐῆος. — Θηλυκόν. —Ἑῆς. ἰδίας. — Ῥῆμα. —Ἕηκα. συνεχώρησα, ἀφῆκα. ἔστι ῥῆμα ἱῶ, ὃ σημαίνει τὸ πορεύομαι καὶ τὸ πέμπω, καὶ ἐξ αὐτοῦ παράγωγον ἵημι, ὁ μέλλων ἥσω, ὁ παρακείμενος ἧκα, πλεονασμῷ τοῦ ε ἔηκα. καὶ ἔηκα ἐπίῤῥημα ἀντὶ τοῦ συνεχῶς. Ἐήλακεν. ἀντὶ τοῦ ἐκρατήθη. ἐλήφθη. Ἔησιν. ὑπάρχει. Ὅμηρος· οὐ μὲν γάρ τι μεῖζον κλέος ἀνέρος ὄφρά κʼ ἔησιν—. Τὸ Ε μετὰ τοῦ Θ. — Ἀρσενικόν. —Ἐθαγενής. ἐγχώριος. Ἐθάδας. συνήθεις. φίλους. Ἐθελουργός. πρόθυμος. Ἐθελοντής. ὁ αὐτοβούλητος, αὐτοπροαίρετος. Ἐθελονταί. οἱ στρατευθέντες ἑκουσίως ὑπὲρ τῶν δεσποτῶν τῶν ἐν Κάνναις τελευτησάντων. Ἐθελημός. ὁ ἥσυχος. Ἕθεν. ἀπʼ αὐτοῦ, ἢ ἀπʼ αὐτῆς· ἢ καὶ ἀπὸ ἑαυτοῦ. ἐμὲ, σὲ, ἕ. ἀπὸ οὖν τοῦ ἓ τρίτου προσώπου, πλεονασμῷ τῆς θεν συλλαβῆς, ἕθεν. Ἔθιμος. συνήθεια, ἐθισμός. — Θηλυκόν. —Ἔθειραι. αἱ ἐξ ἔθους ἐπιμελούμεναι τρίχες, οἱονεὶ αἱ ἐξ ἔθους φοιτῶσαι τινί. ἢ παρὰ τὸ ἐξ ἔθους ῥεῖν. ἡ ἐνθεία ἡ ἔθειρα. Ἐθελοπρόξενος. ἡ ἐφʼ ἑαυτῆς γενομένη καὶ μὴ κελευθεῖσα ἐκ τῆς πόλεως. Ἐθιμοσύνη. συνήθεια. — Οὐδέτερον. —Ἔθνος. τὸ πλῆθος. ἤγοντο μοιχοὶ, πόρνοι καὶ τὰ τοιαῦτα ἔθνη. Ἔθνος. οὐ μόνον τὸ μέγα καὶ πολυάριθμον γένος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. οὕτως Δημοσθένης. Ἔθνεα. τὰ γένη. Ὀππιανός· ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγας. Ἔθος. τὸ ἐν ἑκάστῃ χώρᾳ ἄγραφον δίκαιον. νόμος δὲ ἔγγραφον ἔθος, ὅτι τὸ ἔθος οὐκ ἐστὶν εὕρημα τῶν ἀνθρώπων, ἀλλὰ βίου καὶ χρόνου. καὶ ὁ μὲν νόμος εἴκασται τυραννίδι· φόβῳ γὰρ ἕκαστα καὶ μετὰ προστάγματος πράττεται· τὸ δὲ ἔθος μᾶλλον τῇ φιλανθρωπίᾳ τῆς βασιλείας· βουλόμενοι γὰρ αὐτῷ πάντες δίχα ἀνάγκης ἕπονται. ἔθος δὲ εἴρηται παρὰ τὸ ἐτεὸν, τὸ ἀληθὲς, ὅπερ καὶ ἔτος λέγεται, καὶ παρὰ τοῦτο ἔθος τὸ ἀεὶ ὡσαύτως ἔχον. ἢ παρὰ τὸ ἔθω, τὸ ἐξ ἔθους ἔχω, γίνεται ἔθος, ὡς μένω, μένος, σθένω, σθένος. ἔθος λέγεται καὶ τὸ σημεῖον. — Ῥῆμα. —Ἔθανον. οὐκ ἀπὸ τοῦ θνήσκω, ἀλλʼ ἀπὸ τοῦ θήνω, ἔθανον, ὡς ἀπὸ τοῦ λήβω ἔλαβον, μήθω ἔμαθον. οὕτω Ζηνόδοτος. Ἐθελοκωφεῖ. οὐ βούλεται ἀκούειν. Ἐθελοθρησκεῖ. ἰδίῳ θελήματι σέβει τὸ δοκοῦν. Ἐθέομεν. ἐτρέχομεν. Ἐθέλγετο. ἀντὶ τοῦ ἐθηλύνετο. οὐ μὴν ἐθέλγετο ὁ ὕπατος τοῖς ὑπηρέταις σὺν ὀργῇ βριμούμενος. Ἐθέμην. ἔκρινα, ἐνόμισα. Ἔθεσαν. ἐποίησαν. Ἐθεωρήθησαν. ἐφάνησαν. Ἐθελοκακῆσαι. ἑκουσίως ἑλέσθαι τὸ κακόν. Ἐθελήσει. ἀντὶ τοῦ οὐ δυνηθῇ. Ἀριστοφάνης· οὐδὲ ἐθελήσει μαθεῖν. Ἐθελήσει. βουληθείη. Ἔθελξας. ἐθεράπευσας. Ἐθέλω. ἰστέον, ὅτι τὸ θέλω καὶ ἐθέλω δύο θέματα εἰσί. καὶ τὸ μὲν τεθέληκα ἀπὸ τοῦ θέλω ἐστὶν, ἐπειδὴ πᾶς παρακείμενος ἀπὸ συμφώνου ἀρχόμενος πάντως καὶ τὸν ἐνεστῶτα ἔχει ἀπὸ συμφώνου ἀρχόμενον, οἷον τέτυφα, ὅτι τύπτω, πεποίηκα, ὅτι ποιῶ. τὸ θέλημα ἀπὸ τοῦ ἐθέλω ἐστὶ, καὶ δεῖ γινώσκειν, ὅτι εὑρίσκεται ἀεὶ τρισύλλαβον παρὰ τοῦ ποιητοῦ τὸ ἐθέλω. ἀμέλει ἐν τῷ· μὴ δὲ σὲ Πηλείδῃ θέλʼ ἐριζέμεναι— δηλοῖ γὰρ, ὅτι κρᾶσις ἐγένετο τοῦ η καὶ ε εἰς η. μηδεὶς δὲ οἰέσθω, ὅτι τὸ ἐθέλω ἐκ τοῦ θέλω ἐστὶ κατὰ πλεονασμὸν τοῦ ε. τὸ γὰρ ε φωνῆεν πέφυκε πλεονάζον, οἷον· εἶπεν, ἔειπεν· εἴκοσι, ἐείκοσι· τὸ σύμφωνον δὲ οὐ πλεονάζει. τὸ δὲ θέλω δοκεῖ ἐκ τοῦ ἐθέλω εἶναι· τὸ γὰρ ε μετὰ συμφώνου ὑπάρχον, πέφυκε πολλάκις ἀποβάλλεσθαι αὐτό· ἔφη, φῆ· ἔβη, βῆ. δοκεῖ δὲ τὸ θέλω ἀναλογώτερον εἶναι τοῦ ἐθέλω. τὸ γὰρ ἐθέλω παράγωγον κατὰ τὶ ἔστι. τὰ γὰρ διὰ τοῦ λω ὑπὲρ δύο συλλαβὰς τῷ ε παραληγόμενα, μὴ ἔχοντα ἕτερον λ προηγούμενον, περισπῶνται, οἷον· ὠφελῶ, ἀμελῶ· τὸ δὲ ἐθέλω βαρύνεται. τούτου χάριν τὸ θέλω ἀναλογώτερόν ἐστι τοῦ ἐθέλω. ἔχομεν δὲ τινὰ ῥήματα βαρυτονούμενα, οἷον· μέλω, ἕλω, κέλω. πρόσκειται μὴ ἔχοντα ἕτερον λ προηγούμενον, διὰ τὸ ἀνατέλλω. ἢ ἐθέλεις, ὄφρʼ αὐτὸς ἔχῃς γέρας—. Ἔθρισεν. ἀπέκοψεν. ἐκ τοῦ θερίζειν. Ἐθρυλλίχθη. ἐταράχθη. Ἔθου. ἀπὸ τοῦ ἐθέμην. ἔθεσο, κατὰ ἀποβολὴν τοῦ ς καὶ κράσει ἔθου. καὶ τὸ προστακτικὸν θοῦ καὶ ἔθου. Ἐθανατώθη. ὡς ἔνοχος θανάτου ἐκρίθη. Ἔθει. ἔτρεχεν. Ἐθηήσαντο. ἐθαύμασαν. καὶ ἐθήησαν. Ἐθίζω. παρὰ τὸ ἔθω ἐθίζω, ὡς ἔλπω ἐλπίζω. Ἐθόωσεν. ἀπώξυνεν. Ἐθρίγγωσεν. ἐχαράκωσεν. Ἐθαυμάστωσε. περίβλεπτον καὶ θαυμαστὸν ἐποίησε διὰ τῆς νίκης. Ἐθείρω. τὸ ἐξ ἔθους ἐπιμελοῦμαι τῶν τριχῶν. παρὰ τὸ ἔθω, ἐθείρω. ἐκ δὲ τοῦ ἔθω ἐθαῖρος καὶ ἑταῖρος, οἱονεὶ ὁ ἐξ ἔθους τινὶ ἐπιφοιτῶν. Ἔθυσας. ἀντὶ τοῦ θύσῃ. τοῦτο παρὰ Φιλοξένῳ. Ἔθηκεν. ἐποίησεν. ὁ δὲ Ἰουλιανὸς καὶ ἱππικὸν ἀγῶνα ἔθηκε. Ἐθοινήσαντο. εὐωχήθησαν. Ἐθώπευον. ἐκολάκευον. Ἐθελουσίως. ἑκουσίως. Ἐθελοκάκως. ἑκουσίως ἐκλεγόμενος τὸ κακόν. Ἐθελοντί. ἐθελουσίως. Ἐθελοντηδόν. διὰ τοῦ η. Θουκυδίδης. καὶ ἐθελοντὴν ἐπίῤῥημα. τοὺς παραβόλους κινδύνους ἐθελοντὴν ἀναδεδεγμένος. Τὸ Ε μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Εἰανός. ποικίλος, πέπλος, λεπτός. Εἵλως. ὁ δοῦλος. καὶ κλίνεται εἵλωτος. καὶ τὸ ἔθνος. εἵλωτες παρὰ Λακεδαιμονίοις οἱ νόθοι καὶ οἱ ἐξ αἰχμαλώτων δοῦλοι γενόμενοι. ἀπὸ τοῦ Ἕλους· Ἕλος δὲ πόλις ἐν Πελοποννήσῳ. οἱ οὖν Λακεδαιμόνιοι διὰ τὸ ἀεὶ διαφόρους εἶναι ἀλλήλοις, τοὺς δούλους αὐτῶν ἐκάλουν εἵλωτας κατὰ ἀτιμίαν καὶ ὕβριν. Εἰνάλιος. θαλάσσιος δαίμων. Εἴρ. λαίλαψ ἢ λαμπηδὼν, ἢ ὄνομα ποταμοῦ. Εἰσαγγελεύς. ὁ τῶν δημοσίων καὶ μεγάλων μηνυτής. καὶ εἰσαγγελία ἡ δηλατωρία ἢ δημοσίου δίκης ὄνομα. Εἰσιτήριος. ὁ εἰσόδιος λόγος. Εἰσιτητός. πορευτός. Εἰσωποί. ἀντὶ πρόσωποι. Εἰδήμων. ἐπιστήμων, συνετὸς, λόγιος. ἀπὸ τοῦ εἴδω τὸ γινώσκω. Εἰκασμός. ὁ μετὰ δισταγμοῦ εἰκονίζων πρᾶγμα λόγος, ἐν ᾧ κεχρήμεθα ἢ τῷ ἴσως, ἢ τῷ τάχα, ἢ τῷ τυχόν. Εἰκαῖος. μάταιος. Εἰκαιομύθων. ματαιολόγων. Εἴκελος. ὁ ὅμοιος. παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. Εἰλεδανός. ὁ δεσμός. Εἰλυθμός. ἡ κατάδυσις. ἀπὸ τοῦ εἰλύω τὸ ἐπικρύπτω. Εἰλίπους βοῦς. ὁ τοὺς πόδας εἰλίσσων ἐν τῇ πορείᾳ. Εἶο. σημαίνει τὸ ἑαυτοῦ. ἔστι γὰρ ἐμοῦ, σοῦ, οὗ. καὶ αὗται αἱ γενικαὶ οὐδέποτε δύο σύμφωνα ἔχουσι μακρὰ ἢ βραχέα, ἀλλὰ τὸ μὲν ἓν μακρὸν, τὸ δὲ ἕτερον βραχύ· οἷον Πριαμίδεω, Πηλιάδεω, Ὠκεανοῖο. τούτου χάριν ἐπέλαβον τὸ ἰῶτα ποιητικῶς, καὶ ἐγένετο σεῖο, μεῖο, εἶο. Εἰραφιώτης. ὁ Διόνυσος. παρὰ τὸ ἐῤῥάφθαι τῷ τοῦ Διὸς μηρῷ. ἢ παρὰ τὸ ἐρέφεσθαι, ὃ σημαίνει τὸ στεφανοῦσθαι, γέγονεν ἐραφιώτης καὶ εἰραφιώτης. ἢ παρὰ τὸ ἔριφος εἰραφιώτης· ὑπὸ γὰρ ἐρίφων φασὶν αὐτὸν ἀνατραφῆναι. Εἴρ. ὄνομα ποταμοῦ. Εἴρερος. ἡ δουλεία. ἢ ὁ κοῦσπος. παρὰ τὸ τὴν ἔραν, τὴν γῆν, ἡ περὶ τὴν γῆν δουλεία. ἢ παρὰ τὸ ἔριον ἔρος, καὶ κατὰ ἀναδιπλασιασμὸν ἔρερος καὶ πλεονασμῷ τοῦ ι εἴρερος. ἢ παρὰ τὸ τείρω τὸ καταπονῶ, τείρερος, καὶ ἀποβολῇ τοῦ τ εἴρερος. Εἰρηναῖος. διαλλακτήριος. Εἰρηνοποιός. ὁ τὴν εἰρήνην ἐν ἄλλοις κατεργαζόμενος. οὐκ ἂν δέ τις ἕτερα παράσχοι, ὃ μὴ αὐτὸς ἔχῃ. κυρίως δὲ εἰρηνοποιὸς ὁ τὴν ἑαυτοῦ στάσιν τῆς σαρκὸς καὶ τοῦ πνεύματος καὶ τὸν ἐμφύλιον τῆς φύσεως πόλεμον εἰς εἰρηνικὴν ἄγων συμφωνίαν. ὅταν γὰρ ἡ σὰρξ μηκέτι ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, ἀλλʼ ἡ τοῦ πνεύματος χάρις ἐπικρατήσῃ τῶν σωματικῶν παθῶν. Εἰλυός. ὁ φωλεός. καὶ εἰλύω τὸ κρύπτω. Εἰροπόκος. μαλλοὺς πλέκων ἢ κτενίζων. παρὰ τὸ ἔριον καὶ τὸ πέκω, τὸ κτενίζω, γίνεται ἐροπόκος καὶ εἰροπόκος. Εἴρων. ὁ ἀπατεὼν, ὁ κόλαξ. παρὰ τὸ εἴρω τὸ λέγω γίνεται εἴρων, ὁ διὰ λόγων παραλογιζόμενος, ὁ ἄλλα μὲν φρονῶν, ἄλλα δὲ λέγων. ἐξ οὗ καὶ εἰρωνεία, παρὰ τὸ εἴρειν. Εἰς ἀΐδαο. εἰς τὸν τόπον τοῦ ᾅδου. Εἰσηγητής. διδάσκαλος. Εἰσπνήλης. ὁ ἐρώμενος. Καλλίμαχος· μέμβλετο δʼ εἰσπνήλαις, ὁππότε κοῦρος ἴοι. φωλεὸν ἢ λοετρόν. ὁ ὑπὸ τοῦ ἔρωτος εἰσπνεόμενος. Λακεδαιμόνιοι γὰρ εἰσπνεῖν φασὶ τὸ ἐρᾷν. ἢ παρὰ τὸ ἕπεσθαι τοῖς ἐρωμένοις, εἰσπνόλης τὶς ὢν καὶ εἰσπνήλης. Εἴδαυλος. συνετὸς, λόγιος. Εἰδάλιμος. εὐειδής. Εἰδωλολάτρης. ὁ τῶν εἰδώλων θεραπευτής. καὶ εἰδωλεῖον, ὁ ναὸς τῶν εἰδώλων. εἰδώλιον δὲ, ὁμοίωμα, ι. — Θηλυκόν. —Ἐΐση. ἡ ἴση. Ἐΐσας. ἰσοτοίχους, ἰσοπλεύρους. ἐΐσας ναῦς. ἴσας καὶ πλεονασμῷ τοῦ ε ἐΐσας. ἐγὼ δὲ εὗρον παρὰ τὸ ἴω, τὸ πορεύομαι, ἴσω, ἴσας, καὶ νῆας ἐΐσας τὰς πορευτικάς. Εἰκώ. τὴν εἰκόνα. κατὰ ἀποκοπήν. Εἰκόνα. τὸ ὁμοίωμα. ὁ Δαβίδ· τὴν εἰκόνα αὐτῶν ἐξουθενώσεις. Εἴλησις. ἡ ἔκκαυσις. ἢ συστροφή. Εἰμαρμένη. γένεσις, αἰτία τῶν ὅλων. ἢ λόγος, καθʼ ὃν τὸ πᾶν διεξάγεται. ἢ εἱρμός τις καὶ ἐπισύνδεσμος ἀπαράβατος διʼ αἰτίαν ἀναπόδραστον. ἢ δύναμις κινητικὴ τῆς ὕλης. ἡμεῖς δὲ Χριστὸν θεὸν ὁμολογοῦμεν διοικεῖν τὰ πάντα. Εἰρωνεία. κολακία, χλεύη ἢ ὑπόκρισις. διαιρεῖται εἰς δ· εἰς χλεύην· εἰς μυκτηρισμόν· σαρκασμὸν, καὶ ἀστεϊσμόν. Εἰδύλισα. ἡ ἐπιστήμων. Εἰλενία. πόλις. Εἰσβολάς. τὰς ἐπὶ τὴν τῶν πολεμίων χώραν ἐφόδους ἐκάλουν εἰσβολάς. Εἰσβολή. ἐπὶ τοῦ νοὸς τρία θεωρεῖται· εἰσβολή· παραδοχή· συγκατάθεσις. τοῦτο καὶ παρὰ τῷ Δαβὶδ εἴρηται ἐνώτισις, σύνεσις· τὰ ῥήματά μου ἐνώτισαι, κύριε, κ. τ. ἑ. καὶ ἐνώτισις μὲν ἡ σύνοψις τῶν ῥημάτων· σύνεσις δὲ ἡ ἐπίληψις τῶν πραγμάτων. προσοχὴ δὲ ἡ τελείωσις τῆς ἐφέσεως. Εἰς ἐμφανῶν κατάστασιν. δίκης ἐστὶν ὄνομα ὑπὲρ τοῦ τὰ ἀμφισβητούμενα ἐν φανερῷ ποιῆσαι. Εἰς ἕω. εἰς ἀρχομένας ἡμέρας. Εἰσηγορία. ἐπηγορία, καὶ κατηγορία. ἀντὶ τοῦ μέμψις καὶ λοιδορία. Εἰς λῆξιν. εἰς κατάπαυσιν, εἰς τελειότητα. Εἴσοδος. ἡ εἰσφορά. Εἴσω ἁλός. ἰσοδύναμον τῷ εἰς τὸ εἴσω. οἷον· εἰς ἁλός——. καὶ παρὰ τοῖς ῥήτορσιν εἴρηται, εἴσω τὴν χεῖρα ἔχειν· ὅπερ ἔνιοι ἁμάρτημα ἔδοξαν εἶναι. ἀλλʼ ἐπλανήθησαν. Εἰς παραβολήν. εἰς γέλωτα· εἰς διήγημα. Εἰσπομπή. εἰσβολή. καὶ δόρατος εἰσπομπὴν ἐπὶ τοῦ εὐωνύμου βραχίονος. Εἰσφορά. τέλεσμα. Εἰαμενή. κάθυγρος τόπος καὶ σύμφυτος. παρὰ τὸ ῥέω ῥεαμένη καὶ ἀποβολῇ τοῦ ρ ἐαμενὴ, καὶ πλεονασμῷ τοῦ ι εἰαμενή. ἢ παρὰ τὴν ἔσιν, ὃ σημαίνει τὴν ἀνάδοσιν, γέγονε ἐσαμενὴ καὶ πλεονασμῷ τοῦ ι, καὶ ἀποβολῇ τοῦ ς, εἰαμενή. Εἰνάτηρ. ἡ νύμφη. παρὰ τὸ εὐνὴ εὐνάτηρ καὶ τροπῇ τοῦ υ εἰς ι εἰνάτηρ. Εἰρκτή. ἡ φυλακή. παρὰ τὸ ἕρκος. Εἰδοθέα. κύριον. Εἴδησις. γνῶσις. Εἰδαλίμας. συνετὰς ἢ εὐειδεῖς καὶ εὐμόρφους. παρὰ τὸ εἶδος εἴδιμος καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς εἰδάλιμος· ὡς κύδιμος, κυδάλιμος, πεύκη, πευκάλιμος. καὶ τὸ θηλυκὸν εἰδαλίμη. Εἰδοῖ. τοῦ μηνὸς ἢ τῇ ἡμέρᾳ. Εἰκαιοβουλία. ματαιοβουλία. Εἰδώς. ἡ ἡμέρα. Εἰκαιοῤῥημοσύνη. ματαιολογία. Εἰκασία. ὁ εἰκασμός. Εἰκόσι. χαρακτῆρσιν, ὄψεσιν. Εἰκών. ὁμοία ἀρχετύπῳ. τῇ οὐσίᾳ μὲν καὶ τῷ ὑποκειμένῳ διαφέρον ὅλον, ἐν ἑαυτῷ δὲ τὸ τοῦ εἰκονιζομένου εἶδος διὰ τῆς ἐμφερείας ἀποματτόμενον. παρὰ τὸ εἴκω τὸ ὁμοιῶ. Εἰδωλολατρεία. ἡ ἐκ διαθέσεως τιμὴ τοῖς εἰδώλοις. Εἰλαπίνη. ἑορτὴ, εὐωχία, συμπόσιον καὶ σύνδειπνον. ἀπὸ τοῦ εἰλεῖσθαι εἰς τὸ αὐτό. ἢ παρὰ τὸ εἴλας καὶ τὸ θοίνη γέγονεν εἰλαθοίνη καὶ εἰλαπίνη κατʼ ἐναλλαγὴν τῶν στοιχείων. οἱονεὶ ἡ κατὰ εἴλας καὶ συστροφὰς οὖσα εὐωχία. ἢ παρὰ τὸ λαφύσσειν ἢ λαπίζειν, ὃ σημαίνει τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν. Εἰδέχθεια. ἡ ἀμορφία. Εἰλεός. ἡ μαγειρικὴ τράπεζα. παρὰ τὸ ἔλος γέγονεν ἐλεὸς καὶ πλεονασμῷ τοῦ ι εἰλεός. σημαίνει δὲ καὶ τὴν νόσον. οἶμαι, ὅτι ἀρσενικόν ἐστιν ὁ εἰλεός. Εἰλείθυιαι. αἱ ἐπὶ τῶν τικτουσῶν θεαί· ἢ αἱ μαῖαι. παρὰ τὸ ἐλεύθω ἐλεύθυιαι καὶ ἐλείθυιαι. Εἴλη. ἡ θερμασία. ἐκ τοῦ ἔλη κατὰ πλεονασμὸν τοῦ ι. Εἰλικρινής. καθαρά. καὶ ἐπὶ ἀρσενικοῦ γράφεται. παρὰ τὴν ἕλην, ὃ σημαίνει τὴν θερμασίαν, καὶ τὸ κρίνω γέγονεν ἐλικρινὴς καὶ πλεονασμῷ τοῦ ι εἰλικρινής. ὅτι ἐν τῇ ἕλῃ κεκριμένος. ἡ δὲ χρῆσις εἴρηται παρὰ Σοφοκλεῖ· καὶ τῶν προσείλων ἰχθύων ὠπτημένων. δοκεῖ δὲ τὸ εἰλικρινὴς παραλόγως εἰς τὴν σύνθεσιν. εἰ γὰρ παρὰ τὸ ἕλη γέγονεν, ὤφειλεν ἢ τρέψαι τὸ η εἰς ο καὶ γενέσθαι εἰλοκρινής· ἢ φυλάσσειν τὸ η καὶ γενέσθαι εἰληκρινὴς, διὰ τοῦ η. τὰ γὰρ θηλυκὰ εἰς η ἐν τῇ συνθέσει ἢ τρέπουσι τὸ ε εἰς ο, οἷον· νύμφη, νυμφοστόλος· τιμὴ, Τιμόθεος· ἢ φυλάσσει τὸ η, οἷον· γῆ, γηπόνος· βουλὴ, βουληφόρος. ἔστιν οὖν εἰπεῖν, ὅτι εἰλοκρινὴς ἦν, καὶ τροπῇ τοῦ ο εἰς ι εἰλικρινής. Εἰρεσία. κωπηλασία. παρὰ τὸ ἐρέτης ἐρεσία καὶ εἰρεσία. Εἰρήνη. ἡ ἀγάπη, ἡ εὐλογία. ἡ πρὸς τὸ ὁμόφυλον γνησία διάθεσις. καὶ ἡ πρὸς τοὺς πολεμοῦντας ἐχθροὺς ἡσυχία. παρὰ τὸ εἴρω, τὸ λέγω. ἢ παρὰ τὸ εἴρειν ἡμᾶς ἐπʼ αὐτὴν, ὅ ἐστι συμπλέκειν. Εἰρεσιώνη. θαλλὸς ἐλαίας ἐστεμμένος ἐρίοις καὶ παντοδαποῖς καρποῖς. Εἰρηνικαὶ ἐπιστολαί. αἱ λεγόμεναι ἀπολυτικαί. οἷαι εἰσὶν αἱ διδόμεναι τοῖς μητροπολίταις ὑπὸ τῶν πατριαρχῶν ἢ τοῖς ἐπισκόποις παρὰ τῶν μητροπολιτῶν, οἷς ὑπόκεινται. Εἰρωνεία. κολακεία, ὑπόκρισις, ἢ ἕξις ψευδὴς ἀρνουμένη τὰ προσόντα καλὰ οὐκ ἀρετῆς χάριν. Εἰκάς. ἀπὸ τοῦ εἴκοσι γέγονεν εἰκάς. Εἰσαγγελία καὶ γραφὴ διαφέρει. εἰσαγγελία μὲν γάρ ἐστιν ἐπὶ τῶν μεγάλων καὶ δημοσίων ἀδικημάτων· γίνεται γὰρ ὑπὲρ πρυτανέων εἰσαγομένη δίκη, περὶ ὧν διαῤῥήδην μὲν λέγουσιν οἱ νόμοι οὐδὲν, συγχωροῦσι δὲ κρίσεις γίνεσθαι. καὶ τοῦτό ἐστι τὸ ἐν ταῖς τῶν σοφιστῶν διατριβαῖς μελετώμενον τὸ τῶν ἀγράφων ἀδικημάτων. γραφὴ δὲ ἡ ἐπὶ μικρῶν· καὶ κυρίως γραφὴ ἐπὶ τῶν παράνομα γραφόντων. Εἰσίθμη. ἡ εἴσοδος. παρὰ τὸ ἴω τὸ πορεύομαι, ὁ μέλλων ἴσω καὶ ἴσομαι. οἷον· ἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύ-ελλαν. ἀπὸ τοῦ ἴσω ἰσμὴ καὶ μετὰ τῆς εἰς προθέσεως εἰσισμὴ, καὶ τροπῇ τοῦ ς εἰς θ εἰσίθμη. Εἴσπραξις. ἀπαίτησις. Εἰσφορά. τέλεσμα. Εἱμαρμένη. ἣν λέγουσιν Ἕλληνες τύχην. ὥσπερ ἀπὸ τοῦ λήβω τὸ λαμβάνω γίνεται λέληφα καὶ εἴληφα, οὕτως καὶ ἀπὸ τοῦ μείρω τὸ μερίζω μέμαρκα, μέμαρμαι, εἱμαρμένη κατὰ ἀποβολὴν τοῦ μ, καὶ πλεονασμῷ τοῦ ἰῶτα. Εἱλωτεία. ἡ δουλεία. καὶ εἱλωτεύειν τὸ δουλεύειν. εἵλωτες γὰρ οἱ μὴ γνήσιοι δοῦλοι Λακεδαιμονίοις, ἀλλὰ πρῶτοι χειρωθέντες, Ἕλος τὴν πόλιν οἰκοῦντες. Εἰνάτειρ. ἡ νύμφη, ἢ ἡ σύννυμφος. Εἰνοδίους. τὰς ἐν τῇ ὁδῷ κώμας. Ἐϊκτόν. ὅμοιον, παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, ἐξ οὗ καὶ εἰκὼν, εἰκτὸν καὶ ἐν διαλύσει ἐϊκτόν. Εἶαρ. τὸ ἔαρ. παρὰ τὸ ἔω, τὸ πέμπω, γέγονεν ἔαρ καὶ εἶαρ. τότε γὰρ ἐκπέμπονται οἱ καρποί. εἶαρ τὸ αἷμα. Καλλίμαχος· —τὸ δʼ ἐκ μέλαν εἶαρ ἔδαπται. καὶ εἰεροπότης ὁ αἱματοπότης. Εἰαρινόν. ἐαρινόν. Εἶδαρ. ἔδεσμα. καὶ κλίνεται τοῦ εἴδατος, τὰ εἴδατα, ὅ ἐστι τὰ βρώματα. παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ἔδαρ, καὶ πλεονασμῷ τοῦ ι εἶδαρ. Εἰδεχθές. ἄμορφον, ἀπρεπές. παρὰ τὸ εἶδος καὶ τὸ ἔχθος τὸ μῖσος. Εἶδος. κατὰ δύο σημαινομένων φέρεται. λέγεται γὰρ εἶδος καὶ ἡ μορφὴ, οἷον· πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος. εἶδος λέγεται καὶ τὸ ἀπὸ τοῦ γένους διαιρούμενον, ὡς ὅταν τὸν ἄνθρωπον εἶδος λέγομεν τοῦ ζώου. εἶδος ἐστὶ καὶ τὸ ὑπὸ τὸ γένος ταττόμενον. καὶ πάλιν εἶδος ἐστὶν οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. καὶ πάλιν εἶδος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. εἶδος ἐστὶ καὶ ὁ ἐγχρώματος χαρακτὴρ καὶ ἡ ὄψις καὶ τὸ πρόσωπον καὶ ἡ μορφή. παρὰ τὸ εἴδω τὸ ὁρῶ. Εἴδωλον. σκιοειδὲς ὁμοίωμα ἢ ἀνάπλασμα ἀνύπαρκτον καὶ εἶδος ἀνυπόστατον, ὥσπερ τὰ ἐν τοῖς ὕδασι καὶ ἐν κατόπτροις συνεστῶτα πρόσωπα. παρὰ τὸ εἴδω τὸ φαίνω. ἢ παρὰ τὸ εἴδω τὸ ὁμοιῶ. ὁμοίωμα γὰρ τινὸς σώματός ἐστι τὸ εἴδωλον. Εἰκός. πρέπον, ἀκόλουθον, εὔλογον. Εἰκοσινήριτα. εἰκοσάριθμα. εἰκοσαπλασίονα. Ὅμηρος· οὐδʼ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτʼ ἄποι-να— ἐρίζοντα· τὸ γὰρ ἐρίζειν ἐπὶ τοῦ ἰσοῦσθαι. Εἴκοσιν. ἀπὸ τοῦ δὶς τὰ δέκα εἴκειν. Εἶλαρ. ἀσφάλεια. —εἶλαρ νηῶν τε καὶ αὐτῶν. παρὰ τὸ εἰλῶ τὸ συγκλείω. τὸ δὲ εἰλῶ παρὰ τὸ ἔλος, ἐλῶ καὶ εἰλῶ. οἱονεὶ ὁ τόπος ὁ συγκλειόμενος ὑπὸ δένδρων. Εἰλικρινές. τὸ καθαρόν. Εἰλέσιον. τόπος. Εἰλικοειδές, ἢ εἰλικνοειδές. τὸ λεῖον καὶ ὁμαλόν. Εἴλυμα. παρὰ τὸ εἰλῶ, εἰλύσω, εἴλυμα, τὸ σκέπασμα ἢ τὸ ἱμάτιον. Εἷμα. ἔνδυμα, ἱμάτιον. Εἰνοσίφυλλον. ἔνθα κινοῦνται τὰ φύλλα, παρὰ τὴν ἔνοσιν, ὃ σημαίνει τὴν κίνησιν. ἕνωσις δὲ ἡ μίξις, μέγα. εἰνοσίφυλλον ὄρος—. Εἴρια. μαλλία. εἴριά τε ῥοδόεντα δέχευ— καὶ εἰροκόμος ὁ τῶν μαλλίων ἐπιμελητὴς, καὶ εἰροπόνος ὁ τὰ ἔρια πονῶν καὶ ἐργαζόμενος. Εἰρέσιον. πόλις Βοιωτίας. Εἰς δέον. ἀντὶ τοῦ εὐκαίρως σε εὗρον. Εἰκότα. ἐστοχασμένα. συλλογιζόμενος ἐκ τῶν εἰκότων τὰ συμβησόμενα. καὶ εἰκότων ἀντὶ τοῦ ὁμοίων. συμπλάττων ἀπὸ τῶν εἰκότων. Εἰλατινόν. ὁ ὄζος. καὶ εἰλατινὸν ἦν τὸ φυτόν. Εἰς ἓν ἰόντα. ὁμοῦ πορευόμενον. Εἰς ἓν ἦλθον. ἀντὶ τοῦ ὡμονόησαν. Εἰσιτήρια. ἡμέρα ἑορτῆς, ἐν ᾗ οἱ ἐν τῇ ἀρχῇ πάντες προϊᾶσιν, οὕτως ἐκαλεῖτο. ταύτην δὲ τὴν ἡμέραν πρώτην τοῦ ἔτους οἱ Ἀθηναῖοι νενομίκασιν. Εἰς καλόν. εὐκαίρως. καὶ εἰς καιρὸν ἀντὶ τοῦ εὐκαίρως. Εἰς νέωτα. εἰς τὸ ἐπιόν. ὡς πολεμήσων εἰς νέωτα. καὶ ἐς νέωτα. — Ῥῆμα. —Ἐΐσκω. τὸ ὁμοιῶ. εἴκω, εἴσκω πλεονασμῷ τοῦ ς, καὶ διαιρέσει τῆς ει διφθόγγου ἐΐσκω. Εἴασκεν. ἀπὸ τοῦ ἐῶ, ἐᾷς, ἐᾷ. καὶ ὁ παρατατικὸς εἴων, εἴας. ἐκ τούτου εἴασκεν ἀποβληθέντος τοῦ ι. ἀπεβλήθη δὲ τὸ ἰῶτα, ἐπειδὴ τὰ τοιαῦτα ἀποβάλλει τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν. οἷον ἔτυπτον, ἔτυπτες, τύπτεσκεν. ἦγον, ἦγες, ἤγεσκεν. οὕτως οὖν ἀπὸ τοῦ εἴας εἴασκε, πλεονασμῷ τοῦ ἰῶτα. Εἶα δή. ἄγε δή. Εἴα. συνεχώρει. Εἴασεν. ἀφῆκεν. Εἴαται. κάθηται. οἷον· εἴαται ἄγχι νεῶν. ἀπὸ τοῦ ἔαται, πλεονασμῷ τοῦ ἰῶτα. ὥσπερ κέαται. δοιοὶ γάρ τε πίθοι κατακείαται— πλεονασμῷ τοῦ ι. οὕτως Ἡρωδιανός. Εἴατο. ἐκάθητο. οἷον· εἴατο ἐνὶ μεγάροισιν— ἤμην, ὁ παρατατικὸς, ἦτο, Ἰωνικῶς ἔατο, ποιητικῶς εἴατο. ἢ ἔστιν ἐῶ, ἔημι, τὸ πρῶτον τῶν πληθυντικῶν ἔεμεν. τὸ παθητικὸν ἔεμαι καὶ κράσει ἦμαι. ὁ παθητικὸς ἐέμην καὶ ἤμην, τὸ δεύτερον ἦσο, τὸ τρίτον ἦτο, καὶ Ἰακῶς ἔατο καὶ εἴατο. Εἴβεσθαι. δακρύειν. στάζειν. ὕδωρ εἴβουσαι. τὸ δὲ εἴβω ἀπὸ τοῦ λείβω τὸ στάζω, ἀποβολῇ τοῦ λ. καὶ ὁ Ἡσίοδος· τῶν καὶ ἀπὸ βλεφάρων ἔρως εἴβεται. Εἲ γάρ. εἴθε γάρ. τὸ δὲ εἴθε ἀντὶ τοῦ ἄμποτε. Εἴδεσαν. ἔμαθον. Εἰδείην. ἀντὶ τοῦ γνοίην. Εἰδήσουσι. γνωρίσουσι. Εἰδήσεις. μάθῃς. Εἰδήσειν. ἔστιν εἴδω, καὶ εἰδῶ περισπώμενον. ὁ μέλλων εἰδήσω καὶ εἰδήσειν. Εἰδῇς. ἀντὶ τοῦ γνῷς. καὶ εἰδῇ. Ἰστέον, ὅτι τὸ εἴδω διὰ τῆς ει διφθόγγου γράφεται, ὡς δηλοῖ τὸ οἶδα. τούτου ἡ μετοχὴ εἰδώς. καὶ ἐπειδὴ τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως διὰ τοῦ ντ κλινόμενα εἰς ην καθαρὸν ἔχει τὸ εὐκτικὸν, οἷον, εἰδείην, ὀφθείην, τυφθείην, δαρείην· αὕτη δὲ ἡ μετοχὴ εἰς ς μὲν λήγουσα μετʼ ὀξείας τάσεως, ἀλλʼ οὐ κλίνεται μετὰ τοῦ ντ, οὐκ ὤφειλεν εἶναι τὸ εὐκτικὸν εἰδείην· ἀλλʼ ὥσπερ ἀπὸ τοῦ περιπατοῖμι γίνεται περιπατοίην, κατὰ τὴν τροπὴν τῆς μι εἰς ην, καὶ εἰδείην κατὰ τροπὴν τοῦ ο εἰς ε. καὶ ἐπειδὴ εἰς ην καθαρὸν τὸ εὐκτικὸν, τὰ δὲ εἰς ην καθαρὸν ἔχοντα τὸ εὐκτικὸν εἰς ω, μετὰ περισπωμένου τόνου ἔχουσι τὸ ὑποτακτικόν. οἷον, τυφθείην, ἐὰν τυφθῶ, λεχθείην, ἐὰν λεχθῶ. τούτου χάριν τὸ ὑποτακτικὸν ἐὰν εἰδῶ μετὰ περισπωμένου τόνου. οἷον· —ὄφρʼ εὖ εἰδῶ. τοῦ κανόνος ἀναγκάζοντος αὐτὸ βαρύνεσθαι. οὐ γὰρ ἔχει τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως, καὶ διὰ τοῦ ντ κλίνεται, οἷον τυφθεὶς τυφθέντος, ἐὰν τυφθῶ. εἰδὼς γὰρ εἰδότος ἐστὶν, οὐκ ὤφειλεν ἄρα περισπᾶσθαι. ἀλλὰ διὰ τὴν ῥηθεῖσαν αἰτίαν περιεσπάσθη. Εἴδω. τὸ γινώσκω. συντάσσεται δὲ μετὰ αἰτιατικῆς. Εἴδω. τὸ κτίζω. ὁ μέλλων εἴσω. Εἰδώς. ὁ γινώσκων. ἀπὸ τοῦ εἴδω τὸ γινώσκω. Εἰδομένη. ὁμοιωθεῖσα. Εἶεν. ταῦτα μὲν οὕτως ἔχουσιν. ἢ αὐτάρκως περὶ τούτων εἴρηται. ἢ ἀντὶ τοῦ, ταῦτα μὲν οὕτως. καλεῖται δὲ τοῦτο ἀπόθεσις τοῦ πρώτου λόγου. Εἴην. γενοίμην, ὑπαρξαίμην. Εἴη. ἀντὶ τοῦ ὑπάρχει. Εἴθε. ἀντὶ τοῦ ἄμποτε. τὸ εἴθε ὁριστικῷ μᾶλλον ἢ ἀπαρεμφάτῳ συντάσσεται. Ἀριστοφάνης· εἴθʼ ἐξεκόπην πρότως τὸν ὀφθαλμὸν λίθῳ. καὶ Πλάτων· εἴθʼ ἔγραψεν, ὡς χρὴ πένητι μᾶλλον ἢ πλουσίῳ. καὶ ὁ ποιητής· εἴθʼ ὣς ἡβώοιμι—. εἴθε. ἀπὸ τοῦ εἲ γέγονεν εἴθε. Εἴκειν. ὑποχωρεῖν. Εἴκω. τὸ ὑποτάσσω· τὸ ὁμοιῶ καὶ ὑποχωρῶ. Εἰκαιομυθῆσαι. ματαιολογῆσαι, φλυαρῆσαι. Εἴκαθεν. ὑπεχώρει. οἷς εἴκαθε πῦρ ἄσπετον. Εἰκάθειν. εἴκειν. κατὰ παραγωγήν. Εἰκοτολογῆσαι. ἐστοχασμένως εἰπεῖν. Εἰκονίζειν. χαρακτηρίζειν. Εἰκάζω. ἀπὸ τοῦ εἴκω τὸ ὁμοιῶ καὶ ὑποχωρῶ. Εἰλαπινάζων. εὐωχούμενος. Εἷλεν. ἐχειρώσατο, ἐπόρθησεν. Εἴλλειν. εἴργειν, κωλύειν. Ἀριστοφάνης· μὴ νῦν εἶλλε τὴν γνώμην ἀεί. ἀντὶ τοῦ ἀπόκλειε, ἔφελκε. καὶ αὖθις· ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες—. ταρσὸς δὲ ὁ καλαθίσκος ἢ κοφίνιον. Εἰλήλουθας. ἐκ τοῦ ἐλεύθω, ἐλήλυθα, καὶ πλεονασμῷ τοῦ ἰῶτα καὶ ο εἰλήλουθα· ἐξ οὗ τὸ πρῶτον τῶν πληθυντικῶν εἰληλούθαμεν καὶ ἐν συγκοπῇ εἰλήλουθμεν. Εἰληθερούμενος. θερμαινόμενος. τὸ ῥῆμα εἰληθερῶ. ἀπὸ τοῦ εἴλη ἡ θερμασία καὶ τὸ θέρω τὸ θερμαίνω. Εἰληφώς. λαβών. Εἴληφα. ἔλαβον. ἀπὸ τοῦ λήβω τὸ λαμβάνω λέληφα καὶ ἀποβολῇ τοῦ λ ἔληφα καὶ πλεονασμῷ τοῦ ι εἴληφα. ὡσαύτως καὶ τὸ εἴληχα ἀπὸ τοῦ λήχω, λέληχα καὶ εἴληχα. Ἡρωδιανὸς περὶ πάθους. Εἵλομεν. ἐπορθήσαμεν. Εἰλυφάζων. τὴν φλόγα συστρέφων. ἢ τὸ εἰλεῖτο καὶ ἀνεστρέφετο. Ἡσίοδος· ἄνεμος φέρων εἰλυφάζων. παρὰ τὸ εἰλῶ εἰλύφω καὶ εἰλυφάζω. σημαίνει καὶ τὸ φῶς παρέχω παρὰ τῷ αὐτῷ ποιητῆ· τῆλε δʼ ἀπʼ αἰθομένων δαΐδων σέλας εἰλύ-φαζε. παρὰ τὸ εἰλῶ καὶ τὸ φῶς εἰλύφω καὶ εἰλυφάζω. Εἰλυφόωσιν. εἰλοῦσι, συνάγουσιν. Εἱλωτεύειν. δουλεύειν. εἵλωτες γὰρ οἱ μὴ γνήσιοι δοῦλοι Λακεδαιμονίων. Εἰμένος. ἐνδεδυμένος. Εἰμέν. ὑπάρχομεν. ἀπὸ τοῦ εἰμὶ γίνεται τὸ πρῶτον τὸ πληθυντικὸν εἰμέν· φυλάσσει δὲ τὴν ει δίφθογγον. ἡμεῖς δʼ εἰμὲν τοῖοι—. Εἰμί. τὸ ὑπάρχω. γράφεται διὰ διφθόγγου. τὰ εἰς μι φύσει μακρᾷ παραλήγεται, ἵνα δὲ μὴ συνεμπέσῃ τὸ ἠμὶ τὸ σημαῖνον τὸ λέγω ἀπὸ τοῦ φημὶ κατὰ ἀποβολὴν τοῦ φ. Εἶμι. τὸ πορεύομαι. Εἶναι. ὑπάρχειν. ἀπὸ τοῦ εἰμί. τὸ δὲ εἶναι τὸ ἐπὶ τοῦ πορευθῆναι, ἐξ οὗ καὶ τὸ ἀπεῖναι καὶ ἀφεῖναι, ἔστι δεύτερος ἀόριστος ἀπὸ τοῦ ἵημι τὸ πέμπω, τὸ ἀπαρέμφατον εἶναι. Εἴνυον. ἔφερον. Εἴξαντες. ὑπακούσαντες, ὑποχωρήσαντες. Εἴξασιν. Ἀριστοφάνης· εἴξασιν οὖν ἐρίοισι πεπταμένοις. ἔστι δὲ εἴκω τὸ ὁμοιῶ, ὁ μέσος παρακείμενος εἶκα καὶ κατὰ τροπὴν βοιωτικὴν τοῦ κ εἰς ξ εἶξα καὶ τὸ τρίτον τῶν πληθυντικῶν εἴξασιν. ὅτι δὲ παρακείμενος ἐστὶ, δῆλον ἐκ τοῦ εἰς σι λήγειν. Εἱπόμην. ἠκολούθουν. Εἵποντο. ἠκολούθουν. Εἴρει. λέγει, πλέκει. Εἴργω. τὸ κωλύω. ἀπὸ τοῦ ἐέργω κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον εἴργω. Εἴργεσθαι. κωλύεσθαι. Εἰρήσθω. λελέχθω. Εἰρύαται. φυλάττουσι. πρὸς Διὸς εἰρύαται—. εἰρύω, εἴρυμι καὶ ὁ παθητικὸς εἴρυμαι, τὸ τρίτον εἴρυνται καὶ Ἰωνικῶς εἰρύαται. Εἰρύσθαι. φυλάξαι. ἰστέον, ὅτι τὸ εἴρυσθαι καὶ εἰρύσθαι διαφέρει. ἔστι γὰρ ἐρύω, ἐρύσω, εἴρυκα, εἴρυμαι, εἴρυται, καὶ τὸ ἀπαρέμφατον εἰρύσθαι, ὡς λελύσθαι. ὡς ζεύγνυμι, ζευγνύσθαι. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἑλκύσθαι καὶ εἵλκυσθαι παρακείμενος. εἰ μὲν ἀπὸ τοῦ ἑλκύω, εἱλκύσθαι· εἰ δὲ ἀπὸ τοῦ ἕλκυμι, εἵλκυσθαι. Εἴρυτο. κατάσχοι. Ἀρίσταρχος προπαροξύνει πάνυ ὑγιῶς, ὡς τὸ ἐζεύγνυτο, οὐ μέν τοι, ὡς Τυραννίων, προπερισπᾷ, εἰρῦτο. Εἰσαγηοχώς. εἰσενεγκών. Εἰσκεκριμένον. ἐπείσακτον. Εἰσποιημένον καὶ εἰσποιητόν. τὸ θετὸν καὶ οὐ κατὰ φύσιν. Εἰσήλασαν. εἰσῆλθον. Εἰσῄεσαν. εἰσῆλθον. Εἰσίασιν. ἐπορεύοντο. εἰσέρχονται. Εἴσιμεν. εἰσερχόμεθα. Εἰσίν. ὑπάρχουσιν. Εἴσομαι. γνώσομαι. Εἰσέθει. εἰσέτρεχεν. Εἰσήλλατο. εἰσεπήδησεν. Εἰσοίσει. εἰσενέγκοι. Εἰσέφρησεν. ἐπεισῆλθεν. Εἴσιθι. εἴσελθε. Εἰσβάλλει. εἰσέρχεται, εἰσβαίνει. Εἰσεκώμασεν. εἰσῆλθεν. Εἰσκρίνειν. μερίζειν. εἰσχωρίζειν. Εἰσώθη. εἰσάγη. Εἰσαγωγῶ. τὸ ὁδηγῶ. καὶ εἰσαγωγὴ ἡ ἐπὶ τὰ τέλη ὁδήγησις τῶν λόγων. Εἱστήκειν. ἐκ τοῦ ἑστήκω. ἔστι δὲ μέσος ὑπερσυντελικὸς εἱστήκειν. διὰ τὸ μὴ συμπεσεῖν κατὰ τὸ δεύτερον αὐτοῦ καὶ τρίτον πρόσωπον τῷ ἰδίῳ ἐνεστῶτι ἐπλεόνασε τὸ ι καὶ ἐγένετο εἱστήκειν. Εἰώθει. ὡς ἔθος εἶχε. καὶ εἴωθα. ἔστιν ἔθω τὸ ἐξ ἔθους τι διαπράττομαι. ὁ μέσος παρακείμενος εἶθα καὶ πλεονασμῷ τοῦ ω εἴωθα καὶ ἔωθεν. ἀεὶ γάρ μοι ἔωθεν ἐνικλᾷν—. Εἴνω. τὸ καλύπτω. Εἰρηκώς. εἰπών. Εἰρημένον. λελεγμένον. Εἴρω. τὸ πλέκω καὶ συνάπτω. ὅθεν καὶ εἱρμός. Εἷρπον. μετὰ σχολῆς ἐβάδιζον. Εἴρυντο. ἐφύλασσον. καὶ εἰρύσασθαι. Εἰρύοντο. εἵλκυον. καὶ εἰρύσατο. Εἰκάθειν. ὑποχωρεῖν. καὶ ἀντὶ τοῦ ὑπείκειν. μηδὲν τοῖς κρατοῦσιν εἰκάθειν. Εἰκάζων. οἰόμενος ἢ ὁμοιῶν. οἷα δὴ ἱκανότατος τὸ ἀφανὲς εἰκάσαι. Εἴκασιν. ὁμοίωσεν. Εἰκοβολεῖν. εἰκάζειν. ἢ εἰκῆ καὶ μάτην βάλλειν. εἰς τὸ μήτε σφάλλεσθαι μήτʼ εἰκοβολεῖν. Εἵλετο. ἠθέλησεν. Εἱλήσας. συστρέψας. Εἴληχεν. ἔλαχεν. Εἰληφώς. λαβών. Εἰλιγγιῶ. σκοτοδινιῶ. ὑπὸ τοῦ δέους γὰρ ἰλιγγιῶ. τὸ μὲν ῥῆμα διὰ διφθόγγου. τοῦτο δὲ οἱ Συρακούσιοι σίελ λέγουσι. τὸ δὲ ὄνομα ἴλιγγος διὰ τοῦ ι. ἐγὼ δὲ καὶ τὰ δύο διὰ τοῦ ι γράφω. Εἰλόμενον. συνελαυνόμενον. Εἰλούμενος. συστρεφόμενος. Εἱλόμην. προέκρινα, ἠθέλησα. Εἶπον. ἀντὶ τοῦ εἰπὲ, προστακτικόν. Εἰρηνήσειν. πρώτης συζυγίας τῶν περισπωμένων. ἐλπίδα δὲ μεγάλην εἶχον εἰρηνήσειν. ὁ δὲ Καῖσαρ, ἐξὸν αὐτὸ εἰρηνήσειν, πόλεμον εἵλετο. Εἴρξας. ἀποκλείσας. δασύνουσιν Ἀττικοί. τὸ μέντοι παρʼ Ὁμήρῳ· ἐρχθέντες ἐν μεγάλῳ ποταμῷ— ψιλοῦσιν. καὶ τὸ ἕρξας ἀντὶ τοῦ πράξας δασύνουσιν. ἡ μὲν ἄρʼ ὣς ἕρξασʼ ἀπεβήσατο δῖα θεάων. τὸ δὲ ἐπὶ τῆς εἱρκτῆς ψιλοῦσιν οἱ Ἀττικοί. Εἰρωνεύσεται. καθυποκρινεῖται. λέγεται γὰρ ἐπὶ τοῦ διάπειραν λαμβάνοντος ὑπούλως καὶ καθυποκρινομένου τὸν μὴ γινώσκοντα περὶ ὅτου ποτὲ τὸν λόγον ποιῆσαι. Εἰρυσμένους. ἑλκυσμένους. ἡ δὲ θεράπαινα ἑώρα τὰ ξίφη εἰρυσμένους, ὡς αὐτοὺς διαχρήσαιντο. Εἰρχθέντες. πνιγέντες. Εἰσάμενος. ὁμοιωθείς. Εἶσαν. ὑπετάγησαν. Εἰσάττειν. εἰσελθεῖν. Ἀριστοφάνης· Μηδʼ ἐς ὀρχηστρίδος ἐσάττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς Μήλῳ βληθείς—. Εἴσατο. ἀνέθηκεν. Ἀρτέμιδι εἴσατο ἄγαλμα. καὶ ἀντὶ τοῦ κατέθετο. ὃς τάδε καλὰ εἴσατο. καὶ ἀντὶ τοῦ περιέθηκε, καὶ ἀντὶ τοῦ περιέβαλεν. ἢ ἀντὶ τοῦ ἐφάνη, καὶ ὡμοιώθη. Εἰσβαλεῖτε. εἰσβαλεῖν ἐστὶ, τὸ τινὰς ἐν ἀγρῷ εἰσελθόντας, ἐκκόψαι πάντα τὰ ἐν αὐτῷ. κυρίως δὲ εἰσβαλεῖν ἐστὶ τὸ εἰς τὴν πόλιν πολεμίους τινὰς εἰσελθεῖν. Εἶσεν. ἔκτισεν. Εἰσεπόδιζον. ἀντὶ τοῦ εἰσέβαινον τοὺς πόδας τοῦ χωρίου. Εἰσεποιήθη. εἰσεκρίθη. ὑπὸ τοῦ πατρὸς Νερουᾶ εἰσεποιήθη. καὶ εἰσεποιεῖτο ἀντὶ τοῦ ὑπετίθει. ὁ δὲ πόρος ἐφράττετο καὶ μεγάλας ἐλπίδας εἰσεποιεῖτο τῶν ἐπιφερομένων. Εἰσέφρησα. εἰσέδυσα ἑαυτόν. Εἰσέφρησας. εἰσήγαγες. Εἰσέφρουν. εἰσεδέχοντο. οἱ δὲ τὰς πύλας ἀνοίξαντες, εἰσέφρουν τὸ στράτευμα. Εἰσεχέοντο. εἰσήρχοντο. Εἴσιμι. εἰσέρχομαι. Εἴσῃ. ἐπιγνοίης, λογίσῃ, ἢ ἀντὶ τοῦ μαθήσῃ. Εἰσήγγειλεν. ἐσυκοφάντησεν. ὁ Δωὴν τὸν Ἀβημέλεχ εἰσήγγειλε παρὰ τῷ Σαοὺλ καὶ εἰς μιαιφονίαν τῶν ἱερέων ἐξέμῃνεν. Εἰσηγούμενος. διδάσκων. Εἰσῄεις. εἰσήρχου. Εἰσήρετο. εἰσεφέρετο. Εἰσήῤῥησεν. ἀφʼ οὗ γὰρ εἰσήῤῥησεν εἰς τὴν οἰκίαν. ἀντὶ τοῦ εἰσῆλθε καὶ εἰσεπήδησεν. Εἰσθορόντα. εἰσπηδήσαντα. ὅταν ἴδωσιν αὐτὸν εἰσθορόντα τοῖς πολεμίοις. Εἶσι. πορεύεται. Εἴσκω. εἰκάζω. Εἰσκριθείς. ἀντὶ τοῦ εἰσελθών. ὁ δὲ εἰς τὸ ἄντρον εἰσκριθείς. Εἰσκυκλεῖ. εἰσφέρει. ἐπισυνάπτει καὶ ἐπικυκλοῖ. καὶ εἰσκυκλεῖσθαι ἀντὶ τοῦ κυκλοειδῶς τρίβεσθαι. καὶ εἰσεκύκληκεν ἀντὶ τοῦ εἰσήνεγκεν, εἰσήγαγεν. εἰσεκύκληκε δαίμων εἰς τὴν οἰκίαν. Εἰσόμενον. μαθόντα. τί πράττουσιν οἱ πολέμιοι καὶ τί διανοοῦνται, εἰσόμενον. Εἰσορόων. βλέπων. Εἰσπεπαίκασιν. εἰσπεπηδήκασιν. Εἰστρυπᾷν. τὸ παρεισέρχεσθαι. Εἱστήκειμεν. ἀντὶ τοῦ ἑστηκότες ἦμεν. καὶ εἱστήκεισαν. Εἱστία. ἐκάλει, εὐώχει. ὁ δὲ εἱστία τὸν στρατὸν ἡμερῶν ἓξ εἰς πανθοινίαν. Εἰσφρήσασθαι. εἰσδέξασθαι. καὶ εἰσφρήσειν. καὶ εἰσφρήσωσι. Εἰσφρήσας. εἰσελθών. Εἰσέφρησεν. εἰσῆλθεν. Εἰσφρησθέντα. ἐκδιωχθέντα. οἱ δὲ χαρᾶς ὑπεπλήσθησαν τῷ μὴ ἐκσφρηθῆναι ὑπὸ θεοῦ αὐτόν. Εἰσωχέτευσαν. ἔνδον μετέφερον. Εἴτω. πορευέτω, συγχωρείτω. καὶ εἴτῳ ἀντὶ τοῦ ἐάν τινι. Εἵατο. ἐκάθητο. Εἴκαθεν. ὑπετάττετο. — Ἐπίῤῥημα. —Εἰρηναίως. φιλικῶς. ἦσαν γὰρ εἰρηναίως ἐσταλμένοι, ἄνευ δορυφόρων ἄγοντες τὴν ἱερουργίαν. Εἰς ὅτε δή. ἕως ἄν. Εἰ. σύνδεσμος. ὡς τὸ, εἴ σφιν εἰς ἑαυτούς. Εἰδημονικῶς. ἐμπείρως. Εἴδʼ ἄγε νῦν. διὸ δή. Εἴθαρ. ἀντὶ τοῦ εὐθέως. ἀπὸ τοῦ εὐθὺς εὔθαρ καὶ εἴθαρ. Εἰκαίως. ἀντὶ τοῦ μάτην. καὶ εἰκῆ. παρὰ τὸ εἴκω γέγονεν. Εἰκότως. πρεπόντως. καὶ εἰκὸς τὸ πρέπον, τὸ ἀκόλουθον, τὸ εὔλογον. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ τάχα. ἔστι δὲ μετοχὴ οὐδετέρου. ἀπὸ τοῦ εἴκω εἰκὼς καὶ τὸ οὐδέτερον εἰκός. καὶ ἐχώρησεν εἰς ἐπίῤῥημα. σύντονον. Εἰλαδόν. κατὰ συστροφήν. καὶ εἰληδόν. Εἰνάνυχες. ἐπὶ ἐννέα νύκτας. Εἵνεκα. ἀντὶ τοῦ χάριν. πόθεν τὴν ἐπέκτασιν ἔχει; ἰστέον, ὅτι ἔκτασις μὲν ἡ ἐν φωνήεσι γινομένη· ἐπέκτασις δὲ ἡ ἐν στοιχείοις. τὴν δὲ ἐπέκτασιν εἰώθασι λέγειν τὴν κατὰ τὸ τέλος· τοιόσδε· τοσόσδε. ἔκτασις· ἕνεκα, εἵνεκα. Εἰ μή τι. ἀντὶ τοῦ πλήν. οὕτως Πλάτων ἐν τῷ Ἀλκιβιάδῃ ἐχρήσατο· εἰ μή τις σου ἐραστὴς ἐντυγχάνει. Εἴσω καὶ ἔσωθεν. ἀπὸ τῆς ἐξ προθέσεως γίνεται ἔξω, καὶ ἀπὸ τῆς πρὸ πρόσω· οὕτω καὶ ἀπὸ τῆς εἰς εἴσω. Εἶτα. μετὰ ταῦτα. ὥσπερ ἀπὸ τοῦ δὴ δῆτα, οὕτω καὶ ἀπὸ τοῦ ει εἶτα. Εἰρηκώς. εἰπών. Τὸ Ε μετὰ τοῦ Κ. — Ἀρσενικόν. —Ἑκατοστιαῖος τόκος. ὁ τοκιζόμενος εἰς δώδεκα νομίσματα τὰ ἑκατὸν νομίσματα. Ἑκάεργος. τοξότης, ἢ ὁ ἕκαθεν ἔργων, ὅ ἐστι μαχόμενος, ἢ ὁ ἑκατέρωθεν εἴργων καὶ κωλύων τοὺς πολεμίους. οἷον· —ἑκάεργος Ἀπόλλων. ἔργον γὰρ τὴν μάχην οἶδεν Ὅμηρος καλεῖν. ἢ ὁ πόῤῥωθεν ἐργαζόμενος. Ἕκαστος. παρὰ τὸ ἕκατος. ὁ μὴ πέλων ἐγγὺς, οἷον κεχωρισμένος καὶ μὴ συλλήβδην ὢν πρὸς ἕτερον. ἐπιμερίζοντες τὸ πλῆθος φασὶν ἑκάτερος ἕκαστος. Ἕκατος. ὁ ἥλιος. ἐκ τοῦ ἑκὰς, ἕκατος. εὖ εἰδὼς ἀγόρευε θεοπροπίας Ἑκάτοιο. Ἑκατηβόλος καὶ ἑκατηβελέτης. ὁ τοξότης. Ἀπόλλωνος, ἑκατηβελέταο ἄνακτος. τοῦ μακρόθεν βάλλοντος καὶ ἐπιτυγχάνοντος. παρὰ τὸ ἑκὰς καὶ τὸ βέλος γίνεται ἑκαβελέτης, καὶ πλεονασμῷ τῆς τη ἑκατηβελέτης, ὡς ἔτυμος ἐτήτυμος. ὁ ἕκαθεν βάλλων τοξότης. Ἐκ καταλόγου. τῶν εἰς στρατιώτας τελούντων. Ἐκβιβαστής. δοκιμαστής. Ἐκ γειτόνων. ἀντὶ τοῦ γειτνιῶσαν. ἐκ γειτόνων τῆς μεγαλοφροσύνης παροικοῦσαν τὴν ἀλαζονείαν ἐκφεύγει. Ἔκδημος. ὁ ἀπόδημος. Ἔκδηλος. ὁ φανερός. Ἔκδικος. ὁ τὴν ἀλήθειαν ἐκδικῶν. ἔκδικος καὶ ὁ ἔξω τοῦ δικαίου. Ἐκ δυοῖν. ἐκ δύο. Ἐκ γενετῆς. ἐκ τῆς γεννήσεως. Ἐκεῖνος. παρὰ τὸ ἑκὰς ἐπίῤῥημα, ὃ σημαίνει τὸ πόῤῥωθεν. τὴν γὰρ πόῤῥω δεῖξιν σημαίνει. καὶ οἱ Δωριεῖς κῆνος αὐτὴν φασὶ καὶ τῆνος, ἀντιδιαστέλλοντες αὐτὴν ἐπὶ τῆς πλησίον δείξεως. εὑρίσκεται μέντοι, φησὶν Ἀπολλώνιος, καὶ τὴν τῆνος ἐπὶ τῆς πόῤῥω δείξεως. Ἑκηβόλος. ὁ Ἀπόλλων. ἀπὸ τοῦ βάλλειν ἑκὰς καὶ μακρόθεν. Ἐκκήρυκτος. ὁ ἀπόβλητος. Ἕκηλος. ὁ ἥσυχος. παρὰ τὸ ἑκὰς ἕκαλος καὶ ἕκηλος. παρὰ οὖν τὸ ἕκηλος γίνεται εὔκηλος. ἢ παρὰ τὸ εἴκω τὸ ὑποχωρῶ, ἡσυχάζει γὰρ ὁ ὑποχωρῶν. ἢ παρὰ τὸ ἀκὴν ἄκηλος καὶ ἕκηλος, ἵνʼ ᾖ ὁ ἥσυχος. ἢ παρὰ τὸ ἑκὼν ἕκηλος. Ἐκλογεῖς. οἱ ἐκλέγοντες. Ἐκνεφίας. ἄνεμος οὕτω καλούμενος, ὃς λίαν σφοδρῶς πνέει. παρὰ τὸν γνόφον. οἱονεὶ ὁ νέφη συνάγων καὶ ἐξ αὐτῶν κινούμενος. ὁ ἄνωθεν κατιὼν καὶ ἕτερος ὢν παρὰ τοὺς ιβ, ὥσπερ καὶ ὁ τυφών. οὗτοι δέ εἰσι βλαπτικώτατοι λίαν, οἷον κεραύνιοι ὄντες. Ἔκπαγλος καὶ ἔκπλαγος. ὁ καταπληκτικός. παρὰ τὸ πέλαγος· φοβερὸν γὰρ τοῖς πλέουσιν· ἐκπέλαγος, καὶ κατὰ συγκοπὴν ἔκπλαγος καὶ ἔκπαγλος. Ἐκποίητος. ἀποκηρύκτου διαφέρει, ὅτι ὁ ἀποκήρυκτος ἐπὶ κολάσει ἐκβάλλεται, ὁ δὲ ἐκποίητος ὑπὸ τοῦ φύσει πατρὸς δίδοται εἰς ἕτερον οἶκον πρὸς θέσιν. Ἔκπτωτος. ὥσπερ λέγεται ἔκβιος ὁ ἐστερημένος τοῦ βίου, καὶ ἐξούσιος ὁ ἐστερημένος τῆς οὐσίας, οὕτως καὶ ἔκπτωτος ὁ ἐστερημένος τῆς πτώσεως. Ἐκπλαγεῖς. ἐκπλήξεως ἔμπλεοι. ἐκπλαγεῖς δὲ γενόμενοι οἱ Λίβυες διὰ τὸ παράδοξον. Ἐκ ποδὸς εἵπετο κατόπιν. ἀντὶ τοῦ σύνεγγυς. Ἐκ πολλοῦ. ἐκ παλαιῶν τῶν χρόνων. Ἔκσπονδος. ὁ τὰς σπονδὰς καὶ τοὺς ὅρκους παραβαίνων καὶ μὴ φυλάττων. ὁ τοίνυν τοὺς ὅρκους ἐκσπόνδους ποιήσας. Ἐκ συγκειμένου. προϋπηργμένου, προγεγυμνασμένου. τότε δὲ εἰς τάξιν τινὰ ὥσπερ ἐκ συγκειμένου κατέστησαν. Ἑκταῖος. ὁ ἕκτος. Ἐκτεύς. μέτρον ἐστὶν, ὁ ταυτόν ἐστι τῷ χοίνικι. οἶσθʼ οὖν ἀπολωλεκυῖα πυρῶν ἐκτέα—. τουτέστι τριώβολον. Ἐκτῆνες. οὕτως ὠνομάζοντο οἱ Βοιωτοί. Ἔκτιμος καὶ ἐκτίμους. ἔξω καὶ ἐκτὸς τιμῆς. ἐκτίμους ἔχουσα πτέρυγας ὀξυτόνων γόων. Ἐκτομίας. ὁ εὐνοῦχος. Ἐκ τοῖο. ἐκ τούτου. Ἐκτόπιος. ἀπὸ ξένου τόπου. ἐκτόπιος συθείς ὅ ἐστιν ὁρμήσας. Ἐκτοπισμός. ἡ πόῤῥω διαγωγή. οἱ δὲ φοβούμενοι τὸν εἰς Ἰταλίαν ἐκτοπισμὸν ἐν ταῖς ὁδοιπορίαις διεδίδρασκον. Ἐκτιναγμός. ὅταν ἀναῤῥιπτῆται μετὰ κινήματος ἡ γῆ. Ἐκ τῶν παρόντων. ἐκ τῶν φθασάντων. νικώμενοι οὖν ἐκ τῶν παρόντων ἄκος αἰτοῦσι παρὰ τοῦ θεοῦ. Ἐκτραορδιναρίους. Ῥωμαϊκὴ ἡ λέξις. δηλοῖ δὲ τοὺς ἐπιλέκτους. Ἑκυρός. ὁ πενθερός. παρὰ τὸ εἰς αὐτὸν τὴν νύμφην ἄγειν ἢ τὴν κόρην. ἢ παρὰ τὸ δέχω, δεχυρὸς, καὶ ἀποβολῇ τοῦ δ καὶ τροπῇ τοῦ χ εἰς κ ἑκυρός. ἢ παρὰ τὸ κύρω, τὸ ἐπιτυγχάνω, κυρὸς καὶ πλεονασμῷ τοῦ ε ἑκυρός. Ἔκφορος. παράφορος, μαινόμενος. αἰσθάνομαι γινόμενος ὑπὸ τοῦ πάθους ἔκφορος. Ἔκφρων. ἐξεστηκὼς, παραπαίων, ἔξω φρενῶν. ὁ δὲ ὑπὸ μέθης ἔκφρων γενόμενος. Ἔκφυλος. ξένος, παρηλλαγμένος, ἀήθης, ἀλλόφυλος. ὀθνεῖος καὶ πάντη ἔκφυλος. Ἔκκοπος. κατάκοπος. ὁ δὲ διανύσας σταδίους τετρακοσίους καὶ γενόμενος ἔκκοπος ἐπέμεινεν. Ἐκπαθεῖς. ὑγιεῖς, ἐκτὸς πάθους. ἵνα μὴ ὦσιν ἔκδιψοι, ἀλλʼ ἐκπαθεῖς καὶ κεκαινοποιημένοι. Ἐκ παραλλήλου. ἐξ ὁμοίου. Ἐκνόμοις. παρανόμοις. Ἑκτέον. κρατητέον. Ἐκ τιτύμνων. ἐκ μικρᾶς ἡλικίας. Ἐκφάντορες. κυρίως οἱ τῶν μυστηρίων τὰ ἄῤῥητα συμβολικῶς ἀναφαίνοντες. — Θηλυκόν. —Ἑκάβη. κύριον ὄνομα. ἡ ἕκαθεν βεβηκυῖα. ὁ γὰρ πατὴρ Δύμας Φρὺξ Πριάμῳ εἰς Ἴλιον ἐξέδοτο. ὅθεν Πρίαμος Φρυξὶ σύμμαχος· ἤδη καὶ Φρυγίην εἰσήλυθα. Ἑκατόμβη. θυσία γινομένη ἐξ ἑκατὸν βοῶν. Ἐκ καταλήψεων. ἐξ ἐφευρέσεων. Ἐκ γειτόνων. ἀντὶ τοῦ γειτνιῶσαν. ἐκ γειτόνων τῆς μεγαλοφροσύνης παροικοῦσαν τὴν ἀλαζονείαν ἐκφεύγει. Ἔκδοσις. τὸ ναυτικὸν δάνεισμα, οἱονεὶ ἔξω δόσις. οὕτω καὶ Δημοσθένης. Ἐκδιαίτησις. τρυφή. ὁ δὲ τρυφαῖς μαλακαῖς καὶ ἐκδιαιτήσεσι διαλυθεὶς ἐπανῄει. Ἔκδεια. ἡ κεχρεωστημένη λοιπὰς καὶ ἡ ἑκούσιος στέρησις τῶν χρημάτων. ἔνδεια δὲ ἡ ἀκούσιος. Ἐκδοχή. ἀναμονή. Ἐκεχειρία. ἄνεσις, ἀνοχὴ πολέμου. παρὰ τὸ ἔχω καὶ ἀπέχω γίνεται ἐχεχειρία, καὶ τροπῇ τοῦ χ εἰς κ ἐκεχειρία. Ἔκζεσις. ἡ ἔκβρασις. Ἐκκήρυκτον. ἀπόβλητον. ἐκκήρυκτον ταύτην ἐποίησαν. καὶ ἐξεκήρυξαν ἀντὶ τοῦ ἀπεσκοράκισαν. Ἐκθυμία. προθυμία. Ἔκθεσμον. παράνομον. ἔκθεσμον ἁμαρτίαν πεποιήκεσαν. Ἐκλειπία. ἡ συγχώρησις. ἄδικον ἡγεῖτο τὴν ἐκλειπίαν. Ἐκλιμίαν. τὴν ἀχορτασίαν. Ἐκλογιστίαν. ἀρίθμησιν. καὶ ἐκλογιζόμενος τὸν στρατόν—. Ἔκκλητος. ἣν ἂν ἐκκαλῇ τὶς εἰς τὸ κριθῆναι, δηλονότι τὴν πρώτην οὐ στέργων κρίσιν, ὡς πρὸς ἔχθραν κρινάσης ἢ πρὸς χάριν. ἐξῆν δὲ τοῖς μὲν ξένοις ἐκκαλεῖσθαι, τοῖς δὲ πολίταις οὐκέτι. Ἐκκλησίαν. συναγωγὴν ὄχλου. ἐκκλησία δʼ οὐχὶ διὰ πλοῦτον γίνεται, ἐκκλησιάζομεν γὰρ ἢ τὶ τῶν ἰδίων σῶσαι βουλόμενοι. καλεῖ δὲ καὶ ὁ Χριστὸς σῶμα ἑαυτοῦ τὴν ἐκκλησίαν, καὶ διὰ ταύτης ἱερατεύει ὡς ἄνθρωπος· δέχεται δὲ τὰ προσφερόμενα ὡς θεός. Ἐκκλήσεις. αἱ ἐκκαλήσεις. πρόδηλος γὰρ ἐγένετο φυγὴ καὶ τῶν ὑπεναντίων ἐκκλήσεις πρὸς ἐπίθεσιν. Ἐκμαρτυρία. διαφέρει τῆς μαρτυρίας. ὅτι ἡ μὲν τῶν παρόντων ἐστὶν, ἡ δὲ ἐκμαρτυρία τῶν ἀπόντων. Ἐκ μεταβολῆς. ἤτοι ἐκ μεταμελείας. οἱ δὲ μετὰ ταῦτα ἐκ μεταβολῆς ὡς ἐπʼ Ὀλυμπίας. Ἐκκομιδή. ἡ ἐκφορά. Ἑκουσιότης. νοὸς αὐτεξουσιότης καὶ αὐτοκινησία πρὸς τὸ αἱρετόν. Ἐκ περινοίας. ἐξ ἐπινοίας. Ἔκπληξις. ἀσυνεσία καὶ φόβος ἐξ ἀσυνήθους φαντασίας. Ἐκπνοή. ἔξοδος πνεύματος ὑπὸ συστολῆς πνεύμονος διὰ ψύξιν τοῦ ἐν ἡμῖν θερμοῦ. Ἐκπλαγοῦς καὶ ἐκπαγλοῦς. ἐκπληκτικῆς, θαυμαστικῆς. Ἐκ περιουσίας. ἐκ περιττοῦ. ἐκ περιουσίας λέγει. Ἐκ περιτροπῆς. ἐξ ἀποστροφῆς· ἐκ νίκης. Ἐκ προσαγωγῆς. ἀντὶ τοῦ πρὸς ἀνάγκην καὶ οὐκ ἐκ φύσεως οὐδὲ ἁπλοϊκῶς. Ἔκρηξις. ἡ κραυγή. Ἔκστασις. φρενῶν ἀποβολὴ, καὶ ὁ θαυμασμὸς καὶ ἡ ἀλλοίωσις. ἔστι δὲ καὶ ἁμαρτία. Δαβίδ· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου. Ἔκτοπος. παρηλλαγμένη, ἀφόρητος. τοῖς δὲ Κέλτοις παρέστη ἔκτοπος ἡλίκη πρὸς τὸ παράδοξον ὀργή. Ἐκ τῆς ὀσφύος. ἐκ τοῦ σπέρματος. Ἑκυρά. ἡ πενθερά. Ἐκφανεστάτας. πάνυ λαμπράς. ἐκφανεστάτας ἔχει τὰς ἀρχὰς ἢ τὰς χαράς. Ἐκφαντορία. δήλωσις, θεολογία. Ἔκφανσις. φανέρωσις. Ἐκφορά. ἡ ταφή. ἀπὸ τοῦ φέρεσθαι ἐπὶ τὸ μνημεῖον. Ἐκ φύσεως. ἀπὸ γεννήσεως καὶ οἰκείας γνώμης. Ἔκφυσιν. βλάστησιν, γονήν. Ἐκ φθορᾶς. ἐκ θανάτου. Ἔκφρασις. ἐπιθυμία, δήλωσις. Ἐκ χειρὸς βοηθεῖν τοῖς πράγμασιν. ἀντὶ τοῦ μετὰ πάσης ἐπιμελείας. Ἑκάτη. ὄνομα θεᾶς. οἱονεὶ ἑκάστη τὶς οὖσα καὶ εἰς ἕκαστα παραλαμβανομένη καὶ πανταχοῦ βοηθοῦσα. Ἑκατόμβη. ἡ γινομένη θυσία διὰ βοῶν ἑκατόν. τὸ δὲ ἑκατὸν παρὰ τὸ ἔχω, ἐχατὸν καὶ ἑκατὸν, ἢ παρὰ τὸ ἥκειν καὶ φέρειν δέκατον ἀριθμόν. Ἐκκοπήν. τὴν τυχοῦσαν ἀναβολήν. καὶ ὁ Ἀπόστολος· ἵνα μὴ ἐκκοπήν τινα δῶμεν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ. εὐαγγέλιον δὲ τὸ κήρυγμα λέγει. Ἔκβασιν. τὴν πλήρωσιν. τὴν παῦσιν. ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν. — Οὐδέτερον. —Ἐκδεές. ἀτελὲς, ἐλλιπές. Ἐκ διαμέτρου. τὰ πλεῖστον ἀλλήλων διεστηκότα ἢ τὰ ἄκρα καὶ μείζονα διαστήματα, οἷον ὅταν ὁ ἥλιος ἐν τῷ ἀνατολικῷ ὁρίζοντι ὑπάρχῃ καὶ ἡ σελήνη ἐν τῷ δυτικῷ. Ἔκδικον. ἐπὶ δικαίου καὶ ἀδίκου λέγεται. Ἔκδοτον. προδεδομένον. Ἐκδοχεῖον. τὸ ταμιεῖον. γράφεται καὶ ταμεῖον. Ἔκθετα. ἐκριπτούμενα. ἔκθετα βρέφη. Ἐκμαγεῖον. σφραγὶς, ἐκτύπωμα. ἐκ τοῦ μάσσω γίνεται μάγος ὁ ἀπομασσόμενος πάντα τὰ τοῦ μάγους δεκτικά. μαγεῖον καὶ ἐκμαγεῖον, ὡς διδάσκαλος διδασκαλεῖον, καὶ πάσσαλος πασσαλεῖον, καὶ ἰατρὸς ἰατρεῖον. Ἐκμαρτυρίῳ. διαμαρτυρίῳ. οὐκ ὤκνησαν καὶ δευτέρῳ διαμαρτυρίῳ χρήσασθαι. Ἐκμελές. ἠμελημένον. ὁ δὴ βῶνος οὐκ ἐς τὸ ἐκμελὲς οὐδὲ ἐς τὸ ῥαθυμώτερον ἐτράπη ὁ νοῦς αὐτοῦ. Ἐκπρεπές. λίαν ὡραῖον. Ἐκ παραλλήλου. ἐξ ἰσότητος, ἐξ ὁμοίου. Ἔκπυστον. φανερόν. καὶ εἰς πολλοὺς ἐξάκουστον. Ἔκπωμα. ποτήριον, φιάλη. Ἔκπλεα. πλήρη. ἐσθῆτας δὲ καὶ τὰ ἐπιτήδεια ἔκπλεα παρεῖχεν. Ἔκπλυτον. ἐξίτηλον, ἀσθενές. Ἐκ λεχέων. ἐκ τῶν κοιτῶν. Ἐκλογεῖον. ἡ ἐκλογάς. Ἔκνοον. ἀνόητον. μωρόν. Ἑκούσια. τὰ ἀφʼ ἡμῶν γινόμενα, μηδενὸς ἔξωθεν ἀναγκάζοντος. Ἔκκριτον. τὸ ἐκλελεγμένον. Ἐκρήγματα. τὰ ἐκ τῶν χειμάῤῥων γινόμενα ἐν τοῖς πεδίοις κοιλώματα. Ἐκ συγκειμένου. προϋπηργμένου. προγεγυμνασμένου. τότε δὲ καὶ εἰς τάξιν τινὰ ὥσπερ ἐκ συγκειμένου κατέστησαν, καὶ ἐν κόσμῳ τὸν ἀγῶνα ἐποίησαν. Ἐκσφράγισμα. τὸ ἐκτύπωμα. Ἐκτύπωμα. ὁμοίωμα. Ἐκτενές. ἐπιμελές. ἔργον δʼ ἦν αὐτῷ ἐκτενές. Ἔκτρωμα. ἀποβολὴ γυναικός. Ἐκ τοὔμπαλιν. ἐκ τοῦ ἐναντίου. Ἐκ τιμημάτων. τέσσαρα Ἀθήνῃσι τιμήματα ὑπὸ Σόλωνος γέγονε· πεντακοσιομεδίμνων, ἱππέων, ζευγιτῶν καὶ θητῶν. Ἐκ τιτυμνῶν. ἐκ μικρᾶς ἡλικίας. Ἔκτοπα. ξένα. Ἐκτόπια. τὰ κεχωρισμένα. ἐκτόπια πολισμάτια τῶν γραφομένων καὶ παραγγελλομένων. Ἐκ τοῦ παραχρῆμα. ἐκ τοῦ αὐτομάτου. Ἐκτυπώτερον. φανερώτερον. Ἔκφυλα. ξένα, ἀλλότρια. ἀλλόφυλα. Ἑκκαιδεκάδωρα. παλαιστῶν ἑκκαίδεκα. δῶρον γὰρ ἡ παλαιστή. Ἔκτρωμα. ἢ ὡς ἐξάμβλωμα. καὶ ἀμβλωθρίδιον. ὁ ἐν πᾶσι τέλειος Παῦλος ὡς ἀτελῆ ἐν ἀποστόλοις καὶ μὴ μορφούμενον τῇ κατὰ Χριστὸν πίστει ἀπʼ ἀρχῆς, ἔκτρωμα φησὶν ἑαυτόν· ὡς περιττῷ ἐκτρώματι ὤφθη κᾀμοί. Ἔκφυμα. ἐξάνθημα. — Ῥῆμα. —Ἐκκακῶ. ἀπειροκακῶ. πλειστάκις τοῦτο ποιῶ. Ἐκκαλεῖται. προσκαλεῖται. βουλόμενοι ἐκκαλεῖσθαι τὴν ὁρμὴν αὐτοῦ. Ἐκκαλούμενοι. προσκαλούμενοι, ἢ προθυμοποιούμενοι. εἴτε τὴν καθʼ αὑτῶν ἐκκαλούμενοι διαβολήν. Ἐκάθιζε καὶ καθίει. ἐπεχείρει, ἐνέβαλεν, ἔπεμπεν. Ἐκάπυσεν. ἐκ τοῦ κάπω, τὸ πνέω, ἀφʼ οὗ καπύω, καπύσω. ὡς ἀφύω, ἀφύσω. οἶνον δὲ φθινύουσιν ἐξαφύοντες. Ἐκκαρπωσάμενοι. προσόδους μεγάλας λαβόντες. Ἐκκαλέσασθαι. παραθῆξαι. παρορμῆσαι. Ἐκαπήλευσεν. ἐδόλωσεν. Ἐκαρπώσαντο. μετειλήφασιν. οἱ ἡττηθέντες φυγῇ ἐκαρπώσαντο τὸ εἶναι. Ἐκκαυλίζων. ἀποκλῶν, ἀποσπῶν. ἐκ μεταφορᾶς τῶν τοὺς καυλοὺς τῶν λαχάνων ἀνασπώντων. Ἐκαλαμήσαντο. ἀπεθέρισαν. Ἐκάκωσαν. ἠρέμωσαν. Ἐκαραδόκει. προσεδόκει. ἐκαρτέρει. ἀπεσκόπει. Ἐκβρασθέν. ἐκριφέν. λέγεται δὲ ἐπὶ τῶν ἐκ τῆς θαλάσσης ἐκριπτουμένων. Ἐκβεβόλισται. ἐξορώρυκται. Ἐκβιβάσας. ἐξαγαγών. Ἐκβακχευθείς. ἐκμανείς. Ἐκβληθήτωσαν. διωχθήτωσαν. Ἐκγαμηθῆναι. ὅταν εἰς ἕτερον γένος ἐκδοθῇ παρθένος οἱονεὶ τοῖς μὴ προσήκουσι, τοῦτο ἐκγαμεῖσθαι λέγεται. Ἐκγεγάμεν. Ὅμηρος· εὔχεται ἐκγεγάμεν— ἀπὸ τοῦ γεγενῆσθαι. ἀπὸ τοῦ γῶ, γήσω, γέγημι ἀπαρέμφατον γεγάναι, καὶ δωρικῶς γεγάμεν, ὡς τιθέναι, τιθέμεν. Ἐκδικάσασθαι. ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ δικάσασθαι. Ἔκδεξαι. ἀντὶ τοῦ ἀληθεύων οὐ ψεύδομαι. πίστευσον ὑποσχομένῳ τῷ δούλῳ σου. αὐτὸς ἐγγυητὴς γένου τῆς ἐμῆς ὑποσχέσεως. ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν. Ἐκδέξασθαι. οὐκ ἐπὶ τοῦ ἀναμεῖναι, ἀλλʼ ἐπὶ τοῦ ἀναδέξασθαι καὶ ἀναλαβεῖν. Ἐκδέχεσθαι. ἀπείργειν, κωλύειν. γέῤῥα τὲ παρατεταγμένα ἦν εἰς τὸ ἐκδέχεσθαι τὰ τῶν βαρβάρων τοξεύματα. Ἐκδέχῃ. νοεῖς, ὑπολαμβάνεις. οὐκ ὀρθῶς, ὦ στρατηγὲ, τοὺς ἡμετέρους ἐκδέχῃ λόγους. Ἐκδιαιτηθῆναι. διαπραθῆναι. Ἐκδιῄτησε. κακῶς διῴκησε. κακῶς οἰκονόμησεν. Ἐκδειματοῦνται. ἐκφοβοῦνται. Ἐκδημεῖν. ἀποδημεῖν. εἰς ὅνπερ τόπον οὐκ ἦν πρότερον. Ἐκεύθαινον. ἔκρυπτον. Ἐκερουτίας. τὴν κεφαλὴν ἀνέτεινες δίκην τῶν κερατοφορούντων ζώων. δηλοῖ δὲ καὶ τὸ γαυριᾷν. ὡς ἔλαφος, φησὶν, ἠνάλλου τοῖς κέρασιν· ἀνωρτάλιζες κᾀκερουτίας. Ἐκκεκυμασμένους. ὑπὸ τῶν κυμάτων ἐκβρασθέντας. Ἐκεράϊζον. κατέτρεχον. ἐληΐζοντο. ἐπόρθουν. Ἐκκεχιλωμένην. ἐψευσμένην, ἢ κεχερσωμένην· ὅτι ὁ χιλὸς ἐν χέρσῳ φύεται· τοῦτο δέ ἐστι χόρτος. δρῶ δὲ ταύτην ἐκκεχιλωμένην, οἷον ἐξημελημένην. Ἐκκεκωφέαται. ἀπὸ τοῦ κωφῶ, κωφήσω, κεκώφηκα, κεκώφημαι, κεκώφηται, καὶ Ἰακῶς κεκωφέαται καὶ ἐν συνθέσει ἐκκεκωφέαται. καὶ παραβλάπτεται. Ἐκέκλετο. ἀπὸ τοῦ κέλλω, ἐκέλλετο καὶ ἐκέκλετο. σημαίνει δὲ τὸ προσέταξεν. Ἐκκεκόλαπται. ἐγγέγλυπται. Ἔκαινον. ἔκοπτον. Ἐκκαίομαί σου. ἐρῶ σου. Ἐκζωπυρῆσαι. ἀνάψαι. κυρίως δὲ τὸ ἐκ μικροῦ φυσῶντα μεγάλην φλόγα κινῆσαι. ἡ μεταφορὰ ἀπὸ τῶν ἀνθράκων. Ἔκῃαν. ἔκαυσαν. καὶ ἔκῃα ἀντὶ τοῦ ἔκαυσα καὶ ἔθυσα. ἐκ τοῦ καίω, καύσω, ἔκαυσα· ἀποβολῇ τοῦ ς καὶ ἐκτάσει τοῦ αυ εἰς η ἔκηα. Ἐκήκιεν. ἀνεφέρετο. Ἐκήλει. ἔθελγε. σὺν ἡδονῇ ἔτερπε. κηλῶ γὰρ τὸ ὑπʼ αὐλὸν ἥδομαι. οὕτω μὲν ὁ κατάρατος συνήθως τὸν ἄνθρωπον ἐκήλει. Ἐκηριώθην. ἐσκοτώθην. καὶ διὰ τὸ δέος κήρινος ἐγενόμην. Ἐκήδευσαν. κατʼ ἐπιγαμίαν συνήφθησαν. σημαίνει δὲ καὶ τὸ ἐνταφιάζειν. Ἐκθειάσαι. θαυμάσαι. Ἐκθηλύνειν. χαυνοῦν. Ἐκθορεῖν. ἐκδραμεῖν. Ἔκθορεν. ἐξεπήδησεν. Ἐκθρώσκειν. ἐκπηδᾷν. Ἐκθύσασθαι. ἐξιλεώσασθαι. ἐκμειλίξασθαι. Ἐκθεατρίζουσιν. ἐκπομπεύουσιν. ἐκφαυλίζουσιν. ἐξελέγχουσιν. ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρισίαν. Ἐκίσσησεν. ἐν γαστρὶ συνέλαβεν. Ἔκλαγξαν. ποιὸν ἦχον τὰ τόξα ἀπετέλεσαν. ἔστι ῥῆμα πεποιημένον κλάζω, ὁ μέλλων κλάγξω, ὁ πρῶτος ἀόριστος ἔκλαγξα. Ὅμηρος· ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ— ὅ ἐστιν ἤχησαν. Ἐκλεγόμενος. προκρίνων. Ἐκλέγοντες. ἀπαιτοῦντες. Ἐκληδονίζετο. ἐμαντεύετο. Ἐκληπτέον. δεῖ λαμβάνειν. Ἐκλελάκτικεν. ἀποβέβληκεν, ἀπέφυγεν. Ἐκκλείουσι. κωλύουσι. ἐπεὶ τὸν Φίλιππον ἐκκλείουσιν οἱ καιροί. Ἐκκλησιάζων. εἰς ἐκκλησίαν συγκαλῶν. ἡνίκα ἐκκλησιάζων ἐδίδου τὸ παράγγελμα. Ἐκκλητεύειν. τὸ εἰς κρίσιν ἄγειν. Ἐκκλητευθῆναι. τῶν ἐγκαταλιπόντων μαρτυρίαν τὰ ὀνόματα ἐν τῷ δικαστηρίῳ κηρύσσεται· ὅπερ ἔλεγον ἐκκλητευθῆναι. Ἐκκλήτευσεν. ἐγκάλεσεν. Ἐκκλητικῶς. ἐκκαλούμενος. Ἐκλογιζόμενος. ἀριθμῶν. καὶ ἀντὶ τοῦ διανοούμενος. τὸ πλῆθος τοῦ στρατοῦ ἐκπείρως καὶ φρονίμως ἐκλογιζόμενος. Ἐκλώζετο. κλωσμὸν ἔλεγον τὸν γενόμενον ἐν τῷ στόματι ψόφον, ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶντο τῶν ἀκροαμάτων ὧν οὐχʼ ἡδέως ἤκουον. Ἐκμαγῆσαι. ἐκτυπῶσαι. Ἐκμαρτυρεῖν φασὶ τὸ λέγειν οὐχʼ ἅπερ αὐτὸς εἶδεν, ἀλλʼ ἅπερ ἑτέρων ἤκουσε λεγόντων. ἐκμαρτυρία δὲ γεγραμμένη ἀναγινώσκεται, ὅτάν τις ἢ τελευτήσας ἢ ᾖ ὑπερόριος. Ἐκμηρυομένους. ἀναλεγομένους. δυσχερῶς ἐκμηρυομένους καὶ μακρῶς τὰς δυσχωρίας. Ἐκμηρυσάμενος. ἐξελκύσας, ἐπεκτείνας. ἀπὸ μεταφορᾶς τῶν μηρυμάτων. ὁ δὲ ἐκμηρυσάμενος τὴν δύναμιν ἐκ τῶν δυσχωριῶν κατεστρατοπέδευσεν. Ἐκμηχανώμενος. κατασκευάζων. Ἐκμυζήσας. ἐκπιέσας. ἐκθλίψας. Ἐκμειλίσσω. καταπραΰνω. Ἔκμολες. ἐξῆλθες. Ἐκληροδότησεν. ἐχαρίσατο κληροδοσίαν. Ἐκνάπτετο. ἐξύετο, ἐδαπανᾶτο. Ἐκνενέμηται. διαμεμέρισται. Ἐκνευρίσας. ἀδυνάτους καταστήσας. ἵνα πολλὴν δύναμιν τῆς Ῥώμης ἐκνευρίσῃ. Ἔκνιξεν. ἔδακνεν. ἀπὸ τῆς πόας. Ἡρόδοτος. Ἔκνισεν. ἐκίνησεν, καθήψατο. ἔρως ἔκνιζε τῆς παιδός. Ἔκνυεν. ἔξυεν ἠρέμα. παρὰ τὸ κνᾷν. Ἀριστοφάνης· οὗτος πόθῳ μʼ ἔκνυεν ἐλθὼν τὴν θύραν. Ἐκκορηθῆναι. ἐκκαλλυνθῆναι. τὸ γὰρ κορεῖν καλλύνειν καὶ σαίρειν λέγεται παρὰ τοῖς Ἀττικοῖς. Ἐκκορυφώσω. δύναται μὲν ἀκούεσθαι ἀνακεφαλαιώσομαι, οἷον κορυφὴν ἐπιθήσω· δύναται δὲ καὶ οὕτως. ἕτερόν σοι λόγον ἐκκορυφώσω, ἤτοι ἀπάρξομαι. ἐπεὶ ἡ κορυφὴ ἀρχὴ τίς ἐστι τοῦ σώματος. Ἐκορύνετο. ὑψοῦτο, ἐκορυφοῦτο. Ἐκολάφισαν. ἐβασάνισαν. ἢ τοῖς ὀφθαλμοῖς πανίον ἐπέθηκαν. οὕτως εὗρον ἐγὼ τοῦτο. Ἐκονδύλιζον. τοῖς δακτύλοις ἔκοπτον. Ἐκόπασεν. ἔπαυσεν. Ἐκολλόπωσεν. κόλλῃ συνήρμοσεν. ἀπὸ γὰρ τοῦ νωτιαίου κόλλοπος καὶ δέρματος ἑψομένου ἐγένετο ἡ κόλλα τῶν βοῶν, ὅθεν καὶ ᾧ ἐπιτείνουσι τὰς χορδὰς, κόλλοψ λέγεται. Ἐκόησεν. ἐνόησεν. Ἰακῶς, παρὰ Καλλιμάχῳ. Ἐκκοκκίσας. ἐρημώσας. ἀπὸ μεταφορᾶς τῶν ῥοιῶν τῶν τοὺς κόκκους ἐκβαλλουσῶν. Ἀριστοφάνης· Ὦ Ζεῦ— Λήσεις σεαυτοῦ τὰς πόλεις ἐκκοκκίσας. Ἐκολάβησας. προσέκρουσας. παρὰ τὸ ἐπὶ κόλαις βαίνειν. κόλα δὲ ἡ γαστήρ. ἢ ἔθραυσας. ἀπὸ τοῦ κολλάβου, ὅ ἐστι ψωμός. Ἐκολώα. ἐθορύβει. Ἐκκορακίζειν. ἀποδιώκειν. Ἐκκορηθείης. παντελῶς ἀφανισθείης. Μένανδρος· ἐκκορηθείης σύ γε. Ἐκορίζετο. ὑπεκορίζετο. εὐμορφωτέροις ἐχρῆτο λόγοις. ἢ ἐκολάκευεν. Ἀριστοφάνης· τοῦτον τὸν υἱὸν λαμβάνουσʼ ἐκορίζετο. Ἐκορωνία. ἐγαυρία. ἐκορωνία καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας. Ἐκουρία. ἐδέετο κουρᾶς. Ἑκουσιάζομαι. προσφέρω. Ἐκκόψαντες. πηρώσαντες, τυφλώσαντες. ἐκκόψαντες αὐτοὺς τοὺς ὀφθαλμούς. Ἐκκόψαι. νικῆσαι. οὕτως Ἄλεξις. καὶ ἐπὶ τοῦ πηρῶσαι τὸν ὀφθαλμόν. καὶ ἐξεκόπη ἐπὶ τοῦ ἐπηρώθη. Ἐκπαγλούμενοι. ἐκπληττόμενοι, θαυμάζοντες. ἐν εἰρήνῃ ἔμενον ἐκπαγλούμενοι τὸν Ἡρακλέα. Ῥωμαίοις μὲν ἐκπαγλούμενος ὁ Πύῤῥος ταῦτα φησίν. Ἐκπελευθῆναι. ἐκβληθῆναι. Ἐκπερδικίσαι. διαδράναι πανούργως. ἀπὸ μεταφορᾶς τῶν περδίκων· πανοῦργον γὰρ τὸ ζῶον καὶ διαδιδράσκει τοὺς θηρευτάς. Ἐκπέρσαι. πορθῆσαι. Ἐκπεσών. ῥηθεὶς, δοθείς. χρησμὸς δʼ ἐκπεσὼν παρὰ Εὐδοκίου τοῦ Θρᾳκός. Ἐκπεφυσημένον. φιλοτίμως διατεθειμένον. ὁρῶν δὲ τὸν Μάρκον ἐκπεφυσημένον. Ἐκπήγνυσθαι. ἐκπλήττεσθαι. Ἐκπηνιεῖται. ἐξελκύσει. ἀπὸ τῶν τὴν κρόκα μηρυομένων πηνία. Ὅμηρος· πηνίον ἐξέλκουσα. Ἐκπλεύσαντες. ἔξω γενόμενοι. οἱ δὲ ἐκπλεύσαντες τῶν φρενῶν. καὶ ἐκπλεύσειν ὁμοίως. Ἐκπλήσει. πληρώσει. Ἐκπλινθεύσας. ἀντὶ τοῦ ἀναλύσας, καὶ ἐξελὼν τὰς πλίνθους. οὕτως Ἰσαῖος. Ἐκποκιῶ. τὰς τρίχας ἐκσπάσω. Ἀριστοφάνης· ἐκποκιῶ σου τὰς ποκάδας— ἐπὶ γυναικείων τριχῶν ὡς τὸ πολύ. Ἐκπολεμῶσαι. ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι. γράφεται καὶ ἐκπολεμῆσαι παρὰ Ξενοφῶντι. Ἐκπεπολέμωται. ἐχθρωδῶς διάκειται. Ἐκπορίζομεν. ἐξευρίσκομεν. Ἐκπορίσας. συλλέξας. Ἐκπορποῦσθαι. ἐκφιβλοῦσθαι. Ἐκπρίου. ἐξαγόρασον, ἐλευθέρωσον. καὶ ἐκπρίασθαι. Ἐκπτήσονται. πετασθήσονται. Ἐκπολεμῆσαι. πορθῆσαι. Ἐκκραγγανομένων. μετὰ κραυγῆς λεγομένων. Ἔκρεκεν. ἀντὶ τοῦ ἤχει. Ἐκρεμαννύμενοι. ἀντὶ τοῦ ἀπηρτημένοι. Θουκυδίδης· τῶν δὲ ξυσκήνων ἤδη ἐκρεμαννύμενοι. Ἐκκρίνειν. δοκιμάζειν. Ἐκρινόμεθα. πολὺν χρόνον διεφερόμεθα καὶ ἠμφισβητοῦμεν. Ἐκκρουόμενος. παρεκτείνων, παρατρέπων. ἀλλὰ καὶ τὸν καιρὸν τοῦτον τοῖς ἐναντίοις ἐκκρουόμενος. Ἐκρουσάμην. ἀπέῤῥιψα. Ἐκκρίνεται. ἐκρέει. λαμβάνεται δὲ καὶ ἐπὶ τῆς ἀνθρωπίνης ῥοώδους γονῆς, καὶ τῆς τῶν κτηνῶν. Ἐκριπισθέντες. ἐξαφθέντες. ῥιπίζειν γὰρ τὸ ὀπτᾷν. ἀπὸ τῶν ῥιπίδων. Ἐκρέμω. παράγωγον ῥῆμα. ἐκ τοῦ κρεμῶ γίνεται κρέμημι, ὡς ἱστῶ ἵστημι· εἶτα κρέμαμαι, ὡς ἵσταμαι· ἐκρεμάμην, ἐκρέμασο, ἐκρέματο. κρεμὰς γὰρ ἡ ἐνεστῶτος μετοχὴ, ὥσπερ ἱστάς. καὶ κατὰ ἀποβολὴν τοῦ ς Ἰωνικῶς ἐκρέμαο, καὶ κατὰ κρᾶσιν τῶν φωνηέντων ἐκρέμω. καὶ οὐκ ἔστιν ἐκ τοῦ κρεμῶ· ἦ γὰρ ἂν περισπᾶτο, ὡς ἐβοῶ, ἐγελῶ. Ἐκσιφωνισθείη. ἐκκενωθείη, ἐκρυῇ, διασκορπισθείη. Ἔκστρεψον. μετάβαλε. ἀπὸ μεταφορᾶς τῶν ῥυπουμένων καὶ ἐκστρεφομένων ἱματίων. ἔκστρεψον ὡς τάχιστα τὸν σαυτοῦ τρόπον. Ἐκτεθνεῶτα. οἷον τὸν ἔσχατον ὄντα. Ἐκτετηκότες. δεδαμασμένοι, τεταριχευμένοι. Ἐκτετηκυῖα. ἀπεῤῥυηκυῖα. ἐκτετηκυῖα τὰς ὁράσεις ὑπὸ τῶν δακρύων. Ἐκτετοξεῦσθαι. ἐκκενῶσθαι. ἀνηλῶσθαι. ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ τοξείᾳ ἀναλισκόντων τὰ βέλη. Ἀριστοφάνης· τὸν ἐμὸν ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον. Ἐκτειχίσαι. τειχοποιῆσαι. ἐν ἐκικαίρῳ τῷ χωρίῳ ἐδόκει ἐκτειχίσαι τὴν πόλιν. Ἐκτετικότες. ἀποπληρώσαντες, ἀποδεδωκότες. ἐκ τοῦ τίω τὸ ἀνταποδίδωμι. Ἐκτιθέναι. ἀντὶ τοῦ εἰς βορὰν θηρίοις δοθῆναι ἢ καὶ ἄλλως εἰς διαφθορὰν παρατιθέναι ἐπʼ ἐρημίαν. ἐκτιθέναι τὰ βρέφη βορὰν τοῖς θηρσίν. Ἐκτιμᾶται. ἀντὶ τοῦ ἐπιτέταται, ηὔξηται κατὰ τιμήν. Ἐκτιννύων καὶ ἐκτίνων. ἀποδιδούς. τῇ μητρὶ γῇ τὸ χρέος ἐκτίνων. καὶ ἐκτίσαι καὶ ἐκτίσει. ὁ δὲ καθʼ ἡμᾶς βασιλεὺς ἐκτίσει μοι δίκας ἐνδέοντι. Ἔκτισε. κατέστησε, κατέταξεν. Ἐκτιλωμένοις. συνήθεσιν. ἐπεὶ ὁ κτίλος ὁ προηγούμενος τῆς ποίμνης κριὸς προβάτων συνήθης ἐστὶ τῷ ποιμένι. ἡ λέξις ῥητορική. Ἐκτίλλω. ἀνασπάσω, μετοικίσω. Ἐκτεθηλυμένοι. μαλακισθέντες. Ἐκτελείσθω. λειτουργείσθω. Ἐκτενῶ. κρεμάσω. Ἐκτολυπεύσας. ἐργασάμενος. ἡ μεταφορὰ ἀπὸ τῆς τολύπης τοῦ κατεργασαμένου ἐρίου. Ἐκτολυπεῦσαι. τὸ πληρῶσαι. Ἐκτοπίζω. πόῤῥω διάγω. τὸν πολιτισμὸν ἐκτοπίζων ἐν ἀκαδημίᾳ διέτριβεν. Ἐκτοπίσαι. μακρὰν καταστῆσαι. Ἐκτορμεῖν. τὸ ἐκ τοῦ καθήκοντος δρόμου πόῤῥω ἐκβαίνειν. Ἐκτραχηλίζω καὶ ἐκτραχηλισθῶσιν. ἀντὶ τοῦ τοὺς τραχήλους συγκλασθῶσιν. ἱππασίας μετὰ θορύβου γινομένης πολλοὶ μὲν τῶν ἱππέων ἐκτραχηλισθῶσιν. Ἐκτραχηλισθῆναι. ἐκπεσεῖν τῶν ἵππων, οἷον τὸν αὐχένα ἐπικάμψαντες ἀποσείονται τὸν ἐπιβάτην. ἐκτραχηλισθῆναι λέγουσιν, οὐχὶ ἐκσφονδυλισθῆναι. Ἐκτρυπῆσαι. μετὰ βίας ἐξελθεῖν. Ἐκτοιχωθείς. ἐκφθαρεὶς, ἐκπιεσθείς. Ἐκτριβήσῃ. ἐξαναλωθήσῃ. Ἐκτριβῆναι. ἀφανισθῆναι. Ἐκτρεπόμενος. ἀποστρεφόμενος. Ἔκταν. οἷον· ἔκταν σὺν οὐλομένῃ ἀλόχῳ. ἀντὶ τοῦ ἔκτανεν. ἐὰν ἀναγνῷς ἔκταν, ἀττικὴ κλίσις ἐστὶν ἀπὸ τοῦ κτῆμι. ὁ δεύτερος ἀόριστος ἔκτην καὶ συστολῇ ἔκταν. ἐὰν δὲ κατέκταν, ἀπὸ τοῦ κατέκτανεν. οὕτως Ἡρωδιανός. Ἐκτῆσθαι. ἀπὸ τοῦ κεκτῆσθαι, ἀποβολῇ τοῦ κ. Ἐκτυποῖ. ἐξομοιοῖ. Ἐκτυφῆναι. τὸ τύφειν ἐπὶ τοῦ κάπνου. τὸ οὖν ἐκτυφῆναι παρὰ μικρὸν ἐκτυφλωθῆναι. Ἐκκυβεύειν. ῥίπτειν εἰς κίνδυνον. ὀϊσάμενος κατὰ τὸν ποιητὴν δόλον εἶναι, οὐδαμῶς ἔκρινεν ἐκκυβεύειν. Ἐκύει. ἐνεγκυμόνει. ἐν γαστρὶ εἶχεν. ὁ δὲ ἔκρυπτεν· καὶ ἐξειπεῖν τὴν ὠδῖνα ἣν οὐκ ἐτόλμα ἐκύει. Ἐκκυκλεῖ. ἐκκαλύπτει. καὶ ἐκκυκλούμενος, ἐκκύκλημα ἔχων. Ἐκκυμανθῆναι. ἐκ τοῦ κύματος τῷ λιμένι προσορμισθῆναι. Ἐκύρουν. ἐτύγχανον. βωμῷ θύων ἐκύρουν. Ἐκύκα. ἐτάρασσεν. Ἐκφαυλίζων. εὐτελίζων, φανερὸν ποιῶν. Ἐκφέρεται. λέγεται. ἐκκομίζεται. Ἐκφανθέντος. δηλωθέντος. Ἐκφθαρείς. ἐξελθών. οὕτως λέγεται τὸ ἐπὶ κακῷ ἐξελθεῖν. εἰσφθαρεὶς δὲ τὸ ἐπὶ κακῷ εἰσελθεῖν που. Ἐκφρησθέντων. ἐκβληθέντων. ἐκφρησθέντων δὲ τῶν ἐπικούρων ἐκ τῆς πόλεως τοὺς ἱερεῖς ἐκκαθάραι τὰ ἱερά. Ἐκφορῶ. τὸ ἐκβάλλω. Ἐκφοιτᾷ. ἐξέρχεται. Ἐκφυλλοφορεῖν. οἱ ἀρχὴν τινὰ ἄρξαντες ἂν εὐθυνομένως ὑπὸ τῆς βουλῆς ἁλῶσιν, ἐν φύλλοις ἐλαίας τὰ ὀνόματα αὐτῶν ἐνέγραφον οἱ βουλευταὶ καὶ καθιᾶσιν εἰς τοὺς ἐχίνους· ἅμα τὲ ἡ περὶ αὐτῶν πίστις προσενεγράφετο τοῖς φύλλοις. καὶ ἐκφυλλοφορῆσαι, καὶ ἐκφυλλοφορία. Ἐκφῦναι. γεννηθῆναι καὶ τὸ ἀναβλαστῆσαι. Ἐκχαραδρωθέντας. ἐκκυλισθέντας. Ἔκχεον. ἔκχυσον. Ἐκχοΐζω. τὸ σκάπτω. Ἐκυδάσσατο. σημαίνει τὸ ἐλοιδόρησεν. ὦ πέπον, ἦ μάλα δή μʼ ἐκυδάσσαο— κυδάζομαι. κυδάζεται τοῖς πᾶσιν Ἀργείοις. ἀντὶ τοῦ λοιδορεῖται. Ἐκωδωνίζοντο. περιβόητοι ἐγένοντο. τέτακται καὶ ἐπὶ τοῦ ἐπειράθησαν. οὕτω Λυσίας. Ἐκωθώνιζον. ἔπινον, ἐμέθυον. Ἐκωμῴδησεν. ἐφαύλισεν, ἔπαιξεν· ἐλοιδόρησεν. Ἐκώμασε. μεθʼ ἡδονῆς ἦλθε. θρῆνος δʼ εἰς ὑμέναιον ἐκώμασεν—. Ἐκπίπτει. διαλύεται, διακόπτεται, ἀποτυγχάνει. καὶ ὁ Ἀπόστολος· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει, ὅ ἐστιν οὐδὲ ἀποτυγχάνει τῆς εὐδοκιμήσεως. Ἐκκακοῦμεν. ἀπαγορεύομεν. καὶ ὁ Ἀπόστολος· οὐκ ἐκκακοῦμεν, ἀλλʼ ἀπειπάμεθα. τὸ γὰρ ἐκκακῶ ἀντὶ τοῦ ἀπαγορεύω. — Ἐπίῤῥημα. —Ἕκαθεν. πόῤῥωθεν. Ἑκάς. πόῤῥω, μακράν. Ἑκαστάτω. ποῤῥωτάτω. ἑκαστάτω τῆς τοῦ βαρβάρου ἐπιβουλῆς ὄντες. Ἑκασταχῆ. ἀντὶ τοῦ πανταχοῦ. Ἑκάστοτε. ἀντὶ τοῦ ἀεί. τοὺς δʼ οὐκ ἐθέλοντας ἀντιβολεῖσθʼ ἑκά-στοτε. παρὰ τὸ ἕκαστος γίνεται παραγώγως ἑκάστοτε, ὡς ἄλλος, ἄλλοτε. Ἐκείνῃ. ἀντὶ τοῦ αὐτόθι. Ἐκείνως. κατὰ τοῦτον τὸν τρόπον. Ἐκεῖθεν. οὐδὲν γὰρ τῶν εἰς θεν τῇ ει διφθόγγῳ παραλήγεται, πλὴν τοῦ ἐκεῖθεν, ὅπερ ἀπὸ τοῦ ἐκείνοθι κατὰ συγκοπὴν, καὶ τὸ ἐκεῖ ἀπὸ τοῦ ἐκεῖθι· τοῦτο δὲ ἀπὸ τοῦ ἐκείνοθι, καὶ τὸ ἐκεῖνος ἀπὸ τοῦ ἐκείνοσε. Ἕκητι. χάριν, ἕνεκα. σημαίνει δὲ καὶ τὸ χωρίς. ἀπὸ τοῦ ἑκὼν γίνεται ἑκάζω καὶ ἑκαστὶ, ὡς δωρίζω, δωριστὶ, καὶ ἐκτάσει τοῦ α εἰς η καὶ ἀποβολῇ τοῦ ς, ἅμα καὶ ἀναβιβασμῷ τοῦ τόνου, ἕκητι. Ἐκθύμως. προθύμως. Ἐκνομίως. μεγάλως, ὑπερβαλλόντως. παρὰ τὰ νενομισμένα· ἐξάλλως. ἢ καθʼ ὑπερβολὴν κακίας ἢ ἀρετῆς. οἷον ἔξω νόμου. Ἑκοντί. ἐθελουσίως. Ἐκποδών. ἐκ μέσου. Ἐκτενῶς. συντόνως, ἐπιμόνως, ἢ ὁλοψύχως καὶ προθύμως. ὁ δὲ Ἀχαιὸς προσδεξάμενος ἐκτενῶς καὶ φιλανθρώπως τὸν Βῶλιν. Ἐκταδὸν καὶ ἐκτάδην. ἀντὶ τοῦ ἐπιτεταμένως καὶ ἐκτεταμένως. Ἐκτόπως. ὑπερλόγως, ἀνεκδιηγήτως, ἀνεκφράστως. Ἐκφάνδην. φανερῶς. Ἐκφρόνως. ἀνοήτως. Ἐκτυπωτέρως καὶ ἐκτυπώτερον. ἀντὶ τοῦ φανερωτέρως. δίδου ἡμῖν ἐκτυπώτερον, ὅ ἐστι καθαρώτερον. Τὸ Ε μετὰ τοῦ Λ. — Ἀρσενικόν. —Ἐλαφηβόλος. κυνηγὸς, ὁ τὰς ἐλάφους βάλλων. καὶ ἐπὶ θηλυκοῦ ἐλαφηβόλος ἡ Ἄρτεμις. Ἐλασίβροντε. μεγαλήγορε. Ἐλατήρ. ὁ ἡνίοχος. καὶ πλακουντῶδες πέμμα πλατύ. πέμμα δὲ λέγεται τὸ καρύκευμα. Ἐλέας. ὄνομα τόπου. καὶ εἶδος ὀρνέου. Ἐλάτηρ. ὄνομα ποταμοῦ. Ἐλίσυχος. ὄνομα ἔθνους. Ἑλλανοδίκαι. οἱ κριταὶ οἱ καθήμενοι εἰς τοὺς ἀγῶνας. οὕτω καὶ τότε ὁ μέγιστος ἑλλανοδίκης Γαϊνᾶς τὸν ῥωμαϊκὸν στρατὸν ἠθλοθέτει. Ἐλαφροτάτους. ἐν ἐπαίνῳ τὸ ὄνομα λέγουσιν οἱ παλαιοὶ ἀντὶ τοῦ πραοτάτους κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτου καὶ φορτικωτάτου. Ἐλάχιστος. παρὰ τῷ εὐαγγελίῳ ὁ ἔσχατος καὶ ἀπεῤῥιμένος εἰς τὴν γεένναν, ὡς τό· ἐλάχιστος κληθήσεται. ἐλάχιστος καὶ ὁ ἐπίγειος πλοῦτος. ὁ πιστὸς ἐν ἐλαχίστῳ. Ἐλαιολόγοι. οἱ συλλέγοντες τῶν ἐλαίων τοὺς καρπούς. Ἐλάσσων. ἀπὸ τοῦ ἐλαχὺς, ἐλαχύτερος, ἐλαχύων, ἐλάσσων. Ἐλέφας. παρὰ τὸ φύεσθαι ἐν ἁλί. Ἐλέφας. τὸ ζῶον. ἀμετροβίων ἐλεφάντων. ἐλέβης τὶς ὤν· διὰ γὰρ τὸ βάρος ἐν ὕδασιν ἐλώδεσι τὰς ἐπιβάσεις, τουτέστι τὰς ἐπιμύξεις ποιεῖται. ἢ παρὰ τὸ ἐλεφαίρω, ὅ ἐστι βλάπτω. βλαπτικὸν γὰρ τὸ ζῶον. Ἐλεύθερος. ἀπὸ τοῦ ἐλεύθειν ὅπου ἐρᾷ. Ἔλεγος. θρῆνος. ἀπὸ τοῦ ε ε λέγειν. Ἐλέγχιστος. ὁ ἐπονείδιστος. Ἕλενος. ὃς συνέγραψε τὸ χειροσκοπικὸν οἰώνισμα. ὡς ὅταν τῆς ἐκτάσεως τῶν χειρῶν τῆς παλάμης ἀπὸ τῶν ῥυτίδων εἴπωμεν παιδοποιεῖ ἢ τὶ τοιοῦτον. Ἐλεοκόπους. τοὺς τὰ ἕλη κόπτοντας. οὕτως Λυσίας. τοῦ ε παρεμβεβλημένου, ὡς τὸ ἐλεόθρεπτον σέλινον παρʼ Ὁμήρῳ. Ἐλέου βωμός. Ἐλεών. ὀνόματα πόλεως. Ἐλεάτης. ἀπὸ Ἐλέας τῆς Ἀσίας. Ἔλεγχος. αἰσχύνη καὶ ὁ τὸ πρᾶγμα σαφηνίζων. καὶ ῥῆμα ἐλέγχω πλεονασμῷ τοῦ γ, ἔλεχος τὶς ὢν, ὁ ἕλην ἔχων, ὅ ἐστι φῶς, καὶ φωτίζων τὰ πράγματα. Ἐλλεδανός. τῶν δραγμάτων ὁ δεσμός. παρὰ τὸ συνελεῖν τὰ δεσμευόμενα. Ἐλεός. ἡ μαγειρικὴ τράπεζα. Ἀριστοφάνης· ἴθι, κάθελʼ αὐτοῦ τοὐλεόν— καὶ Ὅμηρος· βάλλον δʼ εἰν ἐλεοῖσιν— ἔστι δὲ καὶ εἶδος ὀρνέου. Ἐλεύθερος. ὁ σπουδαῖος μόνος, οἱ δὲ φαῦλοι δοῦλοι. Ἔλεος. συμπάθεια συμφορᾶς ἢ ἑκούσιος λύπη ἐπʼ ἀλλοτρίοις κακοῖς συνισταμένη· ἢ ἡ ἐπὶ τῶν δυσφορούντων ἐπί τισιν ἀνιαροῖς ἀγαπητικὴ διάθεσις. Ἕλλην. παρὰ τὸ Ἑλλὰς, ὃ σημαίνει τὴν πόλιν, ἢ παρὰ τὸ ἄλλος Ἕλλην· πλέον γὰρ τῶν ἄλλων ἐθνῶν ἀλλήλους φιλοῦσιν. ἔστι δὲ καὶ Ἕλλην ὁ φρόνιμος. Ἑλληνικόν γʼ ἐπένευσαν ἄνδρες οὑτοιΐ. ἀντὶ τοῦ οὗτοι. Ἑλληνισμός. τὸ καθʼ Ἕλληνας διαλέγεσθαι, ὅ ἐστι ἀσολοικίστως καὶ ἀβαρβαρίστως. Ἑλληνοταμίαι. οἱ τὰ ἐκ τῶν φόρων χρήματα φυλάσσοντες, ἃ πρώτως κοινῇ οἱ Ἕλληνες ἐν ἀδήλῳ ἀπετίθεντο, οὕτως ἐκαλοῦντο. Ἑλλήσποντος. κόλπος ὁ διείργων τὴν Θρᾴκην καὶ τὴν Τρωάδα, ἀπό τινος Ἕλλης ἐκεῖθεν πνιγείσης. Ἔλειος. ὁ κάθυγρος καὶ σύνδενδρος τόπος. καὶ ὄρνις. καὶ ὄνομα ὄρους. Ἑλιγμός. ἡ συστροφή. Ἑλικών. ὄρος. Ἑλικώνιος. σοφιστὴς Βυζάντιος, ὃς χρονικὴν ἐπιτομὴν ἔγραψεν ἀπὸ Ἀδὰμ ἕως μέχρι τῶν χρόνων Θεοδοσίου τοῦ μεγάλου ἐν βιβλίοις δέκα. Ἑλίχρυσος. τὸ τοῦ κισσοῦ ἄνθος. ἄνθει ἑλιχρύσου ἐναλίγκιος. Ἐλαολόγοι. οἱ συλλέγοντες τῶν ἐλαιῶν τοὺς καρπούς. ἐλάα γὰρ ὁ καρπὸς τῆς ἐλαίας· ἐλαία δὲ τὸ δένδρον. Ἑλίκωπες. μελανόφθαλμοι. τινὲς τὸ μέλαν ἢ τὸ εὐόφθαλμοι κατὰ γλῶσσαν. ἑλικὸν γὰρ κατὰ διάλεκτον τὸ μέλαν καλεῖται. ἑλίκωπες καὶ ναυτικοὶ οἱ ἑλίσσοντες τὰς κώπας. ἢ ἑλικοβλέφαροι. ὦπας γὰρ τὰ βλέφαρα λέγουσιν ἀπὸ παντὸς μέρους. ἢ οὐλότριχες. ἢ οἱ ἑλίκην ὦπα ἔχοντες, ἤγουν μεγάλην. Ἑλκηθμός. ἑλκυσμὸς, σπαραγμός. Ἐλλόγιμος. λόγιος, ἀξιόλογος. Ἔλλοπες. ἰχθύες. Ἔλλουροι. ἔθνος. Ἐλπιδηφόρος. κύριον. Ἔλυμος. σπέρμα, ὃ ἕψοντες οἱ Λάκωνες ἐσθίουσιν. Ἐλυμαῖοι. ἔθνος, ἀπὸ Ἐλύμου υἱοῦ Ἀγχίσου, νόθου ὄντος καὶ ἐλθόντος εἰς Σικελίαν. Ἕλωρ. τὸ ἕλκυσμα, τὸ σπάραγμα. παρὰ τὸ ἕλω τὸ ἑλκύω ἢ τὸ λαμβάνω γίνεται ἕλωρ. Ἑλκεσαῖος. ἀπὸ Ἑλκεσοῦ κώμης τῆς Ἰουδαίας, ἐξ ἧς ἦν καὶ ὁ Ναούμ. Ἐλείμ. τόπος. Ἐλεαλή. θεοῦ ἀνάβασις. — Θηλυκόν. —Ἐλαφρία. ἡ ὀλιγότης ἢ ἡ ἁπλότης ἢ ἡ κουφότης. Ἔλαφος. ἡ διὰ τῆς κουφότητος καὶ τοῦ τάχους ἐλαφρά τις οὖσα. ἢ διὰ τὸ ἑλεῖν τὰς ὄφεις καὶ ἀναιρεῖν διὰ τῶν μυκτήρων. ἢ ἀπὸ τοῦ ἕλους ἔλαφος, ἢ ἀπὸ τοῦ ἐλαύνειν τὰς ὄφεις. Ἔλλαμψις. φωτισμός. Ἐλαϊτή. πόλις. Ἐλάα. καρπὸς τῆς ἐλαίας. Ἐλάτεια ἢ Ἐλάτρεια. πόλις μεγίστη τῶν ἐν Φωκεῦσιν. Ἐλάτειραν. ἀπελαστικήν. Ἐλαία. τὸ δένδρον. καὶ πόλις. παρὰ τὸ λεῖον ἢ λειῶ λέαια καὶ ἐν ὑπερθέσει ἐλαία ἡ τὸ λεαῖνον ἔλαιον τίκτουσα. ἢ παρὰ τὸ ἕλος, ἐν ἕλει γὰρ καὶ ὑγροῖς τόποις φύεται. ἢ παρὰ τὸ ἁλέαν, τὴν θερμασίαν· ἐν θερμοῖς γὰρ τόποις χαίρει. Ἐλαταῖς. ὑπὸ τοῦ ἁγίου πνεύματος κεχαλκευμέναις. Ἔλγη. πόλις. Ἐλευθεριότης. ἡ μετὰ κιβδηλείας χάρις. ὁ δʼ ἐς τοσοῦτον ἐλευθεριότητος ἐληλάκει, ὥστε—. Ἐλεπόλεις. μηχανήματα, τὰ λιθοβόλα ὄργανα, διʼ ὧν αἱ πόλεις ἁλίσκονται. Ἔλεγξις. φανέρωσις τῶν κεκρυμμένων. Ἐλεημοσύνη. ἑκούσιος λύπη ἐπʼ ἀλλοτρίοις κακοῖς παρισταμένη. Ἑλεδώνη. εἶδος πολύποδος, ἔχουσα μίαν κοτυληδόνα ἤτοι πλόκαμον, καὶ ἔστιν ἑπτάπους, ὡς φησὶν Αἰλίας. ἔστι δὲ τὸ λ περισσόν. καλεῖται δὲ ἑλεδώνη ἀπὸ τοῦ ἑαυτὴν ἔδειν καὶ ἐσθίειν. Ἐλεεινή. ἀπὸ τοῦ ἔλεος, ἐλεγεινή. καὶ ἀπὸ τοῦ ἐλεῶ. ἐπεὶ ἔστιν ἂν διὰ τοῦ ε, νῦν δὲ διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν εἰς νος ὀξυτόνων τῶν παρωνύμων. Ἑλένη. παρὰ τὸ πολλοὺς ἑλεῖν τῷ κάλλει. Ἐλεοῦντα. πόλις ἐν Χερσονήσῳ. ἡ εὐθεῖα ἡ Ἐλεοῦς. καὶ Ἐλεὼν, ὄνομα πόλεως. τὴν ἄρα τʼ ἐξ Ἐλεῶνος—. παρὰ τὸ ἕλος· ἑλώδης γὰρ ὁ τόπος. Ἐλευσίς. πόλις πλησίον Ἀθηνῶν. ὠνόμασται δὲ ἡ πόλις ἀπὸ Ἐλευσίνου τοῦ Ἑρμοῦ. καὶ Ἐλευσίνια ἐπὶ οὐδετέρου. τοῖς γὰρ νικῶσι τὰ Ἐλευσίνια ἐδίδοτο ἆθλον. ἄλλοι δὲ φασὶν ἑορτὴν εἶναι τὰ Ἐλευσίνια. Ἑλετή. αἱρεθῆναι δυναμένη, ὅ ἐστι προκριθῆναι. Ἑλληνόπολις. Ἀπολλόδωρος· Ἄτταλος ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν ἔκτισε πόλιν καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν. ἔστι δὲ καὶ Ἑλενούπολις. Ἕλη. ἡ θερμασία. Ἑλίκη. πόλις. Ἕλικι. κλήματι λεπτῷ καὶ νευρώδει. Ἑλικώπιδα. εὐόφθαλμον. Ἑλκεσίπεπλοι. ἐφελκόμεναι τοὺς πέπλους ἐν τῷ φορεῖν. ὅτι τὸ ο ἐν ταῖς συνθέσεσι πολλάκις εἰς τὸ ε μεταβαλλόμενον καὶ τὴν σι συλλαβὴν προσλαμβάνει. ἕλκω, ἑλκόπεπλος, ἑλκέπεπλος, ἑλκεσίπεπλος. πρῶτος, πρωτόλαος, πρωτέλαος. πήξω, πηξίμαλος. Ἑλλοφόνος. ἡ Ἄρτεμις, ἡ τοὺς ἑλλοὺς φονεύουσα, ὅ ἐστι τοὺς ἐλάφους· κυνηγετικὴ γάρ. Ἐλπίς. ἀγαθοῦ πνὸς ἢ κακοῦ προσδοκία. ἢ τὸ δοκεῖν τῷ ἀπόντι ὡς παρόντι συνεῖναι. Ἐλπωρή. ἡ ἐλπίς. παρὰ τὸ ἔλπω ἐλπωρὴ, ὡς θάλπω θαλπωρή. Ἑλλάς. χώρα. παρὰ τὸ ἕλκω ἑλκὰς καὶ τροπῇ τοῦ κ εἰς λ Ἑλλάς. ἡ ἕλκουσα πρὸς τὸν ἑαυτῆς πόθον τοὺς βροτούς· εἴπερ τὶς ἄλλη τῶν χωρῶν πόλις. λλ γράφεται δύο, διατί; ἑλκὰς καὶ τροπῇ τοῦ κ εἰς λ Ἑλλάς. — Οὐδέτερον. —Ἐλασίβροντα. μεγαληγόρα, ὡς ὑπὸ βροντῆς ἐλαυνόμενα. Ἀριστοφάνης· ἐλασίβροντʼ ἀναῤῥηγνὺς ἔπη—. Ἔλασσον. μικρόν. Ἔλαιον. παρὰ τὸ λεῖον λεαῖνον, τὸ λειαῖνον τὸ σῶμα. καὶ ἐν ὑπερθέσει ἔλαιον. ἢ ἀπὸ τοῦ ἐλαίου, τοῦ φυτοῦ παρωνύμως. Ἐλαιόδευτον. τὸ ἐλαιόβρεκτον. Ἐλευσίνια. τοῖς νικῶσι τὰ Ἐλευσίνια ἐδίδοτο ἆθλον. ἢ ἑορτὴν μόνον εἶναι τὰ Ἐλευσίνια. Ἑλλέβορον. τὸ λεγόμενον καρπίν. Ἔλλερα. φόνια, χαλεπὰ, κακά. ἔλλερα ἔργα. Ἐλεγεινά. ἐπίπονα, θρηνώδη. Ἐλεύθερα. ἀδούλωτα. Ἕλη. σύνδενδροι τόποι. Ἔλη· τυφλά. τὰ ἀπρόοπτα. Ἐληθερές. τὸ ὑπὸ τοῦ ἡλίου θερμαινόμενον. παρὰ τὴν ἕλην, τὴν θερμασίαν, καὶ τὸ θέρω, τὸ θερμαίνω. ἐληθερὲς ὕδωρ. Ἑλικώτατον ὕδωρ. ἑλικοειδῆ ἔχον τὴν ῥεῦσιν, ἢ διαυγές. Ἕλκος. τὸ χρονίσαν τραῦμα. ἀπὸ τοῦ μετὰ τὴν τρῶσιν ἕλκεσθαι τὸ σῶμα. καὶ τὸ σῶμα αὐτοῦ πᾶν ἑλκῶν ἐξέζεσεν. Ἔλλερα. χαλεπὰ, κακά. σημαίνει καὶ τὰ βλέφαρα. Καλλίμαχος· —ἵνʼ ἔλλερα πολλὰ τέλεσκεν. ὄλλυρα τινὰ ὄντα, ὀλλύντα καὶ ἔῤῥειν ποιοῦντα. Ἐλλόγιμον. τίμιον. καὶ χωρίον ἐλλόγιμον. Ἐλλόβια. τὰ ἐνώτια, διὰ τὸ ἐν τοῖς λοβοῖς τῶν ὤτων εἶναι. Ἔλυτρα. σκεπάσματα. κυρίως δὲ τὰ ὄστρακα τῶν ὀστρακοδέρμων· οἷον τοῦ ἀστακοῦ, τοῦ καρκίνου καὶ τῶν ὁμοίων. ἔλυτρον καὶ ἡ θήκη τοῦ τόξου. παρὰ τὸ εἱλῶ, εἱλύω καὶ εἱλύσω, εἵλυτρον καὶ ἔλυτρον. Ἑλώρια. ἑλκύσματα, σπαράγματα. παρὰ τὸ ἕλω τὸ ἑλκύω. γράφεται καὶ ἕλωρ. — Ῥῆμα. —Ἐλαφρίζω. ἀνασηκῶ. Ἐλασαίατο. ἐλάσαιτο, πλεονασμῷ τοῦ α. Ἐλαστρηθείς. βιασθεὶς, κινηθείς. ἔζανος ἐλαστρηθεὶς γυιοπαγεῖ νιφᾶσι. καὶ ἐλαστρῶ καὶ ἐλάστρεον. ζεύγεα διανεύοντες ἐλάστρεον— ἀπὸ τοῦ ἐλῶ, ἀφʼ οὗ τὸ ἐλαύνω. ὁ παρακείμενος ἐλήλακα, ὁ παθητικὸς ἐλήλασμαι. ὄνομα ῥῆμα ἐλάστρεον, ὡς κεντῶ, κέντον καὶ κέντρον. ἐκ τοῦ ἔλαστρον γίνεται ἐλαστρῶ. ἢ ὡς ἀπὸ τοῦ βοῦς, βοάζω, βοαστὴς, βοαστρῶ καὶ συναιρέσει βοστρῶ, οὕτως ἐλάζω, ἐλαστὴς, ἐλαστρῶ. Ἐλάω. ἐλᾷν καὶ ἐλάειν, ἀντὶ τοῦ ἐλαύνειν. Ἔλακεν. ἐφθέγξατο. Ἐλάκισε μέσος. ἀντὶ τοῦ ἐσχίσθη. ἐλάκησε δὲ ἀντὶ τοῦ ἐβόησε καὶ ἐφώνησεν, η. Ἔλαμψαν. φανερὰ ἐγένοντο. ἔλαμψαν τὰ καλὰ ἔργα σου. Ἐλαιᾷ. διεγείρει. Ἐλαιώμενος. διεγειρόμενος. Ἐλαίνειν. τὸ ἐλαύνειν. παρὰ τὸ ἐλῶ ἐλαίνω, ὡς βῶ, βαίνω. Ἐλαιοκομεῖν. τὸ ἐπιμελεῖσθαι τῶν ἐλαιῶν. κομῶ γὰρ τὸ ἐπιμελῶ. ἀφʼ οὗ καὶ φυτοκόμος. καὶ ἐλαιοκόμος. Ἐλέγχομεν. κακολογοῦμεν. νυκτὶ δʼ ὅλῃ βασιλῆας ἐλέγχομεν. καὶ, ἔργα δὲ χεῖρας ἐλέγχει. καὶ ἔλεγχος ἡ αἰσχύνη. Ἐλεηλάτουν. ἠφάνιζον. Ἐλελιξάμενος. ἐπιστραφείς. καὶ ἐλελίχθησαν ἀντὶ τοῦ συνεστράφησαν. ἀπὸ τοῦ ἐλίσσω. Ἐλεφαίρετο. ἐπλανᾶτο, ἐβλάπτετο. ἠπατᾶτο. καὶ ἐλεφῆρα. Ἔλεψεν. ἀντὶ τοῦ ἐλέπησεν. ἀπὸ τοῦ λέπω. ἢ ἀπὸ τοῦ λεπῶ, λεπήσω, ἐλέπησα, συγκοπῇ καὶ τροπῇ. Ἑλέσθαι. ἐκλέξασθαι. Ἐλλεβοριᾷν. τὸ ἐλλεβόρου δεῖσθαι ὡς φαρμάκου. οὕτως Καλλίας. καὶ ἐλλεβορίζω, αἰτιατικῇ. Ἐλεγαίνειν. τὸ παραφρονεῖν. τινὲς τῶν παλαιῶν καὶ τὸ ἐλεγεῖον μέτρον ἀπὸ τούτου κληθῆναι νομίζουσιν, ὅτι Θεοκλῆς Νάξιος ἢ Ἐρετριεὺς πρῶτος αὐτὸ ἐφθέγξατο. ἐλεγαίνειν καὶ τὸ ἀλεγαίνειν. Ἐλέγχειν. ἀντὶ τοῦ ὀνειδίζειν. Ἐλευθεροστομῶ. παῤῥησιάζομαι. Ἐλεύθω. παραγίνομαι. Ἐλέγμην. ἐτάγην. Ἑλεῖν. λαβεῖν. Ἐλείψασκον. ἀπὸ τοῦ ἔλειψαν, πλεονασμῷ τοῦ ς Ἰωνικῶς. Ἔλδεται. ἐπιθυμεῖ. Ἐληγάτευσε. κατὰ Ῥωμαίους ἀπένειμεν. Ἐλήκτευσε. κατὰ Ῥωμαίους ἀναγνοὺς διώρθωσεν. Ἐληΐζοντο. ἐλῃστεύοντο, ἠφανίζοντο. Ἐλήλαται. συνέχεται. καὶ ἐλήλατο ἀντὶ τοῦ ἐνεπάγη. Ἐληλέδατο. ἦλθεν. ἀπὸ τοῦ ἐλεύθω. Ἐλήθετο. ἐπελάθετο. Ἐληλεγμένον. κατησχυμμένον. ἀπὸ τοῦ ἐλέγχω. Ἐλθεῖν. τὸ γυμνῇ τῇ παρουσίᾳ χρήσασθαι. παρεισελθεῖν δὲ τὸ μετʼ ἄλλου πλαγιάσαντος συνεισελθεῖν. καὶ ὁ Ἀπόστολος· παρεισῆλθεν ὁ νόμος. Ἐλιάσθη. ἐξέκλινεν. Ἐλιννύω. βραδύνω. ἡσυχάζω. Ἐλινιῶ. ὑμνῶ. Ἐλίσσετο. παρεκάλει. Ἐλιπάρησε. παρεκάλεσεν. Ἐλίπανας. ἐφαίδρυνας. ἢ λιπαρὰν ἐποίησας. Ἕλκει. λαμβάνει, σύρει, κρατεῖ. Ἕλκεο. —μὴ δὲ ξίφος ἕλκεο χειρί— ἀπὸ τοῦ ἕλκω, ἕλκου, καὶ κατὰ διάλυσιν ἕλκεο. Ἐλίσσω. συστρέφω. ἀπὸ τοῦ εἱλῶ εἱλίσσω. γράφεται διὰ τοῦ ι, ἐπειδὴ μηδέποτε πρὸ τῶν δύο σσ ἡ ει δίφθογγος εὑρίσκεται, ἀλλʼ οὐδὲ τὸ η, οἷον μέλισσα, κίσσα, φρίσσα· πλὴν τοῦ κρείσσων καὶ τοῦ ῥήματος τοῦ ἐξ αὐτοῦ, κρείσσω, καὶ ἥσσων, διὰ τοῦ η. Ἕλοιτο. προκρίνει. Ἑλόμενοι. βουλόμενοι. Ξενοφῶν· ὁ μὲν ἦρχεν, οἱ δὲ ἐπείθοντο οὐχ ἑλόμενοι, ἀλλʼ ὁρῶντες, ὅτι μόνος ἐφρόνει, οἷα ἔδει τὸν ἄρχοντα. Ἐλογίσατο. ὑπέλαβεν. Ἑλόντος. λαβόντος. Ἔλουσεν. ἀντὶ τοῦ ἐβάπτισεν. τὸν γὰρ Εὐνομιανὸν ἔλουσε Βελισσάριος τὸ θεῖον λοῦτρον, χερσὶ δὲ οἰκείαις ἀνελόμενος εἰσποιητὸν ἐποιήσατο παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος. Ἐλόχησε. παρὰ τῷ Ἡροδότῳ εἰς λόχους κατέταξεν. Ἐλόχων. ἐνήδρευον. ὁ δὲ ἔχων κοινωνοὺς τῶν ἀσεβημάτων ἐλόχων τὰ κατὰ τὰς ὁδούς. Ἐλοιδόρησε. διέβαλλεν, ἐσυκοφάντησεν. ὁ δὲ Κλέανδρος ἐλοιδόρησε τὸν ὕπατον τῆς ἐν Αἰγύπτῳ ἀρχῆς Κομώδῳ· καὶ παραλύει αὐτὸν τῆς ἀρχῆς. Ἐλοιδορούμεθα. ἐστασιάζομεν. περὶ δὲ τοῦ ὀνόματος ἐλοιδορούμεθα. Ἐλλοπεύειν. τὸ ἁλιεύειν. εἴρηται δὲ ἀπὸ τινὸς ἰχθύος καλουμένου ἔλλοπος, ἢ ἀπὸ τοῦ ἐλλείπειν τὸν ὦπα· ἄφωνοι γὰρ οἱ ἰχθύες. Κρῆτες δὲ καὶ τοὺς ἀφώνους ἔλλοπας λέγουσιν. Ἔλπομαι. ἐλπίζω. Ἔλπεο. ἔλπιζε. ἀπὸ τοῦ ἐλπόμην ἔλπου καὶ ἐν διαλύσει ἔλπεο. Ἐλπίζει. προσδοκᾷ. Ἔλσαι. τὸ συνελάσαι. πρὶν ἔλσαι παρὰ ναῦφι— παρὰ τὸ ἐλάσαι κατὰ συγκοπήν. Ἐλύγωσεν. ἔκαμψεν. καὶ Δανάης ἐλύγωσεν ὁ δὲ φρένα. τουτέστιν ὁ χρυσός. Ἐλυμῄνατο. ἔβλαψεν. οἱ δὲ σύστημα γενόμενοι ἐλυμαίνοντο πολλοῖς ὁδίταις ἐμπίπτοντες εἰς τὰ καταλύματα. Ἐλυσάμην. ἀπέδωκα. Ἐλύσασο. ἐλυτρώσατο. Ἐλύσθη. συνανεστράφη. οἷον· ῥυμὸς δʼ ἐπὶ γαῖαν ἐλύσθη. παρὰ τὸ ἐλεύθω ἐλεύσθη καὶ ἐλύσθη. ἢ παρὰ τὸ εἰλῶ, εἰλύω, εἰλύσθη καὶ ἐλύσθη. ὅ ἐστι συνανεστράφη μετὰ τῶν ἡνίων. Ἐλῶ. τὸ ἐλαύνω. Ἐλωβήσατο. ὕβρισεν. Ἕλωμαι. ἀφέλωμαι. λήψωμαι. Ἐλώφησεν. ἐγαλήνησεν, ἔπαυσεν. Ἐλυσθείς. συστραφείς· κατενεχθείς. λασίην ὑπὸ γαστέρʼ ἐλυσθείς— λασίην τὴν δασεῖαν λέγει. ἀπὸ τοῦ ἔλω, ἐλύω, ὡς ἕλκω, ἑλκύω. Ἐλλόγει. ἀντὶ τοῦ λόγισαι. καὶ ὁ Ἀπόστολος· τοῦτό μοι ἐλλόγει. ἀντὶ τοῦ ἐμοὶ εἰς χρέος τοῦτο λόγισαι. — Ἐπίῤῥημα. —Ἑλικοειδῶς. κυκλοειδῶς, συνεστραμμένως. Ἐλωΐ. ὁ θεός. Ἐλλιπῶς. ἐνδεῶς. Ἐλελεύ. πολεμικὸν ἐπίφθεγμα, μετὰ τινὸς ἐμμελοῦς κινήσεως. καὶ ἀντὶ τοῦ φεῦ. Ἐλεεινῶς. οἰκτρῶς, ἀθλίως. Ἐλλογίμως. τιμίως, σεβασμίως. Τὸ Ε μετὰ τοῦ Μ. — Ἀρσενικόν. —Ἐμμανουήλ. μεθʼ ἡμῶν ὁ θεός. ἢ ὅτι ὄψονται τὸν θεὸν μετὰ ἀνθρώπων. Ἐμαυτῷ βαλανεύσω. οἱονεὶ ἐμαυτῷ διακονήσω. Ἐμβρόντητος. ἔκφρων, μαινόμενος. Ἐμβριθής. στερεὸς, ἔμφρων. Ἐμβόλιμος. ἀτελής. Ἱπποκράτης· παῖδες ἐμβόλιμοί τινες. Ἔμβαρος. νουνεχής. φρόνιμος. ἔμβαρός εἰμι. Ἔμετος. ἡ τῶν περιττωμάτων κένωσις. Ἐμεῦ. ἀντὶ τοῦ ἐμοῦ. οὔτις ἐμεῦ ζῶντος— ἔστιν ἐμοῦ, καὶ κατὰ διάλυσιν ἐμέο, καὶ δωρικῶς ἐμεῦ, καὶ ἐμεῖο. Ἐμέων. ἀντὶ τοῦ ἐμῶν. Ἐμεῖο. ἀντὶ τοῦ ἐμοῦ. Ἐμισαῖος. ἀπὸ Ἐμίσης πόλεως. Ἔμμισθοι. οἱ ὀφείλοντες λαβεῖν μισθόν. οἱ δὲ Οὖννοι οὐδέν τι ἧσσον ἔμμισθοι ἐγίνοντο ληϊζόμενοι τὰ Ῥωμαίων. Ἔμμονον. παραμένοντα. ἐμμέριμνον. διηνεκῆ. ἔμμονον λογισμόν· ἐπιμελῶς καὶ φροντιστικῶς διαλογιζόμενον. Ἔμπληκτος. μαινόμενος. ὡς δεινός τε ἦν καὶ αὐθάδης καὶ οἷος τὸ μανιῶδες καὶ ἔμπληκτον ἀνδρείαν ἡγεῖσθαι. ἔμπληκτος καὶ ὁ εὐμετάβολος καὶ φορᾶς μεστός· ἤτοι ὁ φερόμενος. Αἰσχίνης· ὠνείδισας δέ μοι καὶ πολιτείας ἐμπληξίας. ἔμπληκτοι καὶ οἱ κοῦφοι καὶ οἱ εὐμετάβλητοι. Ὅμηρος· ἐμπλήγδην ἕτερον μὲν τίει βροτὸν— καὶ Σοφοκλῆς· τοῖοι δὲ μέντοι φῶτες ἔμπληκτοι βροτῶν— τουτέστιν οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ φιλίᾳ. Ἐμπολαῖος. πραγματευτής. Ἔμπολιν. ἐν τῇ αὐτῇ πόλει ὄντα. ἄνδρα, σοὶ μὲν ἔμπολιν οὐκ ὄντα, συγγενῆ δέ—. Ἔμπορος. ὁ ἐπʼ ἀλλοτρίας νεὼς πλέων μετὰ τοῦ οἰκείου ναύλου ἢ πραγματείας. ἤγουν διὰ παντὸς τοῦ βίου τὴν πορείαν ποιούμενος. καὶ ὁ πραγματευτής. κυρίως δὲ ὁ θάλασσαν πλέων. Ἔμπαιος. ὁ ἔμπειρος. οἷον· —κακῶν δʼ ἔμπαιος ἀλήτης. οἱ μὲν, παρὰ τὸ εἶναι ἔμπειρος, ἄρσει τοῦ ρ καὶ τροπῇ τοῦ ε εἰς α, ὡς τὸ δεινὸς, αἰνός· οἱ δὲ, παρὰ τὸ αἴω, αἴος, καὶ ἐν συνθέσει ἐπαίος, εἶτα κατὰ πλεονασμὸν τοῦ μ καὶ συναιρέσει ἔμπαιος, ὁ αἰσθανόμενος. ἢ παρὰ τὸ ἐμπάζεσθαι, τὸ φροντίζειν. ἢ παρὰ τὸ ἔμπεδον, ὁ βέβαιος. Ἐμποίνιμος. ἐπιζήμιος, θέσιμος. ἢ ἔνοχος ποινῆς. οἷον, ἐφʼ οἷς ἥμαρτε, δοὺς τιμωρίαν. καὶ ποινὴ λέγεται ἡ ἐπὶ φόνῳ δραθεῖσα κόλασις. ὅρκους οὐκ ἐμποινίμους ἡγησάμενοι εἶναι. Ἐμπέραμος. παρὰ τὸ πεῖρα, ἐμπείραμος καὶ ἐμπέραμος. σημαίνει δὲ τὸν ἔμπειρον. Ἐμπρησμός. καῦσις. ἢ διάπυρος ἀφανισμός. Ἐμέθεν. ἀντὶ τοῦ ἐμοῦ. Ἐμφρέατοι. δικαστήριον τῶν ἀκουσίων φόνων ἐν Ἀθήναις. Ἔμφυλος πόλεμος. ὁ ἐκ τοῦ αὐτοῦ ἔθνους καὶ γένους. Ἐμεχωνίται. ἔθνος παρὰ Ἰωσήπῳ. Ἔμποροι. οἱ ὠνούμενοι. κάπηλοι οἱ πωλοῦντες. — Θηλυκόν. —Ἐμβολάς. ὁρμάς. ἐπιδρομάς. Ἐμβολή. κλεισούρα. εἴσοδος. στενοτάτη ἐμβολή. καὶ τὸ ἄκρον τοῦ κριοῦ τοῦ μηχανικοῦ ὀργάνου. τῷ ἐπιφερομένῳ ἄχθει ἀποκαυλίζειν τὸ προέχον τῆς ἐμβολῆς. Ἐμβολάδας. ἤτοι ἐγκεντρισμένας. Ἀριστοφάνης· ἐμβολάδας ἀπίους. Ἐμβάδας. τὰ ἀνδρῶα ὑποδήματα. —ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν. ἀντὶ τοῦ ὑποδήμασιν. οὕτως Ἀριστοφάνης. Ἐμβρίθεια. ἀνδρεία καὶ φρόνησις στερεά. Ἐμβρίμησις. ψυχῆς λογικῆς τοῦ θυμικοῦ μέρους ἐνέργεια. Ἔμβιαι. αἱ εἰς βάθος διϊκνούμεναι ῥίζαι καὶ ἐμβεβηκυῖαι. Ἔμεια. τόπος πλησίον Μυκήνης. Ἔμμηνοι δίκαι. αἱ ἐμπορικαὶ καὶ ἐρανικαί. Ἔμισα. πόλις. καὶ Ἐμισαῖος ὁ πολίτης. Ἐμπολή. φορτίον ἢ τὸ τῆς πραγματείας κέρδος· ἢ ἡ συναγωγὴ τοῦ κέρδους. τὸ δὲ ῥῆμα, ἐμπολᾷν, καὶ ἐμπόλημα. Ἐμπίς. ζωΰφιον παραπλήσιον κώνωπι, γινόμενον ἐν τοῖς ὕδασι, μεῖζον δὲ τῇ περιοχῇ καὶ κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον. Ἔμπνευσιν. εἰκόνα θεοῦ καὶ ψυχὴν οἶδεν ἡ θεία γραφή. Ἔμπουσα. φάντασμα δαιμονιῶδες, ὑπὸ Ἑκάτης πεμπόμενον, ἀλλάσσον μορφὰς πολλάς. παρὰ τὸ ἐμποδίζειν, ἢ ἀπὸ τοῦ τὸν ἕτερον πόδα χαλκοῦν ἔχειν. ἢ ὅτι ἀπὸ σκοτεινῶν τόπων ἐφαίνετο τοῖς μυουμένοις. ἐκαλεῖτο δὲ αὕτη καὶ ὀνοπόλη. ἄλλοι δὲ λέγουσιν, ὅτι φάντασμα ἦν τῆς Ἑκάτης τοῖς δυστυχοῦσι φαινόμενον. Ἔμφασις. τὸ αἴνιγμα, ἢ μέγεθος, ἢ ἐννόησις. ἢ τὸ ἐμφαινόμενον εἶδος ἐν τῇ κόρῃ τοῦ ὀφθαλμοῦ, κατὰ Δημόκριτον, ὃς τὸ ὁρᾷν ἔλεγεν εἶναι, τί; τὴν ἔμφασιν τὴν ἀπὸ τῶν ὁρωμένων δέχεσθαι. οὐ καλῶς δέ. τοῦτο γὰρ συμβέβηκε διὰ τὸ τὸ ὄμμα λεῖον εἶναι. τὰ γὰρ λεῖα πάντα πέφυκε τὴν τοιούτην ἀπὸ τῶν ὀφθαλμῶν ἔμφασιν δέχεσθαι, οὐχ ὁ ὀφθαλμὸς μόνον. πολλὰ γὰρ ἄψυχα δέχεται τὴν τοιαύτην ἔμφασιν, ἀλλʼ οὐχ ὁρᾷ. ἡ γὰρ ἔμφασις πάθος τί ἐστι κατὰ ἀνάκλασιν γινόμενον ἐν τοῖς λείοις τε καὶ σύστασίν τινα ἔχουσιν, ὡς δύνασθαι σώζειν τὸ ἐμφαινόμενον. ἀλλʼ ὅτι τὸ χρῶμα, ὅπερ ἐστὶν ὁρατὸν καθʼ αὑτὸ, κινητικὸν εἶναι πέφυκε τοῦ κατʼ ἐνέργειαν διαφανοῦς, κατʼ ἐνέργειαν δὲ διαφανὲς τὸ πεφωτισμένον· ἐπειδὴ καὶ τὸ φῶς ἐτέθη ἐνέργειαν εἶναι τοῦ διαφανοο͂ς, ᾗ διαφανές. ἡ διὰ μέσου τοῦ ὁρωμένου καὶ τῆς ὁρώσης ὄψεως γινομένη κίνησις ὑπὸ τοῦ ὁρατοῦ ἐν τῷ διαφανεῖ, ἐστὶν ἡ τοῦ ὁρᾷν αἰτία. κινητικὸν γὰρ τὸ ὁρατὸν τῆς τοιαύτης φύσεως. οὕτως Ἀριστοτέλης τὸ ὁρᾷν εἶπε γίνεσθαι. ἔμφασις καὶ ἡ προσποίησις. ὁ δὲ Φίλιππος ποιῶν ἔμφασιν, ὡς ἐπί τινα τῶν ἐν Πελοποννήσῳ πράξεων ἐπεστροφώς. ἔμφασις καὶ ἡ ἔνδειξις. ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφάσεις οὐχ οἷον ἄν τις διετίθετο πεπαιδευμένος ἀνήρ. Ἐμφέρεια. ὁμοίωσις. — Οὐδέτερον. —Ἔμβρυον. τὸ κυοφορούμενον, καὶ ἔτι διαπλαττόμενον βρέφος. παρὰ τὸ ἔσω βρύειν, ὅ ἐστιν αὔξεσθαι. Ἔμβολα. μοχλοὶ, ἀσφάλειαι. καὶ ἔμβολος, χάλκωμα πεπυρωμένον, περιτιθέμενον κατὰ πρώραν ταῖς ναυσίν. ἔμβολον δέ φασιν χρημάτων ἔχειν αὐτόν. ἔμβολον καὶ παρατάξεως ὄνομα· ἔστι δὲ τὸ ἥμισυ τοῦ ῥόμβου. ὀνομάζεται δὲ καὶ σφενδονοειδές. Ἀγαθίας· ἦν δὲ αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως, οἷον ἐς ἔμβολον. δελτωτῷ γὰρ ἐῴκει. καὶ τὸ μὲν ἐμπρόσθιον, ὅσον ἐς ὀξὺ ἔληγε, στεγανόν τε ἦν καὶ πεπυκνωμένον, τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφράχθαι. Ἐμβριθές. στεῤῥόν. στιβαρόν. Ἐμβρίμημα. μετʼ ὀργῆς λάλημα. Ἔμβιον. τὸ ζῶν καὶ μὴ ξηρανθὲν, μὴ δὲ ἐναποθανόν. ἔμβιόν τι ψυχῆς πάθος ἐνέσταξέ μοι κομίσασα. Ἐμμελέστερον. συνετὸν, εὔρυθμον. Ἔμμηνον. ὃ καὶ ἐπιμήνιον. τὸ κατὰ μῆνα πλεονάζον αἷμα ταῖς γυναιξί. τροφὴ δὲ τὸ αἷμα γίνεται τοῖς βρέφεσιν. Ἔμμηνα. κατὰ μῆνα. μηλοσφαγεῖ θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις. Ἔμπαλιν. ἐναντίον. Ἔμπηρα. πεπηρωμένα. αἱ δὲ γυναῖκες ἔτικτον ἔμπηρα καὶ τέρατα. Ἔμπλεα. μεστὰ, πλήρη. Ἐμπύρευμα. κυρίως βραχύ τι λείψανον ἐστὶ πυρὸς ἐναπτόμενον τῇ σποδιᾷ. εἴρηται καὶ καταχρηστικῶς καὶ ἐπιλείψανα· ὡς, φέρε εἰπεῖν, γνώσεως, ἀρετῆς, κακίας, μνήμης. Ἔμπεδα. βέβαια. Ἐμποίνιμον. ἐπιζήμιον, θέσιμον, ἢ ἔνοχον ποιναῖς. Ἐμπολέμια. τὰ εἰς πόλεμον ἐπιτήδεια καὶ εὔχρηστα. Ἐμπόλημα. τὸ τῆς πραγματείας κέρδος. ἐμπόριον. Ἐμφαντικώτερον. δηλωτικώτερον. Ἐμφανές. φανερόν. Ἐμφερές. ὅμοιον. παραπλήσιον. Ἐμφύλιον. συγγενικόν. Ἔμφυτον. ἐγκάρδιον. διὰ τὸ προϋπάρχον αὐτῷ μῖσος ἔμφυτον. καὶ τὸ πεφυκὸς τῇ φύσει οὐσιωδῶς. Ἔμψοφον. τὸ μετὰ ψόφου γινόμενον. ἔμψοφον φίλημα. Ἐμπαιγμάτων. ἐπιθυμίας ἐμπαθοῦς. Ἔμπεδα καὶ τὰ κτήματα. Ὅμηρος· πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυ-λάσσειν. — Ῥῆμα. —Ἐμασχαλίσθη. ἔθος ἦν τοῖς ἀρχαίοις, ὁπόταν φονεύσειαν ἐξ ἐπιβουλῆς τινὰ, τὸ ἔργον ἀφοσιουμένους ἀκρωτηριάζειν τὸν νεκρὸν, καὶ τῶν μορίων ὁρμαθὸν ποιήσαντας κρημνάναι κατὰ τοῦ τραχήλου, κατὰ τῶν μασχαλῶν διείροντας. ἀφʼ οὗ δὴ καὶ μασχαλίσματα προσηγόρευσαν αὐτά. Ἐμάλθαξαν. κατεπράϋναν. καθωμάλισαν. ἐμαλάκισαν. ἐμάλθαξαν τὸ πάνυ πρανές τε καὶ ὀλισθηρόν. Ἐμματάζων. ματαιολογῶν. Ἐμακάρισαν. ἐμνημόνευσαν. Ἐμάτησεν. ἠμέλησεν. ἐματαιοπόνησεν, ἐματαιοπράγησεν. Ἐμβεβροντημένα. μάταια γενόμενα. Ἐμβριμώμενος. μετὰ αὐστηρότητος ἐπιτάττων καὶ ἐπιτιμῶν. ἢ μετʼ ὀργῆς λαλῶν. καὶ ἐμβριμᾶται. Ἐμβαλόντα. ὁ δὲ παῖς ὢν ἔτι τὸν διδάσκαλον Λῖνον, πληγὰς αὐτῷ ἐμβαλόντα, ἐν τῇ διδασκαλίᾳ δυσανασχετήσας καὶ οὐκ ἐθέλων ἄρχεσθαι, λίθῳ βαλὼν, ἀπέκτεινεν. Ἐμβάλλουσι. καταντῶσιν. ἀπέρχονται. ἐμβάλλουσι δὲ, ὁ μὲν βασιλεὺς εἰς Λυδίαν, ὁ δὲ Προκόπιος εἰς Φρυγίαν τὴν ἄνω. Ἐμβατεῦσαι. ἐπιβῆναι. τὰ ἔνδον ἐξερευνῆσαι ἢ σκοπῆσαι. Ἐμβατεύων. ἐπιβαίνων. καὶ ἐμβατεύσαντες ἀντὶ τοῦ εἰσελθόντες. οἱ δὲ Οὖννοι εἰς τὴν προκειμένην νησίδα τῆς πόλεως ἐμβατεύσαντες. Ἐμβαίη. κατέλθῃ. Ἐμβαίνοντες. ἐπιβαίνοντες. οἱ δὲ Ἀῤῥάβιοι ἀρετῇ πολὺ τῶν ἀῤῥένων διαφέρουσιν, οἳ βέλεσιν ἀνδρομήκεσι χρώμενοι ἀντὶ τῶν χειρῶν τῷ ποδὶ ἐμβαίνοντες ἐς τὴν νευρὰν κυκλοῦσι τὸ τόξον. Ἐμβεβλημένα. ἐγκεντρισμένα. Ἐμαίμασσε. προεθυμήθη. Ἐμβιβάξαντες. παρʼ Ἱππώνακτι· ἀλλʼ αὐτίκʼ ἀλλήλοισιν ἐμβιβάξαντες. ἀπὸ τοῦ ἐμβιβάζω ἐμβιβάξω. σημαίνει δὲ τὸ ἐμβοήσαντες. Ἐμβαλεῖς. εἰσελεύσῃ. ἰδίως ἐμβαλεῖν τὸ ταῖς ναυσὶ κροῦσαι ἢ ταῖς κώπαις. Ἔμμεναι. ὑπάρχειν. ἰστέον, ὅτι ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων τοῦ ἀορίστου εἰώθασιν αἱ διάλεκτοι ἐπεντιθέναι τὴν μεν συλλαβήν· καὶ εἰ μὲν ὦσι δύο σύμφωνα, ἀποβάλλουσι τὸ ἕν· δοῦναι δόμεναι, θεῖναι θέμεναι· εἰ δὲ εὑρεθῇ ἓν ἔχον, φυλάσσει αὐτό· οἷον, στῆναι στήμεναι, βῆναι βήμεναι, εἶναι ἔμμεναι. Ἐμέλλησεν. ὑπερέθετο, ἐβράδυνεν. Ἐμεγαλύνθη. ὑψώθη. Ἐμετεωρίσθησαν. ἐχάρησαν. Ἔμελλεν. ἐφαίνετο, ἀπέκειτο, ἐῴκει. παρʼ Ὁμήρῳ. Ἐμείωσας. ἠλάττωσας. Ἐμηδίασαν. τὰ τῶν Μήδων εἵλοντο. ὅτι μετὰ τὴν ἐν Μαραθῶνι μάχην οἱ Θετταλοὶ ἐμηδίασαν. Ἐμημεκώς. ἐμέσας. Ἐμηχανᾶτο. ἐτεχνάζετο. ἀνέμβατα ὄρη ἐμηχανᾶτο φαίνεσθαι. Ἐμηνίων. ὠργίζοντο. Ἐμήνυον. ἀνεμάνθανον. Ἐμήσατο. ἐβουλεύσατο. Ἐμιτρώσατο. ἐζώσατο. Ἐμιτροφόρουν. ἀντὶ τοῦ μίτρας ἤτοι ζώνας διαζωσάμενοι. Ἐμνώοντο. μνήμην ἐποιοῦντο. Ἐμόγησα. ἐμόχθησα· ἐκακοπάθησα. Ἔμμορεν. ἔλαχεν, ἔτυχεν. ἔστι δὲ δεύτερος ἀόριστος ἀπὸ τοῦ μορῶ, ὃ σημαίνει τὸ τυγχάνω. ὅτι δὲ δεύτερος ἀόριστος, δῆλον. καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἔμμορον εὑρίσκομεν. Ἐμπαροινοῦντες. ἐνυβρίζοντες. Ἐμπάζεται. ἐπιστρέφεται, ἢ φροντίζει. Ἐμπάζομαι. ἐντίθεμαι, λόγον ποιοῦμαι. οἷον· οὔτι θεοπροπίης ἐμπάζομαι— παρὰ τὸ ἔμπης· ἢ παρὰ τὸ ἔμπαιος. Ἐμπεδοῖ. βεβαιοῖ, στερεοῖ. Ἐμπεδορκεῖν. ἐμπέδως τηρεῖν τὰ ὅρκια. ὡς ἂν ἐμπεδορκοίη, ἤλαυνεν εἰς τὴν πόλιν. Ἐμπεσών. ἄρξας τῶν πραγμάτων. ὃς ἐμπεσὼν τοῖς πράγμασιν. Ἐμπερονῆσαι. διατρῆσαι, διατρυπῆσαι. Ἐμπεφυυῖα. ἰσχυρῶς κρατοῦσα, καὶ ἐμπεφύασιν. οἷον· ὣς ἔχετʼ ἐμπεφυυῖα. ἔστι φῦμι, τὸ προσπελάζω, ὁ μέλλων φύσω, ὁ παρακείμενος πέφυκα, ἡ μετοχὴ ὁ πεφυκὼς, ἀποβολῇ συμφώνου πεφυὼς, καὶ τὸ θηλυκὸν πεφυυῖα καὶ ἐμπεφυυῖα. Ἐμπειρεῖν. πεπειραμένως ἔχειν. φήσας γεγονέναι πλείω χρόνον ἐν ταῖς Σάρδεσι καὶ τὸν τόπον ἐμπειρεῖν. Ἐμπιπρᾶται. καίεται, ἐμπυρίζεται. Ἐμπιπλᾶται. πληροῦται· χορτάζεται. Ἐμπίπλη. Ἀττικόν. Ἀττικοὶ γὰρ λίαν ἀποβολὴν τοῦ μ ποιοῦσι. ἡ κοινὴ γὰρ ἵστημι, αὐτοὶ δὲ ἵστη. Ἐμπλασσόμενοι. προσκρούοντες, προσπελάζοντες. οἱ δὲ Καρχηδόνιοι ἀλλήλοις ἐμπλασσόμενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπέθνησκον. καὶ ἀντὶ τοῦ ἐπεμβαίνοντες καὶ συῤῥηγνύμενοι. τοῖς φίλοις καὶ οἰκείοις ἐμπλασσόμενοι, ἀπέσφαττον αὐτοὺς ὡς πολεμίους. Ἐμπλασσόμενοι. ἐμπίπτοντες τῷ ποταμῷ. οἱ δὲ ἐμπλασσόμενοι κατέῤῥεον εἰς τὰ ἐπὶ θάτερα τοῦ ποταμοῦ. Θουκυδίδης τοῦτο φησί. καὶ ἀντὶ τοῦ μολυνόμενοι. παλάσσω γὰρ τὸ μολύνω. Ἐμπλείμην. κορεσθείην. εὐκτικῆς ἐγκλίσεως τετύχηκεν. ἔστι γὰρ τὸ ἐμπιπλῶ, ὃ παρὰ ἀναδιπλασιασμὸν κλίνεται. Ἀριστοφάνης· βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλείμην λίθοις. Ἔμπλην. ἐπλησίαζον. ἔστι ῥῆμα πλῶ τὸ πλησιάζω, παράγωγον πλῆμι. ὁ δεύτερος ἀόριστος ἔπλην. γίνεται δὲ καὶ ἀπὸ τοῦ πλῶ κατὰ ἀναδιπλασιασμὸν πιπλῶ, πίπλημι, ὡς στῶ, ἱστῶ, ἵστημι. καὶ πλῶ, πλήσω, πλήτης, καὶ ἐν συνθέσει τειχεσιπλήτης. ἢ ἔμπλην, πλησίον καὶ ἐγγύς. παρὰ τὸ πέλω ῥῆμα, ὃ δηλοῖ τὸ πλησίον. καὶ ἐν συγκοπῇ πλῶ, καὶ συνθέσει ἐμπλῶ, καὶ ἔμπλην. Βοιωτῶν δʼ ἔμπλην ἐπʼ ἀρίστεων—. Ἐμπλατειάσασα. τρυφερευσαμένη. Ἐμπωλεῖ. πραγματεύεται. καὶ ἐμπωλήσαντες. Ἐμπολήσωμεν. ἀντὶ τοῦ ἐμπορευσώμεθα. ἢ κερδήσωμεν καὶ συνάξωμεν πωλήσαντες τὸν καρπόν. Ἐμπολεμῶσαι. τὸ πολεμίους ποιῆσαι, καὶ ἐπὶ πόλεμον τινὰς παροξύναι. ἐκπολεμῆσαι δὲ, τὸ ἐκπορθῆσαι. Ἐμπομπεύων. ἐπιφαίνων. θριαμβεύων. Ἐμπορπῶ. τὸ συμβάλλω. καὶ ἐμπορποῦσθαι. Ἐμπρήσαντες. καύσαντες. ἐμπρίσαντες δὲ ἀντὶ τοῦ συσφίγξαντες καὶ προσαρμόσαντες, ι. οἱ δὲ ἐμπρίσαντες τοὺς ὀδόντας τοῦ εἶξαι τῷ τυράννῳ, γεγόνασι κρείττους. Ἐμυκᾶτο. ἐβρυχᾶτο. Ἀριστοφάνης· ἔβλεψεν εἰς ἐμὲ δριμὺ καὶ ἐμυκᾶτό γε. Ἐμύξατο. ἔξεσεν. Ἐμυωπίασεν. ἄκροις τοῖς ὀφθαλμοῖς προσέσχε. μυωπάζω γὰρ τὸ καμμύω. Ἐμφαλκωμένοις. περιπεπλεγμένοις. ἔπειτα κάλοις ἐμφαλκωμένοις. Ἐμφανίζω σοι. φανερῶ σοι. Ἐμφαίνων. δεικνύς. Ἐμφοροῦμαι. κορέννυμαι. Ἐμφιλοχωρεῖ. ἐνδιατρίβει. Ἐμφύς. ἐμπλακεὶς, ἐμπεσών. ὁ δὲ Κέλτος προθυμίαν εἶχεν ἐμφὺς τῷ πολέμῳ καὶ χερσὶ καὶ στόματι δίκην θηρίου διασπάσαι αὐτόν. Ἐμπρέποντα. διαπρέποντα. Ἐμῶ. τὸ τὴν τροφὴν ἐμβάλλω. Ἀριστοφάνης· δότε μοι λεκάνην, ἵνʼ ἐξεμέσω. ἀπὸ τοῦ ἕω τὸ ἀφίημι, καὶ πλεονασμῷ τοῦ μ ἐμῶ, ὡς ὅρω ὁρμῶ, τίω τιμῶ. Ἐματαιώθησαν. ἐπλανήθησαν. τοῦ παντὸς ἐξέπεσον. καὶ ὁ Ἀπόστολος· ἀλλʼ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν. Ἐμφανίζουσιν. ἀντὶ τοῦ δεικνύουσιν. ὁ Ἀπόστολος· οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσιν. — Ἐπίῤῥημα. —Ἐμμαπέως. ἐσπασμένως, ταχέως, σπουδαίως, προθύμως. παρὰ τὸ ἅμα, ὃ σημαίνει τὸ ὁμοῦ καὶ ἐξαίφνης, καὶ τὸ ἔπος, ὃ σημαίνει τὸν λόγον, γέγονεν ἁμεπέως, καὶ κατὰ μετάθεσιν τῶν φωνηέντων καὶ πλεονασμῷ τοῦ μ ἐμμεπέως. οἱονεὶ ἅμα τῷ λόγῳ καὶ τὸ ἔργον ταχέως. ὁ δʼ ἄρʼ ἐμμαπέως—. Ἐμβαδόν. πεζῇ, διὰ θαλάσσης ἢ διὰ τοῦ εἰς ναῦν ἐμβῆναι. Ἔμβραχυ. ἁπλῶς, ὅλως, συντόμως. Ἐμμελῶς. συνετῶς, ἡδέως. Ἔμπαλιν. εἰς τοὐπίσω. Ἔμπας καὶ ἔμπα. Ἀττικῶς. ἔμπης δὲ Ἰωνικῶς. δηλοῖ δὲ τὸ ὅμως. Ἐμπελαδόν. πλησίον, ἐγγύς. Ἔμπλην. πλησίον, ἐγγύς. Ἐμποδών. Θουκυδίδης ἀντὶ τοῦ προχείρως· τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν. Λυκοῦργος ἀντὶ τοῦ φανερόν. Πλάτων ἀντὶ τοῦ ἐν μέσῳ. Ἰσαῖος ἀντὶ τοῦ ὑπόγυιον καὶ ἐν χερσίν· ἀλλὰ τουτὶ, ὦ ἄνδρες Ἀθηναῖοι, παντελῶς ἐμποδὼν εἶναι. Ἱεροκλῆς δὲ καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου. Ἐμφαντικῶς. ἐννοητικῶς. ὁ δὲ παρεκάλει βραχέως μὲν, ἐμφαντικῶς δὲ τοῦ παρόντος κινδύνου. ἀντὶ τοῦ πρεπόντως. Τὸ Ε μετὰ τοῦ Ν. — Ἀρσενικόν. —Ἐναγής. σεβάσμιος, ἢ καὶ ὁ βέβηλος καὶ ὁ ἀποτρόπαιος. Δαμάσκιος· τοὺς δὲ παντάπασιν ἀπεωθεῖτο ὡς ἐναγεῖς ὄντας καὶ ἀνιάτους. Ἐναγῆ φίλων. τὸν μηδέποτε ὑπὸ φίλων ἐν ἀφανεῖ αἰτίᾳ γενόμενον, ἀλλὰ καθαρὸν ὄντα. Ἐναγέστατος. ἀκάθαρτος, μυσαρώτατος. Ἐναγισμοί. ὁλοκαυτώματα, ἢ μιασμοί. Ἐν ᾅδου. Ἀττικοὶ χρῶνται τῇ ἐν ἀντὶ τῆς εἰς· ἐν διδασκάλου, ἐν κιθαριστοῦ. Ἐνάκ. ὄνομα κύριον. καὶ ἡ νόσος. Ἐναύλους. τοὺς χειμερινοὺς ποταμοὺς, παρὰ τὸ αὐλεῖν. Ἐναλίγκιος. ὅμοιος, παραπλήσιος. ὡς παρὰ τὸ πήσσω γίνεται πάγιος, καὶ παρὰ τὸ ἁρμόζω ἁρμόδιος, οὕτως καὶ παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, γίνεται εἴκιος. καὶ ἐπειδὴ πολλάκις τὰ τοιαῦτα διὰ χρείαν μέτρου ἀποβάλλουσι τῆς ει διφθόγγου τὸ ε, οἷον· εἴκελος ἀστεροπῇ— καί· τῷ ἴκελος κατέδυ Τρώων πόλιν— τούτου χάριν ἀποβάλλουσι καὶ τοῦτο τὸ ε τῆς διφθόγγου, καὶ γίνεται ἴκιος, ἐνίκιος, καὶ προσελθούσης τῆς αλ συλλαβῆς μετὰ πλεονασμοῦ τοῦ γ, διὰ τὰ ἐπάλληλα βραχέα, ἐναλίγκιος. Ἐνναώρου. ἐννεαετοῦς. Ἐνναέται. οἰκήτορες. καὶ ἐνναιέται. Ἐναργής. φανερός. Ἐγκάθετος. ἐνεδρευτής. Ἐνδελεχησμός. ἐπιμονή. ἐνδελεχισμὸς δὲ καλεῖται ἡ καθημερινὴ θυσία. τὸ γὰρ ἐνδελεχὲς τὸ πυκνὸν ἐστὶ καὶ συνεχές. Ἐνδρανής. πρακτικός. Ἐνδεεῖ. χρείαν ἔχοντι, ἐλλειπομένῳ. Ἐνδεῖκται. οἱ κατήγοροι καὶ συκοφάνται. Ἐνδιάθετος. ἐκ ψυχῆς προκείμενος. Ἔνδικον. δίκης ἄξιον. καὶ γὰρ ὁ Μιθριδάτης τά τε ἄλλα ἔνδικος ἦν. Ἔνδιος. ὁ μεσημβρινὸς καιρὸς παρʼ Ὁμήρῳ. παρὰ τὸ ἐνδεῖν καὶ ἐλαττοῦσθαι τὴν ἡμέραν. ἢ παρὰ τὸ ἰδίω, τὸ ἱδρῶ, γέγονεν ἐνίδιος καὶ ἔνδιος. Ἐνδυμίων. κύριον. ὃς ἦν ὑπνηλὸς σφόδρα. Ἐνδόμυχος. σκοτεινὸς, ἀπόκρυφος. Δαμάσκιος· οὕτω δὲ ἐνδόμυχος ἐγεγόνει καὶ σιωπηλὸς ἐπὶ τούτοις, ἃ κρύπτειν ἐδοκίμαζεν, ὥστε μηδὲ ἐρωτώσῃ τῇ μητρὶ λέγειν, ὅπη ἀπίοι. Ἐνδόσιμον. κινήσεως καὶ ἀρχῆς αἴτιον. ὁ δὲ ψαλμός· οἷος ἐνδόσιμος εἶναι τῇ ὠδῇ. Ἐνεός. ἄφωνος, οὐχὶ ὁ ἠλίθιος. ἀπὸ τοῦ τὴν ἰωὴν παρʼ ἑαυτῷ ἔχειν. Ἐνερευθής. ἐρυθρός. Ἐνεργμὸς καὶ ἔνερξις. κροῦμα κιθαριστικόν. Ἐννέωροι. ἐνναετεῖς. ὦρος γὰρ ὁ χρόνος. Ἐνέρτερος. κατώτερος. ἀπὸ τοῦ ἔνερθεν ἐνέρθερος καὶ ἐνέρτερος. Ἐνέροις. νεκροῖς. ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ κεῖσθαι. Ἐν ἐπηκόῳ. εἰς ἐπήκοον πάντων. Ἔναιμος. πλήρης αἵματος. Ἐνηής. ὁ πρᾶος. Ἔνθεος. θείῳ κινούμενος νεύματι. Ἔνθους. θεωρητικὸς, θεόληπτος, θεοφορούμενος, ἐνθουσιῶν, ἐνθουσιαζόμενος. κατὰ συναλοιφήν· ἔνθεος, ἔνθους. Ἐνθουσιασμός. ὅταν ἡ ψυχὴ ὅλη ἐλαύνηται ὑπὸ τοῦ θεοῦ. Ἐνιπεύς. ὄνομα ποταμοῦ. παρὰ τὴν ἐνιπήν· καὶ γὰρ ἄγριός ἐστι καὶ ἀπειλοῦντι ἔοικεν. Ἐνιαυτός. οἱ Ἑβραῖοι τὸν ἐνιαυτὸν κατὰ τὸν σεληνιακὸν δρόμον ἀριθμοῦσιν, ὥστε τὸν μῆνα ἡμερῶν εἶναι παρʼ αὐτοῖς εἰκοσιεννέα ἥμισυ· ὡς τοῦ μὲν ἡλιακοῦ κύκλου ὑπάρχοντος τριακοσίων ἑξήκοντα πέντε, τοῦ δὲ σεληνιακοῦ τνδ· ὡς τὸν ἡλιακὸν παραλλάσσειν ἐνιαυτὸν ἡμέρας ια τοῦ σεληνιακοῦ ἐνιαυτοῦ. ὥστε Ἕλληνες καὶ Ἰουδαῖοι μῆνας τρεῖς ἐμβολίμους ὀκτὼ παρεμβάλλουσιν. ἐνιαυτὸς μετωνομάσθη ἐννέα καὶ δεκαετήρης. Μέτων γὰρ ὁ μαθηματικὸς περίοδον ἐκτιθεὶς χρόνου ἐνέταξε δεκαεννέα κύκλους. Ἐνήλιος. ὁ ἓν μέλος ἔχων, ὁ κυλλός. Ἔννιος. Ῥωμαῖος ποιητής. Ἔνιοι. φανεροὶ, ἢ οἱ μὲν, ἢ τινές. Ἔνος. ὁ χρόνος. καὶ ἐνιαύσιος. Ἔνοχος. ὑπεύθυνος ἢ χρεώστης. Ἔνορχα. ἄρσενα. Ἐνοσίγαιος. ὁ κινῶν τὴν γῆν, ὁ σεισμοὺς ποιῶν. καὶ ἐνοσίχθων ὁμοίως. ἔνοσις γὰρ ἡ κίνησις. Ἔννους. ὁ συνετὸς, ὁ φρόνιμος. Σοφοκλῆς· ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται. Ἐνοφθαλμισμῶν. θεαμάτων. Ἐν παραβύστω. ἐν γωνίᾳ. Ἔνσπονδος. ὁ ἀπὸ πόλεως, ἢ ὁ ἀπὸ πολέμου γενόμενος φίλος. Ἐνστάτης. ὁ κατὰ πάντα ἐνιστάμενος, ἰδικῶς δὲ καὶ ἐπὶ τῆς κρίσεως, οἷον ἀντίδικος. κυρίως δὲ ἐνστάτης ὁ ἐν τῇ ὁδῷ ἀντιστήκων τινί. Ἐνστατικός. ἀντὶ τοῦ ἔνστασιν πρός τινα ποιούμενος. Ἐν ταλάροις. ἐν κοφίνοις. Ἐντελεῖς. οἱ ἄρχοντες καὶ οἱ ἄρξαντες. καὶ ἐντελεῖς πανοπλίας ἀντὶ τοῦ ἀρχοντικάς. Ἐντελής. ἀντὶ τοῦ τέλειος. Ἐντελόμισθος. μεμισθωμένος ἐντελῶς. ὁ δὲ ἔπλεε νηῒ οἰκείᾳ ναύτας ἔχων ἐντελομίσθους οἴκοθεν Κρῆτας. Ἐντομίας. εὐνοῦχος. Ἐντομίδαι. οἱ τοῖς σώμασιν ἐντεμνόμενοι. τοιαῦτα εἰώθασι ποιεῖν ἐπὶ τοῖς νεκροῖς. ὅτι τοῖς νεκροῖς τὰ ἔντομα ἔθυον τῶν τετραπόδων ὡς ἄγονα· τὰ δὲ ἔνορχα τοῖς θεοῖς. ἔντομα δὲ, οἷον σφῆκες, μύρμηκες, μέλιτται, ἃ οὔτε ἀναπνεῖ, οὔτε πνεύμονα ἔχει. Ἐντριβής. ἔμπειρος, τετριμμένος, συνήθης. ἄνθρωπος ἐντριβὴς τῆς χώρας. Ἐντροπίας. εὐμετάβολος. καὶ ἐντροπίας οἶνος, ὁ ὀξίνης. Ἐντρεχής. γοργὸς, ὀξὺς, σπουδαῖος. Ἐνυάλιος. πολεμικὸς, μαχητής. Ἐνυὼ γὰρ δαίμων τὶς προστάτης τοῦ πολέμου. Ἐνυδροβίων. βιούντων ἐν ὕδασι. καὶ πολιὸν χηνῶν ζεῦγος ἐνυδροβίων. Ἐν χρῷ κεκαρμένος. σύνεγγυς καὶ πλησίον τοῦ δέρματος τὰς τρίχας ἐξυρημένος. καὶ ἐν χρῷ παραπλέων ἀντὶ τοῦ πλησίον. οὕτως Θουκυδίδης. Ἐγχρόνῳ. οὗ τὸ εἶναι μετρητὸν ὑπὸ χρόνου. Ἐνώμοτος. τοῖς ὅρκοις ἔνοχος. Ἐνωμοτάρχης. τάξεως τινὸς στρατιωτικῆς ἄρχων παρὰ Λακεδαιμονίοις. εἴρηται δὲ παρὰ τὸ ὀμνύναι αὐτοὺς μὴ λείψειν τὴν τάξιν. Ἐνώπιον. ἔμπροσθεν. Ἐναῖος. ὁ λαγωός. τοῦ Ψελλοῦ· ἐναῖος δὲ ὁ λαγωὸς, ἔνναιον ὕδωρ βλύζον. Ἐναίσιμοι. μαντικοί. Ὅμηρος· —ὄρνιθες δέ τε πολλαὶ ὑπʼ αὐγὰς ἠελίοιο φοιτῶσιν οὐδέποτε πάντες ἐναίσιμοι—. — Θηλυκόν. —Ἐναγωγή. ἡ ἔγκλησις. καὶ πάντα ἄνθρωπον ἀδικηθέντα ὑπʼ αὐτοῦ ἀδεῶς καὶ ἀζημίως ἐναγωγαῖς κεχρῆσθαι. Ἐναγωγὴ οἰκέτου. τοῦ πραθέντος οἰκέτου. εἴ τι ἔχων νόσημα, εἰ μὴ προείπῃ ὁ πωλῶν, ἐφίησιν ὁ νόμος τῷ ὠνησαμένῳ διακρίνεσθαι πρὸς τὸν πεπρακότα, πρότερον ἀπογραψάμενον πρὸς τὰς ἀρχὰς τὴν αἰτίαν. Ἐνέργεια. ἡ τῶν λόγων λευκότης. Ἐναρμόνιος φωνή. ἡ ἐγγράμματος, καὶ ὁ τῶν ἀνθρώπων στεναγμός. ἐναρμόνιος ἀγράμματος ἡ τοῦ ψιττακοῦ. ἀναρμόνιος ἀγράμματος ἡ τῶν προβάτων βληχή. Ἐναισίμῃ. δικαίᾳ, καθηκούσῃ. ἐναισίμῃ δὲ συντύχοιμι. μὴ δέ τινι πονηρᾷ συντυχών. Ἔνδειξις. φανέρωσις καὶ ἀπολογία. Ἔνδειξις. δίκη κατὰ τῶν ὀφειλόντων καὶ δημηγορούντων· οὐ γὰρ ἐξῆν λέγειν οὐδόλως ἐπίτιμον εἶναι ὀφείλοντα, ὥστε εἰ καὶ ἦρχέ τις ὀφείλων ἐνεδείκνυτο. ἤδη δὲ καὶ ἐπὶ τῶν φυγάδων ὅπου μὴ ἔξεστι κατιόντων ἡ ἔνδειξις. Ἔνδειξις. ἐάν τις ἄτιμος ὢν ἢ ὀφληκὼς τῷ δημοσίῳ καὶ μὴ ἐκτετικὼς ἄρχειν ἢ δικάζειν ἐπιχειροίη, τοῦτον ἐνδείκνυσιν ὁ βουλόμενος τῶν πολιτῶν. ὁμοίως καὶ τὸν ἀντιποιούμενον πράξεων ἢ τόπων. Ἔνδειξις. εἶδος δίκης δημοσίας, ὑφʼ ἣν τοὺς ἐκ τῶν νόμων εἰργομένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον. οὕτως Δημοσθένης. Ἕναι. ἀρχαὶ αἱ παρῳχημέναι. οὕτως Δημοσθένης. Ἐν αἰθρίᾳ. ἐν εὐδίᾳ. ἢ ἐν φανερῷ. Ἔναιμος. πλήρης αἵματος. Ἐνεγκαμένη. ἡ πατρίς. Ἐνεγκοῦσα. ἢ τὴν μητέρα ἢ τὴν πατρίδα λέγει. Ἐν εὐσήμῳ. ἐν ἀγαθῇ, ἐν καλῇ, ἐν φανερᾷ, ἐν μεγάλῃ. Ἐνέδρα. ἔγκρυμμα, ἐν ᾧ κάθηνται τινὲς, μέχρις ἂν ἕλωσιν οὓς ἂν ἐπιβουλεύσωσιν. Ἐν δίκῃ. ἀντὶ τοῦ δικαίως, καὶ μάλα εἰκότως. Ἐνδυομενία. τὴν μὲν ἐνδυομενίαν ἅπασαν ἐκ τῶν οἰκιῶν ἐξήρπασαν. καὶ τὰ ἔπιπλα. Ἐνάτη καὶ ἔνατος. διʼ ἑνὸς ν. καὶ γὰρ ἐκ τοῦ εἷς ἑνός. ἐννέα δὲ διὰ δύο νν. Ἐννεάκρουνος. κρήνη τὶς Ἀθήνῃσι Καλιῤῥόη καλουμένη πρώτως. Ἐννεσία. ἡ συμβουλή. Ἔνερσις. συμπλοκή. παρὰ τὸ εἴρω τὸ συμπλέκω. ἐνέρσει κρώβυλον ἀναδούμενοι. Ἐνεργόν. ἐπιτεταμμένον, σύντομον. οἱ δὲ ἐξαναστάντες ἐνεργὸν ἐποιήσαντο τὴν πορείαν καὶ τὴν ἔφοδον. Ἐνέργεια. ἡ ἐν λόγοις ἢ ἀθρόα προσβολή. ἐνέργεια ποιά τις κίνησις τῆς οὐσίας. ὧν δὲ ἡ ἐνέργεια μία, τούτων καὶ ἡ δύναμις πάντως ἡ αὐτή. πᾶσα δὲ ἐνέργεια δυνάμεως ἐστὶν ἀποτέλεσμα. ἡ μὲν ἰδιότης, οἷον ἐπιτηδειότης τίς ἐστιν ἐπιθεομένη πάντως τῇ ὑποκειμένῃ φύσει, κᾂν εἰ μὴ εἰς ἐνέργειαν προαχθεῖσα τύχοι. ἡ ἐνέργεια δὲ καὶ αὐτὴ πράξεως οἷόν τινος, καὶ τῆς εἰς ἔργον ἐπιτηδειότητος πρόδηλον ὡς λόγον ἐπέχει. ἐνέργεια ἐστὶ φυσικῆς ἐπιτηδειότητος εἰς τὸ φανερὸν πρόοδος. Ἐνέργεια. ἔστι κίνησις δραστική. κίνησις δέ ἐστιν ἐνάλλαξις τοῦ προτέρου. ἀρχὴ γὰρ κινήσεως ἠρεμία. καὶ πάλιν κίνησις ἐστὶν ἐντελέχεια τοῦ δυνάμει κινουμένου. ἐνέργεια φυσικὴ ἐστὶν ἡ ποιὰ τοῦ ὑποκειμένου κίνησις. ἐνέργεια ἡ κατὰ τὸ πρόχειρον, ἐστὶ φυσικῆς δυνάμεως ἀποτέλεσμα. ἐνέργεια ὁμοίως ἄϋλος δύναμις. ἐνέργεια ὁμοίως ἡ ἔνυλος δύναμις. ἐνεργητικόν ἐστι τὸ δύναμιν ἔχον ἐκπληρῶσαι τὸ πρᾶγμα. ἐνέργειαι πάλιν ἐπείσακτοι αἱ μόνιμοι οὖσαι, εἴτε φυσικαὶ εἴτε ψυχικαὶ ὦσι. φυσικὴ μὲν, ὡς ἡ θερμότης ἐν τοῖς θερμαινομένοις σώμασι· ψυχικὴ δὲ, ὡς ἡ ἐπιστήμη. κατὰ τὸν τρίτον τρόπον, ὅνπερ οὔπω μὲν ἐπιτηδειότητι πρὸς τὸ δέξασθαι, ὅπερ ἦν τὸ πρῶτον τοῦ σημαινομένου τῇ δυνάμει. κατὰ τὸν τέταρτον δὲ τρόπον ἡ φυσικὴ ποιότης ἤγουν φυσικὴ ἕξις, τῶν ἀντικειμένων ἀντίθεσις ἤγουν τῆς δυνάμεως, εἴτε τῆς ποιητικῆς ἢ τῆς παθητικῆς. διάθεσις δέ ἐστιν ἡ κατὰ συμβεβηκὸς τοιάδε ἑκάστου ποιότης. ἐνέργεια ἰδιώματος ἐστὶν ὁ τοῦ γράμματος σχηματισμός. ὃ οὐκ ἐνέργεια καθαρῶς, ἀλλʼ ἐνέργημα καὶ ἐστὶ καὶ γνωρίζεται. Ἐνεργείας θεοῦ ἴδιον τὸ μὴ μόνον ἐπέκεινα παντὸς εἶναι νοῦ τε καὶ λόγου καὶ χρόνου καὶ τόπου καὶ παντὸς αἰῶνος, ἀλλὰ καὶ πάσης οὐσίας καὶ κτήσεως. Ἐνέργεια φυσική ἐστιν οὐσιώδης καὶ συστατικὴ ποιότης. ἧς τὸ ἐστερημένον καὶ πάσης οὐσίας ἐστέρηται. Ἐνέργεια ψυχῆς λογικῆς ἐστιν οἰκεία τοῦ νοῦ διάνοιά τε καὶ κίνησις. ἐνέργεια λογική ἐστιν ἡ δηλωτικὴ ἑκάστης οὐσίας δύναμις. ἐνέργεια φυσική ἐστιν ἡ πάσης οὐσίας ἔμφυτος κίνησις. ἐνέργεια φυσικὴ τῆς ἀνθρωπίνης φύσεως ἐστὶν ἡ κατʼ οὐσίαν αὐτῆς μετὰ αἰσθήσεως καὶ νοῦ ζωτικὴ καὶ αὐθαίρετος κίνησις. ἐνέργειά ἐστιν ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς χωρὶς οὔτε ἐστὶν οὔτε γινώσκεται φύσις αἰσθητικῶν· αἴσθησις, καθʼ ἣν αὗται τὲ τῶν ἐκτὸς ἐφάπτονται φυσικῶς καὶ τοῖς ἐκτὸς ὑποπίπτουσι· πτηνῶν πτῆσις· νηκτῶν νῆξις· ἑρπιστικῶν ἕρψις· βαδιστικῶν βάδισις. καὶ περιληπτικῶς εἰπεῖν, τὸ σημαντικὸν ἑκάστης ἰδίωμα φύσεως. ἐνέργεια τῆς νοερᾶς ψυχῆς ἐστι κατὰ φύσιν αὕτη ἡ αὐτοκίνητος καὶ πρώτη δύναμις· ἤγουν αὐτοκίνητος λόγος φυσικῶς αὐτῇ πηγαζόμενος. ἐνέργειαν λέγομεν φυσικὴν, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν. τὸ γὰρ οὐσίας τινὸς μετέχον καὶ τῆς δηλούσης αὐτὴν μεθέξει πάντως δυνάμεως. ὅρους γὰρ τῶν οὐσιῶν καὶ τὰς φυσικὰς αὐτῶν ἐνεργείας ὁ ἀληθὴς ἐπίσταται λόγος. οὐδὲν τῶν ὄντων, εἴτε νοερόν ἐστιν, ἀφαιρεῖται θελητικῆς δυνάμεως καὶ ἐνεργείας· εἴτε αἰσθητικὸν, τῆς αἰσθητικῆς ἐνεργείας· εἴτε φυσικὸν, αὐξητικῆς καὶ θρεπτικῆς ἐνεργείας· εἴτε παντελῶς ἄψυχον καὶ πάσης ἄμοιρον ζωῆς, τῆς καθʼ ἕξιν λεγομένης ἐνεργείας καὶ ἐπιτηδειότητος· ὡς δηλοῦσι πάντα τὰ οὕτως ὄντα, ἀντιληπτικὰ τυγχάνοντα ταῖς τῶν αἰσθητῶν αἰσθήσεσιν· ἐνέργεια γὰρ τῶν τοιούτων τὸ ἐπιπεσεῖν πάντως ὁράσει διὰ τῆς ἰδίας ἐπιφανείας· ἀκοῇ διὰ κτύπου· ὀσφρήσει διʼ ἀτμοῦ τινὸς προσφυοῦς· γεύσει τισὶ χυμοῖς, καὶ ἁφῇ διὰ τῆς ἀντιτυπίας. ὥσπερ γὰρ ἐνέργειαν λέγομεν τῆς ὁράσεως τὸ ὁρᾷν, οὕτω καὶ τῶν ὁρωμένων τὸ ὁρᾶσθαι· καὶ τὰ λοιπὰ πάντα κατὰ τὸν αὐτὸν θεωροῦμεν γινόμενα τρόπον. τριχῶς δὲ λέγεται ἡ ἐνέργεια· ἥ τε δύναμις, καθʼ ἣν ἐνεργεῖν πεφύκαμεν, καὶ σχέσις ἡ ἀπὸ τοῦ ἐνεργοῦντος πρὸς τὸ ἐνεργούμενον, καὶ αὐτὸ τὸ ἀποτελούμενον ἤτοι τὸ ἐνέργημα. Ἐνέργεια ἐστὶν, ὡς φησὶ Γρηγόριος ὁ Νύσσης, ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν· τὸ γάρ τινος οὐσίας μετασχὸν συμμεθέξει πάντως καὶ τῆς δηλούσης αὐτὸ ἐνεργείας. ὅρους γὰρ τῶν οὐσιῶν τὰς ἀψευδεῖς αὐτῶν ἐνεργείας ὁ ἀληθὴς ἐπίσταται λόγος· νοερῶν ἐνέργειαν τὴν νόησιν· αἰσθητῶν τὴν αἴσθησιν· κινητῶν τὴν κίνησιν· πτηνῶν τὴν πτῆσιν· νηκτῶν τὴν νῆξιν· βλαστικῶν τὴν βλάστησιν· ἑρπιστικῶν τὴν ἕρψιν· καυστικῶν τὴν καῦσιν· ῥευστῶν τὴν ῥεῦσιν· θεωρητικῶν τὴν ὅρασιν· γεννητικῶν τὴν γέννησιν· καὶ καθολικῶς εἰπεῖν τὸ πάσης φύσεως σημαντικὸν καὶ ἀφοριστικὸν ἡ ἐνέργεια αὐτῆς ἡ φυσικὴ κατέστηκεν, ἧς ἀναιρουμένης συναναιρεῖται πάντως καὶ ἀπόλλυται καὶ ἡ φύσις· ἀναιρουμένης γὰρ τῆς καύσεως σβέννυται τὸ πῦρ· ἀναιρουμένης τῆς κινήσεως τοῦ ζώου ἀπόλλυται τὸ ζῶον· ἀναιρουμένης τῆς νοήσεως ἀπόλλυται τὸ νοερὸν τῆς ψυχῆς καὶ τὸ λογικὸν αὐτῆς. καὶ διὰ τοῦτο λέγομεν ἐν Χριστῷ δύο θελήσεις καὶ ἐνεργείας, ἵνα μὴ ἄψυχον σῶμα καὶ ἄλογον ψυχὴν ἐπʼ αὐτῷ εἴπωμεν. ἐνέργεια γὰρ ἐμψύχου σώματος τὸ περιπατεῖν καὶ ἐργάζεσθαι· ἐνέργεια δὲ λογικῆς ψυχῆς ἡ θελητικὴ καὶ λογιστικὴ καὶ βουλευτικὴ διάνοια αὐτῆς ἐστίν. οὐ μόνον δὲ ἐπὶ ἐμψύχων καὶ κινητικῶν, ἀλλὰ καὶ ἐπὶ ἀψύχων καὶ ἀκινήτων ἔστιν εὑρεῖν φυσικὰς ἐνεργείας, ὡς μαρτυρεῖ ἡ σκαμμωνία καὶ τὰ καθάρσια τῆς κενωτικῆς ἐνεργείας ὑπάρχοντα, καὶ ἡ ὑδράργυρος θανατικὴν ποιοῦσα ἐνέργειαν, καὶ τὸ κώνιον ὁμοίως ἀναιρετικὸν ὑπάρχον. τὸ δὲ παράδοξον, ὅτι καὶ τινὲς διάφοροι φύσεις στερούμεναι πολλάκις τῶν φυσικῶν ἐνεργειῶν αὐτῆς, ἑτέρας ἐνεργείας τίκτουσιν, οἷον ἡ λίθος καιομένη ἀπόλλυσι τὴν ψυχρὰν ἐνέργειαν, καὶ καυστικὴν σωμάτων ἐνέργειαν, ἄσβεστος γενομένη, κέκτηται. ὁμοίως καὶ ἡ κέδρος καιομένη στερεῖται μὲν τῆς φυσικῆς καὶ αὐξητικῆς καὶ βλαστώδους ἐνεργείας· ἰαματικὴν δέ τινα καὶ ἀφαιρετικὴν σκωλήκων ἐνέργειαν κέκτηται· ἐς ὕστερον καὶ τὴν κεδραίαν δίδωσι ταύτῃ. ἀμέλει γοῦν τοῖς ἐχεφρόνως τὰς τῶν ὄντων προσηγορίας διασκοπεῖν καὶ ἀνακρίνειν ἐπισταμένοις ἔστιν εὑρεῖν, ὅτι αἱ πλείους πάσης ὑπάρξεως προσηγορίαι ἐνεργητικὰς, ἀλλʼ οὐ φυσικὰς τὰς ὀνομασίας ἔχουσιν, ἐκ τῶν ἰδίων ἐνεργειῶν ταύτας λαβοῦσαι καὶ ἔχουσαι καὶ λεγόμεναι. θεὸς γὰρ οὐκ αὐτὴν τὴν οὐσίαν τὴν ἀκατάληπτον καὶ ἀνώνυμον τοῦ δημιουργοῦ ἡμῖν παρίστησιν· ἀλλʼ ἐκ τῆς θεωρητικῆς αὐτοῦ ἐνεργείας εἴρηται θεός. ὁμοίως καὶ τὸ ἄγγελος οὐ τὴν οὐσίαν αὐτοῦ καὶ τὴν ὕπαρξιν τῆς αὐτῶν φύσεως δηλοῖ, ἀλλʼ ἐκ τῆς ἀγγελικῆς αὐτῶν ἐνεργείας καὶ διακονίας τὴν ἀγγέλου ὀνομασίαν ἔχουσιν. ὥσπερ δὴ καὶ ὁ ἄνθρωπος οὐκ ἐξ αὐτῆς τῆς οὐσιώδους αὐτοῦ ποιότητος λέγεται ἄνθρωπος, ἀλλὰ διὰ τὸ ἄνω θρεῖν τὴν ὦπα, ἤγουν ἄνω ὁρᾷν τοὺς ὀφθαλμούς. ὅθεν καὶ αὐτὸς ἐκ τῆς ἄνω θεωρητικῆς ἐνεργείας λέγεται ἄνθρωπος. ἄλλοι δὲ λέγουσιν, ὅτι ἐκ τῆς ἀνορθοπεριπατητικῆς ἐνεργείας ἄνθρωπος ἐκλήθη, πάντων τῶν ζώων κατωκλινῶς κεκυφότων καὶ περιπατούντων. εἰ οὖν καὶ αἱ δύο προσηγορίαι τῶν οὐσιῶν τοῦ Χριστοῦ, λέγω δὴ τὸ θεὸς καὶ τὸ ἄνθρωπος, ἐκ τῶν φυσικῶν αὐτῶν ἐνεργειῶν τὰ ὀνόματα ἔχουσι, πῶς οὐκ αἰσχύνονται τινὲς ἀπαρνούμενοι τὰς δύο λέγειν ἐπʼ αὐτοῦ ἐνεργείας; οἵτινες πάσης ἑτέρας γραφικῆς ἢ πατρικῆς παραστάσεως ἐξ αὐτῶν τῶν ὀνομάτων τοῦ Χριστοῦ αἰσχύνονται ἐκ τοῦ θεὸς καὶ ἄνθρωπος. καθὰ γὰρ ἔφην, σχεδὸν πᾶσα φύσις ἐκ τῆς οὐσιώδους αὐτῆς ἐνεργείας ἔχει τὴν προσηγορίαν· οἷον τὶ λέγω παρθένον, ἤγουν πῦρ θανὸν, κατὰ τὸ τὴν πύρωσιν θανατοῦν τῆς σαρκός. καὶ πάλιν ὁπηνίκα λέγομεν περιστερὰν, οὐκ αὐτὴν τὴν φύσιν τοῦ ζώου ἤγουν τῆς σαρκὸς αὐτῆς τὴν ποιότητα ἐσημάναμεν, ἀλλὰ τὴν ἐνέργειαν, ἣν διαπράττεται· ἀπὸ γὰρ τοῦ πέτεσθαι στεῤῥὰ εἴρηται περιστερά. καθὰ καὶ τὰ ἑξῆς οὐ φυσικὰς, ἀλλʼ ἐνεργητικὰς ἔχουσι τὰς οἰκείας προσηγορίας· οἷον ἔλαφος ἀπὸ τοῦ ἐλεῖν τὰς ὄφεις· καὶ ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν, ἵνα μὴ λέγω πάντα τὰ ἐκ τῆς οἰκείας ἐνεργείας ἔχοντα τὰς οἰκείας προσηγορίας. ἐνέργεια γάρ ἐστιν ἡ τῆς φύσεως δύναμις. οὐ ταυτὸν δὲ ἐνέργεια καὶ ἐνεργητικὸν καὶ ἐνέργημα. ἐνεργητικὸν γὰρ λέγεται αὐτὸ τὸ ὂν, τὸ τῆς οὐσίας πρᾶγμα. ἐνέργημα δὲ τὸ ἀποτέλεσμα, ὅπερ ἀποτελεῖ ἡ ἐνέργεια τοῦ ἐνεργοῦντος· ἐνέργημα θεοῦ ὁ οὐρανὸς, ὁ ἄγγελος, ὁ ἄνθρωπος καὶ πᾶσα ἡ κτίσις. ἐνέργεια δὲ εἴρηται διὰ τὸ ἐν ἔργοις εἶναι ἤγουν φαίνεσθαι. διττῶς δὲ νοεῖται ἡ ἐνέργεια· νοητῶς καὶ αἰσθητῶς. αἰσθητὸν ἐστὶ τὸ ὁρώμενον καὶ ψηλαφώμενον καὶ ἀκουόμενον καὶ φθειρόμενον· νοητὸν δὲ τὸ ἄφθαρτον καὶ αἰώνιον, τὸ αἰσθήσει μὴ ὑποπίπτον· οἷον νοητὸς κόσμος. νοητὰ εἰσὶ καὶ τὰ αἰσθητήρια τὰ ἐν τῷ καθʼ ἡμᾶς κρυπτῷ ἀνθρώπῳ, τουτέστι τὰ μὴ σωματικῶς, ἀλλὰ κατὰ νοῦν γνωριζόμενα, χωρὶς σωματικῶν ὀφθαλμῶν. νοερὸν δὲ τὸ ἐν τῇ ψυχῇ παρὰ τοῦ δημιουργοῦ δεδημιουργημένον, καθʼ ὃ πᾶσαν νόησιν εἴτε τοῦ ἀγεννήτου εἴτε τοῦ γεννητοῦ προσλαμβάνεσθαι πεφύκαμεν. καὶ τοῦτο ἀναμέρος, ὅσον ἡ τῶν παθῶν ἀχλὺς ὑποχωρήσειεν. ἐνέργεια κατὰ τὸ ἐνεργεῖν ἤτοι πράττειν εἴρηται. Ἐνή. ὀξυτόνως, ἡ νέα. Ἔνῃφι. μετὰ τρίτην ἡμέραν. ἢ ἔνη ἡ ἀρχὴ τοῦ μηνός. Ἐνήρεις νῆας. μίαν εἰρεσίαν ἐχούσας. ὁ δὲ Σύλλας συνῆλθε τῷ Μιθριδάτῃ ἐν Δαρδάνῳ τῆς Τρωάδος, ἔχων ναῦς διακοσίας ἐνήρεις. Ἐνθουσία. θεοφορία. Ἐνὶ σκοπιῇ. ἐν βουνῷ. Ἐνιπή. ἡ διὰ λόγων ἐπίπληξις καὶ ἀπειλή. ἀπὸ τοῦ ἐνέπω. Ἐν κυνέῃ. ἐν περικεφαλαίᾳ. Ἐν καρὸς αἴσῃ. ἐν μοίρᾳ θανάτου. περιφραστικῶς ὁ θάνατος. ἄλλοι δὲ ἐν κηρὸς, ἵνʼ ᾖ κατὰ κηρὸς ἤγουν κατὰ θανάτου. ἢ, ὡς ἔνιοι, ἐν τάξει μισθοφόρου. πρῶτον γὰρ Κᾶρες ἐπολέμησαν ἐπὶ μισθῷ καὶ ἔδοξαν ἄτιμοι εἶναι. Ἐν μετουσίᾳ. ἐν μεθέξει, ἐν χωρηγήσει, ἐν διαθέσει. Ἔννοια. ἡ περὶ τινὸς τοῦ νοῦ κίνησις. Ἐν ὁδῷ ἦσαν. ἐν ἔργῳ. ἐν βίῳ. ἐν πίστει. Ἐνοπή. πόλεμος, μάχη. Ὅμηρος· Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὥς. καὶ ἐνοπάς. Ἔνοσις. ἡ κίνησις. Ἐν παρενθήκης μέρει. ἐν περισσείας μέρει. Ἐν περιλήψει. ἐν περισσοτέρᾳ νοήσει. Ἐν ῥάβδῳ. ἐν ἐπιτιμητικῷ λόγῳ. Ἔντευξις. παράκλησις ὑπό τινος προσαγομένη θεῷ περὶ σωτηρίας ἑτέρων. Ἔντασις. ἡ ἐπίτασις. καθʼ ὅσον ἡ τοῦ βίου ἔντασις ἐπεδέχετο κυνικωτέρα προελθοῦσα. Ἔνταξις. ἐπειδὰν τὶς προαιρεῖται τοὺς ψιλοὺς εἰς τὰ διαστήματα τῆς φάλαγγος ἐντάσσειν ἄνδρα παρʼ ἄνδρα. ἔνιοι δὲ τοῦτο καὶ παρένταξιν ὀνομάζουσιν. Ἐντολή. παραγγελία τὶς δεσποτική. Ἐντομίδες. αἱ τὰ σώματα τέμνουσαι. τοιαῦτα δὲ εἰώθασι ποιεῖν ἐπὶ τοῖς νεκροῖς αὐτῶν οἱ ἄπιστοι. Ἐντεριώνη. τὸ ἐντὸς, ἢ τὸ εὐθὲς, ἢ ὁ φλοιὸς, ἢ εἶδος βοτάνης. Ἐντρέχεια. τὸ μετὰ δρόμου καὶ θερμῶς ἐπιπηδᾷν τῷ πράγματι. Ἐντομίς. ἡ ἐγχάραξις. Ἔντονος. ἰσχυρά. Ἐντελέχεια. ἡ τελειότης, καὶ τὸ εἶδος τοῦ ὑποκειμένου, τουτέστι τὸ εἶδος τὸ ἐπιγινόμενον ἐκ τῆς τοιᾶσδε συνθέσεως τῶν στοιχείων τῇ ὕλῃ. λέγεται δὲ καὶ ἐντελέχεια τὸ κεχωρισμένον τοῦ σώματος, ὡς ὁ πλωτὴρ τοῦ πλοίου. ἐντελέχειαν λέγει ὁ Πορφύριος τὴν ψυχήν. Ἐντραπεζίτιδος. παρασίτου. Ἔννοια κοινή. ἡ παρὰ πάντων ἐξ ἑνὸς ἢ πλειόνων ἐσχηκυῖα τὴν ἀρχὴν ὁμολογουμένην. Ἐνυώ. μάχη. ἢ θεὸς πολεμική. Ἐνώτισις. σύνεσις, ἢ σύνοψις τῶν ῥημάτων. ὡς τό· τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Ἕνωσις. διεστώτων πραγμάτων κοινὴ συνδρομή. ἕνωσις δὲ εἴρηται διὰ τὸ εἰς τὸ ἓν ὦσαι, τουτέστι συνωθῆσαι τὰ πράγματα. πενταχῶς δὲ εἴρηται ἡ ἕνωσις· συγχυτικῶς, ὡς τοῦ οἴνου καὶ τοῦ ὕδατος· διαιρετικῶς, ὡς ἡ ἀνθρώπου πρὸς ἄνθρωπον· σχετικῶς, ὡς τὰ ἔθνη ἐν πίστει· θετικῶς, ὡς χρυσὸς πρὸς χρυσόν. ἡ δὲ τοῦ Χριστοῦ ἕνωσις ὑπὲρ πάσας ταύτας καθʼ ὑπόστασιν εἴρηται. καθʼ ὑπόστασιν δὲ ἕνωσις ἐστὶν ἡ αὐθύπαρκτος ἐν τῇ μήτρᾳ τῆς ἁγίας θεοτόκου τῶν δύο φύσεων συνδρομή. οὔτε γὰρ τὸ σῶμα πρὸ τοῦ θεοῦ λόγου ὑπέστη ἐκεῖ, οὔτε ἡ ψυχὴ, ἀλλʼ ἅμα σὰρξ ἅμα θεὸς λόγος ἅμα σὰρξ ἔμψυχος λογική· ἐν ταυτῷ γὰρ ὑπέστη· ὡς καὶ ἡ ἡμετέρα σύλληψις ἅμα μορφωθῇ, αὐθυπάρκτως συντρέχει ἡ ψυχὴ καὶ τὸ σῶμα. οὔτε γὰρ σῶμα καθʼ ἑαυτὸ συνίσταται, οὔτε ψυχὴ προϋπάρχει τοῦ σώματος, προτύπωσις οὖσα τῆς ἑνώσεως τοῦ Χριστοῦ. Ἕνωσις προσωπική. ὅτάν τις τὸ ἑτέρου ὑποδυόμενος πρόσωπον ἀντʼ αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ ποιῆται λόγους. ἕνωσις σχετικὴ ἡ ὡς φίλου πρὸς φίλον. ὁ δὲ Νεστόριος καὶ ἄλλας ἑνώσεις ἐπενόησε· τὴν κατὰ τὴν ἀξίαν φημὶ καὶ ὁμοτιμίαν καὶ κατʼ εὐδοκίαν καὶ ταυτοβουλίαν. ἰστέον, ὥς τινες τῶν πατέρων τὸ τῆς κράσεως ὄνομα ἐπὶ τοῦ κατὰ Χριστὸν μυστηρίου οὐκ ἐδέξαντο. Ὅροι ἑνώσεως Ἀριστοτέλους. ἡ κατʼ οὐσίαν ἕνωσις ἐπὶ τῶν ὑποστάσεων, τουτέστι τῶν ἀτόμων. ἡ καθʼ ὑπόστασιν ἕνωσις ἐπὶ τῶν οὐσιῶν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος. ἡ κατὰ σχέσιν ἕνωσις, ὡς ἐπὶ τῶν γνωμῶν, ὡς εἰς ἓν θέλημα. ἡ κατὰ παράθεσιν ἕνωσις, ὡς ἐπὶ τῶν σανίδων. ἡ κατὰ ἁρμονίαν ἕνωσις, ὡς ἐπὶ τῶν λίθων. ἡ κατὰ κρᾶσιν ἕνωσις, ὡς ἐπὶ τῶν ὑγρῶν καὶ ξηρῶν, τουτέστιν ὕδατος καὶ ἀλεύρου. ἡ κατὰ σύγχυσιν ἕνωσις, ὡς ἐπὶ τῶν τηκτῶν, κηροῦ, πίσσης καὶ τῶν τοιούτων. ἡ κατὰ συναλοιφὴν ἕνωσις, ἐπὶ τῶν ἀποσπωμένων καὶ αὖθις ἀποκαθισταμένων, οἷον λαμπάδος ἐκ πυρὸς προερχομένης καὶ πάλιν ἀποκαθισταμένης. ἡ κατὰ σωρείαν, ὡς ἐπὶ ξηρῶν, σίτου καὶ κριθῆς. Ἐνωμοτία. τὸ ἥμισυ τοῦ λόχου. τὸ αὐτὸ δὲ καὶ δεκανία. οἱ δὲ τὸ τέταρτον τοῦ λόχου. καὶ ἐνωμοτάρχης ὁ αὐτῆς ἄρχων. ἔστι δὲ καὶ ἐνωμοτία ἡ ἀνταρσία. Ἐνωπίδες. αἱ θεράπαιναι. παρὰ τὸ ἕπεσθαι. Ἐνωπή. ἡ πρόσοψις. Ἔνστασις. ...... Ἐνιαία. ἡ μοναδική. Ἐντερόνεια. τὰ ἐγκοίλια. ἀπὸ τῆς τρόπιδος ἀνερχόμενα ξύλα. ἢ τὸ τῶν νεῶν ἔδαφος. εἰς τὰς τριήρεις ἡ θεὸς ἐντερόνειαν ἔπεμψεν. — Οὐδέτερον. —Ἐν ἀτόμῳ. ἐν ῥιπῇ, ἐν βραχεῖ, ἐν στιγμῇ. Ἔναυλον. ἔτι ἐνηχούμενον. παρὰ τὸ αὐλεῖν. αὐλὸς γὰρ πᾶν τὸ στενὸν καὶ ἐπίμηκες. τοιοῦτος γὰρ ὁ τῶν ὤτων τόπος. Ἐναύλισμα. οἴκημα. Ἐνάλια. θαλάσσια. Ἔναρα. τὰ σκύλα, τὰ λάφυρα. κυρίως δὲ τὰ ἔναρα, ὅσα ἄραρε καὶ συνήρμοσται τῷ σώματι, οἷον θώραξ, κυνέα. περιληπτικῶς δὲ εἴρηται καὶ τὰ τόξα ἔναρα. Ἐναρμόνιον. ἐμμελές. Ἐναγές. τὸ σεβάσμιον καὶ ἁγνόν. ἄγος γὰρ τὸ ἱερὸν σέβας. ἔνθεν καὶ τό· ἄγη μʼ ἔχει. κατʼ εὐφημισμὸν καὶ τὰ μιάσματα ἄγη λέγονται. καὶ οἱ μιαροὶ ἐναγεῖς καλοῦνται. Ἐναύσματα. ἀρχάς· ἐμπυρεύματα· ὑπεκκαύματα. Ἐναυλήματα. ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεδευμένα. ἔνιοι δὲ καὶ αὐτὰ τὰ ἄλφιτα ἐναυλήματα καλοῦσιν. Ἐνδοίαστον. ἀμφίβολον. Ἔνδοξα. διʼ ὧν ὁ διαλεκτικὸς γίνεται συλλογισμός· τουτέστι τὰ δοκοῦντα. Ἐνδόσιμον. κινήσεως καὶ ἀρχῆς αἴτιον. Ἔνδικον. δίκαιον. Ἐνδέξια. αἴσια, καλά. Ἐν δέοντι. ἐν τῷ χρησίμῳ, ἐν τῷ πρέποντι. Ἔνδινα. τὰ ἔντερα, τὰ ἔνδον τῶν ἰνῶν ὄντα, οἱονεὶ ἔνινα τινὰ ὄντα, τὰ ἐντὸς τῶν ἰνῶν ἢ ἁπλῶς τῶν μελῶν· ἢ διὰ τὸ ἐντὸς εἶναι. γράφεται δὲ διὰ τοῦ ι, ὡς ἀνθρώπινος. Ἐνδυτά. περιβλήματα. ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους. Ἔνναιον. τόπος. καὶ ἔναιον ἀντὶ τοῦ ᾤκουν. Ἐν γήρει πίονι. ἐν πλήθει ἐτῶν. Ἔνευ. ἐπιφώνημα. Ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι. ὁπότε δημευθείη τινὸς οὐσία, ἐξῆν προελθεῖν τῷ φάσκοντι γεγενῆσθαι δανειστῇ τοῦ ἀνδρὸς λέγειν, ὡς ὀφείλεται αὐτῷ ἐν τῇ οὐσίᾳ χρέος. Ἐν ἐπηκόῳ. εἰς ἐπήκοον πάντων. Ἐναντιωματικὰ καὶ ἐναντιωματικοὶ σύνδεσμοι, οἱ τὸ ἐναντίον τῇ δυνάμει τοῦ πράγματος δηλοῦντες, οἷον· ἀσθενὴς μὲν ἐγὼ, σὺ δὲ ἰσχυρός. καί· ὅμως ἀσθενὴς ὢν, σὲ τὸν ἰσχυρὸν ἔτυψα. Ἐνηβητήρια. εὐωχητήρια. παρʼ Ἡροδότῳ. Ἐνήλατα. μέρος τὶ τῆς κλίνης. Ἐνηλύσια. εὐκίνητα. καὶ ἤλυσις ἡ ἐπέλευσις. Ἐννῆμαρ. ἐπὶ ἐννέα ἡμέρας. καὶ δεῖ γινώσκειν, ὅτι ὁ ποιητὴς εὐεπίφορον λέγει τὸν ἀριθμόν. —οἱ δʼ ἐννέα πάντες ἀνέσταν. καί· —ἐννέα δέ σφεας κήρυκες— ἢ ὅτι παρὰ φθορᾶς ἀνθρώπων διαλέγεται. ὁ δὲ τῶν ἐννέα ἀριθμὸς τοῖς καταχθονίοις ἀνεῖται. ἐννέα δὲ εἴρηται ἀπὸ τοῦ ἐνδεῖν εἰς τὸν τῶν δέκα ἀριθμόν. ἐννῆμαρ διὰ τοῦ η γράφεται· οὐδὲν γὰρ τῶν εἰς αρ σὺν τῷ ι γράφεται, οἷον ἑξῆμαρ, αὐτῆμαρ· τὸ δὲ ἦμαρ ἀεὶ μετὰ τῶν ἀκλίτων τέτακται. ἔδει δὲ αὐτὸ προπαροξύνεσθαι, ὡς παρʼ οὐδετέρῳ συγκείμενον· ἀλλʼ ἐπεὶ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις· οὐδὲν τῶν οὐδετέρων· διὰ τοῦτο περισπᾶται. Ἔνθεσμον. νόμιμον. Ἔνθρυπτον. τὸ ἐκ πέμματος, ὅ ἐστι πλακοῦς, ἢ τὸ ἐνθρυβόμενον βρῶμα. Ἐνθυμήσιον. ἄπειρον, ἔννομον. Ἐνθύμιον. ἄπορον, σεμνόν· κατὰ νοῦν. καὶ δὴ τὰ πραχθέντα ἔθετο ἐνθύμιον. ἐνθύμιον, καὶ βραχύ τι μόριον. Δαβίδ· καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. ἐνθύμιον, καὶ ἡ κατὰ διάνοιαν θυσία καὶ προσφορὰ, ἤγουν ἡ εὐχή. Ἐνθύμιστον. ὕποπτον. Ἐνθύμημα. ἀτελὲς καὶ ἀσθενὲς συλλόγισμα, καὶ ἡ πρώτη ὁρμὴ τῆς ψυχῆς. οὕτω δὲ λέγονται οἱ ῥητορικοὶ συλλογισμοί. ἐν ἐκείνοις διὰ μιᾶς προτάσεως δοκεῖ γίνεσθαι ὁ συλλογισμός· τῷ τὴν ἑτέραν γνώριμον οὖσαν ὑπὸ τῶν δικαστῶν ἢ τῶν ἀκροατῶν προστίθεσθαι. οἷον, οὗτος ἄξιος ἐστὶ κολάσεως, προδότης γάρ ἐστι. προστίθησι γὰρ ὁ δικαστὴς ὡς ἐναργὲς τὸ πάντα τὸν προδότην κολάσεως ἄξιον εἶναι. ἐφʼ ὧν οὖν μὴ γνώριμόν ἐστι τὸ παραλειπόμενον, οὐκέτι ἐπὶ τούτων οἷόν τε τὸ διʼ ἐνθυμήματος γίνεσθαι συλλογισμόν· ὁ γὰρ συλλογισμὸς σύνθεσίν τινα λόγων ἔοικε σημαίνειν. Ἔνια. τινά. Ἐν κεφαλαίῳ. ἐν συντόμῳ. Ἐν μετεώρῳ ἦν ἡ ναῦς. ἀντὶ τοῦ πελάγιος, καὶ μὴ ἐπʼ ἀγκυρῶν ἱσταμένη, ἀλλὰ ἀπέχουσα τῆς γῆς. Ἐν μεταιχμίω. ἐν μέσῳ. μεταίχμιον δὲ λέγεται ὁ μεταξὺ δύο φαλάγγων τόπος. παρωνόμασται δὲ ἀπὸ τῆς αἰχμῆς. Ἐνόδιον. τὸ ἀπὸ τῆς ὁδοῦ. ἐνώδιον δὲ τὸ ἐνώτιον, μέγα, παρὰ τὸ οἰδεῖν τὰ ὦτα. Ἔνοπτρον. τὸ κάτοπτρον. Ἐνόν. δυνατὸν, ἐνδεχόμενον, ἐνυπάρχον. Ἐνούσιον. τὸ μὴ μόνον ἐνθεωρούμενον. ἐφʼ ἑαυτοῦ τὸ τῶν ἰδιωμάτων ἄθροισμα, καθʼ ὃ ἄλλος ὑπὸ ἄλλου γνωρίζεται, ἀλλὰ καὶ τὸ κοινὸν τῆς οὐσίας πραγματικῶς κεκτημένον. ἐνούσιον ἴδιόν ἐστι τὸ πραγματικῶς ὑφίστασθαι καὶ φέρειν ἁπάντων ἐφʼ ἑαυτοῦ τῶν προσωπικῶν ἰδιωμάτων τοὺς ἀληθεῖς χαρακτῆρας. Ἐν προσχήματι. ἐν ὑποκρίσει. Ἐν πωλικῷ. ἐν παιδικῷ. Ἐν στέρνοισιν. ἐν στήθεσιν. Ἐν σκοτεινοῖς. ἐν ἀποκρύφοις. Ἔντεα. οὐ πάντα τὰ ὅπλα, ἀλλʼ ἀσπὶς καὶ περικεφαλαία, τὰ δὲ δόρατα κατʼ ἐπικράτειαν. Ἐν τεγέεσιν. ἐν οἰκήμασιν. Ἐντελές. τέλειον. καὶ ἐντελέστερον. Ἔντερον. ἕτερον καὶ οὐχ ὅμοιον. ἢ παρὰ τὸ ῥεῖν ἐντός. Ἐν τῷ μέρει τὶς καὶ τὸ πῦρ σκαλευέτω. ἐπὶ τῶν εἰς κοινὸν μὴ τὰ ἶσα παρεχομένων. πλείονα δῶρα δοὺς καὶ ἀντιλαβὼν ἐν τῷ μέρει. Ἐν τοῖς ἱματίοις. ἄνευ ὅπλων. οἱ δὲ πολιτικοὶ ἔθεον ἐν τοῖς ἱματίοις. Ἔντομα. οἷον σφῆκες, μύρμηκες, μέλιτται, ἃ οὔτε ἀναπνεῖ οὔτε πνεύμονα ἔχει. Ἐν Σιναΐν. ἐν τῷ Σινᾷ. Ἑβραϊκὸν δέ ἐστι. Δαβίδ· κύριος ἐν Σιναῒν ἐν τῷ ἁγίῳ. Ἐνστομισμάτων. ...... ἔπρασσε δὲ ταῦτα ὁ βασιλεὺς χρῄζων ἐνστομισμάτων. Ἔνορχα. τὰ ἄρσενα. Ἐνυπόστατον. τὸ ἐν ἀληθείᾳ ὂν καὶ ἐν ὑπάρξει ὁρώμενον. ἐνυπόστατον καὶ τὸ κατʼ οὐσίαν κοινόν. οἷον τὸ εἶδος τὸ ἐν τοῖς ὑπʼ αὐτὸ ἀτόμοις πραγματικῶς ὑφιστάμενον, καὶ οὐκ ἐπινοίᾳ ψιλῇ θεωρούμενον. ἐνυπόστατον καὶ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ἑνὸς σύστασιν προσώπου καὶ μιᾶς γένεσιν ὑποστάσεως συγκείμενόν τε καὶ συνυφιστάμενον, καὶ οὐδαμῶς καθʼ αὐτὸ γνωριζόμενον. τὸ γὰρ σῶμα τὸ ἔμψυχον καὶ ἔννουν, ὃ προσελάβετο ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐ λέγεται ὑπόστασις, ἀλλʼ ἐνυπόστατον· καὶ ἐν τῇ τοῦ υἱοῦ τοῦ θεοῦ ὑποστάσει προσληφθέν τε καὶ ὑποστάν. ἐνυποστάτου ἴδιόν ἐστιν ἢ τὸ μετʼ ἄλλου διαφόρου κατὰ τὴν οὐσίαν ἐν ὑποστάσει γνωρίζεσθαι καθʼ ἕνωσιν ἄλυτον καὶ ἐπὶ ψυχῆς καὶ σώματος εἰς μίαν ὑπόστασιν ἡνωμένων, ἢ τὸ ἐν ἀτόμοις φυσικῶς τυγχάνον καθʼ ὕπαρξιν. οἷον τὸ θεωρεῖσθαι τὸ εἶδος διὰ τῶν ὑπʼ αὐτῶν ἀτόμων. ἐνυπόστατον ἐστὶ τὸ ὁπωσοῦν ὑπάρχον. ἐνυπόστατον οὐχὶ τὸ μὴ ὂν, ἀλλὰ τὸ μὴ γενόμενον, ἤτοι τὸ μὴ ὂν οὐσία, ἀλλὰ περιουσία, τὸ συμβεβηκὸς καὶ οὐ κατʼ οὐσίαν θεωρούμενον, ὡς τὸ σκότος. Ἐνύπνιον. ἐφʼ ὅσον τὶς ὑπνοῖ. ὄνειρον δὲ παυομένων τῶν ὕπνων. παρὰ τὸ ἐγείρειν καὶ ὀρείνειν τὴν ψυχήν. ἢ παρὰ τὸ εἴρειν, ὅ ἐστι λέγειν. Ἔνυστρον. τὸ κατὰ τὴν κοιλίαν ἔντερον. τὸ τῶν βρωμάτων δοχεῖον. Ἐν φερέτρῳ. ἐν φορείῳ, ἐν κλίνῃ νεκρῶν. Ἐνώπια. εὐθέα, τὰ ἔμπροσθεν. Ἐνώτιον. σχολαρίκιον. ἐνώτιον χρυσοῦν ἐν ῥινὶ ὑός. Ἐν τέλει. ἐν ἀρχῇ. τοὺς ἐν τέλει τιμῶν. Ἐνεργημάτων. ἀντὶ τοῦ χαρισμάτων. καὶ ὁ Ἀπόστολος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσί. τὸ διαιρέσεις οἷον μερίδες. Ἐν καταστήματι. ἐν περιβολαίῳ. ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλως μὴ ὤν. — Ῥῆμα. —Ἐνακμάζων. ἐνισχύων. Ἐναπερείσασθαι. ἐμπῆξαι. Ἐναπήρεισται. ἐντετίναχεν. εἴρηται δὲ ἀπὸ τοῦ διατεινομένους ἐμπίπτειν. Ἐνάπτοντες. ἐκδεσμοῦντες. ἠσφαλίζοντο δὲ τὰς σχεδίας τοῖς ἀπὸ τῆς γῆς ἐπιγείοις εἰς τὰ περὶ τὸ χεῖλος πεφυκότα τῶν δένδρων ἐνάπτοντες πρὸς τὸ συμμένειν. Ἐναυλισθῆναι. οἰκισθῆναι. Ἐναβρύνεται. ἐντρυφᾷ, ἐγκαυχᾶται. Ἐνάγει. ἐφέλκεται, ἐμβιβάζει, προτρέπεται. Ἐναύοντες. ἐνάπτοντες ἢ ἱκετεύοντες. ἐναύοντες πρὸς τοῖς ναοῖς. Ἐναύσασθαι. ἐξάψασθαι. Ἐναγίζειν. τὸ χοὰς φέρειν, ἢ θύειν τοῖς κατοιχομένοις. οὕτως Ἡρόδοτος. καὶ ἐναγίζω τὸ κατακαίω καὶ τὸ φονεύω. ἐναγίζουσιν οὖν τῷ ξάνθῳ Μακεδόνα καὶ καθαρμὸν ποιοῦσιν. Ἐναλόντες. ἐμπεσόντες. Ἐναποματτόμενοι. ἐντυποῦντες. Ἐναπομόρξεται. ἐναποψήσεται, ἀπομάξει. οὕτως Ἀριστοφάνης. Ἐναπομόργνυνται. ἐναποτίθενται. Ἐναφῆκαν. ἀντὶ τοῦ ἐνέβαλον. ἐναφῆκαν τῇ δρυῒ σφῆνας, ὡς διασταίη. Ἐνάπτοντες. εἰσφερόμενοι. Ἐναποψύχειν. παρʼ Ἡσιόδῳ τὸ ἀποφυσᾷν, τὸ ἀφοδεύειν. παρʼ Ὁμήρῳ τὸ λειποθυμεῖν. οἷον· εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσ-σεύς. τὸ μὲν πρῶτον παρὰ τὸ ψύχω, τὸ δὲ δεύτερον παρὰ τὸ ψυχή. Ἐναίρειν. τὸ τὰ ὅπλα σκυλεύειν. ἢ τὸ φονεύειν. παρὰ τὸν ἄρην, τὸν πόλεμον, γίνεται ἐναίρω· παρέπεται γὰρ αὐτῷ τὸ ἐνυάλιον. Ἐνδεκάζοντας. ἀντὶ τοῦ ἐνεορτάζοντας· ἐν τῷ αὐτῷ τὴν δεκάτην ἄγοντας. οὕτως Δημοσθένης. Ἐνδεῖν. χρῄζειν ἢ καὶ τὸ δεσμεῖν. Ἐνδιάει. ἔνεστι, διατρίβει. Ἐνδιαιτώμενοι. ἐνδιατρίβοντες. Ἐνδειξαμένῳ. ἀπολογησαμένῳ. καὶ ἔνδειξις ἡ ἀπολογία. Ἐνδοῦναι. προδοῦναι, παραδοῦναι, ἢ καὶ εἶξαι. Ἐνδούς. ἀραιώσας. Ἐνδώσειν. ὁρίσαι, προστάξαι. καιρὸν δὲ τῆς διαβάσεως καὶ τόπον αὐτὸς ἐνδώσειν ἔφη. Ἐνδοιάζοντες. διστάζοντες. ἀμφιβάλλοντες. Ἐνδέξασθαι. παραλαβεῖν. ἀκροάσασθαι. οὐδὲ φίλιον λόγον ἐνδέξασθαι παρὰ τῶν τὰ πολέμια ἔργα δρώντων. Ἐνδέχεσθαι. παραδέχεσθαι. πείθεσθαι. οὐκ ἐῶν τοὺς Βελισσαρίου λόγους ἐνδέχεσθαι. Ἐνδείκνυμι. ἐνδεικνύναι ἔλεγον τὸ καταγγέλλειν τινὰ κακουργοῦντα περὶ τὰ κοινά. Ἐνδείξασθαι. ἐπὶ τοῦ κατηγορῆσαι. Ἰώσηπος· πολλοὺς γὰρ διὰ τὰ οἰκεῖα μίση καὶ διαφορὰς ἰδίας ἐνδείξασθαι τοὺς ἀναιτίους. καὶ ἐνδεῖκται οἱ κατήγοροι, καὶ οἱ συκοφάνται. Ἐνέβη. ἀντὶ τοῦ εἰσῆλθε. τῶν δὲ συνήθων τὶς αὐτῷ ἐνέβη, τῷ ποδὶ λακτίσας τὸν ταῦρον. Ἐνέκρινον. τοῖς καλοῖς συνηρίθμησαν. ὡς ἀπέκρινον τὸ ἀπεδοκίμαζον. Ἐνέκαψα. ἀντὶ τοῦ ἐξέπτυσα. κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐνέκαψα. Ἐνένιπτεν. ἐκακολόγησεν. Ἐνεώλκησαν. τὰς ναῦς εἵλκυσαν. Ἐνεώχμασε. νεωστὶ κατεσκεύασεν· ἐκαίνισεν· ἠλλοίωσεν· ἐκαινοποίησεν. Ἐνέκειντο. ἐπιμόνως ἠσχολοῦντο. Ἐνέβαλεν. ἔτυψεν. ὁ δὲ κρίνας τοῦτον ἀδικεῖν πληγὰς ἐνέβαλεν. Ἐνεθουσία. ἐπεμαίνετο. Ἐνέπασσεν. ἐνέβαλλεν. ἐνεποίκιλλεν. Ἐνέπεσεν. συνέβη. ἐγένετο. Ἔνεστιν. ἐνυπάρχει. Ἐνέλιπεν. ὑστέρησεν. Ἐνέφῃνεν. ἐνεδείξατο. Ἐνεκότουν. ἐμνησικάκουν. Ἐνεργεῖν. ἑτοίμως πράττειν. Ἐνέχεεν. ἐνέβαλεν. Ἐνέχεις. ἀντὶ τοῦ ἐκίρνας. Ἀριστοφάνης· εἰ Θάσιον ἐνέχεις, εἰκότως γε, νὴ Δία. ὡς τοῦ Θασίου οἴνου εὐόσμου ὄντος. Ἐνεπάγησαν. ἐνεπήχθησαν. ἐνηλώθησαν. Ἐνεχείρισαν. ἐνεπίστευσαν. Ἐνεαρίζειν. κυρίως τὸ ἐν ἔαρι διάγειν. Ἐνεπάγησαν. ἐνέπεσον. Ἐνέγκατε. φέρετε. Ἔνεπε. λέγε. Ἐνεπισκήψασθαι. ὁπότε δημευθείη τινὸς οὐσία, ἐξῆν προελθεῖν τῷ φάσκοντι γεγενῆσθαι δανειστῇ τοῦ ἀνδρὸς καὶ λέγειν, ὡς ὀφείλεται αὐτῷ ἐν τῇ οὐσίᾳ χρέος. Ἐνεπορπήθησαν. συνεβλήθησαν. Ἐνεσκευασμένην. διεσκευασμένην καὶ πεπλασμένην. οὕτως Ἰσαῖος καὶ Δημοσθένης. Ἐνέσκηψαν. ἐνώρμησαν· ἐνέπηξαν. Ἐνεσκίμφθη. ἐνεπάγη. Ἐνεστήσαντο. ἀντὶ τοῦ ἔκριναν ποιῆσαι. ὅσαι τὸ πρᾶγμα τοῦτο ἐνεστήσαντο καὶ μετῆλθον. Ἐνετιμᾶτο καὶ ἀπετιμᾶτο διαφέρει. ὅταν μὲν γάρ τις ὥς τι ποσὸν ἀργύριον ἀποτίμημα λαμβάνῃ, ἀποτιμᾶσθαι λέγεται. ὅταν δὲ ἐν εἴδεσί τισι λογίσηταί τις μέρος τι τοῦ ἀργυρίου, τοῦτο λέγεται ὡς ἐνετιμήσατο. Ἐνετολμήσατο. ἀπεθάῤῥησεν. εἶτα μέντοι ἐνετολμήσατο τηλικοῦτον τόλμημα. Ἐνετρύλλησε. κατεῖπεν. Ἀριστοφάνης· προαγωγὸς οὔ σʼ ἐνετρύλλησεν τῷ δεσπότῃ. Ἐνεχώρουν. συνεχώρουν. οἱ δὲ ἱερεῖς καταπεπληγμένοι τῷ δέει ἐξίσταντο, καὶ ἐνεχώρουν αὐτῇ ἅπαντες. Ἐνέχραυε. τὸ σῶμα ἐπέπληττεν. Ἡρόδοτος· ἐνέχραυε τὸ πρόσωπον τῷ σκήπτρῳ. Ἐνεῖχεν. ὠργίζετο. ἐχόλα. Ἐνείργω. τὸ κωλύω. Ἐνείη. ἀντὶ τοῦ ἔνεστιν. οὕτως Ἀριστοφάνης. καὶ ἀντὶ τοῦ ὑπάρχει. Ἐνείκασθαι. ἐνεγκεῖν. καὶ ἐνεῖκαι. Ἐνείκησεν. ἐκακολόγησεν. ὕβρισεν. ἐνίκησε δὲ, ἀντὶ τοῦ ἐμάστιξεν, ι καὶ η. Ἐνείλλοντες. ἐμβάλλοντες. Θουκυδίδης· ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες, ἐσέβαλλον εἰς τὸ διῃρημένον τοῦ τείχους. Ἐνείραντες. ἐμπερονήσαντες. Ἐνειρμένος. συμπεπλεγμένος. ἐνειρμένος πέδαις. Ἐνεῖσα. ἐμβαλοῦσα. σαρκὶ τὸν ἐκ γενείων πικρὸν ἐνεῖσα χόλον. καὶ ἔνεισιν, ἀντὶ τοῦ ἐμβάλλει. Ἐνῆγεν. ἐκίνει. παρέπειθεν. ἐνῆγε δὲ αὐτὸν εἰς τοῦτο Χριστιανῶν λόγος. οὕτως Προκόπιος. Ἐνηγκυλωμένα. ἐντεταμένα. ηὐτρεπισμένα. πεφωραμένα. ἐπὶ κατασκοπῇ παρεγένοντο, τῷ καὶ τὰ τόξα ἐνηγκυλωμένα φέροντας ἁλῶναι. Ἐνήθλει. ἐνεκαρτέρει. καὶ ὁ μὲν ἐπὶ τούτοις τῇ πενίᾳ ἐνήθλει. Ἐνῆκαν. ἐνέβαλον. Ἐνήλατο. Ἀριστοφάνης· ἐνήλατʼ, ἐσκίρτʼ, ἀπεπόρδει, ὡς καχρύων ὀνίδιον εὐωχημένον. Ἐνηλινδεῖσθαι. κεκυλίσθαι. καὶ ἐνηλινδοῦντο. Ἐνημμένος. περιβεβλημένος. διφθέραν ἐνημμένος. Ἐνῆν. ἀντὶ τοῦ ἐνυπῆρχεν. ἢ δυνατὸν καὶ ἐνδεχόμενον. ὁ δὲ μάστιξιν, ὡς ἐνῆν, ἀνετάσας, διέγνω, ὡς ἔχει τὸ πολέμιον. αἰνεῖν δὲ ἀντὶ τοῦ ἐπαινεῖν, τὰ δύο δίφθογγα. Ἐνήρατο. ἀπέκτεινεν. Ἐνήρεισεν. ἐπεστήριξεν ἢ προσεπέλασεν. Ἐνῆρσεν. ἐφήρμοσεν. Ἐνῆρκται. ἀρχὴν ἐποίησεν. Ἐνήσομεν. ἐμβαλοῦμεν. Ἐνθουσιᾷ. θεοφορεῖται. ἢ ὑπὸ τοῦ θείου πνεύματος καταλάμπεται. λέγεται δὲ καὶ ἀντὶ τοῦ μαίνεται. Ἐνθυμιζόμενοι. ἐνθυμούμενοι. Ἔνι. ἔστιν. ὑπάρχει. Ἀριστοφάνης ἀντὶ τοῦ ἔνεστιν· ἔνι φύσις, ἔνι θράσος. Ἐνισχημένος. κατεχόμενος. Ἐνιαυτίζω. ἐνιαυτόν που διατρίβω. Ἐνίετε. ἐμβάλετε. προπέμπετε. καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ. καὶ ἐνίησι. καὶ ἐνίεται. καὶ ἐνίεσαν. καὶ τοῖς πύργοις πῦρ ἐνίεσαν. καὶ ἐνίει. Ἐνιζῆσαι. ἐγκαθίσαι. Ἐνιζάνει. κάθηται. ὁ δὲ κατʼ ἴχνος ἑπόμενος τῷ τυράννῳ καὶ ἐς τὸν Ὀργῶνα ποταμὸν ἐνιζάνει. Ἐνίδρυται. ἐγκαθέζεται. Ἐνίκησεν. ὑπερέβαλλεν. Ἐνικλᾷν. ἐμποδίζειν. Ἐνιλλωπῶ ἢ ἐνιλλιπῶ. τὸ τοὺς ὀφθαλμοὺς συστρέφω. Ἐνισκήφθη. κατηνέχθη. Ἐνίσπω. ἐπιπλήξω. καὶ ἔνισπε, ἀντὶ τοῦ εἰπέ. Ἐνίπτω. κακολογῶ. ἐπιπλήσσω. λοιδορῶ. παρὰ τὸ ἐνέπω, τὸ λέγω, κατʼ ἐπένθεσιν τοῦ τ, καὶ τροπῇ τοῦ ε εἰς ι, ἐνίπτω. τὸ γὰρ ε, ἡνίκα πλεονάσοι σύμφωνον, τρέπεται εἰς ι. οἷον ἔπω, ἐνίπτω. μή με, γύναι, χαλεποῖσιν ὀνείδεσιν θυμὸν ἔνιπτε. Ἐνίστασθαι. εὐτρεπίζεσθαι. παρασκευάζεσθαι. μὴ διαμέλλειν, ἀλλʼ ἐνίστασθαι τῷ πολέμῳ. Ἐνίσσω. τὸ ἐπιπλήττω καὶ κακολογῶ. αἰνίσσω δὲ, τὸ αἰνιγματωδῶς δηλῶ, δίφθογγον. Ἐνθουσιᾷ. ὑπὸ ἐνθέου κατέχεται πνεύματος. Ἐνθουσιώσας. ἀντὶ τοῦ ἐξανεγειρούσας. ἢ μαινομένας. Πισίδης· καὶ τὰς ἀθέσμους ἡδονὰς τοῦ βαρβάρου ἐνθουσιώσας τῇ πυρώσει τῆς μέθης. Ἐνθυμιζόμενοι. λογιζόμενοι. οὕτως Δίων. Ἐνοπτρίσαι. ἑαυτὸν κατανοῆσαι. Ἐνόρσας. ἐμβαλών. Ἐνοχλῶ σοι.— Ἐνράσσει. ὁρμητικῶς ἐφορμᾷ. Ἰώσηπος· ὁ δὲ Σαμψὼν ἐνράσσει ταῖς πύλαις αὐτῶν καὶ φλοιαῖς καὶ μοχλοῖς, ὅση τὲ ἄλλη περὶ αὐταῖς ἦν ξύλωσις. Ἐνσκήψαντα. ἐφορμήσαντα. Ἐνστερνισάμενοι. περιπτυξάμενοι. Ἐνσείει τὴν ἵππον αὐτοῖς. ἀντὶ τοῦ ἐπιτίθησιν. ἐπᾴρας ἐνσείει τὴν ἵππον αὐτοῖς ἀθρόαν. Ἐνσεισθείς. τιναχθείς. ὁ δὲ Σαμψὼν ἐνσεισθεὶς τοῖς κίοσιν ἐπεὶ καταβάλλει τὸν οἶκον. Ἐνσημαινόμενος. ἐνδεικνύμενος, ἐμφαίνων. Ἐνστροβιλήσας. συντρίψας. Ἐνταλθέντα. ἐπιτραπέντα. Ἐντακείς. ἐμφυείς. Ἐντενεῖ. ἐκτενεῖ. Ἐντέτατο. περιεσφίχθη. Ἐντεθρίωται. ἐνεσκεύασται. ἀπὸ τῶν θρίων ἐντεθριῶσθαι, τὸ ἐντετυλίχθαι. ἀπὸ τοῦ σκευάσματος, ὃ ἐν τοῖς φύλλοις τῆς συκῆς εἱλεῖται, ἃ λέγεται θρία. Ἐντετευτλανωμένης. μετὰ τῶν τεύτλων ἑψηθείσης. μετὰ γὰρ τεύτλων ἤσθιον τὰς ἐγχέλυς· λέγονται γὰρ τεύτλοις συνεψόμεναι ἥδισται εἶναι. μὴ δὲ γὰρ θανὼν ποτέ σου χωρισθείην ἐντετευτλανωμένης. Ἐντέτηκεν. ἐγκεκόλληται. πέπηγε. τούτοις ἀντʼ ἀληθοῦς ψευδὴς ἐντέτηκε δόξα. Ἐντετριμμένη. ἀντὶ τοῦ σμυχθεῖσα. ἢ εἰδυῖα. ὅπως ἐντετριμμένη κανηφορῇς. τὰ κανίσκια ἔχουσα. Ἐντευξόμενος. διαλεχθησόμενος. Ἐντεῖλαι. προστάξαι. Ἐντείλῃς. ἀνθυπότακτον. καὶ ἐντείλωμαι. Ἐντήκων. ἐμβάλλων, ἐνιείς. καὶ αὐτῷ τῷ στόματι ἐντήκων χρυσόν. Ἐντήξας. ἐμβαλὼν, ἐμφυτεύσας. διδάξας. καὶ ἐντήξας ταῖς αὐτῶν ψυχαῖς ἰσχὺν λόγων ἄμαχον καὶ σειρῆνα εὐγλωττίας ἐφολκοτάτην. Ἐντοπίζει. Ἐντρέπει. ἐπιστρέφει. Ἐντρεπομένους. ἐγκλίνοντας. οἱ δὲ Λίβυες θεωροῦντες τοὺς Ἴβηρας ἐντρεπομένους καὶ δεδιότες. Ἐντυγχάνειν καὶ συντυγχάνειν ταὐτόν ἐστιν. ἐντυγχάνειν ἥρωσιν. Ἐν τῷ ἐπικαλεῖσθαι. ἐν τῷ δέεσθαι. Ἐν τῷ ἐκλείπειν. ἐν τῷ ἀποθνήσκειν. Ἐν τῷ ὑπερηφανεύεσθαι. ἐν τῷ ἐπαίρεσθαι. Ἐντροπαλιζομένη. ὑποστρεφομένη. Ἐνών. ἐνυπάρχων. Ἐνωρμίσθη. προσωρμίσθη. Ἐννώσας. διανοηθείς. παρὰ Ἡροδότῳ. Ἐνώτισαι. ἀντὶ τοῦ ἄκουσον. ἐνώτισε δὲ ἀντὶ τοῦ νῶτα περιεσκέπασε, τὸ σε ψιλόν. Ἐνῶρτο. ἔστιν ὄρω· ὁ μέλλων ὄρσω· ὁ παθητικὸς ὄρομαι, ὁ παρατατικὸς ὠρόμην, ὤρου, ὤρετο καὶ συγκοπῇ ὦρτο, καὶ ἐνῶρτο ἀντὶ τοῦ διεγείρετο. ὦρτο μὲν μέγα κῦμα. Ἐνέκοψεν. ἐνεπόδισεν. ὁ Ἀπόστολος· ἐνέκοψεν ἡμᾶς ὁ σατανᾶς. τοῦ σατανᾶ λέγει αὐτὸ ἔργον, κατὰ συγχώρησιν θεοῦ γεγονός. Ἐνδιάζεσθαι. σκιάζεσθαι. τοῦ Ψελλοῦ· κορύμβοις ἐνδιάζεσθαι· τὸ σκιάζεσθαι φύλλοις. — Ἐπίῤῥημα. —Ἔναγχος. πρὸ μικροῦ. ἐν τῷ ἔγχιστα χρόνῳ, τῷ παρελθόντι. παρὰ τὸ ἀγχοῦ γέγονεν ἄγχος καὶ ἐν συνθέσει ἔναγχος. ἢ χθές. Ἐναργῶς. φανερῶς. Ἐναλλάξ. ὡς παρὰ τὸ μίξω γίνεται μὶξ, οὕτως καὶ παρὰ τὸν ἀλλάξω μέλλοντα γίνεται ἀλλὰξ καὶ ἐναλλάξ. ἤγουν ἐνηλλαγμένως. Ἐναλλάγδην. συμπεπλεγμένως. παρήγαγε δὲ τοὺς πρέσβεις εἰς μέσον ἐναλλάγδην τὼ χεῖρε ὑπὸ τὴν ἰξὺν περιεσφιγμένους. Ἐνάρθρως. ἠκριβωμένως. Ἐνδελεχῶς. ἐπιμόνως. συνεχῶς. Ἐνδυκέως. ἐπιμελῶς. Ἔνερθεν. ὑποκάτωθεν. Ἔνθεν καὶ ἔνθεν. τῇδε κᾀκεῖσε. ἔνθεν καὶ ἀντὶ τοῦ διὰ τοῦτο. Ἔνθα. τότε. Ἐνθαδί. ἀντὶ τοῦ ἐνθάδε. διὰ τοῦ ι. ὡς δεῦρο, δευρί. ἢ ὅτι αἱ ἐκτάσεις οὐ γίνονται διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ι· ἐκεινοσὶ, δευρὶ, νυνὶ, ἐνθαδί· τὸ δὲ οἱονεὶ καὶ ὡσπερεὶ διὰ διφθόγγου. καὶ οὐκ ἀντίκειται. διάφορα γὰρ μέρη λόγου ἐστίν. ἔστι γὰρ οἷον ὄνομα, καὶ ὁ εἰ συναπτικὸς σύνδεσμος. τὸ δὲ ὡσπερεὶ τρία μέρη λόγου ἐστίν· ἔστι γὰρ ὡς ἐπίῤῥημα, καί περ σύνδεσμος παραπληρωματικὸς, καὶ εἰ συναπτικός. φησὶ δὲ ὁ τεχνικός· ἔχουσιν ἔθος αἱ λέξεις αἱ εἰς σύμφωνα λήγουσαι, δέχεσθαι ἐπέκτασιν τὴν διὰ τοῦ ἰῶτα, οἷον νῦν, νυνί· ἢ τὸ φωνῆεν τρέπουσιν εἰς τὸ ἰῶτα, οἷον ἐνθάδε, ἐνθαδὶ, ὅδε, ὁδὶ, δεῦρο, δευρί· ἢ τὸ ἰῶτα προσλαμβάνουσι κατὰ διάστασιν, οἷον τούτου, τουτουῒ, τούτῳ, τουτωΐ. Ἐνιαχοῦ. πολλαχοῦ. καὶ ἐνιαχῆ. Ἐντεῦθεν. παραυτίκα. ἢ ἀντὶ τοῦ ἐκ τούτου. Ἐνωμότως. μετὰ ὅρκου. καὶ ἐνώμοτος ἀντὶ τοῦ ἔνοχος τοῖς ὅρκοις. Ἐνωπίως. ἔμπροσθεν. Ἔνδυο. ὡς ἡμεῖς τὸ ταχέως. Μένανδρος Ἐφεσίῳ· παρέσομαι γὰρ ἔνδυο. Ἐνδίκως. δικαίως. καὶ ὁ Ἀπόστολος· ἔνδικον μισθαποδοσίαν. Τὸ Ε μετὰ τοῦ Ξ. — Ἀρσενικόν. —Ἐξ ἀπόπτου. ἐξ ὑψηλοῦ τόπου. Ἔξαρθρος. ἀρθρητικός. Ἔξαρνος. ἀρνούμενος. Ἐξάγιστος. μυσαρός. ἔξω τῶν ἁγίων. Ἐξάντεις. ὑγιεῖς, ἐλευθέρους, ἔξω βλάβης. καὶ οἱ μὲν ἔδρασαν ταῦτα, εἶτα μέντοι ἐξάντεις γίνονται τοῦ κακοῦ. Ἐξαμβιτίωνος. παρὰ Ῥωμαίοις ἐκ περιδρομῆς τὶ πράττων. Ἔξαιμοι. οἱ λείφαιμοι. Ἐξαίτης. ἀφαιρέτης. Ἐξελιγμός. ὁ κατὰ λόχους. ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ἔμπροσθεν τόπον. ἀντὶ δὲ τῆς κατὰ πρόσωπον ἐπιφανείας, τὸν ὄπισθεν, ὃς καὶ ἐξελιγμὸς Μακεδὼν λέγεται. Ἐξ ἔρον. ὁ ἔρος, τοῦ ἔρου, τὸν ἔρον, αἰολικῶς· καὶ ἐν συνθέσει ἐξ ἔρον. —ἐξ ἔρον ἕντο. Ἐξ ἀκαλαῤῥείταο. ἐκ τοῦ ἡσύχως ῥέοντος διὰ τὸ βαθύ. ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο. Ἐξελευθέρους. τοὺς ἰδίᾳ ὑπό τινων ἀφεθέντας. ἐλευθέρους δὲ, τοὺς ὑπὸ κοινοῦ τῆς πόλεως. Ἐξήνιοι. οἱ ἀνυπότακτοι. οἱ ἔξω τῶν ἡνίων καὶ τῶν χαλινῶν. Ἐξηγηταί. οἱ τοὺς νόμους τοῖς ἀγνοοῦσιν ὑποδεικνύοντες καὶ οἱ διδάσκοντες περὶ τοῦ ἀδικήματος, οὗ ἕκαστος γράφεται. Ἐξιτήριοι λόγοι. εὐχαὶ ἐφόδιοι, ἢ τελευταῖαι. ἢ ἀποδημητικοὶ λόγοι. ἢ ἀποχαιρετισματικοί. παρὰ τὸ ἵημι. Ἐξισωτής. ἐπόπτης, ἀναγραφεύς. Ἐξ ὀνύχων. ἤτοι ἐξ ἁπαλῶν, ἐκ βρέφους. Ἐξ οὐρανοῦ δείματα. κεραυνοὶ, σημεῖα, ἀστραπαί. Ἐξ ὀφθαλμῶν οὐ λέγουσιν, οὐδʼ ἐκ προσώπου. Φρύνιχος· ἐγὼ δέ· μισεῖ γάρ μʼ ἄμειμι ἐξ ὀμμάτων. Ἔξοινος. ὁ μεθύων. ὁ δὲ ἔξοινος ὢν καὶ ἡμικραίπαλος. Ἐξ οὗ. οὐ σημαίνει τὴν ὕλην, ὡς τοῖς ἔξωθεν δοκεῖ· ἀλλὰ συνηθεστέρα γραφὴ ἐπὶ τῆς ἀνωτάτω αἰτίας τὴν φωνὴν ταύτην παραλαμβάνει. ὡς τὸ ἐπὶ τοῦ· εἷς θεὸς, ἐξ οὗ τὰ πάντα. κέχρηται δὲ πολλάκις καὶ ἐπὶ τῆς ὕλης τῇ λέξει ὁ τῆς ἀληθείας λόγος, ὡς ὅταν λέγῃ· ἐκ ξύλων ἀσήπτων· καὶ ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός. Ἐξοστρακισμός. ἐξορισμός. φυγὴ δεκαέτης. πῆγμα δὲ γίνεται ἐν τῇ ἀγορᾷ εἰσόδους ἔχον, διʼ ὧν εἰσιὼν πολίτης ἕκαστος ψηφίζεται ὄστρακον τιθεὶς ὑπογεγραμμένον. τοῦτο δὲ ὑπὸ ἑξακισχιλίων γενόμενον φυγὴ δεκαέτης ψηφίζεται τοῦ κρινομένου. Ἑξέτει. ἑξαέτει. ἀττικῶς. οἶδʼ ἑξέτει σοι τραυλίσαντι πειθόμενος. Ἐξετασμός. ἡ κρίσις. Ἐξωκέλης. τὸ λῃστρικὸν πλοῖον. ἢ ἄστρωτος ἵππος. Ἐξώλης. ὁ ἀσελγὴς, ὁ ἀπολλύμενος. ὁ κίναιδος. τὸ αὐτὸ καὶ προώλης καὶ πανώλης. Ἐξώστης. ὁ ἀποδιώκτης ἢ ὁ τραχὺς ἄνεμος. Ἕξ. ὁ ἀριθμός. διὰ τὸ ἔξωθεν εἶναι τῶν πέντε. Ἐξ ὕπνου. ἐκ ῥαθυμίας. καὶ ὁ Ἀπόστολος· ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι. ἐγγὺς, φησὶ, τὸ τέλος· καὶ δεῖ ἐπεγείρεσθαι ἡμᾶς εἰς τὸν καιρόν. — Θηλυκόν. —Ἐξ ἀπήνης. ἐκ τῆς ἁμάξης. ἐξαπίνης δὲ ἀντὶ τοῦ ἐξαίφνης, ι. Ἐξαπάτη. ὄνειρος. Ἐξακεύμενον. τὸ θεραπεῦον καὶ ἰώμενον. Ἐξ ἀγορᾶς εἶ. Ἀριστοφάνης ἀντὶ τοῦ ἀγοραῖος καὶ θρασύς. Ἐξάρσεις. ἐπάρσεις. ὁ δὲ θρασύτερον προεκθέων, ἐξάρσεις τε τῶν ποδῶν ποιούμενος, βέλει τρωθεὶς, ἀπέλιπε τὸν βίον. Ἐξατωρεία. ἐλευθερία ἀπὸ στρατείας. Ἐξαγόρευσις. ἡ ἐξομολόγησις. Ἐξ ἀνίκμου. ἀπὸ στείρας. Ἐξάρτυσις. ἡ παρασκευή. πυθόμενος γὰρ τὴν ἐξάρτυσιν τοῦ στόλου τῶν Ἰώνων. Ἐξ αὐτῆς. παραυτίκα· εὐθέως. ἐξ αὐτῆς οἱ προειρημένοι βιβλιαφόρον ἔπεμπον πρὸς τὸν Περσέα διασαφοῦντα τὸ γεγονός. Ἐξαιρέσεως δίκη. ὁπόταν τις ἄγοι μέν τινα ὡς δοῦλον, ἄλλος δέ τις αὐτὸν ὡς ἐλεύθερον ἐξαιροῖτο. Ἐξαιρετέα. ἀξία τοῦ καταστραφῆναι. ἡ Καρχηδὼν πολλοῖς Ῥωμαίοις ἐξαιρετέα ἐδόκει εἶναι. Ἐξ ἐφόδου. ἐξ ἐπιδρομῆς. Ἐξ εὐνῆφι. ἐκ τῆς κοίτης. Ἐξέτασις καὶ ἐξετασμός. ἡ κρίσις. Ἐξεγγύησις. τὸ ἐκτελέσαι τινὰ διὰ τῆς τῶν ἐγγυητῶν καταστάσεως. οὕτως Δημοσθένης. Ἔξεδρον. παρηλλαγμένην. ἔξεδρον χρόαν ἔχων. καὶ Σοφοκλῆς· οὐκ ἔντοπος, ἀλλʼ ἔξεδρος ἀνήρ. Ἐξ ἐπιπολῆς. οὐκ εἰς βάθος, ἀλλʼ εἰς ὄψιν. Ἐξεσία. ἡ πρεσβεία. ἐξαισία δὲ, ἡ δικαία, δίφθογγον. Ἐξ ἐφημερίας. ἐκ συνεχοῦς λειτουργίας. ἐφημερία δὲ κυρίως τὸ παρεβδομαρεύειν. Ἐξ εὐθείας. ἐκ τοῦ παραυτίκα. ἐπιστολὴ δὲ ἐξ εὐθείας πρὸς αὐτὸν ἐπιθεῖναι ἐνάρκησα. Ἐξῃρημένος. ὑπερκείμενος. Ἐξηγορία. ἐπαγγελία. Ἐξηλιθιότης. ἐπίτασις μωρίας. Ἕξις. δυσμετακίνητος τρόπος ἤτοι διάθεσις βεβαία καὶ ἔμμονος, καθʼ ἣν εὐλόγως ἢ κακῶς διακείμεθα. ἢ ποιότης ἔμμονος. ἕξις ἐστὶ ποιότης ἐπίκτητος ἐκ μαθήσεως καὶ μελέτης καὶ ἔθους προσγινομένη. Ἕξις ἐστὶ ποιότης τὶς δυσκίνητος καὶ δυσμετάβλητος· ἡ δὲ διάθεσις, ἡ ἀντιδιαστελλομένη τῇ ἕξει, εὐμετάβλητος καὶ εὐμετακίνητος. Ἕξις ἐστὶν ἡ κατὰ φύσιν ἑκάστου ἐνέργεια καὶ ὁλοκληρία, οἷον· ἐπὶ μὲν ψυχῆς σωφροσύνη, ἐπὶ δὲ σώματος τὸ ἐντελὲς τῶν μελῶν, καὶ ἀνάλογον, καὶ ἡ ὑγεία. ἡ δὲ τούτων αὐτῶν ἀταξία καὶ διαμάρτησις. ἕξις τοίνυν λέγεται ἡ καθʼ ἕνα μὲν τρόπον ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος, ὡς τοῦ ἀόπλου καὶ τοῦ ὡπλισμένου, καὶ τοῦ ἐνδύματος καὶ τοῦ ἐνδυομένου. Ἕξις ἐστὶν ἡ ποιὰ πάσης φύσεως δύναμις, ἡ τῶν λοιπῶν αὐτὴν οὐσιῶν διακρίνουσα καὶ ἀφορίζουσα. καθὰ φησὶν ὁ θεῖος Διονύσιος, ὅτι φθορὰ ἐστὶν φύσεως ἀσθένεια καὶ ἔλλειψις τῶν φυσικῶν ἕξεών τε καὶ ἐνεργειῶν καὶ δυνάμεων. διαιρεῖται δὲ ἡ ἕξις εἰς ἀρετὴν καὶ κακίαν. ἕξεως δὲ εἴδη ἀρετὴ καὶ κακία. Ἐξιτηρίους εὐχάς. ἐφοδίους ἢ τελευταίας. παρὰ τὸ ἵημι. ἐξιτηρία καὶ ἐξαγγελία κατὰ Ῥωμαίους τὰ ὑπὲρ τῆς ἐξόδου παρεχόμενα. Ἐξοδία. ἡ ἔξοδος. τὸ μὲν πρῶτον ὡς ἐπʼ ἐξοδίαν ὁρμήσαντες ἐκ τῆς πόλεως παρὰ τὴν ὁδὸν ἔμειναν. πάνδημον ἐξοδίαν ποιησάμενοι καθῆκαν ἐνέδρας. Ἐξόδων. ἀνατολῶν. Δαβίδ· οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν. Ἔξοδοι. αἱ γεννήσεις. ὡς τό· αἱ ἔξοδοι αὐτοῦ ἀπʼ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. ἤγουν τοῦ Χριστοῦ. ἡ μὲν γὰρ ἄνω ἀπʼ ἀρχῆς καὶ ἀεὶ ἦν· ἡ δὲ κάτω ἐξ ἡμερῶν ἤρξατο καὶ ὑπὸ χρόνον ἐστίν. Ἐξορευγμία. ἡ ὀρυγή. ὀξυρευγμία δὲ, ὅταν ἡ τροφὴ ἐποξίσῃ. Ἐξομολόγησις. ἡ τῶν εὖ πεπονθότων μετʼ εὐχαριστίας τῶν θείων εὐεργεσιῶν ἀπαρίθμησις, καὶ ἡ τῶν κακῶς πεπραγμένων παρὰ τῶν ὑπαιτίων ἐξαγόρευσις. ἀμφότερα γὰρ ταπεινώσεως ὑπάρχει ποιητικά. Ἐξουρίας. τὸ πλέειν ἐπιτηδείως. Ἐξουδένωσις. ἡ ἐν τῷ ἀγαθῷ ἀνυπαρξία καὶ ἡ ὕβρις. Ἐξουσίαι. δυνάμεις ἐξουσιαστικαὶ κατὰ χάριν θεοῦ. Ἐξούλης. ὄνομα δίκης. καὶ ἐξούλης δίκη. οἱ δίκην νικήσαντες, ὥστε ἀπολαβεῖν χωρίον ἢ οἰκίαν, ἔπειτα ἐμβατεύειν κωλυόμενοι, μὴ ἐμβατεύσαντες, ἐξελαυνόμενοι δίκην ἐξάγουσι πρὸς τοὺς ἐξελαύνοντας, ἢ οὐκ ἐῶντας ἐμβατεύειν. καὶ αὐτὴ ἡ δίκη ἐξούλης καλεῖται. εἴρηται δὲ ἀπὸ τοῦ ἐξέλειν. οἱ παλαιοὶ γὰρ τὸ κωλύειν καὶ ἀπελαύνειν ἐξέλειν ἔλεγον. Ἐξυπαρχῆς. ἀπʼ ἀρχῆς. Ἐξ ὑπερδεξίων. ἐξ ὑψηλῶν. ἕτεροι τὰς ὑπερδεξίους τῶν πεδίων σκοπιάς—. Ἐξωμίς. χιτὼν εὐτελὴς καὶ οὐκ ἐλεύθερος, οὐκ ἐπισκεπάζων τοὺς βραχίονας. Ἐξωμοσία. τὸ εἰς τὴν κεφαλὴν καὶ σωτηρίαν τοῦ βασιλέως καὶ τὴν οἰκείαν σωτηρίαν ὀμόσαι. ἢ ἐξωμοσία ἐστὶν ἔνορκος παραίτησις διʼ εὔλογον αἰτίαν. ὅτάν τις φάσκῃ ὑπὲρ ἑαυτοῦ ἢ ὑπὲρ ἑτέρου ἐγκαλούμενος μὴ δεῖν εἰσάγεσθαι δίκην, εἶτα καὶ τὴν αἰτίαν, διʼ ἣν οὐκ εἰσαγώγιμος ἡ δίκη, εἰ δοκεῖ κατὰ λόγον ἀξιοῦν, ἐδίδοτο αὐτῷ ἐξωμοσία χρῆσθαι, καὶ οὕτως διεγράφετο ἡ δίκη. Ἐξώλεια. πανωλεθρία, παντελὴς ἀπώλεια. καὶ ἐξώλειαν αὐτῷ προσεπαρασάμενος. Ἐξίτηλος. ἀμαυρῶν, ἐγγὺς ἀφανισμοῦ. ἀπὸ μεταφορᾶς τῆς πορφύρας, ἥτις μὴ ἔχουσα τὸ δευσοποιὸν βάμμα τῷ χρόνῳ ἐξίησι τὸ τεθηλός. — Οὐδέτερον. —Ἐξακεραίου. ἀντὶ τοῦ εὐχερῶς καὶ εὐμαρῶς. οὐ δυνάμενος ἐξακεραίου διὰ τὴν εὐλάβειαν καὶ ἀπραγίαν τοῦ βασιλέως—. Ἔξαλμα. ὅρμημα, πήδημα. Ἔξαλλον. ἐνηλλαγμένον. τὸ τοῦ προσώπου ἔξαλλον. Ἐξάλειπτρον. ἡ τοῦ μύρου λήκυθος, τὸ ἀλάβαστρον, ἐξ ἧς ἀλείφονται οἱ δειπνοῦντες. Ἐξαιρετέα. ἄξια τοῦ καταστραφῆναι. Ἐξαίρετον. τὸ ἐπίλεκτον. Ἐξαιρετόν. τὸ ἐκβαλλόμενον. Ἔξαιτον. τὸ ἐξαίρετον. Ἐξαίσια. τὰ παντὸς ἐπέκεινα θαύματος. Ἐξαίσιον. ὅτε δηλοῖ τὸ ἄδικον, γέγονε παρὰ τὴν αἴσην, ἥτις δηλοῖ τὸ πρέπον, οἱονεὶ ἔξω τοῦ πρέποντος· ὅτε δὲ τὸ μέγα, ἀντὶ τοῦ ὑπὲρ τὸ καθῆκον. ὥσπερ τὸ, ἐκνομίους μὲν ᾐσχύνετο. Ἀριστοφάνης ἐν Πλούτῳ· καὶ γὰρ ἐκνομίως με ᾔσχυνας. ἀντὶ τοῦ μεγάλως. Ἐξ ἐπιμέτρου. ἐκ διαμέτρου. ἡ τῶν Ἐσσαίων αἵρεσις, οἳ εἰσὶν Ἰουδαῖοι, τῶν Φαρισαίων καὶ γραμματέων τὴν δικαιοσύνην ἐξ ἐπιμέτρου διανέστηκεν. Ἐξέρκετον. κατὰ Ῥωμαίους τὸ στρατόπεδον. Ἐξ ἠθέων. ἐκ τῶν συνήθων τόπων. Ἐξήλασμα. δίωξις. ἐξίλασμα δὲ ἀντὶ τοῦ λύτρον ἢ τὸ προσφερόμενον τῷ θεῷ δῶρον ὑπὲρ σωτηρίας ψυχῆς, ι. Ἐξίτηλον. ἀσθενὲς, ἐγγὺς ἀφανισμοῦ. Ἐξομολόγου. προφανοῦς. διὰ τὰς ἐξομολόγου καὶ συστάδην μάχας πολλοὶ ἔπιπτον ἐξ ἀμφοτέρων. Ἑξείδιον. εἰ μὲν ἀπὸ τῆς ἕξεως, δίφθογγον· εἰ δὲ ἀπὸ τοῦ ἕξιος, ι. Ἐξ ὑπογυίου. παρʼ αὐτά· ἀπερισκέπτως· ἐκ τοῦ σύνεγγυς. τὸ δὲ ἐξ ὑπογυίου, πατρόθεν ἀπὸ τοῦ Ἐκδικίου ῥήτορος. Ἐξωλέστερον. ἐξολεθρευτικώτερον. — Ῥῆμα. —Ἐξάπτεσθαι. ἀντιλαμβάνεσθαι, ἐξαρτᾶσθαι. Ἐξάραντες. ἔξω ποιήσαντες. Ἐξαῤῥάξειν. συντρίψειν, καταλαβεῖν. καὶ ἀπειλοῦντας θύρας ἐξαῤῥάξειν. Ἐξαρτύσας. ἐκπληρώσας ἢ ἑτοιμάσας. Ἐξαρτήσας. ἐφευρίσας ἢ κρεμάσας. Ἐξατμίσθη. ἐλεπτύνθη. Ἐξαύδα. ἔξειπε, λέγε, φώνει. Ὅμηρος· ἐξαύδα, μηκέτι κεῦθε—. Ἐξαυδᾷ. ὁμολογεῖ. ἐκφωνεῖ. Ἐξαψάμενος. κατασχὼν, περιπλακείς. Ἐξανθίζω. τὸ βάπτω. ποικίλας ἐξηνθίκατε τὰς βαφάς. Ἐξανθῶ. ἀναβλαστάνω. ἐξήνθησεν ἡ ἔρημος. Ἐξαργυρῶσαι. οὐκ ἐξαργυρίσαι. Ἐξαρτίζει. πληροῖ, τελειοῖ, παρασκευάζει. Ἐξάρξαντες. προκατάρξαντες. Ἐξαπορηθῆναι. ἐν ἀπορίᾳ γενέσθαι. Ἐξαράσασθαι. τὸ ἐκτελέσαι τὰς ἀρὰς καὶ τὰς εὐχὰς, ἃς ἐπὶ ταῖς ἱδρύσεσι τῶν ναῶν εἴωθε ποιεῖσθαι. Ἐξανδρούμενος. τὴν ἡλικίαν ἔχων εἰς ἄνδρα. Ἐξανεμοῦσθαι. ἐπαίρεσθαι. Ἐξανύω. κατεργάζομαι, ἀποπληρῶ. Ἐξαλλομένους. ἀνασκιρτῶντας. Ἐξαμβλίσκειν. ἐκτιτρώσκειν. καὶ τὴν τῶν τετραπόδων ἀγέλην ἐξαμβλίσκειν ἔφασαν. Ἐξαμυστίσαι. τουτέστιν ἀμυστὶ καὶ ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πίνειν. Ἐξαμήσω. τουτέστι τὰ ἔντερα καὶ τὸν πνεύμονα ἐξανύσω καὶ ἐξοίσω. Ἐξαναστάς. μετοικήσας. ὁ δὲ Θεσπιάδης ἐξαναστὰς ἐξ Ἀθηνῶν Θεσπίαν ἐν Βοιωτίᾳ ἔκτισεν. Ἐξαγκωνιῶ. τοὺς ἀγκῶνας ὑπὸ ταῖς πλευραῖς ποιήσω. Ἐξακριβωθέντες. ἐρευνηθέντες. Ἐξαλλάξαι. ἀντὶ τοῦ τέρψαι. Μένανδρος· —ἄνθρωπον ἐξαλλάξομεν κακόν τι σοι δώσοντα. Ἐξαληλιμμένος. ἠλειμμένος. Ἐξαλίσας. ἐκκυλισθῆναι ποιήσας εἰς τὴν κόνιν. ἀλινδήθρα δὲ ὁ τόπος, ἐν ᾧ τιθέντες ἑαυτοὺς οἱ ἵπποι τοῦτο ποιοῦσιν. Ἀριστοφάνης· πολλὰς ἀλινδήθρας τὲ καὶ ἐκκυλίσματα. Ἐξακευμένων. θεραπευόντων, ἐξιωμένων. Ἐξαπενίζοντο. ἀπεκαθαίροντο. Ἐξαιθριασθέντες. λαμπρυνθέντες. Ἐξαίρει. ὑψοῖ. Ἐξαιρεῖται. ἀφαιρεῖται. λαμβάνεται. καὶ ἀντὶ τοῦ ῥύσεται καὶ ἐλευθερώσει. ἐξαιρήσωμεν ὁμοίως. Ἐξαίροντες. ἀνατρέποντες. πρὸς ταῦτα τί λέγουσιν οἱ τὴν πρόνοιαν ἐξαίροντες. ἔνιοι δὲ καὶ ἀντὶ τοῦ ὑμνοῦντες. Ἐξαιρούμενος. ἀποκομιζόμενος ἢ ῥυόμενος. Ἐξαιροῦσιν. ἐκβαλοῦσιν. Ἐξαρήσαντα. πορθήσαντα, ἐξερημώσαντα. Ἐξεβοήθη. ἐλαλήθη. ἐξεβοήθει δὲ τὸ ἐβοήθησε, δίφθογγον. Ἐξεγρόμενος. ἐξεγερθείς. Ἐξεθεάτρισαν. ἐστηλίτευσαν, ἐξεπόμπευσαν. οὐ μόνον ἑαυτοὺς ἐξεθεάτρισαν, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν κατέστρεψαν. Ἐξέθει. ἐξέτρεχεν. Ἐξεκάκησα. ἀπηγόρευσα. Ἐξεκαρυκεύθη. ὠψοποιήθη. συνεκόπη. Ἐξεκεκλήκει. ἐκ τοῦ δείπνου ἀνίστη. νυκτὸς δὲ γενομένης τοὺς οἰκέτας ἐξεκεκλήκει τοὺς Ναννάρου. Ἐξεκεκλήκετο. ταχὺ προεκαλεῖτο. ταχὺ δὲ ἐξεκεκλήκετο αὐτοὺς πρὸς τὴν πρᾶξιν. Ἐξεκίνησεν. ἐξεδίωξε. Σοφοκλῆς· παίζων κατʼ ἄλσος, ἐξεκίνησε ποδοῖν στικτὸν κεράστην ἔλαφον—. Ἐξεκκλησίασε. συνήθροισεν. Ἐξέκνισεν. Ἡρόδοτος· δελτίον δίπτυχον λαβὼν, τὸν κηρὸν αὐτοῦ ἐξέκνισεν. Ἐξεκόκκισεν. ἀντὶ τοῦ ἐξέκλασεν· ἐξέβαλεν. ἡ μεταφορὰ ἀπὸ τῶν κόκκων. Ἐξεκόπη τὸν ὀφθαλμόν. ἐπηρώθη. Ἐξεκύκλησαν. ἐξήνεγκαν. ἐπεὶ δὲ εἰς τὸ θέατρον ἐξεκύκλησαν αὐτόν. Ἐξεκώμασεν. ἐπόρνευσεν. Ἐξέθορεν. ἐξεπήδησεν. Ἐξεθύσαντο. ἐμαντεύσαντο. Ἐξελέγχειν. φανεροποιεῖν. ὁ δὲ ἠξίου ᾗ τάχος τὰ πραχθέντα βασάνοις ἐξελέγχειν. Ἐξέλεξε. συνήθροισε. χρήματα δὲ παρὰ τῶν Λιβύων πολλὰ μὲν ἐς τὸ κοινὸν ἐξέλεξεν. Ἐξέλιπε φυσητήρ. ἐξέλιπε μόλιβδος. φυσητὴρ, καὶ τὸ ὄργανον, ᾧ ἐμφυσᾷ ὁ χρώμενος· καὶ ὁ ἄνθρωπος ὁ τὸ ὄργανον μεταχειριζόμενος. συγκαίουσι δὲ τῷ ἀργύρῳ μόλιβδον, ἵνα συγκαιόμενος ἀνιμᾶται καὶ ἀναλαμβάνῃ εἰς αὐτὸν τὸ νόθον. Ἐξελίσσουσι. κινοῦσιν. Ἐξελοφίζετο. ἡ δὲ γῆ ἐκ τῶν δικαιαρχαστέλων λόφων ἐξελοφίζετο. Ἐξελληνίζει. εὔρυθμον ἀπεργάζεται. Ἐξεμηρύσατο. διεξῆλθεν. ὁ δὲ Ἀννίβας ἐν ὅλῃ τῇ νυκτὶ μόλις ἐξεμηρύσατο τὰς χαράδρας. Ἐξένευσαν. παρῃτήσαντο. ἀπηρνήσαντο, ὡς πρὸς ἄλλους πόλεμον ἔχοντες ἐξένευσαν τὴν βοήθειαν. καὶ ἀντὶ τοῦ ἐκολύμβησαν. Θουκυδίδης· καὶ πολλοὺς ἀπέκτειναν, ὅσοι μὴ ἐξένευσαν αὐτῶν. Ἐξέπεσον. πόῤῥω ἀπέφυγον. καὶ τελευτῶντες τῆς νόσου ἐξέπεσον. Ἐξέπλει. ἐξέπλεεν. Ἐξεπράθομεν. ἔστι πέρθω, ὁ δεύτερος ἀόριστος ἔπραθον καὶ ἐξέπραθον. Ἐξέπλευσεν. ἐξώκειλε. παρετράπη. ὁ δὲ ἐξέπλωσε τῶν φρενῶν πολλά. καὶ ἐξέπλωσας ὁμοίως. οὕτως Ἡρόδοτος. Ἐξεπολέμωτο. ἐνικήθη. Ἐξεπολέμωσεν. ἀδιαλλάκτους εἰργάσατο. Ἐξέπραξεν. ἀντὶ τοῦ ἀνεῖλεν. οὕτως Πορφύριος· οὔτε πυρφόρος θεοῦ κεραυνὸς ἐξέπραξεν. Ἐξεπρέμνιζον. μέχρι ῥιζῶν τὰ στελέχη τὰ πρέμνα κατέβαλλον. Ἐξεράσατε τοὺς λίθους. ἐκκενώσατε. ἐκβάλλετε. ἀποῤῥίψατε. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς. Ἐξερέων. ἐξερευνῶν. Ἐξεριθεύονται. πρὸς κακίαν ἐκκαλοῦσιν. οἱ τῆς στρατηγίας ὀρεγόμενοι ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον. Ἐξερῶ. εἴπω, ἢ ἐξοίσω. Ἐξεῤῥωγυῖα. διεφθαρμένη. Προκόπιος· γυνὴ τὸν τρόπον ἐξεῤῥωγυῖα. Ἐξεῤῥύησαν. ἐξηφανίσθησαν. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἐν τῷ πολέμῳ φευγόντων. Ἐξεσάλαξας. μετεκίνησας. —τὴν δʼ ἐνὶ θυμῷ ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην. Ἐξεσόβησα. ἐξεδίωξα. ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον. καὶ πτῶκας πολλάκις ἐξεσόβει. Ἐξεστεμμένος. κεκοσμημένος. εἰώθασι γὰρ τῷ στέφειν χρῆσθαι ἀντὶ τοῦ κοσμεῖν. στέμμα δέ ἐστι τὸ προσειλημμένον ἔριον τῷ θαλλῷ. Ἐξέστησαν. ὑπεχώρησαν. οἱ δὲ βάρβαροι ἐξέστησαν αὐτοῖς ὡς κρείττοσιν. Ἐξέστω. ἐξουσίαν ἐχέτω. Ἐξέσχεν. ἀντὶ τοῦ διήλασε, διῆλθε. τούτου τὴν πλευρὰν λόγχη διήλασε καὶ ὑπὸ ῥώμης τῆς αἰχμῆς ἐξέσχεν ἐπὶ θάτερα. καὶ αὖθις· ἠκοντίσθη τὸν δεξιὸν ὦμον διαμπερὲς καὶ ἐξέσχε τὸ βέλος. Ἐξέστησεν. εἰς ἔκστασιν ἤγαγεν. Ἐξετάσωμεν. ἀκριβώσωμεν. Ἐξεταζόμενος. ἐρευνώμενος. δοκιμαζόμενος. ἐῤῥύετο τὴν πόλιν ἔνδον ἐξεταζόμενος φουρτωνίων ὑποστράτηγος τῶν ἐπὶ τῆς Μυσίας, οὓς δοῦκας καλοῦσιν. Ἐξεταζόμενοι. ἀριθμούμενοι. ἐξεταζόμενοι πρὸς τοῖς βασιλείοις. Ἐξέτηξεν. ἐδάμασεν ἢ ἠφάνισεν. Ἐξεταννύσθη. ἐξετάθη. ἐξηπλώθη. Ἐξέτηξεν. ἐδαπάνησεν. ἀνάλωσεν. Ἐξέτρω. ἐξεκόπη ἡ κύησις· ἐξεβλάβη. παρὰ τὸ τρῶ, τὸ κόπτω, γίνεται παράγωγον τρῶμι, ὁ παρατατικὸς ἔτρων, ἔτρως, ἔτρω, καὶ ἐν συνθέσει ἐξέτρω. Ἐξετάζων. ὥσπερ παρὰ τὸ μάταιον γίνεται ματαιάζω, οὕτω καὶ παρὰ τὸ ἐτεὸν, τὸ ἀληθὲς, ἐτεάζω, τὸ τὴν ἀλήθειαν ἐρευνῶ καὶ ἐμφαίνω. καὶ ἀποβολῇ τοῦ ε καὶ μετὰ τῆς ἐξ προθέσεως ἐξετάζω. Ἐξεβιάζοντο. ἠνάγκαζον. Ἐξεγραψάμην. ἀντὶ τοῦ ἐμνημόνευσα. Ἀριστοφάνης· ὃν ἐγὼ παρά τʼ Ἀπόλλωνος ἐξεγραψάμην. Ἐξεδιήτησε. κακῶς διῴκησεν. Ἐξέζεσεν. ἐπληρώθη. καὶ τὸ σύμπαν αὐτοῦ σῶμα ἕλκους ἐξέζεσεν. Ἐξευμενίζεσθαι. πείθεσθαι, ἢ ἱλάσκεσθαι. Ἐξεφαύλισαν. παρʼ οὐδὲν ἐλογίσαντο. οἱ δὲ οὐκ ἐξεφαύλισαν τὴν τῶν Κρητῶν αὐτοσχέδιον ἐκείνην μοῦσαν. Ἐξέφυ. ἐβλάστησεν. ἐγεννήθη. Ἐξεφύσησα. διεσκόρπισα· ἐβδελυξάμην. Ἐξεφύσησεν. ἐκίνησεν. ἐτάραξεν. Ἐξεφοίτα. ἐθριάμβευεν. ὁ δὲ παρὰ τοὺς ἀτελέστους καὶ βεβήλους ἐξεφοίτα τὰ τῶν Σαμοθρᾳκῶν ὄργια. Ἐξεφόρουν. ἐξέφερον. Ἐξεφύρθη. ἐξεμιάνθη. Ἐξέχεα. διεχύθην. καὶ ἐκινήθην εἰς ὀδυρμοὺς ἄπαυστον ἔχων τὸν θρῆνον. Δαβίδ· ἐξέχεα ἐπʼ ἐμὲ τὴν ψυχήν μου. Ἐξέχειν. ἐπιτεταλκέναι. ἐξέχειν τὸν ἥλιον. ἔξεχʼ ὦ φίλʼ ἥλιε. Ἐξέωσαν. ἐξέβαλον. Ἔξει. ἀντὶ τοῦ ἔξελθε. οὕτως Ἀριστοφάνης. Ἐξείη. συνεκεχώρητο. εἴθιστο. Ξενοφῶν· ᾔδεσαν γὰρ πάντες, ὅτι ἐξείη αὐτῷ καὶ ἀριστῶντι καὶ δειπνοῦντι. Ἐξείλετο. ἔλαβεν. Ἐξειμένοι. ἀφειμένοι. Ἔξειμι, οὐκ ἐξελεύσομαι λέγουσιν Ἀττικοί. Ἐξείνισεν. ἐξένισεν, ἐξενοδόχησεν. Ἐξείρπυσεν. ἐξεσύρθη. ἐξῆλθεν. ἡ δὲ ἔχιδνα ἐξείρπυσεν, ὑπὸ τοῦ πυρὸς ἀναγκασθεῖσα. Ἐξειστήκει. ἐξηλλάττετο. καὶ τρόμῳ εἴχετο, καὶ ἡ χρόα αὐτοῦ ἐξειστήκει. Ἐξεικονισμένον. μεμορφωμένον ἢ τέλειον. Ἐξειλῆσαι. τοῦτο λέγουσιν οἱ Ἀλεξανδρεῖς ἐπὶ τοῦ ἐκφυγεῖν. ἐοίκασι μεταφορικῶς λέγειν ἀπὸ τῶν ἐν τῷ παλαίειν ἑαυτοὺς ἀπολυόντων. λέγει γὰρ Πλάτων ἐν τῷ ἑβδόμῳ νόμῳ περὶ πάλης οὕτως· τὰ δὲ ἀπὸ ὀρθῆς πάλης ἀπʼ αὐχένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσας μετὰ φιλονεικίας τὲ καὶ καταστάσεως διαπονούμενα. Ἐξεστακέναι. καταπλῆξαι. Ἐξεφάνθη. ἐδείχθη, ἐγυμνώθη. Ἐξῇ. ἀντὶ τοῦ δυνατὸν ὑπάρχει. καὶ ἐξῆν. Ἐξήρετο. ἠρώτα. Ἐξηρεύξατο. ἐξήνεγκεν. Ἐξῃρημένην. ὑπερβάλλουσαν. Ἐξήνυσα. ἐτελείωσα, ἐπλήρωσα. Ἐξηκόντισεν. ὑπερέβαλλεν. Ἐξηγόρασας. ἠλευθέρωσας. Ἐξηγήσασθαι τοῦ διηγήσασθαι διαφέρει. διηγήσασθαι μὲν γάρ ἐστιν εἰπεῖν ἁπλῶς, ἃ τὶς αὐτὸς ἐπίσταται· ἤτοι πρὸς ἀγνοοῦντα τοὺς ἀκροωμένους λέγων, ἢ καὶ πρὸς εἰδότα. τὸ δὲ ἐξηγήσασθαι, ἅμα λέγειν περὶ ὧν ἀγνοοῦσιν οἱ ἀκούοντες, καὶ διδάσκοντες αὐτοὺς περὶ ὧν πυνθάνονται. Ἐξηγρόμην. ἐξηγειρόμην. κᾆτʼ ἔγωγʼ ἐξηγρόμην. Ἐξήκει. παρῴχηκε. Ξενοφῶν· ὁ δὲ χρόνος ἐξήκει. καὶ αὖθις· ὁ δὲ συνεῖδεν ἐξήκειν τοῦ χρησμοῦ τὴν φήμην. Ἐξῆκον. ἀντὶ τοῦ ὑπερέχον. καὶ ἑώρων φάσμα τὸ μέγεθος ἐξῆκον, πέρα καὶ ἀνωτέρω τοῦ ἱστοῦ. Ἐξήκοντος. παρερχομένου. ἐξήκοντος τοῦ χρόνου, οὗπερ ἐντὸς ἔδει ἐπανιέναι πρὸς τὸν σφῶν ἄρχοντα. Ἐξηλιασμένων. κεκαυμένων. Ἐξήλικας. ἐξέβαλες. ἐξέωσας. Ἀριστοφάνης· ἀλλʼ, ὦ μέλʼ, ἐξήλικας ἐμέ γʼ ἐκ τῶν ἐμῶν. Ἐξῆλθεν. ἐξέβη. ἐτελέσθη. ὅτι Ζήνωνι, παρʼ ἣν εἶχε δόξαν, ἐξῆλθε τὸ μάντευμα. Ἐξημεροῖ. πραΰνει. Ἐξήμβλωσεν. ἐξέτρωσεν. καὶ ἐξήμβλωκας ἀντὶ τοῦ ἀτελῆ ἐποίησας. Ἐξηνθισμέναι. ἄνθεσι κεκοσμημέναι. αἳ καθήμεθʼ ἐξηνθισμέναι. Ἐξήπαφεν. ἐξηπάτησεν. Ἐξῄρηνται. ἐκβέβληνται. Ἐξητάσθης. ἀντὶ τοῦ ὤφθης, ἢ ὡράσθης. οὕτως Δημοσθένης. Ἐξηονήθην σὺν τῷ ἰῶτα κατὰ τὴν ἀλήθειαν. ὅθεν καὶ ἀϊόνες οἱ αἰγιαλοὶ διὰ τὸ καταιονοῦσθαι ὑπὸ τῶν κυμάτων ἤγουν καταβρέχεσθαι. αἰονήματα γὰρ τὰ καταντλήματα φασίν. Ἐξηυλημένα καὶ παρηυλημένα. αἱ παλαιαὶ γλωσσίδες τῶν αὐλῶν καλοῦνται. καὶ κατὰ μεταφορὰν πάντα τὰ παλαιὰ καὶ τὰ τετριμμένα. Ἐξιάλλειν. ἐκβάλλειν. Ἐξίδισεν. ἀπεπάτησεν. Ἀριστοφάνης· οὐκ ἂν ἐξίδισεν εἰς θοιμάτιον. ὅ ἐστιν ἱμάτιον. Ἐξίησιν. ἐξέρχεται. καὶ ἐξίη ἐπὶ μέλλοντος. Ἐξικμασμένη. ἐξηραμμένη. ἰκμάδα καὶ ὑγρότητα μὴ ἔχουσα. ἄλλως τε ἐν ξηρᾷ χώρᾳ ὑπὸ τοῦ θέρους ἐξικμασμένῃ δεινῶς ἐσπάνισεν ὕδατος. Ἐξίλλειν. ἐκφεύγειν. Ἐξιλεώσονται. ἐξευμενίσονται. Ἐξιλάσωμαι. δυσωπήσω. Ἔξιθι. ἔξελθε. Ἐξικέσθαι. παραγενέσθαι. ἢ ἐν καταλήξει γενέσθαι. Ἐξικνούμενον. προερχόμενον. Ἐξιστάμενος. παραχωρῶν. ὀνόματος μόνου καὶ σχήματος τῷ Ἰουλιανῷ ἐξιστάμενος. Ἐξίστασθαι. διαχωρίζεσθαι. ὁ δὲ, ὅσοι τῆς στάσεως ἐναγεῖς, ἐκέλευσεν ἐξίστασθαι. Ἐξίστησιν. ἐκπλήττει. οὔτε δέος ἐξίστησιν αὐτοὺς οὔτε δαπάναι οὔτε πόνοι. Ἐξιστορήσαντες. ἀναζητήσαντες, διηγησάμενοι. τούτους οἱ Ἕλληνες ἐξιστορήσαντες, ἃ ἐβούλοντο πυθέσθαι ἀπὸ τῆς Ξέρξου στρατιᾶς, ἀποπέμπουσι δεδεμένους. Ἐξιχνεύει. ἐξερευνᾷ. Ἐξιχωρίζεσθαι. ἐκπιέζεσθαι. τὸν ἰχῶρα ἐκβάλλειν. καὶ εἰς γάρον οἷον ἐξιχωρίζεσθαι. Ἐξομολογοῦμαι. εὐχαριστῶ. καὶ κατὰ συνήθειαν ἀνθρωπίνην, ἀντὶ τοῦ χάριν ὁμολογῶ ἤγουν δοξάζω σε. ὡς τὸ, ἐξομολογοῦμαί σοι, πάτερ. ἔθος γὰρ τοιοῦτον τῇ θεοπνεύστῳ γραφῇ τὸ τῆς ὁμολογήσεως ὄνομα κατὰ τοιόνδέ τινα δέχεσθαι τρόπον. Ἐξομηρευσάμενος. καλῶς διοικήσας. τὴν δὲ πόλιν ἐξομηρευσάμενος ἠσφαλίσατο φρουρᾷ. καὶ ἀντὶ τοῦ συμφωνήσας. καὶ ἐξομηρευσάμενοι ἀντὶ τοῦ ὁμογνώμονας ποιήσαντες. ἐξομηρευσάμενοι δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς πλείους τῶν δυναστῶν, ἐνέβαινον εὐθαρσῶς εἰς τὸν πόλεμον. Ἐξομόσασθαι. οἱ μαρτυρήσειν τισὶν ἐν δικαστηρίῳ ὑπισχνούμενοι, εἰ μετὰ ταῦτα μὴ βούλοιντο καταμαρτυρεῖν, ὤμνυον μηδὲν ἐπίστασθαι. καὶ τοῦτο ἐστὶν ἐξομόσασθαι. Ἐξομόσαιτο. παντελῶς ἀρνήσαιτο. δημοσίᾳ δὲ κᾂν ἐξομόσαιτο τοῦ εἶναι τῆς Κότυος. Ἐξονομήνῃς. ἐξ ὀνόματος εἴπῃς. Ἐξοργιεῖν. εἰς ὀργὴν ἐμβαλεῖν. ταῦτα δὲ ἔπραξεν ὁ Καῖσαρ, οὐχ ὅτι καταπλήξειν αὐτὸν, ἀλλʼ ὅτι ἐξοργιεῖν, κᾀκ τούτου πρόφασιν τοῦ πολέμου λήψεσθαι. Ἐξορχησάμενος. ἀντὶ τοῦ φυγὼν καὶ ἀποδράς. οὕτως Δημοσθένης. Ἐξουθενῶ σε. ἀντὶ τοῦ οὐδενός σε λογίζομαι. Ἐξοχετευόμενα. ἐκρέοντα. Ἐξομόσασθαι. τὸ μεθʼ ὅρκου ἀπαρνήσασθαι πρᾶξιν τινὰ διὰ νόσον ἢ πρόφασιν ἑτέραν τινά. οὕτως Δημοσθένης. Ἐξοιστρουμένην. μανεῖσαν. καὶ ἐξοιστρηθεὶς ἀντὶ τοῦ μανεὶς καὶ παρορμήσας. Ἐξοίσουσιν. ἐκβάλλουσιν. Ἐξοιχνεῦσιν. ἀντὶ τοῦ ἐξοιχνεύουσιν. Ἐξυβρίζοντα. παρασπονδοῦντα. παραβαίνοντα τὰς συνθήκας, ἀδικοῦντα. ὥστε ἀναγκαῖον εἶναι πολέμῳ καταπαῦσαι ἐξυβρίζοντα. Ἐξυπτιάζειν. τὸ ἐπὶ νώτου φέρεσθαι. οἱ μεθυσθέντες οἴνῳ, ἐπὶ πρόσωπον πίπτουσιν, οἱ δὲ κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφαλήν. Ἐξυφήνας. κατασκευάσας. Ἐξώκειλεν. ἐξέκλινεν. Ἐξωλέκει. ἀπώλεσεν. Ἐξωλόθρευσας. ἠφάνισας. Ἐξωμμάτωται. ἐπιτεταμένως ὁρᾷ. ἡ γὰρ ἐξ πρόθεσις ἐπίτασιν δηλοῖ. Ἀριστοφάνης· ἐξωμμάτωται καὶ λελάμπρυται κόρας. Ἐξωμισάσαις. ἄχρι τῶν ὤμων γυμνωσάσαις. Ἐξωπτῆσθαι. ὠπτημένον ὑπάρχειν. Ἐξώργισεν. ἐξεθύμωσεν. Ἐξωρχησάμην. ἐξεφαύλισα. κατέπαιξα. πρὸς ὃν ἐξωρχησάμην. καὶ αὖθις· ὁ δὲ μεθυσθεὶς τὰ μυστήρια ἐξωρχήσατο. ἀντὶ τοῦ ἐμυκτήρισε, καὶ ἔκπτυστα ἐποίησεν. Ἐξωστρακίσθη. ἐξωρίσθη. ἐπειδὴ εἰς ὄστρακον ἔγραφον τὴν ἐξορίαν. Ἔξωσον. ἀποδίωξον. Ἐξωστεισμένος. ἐξηρθρωμένος. Ἐξωφρυωμένοι. ἐπῃρμένοι. Ἐξώχοντο. ἐξεπορεύοντο. Ἐξῆχεν. ἀντὶ τοῦ δώσειν. οὕτως Δημοσθένης. Ἐξῄρηται. ὑπερβάλλει. Ἐξεκλείσθη. ἀντὶ τοῦ ἀπέκλεισε. αὐτὴν ἡ πίστις. οὕτως παρὰ τῷ Ἀποστόλῳ. ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. — Ἐπίῤῥημα. —Ἐξάλλως. κατʼ ἄλλον τρόπον, παραδόξως. καθʼ ὑπεροχήν. Ἐξαπίνης ἐξαίφνης. Ἐξεπίτηδες. ἐπιτηδευμένως. Ἐξείης. καθεξῆς· ὀρδιναίως. ἐπίῤῥημα τάξεως. ἐξῆς, καὶ πλεονασμῷ τῆς ει διφθόγγου ἐξείης. Ἐξόχως. ἀντὶ τοῦ πάνυ. Τὸ Ε μετὰ τοῦ Ο. — Ἀρσενικόν. —Ἐοχμός. καθὰ συνδέδεται ὁ τράχηλος. ἀπὸ τοῦ ἔχω ἐχμὸς καὶ ἐοχμός. — Θηλυκόν. —Ἐορδία. χώρα. Ἑορτή. χρόνος ἱερὸς κατὰ νόμους. ἑορτὴ πολλὰ ἔχουσα· ἀπὸ τῶν πολλῶν ἀποτιθεμένων φορτία. εἴρηται δὲ ἀπὸ τῶν πρὸς τὰς ἑορτὰς ἐπειγομένων. — Οὐδέτερον. —Ἐοικός. πρέπον, ὅμοιον. Ἑόν. τὸ ἴδιον. Ἐοικότα. πρόσφορα. Ἐοικός. ἢ τὸ ὁμοιοῦσθαι ἢ τὸ πρέπον ἢ τὸ δοκοῦν. Ἐοίκασι τοῖς ἐκ Πύλου ληφθεῖσι. τοῖς Λακωνικοῖς. παροιμία ἐπὶ τῶν ὠχριώντων καὶ ἰσχνῶν. Πύλος δὲ χώρα τῆς Λακωνικῆς. ἔνθα Κλέων στρατηγήσας τοὺς αἰχμαλώτους ἀπὸ Σφακτηρίας ἔλαβεν. — Ῥῆμα. —Ἔοιγμεν. ἀντὶ τοῦ ἐοίκαμεν, κατὰ συγκοπὴν καὶ τροπήν. ὡς δεδοίκαμεν, δέδοιγμεν. Ἐόλητο. ἐκινεῖτο καὶ ἐτετάρακτο. Ἔολπα. ἤλπιζον. Ἔοργα. εἰργασάμην. Ἐοργώς. ἐργασάμενος. κατθʼ ὁμῶς ὅ, τʼ ἀεργὸς ἀνὴρ ὅ, τε πολλὰ ἐοργώς. Τὸ Ε μετὰ τοῦ Π. — Ἀρσενικόν. —Ἐπακτὸς ὅρκος. ὁ μὴ αὐθαίρετος, ἀλλʼ ἐφʼ ὃν ἕτερος ἄγει, ἢ ὃν ἄν τις αὐτὸς ἑκὼν ἑαυτοῦ ἐπάγηται. τουτέστιν ὃν ἀναιρεῖται. Ἐπακτήρ. ὁ κυνηγός. Ἐπακτροκέλης. πλοῖον λῃστρικὸν, μεταξὺ ἐπακτρίδος καὶ κέλητος, ἅπερ καὶ αὐτὰ πλοιάρια ἐστίν. Ἐπακτὸς ὄμβρος. σφοδρός. Ἐπάντους. ὑψηλοῦ. Θουκυδίδης· ὑπὸ πολλῶν ἀπὸ τοῦ λόφου ἐπάντους ὄντος. Ἔπαρχος πραιτωρίων. ὁ τῶν ἑῴων τῆς φορολογίας τὴν ἐπίστασιν ἔχων παρὰ Ῥωμαίοις. Ἐπάρατος. ἐπαγωγός· καὶ ἄξιος κατάρας. καὶ ὁ ἐπικατάρατος. Ἐπαυλόσυνος. ὁ εἰς τὴν ἔπαυλιν ἰών. Ἐπαφρόδιτος. ἡδὺς, ἐπίχαρις. Ἐπενδύτης. τὸ ἐσώτατον ἱμάτιον, ὃ καὶ ὑποκάμισον λέγεται. Ἐπέραστος. ὁ ἐπιθυμητὸς, ἐράσμιος, πολυπόθητος. Ἑπέται. οἱ θεράποντες, παρὰ τὸ ἕπεσθαι. Ἐπέτειος καρπός. ὁ παρʼ ἔτος. Ἐπειός. ὄνομα ἐθνικόν. καὶ Ἐπειῶν, τῶν Ἠλείων. ἀπὸ Ἐπειοῦ τοῦ Ἡλίου βασιλέως αὐτῶν. Ἐπείκτης. σπουδαῖος. Ἐπαίτης. ὁ πτωχός. ἀπὸ τοῦ αἰτῶ, αἰτήσω, ἐπαιτήτης καὶ ἐπαίτης. Ἐπηετανός. αὐτάρκης. Ἔπηλυς. ὁ ξένος ὁ νεωστὶ ἐλθὼν ἀπὸ ξένης. ἀπὸ τοῦ ἤλυσις, ὃ σημαίνει τὴν ἔλευσιν. Ἐπημοιβοί. ἐπηλλαγμένοι, ὥστε τὸν μὲν ἔνθεν, τὸν δὲ ἔνθεν ἐφέλκεσθαι. Ἐπηνέμιος πλοῦτος. ὁ ψευδόμενος καὶ ὁ ἀθρόον φανείς. καὶ νῦν ἐπηνέμιον βλέπω σε. Ἐπηρεφέες. ἐπιρεφεῖς. ἐπὶ τὰ κάτω ἐστραμμένοι, κατωφερεῖς. ἢ ἐστεγασμένοι. ἀπὸ τοῦ ἐρέπω, τὸ στέγω. Ἐπήτης. ὁ λόγιος καὶ συνετός. καὶ ἐπητεία ἡ φρόνησις. Ἐπήτριμοι. πυκνοὶ, ἐπάλληλοι. Ἐπήβολος. ἐπιτευκτικὸς, ἐπιτυχής. ἢ ὁ μέτοχος. ἢ ὁ γνωστικός. τινὲς ἐπιβόλος γράφουσιν. Ἐπιβλής. ὁ τῇ θύρᾳ ἐπιβαλλόμενος μοχλός. Ἐπιάλτην. Ὅμηρος καὶ Ἡσίοδος καὶ οἱ Ἀττικοὶ τὸν δαίμονα, διὰ δὲ τοῦ φ τὸν ἄνδρα Ἐφιάλτην. καὶ τὸν ῥιγοπύρετον λεγόμενον. Ἐπιβλήτης. ὁ δόκιμος. Ἐπιβρόντητος. ὁ ἐμβρόντητος. Ἐπιγνώμονας. ἐπισκόπους. ἐπιγραφέας· τοὺς καθεστηκότας ἐπὶ τῷ γράφειν ἑκάστῳ, ὅσον εἰσφέρειν ὀφείλουσιν εἰς τὸ δημόσιον. Ἐπιγραφεῖς. οἱ τὰ δημόσια ἐπιγράφοντες. ὁπότε δεήσει ἀργύριον εἰσφέρειν εἰς τὸ δημόσιον τοὺς ἀστοὺς ἢ τοὺς μετοίκους, οἱ ταῦτα διαγράφοντες ἐπιγραφεῖς ἐκαλοῦντο. Ἐπίδαυρος. ὄνομα τοπικόν. ἐν ᾧ ὁ Ἀσκληπιὸς ἐτιμᾶτο. Ἐπιδαίσιος οἶκος. ὁ ἐπίκοινος καὶ οὐ μεριστὸς, ὁ ἐπίσης καταλειφθεὶς δύο τισίν. Ἐπίδεσμος. ὁ ἐπὶ τῇ πληγῇ δεσμός. Ἐπιδήμιος. ἐμφύλιος ἢ κοινὸς δημὸς, ὃ σημαίνει λῖπος. Ἐπίδοξος. ἐπιφανὴς καὶ ὁ προσδόκιμος, ὡς τό· ἐπίδοξος ἦν αὐταρχῆσαι. Ἐπιθανής. ἐγγίζων τῷ θανάτῳ. ἀνὴρ πρεσβύτης νοσῶν καὶ ἐπιθανὴς ὤν. Ἐπιθυμηταί. πρόθυμοι. οἱ δὲ ἐμεγαλοφρόνουν τότε καὶ ἐπιθυμηταὶ ἐξίσταντο. Ἐπικαιρότατος. ἐπιτήδειος. ἐν τοῖς ἐπικαίροις τῶν χωρίων τόποις. καὶ ἐπὶ καιροῦ, εὐκαίρως, ἁρμοδίως. Ἐπίκλητος. ἔξωθεν ἐρχόμενος. διὰ τῆς ἐπικλήτου καὶ ἀλόγου λοιδορίας ὑπέλαβε πιστότερος φανήσεσθαι. καὶ ὁ ἐπί τινι καλούμενος ὑποθέσει. Ἰουδαῖοι ἐπίκλητον ἑαυτοῖς τύραννον παρεισήγαγον. Ἐπικλίντης. σεισμός. Ἐπικλοπώτερος. παραλογιστικώτερος. Ἐπίκλοπος. κλέπτης, παραλογιστικὸς, ἢ ἀπατεὼν καὶ ἐπιθυμητὴς τῶν ἀλλοτρίων. κλέπτειν γὰρ τὸ ἐπιθυμεῖν. ὅθεν καὶ κλέπτης ὁ ἀλλοτρίων ἐπιθυμητής. Ἐπικούρειοι. οἱ φιλόσοφοι. Ἐπίκουρος. βοηθός. κυρίως δὲ ἐπίκουροι οἱ ἀπὸ ξένης χώρας σύμμαχοι τῶν πολεμουμένων. Ἐπίκωμος. ὑβριστὴς, συγχαίρων, μέθυσος. Ἐπικωπητήρ. ὁ τροπωτὴρ ἱμᾶς. Ἐπίκωπος. ξιφήρης. κώπη γὰρ ἡ λαβὴ τοῦ ξίφους. ἐπίκωπος καὶ ὁ ἐπὶ τὴν κώπην καθήμενος. Ἐπικριτής. σύμβουλος· δοκιμαστής. Ἐπικράτης. ὁ δημαγωγὸς, ὁ καὶ ἔφορος ἐπικαλούμενος. Ἐπικυδέστερος. νικητικὸς ἢ ἐνδοξότερος. κῦδος γὰρ ἡ δόξα. Ἐπιεικής. πραΰς. παρὰ τὸ εἴκειν καὶ ὑποχωρεῖν· καὶ γὰρ οἱ πραεῖς παραχωροῦσι καὶ οὐκ ἀντιτείνουσι. καὶ ἐπιείκεια ἐκ τούτου. Ἐπίλαμπος. καταφανής. οὕτως Ἡρόδοτος. Ἐπιλογισμός. ὁ κατὰ τὸν πρῶτον λόγον ἀνελθὼν καὶ τοῖς ἔμπροσθεν ὑπερμαχῶν ἢ ἀνθιστάμενος. Ἐπίμαργος. μεμῃνώς. Ἐπιμασθίδιος. ὁ θηλάζων. ὁ δὲ νεώτατος παῖς ἐπιμασθίδιος ἦν, οὗ ἡ μήτηρ ἀντείχετο. Ἐπιμελής. ὁ καθαρὸς ἄρτος, καὶ ὁ ἀγωνιστὴς, καὶ ὁ σπουδαῖος, ὁ ἐπιμέλειαν ἔχων. Ἐπινάστιος. ξένος, φυγὰς, μέτοικος. Ἐπίνειοι. οἱ παραθαλάσσιοι λιμένες, οἱ ἔχοντες οἰκήματα. καὶ ἐπίνειον, παραθαλάσσιον χωρίον, ὁ λεγόμενος κατάβολος, παρὰ τὸ ἐν αὐτῷ νήχεσθαι τὰς ὁλκάδας καὶ ὀκέλλειν. ἢ πόλισμα παραθαλάσσιον, ἔνθα τὰ νεώρια τῆς πόλεως εἰσίν. Ἐπίξηνος. ὁ μαγειρικὸς κορμὸς, ἐφʼ ᾧ τὰ κρέα συγκόπτουσιν. Ἀριστοφάνης· ὑπὲρ ἐπιξήνου θελήσω τὴν κεφαλὴν ἔχων λέγειν. καὶ ἐπὶ οὐδετέρου, ἐπίξηνον, τὸ νῦν ἐπίκοπον. Ἐπὶ ξυροῦ. ἐπὶ κινδύνου. ἐν αὐτῇ τῇ τοῦ πράγματος ἐπιτάσει. Ἐπʼ οὐδόν. ἐπὶ τὴν φλιὰν, ἐπὶ τὸ πρόθυρον. Ἐπιπόλαιος. ἀντὶ τοῦ οὐ βαθὺς τὸν τρόπον. ὁ δὲ Σιλουανὸς ἦν μὲν ἐπιεικὴς τὸν τρόπον, ἁπλούστερος δὲ τὰ ἤθη καὶ ἐπιπόλαιος. Ἐπίπλους. τὸ λῖπος. ἀπὸ τοῦ ἐκπλεῖν καὶ ἐξεπιπολῆς, εἶναι. Ἐπιούσιος ἄρτος. ὁ τῇ ἑκάστῃ οὐσίᾳ ἡμῶν ἁρμόζων, ἢ ὁ καθημερινός. Ἐπίῤῥητοι. αἰσχροὶ, καταγνώσεως ἄξιοι. ἐπίψογοι. Ἐπίῤῥοθος. βοηθὸς, ἢ καὶ ὁ ῥευματικός. ῥόδιον γὰρ τὸ ῥεῦμα. ὁ ποταμὸς ἐπίῤῥοθος ἦν. Ἐπίσαλος. ἀβέβαιος, εὐμετάπτωτος. ἐπισάλων τὲ τῶν τῆς σωτηρίας ἐλπίδων γενομένων αὐτοῖς, ἐξεχώρουν τοῦ ἄστεως. Ἐπίσιτος. ὁ τροφῆς χάριν ἐργαζόμενος. Ἐπισιτισμός. διάθρεψις. τροφή. Ἐπίσημος. ἔνδοξος, ἐπιφανής. Ἐπισπαστῆρες τῶν θυρῶν. τὰ προσηλωμένα σιδήρια, διʼ ὧν ἀνακλίνεται καὶ ἐπιτίθεται ἡ πύλη. Ἐπιστάτης. ὁ τοῦ λόχου ὀπίσω τεταγμένος. ὁ δὲ μετʼ αὐτὸν πρωτοστάτης. καὶ ὁ εἰδήμων. Ἐπιστεφέας. ὑπερχειλεῖς. ἐπιστεφέας τιθέμενοι τοὺς κρατῆρας. Ἐπιστημονικώτατος. σοφὸς, ἀκριβής. Ἐπιστήμων. εἰδήμων, γνωστικός. Ἐπίστιος. ὁ ἔποικος. παρʼ Ἡροδότῳ. Ἐπιτακτοὶ στρατιῶται. οἱ προτεταγμένοι τὴν μάχην ἐφορᾷν καὶ τῷ πονοῦντι μέρει βοηθεῖν. Θουκυδίδης· καὶ τοὺς σκευοφόρους ἐντὸς τούτων τῶν ἐπιτακτῶν ἐποιήσαντο. Ἐπιτάῤῥοθος. βοηθός. ἐκ τοῦ ἐπίῤῥοθος γίνεται ἐπιτάῤῥοθος, πλεονασμῷ τῆς ταρ συλλαβῆς. ὡς τὸ ἀτηρὴς, ἀταρτηρός. Ἐπιτήδειος. παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φόβον, ἄδεος, πλεονασμῷ τοῦ ι, ἄδειος, ὁ ἐστερημένος τὸ φοβεῖσθαι, καὶ ἐκτάσει τοῦ α εἰς η καὶ πλεονασμῷ τοῦ τ, μετὰ τῆς ἐπὶ προθέσεως, ἐπιτήδειος. Ἐπιτιμητάς. τιμηταὶ μὲν οἱ πρῶτόν τι ἐκαλοῦντο τιμώμενοι, ἐπιτιμηταὶ δὲ οἱ χρόνῳ ὕστερον τὰ αὐτὰ τιμώμενοι. Ἐπίτιμον. πλούσιον. ἢ τὸν μὴ ἄτιμον. Ἐπίτονος. ὁ δεσμεύων ἱμᾶς πρὸς τὸν ἱστὸν τὸ κέρας. Ἐπίτριπτος. πονηρὸς, ἄξιος ἐπιτριβῆναι καὶ πληγωθῆναι. Ἐπίφορος. ὁρμητικός. οὐδὲ πρὸς ἀδικίαν ἢ πλεονεξίαν ἐπίφορος ἦν. Ἐπολιός. εἶδος ὀρνέου νυκτερινοῦ. Ἔποικος. μέτοικος ὁ ἐν πόλει, παρὰ Θουκυδίδῃ· ἄποικος δὲ ὁ ἐν ἐρήμῳ τόπῳ πεμπόμενος οἰκῆσαι. Ἐποίνιος. μέθυσος. Ἐπώμοτον. ἐγγυητὴν τοῦ ὅρκου. Ἐπώνυμοι. οἱ κατʼ ἀρετὴν διαπρέποντες. ἐπώνυμοι, οὐχὶ οἱ καλούμενοι ὑπό τινων, ὅτι μὴ σπανίως παρὰ τοῖς Ἀττικοῖς, ἀλλʼ ἀφʼ ὧν ὀνομάζονταί τινες. οὕτω τῶν φυλῶν ἐπωνύμους καλοῦσιν. οἱ δὲ Ἴωνες καὶ ἔμπαλιν χρῶνται. Ἡρόδοτος· αὐτοί τε οἱ ἄνθρωποι καὶ ἡ γῆ αὐτέων ἐπώνυμοι τοῦ καταστρεψαμένου καλέονται. ἐπώνυμον δʼ ἄρχοντα οὐχ εὑρίσκω λεγόμενον. Ἐπʼ ωὐτόν. ἐπʼ αὐτόν. Ἐπʼ ἐμὲ τὴν χεῖρά σου. ἀπὸ μεταφορᾶς τῶν αἰκιζομένων. ὁρῶν τὴν χεῖρα σου κειμένην καὶ λίαν μαστιγοῦσαν. Ἐπηοί. οἱ κατʼ ἐπιγαμείαν συγγενεῖς. Ἐπώμαιος. τοῦ Ψελλοῦ· ἐπώμαιος ὁ τράχηλος· ἔρσαιον τὸ δροσῶδες. — Θηλυκόν. —Ἐπαύλειος. ἡ τῆς αὐλῆς ὁδός. Ἔπαυλις. ἡ κατοικία. ἢ μάνδρα βοῶν καὶ προβάτων. Ἐπαγωγή. συμφορά. πειρασμός. ζημία, ἢ αἰχμαλωσία, ἤτοι τὸ ὁπωσοῦν ἐπαγόμενον κακόν. ἢ ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ καθόλου ἔφοδος, ἢ λόγος διά τινων ἀληθῶν τὸ ὅμοιον αὐτῷ ἀληθὲς οἰκείως ἐπιφέρων. Ἐπαγγελίαι. καθʼ ὧν μὴ εἰσὶ κολάσεις ὁρμώμεναι κατὰ τοὺς κειμένους ἤδη νόμους. Ἐπαναφορά. τὸ ἀναφέρειν τῷ ἀνακοινοῦσθαι τῷ πλήθει. Ἐπακτρίς. εἶδος πλοίου. ἐμβάντες δὲ εἰς τὰς ἐπακτρίδας καὶ δρομάδας ὁλκάδας τὸν ὅρμον περιενόστησαν. Ἐπαλλάξεις. ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις. οὕτως Ἀντιφῶν. Ἐπαφή. ἡ περίεργος ψηλάφησις, καὶ ἡ πρόσψαυσις. Ἐπακτή. ἐκ τῆς λεπτῆς ψήφου τῆς σελήνης ἀριθμουμένη ἡμέρα. Ἐπάλξεις. οἱ τῶν πύργων καὶ τῶν τειχέων προμαχῶνες. Ἐπαρυστρίδες. αἱ ἀντλήτριαι. ἀπὸ τοῦ ἀρύω, τὸ ἀντλῶ. εἰσὶ δὲ καὶ μικρὰ τρουλία, ἐν ταῖς λυχναψίαις. Ἐπαπόρησις. πρότασις ἀπορίαν ἔχουσα. Ἐπαπορία. ἡ ἐκ διαφόρων λόγων νουνεχὴς σύνθεσις, τὸ νῖκος εἰς ἑαυτὴν ἀποδεῖξαι σπουδάζουσα. Ἐπίδαμνος. τὸ Διράχιον. Ἐπέλευσις. ὁρμή. ἐπιδρομή· ἔφοδος. Ἐπεσβολίαις. λοιδορίαις. παρὰ τὸ ἔπεσι βάλλειν. Ἐπεξαγωγῇ. ἐμαστιγοῦτο ῥάβδοις, εἶτα ἐπεξαγωγῇ ἐπιπράσκετο. δειλίας καὶ ἀποδράσεως τίμημα φερόμενος δοῦλος εἶναι. Ἐπευκτή. ἐπιθυμητὴ, εὐχῆς ἀξία. Ἐπειγωλή. ἡ σπουδή. ἀπὸ τοῦ ἐπείγω, ἐπειγωλή. Ἐπεισκύκλησις. ἡ ἀνακύκλησις, ἢ ἐπισύναξις. Ἐπεισφοραῖς. καταδίκαις. Ἐπηγκενίς. τὸ ἐπιμῆκες παρατεταμμένον ξύλον, ἤγουν ἡ μακρὰ σανίς. παρὰ τὸ ἐνέγκω ἢ ἐνέκω, πλεονασμῷ τοῦ γ, ἐνεγκὶς, καὶ τροπῇ τοῦ ε εἰς η ἐνηγκὶς, καὶ ἐν συνθέσει ἐπενηγκὶς, καὶ καθʼ ὑπερβιβασμὸν καὶ μετάθεσιν τοῦ ν εἰς γ ἐπηγκενίς. ἐκ δὲ τοῦ ἐνέγκω γέγονεν ἐνείκω κατὰ πλεονασμὸν τοῦ ἰῶτα. ἀλλά μʼ ὑπήνεικαν ταχέες πόδες. Ἐπήλυσιν. ἄφιξιν, ἐπέλευσιν. ἔκπεμψιν. μὴ πτερύγων τρομέοι τὶς ἐπήλυσιν— καὶ ἡ ἐπιδρομή. —ἐπήλυσιν ὄφρʼ ἀλέοιτο φώριον— ἤγουν λῃστρικήν. Ἐπήρεια. βλάβη. Θουκυδίδης· τοὺς δὲ φεύγοντας ἐκέλευον κατʼ ἐπήρειαν δέχεσθαι αὐτούς. Ἐπητεία. ἡ ἐπέλευσις, καὶ ἡ φρόνησις, ὡς οἶμαι. καὶ ἐπητύϊ καὶ συνέσει. Ἐπιβάθρα. ἐπίβασις. οἱονεὶ ἐπιβάθραν αὐτῷ κατασκευάζουσα καὶ κατακόλπισιν. Ἐπιβολή. ἔννοια καὶ ἐπιχείρησις. ἐπὶ θεωρημάτων γεωμετρικῶν. καὶ ἡ ἐγχείρησις. καὶ ἡ προκάταρξις. καὶ παρὰ τοῖς ῥήτορσιν ἡ ζημία. Ἀριστοφάνης· ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην. καὶ ἡ εἰσφορά. Ἐπὶ βύρσης ἐκαθέζοντο. τοῦτο παρὰ Σκύθαις ἐτελεῖτο. ἐπειδάν τις ἠδικεῖτο πρὸς ἑτέρου, ἀμύνασθαι δὲ βουλόμενος ἑαυτὸν οὐκ ἀξιόμαχον μόνον ᾤετο, βοῦν ἱερεύσας, τὰ μὲν κρέα κατακόψας ἥψει, αὐτὸς δὲ ἐκπετάσας χαμαὶ τὴν βύρσαν, ἐκάθητο ἐπʼ αὐτῆς εἰς τοὐπίσω, παραγαγὼν τὼ χεῖρε. καὶ τοῦτο ἐστὶ Σκύθαις ἡ μεγίστη ἱκετηρία. τῶν δὲ κρεῶν τοῦ βοὸς ὁ βουλόμενος μοῖραν λαμβάνων καὶ ἐπιβαίνων τῇ βύρσῃ τὸν δεξιὸν πόδα, ὑπισχνεῖται κατὰ δύναμιν ἕκαστος συμμαχεῖν. καὶ ἔστιν αὐτοῖς τοῦτο ὅρκων ὁ βεβαιότατος. Ἐπίβδαι. αἱ μεθέορτοι ἡμέραι. διὰ τὸ πρὸς ἐπίδειξιν ταῖς πρότερον ἡμέραις γενέσθαι, ἄλλης ἐπιβαινούσης. Ἐπιγουνίδα. τὸ πρὸ τοῦ γόνατος ἄνω σαρκῶδες τοῦ μηροῦ. ἔνιοι δὲ τὴν ἐπωμίδα. Ἐπίγνωσις. ἡ μετὰ τὴν πρώτην γνῶσιν τοῦ πράγματος κατὰ δύναμιν παντελὴς κατανόησις. Ἐπίδοσις. ἡ πρὸς τὸ καλὸν αὔξησις. καὶ ἡ προκοπὴ καὶ προσθήκη. λέγεται καὶ ἡ χάρις καὶ ἡ δωρεά. Ἐπιδορατίς. ὁ σίδηρος τοῦ ἀκοντίου. Ἐπιδημία. ἡ συγκατάβασις. Ἐπὶ Δηλίῳ μάχη. τὸ Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας, ἐν ᾧ μαχόμενοι οἱ Ἀθηναῖοι ὑπὸ τῶν Βοιωτῶν ἐνικήθησαν. Ἐπιθυμία. δύναμις ψυχῆς, ὀργῆς ἀφανιστική· ἢ ἐμψύχου πρώτη ὁρμὴ πρός τι τῷ φιλουμένῳ. ἢ πόθον τῆς καθʼ ἡδονὴν ἀπολαύσεως· ἢ λύπην ἐπὶ τῷ μὴ κατʼ ἐξουσίαν ὄντι καταθυμίῳ· ἢ τινὰ σχέσιν οὗ μὴ πάρεστιν ἡ ἀπόλαυσις· ἢ νοερά τις τῶν θείων φύσεων ὀρεκτικὴ κίνησις. Ἐπίκληρος. ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ καταλελειμμένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ· ἡ δὲ αὐτὴ καὶ ἐπικληρίτης. Ἐπίπροικος. ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου· ἥ τε προῖκα ἔχειν ἀδελφοὺς ἔχουσα. Ἐπίδικος. ἡ ἀμφισβητουμένη· ἐπίκληρος τίνι αὐτὴν χρὴ γαμηθῆναι. Ἐπίδοσιν. αὔξησιν, ἐπὶ ἀρετῆς, ἢ προσθήκην. Προκόπιος· ὁ δὲ φιλοσοφῶν ἀνεμπόδιστος, εἰς ἐπίδοσιν διετέλει. Ἐπιθέτους. μὴ πατρίους ἑορτάς. καὶ Λυσίας ἐπιθέτους ἐπιστολὰς τὰς δοθείσας τισὶν, ὥστε διακομίσαι. Ἐπὶ καλάμῃ ἀροῦν. ἔθος ἐστὶ τοῖς γεωργοῖς παρʼ ἐνιαυτὸν ἀργὴν καταλείπειν τὴν γῆν, ὅπως ἀκεραίους ἐκτρέφῃ τοὺς καρπούς. Ἐπικαρπίας. τὰ κέρδη. Ἐπικαμπὴς τάξις. ἐπὰν τὰ μέσα τοῖς πολεμίοις προσπίπτει, τὰ δὲ κέρατα ἐκ τῶν ὀπίσω μερῶν ὄρθια ἐφʼ ἑαυτὴν ἔχει τεταγμένα. Ἐπικηρυκεία. ἡ ἐκ τῶν πολεμίων φιλία, ἢ τὸ περὶ φιλίας καὶ διὰ λόγων κήρυκας πέμπειν. καὶ ἐπικηρυκεύεται διὰ κήρυκος τινὸς συνθήκας τινὰς ἢ πρεσβείας ποιεῖται. Ἐπισύστασις. ἡ ἐπὶ δευτέρου ἐπανόρθωσις. Παῦλος ὁ Ἀπόστολος· ἡ ἐπισύστασίς μου ἡ καθημερινή. Ἐπίκλησιν. ἐπωνυμίαν. Ἐπικαγχάστρια. ἀντὶ τοῦ εἰωθυῖα γελᾷν. ἢ ἡ γελάστρια. Ἐπὶ κόῤῥης. ἐπὶ κεφαλῆς· ἐπὶ αὐχένος. βέλτιον δὲ ἐπὶ τῆς γνάθου ἐκλαμβάνειν, ὃ κατʼ ἔθος λέγομεν ῥάπισμα. καὶ οἱ ῥήτορες, οὕτως γὰρ χρῶνται. εἴρηται δὲ ἀπὸ τῆς τριχώσεως τῆς ἀπὸ μήνιγγος κατιούσης. τινὲς δὲ τὴν ὅλην κεφαλὴν φασίν. Ἐπίμαχος. δυναμένη πολεμεῖσθαι. οἱ δὲ ἐπορεύοντο ἐπὶ χωρίον, ὃ ἐδόκει ἐπιμαχώτατον εἶναι. καὶ ἐπίμαχον. Ἐπιμέλεια. ἡ σπουδὴ, ἡ φροντίς. Ἐπινέμησις. ὁ τοῦ χρόνου μερισμός. Ἐπίνοια. ὅταν τις τὰ ὄντα ἐν τῇ διανοίᾳ θεωρῇ. Ἐπιωγαί. σκέπαι, καταδύσεις, σύγκλεισμοι, παραθαλάσσιοι τόποι, οἷς τὰ κύματα προάγνυνται. ἀπὸ τοῦ ἐποῖσαι, ὅ ἐστι συγκλεῖσαι. Ἐπιπνοίας. ἐκπνεύσεως, ἐπιχορηγίας ἢ ἐνθουσιασμοῦ. οἱ δὲ Ῥωμαῖοι θείας ἐπιπνοίας τινὸς ἐπεπλήρωντο. Ἐπιποθία. ἡ ἀγάπη. Ἐπιπολάς. τὰ ὤνια. τοὺς Ῥωμαίους θαῤῥεῖν συνέβαινε κρατοῦντας τοῦ περὶ τὰς ἐπιπολὰς τόπου. Ἐπιπρεπείαις. στολαῖς εὐπρεπέσιν. ὁ δὲ Ἀννίβας κατεσκευάσατο περιθετὰς τρίχας ἁρμοζούσας ταῖς τῶν ἡλικιῶν ἐπιπρεπείαις. Ἐπίπληξις. ἡ ἐπιτίμησις. Ἐπίῤῥησις. ὁ ψόγος καὶ ἡ κατηγορία. Ἐπιῤῥοή. ὑδάτων ἐπίῤῥοια. Ἐπίσαλος. ἀβέβαιος, εὐμετάπτωτος. ἐπισάλων δὲ τῶν τῆς σωτηρίας ἐλπίδων γενομένων αὐτοῖς ἐξεχώρουν τοῦ ἄστεος. Ἐπισίτισις. τὸ εἰς τὴν τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενον. Ἐπίσκηψις. δίκη καὶ ψευδομαρτυρούντων. καὶ ἡ πρόφασις. Ἐπισκότησις. τὸ ἐπικεῖσθαι τινί· καὶ ἀποτειχίζειν τὸ φῶς. Ἐπίστασις. γνῶσις· καὶ ἡ προσοχὴ καὶ ἡ μίμησις. ὁ δὲ Ἀσδρούβας πέφυκεν ἡμῖν ἄξιος ἐπιστάσεως εἶναι καὶ ζήλου. Ἐπιστασία. γνῶσις. καὶ ἡ προστασία. Ἐπισφαλής. βλαβερὰ, ἐπικίνδυνος. Ἐπιστήμη. ἡ γνῶσις τοῦ πράγματος. Ἐπιστολή. ἐπίσκεψις, ἐντολή. ὁ δὲ τῷ ἱερεῖ ἐπιστολὰς λέγει καθεύδοντι. καὶ Κρατῖνος· ἄκουε νῦν καὶ τήνδε τὴν ἐπιστολήν. καὶ ὁ Πλάτων· μεμνημένοι τῆς τοῦ πατρὸς ἐπιστολῆς οἱ ξυστήσαντες ἡμᾶς. Ἐπιστρέφεια. ἡ ἀγχίνοια. ἐπιστρεφὴς ὢν καὶ ἀγχίνους ὅμως μέν τι εὐπαράγωγον ἐπεδείκνυτο. Ἐπιστροφῆς. ἀμύνης. καὶ κοινῆς αὐτοὺς ἐπιστροφῆς ἔφη τεύξεσθαι. καὶ ἡ συνέλευσις ἢ τὸ πλῆθος καὶ ἡ συνάθροισις. Ἀριστοφάνης· μυρίαι κακῶν ἀναστροφαί. Ἐπὶ σχολῆς. ἀπραγμόνως φιλοσοφεῖν. ἀντὶ τοῦ ἀπὸ εὐκαιρίας ἢ ἀργίας. Ἐπὶ τῇ καταπαύσει. ἤγουν τῇ ἀποθέσει. ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ. Ἐπιτολή. ἡ ἀνατολὴ ἢ φαῦσις τῶν ἀστέρων. Ἐπιτήδευσις. σπουδὴ, ἐργασία. ὁ δὲ ἦν εὐτελὴς τὴν ἐπιτήδευσιν. Ἐπιτηδειότης. ἰδιότης φυσικὴ διὰ μαθήσεως κινουμένη, ἐφʼ ἅ ἐστι δεκτική. Ἐπιτιμία. ἡ εὐπραγία, ἢ ἡ μὴ ἀτιμία. ὁσάκις αὐτὸν κινδυνεύοντα περὶ τῆς ἐπιτιμίας ἢ τῆς πατρίδος ἢ τοῦ βίου παντὸς διεσώσατε. Ἐπιτομή. συντομία, ἢ σύντομος τῶν κεφαλαίων παράδοσις. Ἐπὶ τῇ ὠδῖνι. ἐπὶ τῷ πόνῳ· ἐπὶ τῇ θλίψει. Ἐπιτροπή. παρατροπή. ὁ δὲ Λεύκιος προχειριζόμενος διαπέμπεσθαι πρὸς τοὺς Λαπατηνοὺς καὶ λαλεῖν ὑπὲρ ἐπιτροπῆς, ἀπαράσκευος ἦν εἰς τὸ μέλλον. Ἐπιφάνεια. πέρας σώματος ἢ τὸ μῆκος καὶ πλάτος μόνον ἔχον, βάθος δὲ οὔ. αὕτη δὲ κατʼ ἐπίνοιαν καὶ οὐ καθʼ ὑπόστασιν λέγεται. ἐπιφάνεια καὶ ἡ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος οἰκονομία. ἐπιφάνια δὲ ἐπὶ οὐδετέρου, ι. Ἐπίφασις. δήλωσις, ἔνδειξις. οἱ δὲ ἧκον μετὰ παιανισμοῦ καὶ στεφάνων καὶ τῆς τῶν νικώντων ἐπιφάσεως. Ἐπιφοραῖς. καταδίκαις, ἐπελεύσεσιν. οἱ δὲ πεισθέντες καὶ παραδόντες ἑαυτοὺς εἰς τὴν ἐπιφορὰν τῶν πολεμίων, ἀπέθανον γενναίως. Ἐπιφροσύνη. σύνεσις· φρόνησις. Ἐπιφοίτησις. ἐπέλευσις, παρουσία. Ἐπιφρίξ. ἡ ἐπανάστασις τῶν κυμάτων. ἢ φρίσσει τὶς φόβῳ ἢ ψύχει ἢ ὀργῇ, περὶ ἐμψύχων. οὐ τὰς φαλάγγας φρίσσειν. ἢ ἐπιφρὶξ ἐστὶν ἡ ἐξ ἐπιπολῆς τοῦ κύματος κίνησις. Ἐπιφυλλίς. ἡ ἐν τῷ τρυγήτῳ λανθάνουσα σταφυλὴ μικρὰ ἐν τοῖς φύλλοις. Ἐπιχειροτονία. ἡ τῶν χειροτονητῶν ἀπόστασις. Ἐπὶ χειρῶν ἀροῦσί σε. ἀντὶ τοῦ χειραγωγήσουσιν. ποδηγήσουσιν. ὑπερείσουσιν ἀσθενοῦντα. παντοδαπὴν ἐπικουρίαν προσοίσουσιν. Ἐπιχώρησις. συμπάθεια, παραχώρησις. Ἐπὶ χώρας. ἐπὶ τόπου. Ἐποπτεία. ἡ ἐπίσκεψις. Ἐποποιΐα. ἡ διὰ ἡρωϊκοῦ μέτρου ἱστορία. καὶ γὰρ στερουμένη μύθου ποίησις ἐποποιΐα ἐστίν. Ἐποχή. κατοχὴ, ἢ δίκτυα ἀγρεύοντα τοὺς ἰχθύας. ἐποχὴ ἐστὶ καὶ ἡ μοῖρα, ἐν ᾗ καταλαμβάνεται ὅ, τε ἥλιος καὶ ἡ σελήνη καὶ ἕκαστος τῶν πλανητῶν. Ἐπωβελίαν. ζημίαν. ὅ ἐστι τὸ ἕκτον μέρος τοῦ τιμήματος. ἢ τὸ ἕκτον τίμημα τῆς δίκης. ἢ ἐπωβελία ἐστὶ τὸ κατὰ τῶν ἐγκαλούντων ἐκτείνειν ὀβολόν. ταύτην δὲ ζημίαν ἔταξαν Ἀθηναῖοι. Ἐπωμίς. εἶδος περιβολαίου. Ἐπηγορία καὶ κατηγορία. ἀντὶ τοῦ μέμψις καὶ λοιδορία. Ἐπωτίδες. τὰ ἑκατέρωθεν πρώρας ἐξέχοντα ξύλα. Ἐπιλαρχίαι. δύο ἴλαι ἱππέων, ἀνδρῶν ρκη. Ἐπισυναγωγὴν τὴν συμφωνίαν ἐκάλεσεν ὁ Ἀπόστολος. μὴ ἐγκαταλιπόντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν. Ἐπʼ εὐλογίαις. μετὰ δαψιλείας καὶ ἁδρότητος. ὁ σπείρων ἐπʼ εὐλογίαις. — Οὐδέτερον. —Ἐπαύλια. τὰ μετὰ τὴν ἐχομένην ἡμέραν τῶν γάμων παρὰ τοῦ τῆς νύμφης πατρὸς δῶρα φερόμενα τῷ νυμφίῳ. Ἐπαγωγά. ἀπατηλά. Ἔπαθλον. νικητικὸν βραβεῖον, τὸ ἐπὶ τῇ νίκῃ διδόμενον. Ἐπʼ αὐτόπτῳ. Ἐπʼ αὐτοφώρῳ. ἐπʼ ὀφθαλμοῖς, ἐπʼ αὐτῷ τῷ κλέμματι. Ἐπακτόν. ξένον, ἐπαγόμενον, σφοδρόν. Ἐπᾴσματα. τὰ ὑπὸ τῶν γραῶν τοῖς νηπίοις ἐπᾳδόμενα· αἵτινες καὶ τὰ μέτωπα τῶν παίδων ἀποπτύουσι καὶ ἀναλείχουσι, καὶ πρὸς ἀστέρας καὶ σελήνην βλέπουσιν. Ἐπασσύτερον. πυκνότερον. Ἐπάλληλον. συνεχὲς, ἢ ὅμοιον. Ἐπʼ αὐτόπτῳ. ἐπʼ αὐτοφώρῳ. Ἐπαισχές. αἰσχύνης παραίτιον. Ἔπεα. λόγοι. Ὅμηρος· ἔπεα πτερόεντα προσηύδα. ὅ ἐστι λόγους ἐπτερωμένους καὶ ταχεῖς. Ἐπείσακτον. ξένον. ἐπίσακτον δὲ, τὸ ἐπὶ τοῦ σάγματος κείμενον, ἰῶτα. Ἐπεισόδιον. τὸ εἰσφερόμενον τῷ δράματι γέλωτος χάριν, ἔξω τῆς ὑποθέσεως ὄν. καταχρηστικῶς δὲ τὸ ἐξαγώνιον ἅπαν πρᾶγμα. Ἐπέτειον. τὸ ἐπὶ τοῦ νῦν ἔτους. ἔπετος γὰρ δεῖ λέγειν τὸν ἐνεστῶτα καιρὸν, οὐ διὰ τοῦ φ, ἐφέτος. Ἐπʼ ἤματι. ἐν μιᾷ ἡμέρᾳ. ἐπʼ ἤματι σχεδόν τι ἐδάκρυσεν. Ἐπῆρες. παρεσκευασμένον, ἕτοιμον. τὸ δὲ πλοῖον ἐπῆρες ἦν, εἰς ὃ τὸν ἄνθρωπον ἐμβάλλουσι, καὶ ἀποπλεῖ. Ἐπίβοον. ἡ ἐκ βοὸς θυσία. Ἐπιγενήματα. τὰ ἐξύστερα τοῖς τραύμασιν ἀναφυόμενα. μηδὲν ἧττον τῶν ἐπιγενημάτων ποιεῖσθαι λόγον. Ἐπιγράμματα. πάντα τὰ ἐπιγραφόμενά τισιν, κᾂν μὴ ἐν μέτροις εἰρημένα, ἐπιγράμματα λέγονται. Ἐπίγυια. τὰ πρυμνήσια. τὴν δʼ ἀπὸ τοῦ ῥεύματος πλευρὰν ἠσφαλίζοντο τοῖς ἀπὸ γῆς ἐπιγυίοις. Ἐπίγεια. τὰ πρόσκαιρα. Ἐπὶ Δελφινίῳ. δικαστήριον Ἀθήνῃσιν. Ἐπιδεές. ἐνδεὲς, ἐλλεῖπον. Ἐπιδιετὲς ἡβῆσαι. ἀντὶ τοῦ ἕνδεκα ἐτῶν γεγονέναι· τὸ γὰρ ἡβῆσαι μέχρι ιδ ἐστίν. ἀλλʼ οἱ ἔφηβοι παρʼ Ἀθηναίοις ὀκτωκαιδεκαετεῖς γενόμενοι ἐλέγοντο. Ἐπίδικα. οἷς ἄν τις ἐπεδικάζετο ὡς προσήκουσιν αὐτῷ κατὰ νόμους ἀγχιστείαν, εἰ μὴ εἶεν υἱεῖς ἢ υἱωνοὶ τῷ τετελευτηκότι, μήτε μὴν διαθῆκαι, ταῦτα ἐπίδικα καλεῖται. Ἐπίζηλον. τὸ ἐπίφθονον. Ἐπίηρα. ἐπιθυμητὰ, ἢ ἐπίηρα ἡ μετʼ ἐπικουρίας χάρις. ἐκ τοῦ ἐρῶ, ἔρανον, καὶ κατὰ συγκοπὴν καὶ ἔκτασιν ἤρα. εἰς δὲ τὴν καθολικὴν εὗρον οὕτως· ἔστιν ἢρ, ἡ ἐπικουρία, καὶ ὀξύνεται· ἡ γενικὴ ἦρος, ἦρα, καὶ ἐν συνθέσει ἐπίηρα. Ἐπίθετον. ὄνομα τὸ ἐπὶ κυρίων ἢ προσηγορικὸν ὁμωνύμως τιθέμενον, καὶ δηλοῦν ἔπαινον ἢ ψόγον. λαμβάνεται δὲ τριχῶς· ἀπὸ ψυχῆς, ἀπὸ σώματος, ἀπὸ τῶν ἐκτός. ἀπὸ μὲν ψυχῆς, ὡς σώφρων, ἀκόλαστος· ἀπὸ δὲ σώματος, ὡς ταχὺς, βραδύς· ἀπὸ δὲ τῶν ἐκτὸς, ὡς πλούσιος, πένης. Ἐπιθυμητικόν. τὸ θελητικόν. Ἐπίκηρα. φθαρτὰ, θνητὰ, ἐπιθανάτια. κῆρ γὰρ ὁ θάνατος. Ἐπίκλοπον. δόλιον, παραλογιστικόν. Ἐπίκλην. ὀνομασίαν. Ἐπικαιρότατον. ἐπικινδυνότατον. Ἐπικείμενα. ἀντὶ τοῦ ἐπιφέροντα. καὶ κειμήλια κάλλιστα στέλλουσιν ἐπικείμενα χρυσίου λίτρας δισχιλίας. Ἐπίκλαυτον. γοερὸν, θρηνητικόν. Ἀριστοφάνης· κελαρίζει ἐπίκλαυτον ἀηδόνιον νόμον. Ἐπίκλημα. ἔγκλημα. Ἀγαθίας· εὐπρεπέστατα ᾤοντο ἀποσείσασθαι τὸ ἐπίκλημα. Ἐπίκλιντρον. εἶδος κόσμου γυναικείου. τοῦτʼ ἐπίκλιντρον ἀποβάλλον. Ἐπιθήματα. σκεπάσματα. Ἐπίκοινον. ὃ τῷ μὲν εἴδει διαφέρεται, οὐ διαλλάττεται δέ. ἐπίκοινον γένος τὸ ἐν μιᾷ φωνῆ μετὰ ἑνὸς ἄρθρου, ἢ μόνου ἀρσενικοῦ ἢ μόνου θηλυκοῦ, σημαῖνον τὸ γένος, οἷον· ὁ κόραξ, ὁ ἀετὸς, ὁ ἰχθὺς, ἡ κορώνη, ἡ χελιδών. Ἐπικόλλωμα. τὸ μετὰ τὴν τῶν ἄρτων διάτρησιν περισσευόμενον. κόλλιξ γὰρ ὁ ἄρτος, ὅθεν καὶ κολλούριον ἀπὸ τοῦ κολλοβόν. Ἐπιμείλιον. τὸ ἐξώπροικον. καὶ ἐπιμειλίδες νύμφαι. Ἐπίνειον. ἀκρωτήριον, ἢ παραθαλάσσιον χωρίον, ὁ λεγόμενος κατάβολος. παρὰ τὸ ἐν αὐτῷ νήχεσθαι τὰς ὁλκάδας, καὶ ὀκέλλειν. ἢ πόλισμα παραθαλάσσιον, ἔνθα τὰ νεώρια τῆς πόλεως εἰσίν. Ἐπίνητρον. τὸ ἐπὶ τῶν γονάτων, ἐφʼ οὗ τὴν κρόκην ἔνηθον. Ἐπίξηνον. ξύλον, ἐφʼ οὗ κρέα ἔκοπτον, ἢ μᾶλλον κόπτουσι. τὸ νῦν ἐπίκοπον. λέγει δὲ τὸν μακελλικὸν κορμόν. Ἐπιπόρπημα. πόρπη μέν ἐστιν ἡ ἄνωθεν τῆς χλαμύδος σύνθεσις, ἐπιπόρπημα δὲ τὸ ἐπὶ τῇ πόρπῃ κόσμημα, λίθινον ἢ χρυσοῦν ἢ ἀργυροῦν. Ἐπὶ Παλλαδίῳ. δικαστήριον Ἀθήνῃσιν, ἐν ᾧ οἱ ἐφέται ἀκουσίου φόνου ἐδίκαζον. Ἐπιτίμιον. ἡ τιμή. καὶ ὁ θεόλογος· ἵνʼ ἔχω τὸ ἐπιτίμιον. καὶ γράφεται ἐπίτιμον. Ἐπίπαστα. τὰ ἐπιπλασσόμενα τῷ σώματι ἄλφιτα. ἔθος γὰρ εἶχον ποιεῖν πλακοῦντας ἢ ἄρτους, καὶ ἐπιπάσσειν τινὰ καρυκεύματα ἢ ἁλμυρά. καὶ ἐκ τούτου ἠναγκάζοντο πίνειν πολλά. Ἐπίπεμπτον. Λυσίας ἀντὶ τοῦ ἁπλοῦ τὸ πέμπτον εἶπεν. Ἔπιπλα. ἡ μὴ ἔγγειος κτῆσις, ἀλλʼ ἐπιπόλαιος. οἱ δὲ ἐπίπλεα αὐτὰ φασίν. Ἡρόδοτος· καὶ τράπεζαν ἐπιπλέην ἀγαθῶν παντοίων παραθέντες. Ἐπίπονον. καματηρόν. Ἐπιπόλαιον. τὸ πλέον ἐπάνω. Ἐπίπεδον. τὸ ἰσόπεδον, ἢ ἐπιφάνεια ἐξ ἴσου ταῖς ἐφʼ ἑαυτῆς εὐθείαις κειμένη. Ἐπὶ Πρυτανείῳ. δικαστηρίῳ. ὅταν τὸ ἀποκτεῖναν βέλος ᾖ φανερὸν, ἢ λίθος ἢ τὶ τοιοῦτον, ὁ δὲ δράσας μὴ ᾖ. ἀρχαῖον γὰρ ἔθος τὸ καὶ ἄψυχα κρίνειν. Ἐπὶ ῥητοῖς γέρασιν. ἐπὶ φανεραῖς τιμαῖς, ἐπὶ ὁμολογουμέναις. Ἐπίῤῥημα. λέξις ἄκλιτος, κατηγοροῦσα τῶν ῥηματικῶν ἐγκλίσεων. Ἐπὶ σημείου. ἐπὶ ὕψους. Ἐπισίτια. τὰ εἰς τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενα. ταῦτα δὲ ἐνίοτε καὶ σιτίον ἐκάλουν. Ἐπίσκοπα. εὔστοχα. τὴν ἄφεσιν τῶν βελῶν κατʼ ἶσον βιαίαν καὶ ἐπίσκοπα ἰέναι. ἐπίῤῥημα δέ ἐστι τοῦτο. Ἐπικάλυμμα προβλήματος διαφέρει. τὸ γὰρ ἐπικάλυμμα χάριν στέγης ἐπινενόηται, ὡς τὸ ἱμάτιον· τὸ δὲ πρόβλημα χάριν φυλακῆς, ὡς τὰ ὅπλα καὶ τὰ ἀμυντήρια ὄργανα. Ἐπισκύνιον. τὸ ἐπικείμενον τῷ μετώπῳ, ἢ ἡ αἰδὼς, ἢ τὸ τοῖς ὀφθαλμοῖς δέρμα, τὸ ἐπάνω τῶν ὀφρύων. ἐπισκύνιον δὲ κατὰ μετάθεσιν τοῦ λ εἰς ν. σκύτος γὰρ λέγεται τὸ δέρμα, ὅθεν καὶ σκυτοδέψης. Ἐπίσημα. τὰ ὑπερέχοντα. Ἐπιλήψιμον. ψεκτὸν καὶ διαβαλλόμενον. Ἐπιτελεοῦν καὶ ἐπιτελέωμα. τὸ ἐπὶ πᾶσι θυόμενον. ὑπὲρ τοῦ τελείας γίνεσθαι τὰς πρότερον θυσίας. Ἐπιστήματα. στῆλαι ἐπιτάφιοι. σεμνῶς τὲ καὶ σοβαρῶς ἐπιστήματα ἐπέστησαν. Ἐπίστιον. στρατιωτικὸν κατάλυμα. Ἡρόδοτος· ὁ δὲ ἀγηλατέει τὰ ἐπίστια τῶν Ἀθηναίων. Ἐπίσταλμα. ἔνταλμα, ἐντολὴν ἢ ἐπιστολήν. ἐπίσταλμα βάρβαρον ἐπιχωριάζον Ἀλεξανδρεῦσι. καίτοι οὐ μόνον τὸ ἐπιστεῖλαι καὶ ἐπεσταλκέναι, ἀλλὰ καὶ τὸ ἐπεστάλθαι, ἔστι παρὰ τοῖς παλαιοῖς. Θουκυδίδης· καὶ οἱ μὲν Βοιωτοὶ καὶ οἱ Κορίνθιοι ταῦτʼ ἐπεσταλμένοι ὑπὸ τοῦ Ξελάρους καὶ Κλεοβούλου. Ἐπίβοιον θῦμα. ὄϊς μετὰ βοός. Ἐπισφυρίοις. τοῖς ἐπὶ τῶν κνημίδων περιδεδεμένοις. Ἐπιτελῆ. τὰ εἰς πέρας ἀγόμενα. ὁ δὲ ὑπέσχετο πάντα ἐπιτελῆ ποιήσειν. Ἐπίτευγμα. ἐπιτυχία. οἱ δὲ θαυμάσαντες τὰ πλήθη τῶν κατοικούντων τὴν Αἴγυπτον καὶ τὰ τούτων ἐπιτεύγματα. Ἐπιτείχισμα. ἐποικοδόμημα. Ἐπίτηδες. ἐπιτήδειον, ἢ ἐκ σπουδῆς. οὔκουν ἐπίτηδες ξυνελέγομεν. Ἐπιτήδευμα. ἄσκησις, μάθησις, καὶ ἡ τοῦ βίου διαγωγή. Ἐπιτίμιον. ἡ ἐντολή. ἢ ὁ μισθὸς, καὶ τὸ ἐπʼ ἀμοιβῇ ἀγαθοῦ ἕνεκα τιμῆς διδόμενον. Ἐπίτιτθον. ὑπομάζιον, ὑπὸ τὴν τροφήν. ἦν δὲ τὸ νήπιον ὑπότιτθον. Ἐπιτραπεζώματα. τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα. Ἐπίσσωστρα. οἱ ἐκτὸς τῶν τροχῶν σιδήρειοι κύκλοι, οἱ ἐπὶ τὴν γῆν κυλιόμενοι. σῶστρον δὲ καὶ ἐπίσσωστρον πλεονασμῷ τοῦ ς. εἴρηται δὲ ἀπὸ τοῦ σῶ τὸ ὁρμῶ. Ἐπιφάνια. ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος οἰκονομία. Ἐπίφθονον, τὸ ἐπίζηλον. Ἐπιφορήματα. τὰ τραγήματα παρὰ Ἡροδότῳ. Ἐπιχειλές. τὸ μὴ πλῆρες μέτρον, ἀλλʼ ἀπολειπόμενον. Ἀριστοφάνης· τὴν πόλιν ἡμῶν μεστὴν ἐποίησεν εὑρὼν ἐπι-χειλῆ. Ἐπίχειρα. τὰ διὰ τῶν χειρῶν κέρδη. κυρίως δὲ οἱ μισθοί. Ἐπουσιώδη. τὰ ἀχώριστα συμβεβηκότα οἱ φιλόσοφοι καλοῦσιν. ἐπουσιῶδες ἐξ αὐτῆς τῆς τοῦ ὑποκειμένου οὐσίας ὑπάρχον, ἰδίοις δὲ διαλλάττον συμβεβηκόσιν. Ἐπουσιῶδες. ὃ οὔτε παρὸν σώζει, οὔτε ἀπὸν φθείρει, ὡς ἐπὶ τοῦ λευκοῦ. Ἐπόγδοον. τὸ δεδανεισμένον, ὥστε τοῦ κεφαλαίου τὸ ὄγδοον μέρος λαβεῖν τὸν δανειστὴν, οἷον τριώβολον τοῦ τετάρτου δραγμοῦ. Ἔπος. τὸ λόγιον. Ἔπος πρὸς ἔπος ἠρειδόμεθα. τουτέστιν ἀντεβάλλομεν, καὶ ἐφιλονεικοῦμεν. Ἑπταβόειον. ἑπτάβυρσον, ἑπτάπτυχον καὶ ἑπτάβοιον. Ἑπταπλασίονα. πολυπλασίονα. ὁ γὰρ ἑπτὰ ἀριθμὸς ἐπὶ πλήθει τάττεται. Ἐπύλλια. τὰ ἔπη, τὰ λόγια. ὑποκοριστικῶς. ἐπύλλια ξυλλέγω. Ἐπώνια. τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον. εἴη δʼ ἂν ἴσως ἡ πέμπτη. Ἐπώνυμον. τὸ μεθʼ ἑτέρου κυρίου καθʼ ἓν λεγόμενον. ἐπωνυμίαν θέμενοι Μαρκίῳ Κόρβινον. Ἐπιβόημα. ἐπιφώνημα. Θουκυδίδης· ὁ δὲ, εἴτε τὸ ἐπιβόημα—. Ἐπίηρα. ἐπιθυμητά. ἢ ἡ μετʼ ἐπικουρίας χάρις. οἱ δὲ νεώτεροι ἀντὶ τοῦ ἕνεκα φασίν. Ἐπικάρσιον. πλάγιον, οὐκ εὐθύ. οὕτως Ἡρόδοτος. Ἐπὶ κεφαλαίου. συντόμως, ταχέως. μνησθεὶς δὲ ἐπὶ κεφαλαίου τῶν γεγονότων αὐτοῖς ἐλαττωμάτων. Ἐπὶ τῶν ὑποκειμένων. ἐπὶ τῶν φθασάντων γενέσθαι. Ἐπιχειρημάτων. ἐννοιῶν. Ἐπιμέλεον. φροντίδος ἄξιον. Ἡρόδοτος· ὡς παρεξῄει ἡ γυνὴ, ἐπιμέλεον τῷ Δαρείῳ ἐγένετο. Ἐπίταγμα. δύο τέλη ἱππέων, ἀνδρῶν ἐννακισχιλίων ἐννενηκονταέξ. Ἐπαύκλια. τραγήματα. τοῦ Ψελλοῦ· ἐπαύκλια τραγήματα. ἐλεὸν τράπεζά τις. — Ῥῆμα. —Ἐπαΐοι. ἀκούοιτο, αἰσθάνοιτο, ἀντιλαμβάνοιτο, συγκατατίθοιτο. ἄρχειν δὲ αὐτῶν ἔταξε λοχαγοὺς, ἀμφοτέρων τῶν διαλέκτων ἐπαΐοντας. Ἐπαναβάλεσθε. περιστολίσασθε. ἱμάτια τʼ ἀνδρεῖα ἐπαναβάλεσθε. Ἐπαναβαίνω. δοτικῇ συντάσσεται. οἱ δὲ ἐπανέβαινον τῷ ὄρει. Ἐπαρτωμένων. ἐπικρεμαμένων. ὥστε μεγίστων φόβων ἐπαρτωμένων. Ἐπαυλίζονται. ἐπισκιάζονται. Ἐπαυχῶ. βεβαίως οἶδα. Σοφοκλῆς· ὡς κᾄμʼ ἐπαυχῶ τῆσδε φήμης. καὶ ἐπαυχήσατο. καὶ ἐπαυχοῦσιν ἀντὶ τοῦ μεγαλοφρονοῦσιν. Ἐπαναλήψομαι. ἐπαναλάβω. ἄνωθεν καὶ ἐξ ἀρχῆς ἄρξομαι. Ἐπαρώμενοι. καταρώμενοι. Ἐπαμῦναι. βοηθῆσαι. Ἐπαρήγω. βοηθῶ. Ἐπαγωνιεῖται. προσκαρτερήσει, φιλονεικήσει. Ἐπαφαυάνθην. ἐξηράνθην. Ἀριστοφάνης· ὥστʼ ἐπαφαυάνθην Παναθηναίοισι γελῶν. Ἐπαναχθέντες. ἐπανακομισθέντες. Ἐπανιτέον. ἐπιστρεπτέον, ἐπανοδευτέον. Ἐπαλείφει. διεγείρει, γυμνάζει, καὶ ἀντὶ τοῦ χρίει. Ἐπαλήλιπτο. ἐχρίετο. κασσίτερον δὲ ἐπαλήλιπτο τὰ κράνη αὐτῶν. Ἐπάσω. λέξω. Ἐπάνηκε. ὑπόστρεψον, ἐπάνελθε. Ἐπανῆκεν. ὑπέστρεψεν. Ἐπαφώμενα. περιέργως ψηλαφώμενα. Ἐπανίστανται. κυρίως λέγεται ἐπανίστασθαι, ὅταν οἱ πρότερον ἐν ὑπηκόων τάξει τελοῦντες μετὰ ταῦτα πόλεμον τοῖς κυρίοις αὐτῶν αἴρωσιν. Ἐπάδοντος. φαρμακοῦ, γόητος. Δαβίδ· φωνῆς ἐπᾳδόντων. Ἐπαυρίζω. τὸ φυσῶ. καὶ ἐπαυρίσκω ὁμοίως. Ἐπαύρασθαι. ἐπαπολαῦσαι. Ἐπαλαμᾶτο. ἐμηχανᾶτο. ἐτεχνάζετο. παλάμαι γὰρ αἱ τέχναι. καὶ Ἀριστοφάνης· τί οὖν πρὸς τʼ ἄλφιτα ἐπαλαμήσατο. τουτέστιν ἐπενόησεν. Ἐπαλλάξαντες. ἀντὶ τοῦ ἐπιλέξαντες. Ἐπαλαιώθησαν. ἐγήρασαν. Ἐπάλξαντες. ἄλλο ἐπʼ ἄλλῳ ποιήσαντες. δῆλον δὲ τὴν συμπλοκὴν τῶν μαχομένων. Ἐπάχνωσεν. ἐλύπησεν, ἔφθειρεν. ἡ μεταφορὰ ἀπὸ τῆς πάχνης τῆς φθειρούσης καὶ λύπην ἐμποιούσης τοῖς φυτοῖς. Ἡσίοδος· —τότʼ ἐπάχνωσεν φίλον ἦτορ. Ἐπαμφοτερίσαι. εἰς ἀμφιβολίαν ἀγαγεῖν τὸν λόγον, ὡς καθʼ ἑκάτερον ἐλέγχεσθαι. Ἐπάταξας. ἀντὶ τοῦ πατάξεις. Ἐπανάκρουσαι. ἀντὶ τοῦ ἐπανάκαμπτε. Ἀριστοφάνης· δεῦρʼ ἐπανάκρουσαι πάλιν. ἡ μεταφορὰ ἀπὸ τῶν τὰς ἡνίας ἢ τὰς ναῦς ἀνακρουομένων, ἢ ἀπὸ τῶν κωπηλατούντων, ὅταν ἀναστρέψαντες πρύμναν ἀνακρούωνται, ἵνα εἰς τοὐπίσω ἀναχωρήσῃ τὸ πλοῖον. Ἐπαγαγέσθαι. παραπεῖσαι, ἐφελκύσασθαι. Ἐπαγγέλλεται. παρακαλεῖ, ἀξιοῖ. οὕτως Ἡρόδοτος. Ἐπαγγέλλει. ἀντὶ τοῦ ἐπιτάσσει, ἐντέλλεται, διακελεύει, καὶ ἀντὶ τοῦ αἰτεῖται. Ἐπαγγείλαντας. ἐπικαλεσαμένους. Ἐπάειραν. ἐπῇραν. καὶ ἐπαείρας. Ἐπαμησάμενος. ἀνακινήσας, καὶ ἀντὶ τοῦ θερίσας. Ἐπανεθήσεται. ἀντὶ τοῦ ἐπαφεθήσεται. Ἐπανέσχετο. ἐπανελάβετο. ὁ δὲ τὸν πρὸς τοὺς Γέτας πόλεμον, ὡς μάλιστα ἐπείγοντα, ἐπανέσχετο. Ἐπανετείνοντο. ἐν προσδοκίᾳ ἦσαν, ἢ ἐμεγαλύνοντο καὶ ηὔξαντο. Ἐπανέχειν. οἰκείᾳ συνέσει χρῆσθαι, καὶ μὴ ταῖς βίβλοις ἐπανέχειν. ἔστι δὲ καὶ τὸ ὑψοῦν. Ἐπανεῖπον. ἐκήρυξαν. ἐπανεῖπον ἀργύριον τῷ ἀποκτείναντι. Θουκυδίδης. Ἐπανήρατο. ἐπειρᾶτο, εἵλετο. Ἐπαποδυώμεθα. ἀντὶ τοῦ ἐπιχειρήσωμεν. Ἐπάρας. ἀντὶ τοῦ πείσας. θρασυτάτους ἄνδρας ἐλπίσιν εὐεργεσιῶν ἐπάρας. Ἐπάσαντο. ἐγεύσαντο. Ἐπαγομένοις. αἰχμαλωτιζομένοις ἢ ἐπιφερομένοις. Ἐπανέντες. ἀφέντες. Ἐπαινέσας. εὐχαρίστως ἀποδεξάμενος. Ἐπαινεῖσθε. ἀντὶ τοῦ καυχᾶσθε. Δαβίδ· ἐπαινεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. Ἐπαιώνιστο. εὐφήμιστο. Ἐπεγράφου. ἀντὶ τοῦ ἐζωγράφεις. Ἀριστοφάνης· καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα. Ἐπεγράψατο. ἀντὶ τοῦ ἀπεγράψατο, ἐχειροτόνησεν, κατέστησεν. ἡ μεταφορὰ ἀπὸ τῶν μετοίκων τῶν προστάτας προγραφόντων ἑαυτοῖς. Ἐπεγραψάμεθα. ἐσημειωσάμεθα. ὑπόσπονδοι ἐγενόμεθα. Ἐπεγχανών. καταγελάσας. οὐ μὴν ἡ τιμωρὸς δίκη τὸν ὑβριστὴν καὶ ὑπερόπτην εἴασε τῷ τοῦ Μέλητος θανάτῳ ἐπεγχανεῖν. Ἐπεδαψιλεύσατο. κατὰ κόρον ἐχρήσατο. ἐπεδαψιλεύσατο ταῖς ὑποθέσεσι τῆς ἀποκηρύξεως. Ἐπεδίκασε, καὶ ἐπεδικάσαντο. Δημοσθένης· τὸ μὲν ἐπεδίκασεν, οἷον προέκρινε, τὸ δὲ ἐπεδικάσατο, οἷον ἔπεισαν τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον. Ἐπέθεντο. ἐπανέστησαν. Δαβίδ· ἐπέθεντο ἐπʼ ἐμοὶ κραταιοί. Ἐπέθετο. ἐλιχνεύσατο. οἷον ἐτέρφθη. οὔτε χρημάτων ἀφαιρέσει ἐπέθετο. Ἐπεθείαζε. μανικῶς διετέθη, ἢ διετίθετο. θεόληπτος ἐγένετο. Μένανδρος· ὁ ἡγεμὼν ἐν ἑνὶ τῶν ἑπτὰ λόφων ἀνελθὼν, ἐπεθείαζε ῥήμασι βαρβάροις. καὶ ἀντὶ τοῦ ἐθαύμαζεν, ἢ ἀντὶ τοῦ ἐχόρευεν. Ἐπιθειάσας. θαυμάσας. Ἐπεκάλει. ἐμέμφετο, ὠνείδιζεν. ὁ δὲ πολλοῖς ἐπεκάλει τῶν φίλων τὰ τοιαῦτα ἐγκλήματα. Ἐπεγράψαντο. ἀντὶ τοῦ διϊσχυρίζοντο, ἐβεβαίουν. οἱ δὲ εἰς Θρᾴκην εὐδοκιμοῦντα αὐτὸν οἰκιστὴν ἀντὶ Ἄγνωνος ἐπεγράψαντο. Ἐπεκήρυξαν. διασήμως καὶ διαπρυσίως ἐλάλησαν. ἐπεκήρυξαν δὲ τάλαντον δώσειν τῷ μηνύσαντι. Ἐπελέξαντο. ἀντὶ τοῦ ἀνέγνωσαν. Ἡρόδοτος· ὁ δὲ γραμματεὺς ἐπελέγετο τὰ γράμματα. Ἐπελήσθην. ἐν λήθῃ γέγονα. Ἐπελήφθη. ἐπήρξατο. ἤδη δὲ ἐπελήφθη νὺξ τῆς τρίτης φυλακῆς, καὶ ὁ ἡγεμὼν τοὺς λόχους καθίστατο. Ἐπελπίζων. εἰς ἐλπίδας ἄγων. τὰ μὲν αὐτοὺς ἐπελπίζων ὑποσχέσεσιν. Ἐπελήκεον. ἐπεβόων, ἐψόφουν. ἐπεκρότουν. ἴσως ἀπὸ τοῦ ληκῶ, ληκεῖς. Ἐπεμαρτύραντο. μάρτυσιν ἐχρήσαντο. οἱ δὲ πιστὰ δόντες καὶ λαβόντες, ἐπεμαρτύραντο τοὺς θεούς. οὕτω Ξενοφῶν. Ἐπεμβαίνων. ἐπιχλευάζων, καὶ ἐπικερτομῶν. ὁ δὲ ἐπεμβαίνων τῇ τύχῃ αὐτῶν σφόδρα ἀμαθῶς, καὶ ἀνθρωπίνως ἥκιστα. Ἐπέμυξεν. ἐξεμυκτήρισεν. ἦχον διὰ τῶν ῥινῶν ἐποίησεν. Ἐπενεγκών. καταδικάσας. Προκόπιος· ἐπενεγκὼν δὲ αὐτῷ, ὅτι δὴ ὡς ἥκιστα ἀληθίζεται, ἄμφω τὼ χεῖρε ἀπέκοψεν. Ἐπενήνεον. συγκατετίθεντο, καὶ ἀντὶ τοῦ ἐπεσώρευον. ἀπὸ τοῦ εἷς, ἑνὸς, ἤγουν τὸ τὰ διῃρημένα εἰς ἓν συνάγειν. ἤνεον, ἐνήνεον καὶ ἐπενήνεον. Ἐπενήνοθεν. ἐπήνθει, ἐπέκειτο, καὶ ἀντὶ τοῦ ὑπῆρχεν. ἐκ τοῦ ἔω, τὸ ὑπάρχω. ἐκ τούτου ἐέθω, ὡς φλεγέθω. εἶτα κατὰ συναίρεσιν τῶν δύο εε εἰς ἦτα καὶ ἐν συνθέσει ἐνήθω. τούτου ὁ μέσος παρακείμενος ἔνηθα, καὶ ὁ Ἀττικὸς ἐνένηθα. εἶτα ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος τρίτου ἀπὸ τέλους βραχεῖαν ἔχει ὑπέρθεσιν, γίνεται τὸ η εἰς ε καὶ τὸ ε εἰς η, καὶ γίνεται ἐνένηθα, καὶ τροπῇ τοῦ ε εἰς ο, ἐνήνοθα καὶ ἐπενήνοθα. εἰ γὰρ τὴν ἐψιλωμένην καὶ μαδῶσαν καὶ ὀλιγότριχον σημαίνει μᾶλλον τὸ δασύ· κάλλιον δέ ἐστι τὸ ἐπενήνοθεν ἀντὶ τοῦ ὑπῆρχεν, ἐκ τοῦ ἔω τὸ ὑπάρχω. Ἐπεντρυφήσαντος. καταπολαύσαντος. καταυθαδιασμένου τὲ καὶ ἐπεντρυφήσαντος αὐτοῖς. Ἐπεπάμεθα. κεκτήμεθα. πάνθʼ ὅσα καὶ ἐν ζώοις ἐπεπάμεθα. Ἐπεπαίχειν. ἀντὶ τοῦ ἐνεπαίχθην. ἔστι δὲ ὑπερσυντέλικος. ἐπεπέχειν δὲ, ἀντὶ τοῦ ἐπεπέχεισαν, ἐκ τοῦ πέκω, τὸ κτενίζω, ψιλόν. Ἐπέῤῥαξεν. ἐπέπεσε, συνεπλάκη. ὁ δὲ πολλὴν διανύσας ὁδὸν, ἄφνω τούτοις ἐπέῤῥαξεν. Ἐπερειδόμενος. ἐπιστηριζόμενος. Ἐπερατώθη. ἐτελειώθη. Ἐπεπολεῖτο. ἐπεπορεύετο. Ἐπεῤῥώσατο. ἐσείσθη. ἔστι ῥῆμα ῥώω, ὃ σημαίνει τὸ κινῶ καὶ σείω. ὁ μέλλων ῥώσω, ἔῤῥωσα, ἐῤῥωσάμην, ἐῤῥώσαντο καὶ ἐπεῤῥώσαντο. Ἐπέσβη. ἐπεισῆλθεν. Ἐπέσειεν. ἐπανετείνετο. αὐτοῖς δʼ ἐπέσειε φόβον ὡς αὐτίκα τεθνήξοντος. Ἐπεσημῄναμεν. ἐξεπλάγημεν, ἐθαυμάσαμεν. τίς οὐκ ἂν ἐπισημῄναιτο καὶ θαυμάσειε τὸν προειρημένον ἐπὶ τούτοις ἡγεμόνα. Ἐπέσκηψεν. ἐπέπληξεν. Ἐπέσπερχεν. ἀντὶ τοῦ διήγειρε καὶ παρέθηγεν. ὃς δὴ μάλιστα ἐπέσπερχεν αὐτόν. Ἐπεστάτει. ἦρχεν, ἡγεμόνευε. Ξενοφῶν· ἐνταῦθα ἦν Κλέαρχον καταμαθεῖν, ὡς ἐπεστάτει. Ἔπεστί μοι. βούλομαι, θέλω, δύναμαι. ἢ ἐπίκειταί μοι. Ἐπεσφάλακεν. οἱ μὲν ἐπεσπάσθη, οἱ δὲ ἐσάπη, ἢ παρὰ καιρὸν ἀτροφήσαν ἐμαράνθη. Ἐπεστράτευσαν. ἐπέδραμον. Ἐπέσαξεν. ἔστρωσεν. Ἐπεστάτει. ἐπέβλεπεν. Ἐπεσβολῶν. λοιδορῶν. Ἐπέσευον. μεθʼ ὁρμῆς ὑπέστρεφον. Ἐπέτηξεν. ἐλέανεν. λεῖον ἐποίησεν. δελτίον δίπτυχον λαβὼν, τὸν κηρὸν αὐτοῦ ἐπέτηξεν. Ἐπετίλησεν. ἐξεκένωσεν. Ἀριστοφάνης· ἐπετίλησε συχνήν. τὴν κόπρον. Ἐπετίμα. ἐπηύξει τὴν τιμήν. οἱ δὲ κερδαίνειν οἰόμενοι ἐπετίμων ὡς λιμώττοντι τὸν σῖτον. Ἐπετοξάζοντο. ἐτόξευον. Ἕπεται. ἀκολουθεῖ. Ἐπέπλως. τινὲς λέγουσιν ἀπὸ τοῦ πλῶμι. ὅπερ ἐν χρήσει οὐχ εὕρηται. οὐκ ἔστι δὲ ἀληθές· ἀλλʼ ἔστιν ἀπὸ τοῦ θέματος τοῦ πλώω, πλώσω, ὁ δεύτερος ἀόριστος ἔπλων, ἔπλως. εἶτα τοῦ πρώτου ἀορίστου τὸ δεύτερον πρόσωπον ἔπλωσας, καὶ ἐν συνθέσει ἐπέπλωσας, καὶ κατὰ συγκοπὴν ἐπέπλως. Ἐπέπιθον. ἐκ τοῦ πείθω. ὁ δεύτερος ἀόριστος ἔπιθον, καὶ κατὰ ἀναδιπλασιασμὸν ἐπέπιθον. τὸ πρῶτον τῶν πληθυντικῶν ἐπεπίθομεν, καὶ κατὰ συγκοπὴν ἐπέπιθμεν. καὶ δεξιαὶ, αἷς ἐπέπιθμεν. Ἐπεμαίετο. ἐπεζήτει, ἐπεθύμει. μαίω γὰρ καὶ μῶ τὸ ζητῶ. Ἐπευωνίζων. κερδαίνων. Ἐπεφάνη. διὰ τοῦτο εἶπεν ἐπεφάνη, ἵνα τὴν ἄνωθεν ὕπαρξιν μηνύσῃ. εἰ γὰρ εἶπεν ἐφάνη, ἀρχὴν ἐσηγεῖτο τοῦ ἀεὶ ὄντος. Παῦλος ὁ Ἀπόστολος· ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος. ἐπειδὴ ὁ ὢν ἐφάνη. Ἐπεφόρησεν. ἐπεσώρευσεν. ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων. Ἐπεφωρᾶτο. ἀντὶ τοῦ ἐφανεροῦτο, εὑρίσκετο, ἠλέγχετο. Ἐπεφράσατο. ἐθεώρησεν. Ἐπέφο. ἐκράτησεν. ἀλλὰ τὸ δὴ λεγόμενον ἀμφοῖν ταῖν χεροῖν ἐπέφυ. Ἐπεφύκει. περιεπλάκει. Ἐπεφύοντο. ἐπήρχοντο. καὶ ἐπέφυσαν οἱ συκοφάνται. Ἔπεφνεν. ἀνεῖλεν, ἐφόνευσεν. ἔστι φῶ, οὗ παράγωγον ῥῆμα φένω τὸ φονεύω. καὶ ἐν συγκοπῇ φνῶ καὶ κατὰ ἀναδιπλασιασμὸν πρώτης συζυγίας τῶν περισπωμένων πεφνῶ. τινὲς δὲ παρατατικὸν αὐτὸν νομίζουσιν, ἀγνοοῦντες τὴν φυσικὴν κλίσιν αὐτοῦ· οὐ γὰρ τὸ πέφνω, ὡς ἔμαθον, ἐὰν μάθω, διὰ μετοχῆς αὐτοῦ· ἐπειδὴ αἱ εἰς ων μετοχαὶ μετʼ ἐπιπλοκῆς συμφώνου ἢ βαρύνονται ἢ περισπῶνται· οἷον τέμνω, τέμνων, κάμνων. οὕτως Ἡρωδιανός. Ἐπέφραδε. διεσῄμανεν, εἶπεν. Ἔπεχε. ἐπίκεισο, ἐπίμενε, φύλασσε. οὕτως Πλάτων· περὶ τῶν ἀδήλων ἐπέχει. Ἐπεχώρησεν. ἀντὶ τοῦ συνεχώρησεν. Ἀῤῥιανός· ἐπεχωρήθη. καὶ τὰ ὅμοια. Ἐπείγω. τὸ σπεύδω, διὰ τῆς ει διφθόγγου. παράκειται γὰρ αὐτῷ οἴγω, ὁ γὰρ κατεπείγων ὡς πάνυ βουλόμενος κατεπείγει. Ἐπεικάζω. στοχάζομαι. ἢ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶ. Ἐπειλέγη. κατειλέγη, συνειλέγη, καὶ ἐπειλεγμένος. ἐπιλελεγμένος δὲ, ι. Ἐπειλημμένη. δραξαμένη, ἀντιλαμβάνουσα. Ἐπεισκυκλείσθω. ἐπιφερέσθω, συναπτέσθω. καὶ ἐπεισκυκλοῖ, ἀντὶ τοῦ εἰσφέρει καὶ ἐπισυνάπτει. Ἐπεισοίσας. κομίσας. Ἔπεισιν. ἐπέρχεται. Ἐπεισπέπαικεν. εἰσεπήδησεν, εἰσῆλθεν. κυρίως δὲ ἐπὶ στρατιᾶς πολεμίων. Ἐπεισοίσας. ἐπεισβαλών. Ἐπεισφρήσας. ἐπεισελθών. Ἐπήγετο. ἐπεφέρετο. Ἐπηγάγετο. προσῳκειώσατο, ἰδιοποιήσατο. τοὺς δὲ οἰκήτορας τῆς πόλεως, μηδὲν βίαιον δράσας, ἐπηγάγετο. Ἐπήγγελλεν. ἀντὶ τοῦ προσέτασσεν. ὁ δὲ Μίνως πανταχόσε ἐπέπλει καὶ πολλοῖς ξενίοις ἐπήγγελλεν. Ἐπήγγειλα. παρήγγειλα. καὶ εἰς τετάρτην ἥκειν ἐπήγγειλα. Ἐπηγκυλημένα. τὰ κεκαμμένα ξύλα εἰς χρῆσιν ὅπλων. Ἐπῄει μοι. ἐπήρχετό μοι. Ἐπηθρηκυῖα. ἰδοῦσα. ἀπὸ τοῦ ἀθρῶ, τὸ βλέπω. Ἐπήμῃναν. ἔβλαψαν. ἀπὸ τοῦ πημαίνω τὸ βλάπτω. Ἐπῄνεον. συγκατετίθεντο. εὐμενῶς ἐδέχοντο. τὸ δὲ θεῖον οὐκ ἐπῄνει τὰ ὑπὸ τοῦ βασιλέως πραττόμενα. Ἐπῃνηκέναι. ἀντὶ τοῦ ἐπαινέσαι. ὁ παρακείμενος ἐπῄνεκα. Ἐπηνήκιζεν. ἐξηπάτα. οὕτως Κρατῖνος. Ἐπῄνουν. συγκατετίθεντο. Ἐπηπείλησα καὶ κατώμοσα. ἀντὶ τοῦ ἐπαγγειλάμενος ὤμοσα. Ἐπήπυον. ἐβόων. ἀπὸ τοῦ ἀπύω τὸ φωνῶ. Ἐπηλυγάζονται. σκεπάζονται, ἢ ἐπισκευάζονται, ἢ ἐπικρύπτονται. ἠλύγην γὰρ καλοῦσιν οἱ Ἀττικοὶ τὴν σκιὰν ἢ τὴν σκοτίαν ἢ τὴν νύκτα. τινὲς δὲ ἀπὸ τῶν λύγων· διὰ γὰρ τῶν λύγων τοὺς σχοίνους πλέκουσιν. Ἐπῃρμένοι. ὑπερηφανευόμενοι. καὶ ἀντὶ τοῦ πρόχειροι καὶ εὐτρεπεῖς. Θουκυδίδης· οἱ οὖν Ἕλληνες ἐπῃρμένοι ἦσαν διὰ τὴν τῶν Ἀθηναίων κακοπραγίαν. Ἐπηρτημένην. ἐπικειμένην, καὶ ἀντὶ τοῦ κρεμαμένην. Ἐπήρτησεν. ἐπέθηκεν, ἐπέφερεν. οὐ μικρὸν φόβον ἐπήρτησε τοῖς ἐν τῇ πόλει. Ἐπίασιν. ἐπέρχονται. Ἐπιβατεῦσαι. ἐπιβῆναι, κατασχεῖν. ὧνπερ Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι, διὰ σπουδῆς εἶχεν. Ἐπιβαλεῖ. ἐπιθήσει. Ἐπιβοώμενοι. ἐπικαλούμενοι. καὶ τοὺς θεοὺς ἐπιβοώμενοι. Ἐπιβωσάμενος. ἐπικαλεσάμενος. ἐπιβοησάμενος. καὶ ἐπιβωσόμεθα. Ἐπιβρίθω. τὸ ἐπιβαρῶ. Ἐπιβρίσουσιν ὀδόντας. παρόσον οἱ θυμούμενοι τρίζουσιν τοὺς ὀδόντας. Ἐπιβύσαντες. ἐπικαλύψαντες, σκεπάσαντες. Προκόπιος· ἐπιβύσαντες τοὺς ῥωχμοὺς ὕδατι, τὸ ὕδωρ μετοχετεύουσιν. Ἐπιγαυρωθείς. ἀνδρωθεὶς, θρασυνθείς. Ξενοφῶν· καὶ ἐπιγαυρωθεὶς τῇ ἐντολῇ τοῦ Κύρου, ἐπορεύετο. Ἐπιγλωττήσομαι. φλυαρήσω, βλασφημήσω. περὶ τῶν Ἀθηναίων οὐκ ἐπιγλωττήσομαι. Ἐπιγραφομένῳ. ἰδιοποιουμένῳ, οἰκειουμένῳ. εἰ καὶ δόξαν ἔμελλε φέρειν, τὰ ὑπʼ ἀλλήλων εὑρημένα ἐπιγραφομένῳ. Ἐπιγράφων. βεβαιῶν, διϊσχυριζόμενος. ὁ δὲ Ψευδοφίλιππος ἐπέγραφεν ἑαυτὸν Φίλιππον τὸν Μακεδόνα. Ἐπιδαψιλευσάμενος. πολυτελῶς διαπραξάμενος. Ἡρόδοτος· τάς τε μητέρας καὶ ἀδελφὰς ἐπιδαψιλευσάμεθα ὑμῖν. Ἐπὶ δ ἐγδούπησεν. ἐπεκτύπησεν. παρέλκον τὸ γ, καὶ ἐν τῷ ἐρίγδουπος ὁμοίως. δοῦπος γὰρ κτύπος. Ἐπίδειξον. ἀντὶ τοῦ εἰπέ. Ἀριστοφάνης· ἔχεις τινὰ γνώμην, ἐπίδειξον αὐτήν. καὶ ἀντὶ τοῦ φανέρωσον. Ἐπιδεικτιῶν. κενοδοξῶν. Ἐπιδειπνεῖν. τὸ ἐκ δευτέρου δειπνεῖν. ἵνʼ ἐπιδειπνῇς, κόνισαι ἰσχυρῶς. Ἐπιδιατίθεσθαι. τὸ συνθήκας τινὰς ποιεῖσθαι, κατατιθεμένους ῥητόν τι ἀργύριον παρά τινι τῶν μεταξὺ γινομένων, ὅπερ ἐγγυᾶται, ὥστε εἰ πρᾶξις γίνοιτο θατέρῳ πάντως τὸ ὡμολογημένον ἀργύριον ἀποδοῦναι. Ἐπιδικάζεται. ἀντιποιεῖται. Ἐπίδοσαν. ἀντὶ τοῦ εἶδον. Ἐπιθαυμάζειν. ἀντὶ τοῦ δώροις τιμᾷν. δεῖ γὰρ ἐπιθαυμάζειν τὶ τὸν διδάσκαλον. Ἐπιθέντες. ἀποστείλαντες. οἱ δὲ ἀποπέμπουσι τὸν ἰατρὸν ἐπιθέντες γράμματα πρὸς τὸν τελώνην. Ἐπιθεραπεύων. διορθούμενος, προμηθούμενος. ὁ δὲ Ἀλκιβιάδης ἐπιθεραπεύων τὴν ἑαυτοῦ κάθοδον εἰς τὴν πατρίδα, εἰδὼς, εἰ μὴ διαφθερεῖ αὐτὴν, ὅτι ἔσται ποτὲ αὐτῷ. Ἐπιθυμῶν. προαιρετικῶς ἔχων. τοὺς δὲ ἦγεν ζῶντας, ἐπιθυμῶν Λακεδαιμονίοις ἀγαγεῖν. Ἐπιθύνων. ἐπανορθούμενος. ἀπὸ τοῦ ἰθύνω. Ἐπιθρέξαντος. ἐπιδραμόντος. Ἐπιθολοῖ. ἐκταράττει, ἐπισκοτεῖ. Ἐπικάθηται. ἐπικρέμαται. ἵνα μηδεὶς φόβος ἐπικάθηται τοῖς Ταραντίνοις. Ἐπικαθέζεσθαι. τὸ βαροῦν λέγομεν. καὶ ἐπικαθέζηται. ἀπὸ μεταφορᾶς τῶν ζυγῶν. Ἐπικαλέσας. μεμψάμενος. Ἐπικαλουμένων. κατηγορουμένων. Ἐπικαλῶν. ἀντὶ τοῦ κατηγορῶν· ἐγκαλῶν. ἀνεῖλε δὲ τοὺς ἄνδρας, ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, πλὴν ὅτι σοφώ τε καὶ ἀρίστω τὼ ἄνδρε γενέσθην. Ἐπικέκληται. ἐπικαλεῖται. Ἐπικηρυκεύεται. διὰ κήρυκος συνθήκας τινὰς ἢ πρεσβείας ποιεῖται. Ἐπικαγχάζειν. ἀκόσμως γελᾷν. Ἐπικερτομῶ. ὑβρίζω, ἐπισκώπτω. ἡ γὰρ ὕβρις τὸ κέαρ καὶ τὴν ψυχὴν τέμνει καὶ κόπτει. κέαρ γὰρ καὶ κὴρ ἡ ψυχή. Ἐπικειμένου. φαινομένου. ὁ δὲ ᾔτει τιμὴν τοὺς κεκτημένους τοῦ ἐπικειμένου καρποῦ. Ἐπικλαύσωσιν. ἐπʼ οἶκτον ἀγάγωσιν. Ἐπικλύσασα. ἐπιδαψιλεύσασα. καταβαλοῦσα. ἡ οὖν Κλεοπάτρα πολλῷ χρυσῷ ἐπικλύσασα τὸ ἄγαλμα τοῦ Διὸς πρίασθαι. Ἐπικνῶ. ἀντὶ τοῦ ἐπίβαλε. Ἀριστοφάνης· ἀλλʼ ἐπικνῶ τὸ σίλφιον. Ἐπικωμᾶσαι. ὀρχεῖσθαι, ἢ λαλῆσαι αἰσχρῶς. πολλαὶ ταῖς ἐκκλησίαις ἐπεκώμασαν ταραχαί. Ἐπικράναι. τῇ κεφαλῇ κατανεῦσαι. καὶ ἀντὶ τοῦ τελειῶσαι. Ἐπικρεμάσας. ἐπενεγκών. οἷς δʼ ἅμα ἀναταθεὶς καὶ τὸν ἐξ αὐτοῦ φόβον ἐπικρεμάσας. Ἐπικυκλῆσαι. ἐπεισαγαγεῖν. Ἐπιλαμβάνεσθαι. μέμφεσθαι. μὴ ὀνειδιστικῶς ἐπιλαμβάνεσθαι τῶν βάρβαρον ἢ σόλοικον ἢ ἀπηχές τι προσενεγκαμένων. Ἐπιλέγει. πρὸς τοῖς προειρημένοις φησίν. Ἐπιλεξάμενος. ἀντὶ τοῦ ἀναμετρήσας, ἀναλογισάμενος. ὁ δὲ Ἡρακλῆς τὸν ἀριθμὸν τῶν βοῶν ἐπιλεξάμενος. Ἐπιλλίζω. τὸ διανεύω. οὐκ ἀΐεις, ὥς μοι ἐπιλλίζουσιν Ἀχαιοί. ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς ἐπιλλεῖν διανεύοντας. ἐξ οὗ καὶ ἰλλάδες οἱ συνεστραμμένοι ἱμάντες. καὶ ἐπιλλίζουσα ἀντὶ τοῦ ἐπεγγελῶσα ἢ ἐπιμύουσα τοὺς ὀφθαλμούς· ὅπερ ἴδιον ἐστὶ τῶν γλαυκῶν διὰ τὸ μὴ ἐπιβλέπειν διʼ ἡμέρας. Ἐπιλυομένου. συγχωροῦντος. Ἐπιμαχεῖν. δυνάμενος πολεμεῖν, ἢ βοηθεῖν. Ἐπιμελόμενος καὶ ἐπιμελούμενος. φροντίδος καὶ σπουδῆς ἀξιῶν. Ἐπιμετρούσης. ἐπιχορηγούσης. ὡς ἐπιμετρούσης καὶ συναγωνιζομένης τοῖς γεγονόσι τῆς τύχης. Ἐπινενασμέναι. πεπληρωμέναι. Ἀριστοφάνης· ὡς αἱ τράπεζαί γʼ εἰσὶν ἐπινενασμέναι ἀγαθῶν πάντων καὶ παρασκευασμέναι. Ἐπινενησμένον. κεκλωσμένον. καὶ ἐπινησθεῖσαν διαλύσω. Ἐπινήσαντες. σωρεύσαντες. φρύγανα πρὸ τοῦ τείχους συγκομισάμενοι καὶ παντοδαπὸν φορυτὸν καὶ ἐπινήσαντες κόπρον πῦρ ἐπέβαλον. Ἐπιώρκει. ὑπερσυντέλικος. Ἐπιώψατο. κατέλεξεν, ἐξελέξατο. ἔστι δὲ ἀττικόν. ὁ δὲ βασιλεὺς ἐπιώψατο ἀῤῥηφόρους. Ἐπιπαρένησαν. ἀντὶ τοῦ ἐσώρευσαν. Θουκυδίδης· ταχὺ δὲ πλήρους γενομένου διὰ πολυχειρίαν ἐπιπαρένησαν. Ἐπιπλώσας. ἀντὶ τοῦ ἐπιπλεύσας. καὶ ἐπιπλὼς παρʼ Ὁμήρῳ. παρὰ τὸ πλέω, πλώω, πλώσω, πλώσας, καὶ ἐν συγκοπῇ πλὼς, καὶ ἐπιπλώς. ἔστι δὲ ἄκλιτον, διότι ἡ φωνὴ αὐτοῦ ἀόριστός ἐστι· τὸ δὲ σημαινόμενον παρακείμενος. Ἐπιπολάζει. ἐπιπόλαιον πλέει. Ἐπιπροσθεῖ. ἐμποδίζει, ἐπίκειται. Ἐπιπραξάμενοι. ἐπὶ τοῖς προτέροις ἐπιπραξάμενοι σπονδὰς ἀνενεώσαντο. Ἐπιῤῥαπίζων. κωλύων. καὶ τὸ ὑφʼ ἑαυτοῦ βούλεσθαι τὴν πρᾶξιν, ἐπιῤῥαπίζων ἄρα ἐκεῖνος. Ἐπιῤῥέξει. θύσει. Καί σοι ἐπιῤῥέξει Γόργος χιμάροιο νομαίης αἷμα. Ἐπιῤῥωννύς. ἐνισχύων. Ἐπισεῖσαι. ἐπενεγκεῖν. παρεκάλουν μὴ χαλεπώτερον αὐτοῖς ἐπισεῖσαι τὸν κίνδυνον. Ἐπισημαίνεσθαι. ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ἐπιφωνεῖν Ἰσοκράτης· Ἰσαῖος δὲ ἀντὶ τοῦ ἐπισφραγίσαι. Ἐπισημῄνασθαι. βεβαιῶσαι, κυρῶσαι. ἐπισημῃναμένων δὲ τῶν ἐκ τῆς Ἑλλάδος πρεσβευτῶν. Ἐπισιτίζω ἀεὶ, καὶ ἐπισίτισις, καὶ ἐπίσιτος, ὁ τροφῆς χάριν ἐργαζόμενος. Ἐπισκευάσασθαι. ἐπιφορτίσασθαι. Ἐπισκοπήσας. ἐποπτεύσας. Ἐπισκήψω. παραγγείλω, καὶ ἀντὶ τοῦ σημειώσομαι, καὶ ἐπιστήσω τὸν νοῦν. ὑμῖν δὲ κοινὴν τήνδʼ ἐπισκήπτω χάριν. Ἐπισκοτῶ καὶ ἐπισκοτεῖν. τὸ ἐπικεῖσθαι τινὶ καὶ ἀποτειχίζειν τὸ φῶς. Ἐπισπασάμενος. ἐφελκύσας. ὁ δὲ ἐπισπασάμενος τῆς κόμης τοῦτον κτείνειν ἔμελλεν. Ἐπισταθμευόμενοι. εἰς τοὺς ἑαυτῶν οἴκους δεχόμενοι. ἐπισταθμευομένους τὲ ὑπʼ αὐτῶν καὶ διαρπαζομένους. καὶ ἀντὶ τοῦ κρίνοντες καὶ ὑπονοοῦντες. Ἐπίστασαι. γινώσκεις. Ἐπισίξει. ποιόν τινα ἦχον ἀναβοήσει. ἐκ τοῦ σίζω, σίσω, σίξω. Ἐπίσπῃ. ἕψεται. Ἐπισπόμενος. ἐπακολουθῶν. ἐπισπώμενος δὲ ὁ προσλαμβάνων καὶ ἐπισύρων, μέγα. καὶ ἐπισπασάμενοι δὲ οἱ συνείροντες· τῷ προτέρῳ πταίσματι δεύτερα καὶ τρία. Ἐπισπέρχει. ἐπισπουδάζει. Ἐπιστέλλει. ἐντέλλεται, ὑποτίθεται. νῦν ἐπιστέλλει σαφῶς τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν. Ἐπίστη. ἀντὶ τοῦ ἐπίστασαι. δεύτερος ἀόριστος. ἢ ἀντὶ τοῦ ἐπιτίθει. Ἐπίστηθι. ἐπενέχθητι. ἐπιτέχθητι. Ἀπόστολος· ἐπίστηθι ἀκαίρως εὐκαίρως. Ἐπιστομιεῖν. ἐμποδίσαι, κατασχεῖν. Ἐπίστω. γίνωσκε. εὖ νῦν ἐπίστω ταῦθʼ ὅταν ζητῇς ἐμοὶ ζητῶν ὄλεθρον. Ἐπιστεῖλαι. τὸ ἐντείλασθαι. Θουκυδίδης· ἐπιστείλαντες τὰ πρέποντα εἰπεῖν. Ἐπιστροφόωσιν. ἐπιστροφόωσι πόληας. ἐπιστρωφῶσι δὲ τὰ δύο μεγάλα. Ἐπισυνῄεσαν. συνηθροίζοντο. οἱ ἐξόπισθεν ἐπιλελυμένοι ἐπισυνῄεσαν. Ἐπισύρεται. ἐφέλκεται. Ἐπιτέλλεται. ἐντέλλεται, παραγγέλλει. Ἐπισχών. κρατήσας. Ἐπισύρων. χλευάζων, γελῶν. Ἐπισκήπτει. μέμφεται, ἐπιτιμᾷ. Ἐπισκύζονται. ὀργίζονται. Ἐπισπάσθω. τὸ δέρμα ἑλκυέτω. ἀποστολικὴ ἡ λέξις. Ἐπίσχες. πρόσεχε ἢ κράτησον. Ἐπισχὼν τῷ στόματι. προσενεγκὼν ἢ κωλύων. Ἐπισφραγίζων. βεβαιῶν. Ἐπιορκῶν. ἡ ἐπὶ πρόθεσις κεῖται καὶ ἀντὶ τῆς ὑπέρ. καὶ ὑπεράνω τῶν ὅρκων γίνεσθαι. καὶ ὑπερβαίνειν αὐτούς. ἐπιορκεῖ δὲ ὁ ἀνὴρ τὰ πολλά. Ἐπιέναι. ἐπελθεῖν. Ἐπιθειάσας. θαυμάσας. Ἐπιειμένοι. περιβεβλημένοι, ἐνδεδυμένοι. Ἐπιόντι. ἐρχομένῳ. Ἐπιτέλλῃ. ἀντὶ τοῦ παραγγέλλῃ. παραγγέλλω. Ἐπιτεμόμενος. παρακόψας. κέλευσόν μοι ἀποθνήσκειν ἐπιτεμόμενος τοῦ σταυροῦ τὴν περίοδον. Ἐπιτεύξη. ἐπιτύχης. Ἐπιτεχνάζειν. πανουργεύειν. Ἐπιτίθεσθε. ἐνεδρεύετε. Ἐπιτέτραπται. ἀπονενέμεται. Ἐπιτέτριψαι. ποτὲ μὲν ἐπὶ ὑπερηφανίας τάττεται, ποτὲ δὲ ἐπὶ ἑκατέρας. καὶ μὴν ἐπιτέτριψαί γε. Ἐπιτετράφαται. ἐπιτετραμμένοι εἰσὶν ἢ ὑποτεταγμένοι. ᾧ λαοὶ ἐπιτετράφαται. ἰστέον, ὅτι τὰ δισύλλαβα τῆς πρώτης συζυγίας τῶν βαρυτόνων τὰ τρέποντα τὸ ε εἰς ο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον, ἐν τοῖς παθητικοῖς παρακειμένοις ἀναδέχεται τὴν τοῦ ἐνεστῶτος παραλήγουσαν. οἷον λέγω, λέλοχα καὶ λέλεχμαι, κέκλοφα, κέκλεμμαι. εὑρέθη δὲ καὶ τὸ κέκλαμμαι. χωρὶς τῶν ἐχόντων τὸ ρ μετʼ ἐπιπλοκῆς συμφώνου. ἐκεῖνα γὰρ τρέπει τὸ ε εἰς α κατὰ τὸν παρακείμενον. οἷον στρέφω, ἔστροφα, ἔστραμμαι. οὕτως οὖν καὶ τρέπω, τέτροφα, τέτραμμαι, τετράφαται καὶ ἐπιτετράφαται. Ἐπιτέλλων. ἀνατέλλων. Ἐπιτείλας. ἀνατείλας. νενικηκότας αὐτοὺς ὁ ἥλιος ἐπιτείλας ἴδῃ. Ἐπίτειλον. πρόσταξον. Ἐπιτειχίζει. ἐποικοδομεῖ. Ἐπιτειχισάντων. ἐπελθόντων. Ἐπιτίθης. περαίνεις. ἐπεὶ καὶ σὺ τῶν σῶν ὑπηκόων ἐπιτίθης. Ἐπιτίθησιν. ἀποπέμπει. καὶ δὴ γραψάμενος τὴν δίκην ἐπιστολὴν πρὸς τοὺς ἐν Καρίᾳ δύο φιλοσόφους ἐπιτίθησιν. Ἐπίττουν. ἠσέλγουν, κατεφίλουν. πιττοῦν δέ ἐστι κυρίως τὸ τὰς πλατείας ναῦς πίττῃ χρίειν. Ἀριστοφάνης· ἱκανὸν γὰρ αὐτὴν πρότερον ἐπίττουν χρό-νον. Ἐπιτολμῆσαι. ἐπιβουλεύσασθαι. καὶ ἀναπείθει ἐπιτολμῆσαι τῷ Λυκίδῃ καὶ τῷ σώσιν. Ἐπιτωθάζων. ἐπιλοιδορούμενος, ἢ ἐπεμβαίνων, ἢ καυχώμενος. ἢ χλευάζων. Ἐπιτρέπει. χαρίζεται, παραδίδωσιν. ὁ δὲ τῆς ἐμῆς σατραπείας φυγάδα ἐλαύνει καὶ τοῦτο ἐπιτρέπει. Ἐπιτρέπει Δημοσθένης, ἀντὶ τοῦ δικαστὰς αὐτοὺς αἱρεῖσθαι. Λυσίας δὲ ἐπέτρεψαν ἀνδράσιν εἶπεν, ἀντὶ τοῦ ἐπιτρόπους κατέστησαν. Ἐπιτρέχειν τοῦ ἐπιδιώκειν διαφέρει. ἐπιτρέχει μὲν γάρ τις τῷ μὴ φεύγοντι· διώκει δὲ τὸν φεύγοντα. ἔστι δὲ τὸ διώκειν οἷον ἐλαύνειν ἔνθεν καὶ ἔνθεν. καὶ ὑποδιώκειν λέγεται. Ἐπιτριβείη. ἐντριβὴς γένοιτο, ἔμπειρος ὑπάρξοι. ἢ παρορμηθείη. σημαίνει δὲ καὶ τὸ ἀπολεσθείη. Ἐπιτριβόμενοι. ἐπερχόμενοι. Ἐπιτυφῇ. ἐκπυρωθῇ. ἐπικαῇ. Ἀριστοφάνης· ὅπως ἀνὴρ ἐπιτυφῇ μάλιστά μου. Ἐπιφέρειν. κατηγορεῖν. διασύρειν. ἄλλο μὲν οὐδὲν ἐπιφέρειν ἔχων, ὅτι δὲ εὔνους εἴη Ῥωμαίοις. Ἐπιφοιτᾷ. παραγίνεται. Ἐπιφρασθείς. ἐνθυμηθεὶς, διαλογισάμενος. ὁ δὲ Νέαρχος ἐπιφρασθεὶς, ὅτι σπείρεσθαι τὴν χώραν εἰκὸς, λέγει πρὸς Ἀρχίαν. Ἐπεγχάνῃ. ἐπιγελάσοι. εἶτα μέντοι ζῶν ἀπέλθοι καὶ ἐπεγχάνῃ. Ἐπιχειρεῖν. τὸ ἐρωτᾷν καὶ συλλογίζεσθαι. τὸ γὰρ ἐπιχείρημα διαλεκτικός ἐστι συλλογισμός. ἐπιχειρῶ σοι ἀεί. Ἐπιχειρήσειν. ἐπιβαλέσθαι. ἔγραφεν ἐπιχειρήσειν μέλλει τοῖς Σιγγάροις. Ἐπιχειρητέα. ἀντὶ τοῦ ἐπιχειρητέον, ὡς τὸ τολμητέα. φιλεῖ γὰρ ὁ Θουκυδίδης τὰ τοιαῦτα. Ἐπιχωρήσας. συμπαθήσας, παραχωρήσας. ἐθέλω σοι τὰ δυνατὰ ἐπιχωρήσας. Ἐπιχρῆσθαι. παρὰ Θουκυδίδῃ τὸ πολλάκις κεχρῆσθαι. Ἐπιψηφιζόμενος. ἐπικρίνων. καὶ ἐπιψηφίζων ἀντὶ τοῦ ἐπικυρῶν. Ἐπλαστολόγει. ἐψεύδετο, ἐπλάττετο, ὑπεκρίνετο. Ἐπλημμέλησαν. ἠτάκτησαν, ἐραθύμησαν. πλημμελὲς γὰρ τὸ ῥάθυμον καὶ ἀπαίδευτον. Ἔπλην. ἐπλησίαζον. πλῶ τὸ πλησιάζω. παράγωγον πλῆμι. ὁ δεύτερος ἀόριστος ἔπλην. Ἐπλήσθησαν. ἐπληρώθησαν. Ἔπλετο. ἐγένετο. Ἔπλεο. ἐγένου. ἐκ τοῦ πέλω, καὶ ὑπερβιβασμῷ πλέω. καὶ πλέομαι. ἐπλεόμην, ἐπλέου. καὶ κατὰ διάλυσιν Ἰωνικὴν ἔπλεο. καὶ ἔπλετο. Ἔπλει. τὸ παρεληλυθὸς οὐχὶ ἔπλεε. καὶ ἔῤῥει καὶ ἔπνει. τὰ δὲ διῃρημένα ἰακά. Ἔπληντο. ἐπλησίαζον. ἔπληντʼ ἀλλήλοισιν. ἐκ τοῦ πλῶ, τοῦ σημαίνοντος τὸ πλησιάζω, ὁ παρακείμενος πέπληκα. λέγεται δὲ καὶ πέπλακα. ὁ παθητικὸς παρακείμενος πέπλημαι, πέπληται. ὁ μέσος ἀόριστος δεύτερος ἐπλήμην. καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἔπληντο. Ἐπλινθεύθησαν. τὸ κατακλεισθῆναι περὶ οἰκοδόμημα μόνον, ὥστε ἔξοδον μὴ εἶναι καὶ οὕτω παντελῶς ἀπορίᾳ ποτοῦ καὶ τροφῆς τεθνάναι, πλινθευθῆναι λέγεται. ἢ τὸ ἐπλινθεύθησαν τέσσαρα σημαίνει, ἢ ὅτι εἰς πλίνθους μετεπλάσθησαν, ἢ ὅτι πλίνθοις ἀπετειχίσθησαν, ἢ ὅτι ὑβρίσθησαν· ἔστι γὰρ καὶ ὄργανον βασανιστικόν· ἢ ὅτι ἠχμαλωτίσθησαν· ἐπειδὴ οἱ αἰχμάλωτοι πιπρασκόμενοι εἰς πλίνθους ἐβάλλοντο. Ἐπόθησεν. ἠθέλησεν, ἠβουλήθη. ἐπόθησε τοὺς ἱππέας ἀποφῇναι. Ἐποίησεν. ἀντὶ τοῦ ἔπλασεν. ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν. Ἐποκέλλουσιν. ἐγγίζουσιν, ἐπικαθίζουσιν. Ἐπολιάρχει. τῆς πόλεως ἦρχεν. Ἐπόλισεν. ἔκτισεν. Ἐπομοσάμενος. εὐξάμενος. Ἐποτρύνει. παροξύνει. Ἐποργῶσα. μηνιῶσα, καὶ ἀντὶ τοῦ ὁρμῶσα. Ἔπορεν. ἔδωκε, παρέσχεν. Ἐποφθαλμίσας. φθονήσας ἢ ἐπιθυμητικῶς ἐπιβαλών. Ἰώσηπος· ἀπέκτεινε δὲ αὐτὸν ὁ πανδοκεὺς ἐποφθαλμίσας. Ἐποχούμενος. βασταζόμενος. Ἐποχετεῦσαι. ἐπιῤῥεῦσαι. Ἐποιχομένην ἱστόν. ἐπὶ τὸν ἱστὸν πορευομένην, ἢ πορευομένην, ἤγουν ἱστουργοῦσαν καὶ ὑφαίνουσαν. Ἐπορθρεῦσαι. τοῦ ὄρθρου ἐπεγερθῆναι ἢ ἀφεσπερεῦσαι. Ἐπράξατο. ἀπῄτησε. τοὺς Βυζαντίους καὶ τινὰς ἄλλους ἐπράξαντο. Ἔπρασσον. ἐβουλεύοντο. ἀλλήλοις συγγινόμενοι ἔπρασσον. Ἐπραττόμην. ἀπῄτουν. Ἔπραττον. ἐπεβούλευον. προεδίδοσαν. ἐπεσπῶντο τοὺς Αἰτωλοὺς καὶ τούτοις ἔπραττον τὴν πόλιν. Ἐπρέσβευεν. ἐτίμα. ὁ δὲ Σωκράτης τὴν ἠθικὴν φιλοσοφίαν ἐπρέσβευεν. Ἔπρηξας. ἀντὶ τοῦ ἔπραξας. Ἐπρυτάνευσε. παρέσχε, διῳκήσατο. ἣν Τρυγαῖος ἐπρυτάνευσεν. Ἔπταρον. ᾐσθόμην. πταρμὸς γὰρ κεφαλῆς αἴσθησις, ἐπεὶ οἱ θίγοντες τοῦ μυκτῆρος λεπτῷ κάρφει πτάρνυνται. Ἐπτοημένος. θαυμάζων, ἢ πεφοβημένος. Ἔπτη. ἐπετάσθη. Ἐπτέρνισεν. ἠπάτησεν. ἢ ἐνίκησεν. Ἐποισθήσεται. ἐπενεχθήσεται. Ἐποιχόμεθα. ἐπερχόμεθα. Ἐποστρακίζειν. παιδιὰ τὶς, ἣν παίζουσιν οἱ παῖδες ὄστρακα ἀφιέντες εἰς θάλασσαν. Ἐπυρώθη. ὡς ἐν χωνείᾳ ἐδοκιμάσθη. Ἐπυράκτεον. πῦρ, πυρὸς, πυράζω, πυρακτῶ, ἐπυράκτεον. Ἐπύρσευσε. πυρκαϊὰν ἐποίησεν. Ἐπέθηκε. παρέδωκεν. Ἐπηρώτησαν. ἐκέλευσαν ᾆσαι. Δαβίδ· ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν. Ἐπιλησθείη. πάρετος γενοίμην. ὡς τό· ἐπιλησθείη ἡ δεξιά μου. Ἐπώκειλαν. εἰς λιμένα ἤγαγον. ἐπώκειλαν τὴν ναῦν. Ἔπω. τὸ λέγω, ὡς τό· ἄνδρα μοι ἔννεπε, Μοῦσα— τὸ ἀκολουθῶ, ὡς τό· ἦ οὐχ ἑπέσθην Λακεδαίμονα. τὸ εὐτρεπίζω· περικαλλέα τεύχεʼ ἕποντα. καὶ τὸ διοικῶ, ὡς τό· αἱ χεῖρες ἐμαὶ διέπουσι. καί· δίεπε στρατόν—. — Ἐπίῤῥημα. —Ἐπέκεινα. ὑπεράνω. Ἐπειδή. σύνδεσμος παρασυναπτικός. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἀφʼ οὗ· ὡς καὶ Θουκυδίδης πολλάκις ἐχρήσατο. καὶ Ὅμηρος· —ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν. Ἔπειτα. μετὰ ταῦτα. Ὅμηρος δὲ κέχρηται καὶ ἀντὶ τοῦ δή· αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας καὶ δῖος Ὀδυσ-σεύς. Ἐπειή. ἀντὶ τοῦ ἐπειδή. Ἐπεί. ἀντὶ τοῦ ἐπειδή. ἀπὸ τοῦ εἰ γέγονε καὶ τῆς ἐπὶ προθέσεως. ἰστέον, ὅτι τὸ ἐπεὶ, ἡνίκα ἐστὶ χρονικὸν ἐπίῤῥημα, οἷον· Πλάγχθη, ἐπεὶ Τροίης— ἀντὶ τοῦ ἀφʼ οὗ ἐστί. καὶ πάλιν· αὐτὰρ ἐπεὶ κόσμηθι. Νίκανδρος δὲ αἰτιολογικὸν παραλαμβάνει σύνδεσμον. ἐπεὶ ἡμέρα φῶς ἐστιν. Ἐπιγράβδην. ἄχρι τοῦ ἐπιξύσαι μόνον τὸ δέρμα. Ἐπιεικῶς. πάνυ, πρεπόντως, προσηκόντως, καθηκόντως· παραδόξως· παρʼ ἐλπίδα, μετὰ ἐπιεικείας καὶ χρηστότητος, μετρίως, συμμέτρως ἢ ἱκανῶς. Ἐπικάρ. ἐπὶ τὰ κάτω, ἐπὶ κεφαλὴν καὶ οἷον ἐπὶ τὰ κατωφερῆ. ἐξ ὀρέων ἐπικάρ—. ἀπὸ τοῦ κάρη, ἀποκοπῇ τοῦ η· καὶ οὐκ ἀπὸ τοῦ κάρα. τοῦ δὲ κάρη τὸ κάρηνόν ἐστιν ἀποκοπή. Ἐπικῶς. λογίως, ἀπὸ τοῦ ἔπω, τὸ λέγω. Ἐπιμᾶλλον. περισσοτέρως. καὶ ἐπιμᾶλλον ἐξῆπτον εἰς ὀργήν. καὶ ἀντὶ τοῦ προθυμοτέρως. τῶν δέ τινων τοῖς Ὑπερίδου λόγοις ἐπὶ μᾶλλον ἀχθέντων. Ἐπὶ μέγα. ἀντὶ τοῦ μεγάλως. ἐπὶ μέγα τρυφῆς ἀρθέντες οἱ Συβαρίται. Ἐπιμίξ. ἀναμεμιγμένως. Ἐπινῶς. λίαν. αἰπεινῶς δὲ ἀντὶ τοῦ ὑψηλοῦ, τὰ δύο δίφθογγα. Ἐπὶ πολλῶ. ἀντὶ τοῦ πολυπλασίως. καὶ ἐπιπολῆς λέγουσιν. οὐκ ἐξ ἐπιπολῆς δέ. τοὺς ἐπιπολῆς οὖν ἀφελεῖν ἔργον ἦν μέγα. Ἐπιπόνως. κοπηρῶς ἢ χαλεπῶς. Ἐπιπολαίως. ἐπάνω. ἀῤῥίζως. Ἐπιῤῥεπῶς. ἐπικλινῶς. Ἐπίσκοπα. εὔστοχα. τὴν ἄφεσιν τῶν βελῶν κατʼ ἶσον βιαίαν καὶ ἐπίσκοπα ἰέναι. Ἐπιστρεφέως. ἐπιμελῶς, παρὰ Ἡροδότῳ. καὶ ἀπατητικῶς. Ἐπιστροφάδην. μετʼ ἐπιστροφῆς. ἐφʼ ἑκάτερα τὰ μέρη στρεφόμενος. Ἐπισφαλῶς. ἐπικινδύνως. Ἐπιτροχάδην. συντόμως, ταχέως. Ἐπὶ τὸ αὐτό. ἀντὶ τοῦ ὁμοῦ. Ἐποποῖ. ἀντὶ τοῦ ἐποπιστί. προφαίνει δὲ ἦχον ὀρνέου κατὰ μίμησιν. Ἐπωμαδόν. ἐπὶ τῶν ὤμων. καὶ ἐπωμάδιος. Ἐπίπροσθεν. ἔμπροσθεν. ἐπίπροσθεν τοῦ θυσιαστηρίου. Ἐπεγνωσμένως. ᾠκειωμένως. καὶ ὁ Ἀπόστολος· καθὼς καὶ ἐπεγνώσθην. Τὸ Ε μετὰ τοῦ Ῥ. — Ἀρσενικόν. —Ἐρανεμπόλοις. τοῖς ἐκ τῶν ἐράνων ἐμπολῶσιν ἀπὸ τῶν ἀρχῶν. Ἔρανος. ἡ εἰσφορὰ, ἡ συλλογὴ, τὸ ἐκ διαφόρων συναγόμενον. Ἐραστής. ἐπιθυμητής. Ἐρατεινός. ἐπέραστος. Ἐργαστῆρας. ἐργάτας. ὁ δὲ ἐνελόχα τινὰς ἐργαστῆρας ἐκ τῶν ἀγρῶν ἐπανιόντας. Ἐργολάβους. τοὺς ὑπέρ τινων ἔργων μισθὸν λαμβάνοντας. Ἐρεβησαῖοι. ἔθνος. τὴν τῶν Ἐρεβησαίων πόλιν πορθήσαντες. Ἐρέβινθος. τὸ τοῦ ἀνδρὸς αἰδοῖον. καὶ ὃν ἐσθίομεν ἐρέβινθον. Ἔρεβος. τὸ ὑπὸ τὴν γῆν σκότος, ὁ πρὸ τοῦ ταρτάρου τόπος. παρὰ τὸ ἐρέφω. τὸ καταστεγασμένον ὑπὸ τῆς γῆς. ἢ παρὰ τὴν ἔραν βαῖνον. Ἐρέτης. ὁ κωπηλάτης καὶ ἐρετικός. Ἐρετμός. ἡ κωπηλασία. Ἐρετριεύς. κύριον. καὶ Ἐρέτρια, πόλις. Ἐρεγμός. ὁ διασχιζόμενος κύαμος. ἐκ τούτου δὲ καὶ τὸ ἐρείκω, τὸ σχίζω. Ἐρεχθεύς. ὁ Ἐριχθόνιος λεγόμενος. ἀπὸ τοῦ ἐσπάρθαι εἰς τὴν ἔραν· ἢ ἀπὸ τῆς ὀρέξεως τοῦ Ἡφαίστου. Ἐρημαῖος. ὁ ἔρημος λόφος. Ἐρημοσκόποι. οἱ ῥαθυμοφύλακες. ἔρημον γὰρ καὶ τὸ ἀκίνητον καὶ νωθρόν. Ἐριβρεμέτας. μεγαλοκτύπους. ἀπὸ τοῦ ἔρι ἐπιτατικοῦ μορίου, καὶ τοῦ βρέμω, τὸ ἠχῶ. Ἐριαύχενας. μεγαλοτραχήλους. Ἐρίγδουπος. ὁ μεγάλους κτύπους ποιῶν διὰ τῶν βροντῶν. τὸ γ παρέλκον ἐστίν. Ἐρίηρες. εὐάρμοστοι ἢ ἐπιθυμητοί. Ἐρίθακος. ὄρνεον μονῆρες καὶ μονότροπον. Ἐριθηλές. ὁ μεγάλως θάλλων. Ἔριθος. ὁ ἐργάτης. σημαίνει καὶ τὴν γυναῖκα τὴν ἐργαζομένην τὰ ἔρια. καὶ ἐπὶ μὲν τοῦ ἐργάτου ἀπὸ τοῦ ἔρα, ὅ ἐστιν ἡ γῆ, κατὰ μετάθεσιν τοῦ α εἰς ι· ἐπὶ δὲ τῆς γυναικὸς ἀπὸ τοῦ ἔριον γέγονεν ἔριθος. Ἐρινεός. ἡ ἀγρία συκῆ, καὶ ὁ ἐκ ταύτης καρπὸς, ὃν ἀπαρτῶσι ταῖς ἡμέραις συκαῖς. Ἐριούνιος. εἰρηνικὸς, ὠφέλιμος. Ἐρικνώδης. διεῤῥηγμένος. Ἐρισμάραγος. βαρύηχος. Ἐρίσχηλος. λοίδορος. ἀπὸ τοῦ ἐρίζειν διὰ τῶν χειλέων. ἐρίλεσχος τὶς ὢν, ὁ ἐξ ἔριδος λεσχαίνων. Ἐρίτιμος. ὁ μεγαλότιμος, καὶ μεγάλως ἔντιμος. καὶ ἐριτιμώτατος. Ἐριχθόνιος. ὁ Ἑρμῆς. μετασυντέθειται ἡ λέξις. ὥσπερ γὰρ λέγομεν φθινόπωρον καὶ μετόπωρον καὶ πάλιν φθινομετόπωρον, οὕτω ἐριούνιος Ἑρμῆς καὶ χθόνιος καὶ ἐριχθόνιος Ἑρμῆς. Ἑρικούδιον. τὸν φύλακα τοῦ οἴκου Ἀθηναῖοι καλοῦσιν. ἕρκιον γὰρ τὸν οἶκον ἐκάλουν. Ἑρκίτης. ὁ φύλαξ. Ἑρμᾶν. ὕφαλος πέτρα. οὕτως Ἀντιφῶν καὶ Ἀνακρέων καὶ Ἀριστοφάνης. Ἑρμαφρόδιτον. τὸν αἰσχρῶς ποιοῦντα καὶ πάσχοντα. Ἑρμαῖος. ὁ τετράγωνος λίθος. Ἑρμῆς. οὗτος ἦν Αἰγύπτιος σοφὸς, ἤκμαζε δὲ πρὸ τοῦ Φαραώ. Ἑρμῆς ὁ τρισμέγιστος. Ἑρμιονεῖς. ὄνομα ἔθνους. Ἑρμείας. κύριον. Ἑρμοκοπίδαι. οὗτοι ἠκρωτηρίασαν τοὺς Ἑρμᾶς, ὅτε ἔμελλον πλεῖν ἐν Σικελίᾳ. Ἑρμῖνες. οἱ τῆς κλίνης πόδες. Ἕρμων. ποταμός. Ἑρμονιείμ. τὸ ὄρος τοῦ Ἀερμών. Ἔρον. τὸν ἔρωτα. ἔρον σμίκρυνε· τὸν γέλων μέγα γράφε. Ἔρουλοι. ὄνομα ἔθνους. Ἑρπηστικός. ὁ ἕρπων. καὶ ἑρπησμὸς καὶ ἑρπηστής. Ἔρπυλος. εἶδος φυτοῦ εὐώδους, σαμψύχῳ ὅμοιον, ὃ μάλιστα ἐν τοῖς ὕδασι θάλλει. παρὰ τὸ ἕρπειν ἐν τῷ αὔξεσθαι. Ἑρσαῖος. δροσώδης. Ἐρύγμηλος. μεγαλόφωνος. ταῦρον ἐρύγμηλον. ἐρύγμηλος ὡς βέβηλος. τὰ γὰρ διὰ τοῦ ηλος ὑπὲρ δύο συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνονται. οἷον· κάμηλος, φάσηλος. τὰ μέντοι ἐπιθετὰ ὀξύνονται, ὅτε ἔχει παρασχήματα θηλυκά. οἷον· σιγηλὸς, ὑψηλὸς, μιμηλός. τὰ δὲ μὴ οὕτως ἔχοντα προπαροξύνονται. οἷον· κάπηλος, βέβηλος. οὕτως οὖν ἐρύγμηλος. Ἐρυθραῖοι. οἱ ἀπὸ πόλεως τῆς ἐν Ἰωνίᾳ Ἐρυθρᾶς καλουμένης. Ἐρύπειος. τόπος οὕτω καλούμενος. Ἐρανιστής. κυρίως ὁ τοῦ ἐράνου μετέχων, καὶ τὴν εἰσφορὰν, ἣν ἑκάστου μηνὸς ἔδει καταβάλλειν, εἰσφέρων. Ἀριστοφάνης· ὁλκὰς πρώην ἐρανιστὰς ἐσθίων ἕψημα ἔτνος. Ἔρως. ὁ στέφανος παρὰ Νικαεῦσιν, ὁ ἐκ τῆς γῆς ἠρανισμένος. Ἐρωτομανής. ὁ μανικῶς καὶ ἐπιθυμητικῶς ἔχων τοῦ πορνεύειν. Ἐρώεις. ὁ ὑποχωρῶν. ἢ καὶ ὁ ἐπιθυμητικός. Ἐρωδιός. ὄρνεον ὅμοιον πελαργῷ. Δαβίδ· τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. αὐτῶν μέντοι τῶν στρουθίων ἡγεῖσθαι φασὶν τὴν οἰκίαν ἤτοι τὴν καλιὰν τοῦ ἐρωδιοῦ. διὰ τί τοῦτο; τὰ ὑψηλότατα τῶν δένδρων καταλαμβάνοντες οἱ ἐρωδιοὶ νεοττεύουσιν, ὡς ἐπίπαν ἐν ἐλάταις ταῖς πασῶν ὑψηλοτάταις τῶν δένδρων. καὶ Ἀκύλας. φησίν· ἐρωδιῷ ἐλάται οἶκος αὐτῷ· τῷ δὲ ἰκτίνῳ βόρατον οἴκησις. οὐδὲ τοῦτο μάτην προσέθηκεν ὁ Δαβὶδ, ἀλλʼ ἵνα δηλώσῃ, πόσην καὶ τοῖς ἔξω ζώοις ὁ δημιουργὸς ἐνέθηκε σύνεσιν. ὥστε εἰδέναι τοῖς συνετωτέροις τὴν ἡγεμονίαν πτήσεώς τε καὶ κατοικίας χρήσασθαι· ἐπειδὴ συνετὸς εἶναι ὁ ἐρωδιὸς λέγεται, ὥστε καὶ σφόδρα ζηλοῦν τὰ ἤθη τὰ ἀνθρώπεια καὶ λίαν πρὸς τὸν κεκτημένον ἡδέως ἔχειν, ὅπέρ ἐστι συνέσεως ἴδιον. ὅπως δέ ἐστι συνετὸν, καὶ Ἱερεμίας ἐδήλωσε. φασὶ γάρ· ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς· τὸν ἐρωδιὸν λέγων. Γρηγόριος δὲ ὁ Νυσσῆς λέγει ἀπεχθῶς περὶ τὰς μίξεις τῶν ἐρωδιῶν, καί τινι φύσεως ἀνάγκῃ πρὸς ἄλληλα συνδυάζεσθαι, ὀκλάζοντά τε καὶ δυσανασχετοῦντα καὶ τὴν ἀηδίαν ἐπισημαίνοντα. ὅθεν μοι δοκεῖ τὴν καθαρότητα ἐναινίγματον διὰ τοῦ ὀνόματος τούτου σημαίνειν ὁ λόγος. Ἀναστάσιος δὲ ὁ μητροπολίτης Νικαίας φησὶν, ἐπειδὴ ἁπλῶς εἶπεν· ἐκεῖ στρουθία ἐννοσσεύουσι, τῷ ὕψει τῶν κέδρων ἐπήγαγε καὶ αὐτὸ τὸ γένος. λέγει δὲ, ὅτι ἡγεῖται τῶν τοιούτων στρουθίων ὁ ἐρωδιός. αἰνίττεται δὲ ὀρνίθων φιλέρημον γένος, εἴτε ὁμωνύμως τοῦ συνοικοῦντος ἀνθρώποις ἐρωδιοῦ κᾀκεῖνα καλεῖ· εἴτε καὶ ἴδιον ἄλλο γένος ἀγριωτέρων πετεινῶν αἰνίττεται, καθόλου ἐκεῖνο σημαίνει, ὅτι τὰ ὕψη τῶν δένδρων πετεινοῖς τισὶν ἔκκειται πρὸς νεοττείαν τὲ καὶ οἴκησιν. Ἐρυσιπέλας. πάθος πλανώμενον καὶ σῆπον καὶ τὰ πλησίον ἐπινεμόμενον. Ἔρως. ἡ ἐπιθυμία. παρὰ τὸ ὁρῶ τὸ βλέπω. ὁ διὰ τῆς αἰσθητῆς ὁράσεως γινόμενος πόθος. ἢ παρὰ τὸ ἐρῶ τὸ ἐπιθυμῶ. Ἑρμείας. κύριον. παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἢ παρὰ τὸ ἑρμηνεύω. Ἑρμείας γὰρ καὶ Ἑρμῆς λέγεται ὁ τοῦ λόγου ἡγούμενος. — Θηλυκόν. —Ἔρα. ἡ γῆ, ὅτι ἐνεῤῥίζωται. καὶ οὕτως καλοῦσιν ἐρίσαι τὸ παρὰ ἴσης γῆς φιλονεικῆσαι. Ὅμηρος· ὥτʼ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης— ἔνθεν καὶ τὸ ἔραζε τὸ σημαῖνον τὴν γῆν. αἶρα δὲ ἡ τοῦ σίτου, δίφθογγον. Ἐργάνη. ἡ Ἀθηνᾶ, παρόσον ἔφορός ἐστι τῆς τῶν γυναικῶν ἐργασίας. σημαίνει δὲ καὶ τὴν ἐργασίαν. Ἐργάτιδες. αἱ ἐργαζομέναι γυναῖκες τὰ τῶν ἀνδρῶν ἔργα. Ἐργίσκη. πόλις ἐν Θράκῃ, ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος. Ἐρετρία. ὄνομα πόλεως. Ἐρεσχελία. ἡ φλυαρία, φιλονεικία. ἐξ οὗ καὶ ἐρεσχελεῖται, ὅ ἐστι διαπαίζεται καὶ χλευάζεται. Ἐρεβενὴ νύξ. ἡ σκοτεινή. Ἐρεμνή. σκοτεινή. παρὰ τὸ ἔρεβος. ἐρεβένη καὶ ἐρέμνη κατὰ συγκοπήν. καὶ ἐρεμνός. Ἐρείκη. εἶδος φυτοῦ σχιστοῦ. ἢ εὐσχιδὲς ξύλον. ἀπὸ τοῦ ἐρείκω, τὸ σχίζω. Ἡσίοδος ἐν Ἀσπίδι· διήρεικον χθόνα δῖαν. καὶ ἔρειξις ἡ διεσχισμένη γῆ. Ἐρείπιος. ἡ χέρσος γῆ. Ἐρειπίωσις. ἡ πτῶσις. Ἐραία. ὁ κλάδος. σημαίνει δὲ καὶ τῆς ἐλαίας τὸ σκυβαλῶδες ἢ καὶ μαλλίον. Ἐρήμη δίκη. ὅταν μὴ παρόντων τῶν μερῶν ὁ δικαστὴς τὴν ψῆφον ἐξενέγκῃ. Ἐρήμη νίκη. ἡ μονομερῶς ζητηθεῖσα, καὶ μὴ δεξαμένη ἐκ τινῶν ἐμποδίων τὸ πέρας. Ἐρημία. ἀπορία, σπάνις. Ἔρημος. κυρίως ἡ μονωθεῖσα τῶν ἐνοικούντων τῇ γῇ. ἀπὸ τοῦ ἤρεμος κατὰ ἐναλλαγὴν τῶν στοιχείων. ἢ ἀπὸ τοῦ ἔραν μόνον ἔχειν, ὅ ἐστι τὴν γῆν. Ἐρίθεια. ὁ ζῆλος, ἢ καταλαλιὰ, ἢ κακολογία, ἢ διὰ τῶν λόγων φιλονεικία. λέγεται καὶ ἡ δουλεία, καὶ ἡ μισθαρνία. ἢ ἐρίθειά ἐστιν ἐξ ὧν ποιεῖ τὶς ἐπιδεικτικῶς ἢ κενοδόξως. προσκαλεῖσθαι καὶ ἐρεθίζειν ἄλλους πρὸς τὰ ὅμοια. Ἔρις. ὅταν τις ὑπὲρ τοῦ μὴ ἐλάττων φανῆναί τινος σπουδάζῃ τι ποιεῖν. ἔρις παρὰ τῷ Ἀποστόλῳ ἡ διὰ λόγων ἐπίψογος φιλονεικία. ἐκ τοῦ ἔρω τὸ λέγω. Ἐρίπναι. οἱ σηραγγώδεις τόποι, καὶ παρατεταμένοι καὶ ἀπεῤῥωγυῖαι πέτραι, διʼ ὧν μεγάλαι πνοαὶ εἰσδύνουσιν. ἐριπνοαὶ, ἐρίπναι, ἀντὶ τοῦ μεγάλαι καὶ ὑψηλαί. Ἐριννύς. δαίμων ὑποχθόνιος ἢ τιμωρητική. Ἐριώλη. πνοὴ σφοδρὰ, ἢ ἀνέμου συστροφὴ, ἢ πυρὸς, καὶ ἡ τῆς ἀναθυμιάσεως συστροφὴ, πρὶν ἐκπυρωθῆναι τὸν ἀέρα. Ἐριβώλαξ. ἡ εὔγειος γῆ καὶ λιπαρά. Ἔρση καὶ ἔρσος. ἡ δρόσος. θηλείας ἔρσης ἰκμάδα γευόμενος. οἱ γὰρ τέττιγες δρόσον σιτίζονται. παρὰ τὸ ἄρδω ἄρση καὶ ἔρση. ποτίζεται γὰρ ὑπʼ αὐτῆς πάντα τὰ φυτὰ καὶ κατάρδεται. Ἔρσις. τὸ πλεξείδιον. παρὰ τὸ εἴρω τὸ συμπλέκω. Ἐρσεφορία. δροσοφορία. Ἐρσηλία. κύριον. Ἐρυγή. πνεύματος ἀναπομπὴ ἐκ τοῦ στομάχου. ἔνθεν καὶ τὸ ἐξερεύξατο. ἢ πνεῦμα κρύφιον κατὰ τὴν ζέσιν τῆς τροφῆς ἀποῤῥηγνυμένων τῶν πομφολύγων ἐπὶ τὸ ἄνω διαπνεόμενον. ἐρυγὴ καὶ ἡ κραυγή. Ἐρύθεια. πόλεως ὄνομα. Ἐρυθρὰ θάλασσα. ἀπὸ τοῦ Ἐρυθροῦ βασιλέως πεσόντος ἐκεῖ καὶ πνιγέντος, οὗ ἐν τῷ τάφῳ ἐπιγέγραπται· ἐνθάδε τάφος ἁλὸς παμμεδέοντος Ἐρυθροῦ. ἢ παρὰ τὸ τὰ παρακείμενα ὄρη εἶναι ἐρυθρά. Ἐρυσίβη. ἡ κονιορτώδης φθορὰ τοῦ σίτου, ἢ τὸ ἐκ τοῦ ἀέρος καὶ τῆς πάχνης γινόμενον φθαρτικόν. ἀπὸ τοῦ ἐρύω, τὸ κωλύω, καὶ τοῦ βῶ, τὸ τρέφω. Ἐρχία. δῆμος τῆς Ἀττικῆς. Ἐρωή. ὑποχώρησις ἢ ὁρμή. Ἐρώτησις. ἔνδοξος πρότασις διαλεκτική. ἐρώτησις διαλεκτική. ἀποκρίσεως αἴτησις, ἢ τῆς προτάσεως, ἢ θατέρου μορίου τῆς ἀντιφάσεως. Ἐρίῳ στέψαντες. ἀντὶ τοῦ στέμμα παραθέντες. Ἑρκτή. παρὰ τὸ ἕρκος. Ἔριδι. μάχῃ. οὕτως ὁ Ἀπόστολος· μὴ ἔριδι καὶ ζήλῳ. τὸ ζήλοις περὶ βασκανίας λέγει. παρὰ τὸ ἐρῶ τὸ λέγω. ἢ παρὰ τὸ ἐρίζω τὸ φιλονεικῶ. — Οὐδέτερον. —Ἐράνιον. ἐκ συνεισφορᾶς δῶρον. Ἔργον. ἡ παρασκευὴ τοῦ πολέμου. ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο— τὰ γεώργια. πολλὰ δʼ ὑπʼ αὐτοῦ ἔργα κατήριπε κάλʼ αἰ-ζηῶν. καὶ τὸ κυρίως ἔργον. ἀλλʼ ἐς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμι-σον. Ἔργον εἰπεῖν. χαλεπὸν εἰπεῖν. Ἐργωδέστερον. δυσκολώτερον, ἢ δυσκαταληπτότερον. Ἐργῶδες. μετὰ πόνου γινόμενον, δυσχερές. Ἔρεβος. τὸ σκότος. Ἐρέθισμα. διέγερσις καὶ ἡ ὕβρις. μετὰ δὲ οὐ φέρων ἔτι τὸ ἐρέθισμα, ἀντήλασε τὸν ἵππον. Ἐρέσσιον. πόλις Βοιωτίας. Ἐρέψιμον. εἶδος πόας. σημαίνει δὲ καὶ τὸ ἄκαρπον φυτόν. Ἐρεοῦν κλῶσμα. τὸ μαλλίον. ἐρεοῦν καὶ λινοῦν περισπᾶται. τὰ πληθυντικὰ τούτων συστέλλουσι, λινὰ καὶ ἐρέα. οἱ δὲ Ἀττικοὶ τὰ οὐδέτερα πληθυντικὰ ὁμοίως τοῖς ἑνικοῖς περισπῶσι. τὰ ἀργυρᾶ· τὰ πορφυρᾶ· τὰ χαλκᾶ· τὰ χρυσᾶ. Ἐρειπίοις. ἐν τοῖς πτώμασι τῶν νεκρῶν. ἐν δʼ ἐρειπίοις νεκρῶν ἐῤῥιφθείς. Ἐρεικτά. σχιστὰ, ἄλευρα ἢ κεκομμένα ὄσπρια. ἢ τὰ σχιζόμενα ξύλα. Ἀριστοφάνης· ἧψε κατʼ ἐρεικτῶν χύτρας. Ἔρεισμα. στήριγμα. ἔρισμα δὲ ἡ ἔρις, ι. Ἐρείπιον. τὸ ἡμίπτωτον οἴκημα. καὶ ἐρείπιος γῆ, ἡ χέρσος. Ἔρημον. τὸ ἀκίνητον καὶ νωθρόν. Ἐρήματα. τὰ θρέμματα. καὶ ἔρημα ποιητικῶς. Ἔριον. τὸ μαλλίον. καὶ εἶρος ὁ πόκος. οἷον· ἰοδνεφὲς εἶρος ἔχουσα. παρὰ τὸ ἔῤῥω, τὸ φθείρω, περὶ ὃ ταλαιπωροῦσιν αἱ ἐργαζόμεναι. ἢ ὅτι ἔαρι κείρεται τὰ πρόβατα. Ἐριβρύχων. πολυήχων. ἐριβρύχων ὑδάτων. Ἕρκος. περίφραγμα, τείχισμα. ἕρκος περιθέντες. Ἕρμα. λίθος μέγιστος. ἕρμα τὲ εἰς τὴν πρύμναν ἐνθέντες τοῦ ἐξᾶραι εἰς ὕψος τὴν πρώραν πιεζομένης κατὰ πρύμναν τῆς νηός. Ἑρμάδιον. τὸ τοῦ Ἑρμοῦ. Ἑρμωνιείμ. ὄρος μικρὸν ἐγγὺς τοῦ Ἰορδάνου, ἐν ᾧ Ἠλίας ἀνελήφθη. ἑρμηνεύεται καὶ ὁδὸς λύχνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν ἀνοίγοντος φωτισμοῦ. Ἕρμαιον. εὕρημα ἐπικερδές. Ἔρνος. ὁ κλάδος, τὸ ἐκ τῆς ἔρας νεόμενον καὶ αὐξούμενον. Ἐρσήεντα. δροσώδη, νεαρά. καὶ ὁ ἐρσήεις ἐπὶ ἀρσενικοῦ. Ἐρυθρόν. μέλαν, κόκκινον, πυῤῥόν. παρὰ τὸ ἐρύω, ἐρύσω, ἐρυτρὸν καὶ ἐρυθρόν. ἐρυθρὸν δὲ λέγεται τὸ ἐρύον καὶ κωλύον. ἢ παρὰ τὸ ἐρεύθω τὸ βάπτω, ἐρευθὸν καὶ ἐρυθρόν. Ἐρύθημα. βάμμα κόκκινον ἢ πυῤῥὸν ἢ μέλαν, ἢ ἡ ῥίζα ἡ λεγομένη ἐρυθροδάνη. λέγεται καὶ ἐρυθρόδανον. Ἔρυμα. φύλαγμα, ἀσφάλεια. Ἐρυμνόν. ἰσχυρὸν, στερεόν. Ἐρυμβόνα τὰ τιμιώτατα εἰς ἀσωτίαν ἀφειδεστάτην. ἀπὸ τοῦ ῥυμβονῶ ῥήματος. Ἐῤῥωμενέστερον. ὑγιεινότερον, γενναιότερον. — Ῥῆμα. —Ἐρανίζειν. παρὰ τὸ συλλέγειν ἔρανον παρὰ τῶν φυλῶν. οὐχὶ ἐρανίζεσθαι. Αἰσχίνης· ἐρανίζειν στεφάνους κηρύγματα ψευδῆ φιλοτιμίαν κτᾶται. Ἐρᾷ. ἐπιθυμεῖ. Ἐράσθην. οὐκ ἀπὸ τοῦ ἐρῶ· ἦν γὰρ ἠράσθην, ὡς μακρᾶς οὔσης τῆς παραληγούσης· ἀλλʼ ἀπὸ τοῦ ἐρῶ γίνεται ἐράζω, τετάρτης συζυγίας τῶν βαρυτόνων. Ἔρδει. πράττει. Ἐρεσχελεῖται. διαπαίζεται, χλευάζεται. ἐριστικῶς ἐρωτᾶται. Ἐρεπτόμενοι. κυρίως τὸ ἐπὶ ἀλόγων ἐσθίειν. οἷον· —κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. παρὰ τὸ ἀπὸ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, ἔχειν τὴν τροφήν. Ἐρέσσειν. κωπηλατεῖν. ἔστιν ἐλῶ, τὸ ἐλαύνω. γίνεται ἐλέσσω καὶ ἐρέσσω, καὶ τὸ ἀπαρέμφατον ἐρέσσειν. Ἐρεύω. οἱ μὲν ἀπὸ τοῦ ἐρέσσω, ἐρεύω, ὃ σημαίνει τὸ ἐλαύνω. ἐρευνωμένης ἁλὸς ἔξω. Ἐρέφω καὶ ἔρεψα. ἀντὶ τοῦ ἐκόσμησα καὶ ἐστεφάνωσα. τὸ θέμα ἐρέφω. οἱ μὲν, ὅτι πρωτότυπον· οἱ δὲ ἀπὸ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς. Ἐρέπω. σκέπω. Ἔρεσθαι. ἐρωτᾷν. Ἐρεθίζει. παρορμᾷ, παροξύνει, παραθήγει, ἀνάπτει. τῇ ῥιπίδι τὸ πῦρ ἐρεθίζει. Ἐῤῥέτω. φευγέτω, οἰμωζέτω. Ἐρεβοδιφῶντες καὶ ἐρεβοδιφῶσι. τὰ ὑπὸ τὸ σκότος ψηλαφῶσι καὶ τὰ ὑπὸ τὸν Τάρταρον. Ἐρεείνω. ἐρωτῶ. Ἐρέμβοντο. ἀπεπλανῶντο. Ἐρέσσουσι. κινοῦσι. τοίας ἐρέσσουσιν ἀπειλάς. Ἐρετμῶσαι. κωπηλατῆσαι. Ἐρέψεις. καλύψεις. σκεπάσεις. κοσμήσεις. Ἐῤῥέθη. ἐλέχθη. ἀπὸ τοῦ ῥῶ, ῥήσω, ἔρηκα, ἔρημαι, ἐῤῥέθη. Ἐρείδειν. ἀκκουμβίζειν καὶ τὸ συνουσιάζειν. Ἐρείομαι. ἐρωτήσω. Ἐρεῖτε. λέγετε. Ἐρείπω. τὸ καταβάλλω. Ἔῤῥει. ἀντὶ τοῦ ἔῤῥεε, καὶ ἀφθόνως ἐχορηγεῖτο. ἔῤῥει γάρ οἱ κατὰ πρύμναν τὰ ἐκ τῆς τύχης. Ἐρήρειστο. ἥδραστο, ἥρμοστο, ἐπέπηκτο. φυλάσσει τὴν ει δίφθογγον πρὸς ἀντιδιαστολὴν τοῦ ἐρήρισται, ὅπερ σημαίνει τὸ φιλονεικῶ. ἔστι δʼ ὅτε οἱ Δωριεῖς φυλάττουσι φύσει μακρὰ, οἷον ὀρῶ, ὀρήσω, ὤρηκα, καὶ ἀττικῶς ὀρώρηκα. καὶ φυλάττεται παρὰ Δωριεῦσιν ἡ φύσει μακρά. ἡνίκα δὲ ἔχει τὴν ει δίφθογγον ἢ τὴν ευ ἐν τῷ Ἀττικῷ παρακειμένῳ, τότε καὶ τὸ ε ἀποβάλλει. Ἐρηρεισμένος. ὁ ἡδρασμένος. ἐρηρισμένος δὲ ὁ πεφιλονεικημένος, ι. Ἐρηρωτηκώς. ἤδη ἐρωτήσας. Ἐῤῥήσετε. ἀντὶ τοῦ μετὰ φθορᾶς βαδίζετε. ἐπὶ κατάρας· οὐκ ἐς κόρακας ἐῤῥήσετε. Ἐρηρέδαται. ἀπὸ τοῦ ἐρείδω, ἤρεικα, ἤρεισμαι, ἤρεισται, καὶ ἰακῶς ἐρηρέδαται, τῆς τρίτης συλλαβῆς συσταλείσης. Ἐρήριπτο. ἐπεπτώκει. Ἐρήτυθεν. ἀντὶ τοῦ κατέσχεν. Ἐρητύω. τὸ κωλύω. Ἐριδαίνεται. φιλονεικεῖ. Ἐῤῥίφθων. ἀποῤῥιφθήτωσαν. Ἐριθευόμενος. διὰ λόγων φιλονεικῶν. καὶ ὅσα νοῶ ἐριθευόμενος. Ἐριποῦσα. πεσοῦσα. ἐριπῶ γὰρ τὸ καταπίπτω, περισπωμένως. Ἐῤῥιπτασμένον. γεγυμνασμένον. εὑρημένον. πολλαῖσί τʼ ἀγρυπνίαις ἐῤῥιπτασμένον. Ἐῤῥικνωμένον. ἔχον ῥυτίδας, ἢ πεπαλαιωμένον καὶ διεῤῥηγμένον. Ἐρισχελεῖν. τὸ λοιδορεῖν καὶ εἰς ἔριν προσκαλεῖσθαι. καὶ ἐρίσχηλος ὁ λοίδορος. Ἐρομένῳ. ἐρωτῶντι. ἐρωμένῳ δὲ τὸ ἐπιθυμοῦντι, μέγα. ἀπὸ τοῦ ἐράω, ἐρῶ, τὸ ἐπιθυμῶ. Ἔρομαι. ἐρωτῶ. Ἐρόγευον. διʼ ἑνὸς ρ ὡς σεσημειωμένον. Ἐῤῥόντων. φθειρέσθωσαν. Ἔρσαι. δροσίσαι. γίνεται παρὰ τὸ εἴρω. ὁ μέλλων ἔρσω, αἰολικῶς ἔρσαι. ἀπὸ τοῦ εἴρειν καὶ κατέχειν τὴν ἀναπνοὴν, ὅθεν καὶ εἱρκτὴ παρὰ τὸ ἕρκος. Ἑρπύζω. βαδίζω. καὶ ἑρπυσμός. Ἐρυγγάνειν. ἐρεύγεσθαι. καὶ εἰ περίβλεπτον καὶ δόκιμον ἠρύγγανε γένος, δοῦλος ἐπιπράσκετο. Ἐρυθαίνει. πυῤῥὸν ποιεῖ ἢ κόκκινον ἢ μέλαν. ὅθεν καὶ ἐρύθημα ἡ ῥίζα ἡ λεγομένη ἐρυθρόδανον ἢ ἐρυθροδάνη. καὶ ἐρυθαίνεται. Ἐῤῥύθμισεν. ἐκανόνισε. διετύπωσεν. Ἐρυθροδανωμένον. κόκκινον, πυρὸν ἢ μέλαν. τοιοῦτον γὰρ ἡ ῥίζα τῆς ἐρυθροδάνης. Ἐρυκέμεναι καὶ ἐρυκέμεν. ἀντὶ τοῦ κατέχειν ἢ κωλύειν. Ἐρύω. τὸ ἑλκύω. Ἐρυσάμενος. ἑλκύσας. Ἐρύσαντας. ἑλκύσαντας. ἐκδείραντας. ἐρύσαντας τὸ δέρμα σὺν τῷ χάσματι φυλάττειν. Ἐρχθέντα. ἐν ὕδασιν ἀποπνιγέντα. Ἔῤῥω. τὸ φθείρω, ὡς τό· ἔῤῥε, κακὴ γλήνη— παρὰ τὸ ῥῶ, φθείρω, ἐν συνθέσει τοῦ ἔρι κατὰ συγκοπὴν ἔῤῥω. Ἔῤῥων. μετὰ φθορᾶς παραγενόμενος, ἢ πορευόμενος. Ἐῤῥῶσθαι φράσας. οἰμώζειν εἰπών· κατεγνωκώς. Ἐρωήσας. ἀντὶ τοῦ μειώσας, κατεάξας· ἢ ὁρμήσας ἢ ὑποχωρήσας. Ἐῤῥώγασιν. ἐσχίσθησαν. Ἔῤῥωσο. ὑγιαίνοις. ἔῤῥωσο ἐν θεῷ. Ἐρωτῶ σε. παρακαλῶ σε, ἱκετεύω σε. ἐλθεῖν πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα· ἀντὶ τοῦ παρεκάλει. παρὰ τοῦ ἔρωτος γενικὴν γέγονεν ἐρωτῶ. οἱ γὰρ ἐρωτῶντες ὃ εὔχονται μαθεῖν τοῖς ἐρῶσιν ἐοίκασιν. Ἐῤῥήθησαν. ἀντὶ τοῦ παρηγγέλθησαν. ὁ Ἀπόστολος· τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι. Ἐργαζομένῳ. κατορθοῦντι. οὕτως ὁ Ἀπόστολος· τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. — Ἐπίῤῥημα. —Ἔραζε. χαμαὶ, εἰς τὴν γῆν. Ἐρεβόθεν. ἐκ τοῦ σκότους. Ἐῤῥωμένως. ὑγιῶς. Ἐρωτικῶς. ἐπιθυμητικῶς. Ἐρωμανῶς καὶ ἐρωτομανῶς. ὁ ἐν τῷ ἔρωτι μαινόμενος. Τὸ Ε μετὰ τοῦ Σ. — Ἀρσενικόν. —Ἐσσαῖοι. οὗτοι ὑπέρτεροι σφόδρα καὶ λίαν ὑπερκείμενοι τῶν Φαρισαίων κατὰ τὴν πολιτείαν. στιβαρὸν γὰρ γένος ἑρμηνεύονται, διὰ τῆς τοῦ ὀνόματος ἐκδόσεως. ὑπαγορεύουσι δὲ τὰς βίβλους ὁμοίως τοῖς Νασσαραίοις· τὴν οἰκείαν δὲ πίστιν ἀρνοῦνται στόματι. καὶ τοῦτο ποιοῦντες φασὶ μὴ ἔχειν ἁμαρτίαν. μισοῦσι δὲ τὴν ἐγκράτειαν καὶ κατὰ ἀνατολὰς οὐκ εὔχονται. τινὲς Ὀσσαῖοι γράφουσιν. Ἐσσηρός. ὁ μάντις. Ἐσσεβών. ὁ ἀῤῥαβὼν, ἑβραϊστί. καὶ ἀντὶ τοῦ ἔσωθεν. Ἐσσήν. ὁ βασιλεὺς τῶν μελισσῶν. ἡ γενικὴ τοῦ ἐσσῆνος. Ἐς κόρακας. εἰς σκότος. εἰς ὄλεθρον. Ἐσμός. κυρίως τὸ πλῆθος, καὶ ὁ ὄχλος τῶν μελισσῶν. παρὰ τὸ ἅμα πετομένας ἴεσθαι. Ἑσπέριοι. οἱ ἐπὶ τὴν δύσιν οἰκοῦντες. Ἕσπερος. ἀστὴρ, ὃς κάλλιστος ἐν οὐρανῷ ἵσταται. εἴτε καὶ ὁ καιρὸς, εἴτε καὶ ὁ ἀστήρ. ἀπὸ τοῦ ἔσω ποιεῖν τὰ ζῶα περᾷν ἀναπαυσόμενα. ἢ ὁ πέρας τῆς ἑῴας φέρων. Ἑστιαιεύς. κύριον. καὶ Ἑστιαῖος. Ἑστιάτωρ. ὁ δειπνοκλήτωρ. Ἐσχαρίτης. ἄρτος ὁ ἀπὸ κλιβάνου. Ἔσχατος. ὁ τελευταῖος. ἀπὸ τοῦ ἔχω. ἔχατος καὶ ἔσχατος. περὶ τὰ τέλη γινόμενοι, ἐνεχόμεθα ἢ βαδίζειν ἢ ἀριθμεῖν, ἢ ὅ, τι ποιεῖν οὐκ ἔτι προβῆναι δύναται. ἀλλὰ ὕστερος κεῖται τοῦ πρώτου. — Θηλυκόν. —Ἐς ἀώ. εἰς μίαν ἡμέραν. Ἐσαώρας. εἰς καιρούς. Ἔσσα. ὄνομα πόλεως. Ἐσθήσεσιν. ἱματίοις. ἐσθήσεσιν ἀστραπτούσαις. Ἐσθής. τὸ ἱμάτιον. παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, ἑστής. ὥσπερ παρὰ τὸ ἀργὸς ἀργὴς, ἀφʼ οὗ τό· —ἀργῆτα κεραυνόν. καὶ γυμνὸς γυμνής· οὕτως καὶ ἐστὸς ἐστὴς καὶ ἐσθής. Ἑσία. ἡ πρεσβεία. αἰσία δὲ ἡ δικαία καὶ ἡ πρέπουσα, δίφθογγον. Ἐσκουπονδία. στρατιωτικὰ ἐφόδια κατὰ Ῥωμαίους. Ἑσπέρα. ἡλίου στέρησις ἢ πέρας τῆς ἡμέρας· ἕως γὰρ ἡ ἡμέρα. Ἐς ἠῶ. εἰς ἡμέραν. Ἑστιάδες. αἱ ἱέρειαι. Ἑστία. ἡ οἰκία, δίαιτα, οἴκησις, βωμὸς, χυτρόπους, ἐσχάρα. Ἑστιατορία. ἡ ἑστίασις. Ἐσχατιά. τὸ ἔσχατον μέρος τῆς ἐρημίας, ἢ ὁ ἔσχατος τόπος τῆς γῆς, ἢ τὰ νομὰς ἔχοντα χωρία. καὶ τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ἔλεγον, οἷς γειτνιᾷ ὄρος εἴτε θάλασσα. Ἐσχάτη ἀδικία. ἄκρα καὶ τελεία. Ἐσχατόωσαν. ἐσχάτην κειμένην. Ἐσχάρα. Λυκοῦργος καὶ Ἀμμώνιος τὴν ἑστίαν λέγουσι τὴν μὴ ἔχουσαν ὕψος, ἀλλʼ ἐπὶ γῆς ἱδρυμένην ἢ κοίλην. παρὸ καὶ τοὺς ἰατροὺς τὰ ἐν σώματι κοῖλα ἕλκη λέγουσι καλεῖν ἐσχάρας. Ἐσχάραι καὶ αἱ ἐπʼ ἐδάφους ἀνθρακίαι. ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι. Ἐσχάτη γαστήρ. τὸ κοιλοέντερον λέγει ὁ Ἱπποκράτης. καὶ ὁ Ψελλός· τὸν θώρακα δὲ κίθαρον, κρατῆρας τοὺς ὀδόντας. τὸ κῶλον καὶ τὸ ἔντερον ἐσχάτην τῆς γαστέρος. ἔστι δʼ ὅπου τὸν τράχηλον στόμαχον τῆς γαστέρος. — Οὐδέτερον. —Ἐσθημάτων. ἱματίων. Ἔσθος. τὸ ἱμάτιον. Ἐσθλά. ἀγαθά. ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχεν. Ἑσπέρια. τὰ δυτικά. Ἔσοπτρον. κάτοπτρον. ἐσόπτρῳ ἐνορῶντες. Ἑστιατορεῖον. δειπνοκλητόριον. Ἐς τάχος γράφει. ἀττικῶς οὕτω λέγει. καὶ ἐς κάλλος γράφει, ἀλλʼ οὐ καλλιγραφεῖ. Ἐσχαρίου πυρός. τοῦ ἐπὶ τῆς ἐσχάρας. Ἤριπεν ἐσχαρίου λάβρον ἐπʼ ἆσθμα πυ-ρός. Ἔσχατα κακά. τὰ μεγάλα παθεῖν. μὴ τὰ ἔσχατα αὐτὸν περιϊδεῖν παθόντα. ἀντὶ τοῦ λίαν, μέγα. Ἐσχάριον. τὸ θυμιατήριον. τοῦ Ψελλοῦ· τὸ δὲ θυμιατήριον ἐσχάριόν μοι κάλει. Ἐσάλευε καὶ ἀπεσάλευε. τοῦτο ἐπὶ νεῶν λέγεται καὶ ἐπὶ ἀνθρώπων. σημαίνει δὲ ἡ λέξις τὰς ἐλπίδας ἐπὶ τούτοις εἶχεν. Ἔσσατο. περιεβάλλετο. ἕσσατο Δαμαρέτου θυγάτηρ. Ἔσαν. ὑπῆρχον. ἔστι παρατατικὸς τρίτου προσώπου τῶν πληθυντικῶν τῶν εἰς μι. τοίοι ἔσαν κήρυκες καὶ ὀτρυρώ—. Ἐσέφθη. ἐσεβάσθη, ἐτίμησε, καὶ ἀντὶ τοῦ ἐθαύμασε καὶ ἐξεπλάγη, καὶ ἀντὶ τοῦ ἐμαντεύθη. Ἐσεσήρεσαν. ἀντὶ τοῦ ἐκεχήνεσαν. ἡ μεταφορὰ ἀπὸ τῶν ὀργιζομένων κυνῶν. ἐς ἀλλήλας ἐσεσήρεσαν ἡμιμανές τε καὶ ἄγριον οἱ Σκύθαι. Ἐσεσήρει. ὠργίζετο. λίαν γὰρ εἰς αὐτὴν ἡ Θεοδώρα ἠγριαίνετο καὶ ἐσεσήρει. ἢ ἐσεσήρει ἀντὶ τοῦ ἐδυσχέραινεν. Ἔσεισεν. ἀντὶ τοῦ ἐλύπησεν. ἔσεισέ μου τὴν καρδίαν. καὶ ἀντὶ τοῦ ἐτάραξεν. ἐσείσθησαν λαοί. Ἐσήλατο. εἰσῆλθεν, εἰσέφρησεν, ἐπεισῆλθεν, εἰσεπήδησεν. Ἐσήμαινε. προσέτασσεν. ὁρῶν τὸ πρόθυμον τῶν Ῥωμαίων, ἐσήμαινε τοῖς ἑαυτῷ ἑπομένοις ἐπικουρεῖν. Ἔσθενε. σθένους καὶ δυνάμεως μετεῖχεν. ἔστενε δὲ, ἀντὶ τοῦ ἐστέναζεν. Ἐσθίειν λέγεται. ἔσθειν δὲ σπανίως καὶ εἴπερ ἄρα οἱ ποιηταί. Ἔσθε. τρῶγε. Ἔσθω. τρώγω. ἀφʼ οὗ παράγωγον ἐσθίω. καὶ ἡ μετοχὴ ὁ ἔσθων. ἔσθων καὶ πίνων. παρὰ τὸ ἔδος ἐστός. ὡς βάζω, βιβαστὸς, ἐγείρω, ἐγερτός· καὶ ἀπὸ τοῦ βιβαστὸς βιβάσθω καὶ ἐστὸς ἔσθω. Ἐσθεῖν καὶ ἐστρέχειν. Ἐσσί. καὶ ὑπάρχεις. ἔστιν ἔω, ἔσω. οἱ δὲ Σικελοὶ τὰ ἐπὶ μελλόντων βραχέα φωνήεντα, διπλάζοντες τὸ ς διπλάσσω λέγουσιν. ὁμοίως τὸ ἔσσω, ἔσσομαι, ἔσσεται. οἱ δὲ Δωριεῖς καὶ ἐν τῷ μέσῳ παθητικῷ περισπῶσι προστιθέντες τὸ ἰῶτα, πλεύσεται, πλευσεῖται, ἔσσεται, ἐσσεῖται. Ἐσκληκότα. προσλιπαροῦντα. μετῆκται δὲ ἀπὸ τῶν προσξηραινομένων. Ἐσκοπίαζε. περιέβλεπεν. Ἔσκαζεν. ἐνεδοίαζεν, ἀμφέβαλεν. ὁ δὲ ἔσκαζεν, ὅπως ἔχει γνώμης τὰ Ῥωμαίων συντάγματα. Ἔσκαλεν. ἐσκάλευεν, ἠρεύνα, ἀνεζήτει. καὶ ἔσκαλε τὸ πνεῦμά μου. Ἐσκευώρησεν. ἐπεβούλευσεν. ἐξ οὗ καὶ σκευωρία ἡ ἐπιβουλή. Ἐσκιμάλισεν. ἐνύβρισε, κατεδακτύλισε. σκυμαλίσαι γάρ ἐστι κυρίως τὸ μέσον τὸν δάκτυλον εἰς τὸν τρωκτὸν τοῦ ὀρνέου ἐμβαλεῖν. Ἔσκεν. ὑπῆρχεν. Ἔστρεψεν. ἀντὶ τοῦ στρέψας ἐξ ἄλλου εἰς ἄλλο. Ἐσκορόδισας. κλαῦσαι ἐποίησας, ἐδρίμυξας. ἀπὸ τῶν τὰ σκόροδα τριβόντων. καὶ τοῖς ἀλεκτρυόσι γὰρ διδόασι σκόροδα ἐσθίειν, ἵνα ὦσι δριμύτεροι ἐν τῇ μάχῃ. Ἐσθόμενος. ἐσθίων. ἔσθω γὰρ τὸ ῥῆμα. Ἐσμέν. ὑπάρχομεν. ἀπὸ τοῦ εἰμὶ τοῦ σημαίνοντος τὸ ὑπάρχω. τὸ πληθυντικὸν ἐμὲν, καὶ πλεονασμῷ τοῦ ς ἐσμέν. Ἐσμύρνισεν. ἤλειψεν. Ἐσομένους. γενησομένους. Ἔσο. ἔνδυσο. σημαίνει καὶ τὸ ὕπαρχε. Ἐσπαρμένη παράταξις. ὅταν εἰς ὄγκους πλείονας διαλύηται τῶν πραγμάτων. Ἐσπόδει. κονιορτοῦ ἐπλήρου. Ἐσπάθα. κατανήλισκε, κατήσθιε. σπαθᾷν γὰρ καὶ τὸ ἀφειδῶς ἀναλίσκειν, καὶ παρὰ τοῖς ῥήτορσιν εἴρηται. Ἐσπαθημένος. πεπυκνωμένος. ἀπὸ τῶν κατακρουσάντων σπαθῶν τὴν κρόκην. Ἔσπω. τὸ λέγω. Ἔσπετε. εἰπεῖν ποιήσατε. ἐξ οὗ καὶ ἔπος ὁ λόγος. καὶ τὸ τοιόνδε μέτρον καὶ πᾶν μέτρον. τοῦ ἔπω τὸ παθητικὸν ἔπετε καὶ πλεονασμῷ τοῦ ς ἔσπετε. Ἐσπάρασσεν. ἠρέθιζεν. Ἔσπασας. ἔπιες. εἵλκυσας. Ἀρκεσίλαε, τί μοι τόσον ἄκρατον ἀφειδῶς Ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὤλισθες ἑῶν. Ἐσπείσατο. διηλλάγη. Ἔσπεισεν. ἀντὶ τοῦ ἔθυσεν. ἐσπείσαντο, θυσίαν ἐποιήσαντο. Ἐσταλμένοι. ἐσκευασμένοι. νεανίαι χωρητικῶς ἐσταλμένοι. Ἐσταθευμέναις. ἐξεπιπολῆς ὀπτηθείσαις, ἢ χλιανθείσαις πυρί. σταθεύειν γὰρ τὸ μὴ λίαν ὀπτῆσαι. Ἔσται. τοῦτο τετραχῶς εἴρηται παρʼ Ὁμήρῳ. ἔσσεται, ἐσσεῖται, ἔσται. Ἑστηκώς. ἵστημι, ἕστακα, ἑστηκὼς καὶ ἑστηώς. Ἑστήκει. ἀντὶ τοῦ ἵσταται. ἔστησα ψιλοῦται, διότι πέφυκεν ἀόριστος αʹ ἀποβάλλειν τὸ ε, οἷον ἔστησα, στῆσα. καὶ διὰ τὴν τοῦ παρακειμένου δασεῖαν ὁ δεύτερος ἀόριστος οὐ δασύνεται. Ἐστηλιτευμένον. ἀναγεγραμμένον. Ἔστιν. ὑπάρχει. ἔσθειν δὲ ἀντὶ τοῦ τρώγειν δίφθογγον. Ἑστιᾶται. εὐωχεῖται. Ἔστενεν. ἐστέναζε. καὶ ἔστονεν. Ἐστορέσθη. κατεκοιμίσθη, ἐπραΰνθη, ὡμαλίσθη. Ἐστομώθη. ἠνοίχθη. οἱ δὲ ὤρυττον καὶ ταχέως τὸ χωρίον ἐστομώθη. Ἐστόβεον. ἐλοιδόρουν, ὕβριζον, διὰ τοῦ στόματος ἔλεγον. στομῶ γὰρ τὸ στοβῶ, κατὰ ἐναλλαγήν. Ἑστιᾷν. ἀριστοποιεῖν. τρέφειν. Ἐστρέβλου. ἐκάκου. Ἐστωμυλάμην. ἐφλυάρησα. Ἔστω. ὑπαρχέτω. εἷς δέ τις ἀνὴρ βουληφόρος ἔστω. ἐκ τοῦ ἔω εἰμὶ γίνεται παράγωγον ῥῆμα. τὸ παθητικὸν ἐμὲν, ὅπερ μετὰ τοῦ ς ἐσμὲν γέγονε. τὰ προστακτικὸν ἔθι καὶ ἐπενθέσει τοῦ ς καὶ τροπῇ τοῦ ε εἰς τὸ ι ἴσθι. τὸ γὰρ ε, ἡνίκα πλεονάζει σύμφωνον, τρέπεται εἰς ἰῶτα. ἔπω, ἔσπω καὶ ἐνίσπω. καὶ τὸ τρίτον ἔστω. Ἔστυγεν. ἐστύγνασεν. ἀπὸ τῆς τοῦ προσώπου στυγνότητος. Ὅμηρος· —κατὰ δʼ ἔστυγε μῦθον ἀκούσας. Ἐσφαδάζετο. διηγείρετο. διεπρίετο, ἐνεπίμπρατο ἢ ἐλυπεῖτο. Ἐσφηκόωντο καὶ ἐσφήκωτο καὶ ἐσφηκῶσθαι, ἀντὶ τοῦ δεδέσθαι. Ἔσφηλε. κατέβαλεν ἢ σφαλῆναι ἐποίησεν. Ἐσχεδίασε. χωρὶς διασκέψεως ἐξεδόθη. Ἐσχεδίαζον. ἡτοίμαζον. ἢ ἐκ τοῦ παρατυχόντος ἔλεγον. Ἰώσηπος· τοῖς δὲ τὸν πόλεμον ἐξάψασιν ἐσχεδίαζον τὰ πρὸς ἡδονήν. Ἔσχετο. ἐπεσχέθη. Ἔσχεν. ἀντὶ τοῦ ἔλαβεν. καὶ ἀντὶ τοῦ κατέπαυσεν. αἱ δὲ τριήρεις ἔσχον κατὰ τὸ Μενδήσιον κέρας. Ἐσχηματισμένος. ὁ προσποίητον κόσμον ἔχων καὶ δοκῶν εἶναι κόσμιος. ὡς παρὰ Λυσίᾳ. Ἐσχολάρχησεν. ἦρχε σχολῆς καὶ ἐδίδαξεν. Ἐσωκράτουν. ἀντὶ τοῦ ἐκόμων, ἐῤῥύπουν, ἐπείνων. Ἐσωματοποίει. ἔπλαττε. καὶ τύχη τις ἐσωματοποίει τοῦ Σκιπίωνος πράξεις. Ἐσωμάσκει. συνεκρότει, ηὐτρέπιζεν, ὤδινεν, ἡτοίμαζεν. ὁ δὲ πολλοὺς δεκάζων τῶν Ἰσαύρων τὰ κατὰ τὸν πόλεμον ἐσωμάσκει. — Ἐπίῤῥημα. —Ἐσαεί. διὰ παντός. Ἐς νέωτα. ἐς τʼ αὔριον, εἰς τὸ μέλλον. Ἐς ὅ. ἀντὶ τοῦ μέχρι τούτου. εἰς ὃ ἐξεῖλεν αὐτήν. Ἐς ὅτι μάλιστα. ἀντὶ τοῦ λίαν. καλάμους ἐς ὅτι μάλιστα στεῤῥοὺς καὶ παχίστους. Ἐς τʼ ἄν. ἕως οὗ. Ἐσχάτως. ἄκρως. Μένανδρος· φοβοῦμαί σε ἐσχάτως. Ἐς σύμνως. ἐσπουδασμένως. πορευτικῶς, διερχομένως. Τὸ Ε μετὰ τοῦ Τ. — Ἀρσενικόν. —Ἔται. οἱ πολῖται. πηοὶ δὲ οἱ κατʼ ἐπιγαμίαν συγγενεῖς. Ἑταῖρος. ὁ φίλος. Πλάτων καὶ οἱ ἄλλοι φιλόσοφοι τοὺς γνησίους ἐραστὰς τῶν λόγων ἑταίρους ἐκάλουν. Ἑταιρειάρχης. ἀξίωμα. Ἑταιρεῖος. ὁ Ζεὺς παρὰ Κρησί. σημαίνει δὲ καὶ τὸν φίλον. Ἑτερόχροιος. ἀλλοῖος κατὰ χροιάν. Ἑτερόφθαλμος. στραβὸς, ἀλλοθεώρης. Ἑτερόγναθος. ἀπειθής. ἢ ἄπληστος. ἀμφοτέραις ταῖς γνάθοις ἐσθίων. Ἐτερομάσχαλος. χιτὼν, ἣν ἐξωμίδα λέγουσιν. Ἐτεοβουτάδαι. γένος Ἀθηναίοις πολὺ καὶ λαμπρόν. ἀπὸ Βούτου, ἀφʼ οὗ οἱ ἱερεῖς καθίστανται Ἀθήνῃσιν. Ἐτεόκρητες. οἱ ἀληθινοὶ Κρῆτες, οἱ αὐτόχθονος. ἐτεὸν γὰρ τὸ ἀληθές. Ἐτεὸς καὶ ἐτὸς ὁ ἀληθής. ἐκ τοῦ εἰμὶ ἔσω, ἐτὸς ὑπάρχων. ὡς θήσω, θετὸς, καὶ δώσω, δοτὸς, δοτέος, καὶ θετὸς θετέος. Ἔτης. κασίγνητοί τε ἔται τε. παρὰ τὸ ἔτος, ὁ τῶν αὐτῶν ἐνιαυτῶν ὤν. οἷον ὁμοέτης. εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε. ἢ παρὰ τὸ ἔθος ἑταῖρος, ἔθης τὶς ὤν. παρὰ τὸ ἔθος ὁ συνήθης λέγεται. καὶ ἔτης ὁ συνηλικιώτης. ἢ καὶ ὁ πολίτης. Ἐτήσιος. ὁ κατʼ ἔτος. Ἐτησίαι. ἄνεμοι οἱ κατʼ ἔτος πνέοντες. πνέουσι δὲ ἐν ἀκμῇ τοῦ θέρους. διότι ὁ ἥλιος μετεωρότερος καὶ ἀπὸ τῶν μεσημβρινῶν τόπων ἀρκτικώτερος γενόμενος λύει τὰ ὑγρὰ τὰ ἐν τοῖς ἄρκτοις· λυόμενα δὲ ταῦτα, ἐξαεροῦται καὶ πνευματοῦται. καὶ ἐκ τούτων γίνονται καὶ ἀπὸ τῶν ἀρκτώων τόπων φέρονται ἐπὶ τοὺς μεσημβρινοὺς, ἃ προσπίπτει τοῖς ὑψηλοτέροις ὄρεσι τῆς Αἰθιοπίας καὶ πολλὰ καὶ ἀθρόα γινόμενα ἀπεργάζονται ὑετοὺς καὶ ἐκ τῶν ὑετῶν τούτων πληθωρεῖται ὁ Νεῖλος. Ἔτυμος. ὁ ἀληθής. παρὰ τὸ ἐτὸς, ὃ σημαίνει τὸν ἀληθῆ, γίνεται ἔτυμος. ὡς ἔλος, ἐλυμὸς, τὸ σπέρμα τὸ ἐν ἔλεσι χαῖρον. καὶ πλεονασμῷ ἐτεήτυμος καὶ ἐτήτυμος. Ἑτεροῖος. ἀλλοῖος. Ἔτῃσιν. συγγενέσιν. Ὅμηρος· τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν. — Θηλυκόν. —Ἑταίρα. ἡ πόρνη. καὶ ἑταιρίς. Ἑταιρεία. τὸ ἀξίωμα καὶ ἡ συνήθης ὁμόνοια. ἑταιρία δὲ ἡ φιλία, ι. Ἑτεροδοξία. τὸ ἄλλως δοξάζειν. Ἑτεραλκέα. ἑτεροδύναμον. Ἐτερομόλιος δίκη. εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον. Ἑτερόστομος φάλαγξ. ἡ ἔχουσα τὸν ἡγούμενον ἐν εὐωνύμῳ παραγωγῇ, τοὺς δὲ ἡγεμόνας ἐν δεξιᾷ παραγωγῇ. Ἐτνήρυσις. τὸ κοχλιάριον. καὶ ἀθάρα μετὰ γάλακτος. Ἐτυμολογία. ἀνάπτυξις λέξεων ἁρμόζουσα τὴν φωνὴν πρὸς τὸ τοῦ ὑποκειμένου πιθανώτατον· ἢ ἡ τῆς δυνάμεως τοῦ ὀνόματος ὀρθότης, ἐξ αὐτοῦ τοῦ ὀνόματος ἑρμηνευομένη. οἷον· τί εἰρήνη; κατὰ τὸ ἠρεμεῖν τὸν νοῦν. γίνεται δὲ ἐτυμολογία ἐκ τοῦ εἰμὶ τὸ ὑπάρχω, ἐτὸς ὁ ὑπάρχων. καὶ ὥσπερ ἀπὸ τοῦ ἔλος ἔλυμος, καὶ ἐτὸς ἔτυμος. οἱονεὶ ὑπάρχων καὶ ἀληθής· τὸ γὰρ ἀληθὲς καὶ ὑπάρχει. ἐκ τοῦ οὖν ἔτυμος καὶ τοῦ λόγου γίνεται ἐτυμολογία, οἱονεὶ ἀληθολογία τὶς οὖσα. δεῖ δὲ γινώσκειν, ὅτι αἱ ἐτυμολογίαι ἐοίκασιν ἰατρικαῖς καλουμέναις ἀνατομαῖς. ὥσπερ γὰρ ἡ ἀνατομὴ διαίρεσίν τινα τῶν μορίων ποιεῖται, οὕτως καὶ ἡ ἐτυμολογία τρόπον τινὰ διαίρεσιν τῶν λέξεων ἀπεργάζεται. Ἑτεραλκὴς νίκη. ἐπὶ τοῦ ἵππου, ὅταν οἱ ἡττηθέντες νικήσωσιν. — Οὐδέτερον. —Ἑτεροῖον. ἀλλοῖον. Ἑτεροούσιον. τὸ κατὰ πάντα τρόπον τοῦ ἑτέρου ἀνόμοιον, ὡς πῦρ καὶ ὕδωρ, καὶ ἄγγελος καὶ ἄνθρωπος, καὶ πηλὸς καὶ ἥλιος πρὸς χλόην. Ἐτεόν. ἀληθές. Ἔτα. τὰ ἔτη. παρʼ Ὁμήρῳ. Ἔτειον. χρόνιον ἢ ἐνιαύσιον. Ἐτήτυμον. ἀληθές. Ἔτνος. εἶδος ὀσπρίου κυάμου ἢ ἕψημα ἀθυρῶδες. παρὰ τὸ ἔω τὸ ἀπολύω, ἀφʼ οὗ ἕως, ἡ ἡμέρα, ἐν ᾗ πάντα ἐφίενται. ἔτος πλεονασμῷ τοῦ ν ἔτνος τὸ διαλελυμένον ἀπὸ τῆς ἑψήσεως καὶ τῆς τορύνης, ὅ ἐστι χυτρόπους. Ἕτοιμον. πρόχειρον. ὃ σημαίνει τὸν ἄνεμον. Ἐτώσιον. τὸ μάταιον. ἀπὸ τοῦ ἀήτης, ἡ γενικὴ ἀητῶν, καὶ ἐτῶν, ἀποβολῇ τοῦ α καὶ συστολῇ τοῦ η. ἐξ οὗ κατὰ παραγωγὴν ἐτώσιον. αἱ γὰρ παραγωγαὶ γίνονται καὶ ἀπὸ τῆς γενικῆς τῶν πληθυντικῶν. ὡς τὸ ἀνέμων ἀνεμώλιος. οὕτως οὖν ἐκ τοῦ ἐτὸς ὀνόματος, ὃ σημαίνει τὸ ἀληθὲς, γέγονεν ἐτώσιον τὸ μάταιον, κατὰ ἀντίφρασιν. Ἑτερόστοιχον. τὸ ἀσύμφωνον. τοῦ Ψελλοῦ· καὶ πάλιν τὸ ἀσύμφωνον ἑτερόστοιχον λέγε. Ἔτνος. τοῦ Ψελλοῦ· ἔτνος δὲ ῥόφημα ἐστὶν ἐξ ἀλεύρων παντοίων. — Ῥῆμα. —Ἑταιριζομένη. ἐρεθιζομένη. προσηνωμένη. πορνικῶς βλέπουσα. Ἑταιρίζειν. πορνεύειν. Ἑταιρισάμενος. συνεργήσας ἢ φιλιωθείς. Ἐταινίωσε. περιείλησε, συνέσφιγξεν. ὁ δὲ κατεταινίωσε τὸ τραῦμα τῇ ζώνῃ. καὶ ἐταινίωσεν ἀντὶ τοῦ ἐστεφάνωσεν. ταινία γὰρ ὁ στέφανος. Ἐτέθησαν. ὑπέκυψαν, ἐπείσθησαν. οἱ δὲ τῇ τοῦ βασιλέως ἐτέθησαν βουλῇ. Ἐτελέσθησαν. ἐμιάνθησαν, μετέσχον τῆς μιαρᾶς θυσίας, ἐκοινώνησαν. Δαβίδ· ἐτελέσθησαν τῷ Βεελφεγώρ. Ἑτεροιῶ. τὸ μεταβάλλω. Ἔτελλεν. ἔλεγεν. Ἐτεχνίτευε. μετὰ τέχνης καὶ δόλου ἠρεύνα. Ἰώσηπος· ἐτεχνίτευε μαθεῖν, τίνι τρόπῳ τοσοῦτον προέχει κατʼ ἀρετήν. Ἐτετρήχει. ἐτετράχυτο. Ἔτειρε. κατεπόνησεν, ἐδάμασεν. Ἐτειχηροῦντο. τοῖς τείχεσι περιετειχίζοντο. περιεκλείοντο. ἐντὸς δὲ τοῦ τάφρου καὶ τοῦ ἐρύματος ἐτειχηροῦντο. Ἔτασον. ἐρεύνησον. Ἐταλάνισα. ἄθλιον ἀπεκάλεσα. ἐθρήνησα. Ἐτίθετο. προσέκειτο, προσεῖχεν. οὐδὲ τῇ ὄψει τῶν ὀνείρων προσέκειτο ἢ ἐτίθετο. Ἐτιμήσατο. ἐξηριθμήσατο. ἐτιμήσατο δὲ τὴν ζωὴν αὐτοῦ ὁ βάρβαρος λιτρῶν τριακοσίων. Ἐτιμήσαντο. ἀντὶ τοῦ ἐζημίωσαν ἢ κατεδίκασαν. τίμημα γὰρ ἡ ζημία καὶ ἡ καταδίκη. Ἐτιμήσασθε. ἠγοράσασθε. Θουκυδίδης· ἣν ὑμεῖς πολλῶν χρημάτων ἐτιμήσασθε. Ἐτιθηνήσατο. ἐγαλούχησεν, ἔθρεψεν. Ἐτισάμην. ἐτιμωρησάμην. Ἔτισαν. ἔδωκαν. ἀνθʼ ὧν οἱ Φωκεῖς ἔτισαν δίκας βαρυτάτας. Ἔτλης. ὑπέμεινας. Ἑτοιμάσατε. εὐτρεπίσατε. γέγονε παρὰ τὸ ἕτοιμος. Ἔτορεν. ἐτρύπησεν. Ἐτόπασεν. ὑπενόησεν. ἐνόμισεν. Ἐτραχηλίασεν. ἀντὶ τοῦ κατισχυρεύσατο. ἢ ἐγαυρίασεν. ἀπὸ τῶν βοῶν τῶν ἀποβαλλόντων ἀπὸ τοῦ τραχήλου τὸν ζυγόν. Ἰώβ· ἔναντι κυρίου παντοκράτορος ἐτραχηλίασεν. Ἐτρίβετο. ὑπερετίθετο, ἀνεβάλλετο. μέχρι πολλοῦ διαφερομένων ἐτρίβετο ἡ προσβολή. Ἔτρυχεν. ἐδάμαζεν. Ἐτρύχωσεν. ἐξέτριψεν. ἡ δὲ γῆ ἀγονίαις κατειλημμένη ἐτρύχωσεν αὐτοὺς ἀλγεινότατα. ἢ ἔτρυχεν. Ἐτύγχανε. χωρὶς τῆς μετοχῆς σπανίως εὑρεθείη. Ἐτυρώθη. ἐσκληρύνθη. Δαβίδ· ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν. Ἐτύθη. ἐσφαγιάσθη. Ἐτύχθη. κατεσκευάσθη. ὑπέρμορα νόστος ἐτύχθη. ἀπὸ τοῦ τεύχω, κατʼ ἔλλειψιν τοῦ ε. ὡς καὶ τό· τυκτὸν κακὸν ἀλλοπροσάλληλον. καὶ τό· γυναικὸς ἄρʼ ἂν τέτυξο. τὸ δὲ ῥῆμα τὸ τεύχω ἀποβολῇ πολλάκις τοῦ υ, τοῦ ε μόνου μένοντος. Ἐτώθαζον. ἔσκωπτον, ἐχλεύαζον. καὶ ἐτώθασαν ἀντὶ τοῦ ἐκαυχήσαντο. Ἔταξαν. ἀντὶ τοῦ οἷον ἀφώρισαν. τοῦτον τὸν βίον εἵλοντο. οὕτως ὁ Ἀπόστολος· καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς. Ἐτυμπανίσθησαν. ἀπετμήθησαν. ἢ εἰς ῥόπαλον ἀπέθανον. ὁ Ἀπόστολος· ἄλλοι δὲ ἐτυμπανίσθησαν. — Ἐπίῤῥημα. —Ἑτέρωθεν. ἀλλαχόθεν, ἐν ἑτέρῳ τόπῳ. τὸ προτέρωθεν καὶ ἑτέρωθεν διὰ τοῦ ω μεγάλου. δεῖ γινώσκειν, τὸ ἔκτοσθε καὶ προτέρωθε καὶ τὰ ὅμοια χωρὶς τοῦ ν γράφεται, εἰ μὴ φωνῆεν ἐπιφέρει. Ἑτέρωσε. ἀλλαχόθεν ἢ εἰς ἕτερον μέρος. Ἑτεροίως. ἀλλοίως. Ἑτεραλκέως. ἑτεροκλινῶς. Ἔτι. σὺν τούτοις, ἢ ἀκμήν. παρέλκει ἀεὶ παρὰ τοῖς Ἀττικοῖς. Ἀριστοφάνης· ἢν οὖν ἐμοὶ πείθεσθε, σωθήσεσθʼ ἔτι. Ἑτοίμως. προχείρως. ἐτύμως δὲ, ἀντὶ τοῦ ἀληθῶς, ψιλόν. Ἐτός. μάτην. παρέργως. Τὸ Ε μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Εὐάγριας. κύριον. οὗτος ἔγραψε διάφορα καὶ ὑπομνήματα εἰς τὰς παροιμίας Σολομῶντος. Εὐαγής. καλῶς περιηγμένος, ἢ μεταφορικὸς, κύκλος. Εὐαγῶν. μεγάλων. Εὐαρίθμητοι. ὀλίγοι. Εὔγνωστος. καλῶς γινωσκόμενος. Εὐγηρότατος. ἔντιμος, καλὸς, γέρων. ἀξιότιμος. Εὔγνωστος. φανερός. Εὐδαίμων. ὁ κατʼ ἀρετὴν ἐνεργῶν, εὐτυχὴς, ὁ μακαριστός. Εὐδιαῖος. χειμάῤῥους, καὶ τρῆμα τῆς νεὼς, διʼ οὗ ἡ ἀντλία ἐκρεῖ. Εὐδοκιμώτατος. γενναῖος. Εὐδιάλογος. ὁ εὐόμιλος. Εὐδινὸς καιρός. ὁ εὐδίαν ἔχων. εὐδιεινὸς δὲ δίφθογγον. Εὔδηλος. φανερός. Εὐάγκαλον. ἐλαφρόν. ὁ δὲ Αἰνείας τὸν πατέρα τοῖς ὤμοις ἐπιθέμενος, ἐξῆγε φόρτον ὡς υἱεῖ φιλοπάτορι καὶ τοῦτον εὐάγκαλον. Εὐερνής. εὐθαλὴς, βλαστός. ἔρνος γὰρ ὁ κλάδος. Εὐεργητικός. φιλότιμος, ἀγαθοποιός. Εὐεργέος. καλῶς καὶ ἐπιμελῶς κατεσκευασμένου. —εὐεργέος ἔκπεσε δίφρου. Εὐέκτης. ὁ ἐν ὑγείᾳ διαζῶν. ἐπεμελεῖτο καὶ σωμασκίας καὶ ἦν εὐέκτης. Εὐεπήβολος. ὁ καλῶς ἐπιβάλλων. καὶ εὐεπηβόλως ἀντὶ τοῦ σαφῶς καὶ ὀρθῶς. Εὐεπίβολος. κακός. Εὐερκεῖ. καλῶς ἠσφαλισμένῳ καὶ πεφραγμένῳ. ὄφρά μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη. Εὔειλος. ὁ θερμὸς τόπος. Εὐήλιος. καθαρός. Εὐηνέμους. ἀχειμάστους. εὐδιεινούς. Εὐήνορα. ἀνδρεῖον. Εὐηγενέων. εὐγενῶν, πλεονασμῷ τοῦ ι, ἢ τῶν εὐαρχουμένων. παρὰ τὸν ἀγὸν, ὃ σημαίνει τὸν ἡγεμόνα. Εὐήθης. ἀνόητος, μωρός. Εὐηκής. καλῶς ἠκονημένος. καὶ κλίνεται εὐηκέος. Εὔζωνοι. ἔνοπλοι, ἢ εὔζωνοι καὶ μονόζωνοι. οἱ εὐσταλεῖς καὶ κοῦφοι στρατιῶται καὶ μὴ κατάφρακτοι. οὕτω Ξενοφῶν φησίν· οἱ ἑνί τινι χρώμενοι καὶ διαζωνευμένοι ὅπλῳ. Εὔζωτος. καλοζώης. Εὐθυγενής. ἶσα καὶ πρὸς τὸ εὐθὲς τεταγμένος. Εὐθύγλωττος. ἦν δὲ καὶ εὐθύγλωττος πέρα τοῦ δέοντος. Εὐθυλήπτων. εὐχερῶς κρατουμένων. οὐκ εὐθυλήπτων ὄντων τῶν ἐπιθυμουμένων. Εὐθυῤῥήμων. ἐτυμολόγος. καὶ εὐθυῤῥημονῶ. Εὔθυμος. εὔψυχος, περιχαρής. Εὐθυβόλῳ. ἐπʼ εὐθείας βάλλοντι ἢ πλέοντι. ἢ εὐθυβόλῳ, ἀντὶ τοῦ συνετῷ. Εὔθυνοι. δικασταί. εὐθυνταί. παρὰ τὸ εὐθύναι τὸ ἐξετάσαι, οὓς ἡμεῖς λογιστὰς λέγομεν νόμων δώδεκα. διʼ ὧν δεῖ πάντας τοὺς εὐθύνους θαυμαστῶς πᾶσαν ἀρετὴν μετιέναι. ἐκ τοῦ ῥητορικοῦ ἡ λέξις. Εὔκηλος. ἥσυχος. παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ, γίνεται ἔκηλος, καὶ πλεονασμῷ τοῦ υ εὔκηλος· ἢ εἴκηλος καὶ τροπῇ τοῦ ι εἰς υ εὔκηλος. Εὔκολος. ἁπλοϊκὸς τὸν τρόπον καὶ ἐλευθέριος, καὶ ὁ ἐναντιούμενος τῷ δυσκόλῳ. ὁ δὲ ἁπλοῦς ἦν καὶ μάλα εὔκολος. Εὔκρας. εὔκρατος. Εὐκρινής. συνήθως ὁ ἐξ ἀῤῥωστίας ὑγιάνας· λέγεται δὲ διὰ τὸ εὖ κεκρίσθαι. οὗτοι δὲ ἐπὶ τοῦ νεκροῦ τίθενται κατὰ ἀντίφρασιν. σημαίνει δὲ τὸ εὐχερὲς καὶ καθαρὸν καὶ σαφές. Εὔκηλος. ὁ καλῶς θελγόμενος. Εὐθεῖος. ὁ εὐόμιλος, καὶ ὁ καλοσύντυχος ἤτοι ὁ ὀρθολεκτῶν τοὺς λόγχους αὐτοῦ. Εὐλαβής. ὁ εὖ τῶν πραγμάτων ἐπιλαβόμενος. ὁ μὴ προχείρως τὶ ποιῶν. ἢ καὶ ὁ εἰς λαβὴν ἐπιτήδειος. οἷον εὐλαβὴς μάχαιρα. ἢ ὁ εὖ προσλαμβάνων τὸ μέλλον. δύσληπτος δὲ, ὁ δυσχερὴς, ἀπὸ τῶν χειρῶν. Εὐμαρής. εὔληπτος, δῆλος, εὐχερής. παρὰ τὸ μαίρω τὸ λάμπω, ἐξ οὗ καὶ τὸ μαρμαίρω καὶ μάρμαρον, γίνεται μαρὴς καὶ εὐμαρὴς, ὁ μὴ ὑπὸ σκότει κείμενος. Εὔμαιος. ὁ Ὀδυσσέως δοῦλος, ἀπὸ τῆς πρὸς αὐτὸν εὐμενείας, ὡς καὶ Φιλοίτιος ἀπὸ τῆς πρὸς αὐτὸν φιλίας. Εὐμενής. ὁ εὖ τισὶ διὰ ψυχῆς διακείμενος. ὅπέρ ἐστι μένος. ἀντίκειται δὲ αὐτῷ δυσμενής. Εὐμελίῳ. τῷ καλῶς τῇ μελίᾳ χρωμένῳ. μελία δέ ἐστι εἶδος δένδρου, ἐξ οὗ τὰ δόρατα ποιοῦσι τὰ πολεμικά. ὁ εὐμελίας, τοῦ εὐμελίαο, τοῦ εὐμελίεω. οὕτω γὰρ τὸ ὁλόκληρον. ἔστι δὲ πάθος Ἰωνικόν. Εὐνοῦχος. ἀπὸ τοῦ τὴν εὐνὴν ἔχειν ἤγουν φυλάσσειν. ἔχειν γὰρ τὸ ἐπιμελεῖσθαι φασὶ καὶ φυλάσσειν. —ἔχει δέ τε κίονας αὐτός. τινὲς δὲ φασὶ παρὰ τὸ εὖ νοῦν ἔχειν, καὶ ἀπηλλάχθαι τῶν ἀφροδισίων. οἱ δὲ ἀρχαῖοι τὰ ἀφροδίσια ἀνόητα ἐκάλουν, ὡς παρʼ Ἀριστοφάνει· ὕπνου τὲ ἀνέχεσθαι καὶ τῶν ἀνοήτων πάν-των. Εὔξεινος. πέλαγος. ἐνδότως τοῦ πόντου, ἢ αὐτὸς ὁ πόντος. οὗτος τὸ πρῶτον ἄξεινος ἐκαλεῖτο διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι, καὶ μηδένα ἐκεῖ παραβαλεῖν τῶν ξένων. κατὰ ἀντίφρασιν δὲ εὔξεινος ἐκλήθη, ὅτι Ἡρακλῆς ἐκβαλὼν τοὺς λῃστὰς φιλοξένους κατῴκισεν. Εὔοδμος. εὐώδης. Εὐόρκου. εὐσεβοῦς. Ἡσίοδος· ἀνδρὸς εὐόρκου γενεὴ μετόπισθεν—. Εὐόφθαλμον. εὔοπτον. καὶ εὐοφθάλμως ἀντὶ τοῦ εὐπρεπῶς. Εὐπαλάμων ὕμνων. ἀντὶ τοῦ εὖ διακεχωρισμένων, ἢ συντεταγμένων. τέκτονες εὐπαλάμων ὕμνων. Εὐπαράγωγος. εὐπειθής. Ἀριστοφάνης· ἀλλʼ εὐπαράγωγος εἶ θωπευόμενός τε χαί-ρεις. Εὐπάροιστοι. οἱ εὐπαράγωγοι. Εὐπατρίδαι. εὐγενεῖς, ἢ ἀπὸ χώρας καλῆς. Εὔπακτος. καλῶς πεπηγμένος. Εὑρεσιεπής. καινολόγος. Εὑρεσιλόγος. φλύαρος. Εὔρινος. ὁ εὐόσφρητος. καὶ εὐρινώτατος. Εὔριπος. πέλαγος στενόν. ἢ τὸ ὑδατῶδες καὶ μεταξὺ δύο γαιῶν. Εὔριπος. ὁ μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς. ἑπτάκις δὲ τῆς ἡμέρας τὸ ὕδωρ ἐκεῖσε τρέπεται. Εὐρυκρείων. μεγάλως βασιλεύων. Εὐρύοπα. μεγαλόφωνον. Εὐρύωπα δὲ, μεγαλόφθαλμον, μέγα. Εὐρυσθενοῦς. μεγαλοδυνάμου. Εὐρώς. ὑγρότης σεσηπυῖα. σηπεδών. παρὰ τὸ αὖρα, αὐρὼς, καὶ τροπῇ εὐρὼς, τοῦ εὐρῶτος, τῷ εὐρῶτι. καὶ εὐρωτιῶ. Εὐρώεις. πλατύς. Εὐριπίδης. κύριον. καὶ γὰρ ἐν τῷ Εὐρίπῳ φασὶ γεννηθῆναι αὐτόν. τὰ διὰ τοῦ ιδης ἀπὸ τῶν εἰς ος διὰ τοῦ ἰῶτα γράφεται. οἷον Κρόνος, Κρονίδης, Πρίαμος, Πριαμίδης, Εὔριπος, Εὐριπίδης. χωρὶς τοῦ Κύθνος, Κυθνείδης, ὄνομα κύριον. Εὐρύς. ὁ πλατύς. παρωνύμως. παρὰ τὸ εὖρος εὐρὺς, ὡς θράσος θρασὺς, κότος κοτὺς καὶ ἵππος ἱππύς. Εὐρύπυλος. ἀπὸ τοῦ εὐρὺς καὶ τοῦ πύλη. τὰ δὲ εἰς υς ὀξύτονα σύνθετα ἀποβάλλει τὸ ς, οἷον· ὠκὺς, ὠκύμορος, ταχὺς, ταχυθάνατος. σεσημείωται τὸ Πολύμνια ἀπὸ τοῦ Πολυύμνια ἀποβολῇ τοῦ υ. καὶ δεῖ γινώσκειν, ὅτι τὰ εἰς ἦτα λήγοντα θηλυκὰ ἐν τῇ συνθέσει ἢ φυλάσσει τὸ τέλος, ὡς μάχη, Ἀνδρομάχη, ἢ τρέπει αὐτὸ εἰς ος, ὡς φωνὴ, εὔφωνος, ἢ εἰς ον, ὡς τρίπυλον, ἢ τὸ ς προσλαμβάνει, ὡς γυνὴ μισογύνης. οὕτως οὖν καὶ πύλη Εὐρύπυλος. Εὐρυτίων. κύριον. παρὰ τὸ Εὔρυτος Εὐρυτίων, ὡς Ἥφαιστος, Ἡφαιστίων. Εὔσημος. περιφανής· λαμπρός· καλός· ἀγαθός. Εὔσκαρφος. εὐκίνητος. ταχύς. Εὐσταλής. καλῶς ἐστολισμένος, ἢ κοῦφος. Εὔστομον. εὐπρόσωπον, ἀπὸ μέρους. Εὐσύνοπτον. εὐεπίγνωστον. Εὐτειχεῖ. καλῶς τετειχισμένῳ. εὐτειχεῖ πάγῳ, καὶ εὐτειχεῖ θαλάμῳ. Εὐτρεπισμός. ἡ ἑτοιμασία. Εὔτμητος. εὐκόλως ἢ μετὰ τέχνης τεμνόμενος. Εὔτονος. γενναῖος. Εὐτράπελος. ὁ ἐπιμελῶς παίζων, ἢ ὁ κοῦφος καὶ μωρὸς καὶ ἀπαίδευτος. κυρίως δὲ ὁ μιμολόγος, ὁ γελωτοποιός. ἢ ὁ εὐχερῶς καὶ εὐκόλως τρεπόμενος κατὰ τὸν βίον, καὶ πάσας συμφορὰς ὑπομένων. ὥσπερ παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, γίνεται εἴκελος, οὕτως καὶ παρὰ τὸ τρέπω, ἔτραπον, τράπελος καὶ εὐτράπελος. Εὐτελεῖς. τὸ τέλος πολλὰ σημαίνει. σημαίνει γὰρ καὶ δαπάνην. ἀφʼ οὗ τὴν πολυτέλειαν φασίν. καὶ εὐτελεῖς τινὲς τοὺς μὴ ἐπιπολὺ χωροῦντας. Ἐΰς. ἀγαθός. ὡς παρὰ τὸ ἥδω ἡδὺς καὶ βρίθω βριθὺς, οὕτως καὶ παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἐΰς. τὸ γὰρ ἀγαθὸν καὶ βέβαιον καὶ ἑδραῖον ὑπάρχει. ἢ παρὰ τὸ ἐῶ, τὸ εὐφραίνομαι καὶ ἥδομαι. οἷον· —ἐπεί με πρῶτον ἔασας. ἀντὶ τοῦ ἥδυνας. ὁ δὲ Ἡρωδιανὸς λέγει, παρὰ τὸ ἐῶ γίνεται ἐὸς καὶ ἐξ αὐτοῦ ἐῢς, ὡς ἵππος, ἱππύς. Εὔφωρος. ὁ καλῶς κλέπτων. Εὔφορος. κοῦφος, ἐλαφρός. ὁ δὲ θυρεὸς τῶν Ἰβήρων εὔφορος. Εὔφρος. ὁ εὔθυμος. Εὐχερής. κυρίως ὁ εὐκαταπάλαιστος ἢ ὁ εὐκαταγώνιστος. καὶ εὐκατάγνωστος. ἀπὸ μεταφορᾶς τῶν παλαιστῶν, ἢ τῶν πολεμιστῶν, παρὰ τὸ χεῖρα. καταχρηστικῶς δὲ ὁ ἐπιεικὴς καὶ μὴ ἀντιπαλαίων. Εὐχαίτης. ὁ καλόθριξ. εὐχετὴς δὲ ὁ εὐχὴν ποιῶν, ψιλόν. Εὐχίδης καὶ Ἄσσαπος καὶ Χρυσόμαζος καὶ Ἐχίων. ὀνόματα κύρια. ὑπῆρχον οὗτοι ὠκύτατοι τοῖς ποσίν. Εὐχυλότερος. ὁ ταχέως πεττόμενος. Εὔωπος. ὁ εὐόφθαλμος. Εὐώνυμος. ὁ ἀριστερός. Εὐώδης. ἔστιν ἄω τὸ πνέω· μετὰ τοῦ δυς μορίου καὶ τοῦ εὖ γέγονε δυσαὴς καὶ εὐαής· ἡ γενικὴ τῶν πληθυντικῶν δυσαέων καὶ εὐαέων, καὶ ἐξ αὐτοῦ δυσαώδης καὶ εὐαώδης, καὶ κατὰ συγκοπὴν δυσώδης καὶ εὐώδης. Εὔωροι. ἀπαραφύλακτοι. Εὐφορίων· οὐ δέ τι εὔωροι θυέων. παρὰ τὸ εὖ ὠρεῖν καὶ φυλάσσειν. κατὰ ἀντίφρασιν. Εὔψυχος. εὔθυμος. καρτερικός. ἱλαρός. Εὔρηνος. ὁ καλλιπρόβατος. πάμπαν εὔρηνός τε καὶ εὔβοτος. Εὐσπειρῆ. καλῶς συνεσπειραμένον. τὸν εὐσπειρῆ δὲ δράκοντα. Εὐθὺς καὶ εὐθύ. καὶ ὡς ὄνομα καὶ ἐπίῤῥημα. παρὰ τὸ εὖ μόριον, καὶ τοῦ θύω τὸ ὁρμῶ. ὁ μέλλων θύσω, ὡς δώσω, δώς. τὸ εὐθὺ σημαίνει τὸ καλῶς ὁρμῶ· καὶ τὸ παραχρῆμα καὶ ταχύ. — Θηλυκόν. —Εὖα. μήτηρ πάντων καὶ ζωή. Εὐάγητον. καθαράν. λαμπράν. Ἀριστοφάνης· δροσερὰν εὐάγητον φύσιν. Εὐανθὴς γλῶσσα. ἡ ἄκρως ἠττικισμένη ὁμιλίαν. εὐανθὴς γλῶσσα καὶ πολλῶν γέμουσα χαρίτων καὶ μουσικῶν ἀπηχημάτων ἀπόζουσα. Εὐανδρία. γενναιότης. Εὐαριθμήτοις. ὀλίγαις. εὐαριθμήτοις ἡμέραις τῷ Καίσαρι συνόντες. Εὐβουλία. ἐπιστήμη τοῦ σκοπεῖσθαι, ποῖα καὶ πῶς πράξαντες πράξομεν συμφερόντως. Εὔβοτος γῆ. εὔτροφος, καλὰ βοσκήματα ἔχουσα. Εὔβοια. ὁ Εὔριπος καὶ νῆσος. Εὐβουλίας. φρονήσεως. Εὐγνωμοσύνη. ἡ εὐχαριστία. Εὐγένεια. δόξα ἐκ γένους. Εὐδαιμονία. εὔῤῥοια βίου. Εὐδικία. δικαιοσύνη. εὐδικία ἦν πεπορισμένος. Εὐδοκία. ἡ θέλησις καὶ ἡ ἀρέσκεια. εὐδοκία τὸ ἀγαθὸν θέλημα τοῦ θεοῦ, παρὰ τὸ καλῶς δεδόχθαι. Εὐδία καὶ εὔδιος. ἡ τοῦ ἀέρος ἠρεμία. κυρίως δὲ ἡ ἀβροχία. παρὰ τὸ δεύω, τὸ βρέχω, δευΐα καὶ κατὰ μετάθεσιν εὐδία. —ὄφρʼ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων ζαχρείων ἀνέμων. Εὐδίοδον. βάσιμον, εὐπορέστατον. ἐσώρευον δὲ τὰ τεμνόμενα ξύλα ἐπὶ τῆς μεταξὺ χώρας, ὡς εὐδίοδος ἦν. Εὐεστοῖ. εὐθηνίᾳ, καταστάσει. Εὐετηρία. ἡ ὑγεία. Εὐέπεια. ἡ καλὴ φράσις. Εὐεργὴς γῆ. εὔφορος, καλοέργαστος. Εὐερμία. ἐπιτυχία, εὐτυχία. Εὐεξία. ἀκρότης ὑγείας. ἐπὶ καχεξίᾳ γὰρ γίνεται νόσος· ὡς καὶ ἡ εὐεξία ἐπὶ τῇ ὑγείᾳ. Εὔερον. εὐάερον. ὥσπερ σισύραν εὔερον. Εὔεδρον. ἀσφαλῆ. βεβαίαν. ὁ δὲ ἐπὶ νώτοις ἐκάθισε καθέδραν εὔεδρον καὶ ὀχυρὰν, ὅ ἐστιν ἀσφαλῆ καὶ στερεάν. τοῦτο γὰρ σημαίνει τὸ ὀχυράν. Εὐηγορία. ἡ καλλιέπεια. Εὐηθείας. μωρίας, ἀνοίας. ἔτι δὲ ἀπολαύων τοῦ καιροῦ καὶ τῆς εὐηθείας τῶν ἐπιχωρίων. Εὐθιξία. ἀκρίβεια, εὐφυΐα. ἔχων τὸν νοῦν εὐθιξίᾳ πρὸς τὴν θεραπείαν εὐθυβολοῦντα. Εὐθυδικία. ὅταν εἰσάγηταί τις κριθησόμενος περὶ ὧν μηδέπω γνῶσις ἐγένετο δικαστηρίου, εὐθυδικία καλεῖται. Εὐθυεπείαις. ὀρθολογίαις. Εὐθύναι. τιμωρίαι καὶ δίκαι. Εὐθηνίαι. αἱ εὐφορίαι. Εὐθημοσύνη. τάξις. παρὰ τὸ θημὸς θημοσύνη καὶ εὐθημοσύνη, ὡς ἱπποσύνη καὶ δικαιοσύνη. Εὐκατεργάστου. εὐχειρώτου, εὐδιαλύτου. τῆς οἰκοδομῆς οὔσης εὐκατεργάστου. Εὐκατάπρηστος ὕλη. ἡ εὐχερῶς καιομένη. Εὐκαιρία. χρόνου ἐπίτευξις, ἐν ᾧ χρὴ παθεῖν τὶ ἢ ποιῆσαι. εὐκαιρία καὶ ὁ πλοῦτος. ὁ δὲ θαυμάσας τὴν τῆς ἀκροπόλεως εὐκαιρίαν. Εὐκλείας. δόξης. ἐνδοξότητος. τὰς εὐκλεῖας δὲ περισπῶμεν. Δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλείας— προπερισπωμένως. ἐκ γὰρ τοῦ εὐκλέας κατʼ ἐπένθεσιν τοῦ ι. ἢ εὐκλεέας καὶ κατὰ συναίρεσιν εὐκλείας. Εὐκληρίας. εὐτυχίας. Εὐκρίνεια. ἡ καθαρότης. Εὔλαχα. τὸ ἄροτρον παρὰ Θουκυδίδῃ. Δώρειος δὲ ἡ λέξις. Εὐλαί. σκώληκες οἱ ἐν τοῖς τραύμασι γινόμενοι. καὶ εὐλαίων, σκωλήκων. ζῶσα γὰρ ἐξέζεσεν εὐλαίων. Εὐλογία. πληθυσμὸς ἀγαθῶν ἐξ ἑκουσιότητος διδόμενος. εὐλογία δὲ καὶ ἡ εἰρήνη. Εὐλάβεια. φυλακὴ ἡ ἀπὸ κακοῦ, ἢ ἐπιμέλεια φυλακῆς. Εὐμαρέη. ἀπόπατα. παρὰ Ἡροδότῳ. Εὐμάρεια. ἡ εὐκολία. λέγεται καὶ ἡ εὐκοσμία. οὐ βαθύπεπλος εὔμαρις. καὶ ἡ ἡσυχία. Ἡρόδοτος. τοῦτο φυγῆς τῷ Ἀννίβᾳ πλείονα εὐμάρειαν παρέσχεν. Εὐμολπία. ἡ εὐφωνία, καὶ ὁ καλὸς ὕμνος. Εὐμοιρία. ἡ εὐτυχία, ἡ εὐκληρία. Εὐνοίας. φιλίας. ἐλθεῖν αὐτὸν παρακαλοῦσι διʼ εὐνοίας εἶναι τῷ θεῷ. Εὐνὴ καὶ εὐνάς. ἡ ἄγκυρα. οἷον· —εὐνάς τʼ ἐβάλλοντο. καί· ἔκ τʼ εὐνὰς ἔβαλον—. παρὰ τὸ εὐνάζειν καὶ ἐν ἡσυχίᾳ ποιεῖν τὴν ναῦν, ὅπερ ἡμῖν ἐν τῇ εὐνῇ ἤγουν τῇ κοίτῃ συμβαίνει. εὐνὴ γὰρ ἡ κοίτη. παρὰ τὸ εὕδω εὐθίνη καὶ ἐν συγκοπῇ εὐνὴ, ἐφʼ ᾗ καθεύδουσιν. ἢ παρὰ τὸ νῶ, τὸ σωρεύω, καὶ τὸ εὖ γίνεται εὐνὴ, οἱονεὶ τὰ καλῶς νενησμένα καὶ σεσωρευμένα στρώματα ἐν τῇ κοίτῃ. εὐνῇ ἐνὶ μαλακῇ— σημαίνει καὶ τὴν διατριβήν. ὅθι φασὶ Τυφωέως ἔμμεναι εὐνάς. Εὐνομία. νόμου πειθάρχησις. Εὐορκία. τὸ καλῶς ὀμνύειν. Εὔοπτον. εὐόφθαλμον. ἦν δὲ καὶ ἡ κόρη εὔοπτος. Εὐπάθεια. διάχυσις καὶ ἄνεσις τῆς ψυχῆς καὶ τρυφή. διαιρεῖται δὲ εἰς χαρὰν, εὐλάβειαν καὶ βούλησιν. καὶ φαμὲν τὴν χαρὰν ἐναντίαν εἶναι τῇ λύπῃ· τὴν δὲ εὐλάβειαν τῷ θυμῷ· τὴν δὲ ἐπιθυμίαν τῇ βουλήσει. Εὐπερίοπτον. εὐκαταφρόνητον. ᾐσθάνετο γὰρ τὴν τῶν Μακεδόνων ἀρχὴν εὐπερίοπτον ἐσομένην. Εὐπήληκος. καλὴν περικεφαλαίαν ἐχούσης. Εὐποτμία. εὐτυχία. ζηλῶ τοῦτον τῆς εὐποτμίας. ὅ ἐστι τοῦ καλοῦ θανάτου. πότμος γὰρ ὁ θάνατος. Εὐπάτειραν. πατέρα καλὸν ἔχουσαν. Εὐπλόκαμος. καλλίπλοκος. Εὐπερίστατον. τὴν εὐκόλως περιτρεπομένην. Εὐπραγία. ἡ εὐτυχία. Εὐπραξία. εὐημερία, εὐτυχία. ὁ δὲ Ὀζίας ὤλισθεν ἐπʼ εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ τοῦ πατρὸς ἁμαρτήματα. Εὐρυπρωκτίαν. μαλακίαν. Ἀριστοφάνης· τὴν εὐρυπρωκτίαν σοι ἐναποψήσεται. ὅ ἐστιν ἀπομάξει. Εὐρυοδείας. μέγα τὸ εἶδος ἐχούσης, ὅ ἐστιν ἕδρασμα. ἔστι δὲ, ὡς λέγει ὁ Ὦρος ὁ Μιλήσιος, ἐπίθετον τῆς γῆς. ἡ εὐθεῖα εὐρυοδεία, παροξυτόνως, ἡ μεγάλη καὶ πλατεῖα ἄμφοδος. ὣς τῶν ὤρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυο-δείης. τινὲς εὐρυόδεια λέγουσι προπαροξυτόνως. Εὑρεσιεπίαις. λογοποιΐαις. Εὐρώπη. χώρα, ἐξ ἧς καὶ ὁ Ὀδυσσεύς. Εὐστάθεια. παγιότης. Εὐσθενείας. δυνάμεως. Εὐσέβεια. δικαιοσύνη περὶ τὸ θεῖον. ἀσέβεια δὲ τὸ ἐναντίον. Εὔσκαρθμοι νῆες. εὐκίνητοι, ταχεῖαι. ἢ ταχύποδες. σκαρθμὸς γὰρ ὁ ποῦς. Εὐσέλμου. καλὰς καθέδρας ἐχούσης. Εὐστιβῆ. τετριμμένην. εὐστιβῆ ὁδὸν πορευόμενοι. στίβος γὰρ ἡ ὁδός. Εὐσήμῳ. ἀγαθῇ, καλῇ. ἐν εὐσήμῳ ἡμέρᾳ. Εὔστολον. εὔκοσμον. ὁ δὲ προῆγε ποιήσας εὔστολον τὴν ἀκολουθίαν. Εὔσοια. εὐσθένεια. ζῶντά τʼ εὐσοίας χάριν. Εὔστρα. τὸ βαδιστήριον, ἢ φλογίστρα. Ἀριστοφάνης· ἐν ταῖσιν εὔστραις κονδύλοις ἡρμοττόμην. ἀντὶ τοῦ ἐπαιδευόμην ἀπὸ τῆς μουσικῆς. Εὐτραπελία. κουφότης, μωρολογία. Εὐτρόχαλον. περιφερῆ. εἶναι δὲ τὴν ἀσπίδα μικρὰν καὶ εὐτρόχαλον. Εὐοιώνιστον. εὔφημον, καλὰ προσημαίνουσαν. Εὐφορία. ἡ εὐκαρπία. ἐφορεία δὲ ἡ ἐπιτήρησις, δίφθογγον. Εὐφυΐα. ἀγαθὴ ἀρετή. ἐν φύσει πρὸς τάχος μαθήσεως. Εὐφροσύνη. ἀφορισμὸς λύπης ἐν ἐπιδημίᾳ καλῶν. Εὐφρόνη. ἡ νύξ. παρὰ τὸ εὐφρονεῖν ἡμᾶς ἐν αὐτῇ· καὶ γὰρ ὁ λογισμὸς, ὅτε ἀσχολεῖται, κριτὴς γίνεται τῶν πραγμάτων· ἢ παρὰ τὸ εὐφραίνειν τὸ σῶμα διὰ τῆς ἀναπαύσεως. παρώνυμόν ἐστιν. ὥσπερ γὰρ παρὰ τὸ ἀνακὸς γίνεται ἀνάγκη πλεονασμῷ τοῦ γ, καὶ ἀμύμονος, ἀμυμόνη καὶ ἀμυμώνη διὰ τοῦ ω, οὕτως καὶ παρὰ τὸ εὔφρων, εὔφρονος, εὐφρόνη. Εὐχαί. αἱ ὑποσχέσεις. τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω. Εὐχή. ἐπαγγελία καὶ ὑπόσχεσις, ὡς ἐξ ἀνθρώπου θεοῦ ἀφιερουμένη· ἢ σύστασις δώρου πρὸς θεὸν, ἡ παρὰ τῶν δούλων αὐτοῦ γινομένη ἑκούσιος. εὐχὴ ἡ τοῦ εὖ ἔχειν αἴτησις. Εὐχαριστία, δέησις καὶ προσευχὴ διαφέρει. οἷς γὰρ ἔτι ἐνδεῖ τινὰ, τοῦτό ἐστιν ἡ δέησις. ὅταν δὲ τὸ ἀξίωμα τοῦ θεοῦ νοήσας αἰτῶ τι αὐτοῦ, τότε προσεύχομαι. ὅτε δὲ φίλος ἐπὶ πλέον γένωμαι, τότε εὐχαριστῶ. φησὶ καὶ ὁ μακάριος Παῦλος· πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας· ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μείζω προβαίνων. Εὐχέρεια. εὐκολία, συντομία, ἐπιδεξιότης. Εὐχειρία. ἡ διὰ χειρῶν εὐκινησία. οἱ δὲ Μακεδόνες ταῖς εὐχειρίαις πολλοὶ περιῆσαν. Εὐχρηστία. ἡ καλὴ χρῆσις. Εὐχωλή. εὐχὴ ἢ καύχημα. παρὰ τὸ εὔχω εὐχωλή. κατʼ ἔκτασιν τῆς συλλαβῆς. καὶ ἔμεινε τὸ χω, μέγα, ὡς παύσω, παυσωλή. κὰδ δέ κεν εὐχωλὴν Πριάμου— σημαίνει δὲ τὴν καύχησιν. Εὐωδία. ἡ μυρωδία. εὐοδία δὲ ἡ καλὴ ὁδὸς, μικρόν. Εὐώνυμος. κατʼ εὐφημισμὸν τὴν ἀριστερὰν καλουμένην, τὴν οὐκ οὖσαν ἀρίστην, ἀλλὰ τῇ ἑτέρᾳ ὑπηρετοῦσαν. παρὰ τὸ ἄριστος ἀριστερὸς, ὡς φόβος, φοβερός. Εὐωχία. παρὰ τὸ εὖ ἔχειν, ὅτι ἐπὶ τὰς τῶν θεῶν παραγίνεται τιμάς. βέλτιον δὲ ἀπὸ τοῦ τῶν τροφῶν ἡμῖν εὖ ἔχειν. καὶ γὰρ ἡ παροχὴ, ὅτι πολλὴ ὀχὴ πρόκειται. Εὐκηλήτειρα. ἡσυχάστρια. Εὐδοκίαν τὴν ἐπʼ εὐεργεσίαν βούλησιν ἔθος τῇ θείᾳ καλεῖν γραφῇ. ὁ Ἀπόστολος· κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ. εὐδοκία γὰρ ἡ σφοδρὰ ἐπιθυμία. ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας. Εὐθυμία. ἡ εὐψυχία. ὁ Ἀπόστολος· ἵνα κᾀγὼ εὐψυχῶ, γνούς. — Οὐδέτερον. —Εὐάγωγον. εὐχερές. καλῶς ἀναγόμενον. ἢ εὐθήρατον ἢ εὔληπτον. Εὐαγές. ἁγνόν. εὐσεβές· ὅσιον· θειότατον. γένους δὲ ἦν εὐαγοῦς. Εὐαγγέλιον. τὸ τὰ κάλλιστα ἀπαγγέλλον. τὸ ἀγαθὰς ἀγγελίας φέρον. παρὰ τὸ εὖ μόριον καὶ τὸ ἀγγελία. Εὐαφές. εὐμάλακτον. εὐψηλάφητον. Εὐάφορα. εὐθεώρητα. εὔσκοπα. κολωνὸν ἐπιλεξάμενος, ὑφʼ οὗ τά τε ἔμπροσθεν καὶ τὰ κατόπιν εὐάφορα ἦν, λόχον ἐπʼ αὐτοῦ ἔστησεν. Εὐάλωτον. εὐκόλως χειρούμενον. Εὐάντυγα. εὐάξονα. Εὔβοτα. εὐτραφῆ. καλὰ βοσκήματα ἔχοντα. βοτὰ γὰρ τὰ πρόβατα. Εὐδείελον. τὸ εὐπεριόριστον, τὸ κυκλοτερές. Εὐδίνητα. εὔστροφα, εὐκίνητα. τρύπανά τʼ εὐδίνητα καὶ ὠκήεντα τέρετρα. ὅ ἐστι τρύπανα ἢ ἀρίδες. Εὔδμητον. καλῶς ᾠκοδομημένον. Εὐεπές. εὔλαλον, καλὴν ἔχον φράσιν. Εὐήνυστα. εὐκατόρθωτα. Εὐήνιον. εὐπειθές. καλῶς ἡνιοχούμενον. Εὔηθες. ἐπὶ τοῦ βελτίονος. Εὐῆρες. εὐάγωγον. ἀπὸ τῆς εἰρεσίας. Εὐήτριον. ἱμάτιον καλοΰφαντον. Εὐήλατον. τὸ καλῶς ἐληλασμένον. τὸ δὲ πεδίον ἦν ὕπτιον καὶ εὐήλατον καὶ ἐπιτήδειον ἵππῳ ἐμμάχεσθαι. Εὔθικτον. εὐαφὲς, εὐψηλάφητον. καὶ εὐθίκτως. εὔθηκτον δὲ τὸ καλῶς ἠκονημένον, ἦτα. Εὐθύωρον. Ἀντιφῶν ἀντὶ τοῦ κατʼ εὐθεῖαν. καὶ Ξενοφῶν αὐτῇ τῇ ὥρᾳ. καὶ δὴ εὐθύωρον ἀπεβίω. Εὔθρυπτα. σαθρά. Εὔθραυστα. ἀσθενῆ. εὔθλαστα. Εὔζωρον. καλοκέραστον. ζωρὸν γὰρ τὸ ἄμικτον ποτὸν καὶ ἄδολον. Εὐκέατον. τὸ εὔσχιστον. Εὐκρινές. εὐχερές· καθαρόν· σαφές· εὐδιάλυτον. Εὔκυκλον. στρογγύλον. Εὐκτόν. ἐπιθυμητόν. πέρας εὐκτὸν ἐπιθήσαντες ἅπαντι τῷ πολέμῳ. εὐκτὸν λέγεται, οὐχὶ εὐκταῖον. οὕτως Δημοσθένης καὶ Ξενοφῶν. καὶ Εὔπολις· εὐκτότατον γάμον. τὸ δὲ εὐκταῖον ἐν Νόμοις Πλάτωνος ἐπὶ τοῦ κατευγμένου καὶ οἷον κατʼ εὐχὴν ἀποδιδομένου, καὶ ἀξίου εὐχῆς. Εὐκοπώτερον. ῥᾴδιον. Εὔληπτον. τὸ εὔκολον. Εὔληρα. τὰ ἡνία. —ἐν δʼ αὐτὸς ἔχων εὔληρα βεβήκει. παρὰ τὸ εἰλῶ εἴληρα καὶ εὔληρα, τὰ εἰλοῦντα καὶ συνέχοντα τὰ ὑποζύγια. παρʼ Ἐπιχάρμῳ καὶ αὔληρα εἴρηται. παρὰ τὸν αὐλὸν καὶ τὸ ἐπίμηκες, ἵνʼ ᾖ τὰ ἐπιμήκη. Εὔλογον. τὸ πλείονας ἀφορμὰς ἔχον. εὔλογον ἀξίωμα. Εὐνούστατα. φίλια. καὶ ἀντὶ τοῦ φιλίως. Εὔξοον. καλῶς ἐξεσμένον, καὶ κατεσκευασμένον. Εὐόριστον. τὸ ψηλαφώμενον καὶ φθειρόμενον. οἷον ὁ ἄρτος καὶ τὰ ὅμοια. Εὐπρόσιτον. τὸ εὐπρόσδεκτον. Εὐπόριστον. εὐχερῶς ποριζόμενον. λέγεται γὰρ, ὡς παρὰ Τούρκοις οὐκ εὐπόριστον χρῆμα ὁ σίδηρος. Εὔπρεμνα. τὰ καλοὺς κλάδους ἔχοντα. πρέμνος γὰρ ὁ κλάδος. Εὐπάρυφα. τὰ εὐκατέργαστα. ἢ πλούσια. Εὐπάρεδρα. τὰ καλῶς παραμένοντα. Εὐρίζῳ. ἐπιμόνῳ, καλῶς ἐῤῥιζωμένῳ καὶ βεβαίως πεπηγμένῳ. Εὑρήματα. βουλεύματα. Εὐρύτερον. πλατύτερον. Εὖρος. τὸ πλάτος, διʼ οὗ ἐστὶν εὑρεῖν καὶ φέρεσθαι. σημαίνει καὶ τὸν ἄνεμον τὸν ἀφηλιώτην. παρὰ τὴν αὔραν, τὴν πνοήν. Εὐσύνοπτον. εὐθεώρητον, σαφὲς, εὐεπίγνωστον. Εὐσταθές. εὐτάραχον, βεβηκὸς, μὴ σεσοβημένον. Εὖχος. καύχημα. Εὔωνον. καλοαγόραστον, εὐτελές. Εὐτρόχαλον. ὁμαλόν. — Ῥῆμα. —Εὐδαιμονεῖ. εὐτυχεῖ, καλῶς πράττει. Εὕδοντι. καθεύδοντι, κοιμωμένῳ. Εὐδοκουμένην. καλῶς προσδοκουμένην· ἀρέσκουσαν. πίστιν ἔφην ποιήσειν εὐδοκουμένην. Εὐδοκεῖν. συγκατατίθεσθαι. ὁ δὲ ἔφη εὐδοκεῖν τοῖς λεγομένοις. Εὐδόκησας. σῆς ἠξίωσας οἰκειότητος. εὐδόκησα καὶ τὸ ἠθέλησα. εὐδόκησα καὶ τὸ ἀναπαύομαι καὶ τὸ ἀρέσκομαι, ὡς τό· ἐν ᾧ εὐδόκησα ἐν τῷ εὐαγγελίῳ. Εὐεκτεῖ. ὑγιαίνει. Εὐηθίζω. τὸ μωραίνω. Εὐθύναι. ἐξετάσαι, ὀρθῶσαι. Εὐθύνοντας. ὁρμῶντας. Εὐθύνουσιν. ἐρωτῶσιν. καὶ ἀντὶ τοῦ εἰσπράττουσιν. εὐθύνουσι δίκας. Εὐθετίζω. ἀλήθειαν λέγω. Εὐθηνούμενοι. ἐπὶ τὸ βέλτιον προκόπτοντες. καὶ κατʼ ὀλίγον εὐθηνούμενοι δυνατώτεροι γίνονται. καὶ εὐθηνεῖν τὸ πλουτεῖν. Εὐθενεῖν οἱ Ἀττικοί· οἱ δὲ Ἴωνες εὐθηνεῖν. Κρατῖνος· ἀλλὰ τάδʼ ἔστʼ ἀνακτέον. καὶ γὰρ ἡνίκα εὐθενεῖ. Ἡρόδοτος· εὐθενέειν πᾶσαν Αἴγυπτον. ἡ δὲ εὐθενία παρʼ οὐδενὶ τῶν Ἀττικῶν. Εὐϊλατεύοντα. εὐμενῆ ὄντα, εὐσυμπάθητον, ἐλεοῦντα. καὶ εὐϊλατεύειν ἀντὶ τοῦ εὐμενίζειν. Εὐκαιρεῖν. πλουτεῖν. ὁ δὲ ἐκάλει τῶν πολιτῶν τοὺς δοκοῦντας εὐκαιρεῖν τοῖς βίοις. Εὔκλεισον. ἀντὶ τοῦ δόξης καὶ ἀξίας ἀξίωσον. πρόφρων ἁμετέραν εὔκλεισον γενεάν. Εὐλαβεῖσθαι. φοβεῖσθαι. φυλάττεσθαι. Εὐλογήσατε. ὑμνήσατε. Εὐλογῆσαι. ὑμνῆσαι. ἐπαινέσαι. Δαβίδ· ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται. Εὐλόγηκεν. ἐβλασφήμησεν. ἐπὶ τοῦ Ἰώβ· εὐλογῶν εὐλογήσει σε. Εὐμοίρησε. καλῶς ἐκληρώσατο. Εὐνηθέντες. κοιμηθέντες. Εὐνοουμένη. εἰρηνεύουσα. καλῶς διακειμένη. καὶ ἐν εὐαγγελίῳ· ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου. ἢ ὅτι καταδέχου μᾶλλον ἀδικεῖσθαι. ἢ οὕτως· δίκασον τῇ δίκῃ ὡσανεὶ τὴν ἐκείνου τάξιν ἔχων. Εὐοδώσω. ὁδηγήσω. Εὐοδεῖν. εὑρίσκω παρὰ τοῖς Ἀττικοῖς. Θεόπομπος· ἀλλʼ εἰ δοκεῖ, χρὴ ταῦτα δρᾷν, εὐοδεῖν πορεύομαι. τὸ δʼ ὁδεύειν οὐδὲ παρʼ ἑνὶ τῶν ἐλλογίμων. Εὐόμενος. φλογιζόμενος. εὑόμενος δὲ ὁ φωτιζόμενος, δασεῖαν. Εὐπλοῦν. τὸ εὐημερεῖν. Εὐπλοῆσαι. τὸ καλῶς πλεῦσαι. Εὐριζῶν. πλατύνων, ἢ καλὰς ῥίζας ἔχων. Εὐρωτιῶντες. ἠφανισμένοι. Εὐρύνω. πλατύνω. εὑρίσκω. ἐπαινῶ. Εὐρυβατεύεσθαι. πονηρεύεσθαι. φασὶ γὰρ τὸν Εὐρύβατον τὸν ἑνὰ τῶν Κερκώπων τοιχωρύχον εἶναι· οἱ δὲ προδότην παρὰ τοὺς χρόνους τοὺς πρὸ Κροίσου. Εὐρύβατον ἄνδρα φασὶ τοῦτον Ἐφέσιον εἶναι καὶ λαβόντα χρήματα παρὰ τοῦ Κροίσου, ὥστε στρατιὰν συναγαγεῖν εἰς τὸν πόλεμον τὸν εἰς τοὺς Πέρσας, προδότην γενόμενον, ἐγχειρίσαι τῷ Κύρῳ τὰ χρήματα τοῦ Κροίσου. καὶ ἐντεῦθεν τοὺς πονηροὺς Εὐρυβάτας καλεῖσθαι. Εὐσκευοῦμεν. καλῶς παρεσκευασάμεθα· πρὸς θάνατον. οὕτω μὲν εὐσκευοῦμεν. Εὐστομεῖν. τὸ εὐφημεῖν. καὶ οἱ Ἴωνες εὔστομα κείσθω φασίν. Εὐσυνθετεῖν. εὐνοϊκῶς ἔχειν. Μασσαγέται ἐβουλεύσαντο εὐσυνθετεῖν πρός τε Γελίμερα καὶ Βελισάριον. Εὐφημεῖ. καλῶς λαλεῖ. ἐπαινεῖ. Εὔχεται. παρακαλεῖ. Εὔχομαι. ἐπὶ τοῦ λέγειν τάττει Ὅμηρος. Μέντης Αἰγιάλοιο δαΐφρονος εὔχομαι εἶναι. Εὔχεται. καυχᾶται. Εὔχομαι. ἀντὶ τοῦ καταρῶμαι παρὰ Ἀριστοφάνει. Εὐχροεῖς. εὐσωματεῖς. Εὐωρεῖ. παίζει. Εὐδοκῶ. ἐπιθυμῶ, εὐφραίνομαι. καὶ ὁ Ἀπόστολος· διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν. ὅ ἐστιν ἐπιθυμῶ εἶναι ἐν τούτοις. Εὐπροσωπῆσαι. εὐδοκιμεῖν. ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκὶ, ἤτοι παρʼ ἀνθρώποις. — Ἐπίῤῥημα. —Εὖγε. καλῶς, ὁσίως. λέγεται καὶ ἐπὶ εἰρωνείας πολλάκις. Εὖ σημαίνει τὸ καλόν. παρὰ τὸ ἐῢς, ὃ σημαίνει τὸν θεράποντα ἢ τὸν ἀγαθόν. ὡς γὰρ ἀπὸ τοῦ τάχα γέγονεν ἐπίῤῥημα ταχὺ, καὶ ὄνομα ταχὺ παιδίον, εὐρὺς εὐρὺ, οὕτως καὶ παρὰ τὸ ἐῢς ἐῢ καὶ ἐν συναιρέσει εὖ. ὤφειλε δὲ ὀξύνεσθαι, ἀλλὰ πᾶσα δίφθογγος τελικὴ εἰς υ λήγουσα, ἐφʼ ἑαυτῆς ἔχουσα τὸν τόνον, περισπᾶται. Εὐεκτῶς. ὑγιῶς. Εὐεκτικῶς. σχετικῶς. Εὐεπιβόλως. σαφῶς καὶ ὀρθῶς. Εὐείκτως. εὐπειθῶς. Εὐθίκτως. εὐαφῶς, εὐψηλαφήτως. Εὐθύ. κατεναντίον. σημαίνει καὶ τὸ ἕως. καὶ εἰς οἷον καὶ εὐθὺ ὁρμῶ ἀντὶ τοῦ καλῶς. καὶ παρὰ Θουκυδίδῃ τὸ παραχρῆμα καὶ ταχέως καὶ τὸ ἐξ εὐθείας καὶ ἀσκόπως. Εὐθύς. ἀντὶ τοῦ ἐν ἀρχῇ. καὶ εὐθέως, παραυτίκα. ἀμφότερα Ἑλληνικά. Ἀριστοφάνης· εὐθὺς γάρ σʼ ἔχω μέσον. Εὐθύωρον. ἀντὶ τοῦ κατʼ εὐθείας Ἀντιφῶν. καὶ Ξενοφῶν αὐτῇ τῇ ὥρᾳ. καὶ δὴ εὐθυωρὸν ἀπεβίω. Εὐκτῶς. μετὰ εὐχῆς, ἢ εὐχερῶς. Εὐκρινῶς. σαφῶς, καθαρῶς. Εὐκαρδίως. προαιρετικῶς. ἡ δὲ κόρη ὑπακούει τὲ εὐπροθύμως καὶ εὐκαρδίως. Εὐλόφως. γενναίως. ὁ δὲ πρὸς τοὺς ἐπαναστάντας εὐλόφως ἀγωνισάμενος. καὶ αὖθις· ὁ δὲ εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπομένων ἐφαίνετο. Εὐμαρῶς. ὑγιῶς. εὐχερῶς· εὐκόλως· εὐμαρῶς· πρᾴως· ἱλαρῶς. Εὐνούστατα. φιλίως. Εὐνοϊκῶς. φιλικῶς. εὐνοϊκῶς διακείμενος. Εὐοργήτως. ἀντὶ τοῦ εὐτρόπως. ὀργὴ γὰρ ὁ τρόπος παρὰ Θουκυδίδῃ. Εὐοφθάλμως. ἀντὶ τοῦ εὐπρεπῶς, καὶ ἀντὶ τοῦ εὐόπτως. Εὐπετῶς. εὐχερῶς. εὐκόλως. Εὐπρεπῶς. κοσμίως. ὡραίως. Εὐπότμως. εὐτυχῶς. Εὖ πράττειν. οὕτως ἡ ἐπιγραφὴ τῶν ἐπιστολῶν. εἰσὶ τοῦ ἠθικοῦ εἴδους. εὖ διάγειν. οὕτως Ἐπίκουρος ἔγραφε. χαίρειν δὲ ὁ Κλέων. Εὐράξ. ἐκ πλαγίου. Εὐσυναλλάκτως. εὐμεταδότως. Εὐσχημόνως. εὐλαβῶς. σεμνῶς. Εὐσταθῶς. βεβαίως, ἀσφαλῶς. ὁ δὲ ἐστρατοπέδευσεν εὐσταθῶς, ᾗπερ ἐβούλετο. Εὐσταλῶς. κούφως. Εὐφραδέως. πεφρασμένως καὶ συνετῶς. παρὰ τὸ φράδην. ἢ εὐπρεπῶς καὶ κοσμίως. ἀπὸ τοῦ φράζειν συνετῶς. Εὐοὶ σαβοί. βακχικὸν ἐπίφθεγμα. τῇ δὲ φωνῇ τῶν Φρυγῶν τοὺς μύστας δηλοῖ. ἀφʼ οὗ καὶ ὁ Σαβάζιος Διόνυσος. Εὐανακλήτως. συμπαθῶς. εὐαναδιδάκτως. Εὐέδρως. βεβαίως. Τὸ Ε μετὰ τοῦ Φ. — Ἀρσενικόν. —Ἔφεδρος. ἐγκάτοικος ἢ ἐνεδρεύων. Ἐφέστιοι. σύνοικοι. Ἐφελκυστής. βοηθός. Ἐφεκτικοί. φιλόσοφοί τινες. παρὰ τὸ ἐπέχειν περὶ τῶν πραγμάτων, καὶ δογματίζειν αὐτὰ ἀκατάληπτα. Ἐφέται. ἄνδρες, οἵτινες ὀγδοήκοντα ὄντες ἐδίκαζον. ἐφέται δὲ ἐκλήθησαν, ὅτι ἐπὶ αἵματι δικάζουσι. ἢ ὅτι ἔφεσις παρʼ αὐτῶν οὐ δύναται εἰς ἄλλο δικαστήριον γενέσθαι. Ἔφεκτος τόκος. ὁ ἐπὶ τὸ ἕκτον τοῦ κεφαλαίου. Ἐφεκτικός. ἐπιθυμητικός. Ἐφευρετὰς κακῶν. τοὺς ἐπὶ τοῖς παλαιοῖς κακοῖς ἕτερα καινοτομοῦντας κακά. Ἐφάμιλλος. ἶσος, ὅμοιος. Ἔφηβος. παῖς νέος ἤτοι ἐτῶν ιδ ἢ ιη. Ἔφηλος. ὁ ἐφηλίδας ἔχων εἰς τὴν ὄψιν. Ἐφιάλτης. κύριον. καὶ ὁ παρὰ πολλοῖς λεγόμενος Βαβουτζικάρης. παρὰ τὸ ἰάλλω, τὸ ἐμβάλλω. Ἐφιζόμενος. ὁ ἐπάνω ἵππου καθεζόμενος. Ἐφίππων ὀνόματα. ἴλη ἱππέων ἀνδρῶν ξδ. ἐπιλαρχία δύο ἴλαι ἱππέων ἀνδρῶν ρκη. ταραντιναρχία δύο ἴλαι ἱππέων ἀνδρῶν διακοσίων πεντήκοντα ἕξ. ἱππαρχία δύο ταραντιναὶ ἱππέων ἀνδρῶν δώδεκα. ἐφιππαρχία δύο ἱππαρχίαι ἱππέων ἀνδρῶν ͵ακδ. τέλος δύο ἐφιππαρχίαι ἱππέων ͵βμη. ἐπίταγμα δύο τέλη ἱππέων ἀνδρῶν ͵θεϛ. Ἑφθαλέου. ἑφθοῦ. καὶ ἑφθοῦν τὸ ὀπτᾷν, ἤτοι τὸ διʼ ὕδατος ἕψειν. Ἑφθοὶ πυροί. διεγερτικοί εἰσὶ πρὸς συνουσίαν. Ἔφορος. ὁ πάντων ἐπόπτης καὶ θεωρὸς θεός. καλοῦνται δὲ ἔφοροι καὶ οἱ τὰ πόλεων ὤνια ἐπισκεπτόμενοι. Ἐφραΐμ. κύριον. κυρίως δὲ ἑρμηνεύεται πλατυσμὸς ἢ καρποφορία. Ἐφραθά. ὅ ἐστι Βηθλεέμ. παρʼ Ἑβραίοις δὲ σημαίνει μαρία τὸ ἐφραθά. Ἔφυδρος. ὕδωρ ἐπάγων. ἐφύδρους δὲ ἁλύσεις διατείνας διὰ στόματος τοῦ λιμένος. Ἐφʼ ᾧ πάρει. ἐπὶ τίνι παραγέγονας. ἐφʼ ᾧ καὶ ἐφʼ ᾧτε ἑκάτερον αὐτῶν. καὶ ὁριστικῷ συντάσσεται ῥήματι καὶ ἀπαρεμφάτῳ. Θουκυδίδης· ἐν δʼ ἐφʼ ᾧ φυλακῇ τῇ μετρίᾳ τηρήσονται. καὶ Κρατῖνος· ἐφʼ ᾧτʼ ἐμαυτὴν συγκαθεύδειν τῷ πατρί. — Θηλυκόν. —Ἐφέστριδες. αἱ ἄγαμοι παρθένοι. Ἐφαπτίδας. ..... οἱ δὲ ψιλοὶ τῶν Ῥωμαίων ἕκαστος αὐτῶν εἶχον ἐφαπτίδας, καὶ κνηδυΐδας, καὶ λοχάστην καὶ ἀκόντιον διʼ ὅλου σιδήρου πεποιημένον. Ἔφεσος. πόλις τῆς Ἀσίας. ἐκλήθη δὲ οὕτως ἀπὸ Ἐφέσου τινὸς ἐκεῖσε καπηλεύοντος καὶ πάντας λέγοντος πρὸς Ἔφεσον στέλλεσθαι, ἢ ἀπὸ τῆς Ἐφέσου, Λύδης Ἀμαζόνος, ἣ πρώτη Ἄρτεμιν ἐτίμησε καὶ ὠνόμασεν Ἐφεσίαν. ἀπὸ δὲ τῆς Ἀρτέμιδος καὶ οἱ οἰκοῦντες ἐκλήθησαν. ἢ ὅτι Θησεὺς στρατεύσας Ἡρακλεῖ ἐπὶ τὸν Ἱππολύτης ζωστῆρα ἐδίωξε τὰς Ἀμαζόνας μέχρι Λυδίας, κᾀκεῖ καταφυγούσας ἐπί τινα ναὸν Ἀρτέμιδος δεῖσθαι σωτηρίας τυχεῖν· τὴν δὲ ἐφεῖναι αὐταῖς τὴν σωτηρίαν, ὅθεν Ἔφεσος κληθεῖσα καὶ τὴν Ἄρτεμιν Ἐφεσίαν ἐκάλεσαν. Ἔφεσις. ἐπιθυμία, ἢ ἐπίτασις θελήσεως ἤγουν ἐπιτεταμένη θέλησις. ἔφεσις καὶ ἡ ὁρμή. ἀπὸ δὲ τῆς τῶν στρατηγῶν γνώμης λαβὼν ἔφεσιν παρὰ τοῦ στρατηγοῦ ξένην καὶ παράδοξον βοήθειαν ἐπορίσατο πρὸς τὴν ἐπικειμένην περίστασιν. ἔφεσις καὶ ἡ ἐξ ἑκατέρου δικαστηρίου εἰς ἕτερον μεταγωγή. τὸ δʼ αὐτὸ καὶ ἔκκλητος καλεῖται. Ἐφεσπερεία. ἡ τῆς ἑσπέρας. Ἐφετμή. ἡ ἐντολή. Ἐφεστρίδες. Ῥωμαϊκὰ ἱμάτια λέγονται καὶ ὁ μανδύας καὶ βίῤῥον. Ἐφεδρία. ἡ ἐπίκληρος παραμονή. Ἐφηβεία. ἡ νεότης καὶ ἀκμὴ τῆς ἡλικίας. Ἐφήγησις. δίκη εἰσαγομένη ἀπὸ τῶν ὑποδεξαμένων τὸν εἰργόμενον ὑπὸ τῶν νόμων ἐπιβαίνειν τῆς χώρας, οἷον φυγάδα ἢ ἀνδροφόνον· ἢ ὅταν τῶν δημοσίων τὶ κατέχει τὶς κρύφα. Ἐφημερία. ἡ πατριά. λέγεται καὶ ἡ τῆς ἡμέρας λειτουργία καὶ ἑβδομάδος. Ἐφημερίς. ἡ τῶν ἐφʼ ἑκάστης ἡμέρας συμπιπτόντων ὑπογραφή. Ἐφημοσύνη. ἡ ἐντολή. παρὰ τὸ εἰς αὐτὰ συμβάλλειν τὸν ἀμφότερον λόγον. Ἐφηλίς. ἡ ἐκ τοῦ ἡλίου περὶ τὸ πρόσωπον γινομένη ἔκκαυσις καὶ μελανία. καὶ πάθος περὶ τὸ πρόσωπον γινόμενον. εἴρηται ἀπὸ τοῦ ἡλίου. γράφεται καὶ ἔφηλος. Ἔφοδος. ὁρμή. ἐπέλευσις. Ἐφετμῆς. ἐντολῆς. Ἡσίοδος· —μεμνημένος αἰὲν ἐφετμῆς ἐργάζευ, Πέρση—. — Οὐδέτερον. —Ἐφάλια. παραθαλάσσια. Ἔφαμμα. τὸ περίβλημα. οἱ δὲ διὰ τὸ βατώδη εἶναι τὸν τόπον καὶ μὴ ἐμπλέκεσθαι τοῖς ἐφάμμασι, ταῦτα ἀπέῤῥιπτον, γυμνοὶ μετὰ τῶν ὅπλων στάντες. Ἐφικτόν. δυνατόν. κατάληπτον. Ἐφίερον. Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. ἱερόν ἐστι τῶν δώδεκα θεῶν ἐν Βοσπόρῳ. Ἐφίππιον. ἀγώνισμα ἐφʼ ἵππων τρεχόντων. Ἐφόλκια. τὰ μικρὰ πλοῖα. Ἐφόδια. τὰ ἁρμόζοντα τῇ ὁδῷ ἀναλώματα. Ἐφούδ. τὸ μὲν ὄνομα αὐτοῦ ἑρμηνευόμενον δήλωσιν ἢ λύτρωσιν σημαίνει, τὸ δὲ εἶδος αὐτοῦ σπιθαμιαῖον ἦν ὕφασμα, δίκην περιστηθίου ἐκ χρυσονήμου τέχνης ποικίλης πεποιημένον· καὶ ἐν μὲν τῷ μέσῳ εἶχεν ὥσπερ ἀστέρα ὁλόχρυσον, ἑκατέρωθεν δὲ αὐτοῦ δύο σμαράγδους ἔχοντας ἀνὰ ἓξ τοὺς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, ἐν δὲ τῷ μεταξὺ τῶν σμαράγδων λίθον ἀδάμαντα. ἡνίκα γοῦν ἔμελλεν ὁ ἱερεὺς ἐρωτᾷν τὸν θεὸν περὶ τινὸς κεφαλαίου, ἐδέσμει αὐτὸ ἐν τῇ ἐπωμίδι κατὰ τὸ μέσον τοῦ στέρνου καὶ ὑπετίθει τὰς χεῖρας αὐτοῦ ὑποκάτωθεν, καὶ εὑρίσκετο ἐν ταῖς παλάμαις αὐτοῦ ἐξηπλωμένον ὥσπερ πυξίον, καὶ ἀποβλέπων εἰς τὸν ἐφοὺδ ἠρώτα τὸν θεὸν τὸ ἐρώτημα. καὶ εἰ μὲν ἀρεστὸν ἦν τῷ θεῷ τὸ ἐρώτημα, εὐθέως ἔστραπτεν ὁ ἀδάμας λίθος καὶ ἐφεγγοβόλει ἀκτῖνας ἐκπέμπων· εἰ δὲ οὐκ ἦν εὐάρεστον, ἔμενεν ἐν τῇ ἰδίᾳ τάξει ὁ λίθος. εἰ δὲ ἔμελλεν ὁ θεὸς εἰς μάχαιραν παραδιδόναι τὸν λαὸν, ἐγένετο αἱματώδης. εἰ δὲ θανατικὸν ἔμελλε, ἐγένετο μέλας. Ἐφύμνιον. τὸ ἐπὶ τῷ ὕμνῳ ᾆσμα. — Ῥῆμα. —Ἐφαύλιζον. ηὐτέλιζον. οἱ δὲ ἐφαύλιζον αὐτὸν οὐδαμῆ σπουδαῖον ὄντα· μικρὸς γὰρ ἦν τὸ σῶμα. Ἔφασκεν. ἔλεγεν. Ἐφάψασθαι. ἄρξασθαι, ἢ ψηλαφῆσαι. Ἐφάμην. εἶπα. Ἔφατο. εἶπε. φημὶ, φήσω, ὁ μέσος ἀόριστος δεύτερος ἐφάμην, ἔφασο, ἔφατο. Ἐφεθέν. ὁρισθὲν, παρασχεθέν. ὁ δὲ βασιλεὺς Ἀντίγονος, ἐφεθέν οἱ δικάσαι, προσέταξε κλήρῳ διακριθῆναι. Ἐφεδρεύοντες. ἐπιτηροῦντες, ἐπικαθήμενοι. συντάσσεται δὲ μετὰ δοτικῆς. Ἐφέντες. ἐνδόντες, ὑποχαλάσαντες. Ἐφέξει. σταθῇ. ἐφελκύσει. καὶ ἐφέξειν ἀντὶ τοῦ κωλύσειν. Ἔφες. ἐπίπεμψον. Ἐφεσπόμενος. ἐπακολουθῶν. καὶ ἐφεσπόμενα. Ἐφεστιασάμενος. εὐωχηθείς. Ἐφειμένον. συγκεχωρημένον. Ἐφείω. τὸ ἐπιβάλλω, τὸ ἐπενέγκω. ἔστιν εἴω καὶ ἐν συνθέσει ἐφείω. Ἐφείσθω τούτοις ἐξονυχίζειν. ἀντὶ τοῦ συγκεχωρήσθω ἀκριβολογεῖσθαι. Ἐφεῖτο. τὸ συνεχωρεῖτο. γράφεται καὶ ἀντὶ τοῦ ἐνετέλλετο. Ἐφείλιξαν. ἀντὶ τοῦ ἔφυραν. σχοινίον τὲ ἐφείλιξαν. Ἐφενάκιζον. ἠπάτων. Ἐφήδεσθαι. χαίρειν. ἐπιτέρπεσθαι. Ἐφῆκα. ἔπεμψα. Ἐφήλαντο. ἐπεπήδησαν. Ἔφῃνεν. ἔδειξεν. Ἐφῆπτο. ἐπεκρέματο, ἐπέκειτο. Ἐφίκοντο. ἐφήψοντο. Ἔφθη. προέλαβεν. ἔφθασεν ἢ ἔβλαψεν. οἷον· ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος—. Ἐφθίατο. φθίω ὅπερ ἀπὸ τοῦ φθίνω γίνεται κατὰ ἀποβολὴν τοῦ ν. ἔνθεν καὶ φθίσις, καὶ φθινόπωρον. ὁ παθητικὸς παρακείμενος ἔφθιμαι, ὁ ὑπερσυντελικὸς ἐφθίμην, τὸ τρίτον πρόσωπον ἔφθιτο, καὶ καθʼ ὑποστολὴν τοῦ ι καὶ πλεονασμῷ τοῦ α ἐφθίατο. Ἐφιᾶσι. συγχωροῦσιν. ἐφιᾶσιν, ὅπη τὶς ἐθέλει, ἀπιέναι. καὶ ἐφιεὶς ἀντὶ τοῦ συγχωρῶν. Ἐφιείς. ἀντὶ τοῦ ἐκπέμπων. ἐκ τοῦ ἵημι, ἥσω· ἡ μετοχὴ ἱεὶς καὶ ἐφιείς. Ἐφιέτω. ἀνείτω. Ἐφίει. ἐπέτρεπεν. ὁ δὲ Καῖσαρ δῃοῦν τὰ πρὸ τῆς πόλεως ἐφίει. καὶ ἐφίει ἀντὶ τοῦ πέμπει. Ἐφίῃ. ἐπιθυμεῖς. τί μοι τῶν δυσφόρων ἐφίῃ. Ἐφίησιν. ἐπιπέμπει, ἀνατρέπει. Ἐφικνούμενοι. ἐγγίζοντες. Ἐφικνεῖσθαι. εἰς κατάληψιν ἐλθεῖν. Ἐφίκοιτο. νοήσαι. καταλάβοι. Ἐφίεμαι. ἐπιθυμῶ. Ἐφιζάνει. ἐπικαθέζεται. Ἐφιστάμενος. ἀναμένων. σχολαίως βαδίζων. ὁ δὲ ἐπορεύετο ἄλλοτε καὶ ἄλλοτε ἐφιστάμενος. Ἐφίστη. ἔταττεν, ὥριζεν. ὁ δὲ ἄρχοντας ἐφίστη τούτοις. Ἐφίλατο. ἠγάπησεν. εἰς λυκάβαντας διπλοῦς ἐφίλατο τὴν καλαμίτην. Ἐφλεγμάνθη οὐ δεῖ λέγειν, ἀλλʼ ἐφλέγμῃνεν. Ἀριστοφάνης· εἶτʼ ἐφλέγμῃνεν αὐτοῦ τὸ σφυρὸν γέροντος ὄντος. Ἔφλαδον. τὸ ἐσχίσθη ἢ ἐθλάσθη. ἀπὸ τοῦ θλῶ, φλῶ, κατὰ τροπήν· παραγώγως φλάζω, καὶ ἔφλαδον. Ἔφλα με. ἔτυπτέ με. Ἑφθοῦν. τὸ ὀπτᾷν. ἢ τὸ διʼ ὕδατος ἕψειν. Ἐφλέγετο. ἐν ἐπιθυμίᾳ ἦν. ὁ δὲ Ἰάσων Θετταλὸς ἐπὶ τοῖς ἀναθήμασιν ἐν Δελφοῖς ἐφλέγετο. Ἐφονοκτονήθη. ἐμιάνθη. Ἐφορεύειν. ἐποπτεύειν. Ἐφορμεῖν. ἐφεδρεύειν. οὕτως Δημοσθένης. ἐνεδρεύειν ἐν πλοίοις. Ἐφοινίσσετο. ἐρυθραίνετο. τὸ πρόσωπον ἐφοινίττετο. Ἐφραγγέλωσαν. τουτέστιν ἐμάστιξαν. Ἐφοδευσάτωσαν. κατασκοπευσάτωσαν. Ἐφοδεύεται. διοδεύεται. Ἐφόρουν. ἐκόμιζον. Θουκυδίδης· ἐφόρουν τὴν ὕλην εἰς αὐτόν. Ἐφρύαξαν. ἐταράχθησαν. ἵνα τί ἐφρύαξαν ἔθνη. ὁ δὲ Ἀκύλας ἐθορυβήθησαν, ὁ δὲ Σύμμαχος ἠναισχύντησαν ἡρμηνεύκασιν. Ἔφριξα. τὰς τρίχας ὠρθώθην. ἐπυκνώθη. καὶ Ὅμηρος· ἔφριξε δὲ μάχη—. Ἔφυρον. ἔβρεχον ἢ ἔπλυνον. Ἔφυ. ἐγένετο ἢ ἐγεννήθη. Ἐφυλάξατο. ἐξέκλινεν, εἴασεν. ἐφυλάξατο δὲ τὰ μαλακὰ καὶ ψαμμώδη. Ἔφυντο. ἐνέφυσαν, σφόδρα ἐπεβάλλοντο, ὥστε δοκεῖν συμπεφυκέναι. Ἐφώδευσαν. ἐπέτρεχον. Ἐφιλοτιμεῖτο. ἐνηβρύνετο, ἐλαμπρύνετο. τοῦ Θεολόγου· καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἐμοῖς λόγοις. Ἔφεπε. ἐδίωκε. τοῦ Θεολόγου· ἔφεπε κλονέων. Ἐφόρεις. ἔφερες. Ἡσίοδος· —ἄλλα τε πολλὰ ἁρπάζων ἐφόρεις—. — Ἐπίῤῥημα. —Ἐφφαθᾶ. διανοίχθητι. Ἐφεξῆς. ἐπίσης, κατὰ τάξιν. Ἐφύπερθεν. ὑπεράνωθεν. Τὸ Ε μετὰ τοῦ Χ. — Ἀρσενικόν. —Ἐχέφρων. φρόνιμος. Ἐχέμυθος καὶ ἐχεμυθότατος. ὁ φρόνιμος. Ἐχέγγυος. ὁ ἀσφαλὴς ἐγγυητής. ὁ διὰ πίστεως ἄξιος. παρὰ Θουκυδίδῃ. ἰσχυρὸν, ἐγγυῆσαι δυνάμενον. Ἔχθιστος. μισητός. Ἔχης. ὁ πλούσιος. καὶ κλίνεται ἔχητος. Ἐχθρός. ἀντικειμένη ἐπὶ τὸ βλάπτειν πρόθεσις. Ἐχθοδοπός. ὁ ἐχθροποιός. Ἔχις. ὁ ὄφις. Ἐχέτης. ὄνομα κύριον. Ἐχῖνος. ὁ ἀκανθόχοιρος, παρὰ τὸ συνέχειν ἑαυτὸν στρογγυλούμενον. ἐν γὰρ τῷ ἀλέξασθαι τὸν ἐπερχόμενον, συνειλούμενος, τὸν τῶν ἀκανθῶν περίβολον προβάλλεται εἰς ἔρυμα. ἐχῖνος καὶ τοῦ βοὸς ὁ γαστὴρ, παρὰ τὸ ἐπέχειν ἐν ἑαυτῇ τὴν τροφήν. ἐχῖνος καὶ ὁ λέβης, ὁμοίως. ἐχῖνος καὶ ἄγγος τὶ, εἰς ὃ τὰ γραμματεῖα πρὸς τὰς δίκας ἐτίθεντο. καὶ πόλις Θετταλίας οὕτω καλουμένη, ἀπὸ Ἐχίνου ἑνὸς τοῦ τὴν Σπάρτην ἐνοικήσαντος. σημαίνει καὶ μέρος ἀστέρος. εἴρηται δὲ ἐχῖνος ὁ θαλάσσιος καὶ ἄλλος ἀπὸ τοῦ ἔχειν ἑαυτὸν τῶν σαρκῶν ἀφανῶν οὐσῶν. ἢ ἐχῖνος κατὰ ἀντίφρασιν ἀπὸ τοῦ μὴ δύνασθαι ἔχεσθαι διὰ τὰς ἀκάνθας ὡς ἀγρόπτος. γράφεται δὲ διὰ τοῦ ἰῶτα, ὡς Ἀκραγαντῖνος. Ἐχινόπους. ἀκάνθης εἶδος. παρὰ τὸ ἐπέχειν τοὺς πόδας τῶν βαδιζόντων ἐπʼ αὐτῆς. ἢ ὅτι ἐχίνου θαλασσίου ποσὶν ἔοικεν. Ἐχυρόφρονες. οἱ τῇ φρονήσει ἀσφαλεῖς. Ἐχυρός. ὁ ἀσφαλής. παρὰ τὸ ἔχειν ἐχυρὸς, ὅθεν καὶ ἐνέχυρον, ἀείχυρόν τι ὄν· καὶ κατὰ στέρησιν τοῦ α ἐχυρόν. — Θηλυκόν. —Ἐχενηΐς. εἶδος ἰχθύος. εἴρηται δὲ ἀπὸ τοῦ α ἔχειν καὶ κρατεῖν τὴν ναῦν. ἐχενηῒς καὶ ἡ κρατοῦσα τὴν ναῦν ἄγκυρα. ἄγκυράν τʼ ἐπὶ τοῖς ἐχενηΐδα δεσμὸν ἀέλλης. Ἐχινάς. ὄνομα νήσου. Ἐχεμυθία. σιωπή. μυστήριον. Ἐχέτλη. τοῦ ἀρότρου τὸ κράτημα, οὗ ἔχεται τῇ χειρὶ ὁ ἀροτριῶν. ὡς παρὰ τὸ ἔξυσται ξύστρα, οὕτως ἔχεται ἐχέτλη κατὰ συγκοπήν. Ἐχθραντέα. μισητή. Ἔχιδνα. ὄφις. Ἐχυρά. ἀσφαλής. — Οὐδέτερα. —Ἐχέγγυον. ἀσφαλές. Ἐχέμυθον. μυστήριον, κρυπτὸν ἢ φρόνιμον. ἦν δὲ ἐχέμυθος ἐς τὰ μάλιστα καὶ κρυψίνους. καὶ ἐχεμυθότατον, τὸ φρονιμώτατον. Ἔχθιον. ἐχθρότατον. μισητότατον. Σοφοκλῆς· βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς. Ἔχθος. τὸ μῖσος. καὶ ἔχθημα, τὸ μίσημα. Ἐχθοδοπόν. τὸ ἐχθροποιόν. Ἐχείδιον. ὀφείδιον. Ἔχμα. τὸ στήριγμα. Ἐχύρωμα. ἡ ἀσφάλεια. ὁ δὲ σκόλοπας ὀξεῖς ἐπιφερόμενος ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ. — Ῥήματα. —Ἐχάτιζεν. ἔχρῃζεν. Ἔχε δή. ἀντὶ τοῦ ἄγε δή. ἢ ἄρα δὴ πρόσεχε. ἢ τὶ τοιοῦτον. Ἔχεεν. ἔχωσεν. Ἐχεμυθεῖ. ἔχει καὶ κρύπτει ἐν ἑαυτῷ τὸν λόγον. Ἔχετον. ἀντὶ τοῦ ἐχέτωσαν. καὶ ἐχέτην ἀντὶ τοῦ εἶχον. δυϊκά. Ἐχέτω. κρατείτω. Ἀριστοφάνης· Ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ· Κῦμα δὲ πόντου μὴ κελαδείτω Γλαυκόν. Ἐχειρώθη. ἐκρατήθη. Ἔχει. ἀντὶ τοῦ τέθνηκεν. ἔχει αὐτὸν ὁ τοῦ θανάτου ζόφος χαλινώσας. Ἐχεῖτο. ἐξεκέχυτο. Ἐχηρώθησαν. ἀνδρῶν ἐστερήθησαν. ἐχήρευσαν. Ἔχῃρα. ἐχάρην. Ἰωνικῶς. Ἐχθόμενος. μισούμενος. Ἐχθρεῦσαι. ἐχθροὺς γενέσθαι. ἐχθρεῦσαι φασὶν αἰετὸν καὶ κάνθαρον ἐκ τοῦ ἑκάτερον αὐτῶν τὰ ὠὰ θατέρου διασπᾷν. Ἐχθραίνει. μισεῖ. Ἐχιλιώθη. χίλια ἐζημιώθη. Ἐχόμενα. ἐγγύθεν, πλησίον. Ἔχοντες. οἰκοῦντες. Ἐχόντων ἀντὶ τοῦ ἐχέτωσαν. Ἔχουν. ἀντὶ τοῦ ἐχώννυον. κᾀκ τούτου οἱ μὲν ἔχουν, οἱ δὲ τοῖς συμβάλλουσιν ἀντεμάχοντο. Ἐχολώθησαν. ὠργίσθησαν. Ἐχθοδοπῆσαι. ἐχθροποιῆσαι. καὶ κατὰ πλεονασμὸν τοῦ δ, καὶ κατὰ ἀποβολὴν τοῦ ρ, ἐχθοδοπῆσαι. Ἐχρυσοῦ. ἀπὸ τρίτου προσώπου τῶν ἑνικῶν, οἷον ἐχρυσοῦτο, γίνεται ὑποστολῇ τοῦ τ ἐχρυσοῦο καὶ κατὰ κρᾶσιν ἐχρυσοῦ. Ἔχραον. μετὰ βλάβης ἐπῆλθον. Ἐχρηματίσθη. χρηματισμὸν ἐδέξατο. καὶ ἐχρήσθη ὁμοίως. Ἐχρῆν. ἥρμοζεν, ἔπρεπεν. Ἔχριμπτʼ ἀεί. ἐπλησίαζεν. Ἔχριμψαν. ὁμοίως. Ἐχρίπτοντο. ἐπλησίαζον, προσετρίβοντο. Ἔχρησε. χρησμὸν ἔδωκε. καὶ ἀντὶ τοῦ ἐδάνεισεν. Ἔχρειεν. ἐμαντεύετο. Ἐχύμισαν. ἀντὶ τοῦ ἔγχυμον ἐποίησαν. οἵπερ ἁρμονίαν ἐχύμισαν. Ἐχύρωσεν. ἰσχυρὰν ἐποίησεν. Ἐχώσατο. ὠργίσθη. Ἔχει. ἐπιμελεῖται. καί μοι κῆπον ἔχει πολυδένδρεον. — Ἐπίῤῥημα. —Ἐχθρωδῶς. ἀπεχθῶς. μισητῶς. κακῶς. Ἐχυρῶς. ἀσφαλῶς. ἰσχυρῶς. Ἐχθὲς καὶ χθές. οἱ Ἀττικοὶ χθὲς, οἱ δὲ κοινοὶ ἐχθές. πρῶτον δὲ τὸ ἐχθὲς τοῦ χθές· καὶ δῆλον, πρῶτον μὲν ἀπὸ τῆς ἐτυμολογίας, ὅτι ἐχθὲς εἴρηται παρὰ τὸ ἐκτὸς γεγενῆσθαι τῆς σήμερον· δεύτερον δὲ, ὅτι πᾶν μονοσύλλαβον ἐπίῤῥημα ἢ φύσει ἢ θέσει γίνεται κατʼ ἰδίαν μακρόν. οἷον· ναί· νή· πλήν· γνύξ· μάψ. οὐ μάχεται δὲ τὸ δὶς καὶ τρίς· ἀπὸ γὰρ διάκις καὶ τριάκις συγκέκοπται. χωρὶς τοῦ πρίν. πῶς οὖν τὸ χθὲς βραχύ; ἐὰν εἴπωμεν χθὲς, ἠλόγηται· ἐὰν δὲ ἐχθὲς, μιμεῖται τὸ αἰές. τρίτον δὲ, ὅτι τὸ ε φωνῆεν πέφυκε πλεονάζειν, οἷον· εἶπον, ἔειπον· εἴκοσιν, ἐείκοσιν. ἀφεῖσθαι δὲ, ὅτι μετὰ συμφώνου ὑπάρχει. ἔβη, βῆ· ἔστη, στῆ· ἐμοῦ, μοῦ. οὕτως οὖν καὶ ἐχθὲς, χθές· ἀφαίρεσις καὶ οὐ πλεονασμός· ἐπειδὴ σύμφωνον ἔχει ἐπιφερόμενον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐθέλω, θέλω. πρῶτον τὸ ἐθέλω καὶ δεύτερον τὸ θέλω. Τὸ Ε μετὰ τοῦ Ψ. — Ἀρσενικόν. —Ἑψητός. ὁ ἑψημένος. Ἑψητοί. τὰ λιτὰ ἰχθύδια. — Θηλυκόν. —Ἑψία. ἡ ὁμιλία. ἡ παιδιά. — Οὐδέτερον. —Ἕψανον. ἁπαλόν· καὶ ἀτέραμνον. τὸ δυσέψανον. οὕτως Πλάτων. Ἑψητήριον. ἡ λοπὰς, ὅ ἐστι χύτρα. Ἕψια. τὰ ἀπὸ λόγων παίγνια. καὶ φιλέψιος ὁ φιλοπαίγμων. φιλολόγος ἐστὶν ὁ φιλέψιος. Ἐψιάτιμον. γνωστικὸν παίγνιον. Ἔψιμον. τὸ παίγνιον. — Ῥῆμα. —Ἔψηχον. κατέμασον, ἔτριβον, ἔξεον, ὡμάλιζον. οἱ μὲν τοὺς ἵππους ἔψηχον. Ἐψίω. τὸ λέγω. ἀπὸ τοῦ ἔπω, ἔψω καὶ ἐψίω, ἀφʼ οὗ· πανημέριον ἑψιόωντο. Ἐψιᾶται. ἀντὶ τοῦ παίζει. Ἐψιάσθων. παιζέτωσαν. Ἐψιατέον. ἀντὶ τοῦ παικτέον. Ἐψιλωμένοι. γεγυμνωμένοι. Ἔψισαν. ἐψώμισαν. Ἕψων καὶ ἀπέψων. τὸ ἔψιον διὰ τοῦ ο μικροῦ, τὸ δὲ ἀπεσπόγγιζον διὰ τοῦ ω μεγάλου. Ἐψύχθη. ἀπεπαύθη· ἠρέμησεν. —ἄγρια δʼ αὐτοῦ ἐψύχθη χαλεπῆς πνεύματα θευφορίης. Ἐψυχαγώγησε. παρεμυθήσατο. ἢ ψυχὰς διὰ μαγγανείας ἀνήγαγεν. Ἔψυρεν. ἀπεδίωξεν. Ἐψῶν. κνηθόμενος. Ἐψώμισεν. ἔθρεψεν. Τὸ Ε μετὰ τοῦ Ω μεγάλου. — Ἀρσενικόν. —Ἑωθινός. ὀρθρινός. Ἑῷος. ἀνατολικὸς ἢ ὀρθρινός. Ἑωσφόρος. ὁ ἥλιος, ἀνατολικὸς ἀστὴρ πρωϊνὸς, ὁ αὐτὸς καὶ φωσφόρος καλούμενος. ὁ Ὅμηρος τοῦτον λέγει φέρειν τὴν ἡμέραν, οὐχὶ τὸν ἥλιον. Ἑωϋτός. ἑαυτός. — Θηλυκόν. —Ἐώας. ἀνατολῆς. Ἑωλοκρασία. τὸ χθιζὸν βρῶμα, ἢ ἡ ματαία πόσις. Δημοσθένης· αἴτιος δʼ οὗτος ἑωλοκρασίαν τινά μου τῆς πονηρίας αὐτοῦ κατασκεδάσας. ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ νυκτερεύουσι καταχεῖν τῶν κοιμωμένων τοὺς ζωμοὺς τῶν ἑώλων δείπνων, πρὸς τοιαύτην παιδίαν τετραμμένοις· ἡνίκα γὰρ συνέπινον ἀλλήλοις οἱ νέοι, ἐπὶ ἑκάστου κρατὴρ οἴνου ἐτίθετο, καὶ εἴτις ἐκαθεύδησε μὴ πιὼν τὸν κρατῆρα, πρωῒ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἐξεχέετο. Ἐωρκοπίαις. ὑψηλοφροσύναις. Ἕως. ἡ πρώτη τοῦ ἡλίου ἀνατολή. ἢ ἡ πρὸ τῆς ἡλίου ἀνατολῆς ὥρα. — Οὐδέτερον. —Ἕωλον. μάταιον· ἢ χθεσινόν· ἢ τὸ ψυχρὸν καὶ ἀνωφελές· ἢ τὸ ἀνίσχυρον. τὸ εἰς τὴν ἕω λειπόμενον. Ἑῷον. ἀνατολικὸν, ὀρθρινόν. σὺν τῷ ι. κτητικὸν ἀπὸ τῆς ἕως. τὸ δὲ ἑωσφόρος οὐκ ἔχει. — Ῥῆμα. —Ἔῳγεν. ἐκ τοῦ οἴγω. ὁ παρατατικὸς ἔοιγον, ᾦγε καὶ πλεονασμῷ τοῦ ε ἔῳγε. χηλοῦ ἀπὸ τοῦ πῶμʼ ἀνέῳγε. Ἐῴη. συγχωροίη. Ἐῴκει. ὡμοίαζεν. ἐῴκειν ἔχει τὸ ι. εἴκω τὸ ὁμοιῶ, ὁ μέσος παρακείμενος εἶκα καὶ κατὰ διάλυσιν ἔϊκα καὶ ἐπενθέσει τοῦ ο ἔοικα. καὶ ἐπαυξήσει τοῦ ο μικροῦ εἰς ω μέγα ἔῳκα. καὶ μένει τὸ ι προσγεγραμμένον. ὁ ὑπερσυντελικὸς ἐῴκειν, ἐῴκεις. Ἐώλπειν ὑπερσυντελικὸς ἀπὸ τοῦ ἐόλπω, τὸ ἐλπίζω. Ἐῶμεν. συγχωροῦμεν. Ἐωνημένων. ἀγορασθέντων. Ἐωνῆσθαι. ὠνεῖσθαι δὲ δίφθογγον. Ἐῳνοχόει. ἐκίρνα. Ἐών. ὁ ὑπάρχων. μηδʼ οὕτως, ἀγαθός περ ἐών,— ἐνεστὼς παρατατικὸς παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ὢν καὶ ἐών· τὸ δὲ ἐὼν τοῦ ὢν ἐντελέστερόν ἐστι. καὶ ἐὼν ὁ πρὸ πολλοῦ τεθνηκώς. Ἔῳξεν. ἀνέῳξεν. Ἔωργε. διεπράξατω. καὶ ἐώργειν, ὑπερσυντελικός. Ἐωρίζω. τὸ μετεωρίζω. Ἑώρων. ἀπὸ τοῦ ὁρῶ. ὁ παρατατικὸς ὥρων καὶ πλεονασμῷ τοῦ ε ἑώρων, τῆς δασείας φυλαχθείσης. ὡσαύτως καὶ ἀπὸ τοῦ οἰνοχοῶ ὁ παρατατικὸς ᾠνοχόουν καὶ πλεονασμῷ τοῦ ε ἐῳνοχόουν, καὶ ἀπὸ τοῦ ὠνῶ, ὠνοῦμαι, καὶ ὤνημαι καὶ ἐώνημαι. Ἐώσαντο. βιαίως εἰσῆλθον. εἰσεπήδησαν. Ἔωσεν. ἀπώσατο, ἐνέβαλεν. ἀπὸ τοῦ ὤθω ὁ μέλλων ὤσω, ὁ ἀόριστος ὦσα, τὸ τρίτον ὦσε, καὶ πλεονασμῷ τοῦ ε ἔωσεν. ὡς ᾠνοχόει, ἐῳνοχόει. Ἑώρταζον. ἀπὸ τοῦ ἑορτὴ γίνεται ἑορτάζω, καὶ ὁ παρατατικὸς ἑώρταζον. καὶ ἐπειδὴ οὐδέποτε λέξις εὑρίσκεται ἀρχομένη ἀπὸ τοῦ η ἐπιφερομένη τὸ η, χωρὶς εἰ μὴ εὑρεθῇ δίφθογγον, ὡς τὸ ἠοῦς, ἠοῖ, καὶ κατὰ διάλυσιν, ὡς ἠόα, τούτου χάριν ἐγένετο ὑπερβιβασμός· καὶ ἡ μὲν παραλλαγὴ ἐξετάθη, ἡ δὲ ἀρχὴ συνεστάλη εἰς ε, καὶ ἐγένετο ἑώρταζον. Ἔω. τὸ ὑπάρχω. ἐῶ δὲ τὸ καταλιμπάνω. Ἐώμενος. καταλιμπανόμενος. — Ἐπίῤῥημα. —Ἕως τῶν οὐρανῶν. ἕως τοῦ τέλους. καὶ ἕως ἀντὶ τοῦ διηνεκῶς καὶ πάντα τὸν χρόνον.