Λ. Τὸ Λ μετὰ τοῦ Α. — Ἀρσενικόν. —Λάας. ὁ λίθος. καὶ κλίνεται λάα. ἔστι δὲ καὶ ὁ λᾶς, ἡ εὐθεῖα. τῶν πληθυντικῶν οἱ λαῖ, τῶν λῶν, καὶ λάων. Λαβραγόρας. ὁ φλύαρος, ὁ σφοδρῶς δημηγορῶν· ὁ προπετὴς ἐν τῷ λέγειν, καὶ οἷον λάβρος καὶ θρασύς. Λαγίδα. ὁ τοῦ Λάγου παῖς. Λαγώς. παρὰ τὸ λα ἐπιτατικὸν μορίον, καὶ τοῦ ὦς, ὠτὸς, ὁ μεγάλα ὦτα ἔχων. γράφεται καὶ λαγωός. Λαγγόβαρδος. κύριον. γράφεται καὶ Λαγγίβαρβος. Λαβύρινθος. κοχλιοειδὴς καὶ δυσδιεξίτητος τόπος. Λάγνος. πόρνος· αἰσχρός· κατωφερὴς πρὸς τὰ ἀφροδίσια, ὅ ἐστι τὰς συνουσίας. Λαθικήδης. ὁ λήθην τῶν κακῶν ποιούμενος. καὶ λαθικηδέα τὸν ἐμποιοῦντα λήθην πάντων τῶν κακῶν. κήδεα γὰρ τὰ κακὰ καὶ αἱ θλίψεις καὶ αἱ λύπαι. Λάϊγξ. ὁ μικρὸς λίθος. παρὰ τὴν λαὸς γενικὴν λάϊξ, καὶ πλεονασμῷ τοῦ γ λάϊγξ, ἔνθεν καὶ τὸ λάϊγγες. ὡς ψῆφος, ψῆφιξ, καὶ πλεονασμῷ τοῦ γ ψήφιγξ. Λαιδρός. ὁ θρασύς. Λαίλας. ὁ μὴ ἐκ γένους τύραννος, ἀλλʼ ἐπιθέμενος. Λαϊσκέδης. ὁ βούπαις. Λάκωνες. οἱ Σπαρτιᾶται. εἰσὶν δὲ οὗτοι ἀνδρεῖοι. Σπαρτιάτας ἡ λόγχη γνωρίζει. Λάκων. ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ὀπίσω τόπον· ὁμοίως δὲ ἀντὶ τῆς ἔμπροσθεν ἐπιφανείας τὸν ὄπισθεν. Λάμυρος. ὁ φλύαρος. Λαμπρός. λαμπρὸς ἐπανέζευξε καὶ ὅσα μετὰ κινήσεως μικρά· λαμπρῶς δὲ ἀνηγορεύθη καὶ ὅσα μετὰ στάσεως μεγάλα. Λάμπων. ὄνομα κύριον. Λαοσσόος. ὁ λαοὺς σώζων. Λαπιστής. ψεύστης, προπετής. Λάσιοι. πολύτριχες. δασεῖς. ἡ γὰρ θέρμη αἰτία ἐστὶ τῆς ἐκφύσεως τῶν τριχῶν. λάσιος δὲ παρὰ τὸ λα καὶ τὸ σεύω, τὸ ὁρμῶ. Λάτρις. ὁ μισθῷ δουλεύων. λάτρον γὰρ ὁ μισθός. ἢ παρὰ τὸ λα ἐπιτατικὸν καὶ τρεῖν, ὅ ἐστι φοβεῖσθαι. Λαῦσος. ὁ συνετός. καὶ ὄνομα κύριον. Λαφύστιος. ὁ λαίμαργος. ἀπὸ τοῦ λαφύσσω, λαφύξω. Λαχνήεις. δασύθριξ. Λαχμῷ. τῷ δασεῖ τῶν ἐρίων. παρὰ τὸ λίαν ἔχεσθαι. Ἀντίμαχος δὲ τὸν λακτισμὸν τῶν ἵππων λέγει λαχμόν. οἷον· λαχμὸν δʼ οὐ δείδιεν ἵππων. Σέλευκος δὲ διὰ τοῦ ν γράφει λαχνῷ, ἵνα σημάνῃ ἡ λάχνη. Λαιδρός. ὁ θρασύς. παρὰ τὸ λα ἐπιτατικόν. Λαίθαργος. ὁ κρυφοδάκτης καὶ ἀργός· ὁ λαθραίως δάκνων. καὶ οἷόν τις κύων λαίθαργος. Λαιμός. παρὰ τὸ λίαν μᾷν, ὅ ἐστι ζητεῖν. Λαιστρυγόνες. ἔθνος. Λαίσκαπρος. ὁ λάγνος καὶ λαμός. παρὰ τὴν λα ἐπίτασιν, πλεονασμῷ τοῦ ι, ὡς ἐν τῷ μαστροπὸς, μαιστροπός. Λαιψηρός. ὁ ταχύς. Λάχης. κύριον. παρὰ τὸ λήχω, τὸ λαγχάνω. ὁ δεύτερος ἀόριστος ἔλαχον, καὶ ἐξ αὐτοῦ λάχης. — Θηλυκόν. —Λαβή. ἡ ἀφορμή. Λαβρεία. ἡ φλυαρία. Λάβωρα. εἶδος ὀπώρας. Λάγυνος. ἡ πάνυ καὶ λίαν δεκτική. παρὰ τὸ λα καὶ τὸ χῶ, τὸ χωρῶ. Λάδη. πόλις. Λαιδάς. ἡ ἀσπίς· ἀπὸ βύρσης. Λαίσθη. ἡ ἀκολασία. Λαισίνη. ὄνομα πόλεως. Λακέρυζα κορώνη. μεγάλως κράζουσα. Λακέρεια. ὄνομα πόλεως. παρὰ τὸ λα καὶ τὸ ῥέω. οἱονεὶ ἡ μεγάλως ἐπιῤῥεομένη. Λάκμων. ἡ κορυφὴ τοῦ ὄρους. Λάμια. θηρίον. ἢ πολυχώρητόν τι ἀντρῶδες. ἢ γυνή τις ἀρχαία Λίβυσσα οὕτω καλουμένη. Λαμπήνη. ἅμαξα βασιλικὴ, ἢ ἅρμα σκεπαστόν. Λαμπάς. ἔστιν ἄναψις καὶ ἄθροισμα πυρός. Λαμπουρίς. εἶδος ἀλώπεκος ἐχούσης λευκὴν τὴν οὐράν. Λάμψακος. ὄνομα πόλεως. τοῖς Λαμψακηνοῖς ἐδόθη χρησμὸς, ὅπου ἂν αὐτοῖς λάμψῃ, ἐκεῖ πόλιν κτίσαι· ἀστραπῆς δὲ γενομένης εἶδον τὸν τόπον, καὶ ἐκεῖ ἔκτισαν πόλιν ὀνομαζομένην Λάμψακον. Λάξ. ἡ λῖξις. Λαοδίκεια ... Λάπαθος. εἶδος βοτάνης. ἀπὸ τοῦ λαπάσσειν. ἔστι δὲ τὸ λάχανον εὔθετον εἰς γαστέρα· ἁπαλύνει γάρ. Λαπάραν. τὴν λαγόνα. παρὰ τὸ λελάφθαι, ὅ ἐστιν ἐκκενῶσθαι τὸν τόπον. πρὸς σύγκρισιν τῶν πλευρῶν. λαπάξαι γὰρ τὸ κενῶσαι. ὅθεν καὶ λάφυρα ἀπὸ τῆς κενωτικῆς πόας. Λάταξ. ἡ μεγάλη σταγών. Λαταγή. ὁ θόρυβος. Λαΐνθη. λάρναξ λιθίνη. Λατρεία. θυσία. Λάτρις. ἡ θεράπαινα, ἡ δούλη. Λατρεία. δουλεία θεῷ μόνῳ πρέπουσα. Λαμυρία. ἡ στωμυλία. ἢ ἡ ἄκαιρος ἀνδρεία. Λαῦρα. πλατεῖα ῥύμη, διʼ ἧς ὁ λαὸς παρέρχεται. παρὰ τὸ λίαν αὔραν ἔχειν. ἦν οὐδὸς ἐς λαύρην. Λαυκανίη. ὁ λαιμός. ἀπὸ τῆς ἀπολαύσεως. ἄλλοι δέ φασι λευκανίη. Λαφυραγωγία. ἡ αἰχμαλωσία. Λάχνη. ἡ τρίχωσις. λέγεται δὲ καὶ ὁ τῆς θαλάσσης ἀφρός. Λάχεια. σημαίνει τὴν καλῶς ἐσκαμμένην γῆν. παρὰ τὸ λα ἐπιτατικόν. ὡς ἀπὸ τοῦ χαίρω χάρεια, καὶ ἀνθῶ ἄνθεια, καὶ κρατῶ κράτεια, οὕτως ἀπὸ τοῦ λαχῶ λάχεια. τὰ γὰρ ἀπὸ ἐνεστῶτος διὰ τοῦ εια γινόμενα θηλυκὰ προπαροξύνονται καὶ διὰ τῆς ει διφθόγγου γράφονται, οἷον· μήδω μήδεια· θέρω θέρεια. Λαικάστρια. ἡ πόρνη. Λαίλαψ. σκότος μετὰ συστροφῆς ἀνέμων. Λαιμαργία. λαιμοῦ ἔφεσις. οὐκ ἐν πλήθει, ἀλλʼ ἐφʼ ἡδύτητι βρωμάτων μαινομένη. Λαίστη. ἡ αἰσχύνη. Λαίνιλα. ὄνομα νήσου. Λαῖρος. ὄνομα πόλεως. Λαίτρινα. πόλις. Λαμπάς. παρὰ τὸ λάμπω, τὸ φαίνω, γίνεται λαμπάς. — Οὐδέτερον. —Λάγειον. αἷμα καὶ κρέας. Λαῖγμα. τὸ ἱερὸν θῦμα. Λαίετον. τὸ ἀρχεῖον. Λαιτρόν. τὸ ἀχρεῖον. καὶ λαιτρὸν τὸ πρυτανεῖον. Λαῖφος. ἡ χλαῖνα. Λάϊνον. λίθινον. Λακίσματα. τὰ σχίσματα τὰ ἀποπίπτοντα τῶν σαρκῶν. Λακίνιον. ὄνομα ὄρους. Λάκκαιον. ὕδωρ καὶ ὄρος. Λακέντιον ... Λαλίστατον. εὔγλωττον· εὔφωνον. Λαμυρόν. κομψὸν, λαμπρόν. Λαξευτήριον. ἐργαλεῖον οἰκοδομικὸν ἢ λιθοξοϊκόν. Λαρόν. προσηνὲς, ἡδύ. παρὰ τὸ ἱλαρὸν, λαρόν. ἢ παρὰ τὸ λῶ, τὸ θέλω καὶ ἀπολαύω. Λάσιον. τὸ δασύ. καὶ τὸ ἰσχυρόν. ὡς τό· λάσιον κέαρ. ὅ ἐστιν ἰσχυρὰ ψυχή. παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ σεύω, τὸ ὁρμῶ. στήθεσι λασίοισιν—. ὑπὸ γὰρ τὴν γαστέρα κεῖται ἡ καρδία, ἐν ᾗ τὸ ξηρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. Λασάνια. γραικιστὶ αἱ πρασιαί. Λάχιον. τὸ λάχος· ὁ κλῆρος. Λαχανηρόν. τὸ τῶν λαχάνων. Λαχνῆεν. τὸ δασύ. Λάφυρα. τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανόμενα· τὰ γὰρ ἐκ τῶν τεθνεώτων σκύλα λέγονται. Λαμώνιον. ὄνομα ὄρους. Λαιόν. τὸ ἀριστερόν. Λαισήϊα. μικρὰ ἀσπιδίσκια. ὠμοβύρσια. βαρβαρικὰ δέ εἰσιν ὅπλα. Λαῖτμα. τὸ χάσμα καὶ μέγα πέλαγος, ἢ τὸ κῦμα. Λαῖφος. τὸ ἄρμενον. παρὰ τὸ λίαν φαίνεσθαι. Λαίφυρον. τὸ ἀσθενές. Λάμβδα. τὸ στοιχεῖον. οἱονεὶ λάβα τὶ ὄν· παρὰ τὸ λείως βαίνειν ἐν τοῖς μέτροις καὶ ἀσθενὲς εἶναι πρὸς τὸ μηκύνειν τὰς συλλαβάς. — Ῥῆμα. —Λαβόμενος. δραξάμενος. Λάζετο. ἐκράτησεν. λήβω, τὸ λαμβάνω, ὁ δεύτερος ἀόριστος ἔλαβον, καὶ ἐξ αὐτοῦ λαβάζω καὶ κατὰ συγκοπὴν λάζω, λάζομαι, ἐλαζόμην, καὶ λάζου, ἐλάζετο. Λαβράζων. ἠχῶν τοῖς πτεροῖς. Λαίεται. καταλύεται. Λαιθυράζειν. τὸ διὰ στόματος ψόφον ποιεῖν ἐπὶ τῷ μαζῷ. Λαιλάχω. τὸ ψοφῶ. Λαιμάσσω. τὸ ἀμέτρως ἐσθίω. Λαιμφεύειν. τὸ δραπετεύειν. Λαίω. τὸ βλέπω. καὶ τὸ φονεύω. Λακκίζω. λάκκον ποιῶ. Λακίσαι. σχίσαι. καὶ λακῶ ὁμοίως. Λακωνίζειν. τὸ γράφειν περὶ πλείστων ὀλίγας συλλαβάς. Λαμπετόωντι. λάμποντι. —πυρὶ λαμπετόωντι— παρὰ τὸ λάμπω γίνεται λαμπετῶ. ἡ μετοχὴ λαμπετῶν, λαμπετῶντος, λαμπετῶντι καὶ πλεονασμῷ τοῦ ο λαμπετόωντι. εἰώθασιν οἱ ποιηταὶ ἐπὶ τῆς δευτέρας συζυγίας πλεονάζειν τὸ ο. Λαπάξαι. τὸ κενῶσαι. καὶ λάπτειν τὸ ἐκκενοῦν. κενωτικὸν γὰρ γαστρὸς ἡ λάπαθος βοτάνη. Λαπίζειν. ἀλαζονεύεσθαι, προπετεύεσθαι, ψεύδεσθαι. Λαρυγγίζειν. τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι, ἀλλὰ περιεργότερον τῷ λάρυγγι χρῆσθαι καὶ ἐπιτηδεύειν. Λατρεύειν. κυρίως τὸ δουλεύειν καὶ πάντα ποιεῖν ἀπὸ διαθέσεως. καθὼς καὶ Παῦλος ὁ Ἀπόστολος φησίν· ᾧ λατρεύω ἐν τῷ πνεύματί μου. Λαφύξας. διασπαράξας· ἀφειδῶς θοινησάμενος. Λαχόντα. κληρωσάμενον. Λαχόην. ἔστι λάχοιμι, λάχοις, λάχοι. ἐκ τούτου γίνεται λαχοίη κατὰ πλεονασμὸν τοῦ η ἀττικῶς. εἶτα προσθήκῃ τοῦ ς λαχοίης καὶ τροπῇ τοῦ ς εἰς τὸ ν τὸ πρῶτον λαχοίην. ὥσπερ ἐτύφθην, ἐτύφθης, ἐτύφθη. καὶ λοιπὸν οἱ Αἰολεῖς ἀποβάλλουσι τὸ ι, καὶ γίνεται λαχόην. Λαχῆναι. σκάψαι. Λάψαι. τῇ γλώσσῃ πιεῖν, ἢ ῥοφῆσαι. Λαιθυράζω. χλευάζω. Λαικάζω. τὸ ἀπατῶ. ἀπατητικαὶ γὰρ αἱ λαικάστριαι, ὅ ἐστιν αἱ πόρναι. Λαμβανόμενος. προβαλλόμενος. Ἀποστολικὴ ἡ λέξις. πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται. — Ἐπίῤῥημα. —Λὰξ ἐντείνων. ἀντὶ τοῦ λακτίσματι τύπτων. Τὸ Λ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —Λέβης. τὸ χερνίβιον. ἀπὸ τοῦ τὰς λιβάδας τῶν χειρῶν ὑποδέχεσθαι. λέβης καὶ τὸ κακκάβιον· εἰς ὃν λείβεται καὶ ἐμβάλλεται τὸ ὕδωρ. Λέβης. καὶ ὄνομα ἰχθύος. τὰ ὕεια κρέα καὶ τοὺς λέβητας. Λεβηδών. τόπος, ἐν ᾧ ἐθυσίαζον οἱ κατὰ τὴν λιβανησίαν Ἀῤῥαβίαν Μωαβῖται. Λεγεών. αἱ δώδεκα μυριάδες. Λέκιθος. ὁ κρόκος τοῦ ὠοῦ. Λέμβος. τὸ μικρὸν πλοιάριον. Λευστῆρα. λιθοβόλον. Λυκόφρων· λευστῆρα οὕνεκʼ ἔριψε πρῶτος πέτρον. Λευΐτης. ὁ διάκονας, καὶ ὁ ἀπὸ φυλῆς τοῦ Λευΐ. ἢ λευΐτης ἐστὶν ὁ διακονῆσαι τὸν τοῦ θεοῦ λόγον πρὸς ὠφέλειαν ἄλλοις δυνάμενος. Λευγαλέος. ὀλέθριος· χαλεπός. Λευρός. ὁμαλὸς, λεῖος· πλατύς. ἀπὸ τοῦ λίαν εὐρύς. Λευϊθὰν, ἢ λευϊαθάν. βασιλεὺς ὑδάτων ἑρμηνεύεται. Λευχείμων. λευκὰ ἱμάτια ἐνδεδυμένος. Λεώς. ὁ λαός. Ἀττικὸν δέ ἐστι. Λέων. παρὰ τὸ λάω, τὸ βλέπω. ἐξ οὗ καὶ ἀλαὸς, ὁ ἐστερημένος τοῦ βλέπειν. ὀξυδερκέστατον γὰρ τὸ ζῶον, ὡς φησὶν ὁ Μανέθων ἐν τῷ πρὸς Ἡρόδοτον, ὅτι οὐδέποτε καθεύδει ὁ λέων. τοῦτο δὲ ἀπίθανον· οὐκ ἐνδέχεται γὰρ ἐγρηγορέναι ἀεί. ἀλλʼ ἴσως, ὡς ἡ δορκὰς ἐν τῷ καθεύδειν, οὕτως καὶ ὁ λέων ἀνεωγμένους ἔχει τοὺς ὀφθαλμούς· ἐπειδὴ τῶν ὀφθαλμῶν αὐτοῦ μεγάλων ὄντων τὸ δέρμα τὸ ἐπικείμενον τοῖς ὀφθαλμοῖς μικρότερόν ἐστι καὶ οὐ δύναται σκεπάσαι αὐτούς. Λειμών. κῆπος· ἢ τόπος ἀνθηρὸς, ἢ παράδεισος. παρὰ τὸ λείβω, λειβὼν, καὶ λειμών. περιεκτικὸν δέ ἐστιν, ὡς καὶ τὸ χειμών. καὶ λείμαξ, ὁ κῆπος. Λείξουρος. ὁ πλεονέκτης. Λειβήθριοι. ἔθνος μωρόν. ἀπὸ τόπου Λειβήθρα καλουμένου, ἐν ᾧ κατοικοῦσιν ἀνόητοι ἄνθρωποι. Θουκυδίδης· Λειβηθρίων ἀνοητότεροι. Λείους. ὁμαλούς. Λειόβατος. ὁμαλός. Λειρόφθαλμος. εἰ μὲν σημαίνει τὸν προσηνῆ, διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ τὸ λείριον, ὃ σημαίνει τὸ ἄνθος. εἰ δὲ διὰ τοῦ ι, σημαίνει τὸν ἀναιδῆ. τοῦτο δὲ παρὰ τὸ λίαν ὁρᾷν. λέγει δὲ Ὦρος ὁ Μιλήσιος, ὅτι οὐ τῶν ἀνθῶν δεῖ λέγειν, ἀλλὰ τῶν ἀνθέων διὰ τὴν συνέμπτωσιν τοῦ ἀνθʼ ὧν ἐπίστατο, ὅπερ ἐκ τῆς ἀντὶ προθέσεως καὶ τοῦ ὧν ὑποτακτικοῦ ἄρθρου γέγονε. Λειποτάκτης. ὁ φεύγων καὶ καταλιμπάνων τὴν τάξιν. κυρίως δὲ ἐπὶ στρατιωτῶν φευγόντων τὸν πόλεμον. Λειπόνεως. ὁ λιπὼν τὴν ναῦν. Λειχήν. εἶδος πάθους. παρὰ τὸ λείχω· καὶ γὰρ φασὶν, ὡς ἐκ τοῦ λείχειν τὸ πάθος ἐπαίρεται. ἢ παρὰ τὸ λεῖον κατὰ ἀντίφρασιν γέγονε, τὸ μὴ ὂν λεῖον. — Θηλυκόν. —Λεηλασία. αἰχμαλωσία. Λεκάνη. ἧς τὸ χάσμα λεῖόν ἐστι· πεπλάτυνται γάρ. λειοχάνη οὖν ἡ ἐτυμολογία. Λεκιθοπῶλις. ἡ τὰ ὠὰ πωλοῦσα. Λέξις. μέρος ἐλάχιστον τοῦ κατὰ σύνταξιν λόγου. κυρίως δὲ λέξις ἡ ἔχουσα τὶ λεκτὸν ἐν αὐτῇ, τουτέστι σημαντικόν. Λεβηρίς. τὸ δέρμα τοῦ ὄφεως. Λέπαργος. ἡ χιών. Λεπρά. τραχεῖα. Λέσχαι. τὰ δειπνητήρια, καὶ αἱ φλυαρίαι, καὶ αἱ πολυλογίαι, καὶ αἱ ὕβρεις. οἱ γὰρ καθεζόμενοι χάριν θέρμης ἐν ταῖς οἰκίαις λόγους συναίρουσιν. Λεσχέραι. αἱ σχολαί. ἀπὸ τοῦ λέξαι· ἐκεῖ γὰρ ὡμίλουν. Λέπρα. σπῖλος ἐγγινόμενος τῷ σώματι κατά τι πάθος, σβεννυμένου τοῦ αἵματος καὶ λευκαινομένου. οὐδὲν γὰρ ἕτερον ἐστὶ σὰρξ ἢ πεπηγὸς αἷμα. Λέρνη. ἡ κρήνη. Λευκή. νήσου ὄνομα ἐν Πόντῳ. Λευκὴ δὲ λέγεται διὰ τὸ ἐνδιαιτᾶσθαι ἐν αὐτῇ πλῆθος λευκῶν ὀρνέων. Λευκή. ἡ διαφανὴς καὶ λαμπρά. παρὰ τὸ λεύσω, τὸ βλέπω. Λευκανία. ὁ λαιμὸς, ὁ στόμαχος, ὁ βρόγχος, ἢ τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος. παρὰ τὸ λευκὸν εἶναι τῇ φύσει. ἢ παρὰ τὸ χεύω, χευκανία καὶ λευκανία. Λεωρία. ἡ χαλεπή. Λεωφόρος. ἡ τὸν λαὸν φέρουσα ὁδός. Λεία. ἡ λαφυραγωγία. καὶ ὁμαλὴ ὁδός. Λειξουρία. ἡ λαιμαργία, ἡ πλεονεξία. Λεική. τὸ πτύον. Λειοπετρία. ἔνθα εἰσὶν ὁμαλοὶ λίθοι. Λειριόεσσαν. ἡδυτάτην, γλυκεῖαν. Ὅμηρος· λειριόεσσαν ὄπα ἴησιν. ἀπὸ τοῦ λείρια, ὃ σημαίνει τὰ ἄνθη, λειριόεις καὶ λειριόεσσαν. Λειτουργική. κυρίως μὲν ἡ ἱερατικὴ, καταχρηστικῶς δὲ καὶ ἡ δουλικὴ ὑπηρεσία. Λειψυδρία. ἡ λεῖψις τοῦ ὕδατος. — Οὐδέτερον. —Λέμβος. τὸ μικρὸν πλοιάριον. Λέγνον. τὸ εἰλητὸν καὶ ποικίλον. Λέκος. τὸ τρυβλίον. Λέκτρον. κλίνη· κραββάτιον. Λέντιον. παρὰ τὸ λιαίνω, τὸ καθαίρω, λιέντιον καὶ λέντιον. Λέπας. τὸ πρόσαντες. Λέπος καὶ λέπισμα καὶ λέπυρον. ὁ φλοιός. Λεπτόμιτον φάρος. τὸ λεπτὸν ἱμάτιον. Λέπαδνα. οἱ χαλινοὶ καὶ οἱ κατὰ τῶν ἱππείων στηθῶν ἱμάντες ἤτοι οἱ μασχαλιστῆρες. Λευγαλέον. ὀλέθριον καὶ χαλεπόν. παρὰ τὸν λοιγὸν, ὃ σημαίνει τὸν ὄλεθρον, λοιγαλέον καὶ μεταθέσει τῶν στοιχείων λευγαλέον. Λευρόν. τὸ λεῖον καὶ πλατύ. ἀπὸ τοῦ λίαν εὐρύ. Λευκόνιον. τόπος. Λέχος. μίξις, συνουσία, κοίτη. παρὰ τὸ λεχρίους ἡμᾶς ποιεῖν, ὅ ἐστι πλαγίους, ἢ παρὸ τὸ λέγω, τὸ κοιμῶμαι, λέχος. Λεχέων στυγερῶν. μισητῶν γάμων. Λέχαιον. ὄνομα ὄρους. Λέχριον. πλάγιον. Λεωκόριον. τόπος ἐν Ἀθήναις. Λεῶρες. τὸ ἄωρον. Λεῖον. τὸ ὁμαλόν. ἔστι λαύω τὸ ἀπολαύω. ὄνομα ῥηματικὸν λαύος. καὶ τροπῇ τοῦ μὲν α εἰς ε τοῦ δὲ υ εἰς ι, γίνεται λεὼς καὶ λεῖον, οὗ πᾶς ἐφίεται. Λείρια. τὰ ἄνθη. Λείψανον. παρὰ τὸ λείπω λείψανον. λείψανα γὰρ τὰ ἐγκαταλείμματα. ἢ παρὰ τὸ λείβω, λείψω, λείψανον. καὶ γὰρ ἔσπενδον ὑπὲρ τῶν τεθνεώτων. λείβω γὰρ τὸ σπένδω. Λεξείδιον. εἰ μὲν ἀπὸ τῆς λέξεως γέγονε μετοχῆς, διὰ τῆς ει διφθόγγου γράφεται· εἰ δὲ ἀπὸ τῆς λέξιος ἰωνικῶς, διὰ τοῦ ι. Λέγανον. τὸ καπύριον. — Ῥῆμα. —Λεανῶ. ἐκτρίψω· λεπτυνῶ, ἢ ὁμαλίσω. Λέγω. τὸ κοιμῶμαι. Λεγόμεθεν. ἐκοιμώμεθα. οἱ Αἰολεῖς τὸ λεγόμεθα καὶ φερόμεθα εἰς ε ποιοῦσι, λεγόμεθεν καὶ φερόμεθεν, μετὰ τοῦ ν. ἀλλὰ καὶ τὰ εἰς θεν λήγοντα ἐπιῤῥήματα εἰς α ποιοῦσι, οἷον ὄπισθεν, ὄπισθα, ἄτερθεν, ἄτερθα, χωρὶς τοῦ ν. ὅτε γὰρ ᾖ εἰς ε τὰ ἐπιῤῥήματα, τότε καὶ τὸ ν, οἷον ὄπισθεν· ὅτε δὲ εἰς α, ἀφίσταται τὸ ν, ὥσπερ καὶ τὸ λεγόμεθα. εἶτα τὸ λεγόμεθεν ἐπλεόνασε τὸ ν. οὕτως Ἡρωδιανὸς περὶ παθῶν. Λέγω. τὸ λαλῶ· καὶ μετρῶ· κοιμῶμαι· συλλέγω· καὶ τὸ λαγχάνω. Λεηλατῶ. πορθῶ, αἰχμαλωτίζω. Λελεγίζω. τὸ κιθαρίζω. Λελιημένος. προθυμούμενος· ἢ ἐπιθυμῶν. παρὰ τὸ μένος. ἢ παρὰ τὸ λίαν τεθραμμένος. ἢ ἔστι ῥῆμα λῶ, τὸ θέλω καὶ προθυμοῦμαι· ἐκ τούτου λιλῶ καὶ κατὰ παραγωγὴν λιλαίω. ἐξ οὗ καὶ τὸ λιλαίεται. τοῦ λιλῶ ὁ παρακείμενος λελίληκα, ὁ παθητικὸς λελίλημαι, ἡ μετοχὴ ὁ λελιλημένος, καὶ ἀποβολῇ τοῦ λ λελιημένος. Λελιμμένος. ὁ ἐπιθυμῶν. ἀπὸ τοῦ λίπτω, τὸ ἐπιθυμῶ. λελημμένος δὲ ὁ κρατηθεὶς, η. Λελάχωσι. θάψωσιν. ἢ ἀντὶ τοῦ σκάψωσιν. Λελαχώς. τυχών. λαχών. Λελέξεται. ἀντὶ τοῦ λεχθήσεται. Λελυμασμένος. βεβλαμμένος. ἀπὸ τοῦ λύμη, ἡ βλάβη, λυμαίνω, καὶ λελύμαγκα, λελύμαμμαι, καὶ λελυμαμμένος, καὶ τροπῇ τοῦ μ εἰς ς λελυμασμένος. Λενῶ. τὸ λυποῦμαι. Λέξας. εἰπών. Λεπρωθέντες. μιανθέντες. Λεύσω. τὸ βλέπω. Λεύω. λιθάζω. Λεσχηνεύω. φλυαρῶ. Λεαίνω. τὸ ὁμαλίζω. καὶ λειαίνω. Λείβω. τὸ στάζω καὶ τὸ σπένδω. Λειανέων. ὁμαλὸν ποιήσων. Λειήνας. ὁμαλίσας. Λειποδρανέω. ἀσθενῶ, λειποθυμῶ. Λειποτακτεῖ. τὴν τάξιν καταλιμπάνει. κυρίως δὲ ἐπὶ στρατιωτῶν φευγοπολέμων. Λειτουργεῖν. τὸ ὑπηρετεῖν. παρὰ τὸ λήϊτον, ὅ ἐστι τὸ δημόσιον. ἀπὸ οὖν τοῦ ἔργον καὶ λήϊτον ληϊτουργεῖν, καὶ κατὰ συστολὴν τοῦ η εἰς ε λεϊτουργεῖν, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι λειτουργεῖν. Λειφαιμεῖ. αἱμοῤῥεῖ. Λέκτο. ἠρίθμησεν. Ὅμηρος· —λέκτο δʼ ἀριθμόν. καὶ λέγω τὸ ἀριθμῶ. ἐν δʼ ἡμέας πρώτους λέγε—. — Ἐπίῤῥημα. —Λεληθότως. λανθανόντως. Λελιημένως. ἐπιθυμητῶς. Λεοντηδόν. φοβερῶς· δίκην λέοντος. Λευρῶς. ὁμαλῶς. Λεχρίως. πλαγίως. Τὸ Λ μετὰ τοῦ Η. — Ἀρσενικόν. —Λήθαργος. ὁ ἐπιλήσμων. Λῆθος. ὄνομα κύριον. Ληϊβοτήρ. ὁ ἄγριος χοῖρος. Ληϊστός. ὁ ἐκ λείας, ὅ ἐστι λαφύρων, κτητός. Λήϊνος. ὕμνος. καὶ λήναιος Διόνυσος. Λήπτης. ὁ λαμβάνων. Ληπτός. κρατητός. Λητόϊος. κύριον. Λητοΐδης. ὁ Ἀπόλλων. ὡς ἀπὸ τῆς Λητοῦς. Λῆρος. ἡ φλυαρία. Λῃστής. ἀπὸ τοῦ ληΐζω, τὸ πραιδεύω, γέγονε ληϊστὴς, καὶ κατὰ συναίρεσιν λῃστής. Λῃστειρῶν. λῃστρικῶν. Ληναιών. Ἰαννουάριος μήν. Ἡσίοδος ὄψιμον ἤγουν ψεκτόν· μῆνα δὲ ληναιῶνα κάκʼ ἤματα βούδορα πάντα. Ληγουρία .... Ληθαίη. ὄρος. — Θηλυκόν. —Λήθη. ἡ λάθησις. καὶ ληθεδὼν, ληθεδῶνος. Ληθότης. ἡ λησμοσύνη. Ληΐς. ἡ λαφυραγωγία. ἐκ νηῶν αὐταῖσιν ἀπείρονα ληΐδα κούραις. λεία ἡ λαφυραγωγία καὶ ἐν διαιρέσει ληΐς. τὸ δὲ λεία, οἶμαι, παρὰ τὸ λάβω, τὸ ἀπολαύω. λέγονται δὲ καὶ ληϊάδες καὶ ληΐτιδες. αὐτὰρ ληϊάδεσσι δορυκτήταις περιαύων— εἰλαπίνῃσι μέλποντο ληΐτιδες. Ληϊβοτείρης. ὄνομα ἐπίθετον. γέγονε παρὰ τὸ βοτὴρ βότειρα· ὡς πατὴρ πάτειρα, καὶ μήτηρ μήτειρα. Ληκύθη. πόλις. Λήκυθος. ἐλαιοδόχον ἀγγεῖον ἢ λαγύνιον. λάχυτός τις οὖσα. ἢ παρὰ τὸ κύτος τις οὖσα, ἡ μέγα κύτος ἔχουσα. λήκυθος καὶ ἐπὶ ἀρσενικοῦ. Λήμη. λευκὸν ὑγρὸν ἐν τῷ ὀφθαλμῷ συναγόμενον. ὅπέρ ἐστιν ἡ τζίμβλα. Λημνία γῆ καὶ γυνή. λιμνεία δὲ, ἡ λίμνευσις, ι. Λῆμνος. ὄνομα νήσου. Ληνίς. ἡ μέθη. Ληνός. παρὰ τὸ λεαίνω, τὸ λεπτύνω, λεανῶ, λεανὸς καὶ ληνός. Λήξεως. καταπαύσεως, κληρονομίας. Λητή. ὄνομα πόλεως. Λητώ. ἡ νύξ. Λήθη. μνήμης ἔξοδος καὶ ἐκβολή. Λητώ. παρὰ τὸ λήθω, τὸ λανθάνω· ἐπιληστικὴ γὰρ τῶν κακῶν ἡ θεὸς, ὡς Ἕλληνες μυθολογοῦσιν. Λήδα. κύριον. Λήδανον. εὐῶδες φυτόν. — Οὐδέτερον. —Ληδάριον. εἶδος ἱματίου. Ληθεδανὸν φάρμακον. τὸ λήθην ἐμποιοῦν. Λήθαιον ὕδωρ. ἐπιληστικὸν καὶ λήθιον πόμα. Ληΐδιον. τριβώνιον εὐτελὲς ἢ χλανίδιον παλαιόν. Λήϊον. χωράφιον· ἢ σιτοφόρον πεδίον. Ληϊστόν. τὸ ἐκ λείας κτητόν. Ληκύθιον. ῥογίον. ἐλαιοδόχον ἄγγος ἢ ἄλλό τι. Λῆμμα. τὸ δῶρον· τὸ φρόνημα· τὸ κέρδος· τὸ κράτημα. Λήμματα. προβλήματα ἢ πορίσματα· καὶ τόπους καὶ ἀφορμὰς τῶν ἐπιχειρημάτων τῶν εἰς ἑτέραν κατασκευήν. Λημμάτιον. ὅπερ εἴληπται πρὸς κατασκευὴν τινὸς ὡς ὁμολογούμενον. Λήμνια κακά. ἀπὸ γυναικὸς τινὸς κακῆς οὔσης ἀπὸ τῆς Λήμνου νήσου. Λήναιον. ἑορτὴ Διονυσιακή. Λήδιον. ἔσθημα. τοῦ Ψελλοῦ· λευρὸν τὸ λεῖον καὶ πλατύ· λήδιον ἔσθημά τι. Λῆμμα. ἡ προφητεία. τοῦ Θεολόγου· τὸ κατὰ Νενευῒ λῆμμα δημοσιεύει. — Ῥῆμα. —Λήγω. τὸ παύω. λίγω δὲ, τὸ ὑμνῶ, ι. Λήβω. τὸ λαμβάνω. λείβω δὲ, τὸ στάζω καὶ σπένδω, δίφθογγον. Λήθω. τὸ λανθάνω καὶ ληθαργῶ. Ληΐζει. αἰχμαλωτίζει. ἁρπάζει, λαφυραγωγεῖ. Λημῶ. τὸ τζιμβλῶ. Λήσεται. ἐπιλάθοι. Ληΐσατο. ἐκ λείας κατέλιπεν. Ὅμηρος· —οὕς μοι ληΐσατο δῖος Ὀδυσσεύς. Τὸ Λ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Λιάμαθοι. οἱ αἰπόλοι. ἀπὸ τοῦ εἶναι λίαν ἀμαθεῖς. Λίβανον. δένδρον ἢ καὶ ὄρος οὕτως καλούμενον. λίβανος δὲ εἴρηται, οἱονεὶ ὁ λειβόμενος καὶ σπενδόμενος. δοκοῦσι γὰρ αὐτὸν οἱ Ἰουδαῖοι ὅλον εἶναι πνεῦμα καὶ θεόν. ἀνωφανὲς γάρ ἐστιν· ὅθεν καὶ αὐτὸν σέβονται. λίβανον δὲ καὶ θηλυκῶς εὕρηται παρʼ Εὐριπίδῃ· —Συρίας δʼ ὡς λιβάνου καρπός. καὶ Πίνδαρος· αἵ τε τὰν χλωρὰν λίβανον ξανθὰ δάκρυα θυμιᾶται. Λίβυες. οἱ τὴν δύσιν οἰκοῦντες Φράγγοι. Λίβελλος. ἔκδοτος, ἡ αἰτία τῆς ὑποθέσεως. Λίγειρ. ὄνομα ποταμοῦ. Λιγύς. ἡδύς· ὀξύς· γλυκύς. Λιθόλευστος. ὁ λιθόβλητος. Λιθουργός. ὁ λιθοκόπος ἢ ὁ λιθογλύπτης. Λικνοειδής. ῥυπαρός. Λιμητανέων. ἐθνικόν. Λιμός. παρὰ τὸ λείπω. ὁ γὰρ λιμὸς λεῖψις ἐστὶ τῶν ἐπιτηδείων. ἡ παράδοσις ἔχει τὸ ι. ὤφειλε δὲ διὰ τῆς ει διφθόγγου γράφεσθαι. καὶ φησὶν ὁ Τρύφων, ὅτι συνέπαθε ἡ φωνὴ τῷ σημαινομένῳ· ἐπειδὴ γὰρ ἔνδειαν τινὰ σημαίνει, φημὶ δὴ τῶν ἐπιτηδείων, τούτου χάριν καὶ ἔνδειαν φωνήεντος ἀνεδέξατο. ὁ δὲ Ἀπολλώνιος διὰ τοῦ ι, ἐξ ἀφορμῆς τοῦ λιμπάνω. ἰστέον δὲ, ὅτι παρʼ Ἀθηναίοις ἀρσενικῶς λέγεται ὁ λιμός· παρὰ τοῖς Δωριεῦσι δὲ θηλυκῶς ἡ λιμός. πειράσασθε δὲ τᾶς λιμοῦ κακῶς. Λῖνον. τὸ δίκτυον. Λιπερνήτης. ἐνδεὴς, πτωχός· ἢ ὁ ἁλιεύς. Ἡρωδιανὸς λέγει τὸν πρότερον πλούσιον, ὕστερον δὲ πένητα, παρὰ τὸ λείπεσθαι ἐρνέων ἤγουν φυτῶν. Λίρος. ὁ ἀναιδής. παρὰ τὸ λίαν ὁρᾷν. ἢ λιρός. Λίς. ὁ λέων. παρὰ τὸ λιαρόν. ἔνθερμον γὰρ τὸ ζῶον. Λίταργος. ὁ ἀργός. λίταργον κύνα. παρὰ τὸ λίαν ἀργὸν ἢ ταχὺν εἶναι. Λιτόεις. κύριον. Λιτός. ὁ εὐτελής· ὁ πένης, ὁ δημότης, ὁ ἐκ λιτανείας ζῶν, ἢ ὁ ἐπὶ γῆς κοιμώμενος. Λίχνος. ὁ λαίμαργος. ἀπὸ τοῦ λίαν χαίνειν, ὅ ἐστιν ἐπιθυμεῖν. Λιχανός. ὁ δεύτερος δάκτυλος. παρὰ τὸ λίαν χαίνειν ἀπὸ τοῦ πρώτου. Λίψ. ὁ ἄνεμος. ἢ ἧττα. καὶ ἡ λιβάς. ἀμφότερα δὲ παρὰ τὸ λείβω γέγονε. τὰ εἰς ψ λήγοντα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν τῆς διφθόγγου, ἤγουν τὸ γράφεσθαι δίφθογγα. οἷον αἰθίοψ, αἰγίλιψ, σκνὶψ σκνιφὸς καὶ σκνιπὸς, νὶψ νιβὸς, ὄνομα κρήνης. οὕτως οὖν καὶ λὶψ διὰ τοῦ ι. λέγεται δὲ ὁ ἄνεμος, καθὰ λείπει ὁ ἥλιος. — Θηλυκόν. —Λιαρή. ἡ ὁμαλή. διὰ τοῦ ι. λιαρὴ γὰρ ὑπὸ κνέφας ἠμάτιοι. Λιβάς. ὁ σταλαγμός. Λιβρή. ἡ σκοτεινὴ νύξ. ἀπὸ τοῦ λίαν ἐρεβενή. ἢ παρὰ τὸ λίαν βαίνειν. Λιβύη. χώρα ἐν βορείοις μέρεσι κειμένη. ἀπὸ τῆς λιβάδος· ἔστι γὰρ ἐλλιπὴς ὑετῶν. Λιγνύς. ἡ κνίσσα· ἢ ἡ ἀνάδοσις τοῦ πυρός. λέγει δὲ τὸν ἀπὸ τῶν ἐλαιωδῶν καιομένων καπνόν. ἀπὸ τοῦ λίαν ἱκνεῖσθαι. αἰθάλη δὲ ὁ τοῦ ἀσβέστου καπνός. Λίνδος. χώρα ἐν τῇ Ῥόδῳ, ἢ καὶ νῆσος. Λιπάρεως. τῆς ἐν Σικελίᾳ νήσου. Λισσή. ὁμαλή. παρὰ τὸ λίαν ἴση εἶναι. καὶ λισσὸν τὸ ὁμαλόν. Λιτή. εὐτελής. καὶ ἡ παράκλησις. — Οὐδέτερον. —Λιαρόν. θερμὸν, χλιαρὸν, προσηνές. παρὰ τὸ λῶ, τὸ θέλω, λαρόν. ὡς νῶ ναρὸν, λῶ λαρὸν, καὶ πλεονασμῷ τοῦ ι λιαρόν. ἢ ἱλαρὸν, καὶ καθʼ ὑπερβιβασμὸν λιαρόν. Λιβάνιον ὄρος. τοῦ Λιβάνου. Λίβος. τὸ δάκρυον. Λίβυρνον. πλοῖον πολεμικόν. Λιγυρόν. ὀξὺ, ἡδύτατον. Λιγύριον. ὄνομα λίθου. Λιγυστικόν. πέλαγος. Λίκνον. τὸ πτύον. Λίλαιον· Λίλαντον· Λιλύβαιον. ὀνόματα τόπων. Λινόν. τὸ ἔριον. ἀπὸ τῆς λειότητος. ἢ λεπτὸν ὕφασμα. λινὸν ἔλεγον ἀπὸ τοῦ λίαν νενῆσθαι. καὶ λίνειον ἔσθημα. Λίσφη. τὰ ἰσχία παρʼ Ἀττικοῖς. παρὰ τὸ λείπειν αὐτὰ σαρκῶν. δύναται δὲ καὶ λέσφη εἶναι κατὰ τὴν ὀσφύν. Λίστρον. τὸ ξύστρον. —λίστροισιν ἐοικότα— ἀπὸ τοῦ λίαν στορεννύειν διʼ αὐτῶν τὴν ὑποκειμένην ὕλην. Λίτα. καταπετάσματα, ἢ λεπτὰ περιβόλαια. —λίτα πετάσαντες—. Λίτυον. ἡ βακτηρία. — Ῥῆμα. —Λιάζω. τὸ ἐκκλίνω. καὶ λιασθείς. τὸ θέμα λιάζω, παρὰ τὸ ἀλῶ, τὸ πλανῶ καὶ ἐκκλίνω. ἀλῶ οὖν ἀλίζω καὶ μεταθέσει τοῦ λ λιάζω. Λιθοδικτῶ. λίθοις βάλλω. Λικμῶ. τὸ διασκορπίζω. καὶ λικμᾶν, καὶ λικμώντων, ὅ ἐστι διαπτυϊζόντων. διὰ τὸ λίαν καμεῖν. Λιλαίω. τὸ ἐπιθυμῶ. προθυμοῦμαι. Λιμπάνω. ἀπὸ γὰρ τοῦ λείπω λιμπάνω. τὰ γὰρ διὰ τοῦ ανω, εἰ μὲν πλεονάζει τὸ ν, συστέλλει τὴν ἀρχὴν, οἷον λήθω λανθάνω, πείθω πανθάνω· οὕτως οὖν καὶ λείπω λιμπάνω· εἰ δὲ μὴ πλεονάζει τὸ ν, φυλάσσει τὴν ἀρχὴν, οἷον λήθω ληθάνω, ὡς παρὰ τῷ ποιητῇ· ληθάνει, ὅσσʼ ἔπαθεν— αὔξω αὐξάνω. Λιπαρεῖν. παρακαλεῖν. παρὰ τὸ λίαν παρεῖναι. Λίπτω. τὸ ἐπιθυμῶ. Λιπόμενος. ὁ ἀπολειφθείς. λειπόμενος δὲ ὁ ἀπολιμπανόμενος, δίφθογγον. Λιπώμενος δὲ, ὁ λιπαρῶν, ι καὶ μέγα. Λίποιτο. καταλειφθείη. Λιστρεύω. τὸ ξύω. Λίσσομαι. ἱκετεύω, παρακαλῶ, δυσωπῶ. Λιτάζομαι. δέομαι· παρακαλῶ. Λιχμώμενος. ἀντὶ τοῦ λείχων. καὶ λιχμάζω. Λικριφίς. εἰς πλάγιον. παρὰ τὸ λέχριον, τὸ πλάγιον. οἱονεὶ λεκριφὶς καὶ τροπῇ λικριφίς. Τὸ Λ μετὰ τοῦ Ο. — Ἀρσενικόν. —Λοβός. ὁ μετὰ τῆς πιμελῆς νεφρός· ἢ τὰ ἄκρα τῶν ὤτων. ἐφʼ ὧν τὰ ἐνώτια. Λογοποιῶν. πλαττόντων ψευδεῖς λόγους. Λογικός. ὅστις μετὰ λόγου πράττει. οἷον γραμματικὸς, ῥήτωρ. Λογγῶνες. οἱ ἐπὶ τῶν λιμένων τρητοὶ λίθοι, ἐν οἷς ἐξαρτῶσι τὰ σχοινία τῶν νεῶν. τοὺς δὲ τοιούτους λίθους καὶ λογγάσια ἔλεγον. Λόγος τριχῶς εἴρηται. λόγος ἐνούσιος, ὁ θεὸς λόγος· λόγος ἐνδιάθετος, ὁ τῶν ἀγγέλων· καὶ ὁ ἐν τῇ ἡμετέρᾳ διανοίᾳ λαλῶν. λόγος καὶ ὁ προφορικὸς τῆς γλώττης. λόγος δὲ εἴρηται ἐκ τοῦ λέγειν. λόγος ἐστὶν ἄγγελος νοήματος ἐς φῶς ἐκφέρων τὸ νοηθέν. ἔστι δὲ καὶ πεζῆς λέξεως σύνθεσις, διανοίας ἀπηρτισμένης. λόγος ὁ οὐσιωδῶς ἀεὶ τῷ πατρὶ συμπαρών. καὶ ὁ μὲν ἀκούει οὐσιώδης, ὁ δὲ ἐνδιάθετος. λόγος ὁ μὲν ἐν τῇ διανοίᾳ, ἐνδιάθετος λεγόμενος, λέγεται συμπλοκὴ νοημάτων ἐν ψυχῇ· ὁ δὲ ἐν τῇ προφορᾷ καὶ χρήσει ῥεῦμα ἀπὸ διανοίας ἐκπεμπόμενον μετὰ φωνῆς· ἢ ἔμφασις διανοίας μετὰ ῥημάτων καὶ ὀνομάτων. Λόγος, καὶ ἡ φροντίς. λέγεται καὶ ὁ τραπεζητικὸς, καὶ ὁ γεωμετρικὸς, καὶ ὁ ἐκ λημμάτων καὶ ἐπιφορᾶς, οἷον· ἡμέρα ἐστὶ φῶς, ἔστι τοῦτο λῆμμα. Λογισμός. κίνησις ψυχῆς περί τι. λογισμός ἐστι τὸ πρῶτον ἐν τῇ διανοίᾳ ἀνελθὸν νόημα. λογισμός ἐστιν ἀόρατος κίνησις καὶ ταραχὴ πράγματος. λογισμός ἐστιν ἡ ποιὰ τοῦ διαλογισμοῦ κίνησις. λογισμὸς δαιμονιώδης ἐστὶν εἰκὼν αἰσθητῶν πραγμάτων συνισταμένη κατὰ διάνοιαν, μεθʼ ἧς ὁ νοῦς κινούμενος ἐμπαθῶς λέγει ἢ πράττει τι ἀνόμως ἐν τῷ κρυπτῷ πρὸς τὸ μορφούμενον εἴδωλον ἐκ διαδοχῆς ὑπʼ αὐτοῦ. ἐπιλογισμὸς δὲ ἐστὶν ἐναντίον λογισμοῦ. Λοιγός. ὁ ὄλεθρος. Λοιμός. νόσος μεταδοτικὴ ἢ φθορά. κυρίως δὲ λοιμὸς ὁ ἐπὶ κακίᾳ πολύς. ἢ ὁ κακὸς δικαστής. Λοίσθιος. ὁ ἔσχατος. καὶ λοῖσθος καὶ λοίσθιον. οἱ μὲν παρὰ τὸ ὄλισθος καθʼ ὑπερβιβασμὸν τοῦ λ, λοῖσθος, λοίσθιος, οἷον ἐξολισθήσας καὶ ἐμποδισθείς. ἢ παρὰ τὴν λαίστην, ὃ σημαίνει τὴν λοιδορίαν καὶ αἰσχύνην, λαῖσθος καὶ λοῖσθος. οἷον· λοῖσθος ἀνὴρ ὤριστος ἔχει μώνυχας ἵππους. Λολλιανός. κύριον. Λουκιλλιανός. κύριον. Λουδεμπιστής. ὁ ἄρχων τῶν παιγνιδίων. λοῦδα γὰρ τὰ παίγνια παρὰ Ῥωμαίοις. Λόφος. ὕψος γῆς καὶ ἐπανάστημα. Λοχαγοῖς. στρατηγοῖς, ταξιάρχαις. Λοχίτης. ὁ ἐνεδρεύων. τὰ ἀπὸ τῆς εἰς ος διὰ τοῦ ιτης γινόμενα διὰ τοῦ ι γράφεται, οἷον· τόπος τοπίτης, λόχος λοχίτης. Λόχος. ἡ ἐνέδρα. ἀπὸ τοῦ τοὺς ἐπιλέκτους εἰς τοῦτο εὐθετεῖν. ἢ ἀπὸ τοῦ λέξασθαι· καὶ γὰρ οἱ τοιοῦτοι ἐπίλεκτοι διεκρίνοντο εἰς τὰς ἐνέδρας. Λόχος. τὸ ἔγκρυμα. Λουτήρ. παρὰ τὸ λούω, λούσω, λέλουκα, λέλουσμαι, λέλουσαι, λέλουσται, λουστὴρ καὶ λουτήρ. — Θηλυκόν. —Λογάς. ἐκλεκτὴ, φρόνιμος. Λογίαι. καρποφορίαι. ἐκλογαί. Λογικὴν τερθρείαν. ῥητορικὴν φλυαρίαν. Λοιβή. ἡ σπονδή. ἡ θυσία. Λοιδορία. ἡ ἐν φανερῷ κακηγορία ἢ λαθραία μέμψις. παρὰ τὸ λοιμὸς λοιμορία καὶ λοιδορία. ἢ παρὰ τὸ βάλλειν τοὺς λόγους ὡς δόρατα. Λοίμη. ἡ φθορά. λύμη δὲ ἡ βλάβη, ψιλόν. Λοισθία. ἡ ἐσχάτη. Λοισθώνη. θρασεῖα. Λοπάς. ἡ χύτρα. Λόρδωσις. ἐμπρόσθιον κύρτωμα. ὕβωσις δὲ, τὸ μετὰ τὴν κεφαλὴν πρὸ τῆς ῥάχεως πάθος. κύρτωσις δὲ τὸ μέσον τῆς ῥάχεως. Λουκόλεια. τόπος. Λουκερία. τόπος. Λουκρητία. χώρα. Λοφία. ὑψηλὸς τόπος. Λόχμη. σύμφυτος τόπος. Λοχεία. ἡ ἐπὶ τῷ τόκῳ ὠδίς. Λόχησις. ἡ ἐνέδρα. Λογία. ἡ συλλογὴ παρὰ τῷ Ἀποστόλῳ· καὶ τὸ ἐκ πολλῶν συνεισφερόμενον. λέγει δὲ τὴν ἐλεημοσύνην. περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὡς διέταξα ταῖς ἐκκλησίαις. — Οὐδέτερον. —Λογεῖον. τὸ μαντεῖον καὶ τὸ σχολεῖον. λόγιον δὲ, ὁ λόγος, ι. Λογίστρια. ὀλοθρεύτρια. Λογύδριον. ὁ μικρὸς λόγος. Λοίγιον. ὀλέθριον. Λοίσθιον. ἔσχατον. Λοιβεῖον. ἐν ᾧ αἱ θυσίαι γίνονται. Λοιπόν. τὸ ἐπίλοιπον. παρὰ τὸ λείπω λοιπὸς, ὡς λείβω λοιβὸς, καὶ ἀμείβω ἀμοιβή. καὶ ἐξ αὐτοῦ τὸ οὐδέτερον λοιπόν. λοιπὸν καὶ ἀντὶ τοῦ διὰ τοῦτο. Λοῦδα. τὰ παίγνια παρὰ Ῥωμαίοις. Λοπαίδια. ὄργανον. Λουτρά. τὰ εἰς λύσιν ἄγοντα τῆς ἀκαθαρσίας· καὶ γὰρ λῦμα καλεῖται ὁ ῥύπος. Λοφεῖον. ἡ θήκη τῆς περικεφαλαίας. καὶ λοφήϊον. Λορδόν. συγκεκαμμένον. τοῦ Ψελλοῦ· λέγανον τὸ καπύριον, λορδὸν συγκεκαμμένον. — Ῥῆμα. —Λογίζειν. λογαριάζειν. Λόγισαι. σκέψαι. Λογιεῖται. διαλογισθήσεται. Λοφίζω. λόφον καὶ ὕψος ποιῶ. λωφῶ δὲ, τὸ παύω, μέγα. Λοιεῦσαι. θάψαι. Λοπεύειν. θάπτειν. Λοπίξαι. λαμπρύναι. Λοπῶντα. λεπιζόμενα. Λοχεύουσι. γεννῶσι. Λοχῶντες. ἐνεδρεύοντες. Λοχίζω. τάσσω εἰς λόχον ἄνδρας. λόχος γὰρ καὶ λόχησις ἡ ἐνέδρα. λοχῶ δὲ αὐτὸς ἐγώ. Λοεσσάμεναι. ἀντὶ τοῦ λουσάμεναι. κατὰ διάλυσιν τῆς ου. λοεσσαμένη, λοεσσάμεναι. Τὸ Λ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Λύβας· Λύβαστος· Λυβήρ. ὀνόματα κύρια. Λυγδηνός. ἀπὸ Λύγδης. Λυγρός. ὁ χαλεπὸς ἢ ἀσθενής. Λυγαῖος. σκοτεινός. λυγαῖος δὲ ἦν ὁ τόπος αὐτοῖς. Λυβρός. Λυκάβας. ὁ ἐνιαυτός. ἐκ μεταφορᾶς τῶν λύκων τῶν βαινόντων κατὰ οὐράν. Λυκόζειοι. ἔθνος. Λυμεών. ὁ βλαπτικός. Λυρῳδός. ὁ μετὰ λύρας ᾄδων καὶ ψάλλων. ληρῳδὸς δὲ, ὁ φλύαρος, η. Λύχνους λέγουσιν οἱ Ἀθηναῖοι· λύχνα δὲ Ἰακῶς λέγεται. παρὰ τὸ λύειν τὸ νύχος ἤτοι τὸ σκότος, λύνυχος καὶ λύχνος. Λυγδάμης. κύριον. καὶ κλίνεται Λυγδάμους. — Θηλυκόν. —Λύαι. στάσεις· διαφοραί. Λύγξ. ὅτε μὲν τὸ πάθος, διὰ τοῦ γ κλίνεται, ἐξ οὗ καὶ τὸ ἀνελυγγίασεν· ὅτε δὲ τὸ ζῶον, διὰ τοῦ κ, λυκός. Καλλίμαχος· κρέα λυκὸς ἔταμνε. καὶ λὺξ, λυγὸς, ἡ ῥάβδος. Λύγδη. ὄνομα τόπου. Λυδία καὶ Λυκαονία καὶ Λυκαρνία. ὀνόματα χωρῶν. Λυκέα. ἀγὼν ἐν Ῥώμῃ. σύνηθες δὲ αὐτοῖς ἔπαθλον δορὰν διδόναι. Λυκέθη. ὄνομα κύριον. Λυκώρεια. πόλις. Λύμη. ἡ βλάβη. ἀπὸ τοῦ λύω. λοίμη δὲ, ἡ φθορὰ, δίφθογγον. Λυρνησσός. πόλις. Λύρα ἐστὶν ἱστὸς διὰ νεύρων ἐσκευασμένος. Λυρῳδία. ἡ τῆς λύρας ᾠδή. ληρῳδία δὲ, ἡ φλυαρία, η. Λυπρά. λυπηρὰ, μοχθηρά. Λυπρόγεως. ἡ μοχθηρὰ καὶ λυπηρὰ γῆ. Λύπη. διάθεσις ἡδονῶν ἐστερημένη. ἢ λύπη ἐστὶν ἔνδεια ὀρέξεως· ὄρεξις δέ ἐστι τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς κίνησις· ἐπιθυμητικὸν δέ ἐστι τὸ θελητικόν· ὥστε τὴν λύπην τὴν ἐπαινετὴν ὁ Χριστὸς ἐν τῷ θελητικῷ μέρει τῆς ψυχῆς ἑκουσίως ἐδέξατο. λύπη γὰρ κατὰ τὸ λυποῦν εἴρηται. τοίνυν ἐν ἀληθείᾳ ἐλυπεῖτο ὁ Χριστὸς τὴν ἀπώλειαν τῶν Ἰουδαίων καὶ τοῦ Ἰούδα καὶ τῆς Ἱερουσαλὴμ, ἣν ἐδάκρυσεν ἐν ἀληθινῇ αἰσθήσει ψυχῆς λυπούμενος καὶ δεικνὺς τὸ φύσει φιλάνθρωπον. Λύσσα καὶ λύττα. ἡ μανία. Λύπη. στέρησις ἐπιθυμίας. — Οὐδέτερον. —Λυαῖα. παύσιμα. Λυγίσμασιν. ἐπικάμψεσι. συγκλάσμασι. Λυγρόν. χαλεπὸν, ἀσθενές. Λύγος. τὸ σκότος. οὐδέτερον. εὗρον τοῦτο καὶ λυγός. ἀπὸ τοῦ λύειν τὴν αὐγήν. καὶ τὸ κατακρύπτεσθαι ὑπολυγίζεσθαι ἔλεον. σημαίνει δὲ καὶ φυτόν. Λύδιον. μέλος. Λύθρον. τὸ μετὰ κόνεως αἷμα. Λύκιον τέρας. τὸ τοῦ λύκου. λύκειον δὲ δῶμα, δίφθογγον. Λύκειον. πόλις Θετταλίας, ἔνθα λύκος ἐπιὼν τοῖς τῆς πόλεως βουσὶν ἀπελιθώθη. γράφεται δὲ διὰ διφθόγγου τῷ λόγῳ τοῦ λάγειον. Λυκόφως. τινὲς τὸ σκοτεινὸν λέγουσιν, οἷον λυγαῖον, διαλελυμένον φῶς. ἢ αὐγὴ διαλυθεῖσα. ἢ τὸ μετέχον τοῦ σκότους καὶ φωτός. ἀπὸ μεταφορᾶς τῶν λύκων, οἵτινες τὸ μὲν κάτω μέρος τὸ πρὸς τῷ δέρματι λευκὸν ἔχουσι, τὸ δὲ ἄνω, μέλαν. Λύματα. καθάρματα. ἢ καὶ αἱ τῆς γαστρὸς εἰς ἀφεδρῶνα ἐκκρίσεις. Λυπρόν. λυπηρὸν, μοχθηρόν. Λυπινάριον. εἶδος ὀσπρίου, ἃ καὶ θέρμια λέγομεν. Λυσιτελές. συμφέρον. ὠφέλιμον. Λυσσῶδες. μανικόν. Λύτρα. δῶρα ἐπὶ ἐλευθερίᾳ αἰχμαλώτων διδόμενα. Λυχνίον. ὁ λύχνος. λυχνεῖον δὲ ὁ τόπος τοῦ λύχνου, διὰ διφθόγγου. Λυγίζω. διασείω. Λυγίσασθαι. κρυβῆναι. Λυδίζω. τὰ τῶν Λυδῶν φρονῶ. Λυμαίνεται. βλάπτει. Λῦντο. ἐλύθησαν. Λυπῶ. τὸ θλίβω. Λυσσῶντες καὶ λυττῶντες. οἱ μαινόμενοι. Τὸ Λ μετὰ τοῦ Ω. — Ἀρσενικόν. —Λωγήρυχος. κύριον. Λωποδύτης. ὁ τῶν ἱματίων κλέπτης. λώπη γὰρ τὸ ἱμάτιον. Λῷστος. ὁ φίλος. Λῶτος. ἱμάτιον. Λωτοφάγοι. ἔθνος. Λωτός. τὸ γλυκοκάλαμον. ἢ βοτάνη εὐωδεστάτη, ἣν ἔνιοι μυρόλωτον κικλήσκουσι. Λώταξ. ὁ λῃστής. ἢ ὁ πόρνος. ἢ ὁ μύρα ἀλειφόμενος. ἢ ὁ καταδαπανῶν ἐν τοῖς αἰσχροῖς τὸν βίον αὐτοῦ, ὡς ὁ πόρνος καὶ ὁ ἀνδρόγυνος. ἢ ὁ αὐλητής. Λῶος. κύριον. καὶ ὄνομα μηνός. — Θηλυκόν. —Λώβη. ἡ βλάβη καὶ ἡ ὕβρις. ἡ ἐπὶ τῷ κακῷ περιβόητος. ἢ ἀπὸ τοῦ λοβὸς, ὃ σημαίνει τὰ ἄκρα τῶν ὠτῶν. —εὐτρήτοισι λοβοῖσιν— οἱ γὰρ παλαιοὶ τοὺς ἔν τισιν ἀτοπήμασιν ἁλόντας ἐνυβρίζοντες, τὰ ἄκρα τῶν ὠτῶν ἀπέτεμνον. ἢ ἀπὸ τοῦ λαβὴ, ὃ σημαίνει τὸ ξίφος ἢ τὴν βλάβην, λώβη. Λωβεία. ἡ νόσος. Λωγή. ἡ τῆς καλάμης ἀναλογή. Λώλια. κύριον. Λώπη. τὸ ἱμάτιον. Λωτοβοσκός. ἡ Θρᾴκη. ἡ Αἴγυπτος. Λωτοδάμη. κύριον. — Οὐδέτερον. —Λωγάνιον. μέρος τοῦ σώματος. Λώϊον. κρεῖσσον, βέλτιον. τὰ εἰς ων καθαρὰ δισύλλαβα συγκριτικὰ διφθόγγῳ παραλήγεται, οἷον πλείων, μείων, ῥᾴων, λῴων. καὶ τὰ μὲν δύο ἐκφωνοῦσι τὸ ι, οἷον πλείων, μείων· τὰ δὲ δύο, οἷον ῥᾴων, λῴων, οὔ. γίνεται δὲ παρὰ τὸ λῶ, τὸ θέλω. ὃ γὰρ νοεῖ τις ἑαυτῷ συμφέρον, τοῦτο καὶ θέλει. Λῶον. τὸ κρεῖττον· τὸ συμφέρον· τὸ βέλτιον. Λῶμα. τὸ εἰς τὸ κατώτατον μέρος τοῦ ἱματίου ἐπίβλημα. ἐκ βύσσου καὶ πορφύρας καὶ κοκκίνου. Λώπισμα. τὸ ἀπάνθημα. — Ῥῆμα. —Λωβάω, λωβῶ. τὸ βλάπτω. Λωγεῖ. μαίνεται. Λωλῶ. σῦκον μετὰ γιγάρτων κόπτω. Λωπεύειν. θάπτειν. Λωπίζειν. ἀποδύειν· ἢ τὸ κείρειν. Λώπτω. τὸ πηδῶ. Λωτεῦντα. ἀνθοῦντα. τὰ λωτὸν ἔχοντα. ἀπὸ τοῦ λωτόεντα γίνεται ὑπερβιβασμῷ λωτέοντα καὶ κράσει δωρικῇ τοῦ εο εἰς τὴν ευ δίφθογγον λωτεῦντα. εἰ γὰρ ἀπὸ τοῦ λωτόεντα ἦν, ὤφειλεν εἶναι λωτοῦντα. Λωτῶ. τὸ αὐλῶ. Λωφήσαντος. ἀναπαυσαμένου· ἡσυχάσαντος. λωφήσει. καὶ λωφῶ, τὸ παύω. τειρόμενοι καμάτῳ μετελώφεον. σημαίνει τὸ παύω. μετενήνεκται ἡ λέξις ἀπὸ τῶν τὰ φορτικὰ τιθεμένων.