Β. Τὸ Β μετὰ τοῦ Α. Ἀρσενικόν.Βαβύλας. ἢ πηλὸς, ἢ βάθρον, ἢ βῆμα, καὶ ὄνομα κύριον. Βάβαξ. ὁ λάλος, ὁ φλύαρος. παρὰ τὸ βάζω βὰξ καὶ κατὰ ἀναδιπλασιασμὸν βάβαξ. Βαβάκτης. ὁ ὀρχηστής· λάλος· μανιώδης βακχευτής. παρὰ τὸ βάζω, τὸ λαλῶ, βάξω, βέβακται, βαβάκτης, ὁ πολλὰ λαλῶν. Βάαλ. Τυρίων ἦν θεός. Βάαξ. μαλακός. Βάδος. ἡ βάδισις. Ἀριστοφάνης· τὸν δὲ βάδον βαδίζομεν. Βαδιστικοῦ. ὀξύποδος. Βαθύπλουτος. ὁ πολὺν πλοῦτον ἔχων. Βαιθήλ. θεῖος ναὸς ἢ τόπος. Βαθυῤῥείτης. ὁ βαθέα ῥεύματα ἔχων. Βαθυδίνας. ῥοὰς βαθυτάτας ἔχων. Βαθύγλωσσοι. εὔγλωττοι, ἐλλόγιμοι. Βακκαῖοι. ἔθνος Ἰβηρικόν. Βάκις. ἐπίθετον Πεισιστράτου, ὃς ἦν χρησμολόγος. Βακχυλίδης. κύριον· ὃς ἦν Κεῖος ἀπὸ Κέω τῆς νήσου. Βάκχυρις. ἐπὶ τῶν δικαιοτάτων· τοιοῦτος γὰρ ἦν οὗτος βασιλεὺς Αἰγύπτου. Βακάντιμος. ὁ μὴ παραμένων τῷ πράγματι αὐτοῦ, ἀλλὰ σχολάζων. Βάκηλος. μέγας, ἀνόητος, γυναικώδης, ἢ ὁ τετμημένος τὸ αἰδοῖον. οἱονεὶ βιάκηλος τὶς ὤν. ἔνθεν καὶ κήλων, ὁ συνουσιαστικὸς, καὶ τὸ αἰδοῖον. Βάκινος ἢ βαβάκινος. εἶδος χύτρας. Βαλαντιοτόμος. ὁ κλέπτης, ὁ τὰ βαλάντια τέμνων. Βαλανείτης. ὁ περιχύτης. Βάλανος. τὸ αἰδοῖον καὶ τὸ ψέλιον. Βάναυσος. πᾶς ὁ διὰ πυρὸς ἐργαζόμενος τεχνίτης. βαῦνος γὰρ ἡ κάμινος. παρὰ τὸ τὰς βαύνους αὔειν, ὅ ἐστι καίειν. Βανίδης. ποταμὸς ἐν Δαμάσκῳ. Βαρύμηνις. μνησίκακος. Βαρυσυμφορώτατος. δυστυχής. Βάρβιτος. ἡ κιθάρα, οἱονεὶ βαρύμιτος τὶς ὢν, ὁ βαρεῖαν τὴν φωνὴν καὶ τὸν φθόγγον ἀφιείς· μίτους γὰρ τὰς νευρὰς ἔλεγον, ἐπειδὴ πρὸ τῆς χρήσεως τῆς νευρᾶς λινοῖς στήμοσιν ἐκέχρηντο. Βαρδίνης. ποταμός. παρὰ τὸ βαρείας καὶ ἐπαχθεῖς δίνας ἔχων, βαρυδίνης τὶς ὤν. Βαργαθωμός. υἱὸς λύπης, ἑβραϊστί. Βάρ. ὁ υἱός· ὡς τὸ βὰρ Ἰωνᾶ. Βαρδίσαγνος. ὁ τὰς γυναῖκας βιαζόμενος. Βάρδιστοι. οἱ βραδύτατοι. Βαρβαρισμός. παράτονος διάλεξις, ἢ λέξις ἤτοι περὶ τὰ στοιχεῖα ἢ τὰς προσῳδίας ἡμαρτημένη. ἢ τὸ περὶ μίαν λέξιν ἁμαρτάνειν. Βάρβαρος. ὀνοματοπεποίηται ἡ λέξις, κατὰ μίμησιν τῆς γινομένης αὐτῷ βραχύτητος ἐν τῇ φωνῇ, ἀφʼ οὗ καὶ βρόχος λέγεται, διʼ οὗ ἀναφέρεται ἡ φωνὴ, καὶ αὐτὸ τὸ βραγχιᾷν καὶ τὸ σαπρᾷ τῇ φωνῇ καὶ τραχείᾳ χρῆσθαι. Βάσκανον. τὸν βλαβερὸν καὶ λυπηρὸν λέγουσι. Βασιλεύς. αὐτεξούσιος δυνάστης. παρὰ τὸ βαίνειν ἵλεως. ἢ παρὰ τὸ πεπᾶσθαι λαοὺς, ὅ ἐστι κεκτῆσθαι· πάσασθαι γὰρ τὸ κτήσασθαι καὶ πάμματα τὰ κτήματα. ἢ παρὰ τὸ βάσιν καὶ τὸ λεύσιν· ὁ ἐν τῷ περιϊέναι περιβλεπόμενος. Βασιλεύτωρ. παρὰ τὸ βασιλεύειν βασιλεύτωρ. Ἀντίμαχος· οἷοι ἔσαν βασιλεύτορες. Βατταρισμός. φλυαρία. βατταρισμὸς ἐστὶ καὶ ἡ τῶν παίδων ἄναρθρος φωνή. Βάτραχος. παρὰ τὸ τὴν βοὴν τραχεῖαν ἔχειν, βοάτραχος τὶς ὤν. Βάτος. κατʼ ἀντίφρασιν ὁ μὴ ὢν βατός. καὶ ἔστιν ἐν τόνῳ παρώνυμον, ὡς παρὰ τὸ κυρτὸς κύρτος, ξανθὸς ξάνθος, λευκὸς λεῦκος, οὕτως βατὸς βάτος. Βαιταῤῥηνοί. ἀπὸ Βαιτάῤῥους, κώμης Παλαιστίνης. Βαίτυλος. λίθος γενόμενος κατὰ τὸν Λίβανον, τὸ ὄρος τῆς Ἡλιουπόλεως. Βατήρ. ἡ ἀρχὴ τῶν τοῦ πεντάθλου σκαμμάτων. αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου. οἷον τὸ ἐπικαιρότατον, καὶ τὸ πρῶτον. οὐ παρὰ τὸ βαίνω ἐγένετο γὰρ βαντὴρ, ἀλλὰ παρὰ τὸ βίβημι βατήρ. Βαιὼν ἢ βαίων. ἰχθὺς, ὁ καὶ βλῖνος, παραπλήσιος κωβιῷ. Ἐπίχαρμος δὲ βαίονας λέγει. καὶ ἡ παροιμία, μή μοι βαιὼν κακὸς ἰχθὺς, ἐπὶ φιληδόνου εἴρηται. Βαλάνους Διός. τὰ κάρυα. τοῦ Ψελλοῦ· Διὸς βαλάνους λέγουσι τὰ κάρυα οἱ πλείους. Βαρύς. παρὰ τὸ βάρος. τὸ δὲ βάρος παρὰ τὸ βίᾳ αἴρεσθαι. Θηλυκόν.Βαβυλών. σύγχυσις, καὶ πόλις οὕτω καλουμένη. Βαβύλη. πόλις ἐν Ὀδρύσῃ τῆς Θρᾴκης. ὁ πολίτης Βαβυλίτης. Βαγδαλονία. μοῖρα Καππαδοκίας νοτιωτάτη. Βαθεῖα κόμη. ἤτοι δασεῖα. ἀπεκείρατο τὴν κόμην, ἦν δὲ πολλὴ καὶ ξανθὴ καὶ βαθεῖα. Βαθεῖαν αὔλακα. ὅπέρ ἐστι στίχος γῆς ὑπʼ ἀρότρου. Βαθυκαμπῆ. ἐπιπολὺ καμπτομένους. καὶ βαθυκαμπῆ κλεῖδα συῶν. Βαθυπέπλων. μεγάλων, ἐκ τοῦ παρακολουθοῦντος. καὶ γυναικῶν βαθυπέπλων. Βαδδίν. στολὴ ἱερά. ἔνδυμα ἐξαίρετον καὶ βύσσινον. Βαιθάλη. οἶκος θεοῦ. Βακτηρία. ἡ ῥάβδος. ἀπὸ τοῦ ἐρείδειν τὴν βάσιν ἐπʼ αὐτῆς, τουτέστι στήριγμα εἶναι τοῦ περιπατεῖν καὶ βαδίζειν εὐκόλως, ἢ παρὰ τὸ τὴν βάσιν τηρεῖν. βακτηρίᾳ τῇ θείᾳ γραφῇ ἡ μετὰ τὴν παίδευσιν γενομένη παράκλησις. Βάλλα. πόλις Γαλιλαίας. ὁ πολίτης Βαλλαῖος. Βαλανάγρα. ἡ κλείς. παρὰ τὸ ἀγρεύειν τὸν βάλανον. βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγανον. Βάλανος φοινίκων. οἶνον ἔπινον ἀπὸ τῆς βαλάνου, τῆς ἀπὸ τοῦ φοίνικος. Βαλανίς. ἡ τοῦ βαλανέως γυνή. καὶ βασιλὶς ἡ τοῦ βασιλέως γυνή. Βαλία. ἔλαφος κατάστικτος. Βάλος. ὁδὸς ὑψηλή. Βαλιαρίδων. νήσων, ἐν αἷς κατοικοῦσι σφενδονεῖται εὔστοχοι. Βαλβίδες. τὰ κάγκελα, ἡ ἀφετηρία καὶ ὁ καμπτός. ἤγουν ἡ ἄφεσις τῶν δρομέων. ἔστι δὲ δύο ξύλα, ἀφʼ ὧν σχοινία διατείνεται. ἀφʼ ὧν βαλβίδων ἐξέτρεχον οἱ ἀγωνιζόμενοι. παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βηλὸς, οἷον· βηλῷ ἐπὶ λιθέῳ. καὶ ὡς παρὰ τὸ ψῆφος ψηφὶς, οὕτω καὶ παρὰ τὸ βῆλος βηλὶς, καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ τοῦ β βαλβίς. Βάξις. ὁ λόγος, ἡ φήμη. παρὰ τὸ βάζω, βάξω, βάξις. Βάρεις. τὰ πλοῖα, οἱ πύργοι· αἱ στοαί· τὰ τείχη. Βαρέων ἐλεφαντίνων. τὰς πανταχοῦ τῆς γῆς ἐκκλησίας, μιᾷ δὲ τῇ πίστει, ἐν αἷς γεραίρεται ὁ θεός. Βαρυπρεπής. πολυτελής. καὶ τὸ μέσον τῆς ἡμέρας εὐωχία περιεκέχυτο βαρυπρεπής. Βαρακίναις. ἀκάνθαις, σκόλοψιν. Βαρεῖα. ποιότης συλλαβῆς ὑφειμένον ἔχουσα φθόγγον. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν τὰ φορτία βασταζόντων, καὶ εὐθείας τρίβους ἀνυόντων. Βασσαρίδες. αἱ πόρναι, ἢ αἱ Βάκχαι. παρὰ τὸ διάγειν ἐν βήσσαις. Βασσάν. αἰσχύνη ἢ πικρία, ἤτοι παραπικρασμὸς, ὅ ἐστι παροξυσμός. Βάσιμος. πορευτική. Βάσις. στήριγμα, θεμέλιον. Βάσανος. ἡ τιμωρία. καὶ βάσανος λίθος ἡ τὸ χρυσίον περιτριβόμενον δοκιμάζουσα. οὕτως Ἀντιφῶν καὶ Πίνδαρος. Βασανίσας. ἀντὶ τοῦ δοκιμάσας. Βασιλίς. ἡ τοῦ βασιλέως γυνή. Βασιλίνδα. τὴν βασιλείαν. Βασιλεία θεοῦ. ἡ αὐτὴ τῆς ἁγίας τριάδος γνῶσις. βασιλεία καὶ ἡ τοῦ ἁγίου πνεύματος συμμαχία. ὡς τό· ἐλθέτω ἡ βασιλεία σου. βασιλεία καὶ ἡ παρουσία, ὡς τό· ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. ἤτοι ἡ ἐμὴ παρουσία, ἢ ἡ τῶν προσόντων τῷ θεῷ φυσικῶς ἀγαθῶν κατὰ χάριν μετάδοσις. ἡ τοῦ θεοῦ δὲ βασιλεία καὶ ἡ τῶν οὐρανῶν οὐ καθʼ ὑπόστασιν διαφέρει, ἀλλὰ κατʼ ἐπίνοιαν. ἐκπεφώνηται γὰρ ποτὲ μὲν ἀπὸ τοῦ βασιλεύοντος θεοῦ, ποτὲ δὲ ἀπὸ τῶν βασιλευόντων ἀγγέλων καὶ ἁγίων, οὐρανῶν δηλονότι καλουμένων. βασιλεία οὐρανῶν ἡ πάντων τῶν ὑπὸ θεοῦ γεγονότων γνῶσις. ἢ ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς ἢ ἔλλαμψις τοῦ ἁγίου πνεύματος ἐν ψυχῇ γινομένη. βασιλεία καὶ ἡ ἔννομος ἐπιστασία. Βαίτις. πόλις κατὰ τὴν Ἰβηρίαν. Βαίτη. ἡ διφθέρα, ὅ ἐστι γοῦνα. Βαιτύκη. τὸ τύμπανον. Βαττολογία. ἡ πολυλογία. ἀπὸ Βάττου τινὸς μακροὺς στίχους ποιήσαντος εἰς τὰ εἴδωλα. ἢ βαττολογία ἐστὶν, ὅταν τὰ μὴ προσήκοντα αἰτῶμεν παρὰ τοῦ θεοῦ, οἷον δυναστείαν καὶ τὸ τῶν ἐχθρῶν περιγενέσθαι, καὶ χρημάτων περιουσίαν καὶ ἁπλῶς τὰ μηδὲν ἡμῖν διαφέροντα. Βαρείας χεῖρας. ὑβριστικὰς, φονικὰς, ὅπλῳ βεβαρυμένας. σοὶ κοίλῃς περὶ νηυσὶ βαρείας χεῖρας ἐποίσει. παρὰ τὸ βίᾳ αἴρεσθαι, ὥσπερ καὶ τὸ βάρος. Οὐδέτερον.Βάγιον. μέγα. Βάλιον. ποικίλον. Βάθρον. θεμέλιον. Βαθυλήϊον. τὸ σιτοφόρον πεδίον. Βάθος. τὸ ἐπὶ τρία συνεχές. παρὰ τὸ μετὰ βίας θέειν. Βάνδον. τὸ φλαμούλιον. Βαθύσχοινον. ὑψηλὰς σχοίνους φέρον. Βάκτρον. ἡ ῥάβδος. Βακύλιον. κύμβαλον. Βαλέκ. δεσμωτήριον. Βαλανεῖον. τὸ λοῦτρον. τινὲς μὲν λέγουσι παρὰ τὸ ἀποβάλλειν τὰς ἀνίας· οὐ λέγουσι δὲ καλῶς· εἰ γὰρ ἦν ἐκ τούτου, ὤφειλε διὰ τοῦ ι γράφεσθαι. ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι παρὰ τὸ τὰς βαλάνους ἄνειν, ὅ ἐστι τὰς δρῦς καίειν· οὕτω γὰρ καλοῦνται αἱ δρῦς καὶ ἄλλό τι φυτόν. τὴν ει δίφθογγον διατί; τὰ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ εῖον γινόμενα οὐδέτερα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον· κουρεὺς κουρεῖον. καὶ τὰ διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς τὸν τόνον ἔχοντα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον· μαγειρεῖον, πατριαρχεῖον, μυρεψεῖον, ἐπισκοπεῖον· οὕτως οὖν καὶ τὸ βαλανεῖον. πρόκειται τὰ μονογενῆ, διὰ τὸ ἐναντίον· πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τὸ αἰπόλιον· ταῦτα γὰρ διὰ τοῦ ι· ὑπὲρ τρεῖς συλλαβὰς, διὰ τὸ παιδίον, οὐκ ἀναστρέφοντος τοῦ κανόνος· οὐ γὰρ πάντα τὰ τρισύλλαβα διὰ τοῦ ι. ἰδοὺ γὰρ τὸ πτωχεῖον καὶ τὸ πρωτεῖον καὶ τὸ πορνεῖον καὶ τὸ δευτερεῖον διὰ διφθόγγου γράφεται· ἀπὸ γὰρ τῶν διὰ τοῦ εύω ἐστί. Βάμμα Κυζικηνόν. τὴν ἀκάθαρτον ἀσχημοσύνην λέγει. Βαιόν. ὀλίγον, μικρόν. παρὰ τὸ βῶ, τὸ βαίνω. Βάπτισμα. ἄφεσις ἁμαρτιῶν διʼ ὕδατος καὶ πνεύματος· ἢ ἑκούσιος συνταγὴ πρὸς τὸν θεὸν δευτέρου βίου· ἢ ἀνάλυσις ψυχῆς ἐπὶ τὸ κρεῖττον· ἢ λύσις δεσμοῦ ἐκ φιλανθρωπίας δεδωρημένη· ἢ ἀνεκλόγιστος ἄφεσις ἁμαρτιῶν. Βάραθρον. ὄρυγμα· βάθος· χάσμα γῆς. Βάραθρα. κυρίως οἱ κοῖλοι τόποι, διʼ ὧν οἱ ποταμοὶ καταπίνονται καὶ εἰσβαίνουσι. παρὰ τὸ βαίνω γίνεται βάτρον καὶ βάθρον καὶ κατὰ πλεονασμὸν βάραθρον, καὶ ἰακῶς βέρεθρον. ἢ κατὰ ἀντίφρασιν τὸ ἄβατον. Βασσαρικά. πορνικά· βακχικά. Βάσιμα. πορεύσιμα, εὐεπίβατα. Βασίλειον ἱεράτευμα. τοὺς ὀρθοδόξους ἱερεῖς λέγει. Βατά. βάσιμα, πορεύσιμα, εὐεπίβατα. Βατράχειον. εἶδος χρώματος. ἀπὸ τούτου καὶ βατραχὶς ἱμάτιον. Βακχέβαχον ᾆσαι. εὐφημῆσαι τὸν Διόνυσον. Βάθος. ὁ Ἀπόστολος, ὡς οἶμαι, τὴν γεένναν ὀνομάζει· οὔτε ὕψωμα οὔτε βάθος. ὕψος δὲ τὴν βασιλείαν. καὶ πρὸς τούτοις τὴν αἰώνιον ζωὴν καὶ τὸν αἰώνιον θάνατον. Ῥῆμα.Βαβάξαι. ὀρχήσασθαι. Βαγεύει. πλανητεύει. Βαδιῶ. περιπατήσω. ἐπὶ μέλλοντος. Βάδδομαι. ἀγαπῶ. Βαδίζου. ἀντὶ τοῦ βάδιζε. Βάζω. τὸ λέγω. παρὰ τὸ βοὴν βοάζω, ὡς σχολὴ σχολάζω, καὶ συγκοπῇ βάζω. Βαδελαγεῖ. ἀμέλγει. Βαθακῆσαι. ζῆσαι. Βαθυκομῶσα. ἐν βάθει ἔχουσα τοὺς ἀστάχυας ἢ τὰς τρίχας. Βάσκʼ ἴθι. πορεύου· ἔρχου. Βακχεύοντες. μαινόμενοι, ἐξεστηκότες. Βακτηρεύειν. στηρίζεσθαι. Βακέω. τὸ μεθύσκομαι. καὶ βακχευτὴς, ὁ μεθυστής. γέγονε παρὰ τὸ βάκχος, ὃ σημαίνει τὸν οἶνον· τοῦτο δὲ παρὰ τὸ βῶ, τὸ βαίνω, καὶ τὸ ἄχος· ὁ γὰρ ἔχων λύπην καὶ εἰς μέθην ἐμπίπτων, ἀφίησιν αὐτὸν ἡ λύπη· ὑπερέβη γὰρ τὴν λύπην ἡ μέθη. Βαλών. αἱ εἰς ων λήγουσαι μετοχαὶ ἀορίστου δευτέρου ὀξύνονται· δαμὼν, ἐλθὼν, πιών· οὕτως οὖν καὶ βαλών. ἀντίκειται τὸ πέφνων· αἱ γὰρ εἰς ων λήγουσαι μετοχαὶ ὁπότε ἐν ἐπιπλοκῇ ἔχουσι δύο σύμφωνα, ὧν τὸ δεύτερον ἐστὶν ἀμετάβολον, πάντες βαρύνονται· τέμνων, δάμνων· τούτοις ὅμοιον τὸ πέφνων. Βαλλίζειν. τὸ κύμβαλα κτυπεῖν καὶ πρὸς τὸν ἐκείνων ἦχον ὀρχεῖσθαι. Βαλανεύσω. διακονήσω. ἐμαυτὸν βαλανεύσω. Βάλλʼ ἐς κόρακας. ἄπιθι εἰς ἀπώλειαν καὶ φθόρον. Βάλλεται. πλήττεται, πυρπολεῖται. βάλλεται δὲ ἡ ναῦς σκηπτῷ. Βαλεῖν. τὸ πόῤῥωθεν πέμψαι. Βαμβαίνει. διστάζει, τρέμει τοῖς ποσὶ καὶ τῇ γλώσσῃ, ἀσήμως φθέγγεται· ἢ ὑποτρόμους ἠχεῖ τοὺς ὀδόντας. ἀπὸ μεταφορᾶς τῶν ποδῶν, τῶν μὴ ἑδραίαν τὴν φυγὴν ἐχόντων. ἔστιν οὖν βαίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν βαβαίνω, καὶ πλεονασμῷ τοῦ μ βαμβαίνω. Βαίνει. περιπατεῖ. Βάπτουσιν. Ἀριστοφάνης ἀντὶ τοῦ πλύνουσι. πρῶτα μήτʼ ἔρια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον. Βάπτω. παρὰ τὸ βῶ τὸ βαίνω· τρόπον γάρ τινα βαίνει κατὰ τοῦ ὑποκειμένου τὸ δευσοποιὸν χρῶμα. Βαρυβρομέων. βαρυηχῶν καὶ βαρυηχέων. Βαρύθω. ἀπὸ τοῦ βαρὺς βαρύω, καὶ πλεονασμῷ τοῦ θ βαρύθω. Βαρυθυμεῖ. ὀλιγωρεῖ. Βασιλειῶ. ἐπιθυμῶ βασιλείας. Βασιλειῶντα. ἐπιθυμοῦντα βασιλεῦσαι. Βασιλίζω. τὰ τοῦ βασιλέως φρονῶ. Βασανίσας. ἀντὶ τοῦ δοκιμάσας. ἀπὸ τῆς βασάνου λίθου. οὕτως Πίνδαρος. Βαστάσας. ἀντὶ τοῦ δοκιμάσας. Βασκαίνειν. οὐχὶ τὸ φθονεῖν δηλοῖ, ἀλλὰ τὸ λυπεῖν, καὶ αἰτιᾶσθαι καὶ δυσχεραίνειν. ἐάν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνει. Φερεκράτης· ὁ λαγώς με βασκαίνει τεθνηκώς. διὰ τοῦτο οὐδὲ τῇ δοτικῇ συντάσσεται, ἀλλὰ τῇ αἰτιατικῇ· τὸ γὰρ βασκαίνει μοι βάρβαρον. καὶ βάσκανον τὸν λυπηρὸν καὶ βλαβερὸν λέγουσι. Βαστραχαλίσαι. τραχηλιάσαι. βάστραχας γὰρ τοὺς τραχήλους λέγουσι. Βαρκάζειν. τὸ βαρβαρίζειν. Βατταρίζειν. μόλις λαλεῖν. ἀπὸ Βάττου Θηραίου ἰσχνοφώνου ὄντος. Βατταλίζεσθαι. μαλακῶς καὶ αἰσχρῶς διάγειν. Βαυκαλᾷν. τὸ τιθηνεῖσθαι μετʼ ᾠδῆς τὰ παιδία. Βαυκίζεσθαι. θρύπτεσθαι. Βαΰζων. ὑλακτῶν. Ἀριστοφάνης· βαΰζων γὰρ καὶ ἐγὼ τοιοῦτος ἦν. Ἐπίῤῥημα.Βαβαί. θαυμαστικὸν φώνημα. καὶ βαβαιάξ. Βάδην. βαδιστικῶς· ἠρέμα. παραγενομένου βάδην. Τὸ Β μετὰ τοῦ Δ. Ἀρσενικόν.Βδελυρός. μισητός. Βδόλος. ἡ δυσωδία τοῦ λύχνου. καὶ ἡ πορδή. τὸν βδόλον οὐκ ἔσθʼ ἥτις ῥὶν ὑπενεγκεῖν δύναται.παρὰ τὸ ὄζω ὀζόλος, καὶ ἀφαιρέσει τοῦ ο ζόλος, ὡς τὸ ὀδύρεσθαι, δύρεσθαι, καὶ τροκῇ τοῦ ζ εἰς βδ βδόλος. καὶ τὸ ῥῆμα ὄζει, βδεῖ, ὡς τὸ ῥοίζω, ῥοιβδῶ καὶ ἀναῤῥοιβδῶ. Θηλυκόν.Βδελυγμία. δυσοδμία. Βδέλλα. ἡ ἁμαρτία. θυγάτηρ αὐτῆς πορνεία, φθόνος, εἰδωλολατρεία, αἳ οὐκ ἐμπίμπλανται διὰ τῶν ἀτόπων πράξεων. Οὐδέτερον.Βδελυκτόν. μισητόν. Βδέλυγμα ἐρημώσεως. τὸν ἀνδριάντα φησὶ τοῦ τότε τὴν πόλιν ἑλόντος, ὃν ἔστησεν ἔνδον, ἐρημώσας τὴν πόλιν καὶ τὸν ναόν. βδέλυγμα καὶ ὁ ἀντίχριστος, ὡς πιστευθησόμενος παρὰ Ἰουδαίων χριστὸς εἶναι καὶ καθεσθησόμενος καὶ δόξων ὅλης τῆς οἰκουμένης εἶναι βασιλεύς. ἥξει δὲ ἐπʼ ἐρημίᾳ τοῦ κόσμου. βδέλυγμα καὶ ἡ πραττομένη πρᾶξις παρὰ τὸν προσήκοντα λόγον. καὶ πᾶν εἴδωλον καὶ πᾶν ἐκτύπωμα ἀνθρώπου οὕτως ἐκαλεῖτο παρὰ Ἰουδαίοις. Ῥῆμα.Βδέννυσθαι. ἐκκενοῦσθαι τὴν κοιλίαν, οὐχὶ τὸ πέρδειν. Βδέλλεται. ἀμέλγει. Βδελύττεσθαι. μυσάττεσθαι. μὴ τοὺς θεοὺς βδελύττομαι τὸν λεπρὸν ἀπὸ Μελανθίου. Βδύλλει. φοβεῖται, τρέμει. ὅτε πένης βδύλλει λεώς. Ἐπίῤῥημα.Βδελυκτῶς. μισητῶς. Βδελυρῶς. μισητῶς, ἀκολάστως. καὶ βδελυρία. Τὸ Β μετὰ τοῦ Ε. Ἀρσενικόν.Βέβηλος. μυσαρὸς, ἀκάθαρτος, ὁ μὴ μόνον ἑαυτῷ, ἀλλὰ καὶ πολλοῖς προξενῶν βλάβας. ἀπὸ τοῦ βῶ βήσω, βηλὸς καὶ ἐν πλεονασμῷ βέβηλος· ὁ βάσιμος παντὶ, πρὸς ἀντιδιαστολὴν τοῦ ἀδύτου. Βέβαιος. παρὰ τὸ βιβῶ γίνεται βίβαιος, ὡς τιμῶ Τίμαιος, καὶ κατὰ τροπὴν αἰολικὴν τοῦ ι εἰς ε βέβαιος. τὰ διὰ τοῦ αιος ἀπὸ ῥημάτων, εἴτε κύρια, εἴτε προσηγορικὰ, καὶ προπαροξύνονται καὶ διὰ τῆς αι διφθόγγου γράφονται, οἷον· τιμῶ, Τίμαιος· πηδῶ, Πήδαιος. Πήδαιον γὰρ ἔπεφνε. λύω, λύαιος, ὄνομα· Λυαῖος, κύριον. οὕτω καὶ βιβῶ, βίβαιος καὶ βέβαιος. Βεζέκ. ἀστραπή. Βέβρυκες. οἱ Τρῶες. Βελώνης. ὁ βέλη ὠνούμενος. Βέκος. ὁ ἄρτος παρὰ Φρυξί. Βεελφεγώρ. Βέελ ὁ Κρόνος· Φεγὼρ τόπος, ἐν ᾧ ἐτιμᾶτο. Βειέλοψ. ὁ λῶρος. καὶ ἔθνος. Βεκκεσέληνε. ἀνεκτότατε. Βελονοπώλης. κύριον. Βέλτερος. ὁ καλλίων, ὁ κρείσσων. παρὰ τὸ βέλλω, ὅθεν καὶ βουλὴ καὶ βέλος, γίνεται ῥῆμα βελὸς, καὶ τὸ συγκριτικὸν βέλτερος. βέλτερον ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι. Βελτίωνος. τὸ συγκριτικὸν, μέγα. Βελλεροφόντης. ὁ προνοούμενος παύειν τὰ κακά. τὰ εἰς της ἀρσενικὰ, μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτης, μὴ ἔχοντα οὐδέτερα εἰς ες, εἰς ου ἔχει τὴν γενικὴν, οἷον· πολίτης, πολίτου, μητιέτης, μητιέτου, Βελλεροφόντης, Βελλεροφόντου. πρόσκειται ἀρσενικὰ διὰ τὸ φιλότης, κακότης· μὴ ὄντα σύνθετα, παρὰ τὸ κρατῶ ἢ κράτης, διὰ τὸ Ἱπποκράτης, Ἱπποκράτους· πρόσκειται μὴ ἔχοντα οὐδέτερον εἰς ες, διὰ τὸ ἐνναέτης, ἐνναετοῦς, ἐννάετες· τοῦτο δὲ, εἰ μὲν σημαίνει τὴν σωματικὴν ἡλικίαν, ἐνναέτους, βαρύτονον· εἰ δὲ χρόνος ἐνναετὴς, ὀξύνεται. Βέμβιξ. ὄνομα τόπου. καὶ ὁ στρόμβος, ὃν οἱ παῖδες ἱμάντι παίζουσι, πέμπιξ τις ὢν, παρὰ τὸ πέμπεσθαι καὶ ἐλαύνεσθαι. Βενιαμίν. ὄνομα κύριον· ἑρμηνεύεται δὲ δεξιᾶς υἱός. Βερέσχεθοι. οἱ ἀνόητοι. Βεστῖνοι. ἔθνος ἐν Ἰταλίᾳ θηριῶδες τὸν τρόπον. καὶ βεστία τὰ θηρία κατὰ τὴν τῶν Ῥωμαίων διάλεκτον. Βετράνος. ὁ ἀπολυθεὶς τῆς στρατείας. ἐπὶ εἰκοσαετίαν δὲ οὗτοι ἐδούλευον. Βέχειρ. ἔθνος Σκυθικόν. Βελίαρ. τῇ Ἑβραίων φωνῇ τὸν ἀποστάτην δηλοῖ. ὁ Ἀπόστολος· τίς δὲ συμφώνησις Χριστῷ πρὸς βελίαρ. Βέκυλος. προβατώδης. Βέτων. ὁ πάνυ εὐτελής. Θηλυκόν.Βέλεκος. ὄσπριον· ἔοικε δὲ τοῖς λαθύροις. Βεβαία. ἀσφαλὴς, ἀσάλευτος. καὶ ὄνομα πηγῆς. Βελυβίνα. πόλις Λακεδαιμονίας. Βεμβράς. εἶδος ἰχθύος. Βερενίκη. ἡ γυνὴ τοῦ πατρὸς Πτολεμαίου. Βέῤῥοια μεγάλη. τὸ Χάλεπ. Βέῤῥοια. πόλις Μακεδονίας. Βενεβενδός. πόλις Καλαβρίας, ἣν κτίζει Διομήδης. Βεμβράνας. ῥωμαϊκώτερον τὰ εἰλητὰ ἐκάλεσεν ἀπὸ τῆς ἐν Ῥώμῃ συνηθείας ἀδιαφόρως τῇ λέξει καταχρησάμενος, ἀφʼ ἧς δὴ καὶ ἔγραφε τὴν ἐπιστολήν. Οὐδέτερον.Βέβιον. ὄνομα ὄρους. Βέλεμνα. τὰ βέλη. παρὰ τὸ βέλος βέλεμνος. ὡς ἔχω ἔχεμος. Βέλος. πᾶν τὸ κατὰ τινὸς βαλλόμενον. παρὰ τὸ βάλλω βέλος. καὶ τὸ τραῦμα παρʼ Ὁμήρῳ. Βέλτερον. κρεῖσσον. Βένθος. τὸ βάθος. Βενεφοικίοις. ἅπαν εἶδος χάριτός τε καὶ δεξιώσεως. τῆς γὰρ τῶν Λατίνων διαλέκτου οὖσα ἡ λέξις εὐεργεσίαν δηλοῖ, πρὸς ἑλληνίδα μεθερμηνευομένη διάλεκτον. Βέρεθρον. τὸ βάθος. Βέρετα. τόπος. Βέραιδον. ξύλον. Βέρεδον. τὸ κοβύτουρον. Βεστία. τὰ θηρία κατὰ Ῥωμαίους. Βεύδεον. τὸ ποικίλον ἱμάτιον, ἢ τὸ πορφυροῦν. Βεστιάριον. παρὰ Ῥωμαίοις, ἔνθα ἡ ἀναγκαία ἀπόκειται ἐσθής. Βένθος. τὸ βάθος. παρὰ τὸ βάθος καὶ πλεονασμῷ τοῦ ν βένθος· ὡς πάθος πένθος. Βεβυσμένα. λαθραῖα, ἢ πεπυρωμένα, ἢ καὶ τὰ περιπεφραγμένα. Ῥῆμα.Βεβρώθοις. φάγοις. βρῶ, βρώσω, βέβρωκα. ἐκ τούτου ῥῆμα βεβρώκω, τροπῇ τοῦ κ εἰς θ βεβρώθω. ὁ παρατατικὸς ἐβέβρωθον, ἡ μετοχὴ ὁ βεβρωθών· τοῦ βεβρωθέντος· τὸ εὐκτικὸν βεβρώθοιμι, βεβρώθοις. Βεβριθός. βαρυνθέν. Βεβίωκα. ἔζησα. Βεβουκόλημαι. ἀποδεδίωγμαι, πεπλάνημαι. Βεβολήατο. τῇ ψυχῇ τετρωμένοι ἦσαν. παρὰ τὸ βάλλω γίνεται βλῶ, βλήσω, βέβληκα, βέβλημαι, ἐβεβλήμην, ἐβέβληντο, προσθέσει τοῦ ο ἐβεβόληντο, καὶ Ἰωνικῶς ἐβεβολέατο καὶ τροπῇ τοῦ ε εἰς η βεβολήατο. Βεβαλανωμένον. κατεχόμενον ὑπὸ τῆς κόπρου. Βέβυστο. ἐπεπλήρωτο. Βεβυσμένος. περιπεφραγμένος. Βεβώς. ἀναβεβηκώς. Βεβίηκεν. ἐπορεύθη. Βεβαῶτα. βεβηκότα. Βεβαρηότα. βεβαρημένον. Βέβηκεν. ἕστηκεν, ἐπέπυκτο. Βέβρυχεν. ἠχεῖ. Βέβουλα. ἀπὸ τοῦ βούλω βαρυτόνου ὁ μέλλων βουλήσω, βεβούληκα, ὁ μέσος βέβουλα. Βεβίηκεν. ἀντὶ τοῦ ἐπορεύθη. βιάζω, βιάσω, βεβίακα, βεβίηκε τροπῇ τοῦ α εἰς η. —τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιοῖς. Βέω. τὸ πορεύομαι. ὄφρʼ ἂν ἐγὼ βέω ποτὶ Ἴλιον—. Τὸ Β μετὰ τοῦ Η. Ἀρσενικόν.Βηθλεεμμίτης. ἀπὸ Βηθλεέμ. Βηθύλος. εἶδος ὀρνέου. Βηλός. ὁ τῆς θύρας βαθμός. παρὰ τὸ βήσω. ὃ ἐπιβαίνουσιν οἱ εἰσιόντες. λέγεται καὶ τὸ ἱστίον Ῥωμαϊστί. βηλὸς καὶ ὁ οὐρανός. Βημάρχιος. Καισαρεὺς ἐκ Καππαδοκίας σοφιστής. οὗτος ἔγραψε τὰς Κωνσταντίνου τοῦ βασιλέως πράξεις ἐν βιβλίοις δέκα, μελέτας τὲ καὶ λόγους διαφόρους. Βήξ. ἡ περὶ τὴν φάραγγα νόσος. Βήρυλλος. εἶδος λίθου. Βῆρος. ὄνομα κύριον. Βηρύτιος. ὁ ἀπὸ πόλεως Βηρυτοῦ, ἥτις κτίσμα Κρόνου. ἐκλήθη δὲ Βηρυτὸς διὰ τὸ ἔνυδρον· βὴρ γὰρ τὸ φρέαρ παρʼ Ἀττικοῖς. Βητάρμων. ὁ ὀρχηστής. παρὰ τὸ βαίνειν μετὰ ἁρμονίας βηάρμων καὶ πλεονασμῷ τοῦ τ βητάρμων. λέγεται καὶ βήταρμος ἐνόπλιος ὄρχησις ἐκ τοῦ ἁρμός. Βησᾶς. ἀχανὴς καὶ ὑπόμωρος. οἷον· βησᾶς ἕστηκε. Βήτειος. πίναξ. Θηλυκόν.Βηθανία. πόλις. ἑρμηνεύεται δὲ οἶκος ὑπακοῆς. Βιθυνία δὲ ι. Βηθσαϊδά· Βηθφαγή. ὄνομα τόπων ἢ πόλεων. καὶ Βηθσουρός. Βηρίνη. ὄνομα κύριον. Βηρυτός. πόλις Φοινίκης. ἐκλήθη δὲ Βηρυτὸς διὰ τὸ ἔνυδρον· βὴρ γὰρ παρʼ αὐτοῖς τὸ φρέαρ. Βησσηΐς. δῆμος τῆς Ἀντιοχίδος. Βῆσσα. πόλις. Βῆσσα. ὁ βάσιμος τόπος καὶ κοῖλος καὶ ὑψηλός. παρὰ τὸν βήσω μέλλοντα γίνεται βῆσσα κατὰ πλεονασμὸν ἑτέρου ς. διʼ ὧν βαίνειν καὶ πορεύεσθαι ἔνεστι. Βῆ. τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς. ὁ δὲ λοίσθιος ὥσπερ πρόβατον βῆ βῆ λέ-γων βαδίζει. Βῆμα. λίθος τοῦ δικαστηρίου, καὶ ἡ δικαστικὴ τράπεζα. παρὰ τὸ βῶ τὸ βαίνω. Βήρ. τὸ φρέαρ, παρὰ Φοίνιξι. Βηρούνιον. ὄνομα πόλεως. Βηρίον. ἔνδυμα μοναχικόν. Βησσήεντα. βάσιμα. Βήσιον. ποτήριον. Βῆτα. τὸ στοιχεῖον· ὅτι δευτέραν τάξιν ἔχον ἐπιβέβηκε τῶν λοιπῶν. Βῆμα. παρὰ τὸ βῶ τὸ βαίνω, ὁ μέλλων βήσω, ὁ παρακείμενος βέβηκα, ὁ παθητικὸς βέβημαι, καὶ ἐξ αὐτοῦ βῆμα. Ῥῆμα.Βήσεται. πορεύσεται. Βήσεαι. πορεύσῃ. Βῆ. ἐπορεύθη. Τὸ Β μετὰ τοῦ Ι. Ἀρσενικόν.Βίβλινος. οἶνος αὐστηρὸς, ἀπὸ βιβλίνης οὕτω καλουμένης Θρακίας ἀμπέλου. οἷον· ὕδωρ δὲ πίνει, τὸν δὲ βίβλινον στυγεῖ. Βιβλιαφόρος. γραμματοφόρος. ὁ δὲ πέμπει βιβλιαφόρον μὴ θορυβεῖσθαι παρακελευόμενος. καὶ πᾶσα γραφὴ βιβλιαφόρος λέγεται, οὐ βιβλιοφόρος. Βιβλιοπώλην, οὐχὶ βιβλιοπῶλον λέγομεν. Θεόπομπος· τοὺς βιβλιοπώλας λεύσομαι. Βιβλογράφος, οὐ βιβλιαγράφος. Βικάριος. ὁ διάδοχος παρὰ Ῥωμαίοις. Βίκος. τὸ ἀγγεῖον καὶ τὸ σπέρμα. Βίκτωρ· Βικέντιος. ὀνόματα κύρια. Βιτέλλιος. βασιλεὺς Ῥωμαίων. Βίος. ἡ οὐσία τῶν κτημάτων, καὶ τὸ ζῇν καὶ ἡ ζωὴ, ἢ βιωτὴ προσαγορεύεται. παρὰ τὸ μετὰ βίας καὶ ἀνάγκης ζῇν. καὶ Ὅμηρος· —οἷον θεοὶ ῥεῖα ζώοντες οὐχ οὕτως ἄνθρωποι. ἢ παρὰ τὸ βέω τὸ πορεύομαι. τί γάρ ἐστι βίος ἢ ὁδὸς καὶ πορεία; τὸ γὰρ βέω κυρίως τὸ πορεύομαι σημαίνει. ὄφρʼ ἂν ἐγὼ βέω ποτὶ Ἴλιον. Βιός. τὸ τόξον. παρὰ τὸ τὴν βίαν τῆς τάσεως, ἐπειδὴ μετὰ βίας τείνεται. ἢ ὅτι οἱ παλαιοὶ τὰ πρὸς τὸν βίον ἐπορίζοντο διʼ αὐτοῦ τὰ πτηνὰ τοξεύοντες. Βιώνης. ὁ τὰ δημόσια ἀγοράζων, ἢ ὁ τὰ τόξα· βιὸς γὰρ τοῦ τόξου ἡ νευρά. Θηλυκόν.Βία. ἡ ἐκ δυναστείας ἀδικία ἢ ὁρμή· ἢ ῥύμη· ἢ δύναμις. ὁ δὲ τῇ βίᾳ τοῦ σώματος ἐξωθεῖ τὰς πύλας εἰς τὸ ἔσω. Βιαρκέος. τῆς εἰς τὸ ζῇν ἐπαρκούσης. Βιοτή. ἡ ζωή. βιωτὴ δὲ ἡ βιώσιμος ἡμέρα· μέγα. Βισαλτία. πόλις καὶ χώρα Μακεδονίας, ἀπὸ Βισάλτου τοῦ Ἡλίου καὶ Γῆς. περὶ ταύτην οἱ λαγωοὶ πάντες ἁλίσκονται δύο ἥπατα ἔχοντες. ὁ πολίτης Βισάλτιος. Βιστωνίος. φόρμιγγος. ἀπὸ Βίστωνος τερψιχόρου. φόρμιγξ γὰρ ἡ κιθάρα. Οὐδέτερον.Βιβλίον. ἡ ἐπιστολὴ, ἡ γνῶσις αὐτὴ καὶ ἄληστος μνήμη. καὶ ὁ Δαβίδ· ἐπὶ τῷ βιβλίῳ σοῦ πάντες γραφήσονται. βιβλίον διὰ τοῦ ι ἀττικῶς· διὰ δὲ τοῦ υ ἰακῶς. Βιζακίων. μικρῶν λίθων. Βίολα. πέδιλα, ὑποδήματα. Βίῤῥον. ἱμάτιον ῥωμαϊκόν. Βιστάκια. τὰ πιστάκια. Βίσεξτον. ἐπινέμησις τετραετίας. Ῥῆμα.Βιβάντα. διαβαίνοντα. Βιβῶντες. βαίνοντες. ἀπὸ τοῦ βιβάω βιβῶ, δευτέρας συζυγίας, βιβάοντα βιβῶντα. Βιβάζει. ὀχεύει, συζευγνύει. Βίβημι. τὸ βαίνω. Βιβήξαντες. ἐπιβιβάσαντες. Βιμβικίζεται. παρακρούεται. Βινῶ. τὸ συνουσιάζω. ὅτι οἱ κομίζοντες ἤδη τὴν ἡλικίαν, ἀρχὰς ἔχουσι τοῦ βίου. ἄλλοι δὲ παρὰ τὸ βύειν λέγουσι, κατὰ τροπὴν τοῦ υ εἰς ι. Βιοῦται. ἀντὶ τοῦ ζῇ ἢ ζήσεται. οὕτως Ἡρόδοτος. Βιώτω. ζησάτω. βίωμι, ἐβίων, βιοὺς, βιοῦντος, τὸ παρατατικὸν βίωθι, βιώτω. Βιώατο. βιάω, βιῶ, βιάομαι, βιῶμαι, βιαοίμην, βιώμην, βιάοιο, βιῶο, βιάοιτο, βιῶτο, καὶ πλεονασμῷ τοῦ α βιώατο. Βιῴην. ἔχει τὸ ι. βίωμι, ἐβίων ὁ δεύτερος ἀόριστος, βιοὺς βιοῦντος, τὸ εὐκτικὸν βιοίην, βιοίης, βιοίη, καὶ κατʼ ἔκτασιν τοῦ ο εἰς ω βιῴην. ὥσπερ τὸ δοὺς δόντος, δοίην, καὶ κατʼ ἔκτασιν δῴην. Βιῶναι. ζῆσαι. βίωμι, ὁ δεύτερος ἀόριστος ἐβίων, βεβίωμεν τὸ παθητικὸν, καὶ ἡ μετοχὴ βιῶναι. Βιῶνται. μετὰ βίας εἰσελεύσονται. ὅτι βιῶνται διὰ τοῦ πτώματος τοῦ τείχους. Τὸ Β μετὰ τοῦ Λ. Ἀρσενικόν.Βλάξ. μωρὸς, μὴ εἰδὼς τὰ πράγματα διακρῖναι, ἐκλελυμένος, μαλακὸς, εὐήθης, ἀνόητος, βραδύς. Ἀριστοφάνης· βλάκες φιλεργοί. εἴρηται δὲ ἀπὸ τοῦ μαλακὸς, καὶ τὸ ὑποκοριστικὸν μάλαξ, ὡς βωμολόχος βώμαξ, πλούσιος πλούταξ· μάλαξ οὖν καὶ κατὰ συγκοπὴν καὶ τροπὴν βλάξ. καὶ βλακεύειν τὸ βραδύνειν. οἱ λέγοντες δὲ βλάκα τὸν ἀλαζόνα, σφάλλουσι. Βλαστός. παρὰ τὸ βλώσκειν τὸ αὔξειν. Βλαισός. παραλυτικὸς, στρεβλόπους, ὁ τοὺς πόδας ἐπὶ τὰ ἔξω διεστραμμένος καὶ τῷ λ στοιχείῳ ἐοικώς. διὰ τοῦτο καὶ Λάβδα ἐκαλεῖτο ἡ γυνὴ Ἠετίωνος. εἴρηται δὲ βλαισὸς ὁ βεβλαμμένος τὸ ἶσον τῶν ποδῶν. τὸ ἐναντίον γοῦν ὁ ἐπὶ τὰ ἔσω ἔχων τοὺς πόδας καλεῖται ῥαιβὸς, παρὰ τὸ διεφθαρμένον τὸ ἔσω τῆς βάσεως. Βλέμμυες. ἔθνος βαρβαρικόν. Βλήδας. ὄνομα Σκύθου. Βλῆνος. ὁ τύραννος. βλῖνος δὲ, ὁ ἰχθὺς, ι. Βληχώδης. πρόβασι τὸν νοῦν ὅμοιος. μωρὸς δὲ ποιμὴν καὶ τὰ πάντα βληχώδης πέμπειν ἔμελλε. Βλήχων. εἶδος βοτάνης. λέγεται καὶ ὁ γλήχων. Βληχρός. ὁ ἀσθενής. παρὰ τὸ τὴν βληχὴν τῶν προβάτων τὴν φωνὴν οὐδὲν οὖσαν. βληχρὸν οὖν καὶ ἄβληχρον τοῦ αὐτοῦ σημαντικὸν ὀνόματος, ὡς στάχυς, ἄσταχυς. εἰρῆσθαι δὲ τὴν λέξιν ἐπὶ μὲν τοῦ ἀσθενοῦς ἀπὸ τοῦ βέβληται. βληχρὸς καὶ ὁ καταβεβλημένος καὶ πεπτωκώς· ἀπὸ τῶν παλαιόντων. ὁ δὲ Πίνδαρος ἐπὶ τοῦ ἰσχυροῦ λέγει αὐτὸ, ἀπὸ τοῦ βέβληκα, ὁ καταβάλλων. Βλῶρος. ὁ διάλευκος. Βλάσφημος. ὁ εἰς θεὸν ἐξυβρίζων. οἱ δὲ ἐβλασφήμουν αὐτὸν ὡς κακίας ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον. Βλεπεδαίμων. ὁ διεστραμμένος τὰς ὄψεις ὑπὸ δαίμονος. Βλίκαρος. ὁ βάτραχος. Βλιττομάμας. ὁ μωρός· καὶ γὰρ τὸ βλίττον μωρόν ἐστι λάχανον. Βλοσσυρός. ἄγριος, καταπληκτικός. Βλωμός. κλάσμα ἄρτου. ἀπὸ τοῦ ψωμὸς, τοῦ ψ εἰς β τραπέντος. ἢ παρὰ τὸ φλωμὸς, ὅ ἐστι κλάσμα τοῦ ἄρτου, καὶ κατὰ τροπὴν βλωμός. ἢ παρὰ τὸ βρῶ τὸ ἐσθίω βρωμὸς καὶ βλωμός· ὡς καὶ παρὰ τὸ βῶ βωμός. οἱ δὲ παρὰ τὸ βάλλειν εἰς τὸ στόμα. Ἡσίοδος· ὀκτάβλωμον. Βλοστρισμός. ἡ ἀπορία. παρὰ Γαληνῷ. γράφει καὶ ὁ Ψελλός· Ἐκχύμωμα παρέκχυσιν, τὴν ἐφελκύδα μύκην· Ὑπέρινος κατάξηρος, βλοστρισμὸν ἀπορίαν· Ἔκφυμα τὸ ἐξάνθημα, τὸ βλάπτεσθαι γυιοῦσθαι. Θηλυκόν.Βλάβη. ἡ εἰς ψυχὴν ἐλάττωσις καὶ ἡ ἁμαρτία. ἀπὸ τοῦ βλάβω βλάβη. Ὅμηρος· βλάβεται δὲ γούνατα. ὅθεν καὶ βλάβος. εἰ γὰρ ἦν ἀπὸ τοῦ βλάπτω, ὤφειλεν εἶναι βλάφη, ὡς σκάπτω, σκάφη. Βλακεία. ἔκλυσις, μωρία, χαυνότης, μαλακότης, ῥαστώνη. οὐ γὰρ στρατηγῶν βλακείαις τὰ πράγματα ἐπέτρεψε. Βλασφημία. ἡ εἰς θεὸν ὕβρις. λέγεται δὲ καὶ ἡ κατὰ ἀνευθύνων γενομένη μέμψις. παρὰ τὸ φήμη καὶ τὸ βάλλω, ἡ ταῖς φήμαις βάλλουσα. Βλάστη. τὸ βλάστημα. Βλαύτη. εἶδος ὑποδήματος. σπεύδειν ἀπὸ ῥυτῆρος τουτέστιν ἀπὸ βλαύτης. καὶ βλαυτία τὰ ὑπὸ τοὺς πόδας σανδάλια. Βληχή. ἡ τῶν προβάτων φωνή. Βλήχων. ἡ γλήχων. ἔστι δὲ εἶδος βοτάνης. Βληχρά. ἀσθενής. Βλιτάδας. οἱ παλαιοὶ τὰς γυναῖκας ἀσθενεῖς ἔλεγον. Βλοσσυρῶπις. καταπληκτική. Βλῶσις. παρουσία. Βλωθρή. χλωρὰ, ἁπαλή. ———ταύτας ἁρμόσῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου. βλωθρὴ καὶ ἡ μακρὰ καὶ ἡ μεγάλη. ἡ εἰς τὸν αἰθέρα μολίσκουσα, μολαιθέρη τὶς οὖσα καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ μ εἰς τὸ β καὶ ἐκτάσει τοῦ ο εἰς ω, βλωθρή. ἢ παρὰ τὸ μολεῖν καὶ τὸ θορεῖν, ἡ θοροῦσα ταχέως. Οὐδέτερον.Βλαύρια. σανδάλια. Βλάβος. ἡ βλάβη καὶ τὸ ἁμάρτημα. Βλέπος. τὸ βλέμμα. Βλέφαρον. τοῦ βλέποντος φάρος. ἢ παρὰ τὸ ἐν τῷ βλέπειν αἴρεσθαι. Βληχρόν. τὸ ἀσθενές. οὕτως Ὅμηρος καὶ Ἀλκαῖος. Πίνδαρος δὲ ἰσχυρὸν αὐτὸ λέγει. Βληρόν. τὸ δέλεαρ. Βλῆτρον. τὸ σύμβαλμα. Βλήτροισι. τοῖς βεβλημένοις, τοῖς κεκολλημένοις. βλῶ, βλήσω, βλῆτρον. Βλίαρ. φύλλον συκῆς. Βλίφυλλον. σύκινον. Βλίτηρι. ὄργανον μουσικὸν φησὶν Ἰόβας. σκίνδαψον δὲ, μίμημα χορδῆς. Βλύδιον. ὑγρόν. Βλωθρά. χλωρά· ἁπαλά· ἢ μακρὰ καὶ μεγάλα. Βλίτον. εἶδος λαχάνου. τινὲς βλίττον γράφουσι. Βλακεύεται. μαλακίζεται. Ξενοφῶν· εἴτις αὐτῷ δοκοίη τῶν πρὸς τοῦτο τεταγμένων βλακεύειν. Βλάπτω. βρῶ τὸ ἐσθίω· τοῦτο γίνεται βλῶ κατὰ τροπὴν τοῦ ρ εἰς λ, καὶ κατὰ παραγωγὴν βλάπτω, ἀπὸ μεταφορᾶς τῶν ἐσθιομένων καὶ μηκέτι ὑγιῶν ὄντων. Βλεμμεαίνων. γαυριῶν· ἐπαιρόμενος· ἢ μαργαίνων καὶ ἐνθουσιῶν. παρὰ τὸ βρέμω βρεμαίνω, τροπῇ τοῦ ρ εἰς λ καὶ πλεονασμῷ τοῦ ε. Βλείμην, βλεῖο. εὐκτικόν. Βλήμενος. ὥσπερ καὶ τὸ οὐτάσμενος ἀναδρομὴν ἔπαθε τοῦ τόνου, οὕτω καὶ τὸ βλήμενος, ἐκ τοῦ βεβλημένος κατὰ συγκοπήν. Βλίσαι. βαστάσαι. Βλίττειν. τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων. Βλιμάζειν. ἀποστάζειν τοῦ μέλιτος. ἔστι δὲ καὶ τὸ ψηλαφᾷν. ὥς φησι Κράτης· ὡς μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον, ὦ θεοὶ, καὶ ἐβλίμαζον αὐτήν. κυρίως δὲ βλιμάζειν τὸ τοῦ ὑπογαστρικοῦ καὶ τοῦ στήθους ἅπτεσθαι, ὅπερ ποιοῦσιν οἱ τὰς ὄρνιθας ὠνούμενοι. Βλιμάττομεν. ψηλαφῶμεν, ἐπιθυμοῦμεν. Βλῆσθαι. ἀπὸ τοῦ βλῶ, βλήσω, βέβληκα, βέβλημαι, βλῆσθαι, ἀφαιρέσει τῆς βε. Βλώσκω. τὸ αὔξω. παρὰ τὸ μολῶ γίνεται παράγωγον μολίσκω, ὡς γελῶ γελίσκω, καὶ γαμῶ γαμίσκω, καὶ μεταθέσει τοῦ μ εἰς τὸ β βολίσκω, καὶ ἐν ὑπερθέσει βλοίσκω, καὶ κατὰ συγκοπὴν καὶ ἐκτάσει τοῦ ο εἰς ω βλώσκω. Ἰστέον, ὅτι τὰ ἀπὸ μὲν τῆς πρώτης συζυγίας παραγόμενα διὰ τοῦ ισκω γίνονται, οἷον τελίσκω· τὰ δὲ ἀπὸ τοῦ ω διὰ τοῦ ασκω, οἷον γελάσκω. Βλέπετε. ἐπισκέψασθε, προσέχετε. ἀποστολικὴ ἡ λέξις· βλέπετε τὴν κλῆσιν ὑμῶν, ἀδελφοί—. Βλιμαίνειν. τὸ στριγᾷν. Ἐπίῤῥημα.Βλακικῶς. ἀντὶ τοῦ βραδέως. ὡς βλακικῶς διακονεῖς. Τὸ Β μετὰ τοῦ Ο. Ἀρσενικόν.Βοηδρόμος. ὁ βοηθός. Βοηθός. ἀπὸ τοῦ εἰς βοὴν θεῖν. βοὴ γὰρ κυρίως ἡ μάχη, ὡς· —βοὴν ἀγαθὸς Μενέλαος. ἢ παρὰ τὸ βοὴν καὶ τὸ θόος, ὁ εἰς τὴν βοὴν θόος καὶ ταχύς. Βόθρος. ὄρυγμα, λάκκος. παρὰ τὸ βάθος, βάθρος καὶ βόθρος. Βόθυνος. τόπος τὶς ἰδίως οὕτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ, οὗ μνήμην Ἰσαῖος καὶ Καλλισθένης ποιεῖται. καὶ ὁ βόθρος, καὶ ὁ λάκκος, καὶ τὸ ὄρυγμα. ὥσπερ παρὰ τὸ θρασὺς γίνεται θράσυνος, οὕτως καὶ παρὰ τὸ βαθὺς βάθυνος καὶ βόθυνος. Βολεών. κοπροθέσιον. Βόλιτος καὶ βόλβιτα. τὰ κόπρια. Βολβός. εἶδος ὀσπρίου ἢ καὶ κρομμύου. βολβὸς τὸ ὕδνον. Βόλιμος. μόλιμος καὶ κατʼ ἐναλλαγὴν βόλιμος. Βομβάλβιος. αὐλητὴς, παίζων. παρὰ τὸν αὐλόν. Βόμβος. ὁ τῶν μελισσῶν ἦχος. Βόμβρυξ. εἶδος σκώληκος. Βομβυλιός. εἶδος μελίσσης ἐκ πηλοῦ πλαττούσης τὰ κηρία. Βοοβόρους. ὀβολοὺς μεγάλους. Βοονόμος. ὁ τοὺς βοῦς νέμων καὶ βώσκων. Βορβόροπιν. κῆπον. σημαίνει καὶ τὸ μόριον. Βορβορυγμός. ὁ ἐπιφερόμενος ἦχος τοῦ ὕδατος, ἢ ἦχος ἐκ τοῦ στόματος τῆς καμήλου. σύνθημα δέ ἐστι ταῖς καμήλοις καθεζομέναις ὁ τοιοῦτος ἦχος. Βοῤῥᾶς. ἄνεμος ψυχρός. τινὲς δὲ ἓν ρ γράφουσι. Βορέας. παρὰ τὸ βάρος, καὶ τροπῇ τοῦ α εἰς ο. ἢ παρὰ τὸ βορὰ, ὃ σημαίνει τὴν τροφήν. βορᾶς γὰρ ἡμῖν αἴτιος, αὔξων τοὺς καρπούς. Βόρβορος. παρὰ τὸ βάρος βάρβαρος, καὶ τροπῇ τοῦ α εἰς ο βόρβορος, ὃ ἔστι τὸ περίττωμα τῆς γαστρός. τοῦτο γὰρ ἐν τῷ ἄνω κείμενον βάρος ἐμποιεῖ. ἢ παρὰ τὸ βορὰ βορὸς καὶ βόρβορος, ἡ ἐκ τῆς τροφῆς ὕλη. Βόσπορος. πόλις περὶ τὸν Ἑλλήσποντον, ἣν ὁ Βωχάνος ὁ Τοῦρκος ἐπὶ Ἰουστινιανοῦ βασιλέως ἐπόρθησεν. ὥς φησι δὲ Φιλέας, δύο Βόσποροι εἰσίν· ὁ μὲν κατὰ τὴν Προποντίδα, ὁ δὲ Θρακικός. Βόσπορος. οἱονεὶ βοὸς πόρος. ὠνόμασται δὲ ἀπὸ τῆς Ἰοῦς τῆς θυγατρὸς Κάδμου. ταύτῃ γὰρ ἡ Ἥρα κατὰ ζῆλον οἶστρον ἔπεμψεν, ἥτις ἐλαυνομένη ὥσπερ πόρτις, παρῆλθε τὸν τόπον. Φύλαρχος δέ φησιν, ὅτι οἱ ἐντὸς τοῦ Εὐξείνου Πόντου ἦσαν ἄπειροι τῆς γεωργίας· οἱ δὲ ἐκ τοῦ, ἔμπειροι· διὸ καὶ Βόσπορος ἐκεῖνο τὸ μέρος τοῦ πελάγους, ὅτι ἐσπείρετο. τινὲς δὲ τοὺς στενοὺς πορθμοὺς βοσπόρους εἰρῆσθαι λέγουσιν. ἢ ὅτι τὸ παλαιότως σχεδίας πηγνύντες καὶ βόας ὑποζευγνύοντες εἰς τὸ πέρας διεπεραιοῦντο. Βόστρυχος. ὁ πλόκαμος. παρὰ τὸ βόστρυχον βόστρυχος, ὁ βοτρυοειδής· μετὰ σχήματος γὰρ βοτρυοειδοῦς ἀπήρτηται. Βορός. πολυφάγος. Βοτῆρες. ποιμένες. Βούλιμος. ὁ ἐπιτεταμένος λιμός. Βούβρωσις. ὁμοίως. εἴρηται δὲ, ὅτι βοῦς λυμαίνεται, καὶ τοὺς βοῦς βρῶσιν ποιεῖ. Βουφάγος. πολυφάγος. Βοῦφος. ὄρνεον. βοῦφος ἐπιφοιτᾷ, ἐπὶ τῶν ἀσυνέτων καὶ παχυφρόνων εἴρηται. Βουργαών. ὄρος ἑσπέριον, ἔνθα Βελισσάριος διαφόρους πολέμους διήνεγκε. Βουκόλος. ὁ τῶν βοῶν νομεὺς, βουκόνος τὶς ὤν. παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, ὅ ἐστιν ἐνεργεῖν καὶ διατρίβειν. ἢ βουσὶ κεκλόμενος, ὅ ἐστιν ἐγκελευόμενος. ἢ παρὰ τὸ κέλλω, ὁ ἅμα τοῖς βουσὶ κέλλων. Δίδυμος παρὰ τὸ κομεῖν εἰρῆσθαι· ἵνʼ ᾖ βουκόμος, ὡς ἱπποκόμος, καὶ κατὰ τροπὴν βουκόλος. Βούτας. ὁ τῶν βοῶν νομεύς. ἀττικῶς δὲ εἴρηται. Βουληφόρος. ἡγεμών· ἄρχων· βουλευτής. Βουγάϊος. ὁ μέγα ἐπὶ τῇ βοᾷ γαυριῶν. ἢ ἀπὸ τοῦ βοῦ καὶ τοῦ γαία συνθέτου γίνεται βουγάϊος. ἢ παρὰ τὸ γαίειν τὸ γαυριᾷν, ὅπερ καὶ αὐτὸ παρὰ τὸ γαῖα γέγονεν, ἵνʼ ᾖ ἀπὸ τοῦ μεγέθους τῆς γῆς, ὁ μεγαλόφρων. Βουπλήξ. τὸ βούκεντρον. ἀπὸ τοῦ πλήσσειν τὸν βοῦν. Βουμολγός. ὁ τὰς βοῦς ἀμέλγων. Βουλυτός. ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπολύονται τῶν ἔργων. Βούπαλος. ὄνος. Βουνίτης. ὁ βουκόλος, ὁ βοηλάτης. Βουνός. ὁ ὀρώδης καὶ γεώλοφος τόπος. Βουγάϊος. ὁ μεγαλόσωμος. Βουχανδής. ὁ λέβης. Βουπρῆσται. ὄνομα ὄφεων. Βουβών. τὸ πάθος, ὅπερ τινὲς βομβῶνα λέγουσι. Ἡρωδιανός· βουβὼν ἐπήρθη τῷ γέροντι. καὶ ῥῆμα βουβωνιῶ εἴρηται, ἀπὸ τοῦ ἐπαίρεσθαι, καὶ μεγάλως βαίνειν εἰς οἴδημα. Βουκέφαλος. ὁ ἵππος τοῦ Ἀλεξάνδρου, οὐχ ὅτι βοὸς κέρατα εἶχε· τοῦτο γὰρ ψευδές· ἀλλʼ ὅτι οὕτω ἐν Θεσσαλίᾳ ἐκαλοῦντο οἱ ἵπποι. Βοῦς. παρὰ τὸ βῶ τὸ τρέφω. ὁ τρέφων ἡμᾶς ἐκ τῆς περὶ τὴν γῆν ἐργασίας. οὐ δυνάμεθα δὲ λέγειν ἐπὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν τοὺς βόας, καὶ κατὰ κρᾶσιν βοῦς· τὸ γὰρ α οὐ κιρνᾶται εἰς τὴν ου, ἀλλʼ εἰς τὴν ω, κρείττονα κρείττω· ἀλλὰ λέγομεν, ὅτι ὁμοφωνία γέγονε τῆς εὐθείας τῶν πληθυντικῶν καὶ τῆς αἰτιατικῆς· πᾶσα γὰρ εὐθεῖα πληθυντικῶν εἰς ς λήγει, καὶ συναιρουμένη τὴν τελευταίαν συλλαβὴν, ἔχει τὴν αἰτιατικὴν καὶ κλητικὴν ὁμόφωνον αὐτῇ. Βούσιρις. ὁ τῆς Αἰγύπτου βασιλεὺς, ἀφʼ οὗ καὶ ἡ πόλις καλεῖται. ἵνʼ ᾖ ὁ ἰσχυρὸς, ὁ δυνάμενος βοῦς ἄγειν σειραῖς, ὥστε δύνασθαι μόνον. τὰ δὲ εἰς ρις βαρύτονα διὰ τοῦ ι, οἷον· ἔρις, ἴρις, δῆρις, Σίρις, ὄνομα πόλεως Φοινίκων, κίσιρις, εἶδος ὀρνέου, Τίρις, ὄνομα κύριον, Ὄσιρις, ὁ Διόνυσος παρʼ Αἰγυπτίοις, καλάσιρις, ξίρις, εἶδος φυτοῦ. πρόσκειται βαρύτονον, διὰ τὸ χειρὶς, τὸ χειρομάνικον. Βοώτης. ἄστρον πλησίον τῶν ἄρκτων. ὁ δʼ αὐτὸς καὶ ἀρκτοφύλαξ καλεῖται. Βούπαις. νέος ἀφῆλιξ. Θηλυκόν.Βότρυς. παρὰ τὸ βῶ τὸ πατῶ. ἢ παρὰ τὸ τοῖς ποσὶ τρίβεσθαι, πότρυς καὶ βότρυς. ἢ παρὰ τὸ τὴν πόσιν ῥεῖν. Βοή. ἡ φωνή. παρὰ τὸ βέω τὸ βαίνω, ἡ διὰ τῆς ἀρτηρίας βαίνουσα. ἢ παρὰ τὸ βέω, τὸ τρέφω, ἡ ἐκ τῶν τρεφομένων πνευμάτων πεμπομένη. Βολίς. ἀκόντιον. Βόλος. ἡ δρόσος, καὶ τὸ δίκτυον. Βολένη. τὸ κρέας τὸ περὶ τὸ στόμα τῆς γαστρός. Βοῶτα. παρὰ Λάκωσιν ἡ ὀδύνη. Βορά. ἡ τροφή. παρὰ τὸ βῶ τὸ τρέφω. Βόσις. ἡ τροφή. Βόττεια. πόλις Μακεδονίας. Βούβοτος. ἡ πολλὴν τροφὴν ἔχουσα. Βουχίλου. εὐτρόφου. —βουχίλου κράτορες Ἀρκαδίας. Βουπρῆστις. λαχάνου ἀγρίου γένος, ὅμοιον τῷ σίνηπι. Βούδεια. πόλις ἐν Μαγνησίᾳ. Βοῦνις. ἡ βουνώδης γῆ. παρὰ τὸ βουνός· βουνὸς δέ ἐστιν ὁ ὀρώδης καὶ γεώλοφος τόπος. Βουρδιγάλα. πόλις Κελτογαλατίας. Βουθία. πόλις Ἰωνίας. ὁ πολίτης Βουθαῖος. Βούκαια. πόλις Φωκίδος. Βουκάπη. ἡ φάτνη τῶν βοῶν, ἐν ᾗ οἱ βόες κάπτουσιν. ἀπὸ γὰρ τοῦ κάπω τὸ ἐσθίω ἡ κάπη γίνεται. Βουλὴ ἁγίων. ὁ σύλλογος τῶν ἁγίων. βουλὴ, γνώμη καὶ βουλευτήριον. βουλὴ, ὄρεξις ζητητικὴ παρὰ τῶν ἐφʼ ἡμῖν πρακτέων γενομένη· βούλεται γὰρ τὶς, εἰ ὀφείλει μετελθεῖν τοῦτο τὸ πρᾶγμα ἢ οὔ. Βούλησις. ποιὰ φυσικὴ θέλησις, ἤγουν φυσικὴ καὶ λογικὴ ὄρεξις τινὸς πράγματος. διαφέρει δὲ βούλησις καὶ προαίρεσις· προαίρεσις μὲν γὰρ οὐκ ἔστι τῶν ἀδυνάτων, βούλησις δʼ ἔστι τούτων· οἷον εἴτις εἴποι βούλεσθαι ἐν τῷ παρόντι αἰῶνι ἀποθανατισθῆναι· τοῦτο γὰρ ἡμῖν ἀρτίως ἀδύνατον· καὶ ἡ μὲν βούλησις καὶ περὶ τὰ μὴ διʼ ἡμῶν πραττόμενα, ὥσπερ ἂν εἴτις εἴποι βούλεσθαι τόνδε τὸν ἀθλητὴν νικῆσαι· προαιρεῖσθαι δὲ οὐκ ἄν τις ἐρεῖ τοῦτο· ἡ γὰρ προαίρεσις ἐπὶ τῶν διʼ ἡμᾶς ἀεὶ πραττομένων λέγεται. ἔτι ἡ μὲν βούλησις μᾶλλον ἐστὶ τοῦ τέλους, ἡ δὲ προαίρεσις τῶν περὶ τὸ τέλος, οἷον· ὑγιαίνειν βουλόμεθα, προαιρούμεθα δὲ τὰ διʼ ὧν ὑγιανοῦμεν. Βόστρα. ἡ πόλις. Βολίς. ἀκόντιον. βολὶς καὶ ἡ ἀστραπή. Βοή. ἡ μεγάλη φωνὴ καὶ ἡ μάχη. ὡς τό· βοὴν ἀγαθὸς Μενέλαος. Βοῶπις. ἡ μεγαλόφθαλμος. βοῶπις Ἥρα. Βόμβησιν. θρύλλησιν. τοῦ θεολόγου· καὶ τῆς μεγάλης ἐκείνης βομβήσεως. Βοιωτία. ἡ Εὔριπος. καὶ Βοιωτεῖς. Βοανεργές. υἱοὶ βροντῆς. Οὐδέτερον.Βόεια. μεγάλα. Ἀριστοφάνης· ῥήματʼ ἂν βόεια δώδεκʼ εἶπε. Βόλινον. κώμη τῆς Ἀχαΐας πλησίον Πατρῶν. Βόλιτον. βόλβιτον δὲ οἱ Ἴωνες. οἱ δὲ ἄλλοι καὶ Ἱππώναξ· βολβίτου κασιγνήτην. καὶ βολίτιον κατὰ παραγωγήν. εἴρηται δὲ οἱονεὶ βοὸς λιτὸν, τὸ ἁμάρτημα τὸ κοπρῶδες, καὶ πλεονασμῷ τοῦ β βόλβιτον. Βομβύλον. σκεῦος στρογγυλοειδές. Βοίδιον. βοΐδιον. Βορόν. βρωτικὸν, ὀξύτατον. Βοσόρ. παρʼ Ἑβραίοις τὸ ἀπὸ κόκκου βεβαμμένον ἱμάτιον. Βοτά. τὰ πρόβατα. Βοτηρικὰ κύπελλα. ποτήρια ποιμενικά. Βούτορα. τὰ πλήττοντα τοὺς βόας. Βούδειον. τόπος. καὶ Βουδειανός. Βουκελάτου. ἄρτου ἐλατοῦ, ὃς λέγεται κολλίκιον. Βούτομον. εἶδος χόρτου. Βούτυρον. τὸ λιπῶδες τοῦ γάλακτος. Βουστάθμιον. τὸ βουστάσιον. Βουκόλημα. θέλγιστρον, ἀποπλάνημα, ἀπάτημα. Βούλευμα. τὸ ἴδιον. Βούλημα. τὸ δημόσιον. Βουλευτόν. οὐ τὸ τέλος, ἀλλὰ τὸ πρὸς τὸ τέλος, ἢ ὃ τῶν πραττομένων ἐφʼ ἡμῖν ἔστι. Βούσυκον. εἰώθασι τῇ προσθήκῃ τοῦ ἵππου ἢ τοῦ βοὸς τὸ μέγεθος τοῦ ὑποκειμένου δηλοῦν· ἀπὸ μὲν τοῦ βοὸς, βούσυκον, βούπαις, βούλιμος, ἀπὸ δὲ τοῦ ἵππου, ἱπποσέλινον, ἱππογνώμονα, τὸν μεγαλογνώμονα. Ῥῆμα.Βοάδει. ὀκνεῖ. Βοηδρομεῖν. μετὰ σπουδῆς παραγίνεσθαι. Βοῇς. ἀντὶ τοῦ βοᾷς. ἔστι δὲ δωρικόν· καὶ μηδεὶς οἰέσθω ἀπὸ τοῦ βοᾷς γεγονέναι, ἀλλʼ ἀπὸ τοῦ βοάεις κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς η, ὡς γελῇς ἀπὸ τοῦ γελάεις, οὐκ ἀπὸ τοῦ γελᾷς. Βολβεῖται. μεγαλοῤῥημονεῖ. Βοράζειν. παρὰ τὸ βορὰ, βοράζω, βοράζειν. Βόσκω. παρὰ τὸ βῶ τὸ τρέφω. ὁ μέλλων βόσω, καὶ πλεονασμῷ βόσκω· ὡς τιτρώσω, τιτρώσκω, θνήσω, θνήσκω. ἐξ οὗ βόσις, ἡ τροφὴ, καὶ συβώτης. Βομβάζειν. φθέγμα ἐπὶ τὸ διασύρειν καὶ τωθάζειν λεγόμενον. Βουκολήσας. ἀπατήσας. Βουλιμιᾷ. λιμώττει, πεινῇ λίαν. Βουλεύσας. ἀντὶ τοῦ βουληθείς. Βουλεύοντι. ἀντὶ τοῦ συμβουλεύοντι. Βουλομένῳ. γλιχομένῳ, ἐπιθυμοῦντι. Βουβωνιῶ. φλεγμαίνω τοὺς βουβῶνας. ἐγὼ μὲν οὖν εἰς τὸ βαλανεῖον βούλομαι ἀπελθεῖν· βουβωνιῶ γὰρ τὰ νεφρὰ ὑπὸ τῶν κόπων. Βοῶμεν. ὀμόσωμεν. Βοώμενον. ἐπικαλούμενον. Βοῷεν. βοάοιμι βοῷμι, τὸ τρίτον τῶν πληθυντικῶν βοάοιεν βοῷεν. Ἐπίῤῥημα.Βοτρυδόν. ἡ ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς ῥάγες τῶν βοτρύων. Τὸ Β μετὰ τοῦ Ρ. Ἀρσενικόν.Βραβεῖς. οἱ ἐν τοῖς ἀγῶσι κήρυκες. Βραβευτής. διοικητὴς, κριτὴς, παροχεύς. βραβευτὴς δὲ οὐ πάνυ τι λέγεται, ἀλλὰ μᾶλλον βραβεύς. Πλάτων· ἐπιστάτας τὲ καὶ βραβέας. ἐν δὲ τῷ Πρωταγόρᾳ· βραβευτὴν αἰσχρὸν εἴη αἱρεῖσθαι. Βρασμὸς γῆς. ὅταν καχλάζῃ μετὰ κινήματος. ἐκτιναγμὸς δὲ, ὅταν ἀναριπτῆται. Βραδύς. ὁ ἀργὸς, ὁ μὴ ἀγχίνους. κἀπιλήσμων καὶ βραδύς. παρὰ τὸ βάρος βαρὺς καὶ ἐν ὑπερθέσει τοῦ ρ καὶ πλεονασμῷ τοῦ δ βραδύς. Βράσσων. ὁ βραδὺς καὶ βραχύς· ἑκάτερα γὰρ σημαίνει. Βραχίων. ὅτι βραχύτερός ἐστι τοῦ λοιποῦ μέρους. βραχίων τροπικῶς καὶ ἡ δύναμις. Βραχύς. κατὰ τροπὴν τοῦ λ εἰς τὸ ρ· παρὰ γὰρ τὸ ἀποβεβλῆσθαι μέρος καὶ ἐλάσσονα γενέσθαι. Βρεγμὸς καὶ βρέγμα. τὸ ὑπερμετώπιον μέρος, ἢ τὸ τῆς κεφαλῆς ἄκρον κρανίον. τοῦτο γὰρ πρῶτον βρέχεται. Βριήπυος. μεγαλόφωνος. Βρινοί. οἱ βάτραχοι. Βριάρεως. ὁ ἑκατόγχειρ θεός. Βρίμος. δυνατὸς, ἰσχυρὸς, γενναῖος. Βριαροί. βαρεῖς, ἰσχυροὶ, στερεοί. Βριαρόχειρ. ὁ ἰσχυρὸς καὶ δυνατὸς τὴν χεῖρα. Βρόμιος. ὁ Διόνυσος. Βροτολοιγός. ἀνθρωποκτόνος. λοιγὸς γὰρ ὁ ὄλεθρος. βροτολοιγὸς Ἄρης. Βροτός. ὁ ἄνθρωπος. παρὰ τὸ μείρω τὸ μερίζω γίνεται μορτὸς, καὶ καθʼ ὑπέρθεσιν τοῦ ρ καὶ τροπὴν τοῦ μ εἰς β βροτὸς, ὁ μεμερισμένην ἔχων τὴν φωνήν. Βρότος. τὸ μετὰ κονιορτοῦ αἷμα τοῦ ἀνθρώπου, καὶ οὐκ ἄλλου ζώου· βροτὸς γὰρ ὁ ἄνθρωπος. Βρόμος. ὁ τοῦ πυρὸς ἦχος, ἀπὸ τοῦ βρέμω τὸ ἠχῶ. ἔστι δὲ ποιὰ φωνή. βρῶμος δὲ τὸ φυτὸν, καὶ ἡ δυσωδία· μέγα. Βρόγχος. ὁ λαιμὸς, ὃν καὶ φάρυγα καλοῦμεν, καὶ ἐπὶ τῶν ἰχθύων τῶν τὰ βράγχη ἐχόντων. εἴρηται δὲ παρὰ τὸ βρέχω, βρέχος τὶς ὢν, ὁ ἐν τῷ σιτεῖσθαι καὶ πίνειν βρεχόμενος. καὶ ἡ μὲν συνήθεια βρόγχον λέγει· οἱ δὲ ἀρχαῖοι βράγχον· ὅθεν καὶ βραγχιᾷν τὸ παθητικὸν εἴρηται. πεποίηται δὲ ἡ λέξις τοῦ βρόγχου ἀπὸ τοῦ γινομένου ἤχου ἐν τῷ καταπίνειν. Βρόχθος. τὸ ὀλίγον πόμα, καὶ ἡ φάρυγξ, διʼ ἧς καταπίνομεν. εἴρηται παρὰ τὸ βρέχω, βέβροχα. Βρόχος. τὸ τῆς ἀγχόνης σχοινίον. Ὅμηρος· ἁψαμένη βρόχου— κυρίως δὲ βρόχος τὸ εἰς τὰς ἀγκύρας καὶ εἰς τὰ ἀπόγεια σχοινίον, διὰ τὸ βρέχεσθαι. καὶ βρόχος ἡ ἀνάγκη παρὰ τῷ Ἀποστόλῳ· οὐχʼ ἵνα βρόχον ὑμῖν ἐπιβάλω. Βροῦχος. ἡ κάμπη, ἢ ἡ νεογενὴς καὶ ἄπτερος ἀκρίς. βροῦχος δὲ παρὰ τὸ βρύκειν, ὃ σημαίνει τὸ ἐσθίειν. Βρουμαχία. ἑλληνικὴ ἑορτὴ τοῦ Διονύσου. Βρυγμός. ἡ σύντομος ἐδωδὴ, ἢ τρισμὸς ὀδόντων, ἢ μυλῶν ἀκόνησις. παρὰ τὸ βρύκω τὸ ἐσθίω. ὡς νύσσω νυγμὸς, οὕτω βρύκω βρυγμός. Βρωτός. ὁ βεβρωμένος. Βρῶμος. τὸ φυτόν. Βραβευτάς. τοὺς τῶν ἀγωνιζομένων κριτὰς καλοῦσιν· οὗτοι γὰρ τοῖς νικῶσι τῆς νίκης τὴν ψῆφον ὀρέγουσι. καταβραβεύειν δέ ἐστι τὸ ἀδίκως βραβεύειν. ὁ Ἀπόστολος· μηδεὶς ὑμᾶς καταβραβευέτω. Θηλυκόν.Βραχυμυθίας. ἤτοι βραχυλογίας. Βρετανία. νῆσος περὶ τὸν ὠκεανόν. τινὲς δύο ττ γράφουσι. Βριαρά. βαρεῖα, ἰσχυρά. Βρούτιδες. γυναῖκες οὕτω καλούμεναι. Βροντή. ἡ ὑπὸ πνεύματος ἐν τοῖς νέφεσι γενομένη ἔκρηξις, ἥτις πρὸς τὴν τῶν νεφῶν πυκνότητα βίᾳ φερομένη ποιεῖ ἐν τῇ πληγῇ ψόφον· ἢ ὅταν πνεῦμα ξηρὸν καὶ βίαιον κοιλότησι νεφέλης ἐναπολειφθὲν, καὶ ὑπὸ εὐτονίας τοῖς κοιλώμασι τῶν νεφῶν ἐνστρεφόμενον ζητεῖ διέξοδον πρὸς τὰ ἄνω. ἀντέχουσαι μὲν οὖν ἐπὶ τῆς ἄγαν πιλήσεως αἱ νεφέλαι, τὸν τραχὺν ἐκεῖνον ἐκ τῆς τοῦ πνεύματος παρατρίψεως ἀποτελοῦσιν ἦχον· ἐπειδὰν δὲ ὥσπερ πομφόλυγες περιταθεῖσαι τῷ πνεύματι ἐπιπλέον ἀντέχειν καὶ στέγειν ἀδυνατήσωσι, βιαίως ἀποῤῥηγνύμεναι καὶ πρὸς τὴν ἔξω διαπνοὴν διεῖσαι τὸ πνεῦμα, τοὺς κατὰ τὰς βροντὰς ἀποτελοῦσι ψόφους, καὶ ἀστραπὴν ἐργάζεσθαι πέφυκεν. εἴρηται δὲ παρὰ τὸ βρόμον, ὃ σημαίνει τὸν τοῦ πυρὸς ἦχον· ἔμπυρος γὰρ ἡ βροντή. Βρώμης. βρώσεως, τροφῆς. οἷον· —μνησθησώμεθα βρώμης. Βρύοικος. ἡ ἄγκυρα, ἡ τὸν βυθὸν οἰκοῦσα. Οὐδέτερον.Βραβεῖον. ἐπινίκιος ἀμοιβὴ, ἢ ὁ παρὰ τῶν βραβευτῶν ἢ μᾶλλον τῶν βραβέων διδόμενος στέφανος τῷ νικῶντι. Βράβηλλα. τὰ καλούμενα δαμάσκηνα. τὰ αὐτὰ καὶ κοκκύμηλα καὶ μάδρυα. βοράβηλα τινὰ ὄντα, τὰ τὴν βορὰν ἐκβάλλοντα· εἰσὶ γὰρ μαλακτικὰ τῆς γαστρός. Βραδύτερον, οὐ βράδιον λέγουσι, ὅτι μὴ Ἡσίοδος μόνος εἴρηκε βράδιον συνεσταλμένως· —βράδιον δὲ Πανελλήνεσσι φαείνει. Βραχιόλια. ἃ παρʼ ἡμῖν χλιδόνες καλοῦνται. Βραχυτελές. σύντομον, μικρόν. Βραχύ. ὀλίγον. Βράκανα. ἄγρια καὶ δύσπλυτα λάχανα. Βρέβιον. ἡ ἐπίτομος καὶ σύντομος γραφή. βρεβίω γὰρ κατὰ Λατίνους τὸ τέμνω. γράφεται καὶ τὸ βραχὺ καὶ ὀλίγον. καὶ βρεβίτα ἡ συντομία. Βρέτας. εἴδωλον, ἄγαλμα. παρὰ τὸ βροτὸς βρέτας κατὰ τροπήν. κυρίως δὲ τὸ ἀπὸ ξύλου πεποιημένον ἀνθρώπου ἄγαλμα. Βρέχμα καὶ βρέγμα. τὸ ὑπερμετώπιον μέρος, ὅπερ ὁ ποιητὴς βρεχμὸν καλεῖ. λέγεται δὲ τὸ τῆς κεφαλῆς ἄκρον κρανίον. ὥσπερ παρὰ τὸ ἔχω γίνεται ἐχμὸς καὶ συνεοχμὸς, οἷον· —καὶ αὐχένος συνεοχμῷ. οὕτω παρὰ τὸ βρέχω βρεχμὸς καὶ βρέχμα· τοῦτο γὰρ πρῶτον βρέχεται. Βρέφος. παρὰ τὸ φέρβω τὸ τρέφω γίνεται φέρβος καὶ κατὰ μετάθεσιν τῶν στοιχείων βρέφος. Βρεντήσιον. πόλις περὶ τὸν Ἀδρίαν. Βριαρόν. ἰσχυρὸν, βαρύ. παρὰ τὸ βία βιαρὸν καὶ πλεονασμῷ τοῦ ρ βριαρόν. ἔνθεν τὸ Βριάρεως. ἢ παρὰ τὸ βρίω, ἀφʼ οὗ καὶ βρίθω. Βροτόεντα. ᾑμαγμένα. βρότος γὰρ τὸ μετὰ κονιορτοῦ αἷμα τοῦ ἀνθρώπου. Βρόνδον. εἶδος διαλέξεως. Βροντήσιον. χώρα Ἰταλίας. Βρόμιον πῦρ. ἠχητικόν. Βρύον. τὸ ἐκ τῆς θαλάσσης ἀχυρῶδες ἐκφερόμενον, καὶ τὸ προχεόμενον. Βρύτια. τὰ τῆς σταφυλῆς πιέσματα. παρὰ τὸ τοὺς βότρυς βρύτια. οἱ δὲ Ἀττικοὶ τὰ τῶν ἐλαιῶν ἀλέσματα. Βρύελλα. τὰ βροῦλλα καὶ βρύλλια. βρυλλίῳ δέδεται. Βρύχιον. βυθιζόμενον. Βρύχια ὕδατα. τὰ ὑπὸ γῆν ἐφιγμένως διακείμενα, καὶ ἦχον ἄνωθεν ἀποτελοῦντα. Βρέφος. ἀπὸ γεννήσεως ἕως τεσσάρων ἐτῶν. Ῥῆμα.Βραβεύει. διανέμει. Βράσσω. τὸ ζέω. ὅπερ ἀναβράσσω λέγουσιν Ἀττικοὶ, ἐπὶ τοῦ ἀποτελέσματος λαμβάνοντες τὴν λέξιν. Ἀριστοφάνης· ἀναβράττω κίχλας. ἀντὶ τοῦ ἑψίω. εἴρηται παρὰ τὸ βάρος, ἢ βαρῶ, βαράσσω, καὶ κατὰ συγκοπὴν βράσσω. Βραχυμυθεῖν. τὸ βραχυλογεῖν. Βρενθύεται. μεγαλοφρονεῖ, ἐπαίρεται, ἢ προσποιεῖται ὀργίζεσθαι. βρένθυον γάρ ἐστι μῦρον· τοῖς οὖν ἀλαζόσι καὶ τρυφεροῖς ἀκολουθεῖ μύρῳ χρίεσθαι. ἀπὸ τούτου δηλαδὴ τοὺς θρυπτομένους βρενθυομένους λέγουσι. Βρέχειν. ἐπὶ τοῦ πίνειν λέγεται. καὶ ὑποβεβρεγμένος ὁ μέθυσος. τὸ δὲ βρέχειν ἀπὸ τοῦ ἤχου τοῦ ὕδατος, ὀνοματοποιΐα ἡ λέξις. καὶ Ὅμηρος· —ἀμφὶ δέ οἱ βρέχεν. ἢ παρὰ τὸ βάλλω, βαλλῶ, καὶ βρῶ, βρέχω. Βρίθει. βαρεῖ. Βριμάζει. λέοντος χρῆται φωνῇ. Βριμαίνω. τὸ ὀργίζομαι. καὶ βριμούμενος. Βριμήσαιο. ὀργισθείης. Βρίζοντες. νυστάζοντες, κοιμώμενοι. Βρίξαι. τὸ μετὰ βορὰν καὶ τροφὴν κατευδῆσαι. Βρυάζει. θάλλει καὶ τρυφᾷ. Βρύει. τέθηλεν, ἀνθεῖ. Βρύχεται. μαίνεται. τοῦτο κυρίως ἐπὶ τῶν λεόντων. Βρυκάω. ἐσθίω. Βρύκουσα. τρώγουσα, κατεσθίουσα, τοὺς ὀδόντας τρύζουσα. Βρύττοντες. πυρέττοντες. οὕτως οἱ Ἀθηναῖοι. παρὰ τὸν βρύχετον, ὃ σημαίνει τὸν πυρετόν. Βρωμᾶσθαι. ὀγκᾶσθαι. ἐπὶ ὄνου δὲ λέγουσι τοῦτο. λέγεται καὶ ὀγκᾶσθαι ἐπὶ ὄνου, ἀλλὰ σπάνιον τοῦτο. Βρωμούμενοι. βρῶμον ἐσθίοντες. Βρύλλων. ὑποπίνων. Ἐπίῤῥημα.Βραχέως. διʼ ὀλίγου. Βρεκεκεὲξ, κοὰξ, κοάξ. ἐφύμνιον ἐν βατράχοις. οὕτως Ἀριστοφάνης. Τὸ Β μετὰ τοῦ Υ. Ἀρσενικόν.Βύας. εἶδος ὀρνέου νυκτερινοῦ. Δίων· καὶ βύας ὤφθη. καὶ βύαι ὤφθησαν. Βύβλις. ὄνομα κύριον. ἀδελφὸς Κάννου, ἀμφότεροι δυστυχήσαντες. Βύβλος. ὁ πάπυρος, ἐξ οὗ καὶ βυβλία τὰ ξυλοχάρτια. καὶ Βύβλος πόλις Φοινίκης ἀρχαιοτάτη εἴρηται, ὅτι τὰ ἐν αὐτῇ τιθέμενα βυβλία ἄσηπτα διαφυλάττεται. τὸ ἐθνικὸν Βύβλιος, καὶ Βυβλίας. Βύθιος. ὁ ἐν τῷ βυθῷ. Βυθός. τὸ βάθος, τροπῇ τοῦ α εἰς υ. ἢ παρὰ τὸ βύζω, βυστὸς καὶ βυθός. Βύκτης. ἠχητικός. καὶ Ὅμηρος· ἔνθα βυκτάων ἀνέμων— παρὰ τὸ βύω, ἔνθεν βεβυσμένος, οὗ παράγωγον βύζω, βέβυκται. παρὰ γοῦν τὸ βέβυκται βύκτης. Βυκανῆται. σαλπιγκταί. Βυρσάτονος. τοῦ τυμπάνου. Βυρσοδέψης. σκυτοτόμος. παρὰ τὸ τὰς βύρσας δεψῆσαι, ὅ ἐστιν ἁπαλύναι. Βυσαυχήν. ὁ τοὺς ὤμους συνέχων ἐπὶ τὸν τράχηλον. Βυσσός. ὁ βυθὸς παρὰ Ἡροδότῳ. τροπῇ τοῦ θ εἰς ς καὶ πλεονασμῷ ἑτέρου ς βυσσός. ἔστι δὲ βύσσος εἶδος βοτάνης, ἐξ οὗ τὰ ἀπʼ αὐτῆς βαπτόμενα βύσσινα λέγονται. Θηλυκόν.Βύζα. ἡ Κωνσταντινούπολις. Βυζάνη καὶ Βυζία. ὀνόματα πόλεων. Βυκάνη. ὄργανον μουσικόν. Βύρσα. παρὰ τὸ δέρω τὸ ἐκδέρω, ὁ μέλλων αἰολικῶς δέρσω, καὶ δέρση, ἡ βύρσα ἡ ἐκδερομένη τοῦ σώματος. ἢ παρὰ τὸ ῥύω, ῥύσα, ἡ περιῤῥεομένη τῷ ἱδρῶτι. Οὐδέτερον.Βύσσινον. τὸ κόκκινον. Βυβλίον καὶ βιβλίον διαφέρουσι. βυβλίον λέγεται τὸ ξυλοχάρτιον καὶ τὸ ἄγραφον, ὡς· ἐπὶ τῷ βυβλίῳ σου πάντες γραφήσονται. βιβλίον δὲ, τὸ γεγραμμένον, ι. Βυζάντιον. ὅτι τὸ Βυζάντιον Σεβήρου βασιλέως Ῥωμαίων τετείχιστο γενναίῳ τείχει πεποιημένῳ μυλίτῃ λίθῳ εἰς τετράγωνον εἰργασμένῳ. ἑπτὰ μὲν γὰρ ἦσαν ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι. Βύκηνον. ἡ σάλπιγξ. Ῥῆμα.Βυκηνίζω. σαλπίζω. Βύουσι. φράττουσι, καλύπτουσιν. ἔνθεν καὶ ἀκρόβυστος, ὁ τὸ ἄκρον βεβυσμένον ἔχων. Πισίδης· ἐρῶ δέ σοι νῦν, εἴπερ οὐ βύειν θέλεις. Βύσωσι. φράξωσι. Βυσσοδομοῦντες. ἐκ βάθους σκεπόμενοι. Βυσσοδομεύειν. τὰ κεκρυμμένα βουλεύεσθαι καὶ ἐνθυμεῖσθαι καὶ οἱονεὶ ἐν βυθῷ τινὶ οἰκοδομεῖν. Βύω. τὸ ἀσφαλίζω. Ἐπίῤῥημα.Βύζην. ἀθρόως, πυκνῶς, ἐπαλλήλως. ὁ δὲ τὰ φρέατα φορυτοῦ καὶ τῇ ἐπιτυχούσῃ ὕλῃ βύζην ἐνέπλησε. καί· βύζην τὰς τριήρεις ὁρμίζοντες. Τὸ Β μετὰ τοῦ Ω. Ἀρσενικόν.Βῶλος. ὄνομα κύριον. καὶ βῶλος τὸ βωλάκιον, καὶ βῶλος ἡ γῆ. παρὰ τὸ βῶ τὸ τρέφω, ὅθεν καὶ βῶστρον, γίνεται βῶλος, ἐξ αὐτοῦ βῶλαξ, ὡς λίθος λίθαξ. ἢ παρὰ τὸ ὑπὸ τῶν βοῶν ἀλοᾶσθαι, κοπτομένη. ἢ παρὰ τὸ πωλεῖσθαι, καὶ συνεχῶς περὶ αὐτὴν στρέφεσθαι. οἷον· οὔ τί ποτʼ εἰς ἀγρὸν πολέσκετο. Βωμολόχοι. ἀπατεῶνες, πανοῦργοι, ἀσεβεῖς, ἱερόσυλοι· τινὲς γὰρ ἐν τοῖς βωμοῖς λοχῶντες καὶ ἐνεδρεύοντες τὰ τοῖς θεοῖς συναγόμενα ἀπεσύλων. κυρίως δὲ οἱ μετὰ κολακείας προσαιτοῦντες, καὶ οἱ ἐπὶ τῶν θυσιῶν ὑπὸ τοὺς βωμοὺς καθίζοντες. Βώμαξ. ὁ βωμολόχος. ἀπὸ τοῦ βωμοῦ. τάσσεται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων. Βωμός. τέμενος, ἱερόν. παρὰ τὸ βῶ τὸ βαίνω, ὁ βεβηκὼς καὶ ἱδρυμένος τοῖς θεοῖς πρὸς θυσίαν. Βωνίτης. ὁ βουκόλος. Βῶνος. στρατηγὸς τῆς Μυσίας τῆς παρὰ τῷ Ἴστρῳ ποταμῷ, ἀνὴρ συνετὸς εἰς ἄκρον. ὃς ἦν ἐπὶ Ἰουστινιανοῦ. Βώνυσοι. ἄποικοι. Βώξ. ὁ βάτραχος, ἢ εἶδος ἰχθύος. ὃς ἱστορεῖται ἔχειν φωνήν. παρὰ τὸ βοὴ γίνεται βόαξ καὶ κράσει βώξ. φασὶ δὲ καὶ δισυλλάβως λέγεσθαι. Ἀριστοφάνης· ἀλλʼ ἔχουσι γαστέρα μεστὴν βοάκων. καὶ Φερεκράτης· οὐκ ἔστιν ἄλλος οὐδεὶς ἢ βοάξ. Βῶροι. ὀφθαλμοί. Βώτορες. οἱ νομεῖς. παρὰ τὸ βῶ, βέβοται, βοτὴρ καὶ βωτήρ. ὡς ἐλάστης, ἐλαστήρ. καὶ ἐπεκτάσει βώτωρ. ὡς Μέντης Μέντωρ. Βώχανος. κύριον. Βωμός. ὑψηλὸς τόπος. τοῦ θεολόγου· βωμῷ μὲν οὐκ ἐδεήθη τῆς κενῆς δόξης. καὶ τοῦτο περὶ τοῦ Κράτητος λέγεται· ἀνέβη γὰρ ἐπὶ βωμὸν ἤγουν ὑψηλὸν τόπον καὶ δημοσίᾳ εἶπεν· ὅτι Κράτης ἐλευθεροῖ τὸν Κράτητα. Θηλυκόν.Βωδόνη. πόλις Πεῤῥαβική. Βῶλος. ἡ γῆ. Βῶλος ἄρουρα. ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μικρὰ προσφιλοτιμουμένων· ὁμοίως τῷ· θαλάττῃ ἐκ χαράδρας ὕδωρ. Βώς. ἡ βύρσα. ὡς τό· βῶν ἀζαλέην. βῶν δὲ τὸ σκουτάριον λέγεται· ἀζαλέην δὲ, τὴν κατάξηρον. Βωτιάνειρα γῆ. ἡ τρέφουσα τοὺς ἄνδρας. ὡς σωτὴρ σώτειρα, οὕτως ἀνὴρ ἄνειρα, καὶ μετὰ συνθέσεως τοῦ βῶ, βωτιάνειρα. Βωταλίς. ἡ νυκτερίς. Οὐδέτερον.Βώτιον. χώρα παρὰ τὴν Ἴλιον. εἰς ὃ καταχθεὶς Ἀγαμέμνων ἐπεβώσατο τὴν Ἄρτεμιν, εὐμενῆ αὐτῷ γενέσθαι πλέοντι. καὶ ὠνομάσθη οὕτως ἀπὸ ταύτης τῆς αἰτίας. Βωμακεύματα. τὰ βωμολοχεύματα. οἱ δὲ τὰ εὐτράπελα καὶ γελωτοποιὰ, ἢ τὰ κολακικά. ἄλλοι δὲ τὰς συκοφαντίας ἢ τὰ πανουργεύματα. Ῥῆμα.Βωθύσσειν. ὁρμᾷν. Βωθεύοντας. βοηθοῦντας. Βωμολοχεύσαιτο. ἀντὶ τοῦ ἀγοραῖον τὶ εἴποι ἢ εὐτελές. οὕτως Ἀριστοφάνης. Βώσεσθε. βιώσεσθε. Βώσαντι. κράξαντι. Βωσόμεθα. καλεσόμεθα, μαρτυρούμεθα. Βωστρεῖν. βοᾷν, καλεῖν. παρὰ τὸ βῶ, βοάζω, βοάστης, εἴρηται ῥῆμα βοαστρῶ· ὡς ἀπὸ τοῦ ἐλεῶ ἐλεάζω, ἐλαστὴς, καὶ ἐλαστρῶ. Βώοσον. βοήθησον. οὕτως Κρατῖνος. Βωτεῖν. τὸ ἀροτριᾷν. Βωτεῖν. ἀντὶ τοῦ ἀροῦν. οὕτω Λάκωνες. Βῶ. τὸ πατῶ, ἐξ οὗ καὶ βότρυς. Βῶ. τὸ τρέφω, ἐξ οὗ καὶ βοῦς. Βῶ. τὸ βαίνω, ἐξ οὗ καὶ βῆμα. Βῶ. τὸ λέγω, ἐξ οὗ κατὰ παραγωγὴν βάζω.