eul_wid: yem-aad
DOI 10.5281/zenodo.20335421

Lexicon: Letter Δ by Pseudo-Zonaras

Δ. Τὸ Δ μετὰ τοῦ Α. Ἀρσενικόν.Δαβειρή. κύριον. Δαβήρ. τὰ ἅγια τῶν ἁγίων ὀνομάζει. Δαβαινίτης. ἀπὸ Δαβαίνης τόπου. Δαγίσθαιος. κύριον. Δαήμων. ἐπιστήμων, ἔμπειρος. παρὰ τὸ δαίω, δαῶ, δαήσω, δεδάηκα, δεδάημαι, δαήμων. Δαήρ. ἀνδράδελφος. παρὰ τὸ δαίω. δαὴρ αὖτʼ ἐμὸς ἔσκε κυνώπιδος. Δαΐφρων. συνετὸς, πολεμικός. παρὰ τὸ δαίω, τὸ μανθάνω καὶ γινώσκω. ἵνʼ ᾖ ὁ δεδαηκὼς φρόνησιν. ἢ παρὰ τὸ δα ἐπιτατικόν. ὁ δὲ πολεμικὸς παρὰ τὴν δαῒ δοτικὴν, ὃ σημαίνει τὴν μάχην. ὁ τὰ περὶ τὸν πόλεμον φρονῶν. Δαιτυμόνες. εὐωχηταὶ, ἀριστηταί. Δαιμόνιε. ἀντὶ τοῦ μακάριε. Δαιδαλόχειρ. ὁ ποικίλα καὶ ἐξαίσια ταῖς χερσὶν ἐργαζόμενος. Δαίδαλος. ὁ ποικίλος. καὶ ὄνομα κύριον. ὃς ἦν πάνυ ποικιλτὴς καὶ ἐπινοήμων. παρὰ τὸ δαίω, τὸ μανθάνω ἢ τὸ ἐπίσταμαι, δαίαλος, ὁ ἐπιστήμων, καὶ πλεονασμῷ τοῦ δ δαίδαλος. ἐκ τούτου δαιδάλλω. τὸ δαιδάλειος ἀπὸ τοῦ δαιδάλω. ἀπὸ τοῦ δαιδάλειος δὲ τὸ δαιδάλεον κατὰ ἀποβολὴν τοῦ ἰῶτα. Δαιτρός. μεριστὴς, μάγειρος. παρὰ τὸ δαίω, τὸ μερίζω, δαιτρός. ἐξ οὗ καὶ τὸ δαιτρεύω. Δαίτωρ. ὄνομα κύριον. καὶ ὁ εὐωχητής. παρὰ τὸ δαίω, τὸ μερίζω, δαίτωρ, ὡς πράξω πράκτωρ. Δαιταλεῖς. οἱ δαιτυμόνες καὶ θιασῶται. Ἀριστοφάνης. —ἐπιδείπνιον θέαν τοῖς δαιταλεῦσιν ὁ βασιλεὺς χαριζόμενος. Δάκες. οἱ Πατζινάκαι. Δακρυόεις καὶ δακρυόεσσα. ἀπὸ τοῦ δάκρυον. Δάκτυλοι. οἱ βάλανοι τοῦ φοίνικος. Δάκτυλος. παρὰ τὸ δράσσω, δράκτυλος τὶς ὤν. ἢ παρὰ τὸ δέχω, δέξω, δέδεχα, δέδεγμαι, δέδεκται, δάκτυλος, οἱ δεκτικοὶ ὄντες τῶν διδομένων. ἢ παρὰ τὸ δείκω, τὸ δεικνύω, δείκτυλοι καὶ δάκτυλοι· διʼ αὐτῶν γὰρ ἡ δεῖξις γίνεται. Δακτύλιος. ἡ σφραγίς. καὶ τὸν δακτύλιον αὐτοῦ περιελὼν ἐτύπωσεν ἐπιστολήν. ἀπὸ τοῦ παρὰ τὸν δάκτυλον ἰέναι. δακτύλιοι καὶ οἱ τετρυπημένοι λίθοι, ἀφʼ οὗ τὰ ἀπόγεια σχοινία ἀνάπτουσι. Δαλός. λαμπὰς ἢ ξύλον καιόμενον. παρὰ τὸ δαίω δαλὸς καὶ δαυλός. ἢ παρὰ τὸ δαίω, δαίσω, δαυλὸς, ὡς αὔω, αὔσω, αὐλός. Δαμασίφρων. ὁ ἀπατῆσαι δυνάμενος. Πίνδαρος· δαμασίφρονα χρυσόν. Δαμάσκιος. στωϊκὸς φιλόσοφος, Σύρος. Δαμᾶς. κύριον. παρὰ τὸ δαμάσω μέλλοντα. ὡς θαυμάσω, Θαυμᾶς. Δάμασος. κύριον. παρὰ τὸ δαμάζω, δαμάσω, Δάμασος. Δαμάστωρ. ἐκ τοῦ δεδάμασται· ὡς τετέλεσται τελέστωρ. Δάμις. κύριον. παρὰ τὸ δῆμος γίνεται δῆμις καὶ δάμις. ὡς ἀπὸ τῆς δουρὸς γενικῆς Δοῦρις. Δανιήλ. κύριον. διάκρισις ἑρμηνεύεται. Δαναοί. οἱ Ἕλληνες. ἀπὸ τοῦ Δαναοῦ ἢ ἀπὸ Δάνου τοῦ βασιλέως. Δασμολόγοι. φορολόγοι, ἀπαιτηταί. Δασμός. ὁ μερισμός. παρὰ τὸ δάζω· ὡς σκεδάζω σπεδασμός. Δάσκιος. πολύσκιος. παρὰ τὸ δα ἐπιτατικὸν μόριον. Δασύλλιος. ὁ Διόνυσος. παρὰ τὸ δασύνειν τὰς ἀμπέλους. Δατηταί. οἱ διανεμηταί. ἐκ τοῦ δασῶ καὶ δατούμεθα, ὃ σημαίνει τὸ μεριζόμεθα. οἷον· —χθόνα ποσὶ δατεῦντο. καί· δατευόμεθα ληΐδʼ Ἀχαιοί. ἀπὸ τοῦ δαίω, τὸ μερίζω, ἀφʼ οὗ τὸ δάζω καὶ δάσω, γίνεται δαστὸς, δαστῶ, καὶ ἐνδείᾳ τοῦ ς δατῶ· ἐκ τοῦ δατῶ δατήσω, δεδάτηκα, δεδάτημαι, δατητὴς, καὶ κλίνεται δατητοῦ. Δάτις. κύριον. ὃς Πέρσης ὢν ἐπετήδευσεν ἑλληνίζειν· ὃν λέγουσι φάναι χαίρομαι ἀντὶ τοῦ χαίρω. Δατοῖς. δόλοις. πανουργεύμασι. Δαυίδ. κύριον. ἑρμηνεύεται πεποθημένος, ἢ ἐξουθενημένος, ἢ ἱκανὸς χειρί. ἐφιλεῖτο γὰρ τῷ θεῷ ὁ προφήτης, λέγοντι· εὗρον Δαυὶδ τὸν τοῦ Ἰσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. ἐξουθενεῖτο δὲ τοῖς περὶ τὸν Σαοὺλ καὶ τοῖς ἀδελφοῖς. ἱκανὸς δὲ ἦν τῇ χειρὶ, ὡς ἐν πολέμοις ἔχων τὸ πρακτικὸν καὶ δραστήριον. Δαυλός. παρὰ τὸν δαίσω μέλλοντα, δαιλὸς καὶ τροπῇ τοῦ ι εἰς υ δαυλός. Δαῦλος. ὁ δασύς. παρὰ τὸ δάσος γίνεται δασῶ ῥῆμα, ὡς τεῖχος, τειχῶ· ἀφʼ οὗ Πίνδαρος τετείχηται. καὶ κατὰ παραγωγὴν δασαύνω· ὡς χρῶ χραύω, καὶ ψῶ ψαύω· εἶτα κατὰ συγκοπὴν δαύω, ὁ μέλλων δαύσω. καὶ ὡς παύσω γίνεται Παῦλος, οὕτως καὶ δαύσω δαῦλος, ὁ δασύς. Δαφοινός. ὁ ἄγαν φόνιος ἢ πυρὸς κατὰ νῶτα. δαφοινὴν ἀσπίδα. παρὰ τὸ δαίω τὸ καίω. ἢ παρὰ τὸ δα καὶ τὸ φόνος. Δαψιλέστατος. πολυτελέστατος, πλουσιώτατος. λέγεται καὶ ἐπὶ ῥευμάτων καὶ ἐπὶ μεγαλοψυχούντων. Δαγών. εἴδωλον ὑπὸ τῶν ἀλλοφύλων θεραπευόμενον, ᾧ τὴν κιβωτὸν λαβόντες ἀνέθεσαν. Δαξισμός. .... Δαμασκός. πόλις Συρίας, παρὰ τὸν Ἀντιλίβανον. εἴρηται, ὅτι Δαμᾶς, στρατεύων μετὰ Διονύσου, ἐκεῖσε σκηνὴν πηξάμενος, ἱδρύσατο Συρίας θεοῦ ξόανον. ἡ Δαμᾶ σκηνὴ, Δαμασκός. ἢ ὅτι εἷς τῶν γιγάντων, Ἀσκὸς ὄνομα, ἅμα Λυκούργῳ δήσας τὸν Διόνυσον, ἔῤῥιψε τῷ ποταμῷ. ἐφονεύθη δὲ ὑπὸ Ἑρμοῦ οὗτος, καὶ Ἀσκὸς ἐδάρη, καὶ ἐκεῖ ἐτάφη. καὶ ἐκ τούτου ἡ πόλις Δαμασκὸς ἐκλήθη. καὶ τὰ οἰνοδόχα δὲ δέρματα ἀσκοὺς καλοῦσι. λέγεται καὶ ἡ Δαμασκός. Δαμασκὸς Ἐλιέζερ. ἀντὶ τοῦ Δαμασκηνός. Δάρης. κύριον. παρὰ τὸ δέρω τὸ ἐκδέρω. ἱερεὺς γὰρ ἦν. Δαφνών. παρὰ τὸ δάφνη. τὸ δὲ δάφνη παρὰ τὸ δαίω τὸ καίω. ἡ φωνοῦσα ἐν τῷ καίεσθαι. Θηλυκόν.Δαΐς. ἡ μάχη. παρὰ τὸ δαίω, ὁ μέλλων δαίσω, ἀποβολῇ τοῦ ω δαὶς, καὶ κατὰ διάλυσιν δαΐς. ἐν δαῒ λυγρῇ. ἢ παρὰ τὸ δαίω τὸ κόπτω, κατὰ διάλυσιν δαΐω, πλεονασμῷ τοῦ ζ δαΐζω, ὁ μέλλων δαΐσω, ἀποβολῇ τοῦ ω δαΐς. Δαΐαν ὁδόν. ἀγωνιστικήν· ἔμπειρον. ἀπὸ τοῦ δαῆναι, ὅ ἐστι μαθεῖν. Δᾷδα. λαμπάδα. Δακρυόεσσα. ἀπὸ τοῦ δάκρυον. Δάβα. πόλις. Δαίς. ἡ εὐωχία. Δαιτίς. τόπος ἐν Ἐφέσῳ. εἴρηται ἀπὸ τοῦ Λυδὸν τὸν κάπηλον αὐτόθι κατοικήσαντα παρέχειν τὰ πρὸς δαῖτα τοῖς ἐπιξενουμένοις. ἦν δὲ τὸ κύριον αὐτοῦ ὄνομα Ἔφεσος, ἀφʼ οὗ καὶ ἡ πόλις. Δαισάνη. ἡ πτισσάνη. ἀπὸ τοῦ σίτου ἑψημένου ἑψηθεῖσα. εἴρηται δὲ παρὰ τὸ δαίσασθαι· τὴν γὰρ πρώτην τροφὴν, πρὸ τῆς εὑρήσεως τῶν ἄρτων, οὕτως ἐποιοῦντο. Δάμαρ. γυνή. δαμετή. παρὰ τὸν γάμον, γάμαρ καὶ δάμαρ. λέγεται καὶ δάμαρις, ἔνθεν ἡ δάμαρτος γενική· εἰ μὴ ἄρα πλεονασμῷ τοῦ τ ἀπὸ τῆς εἰς ρ εὐθείας. Δανάκη. ὄνομα νομίσματος, ὃ ἔδωκαν τοῖς νεκροῖς πάλαι λόγῳ περάματος ἐν Ἀχερουσίᾳ, ἥτις ἐστὶ λίμνη ᾅδου. Δανάη. κύριον. κρίθητι καὶ σύ. οὐκ εἶ Δανάη ἡ Ἀκρισίου. Δάπιδας. τὰ ἐπεύχια. λέγει δὲ ψιλὰς καὶ μὴ μαλλωτάς. Ἀριστοφάνης· οὐδʼ ἐν δάπισιν ἔσται καταδαρθεῖν. τάπησι δὲ, ἦτα. Δαπάνη. παρὰ τὸ δάπτω, ὃ σημαίνει τὸ μετὰ σπαραγμοῦ ἐσθίω. Δασεῖα. ποιότης συλλαβῆς, ἐκ τοῦ θώρακος πεμπομένη. ἢ παρὰ τὸ δα ἐπιτατικὸν μόριον καὶ τὸ εὔω ῥῆμα, ὃ σημαίνει τὸ ὁρμῶ. ἢ παρὰ τὸ μεγίστην καὶ σφοδρὰν εἶναι πρὸς σύγκρισιν τῆς ψιλῆς. Δαμασκός. ἑρμηνεύεται αἷμα σάκκου. Δασπλῆτις. ἡ ἀπροσπέλαστος. ἢ ἐπὶ κακῷ προσπελάζουσα. ἢ ᾗτινι οὐκ ἄν τις προσπελάσῃ διὰ τὸν φόβον. παρὰ τὸ δα ἐπιτατικόν. ἢ δυσπλῆτις παρὰ τὸ πλήσσειν τοὺς ἁμαρτωλούς. Θεόκριτος δὲ Ἑκάτην αὐτὴν λέγει. Δάσκιος. πολύσκιος. παρὰ τὸ δα ἐπιτατικόν. δάσκιον εἰσελάσαντες ἕλος. Δαυλίς. πόλις ἐν τῷ Παρνασσῷ κειμένη. Δαυλία. δασεῖα. δαυλία κορώνη, ἀηδών. Δαυΐδειος σορὸς καὶ Δαυΐδειον μέλος. τὸ τοῦ Δαυΐδ. Δάφνη. δαοφώνη τὶς οὖσα, ἡ ἐν τῷ δαίεσθαι φωνοῦσα. Δαφνοῦς. πόλις Φοινίκης. ἀρσενικῶς. ὁ πολίτης Δαφνούτιος, ἢ Δαφνούσιος, καὶ θηλυκῶς Δαφνουσίς. τὸ ἐθνικὸν Δαφνουσαῖος. ἔστι καὶ Δαφνουσὶς λίμνη, πλησίον τοῦ Ὀλύμπου τοῦ Βιθυνοῦ. Δαψίλεια. πλουσιότης. Δασυλίδες. αἱ δασεῖαι. Δάφνη. παρὰ τὸ δαίω τὸ καίω, ἡ φωνοῦσα ἐν τῷ δαίεσθαι, ὅ ἐστι καίεσθαι. Οὐδέτερον.Δαίδαλα. τὰ ποικίλα κατασκευάσματα. Δαῖας. τέρας πολεμικόν. Δάκος καὶ δάκετα. θηρία. ἰοβόλα ἑρπετά. ἡ εὐθεῖα τὸ δάκος. ἐμὲ δεῖ φεύγειν δάκος ἀδινὸν καὶ κατηγορίαν. τὸ δὲ δάκετον παρὰ τὸ δάκνω, δάκνετον καὶ δάκετον. σημαίνει δὲ τὸ δάκος καὶ δῆγμα, οἷον· σῆμα δέ τι δάκεος αἱμοῤῥόου. Δαιτήριον. μεριστήριον. ἀπὸ τοῦ δαῖσαι τὸ μερίσαι. Δάκρυον. φθαρτῆς φύσεως ἰδίωμα, ὅπερ Ἀδὰμ πρὸ τῆς παραβάσεως οὐκ ἐκέκτητο. παρὰ τὸ δάκνω δάκνυον καὶ δάκρυον· δακνομένης γὰρ τῆς ψυχῆς ἐξέρχεται τὸ δάκρυον. ἢ ἀπὸ τοῦ δήκω, ἔνθεν ἔδακον. θυμοδακὴς γὰρ μῦθος τὸ δάκρυον. τὸ πληθυντικὸν τὰ δάκρυα, ἡ δοτικὴ δακρύοις. πόθεν οὖν τὸ δάκρυσιν; ἡ ἐπὶ τέλει συλλαβὴ ἡ τοῖς εἰς ἰῶτα τρέπεται· προβάτοις, πρόβασιν, ἐγκάτοις, ἔγκασι, πετάλοις, πέταλσι. πᾶν γὰρ εἰς ἰῶτα, ἔχον ἀμετάβολον πρὸ τέλους, τοῦτο ἔχει ἐν τῇ εὐθείᾳ, ῥήτορσι, ῥήτωρ. τὸ δὲ δάκρυ γέγονεν ἀπὸ τοῦ δακρύμην, οὐ κατὰ ἀποκοπὴν, ἀλλὰ κατὰ σχηματισμόν. τὸ δάκρυ τοίνυν, ἡ γενικὴ δάκρεος, ἡ δοτικὴ δάκρος· καὶ τὸ πληθυντικὸν δάκρεα, ὡς πώεα, ἄστεα. ἢ ἀπὸ τοῦ δάκρυα κατὰ συγκοπήν. Δαμώματα. τὰ δημόσια ᾀδόμενα. Δανά. τὰ ξηρὰ ξύλα. Καλλίμαχος· δανὰ ξύλα κεάσαι. ἤτοι σχίσαι. καὶ δανότατον τὸ ξηρότατον. παρὰ τὸ δαίω, τὸ καίω. τὸ δα μακρόν. Δάνειον. παρὰ τὸ δάνος, ὃ σημαίνει τὸ δῶρον, ὡς τέλος τέλειον. Δίδυμος τὸ χρονίζον λέγει χρέος. παρὰ τὸ δὴν, δάνος καὶ δάνειον. Δαόνιον. πόλις Θρᾴκης. Δάος. λαμπάς. παρὰ τὸ δαίω, δάος. Δάπεδον. τὸ ἔδαφος, ἡ γῆ. παρὰ τὸ δα ἐπιτατικὸν καὶ τὸ πέδον, ἡ γῆ. τουτέστι τὸ μέγα καὶ πλατύπεδον. τὸ δὲ δα γίνεται καὶ ζα, κατὰ μετάθεσιν τοῦ δ εἰς ζ. Δασκύλιον. τόπος ἐν τῷ κόλπῳ Νικομηδείας. Δατόν. παρὰ Ῥωμαίοις σημασία τῆς ἡμέρας καὶ τοῦ καιροῦ, ὅτε τὶς ἐκ πόλεως ἢ ἐκ τινὸς τόπου ἀποστελεῖ. Δαυλόν. δασύ. Δαυίδειον. μέλος τὸ τοῦ Δαυίδ. Δαφοινόν. τὸ πάνυ φοινίσσον, ἢ τὸ φοινικὸν, ἢ τὸ πυῤῥόν. Δαίσιμον. τὸ ἐδώδιμον. Ῥῆμα.Δᾳδουχεῖ. φαίνει· λαμπαδουχεῖ. Δαδύσσω. τὸ ταράσσω. Δαείς. καεὶς, καὶ ἀντὶ τοῦ μαθών. Δαϊκταμένοις. ἀναιρουμένοις. Δαΐζων. διακόπτων. ἀπὸ τοῦ δαίω τὸ κόπτω, ἢ παρὰ τὴν δαΐδα, ὃ σημαίνει τὴν μάχην. Δαιμονᾷν. ὑπὸ δαίμονος κατέχεσθαι. Δαίνυ. εὐώχει. Ὅμηρος· δαίνυ δαῖτα γέρουσι— Δαίω. τὸ μανθάνω. Δαίω. τὸ καίω. Δαίρω. τὸ τύπτω. δέρω δὲ, τὸ ἐκδέρω, ψιλόν. Δαίνυσθαι. τὸ εὐωχεῖσθαι. Δαινύω καὶ δαίνυμι. παρὰ τὸ δαίω τὸ εὐωχοῦμαι, καὶ πλεονασμῷ τοῦ ν, δαίνω. δαινύω καὶ δαίνυμι, δαίνυμαι, ὁ παρατατικὸς ἐδαινύμην, ἐδαίνυσο, ἐδαίνυτο, τὸ τρίτον τῶν πληθυντικῶν ἐδαίνυντο, καὶ κατὰ ἀποβολὴν τοῦ ε δαίνυντο. Δαΐξας. διακόψας. Δακρυῤῥοεῖν. δάκρυα ῥέειν. Δάκνω. παρὰ τὸ δα ἐπιτατικὸν καὶ τὸ καίνω γίνεται δακαίνω· ἐξ οὗ τὸ δάκνω κατὰ ἀποβολὴν τοῦ ι, καὶ πλεονασμῷ τοῦ γ. Δαμέντες. φονευθέντες. δαμασθέντες. Δάμνει. ἀντὶ τοῦ δαμάζει. Δάμνημι. ἀντὶ τοῦ δαμάζω. Δαμεῖεν. δαμασθεῖεν. δαμῶ τὸ ὑποτάσσω. ὁ μέλλων δαμήσω, ὁ δεύτερος ἀόριστος ἔδαμον, ὁ παθητικὸς ἐδάμην, ἐδάμομεν, ἡ μετοχὴ δαμεὶς, δαμέντος, τὸ εὐκτικὸν δαμείην, δαμείημεν, δαμείητε, καὶ δαμεῖεν. δαμείησαν δὲ ὤφειλε. Δανεῖσαι. τούτου τὸ χρῆσαι αἱρετώτερον. τὸ μὲν χρῆσαι ἐπὶ φίλων, τὸ δὲ δανεῖσαι πρὸς τοὺς τυχόντας. Δαπανᾷν. οὐ τὸ ἀναλίσκειν ἁπλῶς, ἀλλὰ τὸ λαμπρῶς ζῇν καὶ εἰς ἀναλώματα μεγάλα ἐμβάλλειν. Δάπτω. τὸ μετὰ σπαραγμοῦ ἐσθίω καὶ διὰ στόματος σπαράττω. ἐξ οὗ καὶ τὸ δάψαι. μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν. παρὰ τὸ δα καὶ τὸ ἅπτω. κυρίως δὲ τὸ λάβρως ἐσθίειν. Δαρδάπτω. ὁμοίως. ἀπὸ τοῦ δάπτω. διὰ δὲ χρόα καλὸν ἔδαψε. Δαρθεῖν. κυρίως τὸ ἐπὶ δερμάτων καθευδῆσαι. δραθεῖν καθʼ ὑπέρθεσιν. ὡς καρδία, κραδία. εἴρηται παρὰ τὸ δέρμα. ἢ παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, γίνεται δρήθω τὸ κοιμῶμαι κατὰ ἀντίφρασιν· οἱ γὰρ κοιμώμενοι οὐκ ἐνεργοῦσι. Δασμοφορεῖν. συμμερίζειν. Δασμολογῶ. συνάγω. σὺ δὲ δασμολογεῖς, καὶ παρʼ ἑκόντων καὶ ἀκόντων λαμβάνεις. Δάσασθαι. συμμερίσασθαι. Δάσαντο. ἐμερίσαντο. ἀπὸ τοῦ δαίω, δαίσω, δάσω, δάξ. Δαύω. κυρίως τὸ δεσμῶ. παρὰ τὸ δέω τὸ δεσμεύω. Ὅμηρος· πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσι. ὃ κατὰ συναλοιφὴν γίνεται δῶ. ἐκ τούτου δαύω, ὡς χρῶ χραύω. εἴρηται καὶ ἐπὶ τοῦ καθεύδειν· οἱ γὰρ καθεύδοντες δεσμουμένοις ἐοίκασι. τὸ δαύω παρὰ τὸ δαίω, τροπῇ τοῦ ι εἰς υ. Δάσασθαι. τὸ σπεῖραι. παρʼ Ἡσιόδῳ· σπέρματα δάσασθαι, φυτὰ δʼ ἐνθρέψασθαι ἄριστα. Ἐπίῤῥημα.Δαί. σύνδεσμος, προηγούμενος τῶν πευστικῶν μορίων, ὃς καὶ διὰ διφθόγγου γράφεται. Δαιμονίως. παραδόξως. ὑπερφυῶς· μακαρίως. Δαιτρευτῶς. μεριστῶς. Τὸ Δ μετὰ τοῦ Ε. Ἀρσενικόν.Δεκατευτὴς καὶ δεκατολόγος. ὁ τελώνης. Δεκτῆρες. ὑποδοχεῖς. Δεκελεικός. Πελοποννησιακός. Δεκελεικὸς πόλεμος, καθὰ Δεκέλεια Ἀθηναίοις ἐπετειχίσθη. διφθόγγως δὲ γράφεται. ἀπὸ γὰρ Δεκέλεια γίνεται Δεκελειακὸς καὶ Δεκελεικός. Δειμαλέος. κατάφοβος. ὥσπερ ἀπὸ τοῦ τάρβος γίνεται ταρβαλέος, οὕτως καὶ ἀπὸ τοῦ δεῖμος δειμαλέος. δεῖ δὲ γινώσκειν, ὅτι τὰ διὰ τοῦ αλεος ὑπὲρ δύο συλλαβὰς, πρὸ μιᾶς τὸν τόνον ἔχουσιν, οἷον ἀργαλέος, νηφαλέος. σεσημείωται δαιδάλεος ἀπὸ τοῦ δαιδάλειος κατὰ ἀποβολὴν τοῦ ι· κονισάλεος ἀπὸ τοῦ κονισάλειος κατὰ ἀποβολὴν τοῦ ἰῶτα· αἰθάλεος· τοῦτο διφορεῖται, πρὸ μιᾶς γὰρ ἔχει τὸν τόνον καὶ πρὸ δύο· πρὸ μιᾶς γὰρ ὑπάρχει ἀπὸ τοῦ αἴθω, ὡς νήφω, νηφαλέος· ἡνίκα δὲ πρὸ δύο ἔχει τὸν τόνον, ἀπὸ τοῦ αἰθάλειος γέγονε κατὰ ἀποβολὴν τοῦ ἰῶτα, ὥσπερ Ἀπολλώνιος· αἰθάλεοι πρηστῆρες. ἀτασθάλεος ἀπὸ τοῦ ἀτασθάλιος, κατὰ τροπὴν τοῦ ι εἰς ε, ἢ ἀπὸ τοῦ ἀτασθάλειος κατὰ ἀποβολὴν τοῦ ι. Δεῖμος. ὁ φόβος. ὡς ἀπὸ τοῦ ἄνθω γίνεται ἄνθιμος, καὶ κῦδος κύδιμος, οὕτως καὶ ἀπὸ τοῦ δέος δέϊμος καὶ δεῖμος. Δειδήμων. ἀπὸ τοῦ δειδῶ, δειδήσω, τὸ φοβοῦμαι. ὡς τὸ φιλῶ, φιλήσω, φιλήμων. Δειλός. παρὰ τὸ δέος, δέϊλος, καὶ συναιρέσει δειλός. Δεινίας. παρὰ τὸ δεινὸς, δεινίας. πάντα δὲ τὰ παρὰ τὸ δεινὸς διὰ διφθόγγου, οἷον· δεινολόγος, δείνων, δεινίας. Δεινός. φοβερὸς, φόβου ποιητικός. λέγεται δὲ καὶ ὁ πανοῦργος καὶ ὁ ἱκανὸς καὶ ὁ ἀκολάκευτος καὶ ὁ σοφὸς καὶ ὁ ἔμπειρος. Δεῖνος. τὸ παρʼ ἡμῖν ψηκτήριον. Δεινωποί. δειματώδεις, φοβεροί. Δεισιδαίμων. ὁ εὐσεβής. Παῦλος· ὡς δεισιδαιμονεστέρους ὑμᾶς ὁρῶ. λέγεται καὶ ὁ ἀμφίβολος περὶ τὴν πίστιν, ἢ καὶ ὁ δεδιὼς τοὺς δαίμονας. Δειλακρίων. ὁ ἄκρως δειλὸς, ὁ ἄθλιος, ὁ ἐλεεινὸς, ὁ ταλαίπωρος, ὁ ἐπίπονος. Δειπνητός. ὁ καθʼ ἡμᾶς ἀρίστου καιρός. Δεῖπνος. ὁ καιρὸς τῆς τροφῆς. καὶ ἡ ἐν τοιῷδε καιρῷ διδομένη τροφή. οἷον· δεῖπνον ἐρίθοισι λεύκʼ ἄλφιτα πολλὰ πάλυ-νον. οἱ δὲ κωμικοὶ καὶ νεώτεροι συγχέουσι τὸν καιρὸν, τὴν ἐπʼ ἔριν τροφὴν δεῖπνον ὀνομάζοντες, ὡς καὶ νῦν, μεθʼ ὃ δεῖ πονεῖν. Ἐπαφρόδιτος δὲ, παρὰ τὸ δάπτω, δάπτον καὶ δεῖπνον. ἢ δεῖπνον τὸ πρώϊνον ἄριστον, ὅπερ ἀκρατισμὸς λέγεται. εἶτα περὶ ὥραν τρίτην ἄριστος, παρὰ τὸ εἰς ἀριστείαν προέρχεσθαι. εἶτα τὸ ἑσπερινὸν, δόρπος, παρὰ τὸ δόρυ παύειν. Δελφίς. πολεμιστήριον ὄργανον πρὸς ναυμαχίαν. ὅθεν καὶ δελφινοφόρον ναῦν. Δελφοί. τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτω δὲ ἐκλήθη διὰ τὸν Δελφύνην δράκοντα ἐκεῖ εὑρεθῆναι, ὃν ἀπέκτεινεν ὁ Ἀπόλλων. Πυθὼ δὲ, διὰ τὸ ἐκεῖσε σαπῆναι. Δεξιός. εὔνους, ἀγαθὸς, ἐπιτήδειος, εὐπαίδευτος. Δεξίδωροι. δωροδόκοι. Δεξιόλαβος. παραφύλαξ. Δεξιτερός. πᾶν ὄνομα συγκριτικὸν, εἰς νος λῆγον, βαρύνεται. ζητητέον δὲ περὶ τῆς δεξιτερὸν κατὰ μαζόν. εἰ γάρ ἐστι δεξιὸς, ὤφειλεν εἶναι δεξιώτερος, ὡς λογιώτερος. ἔστιν οὖν παρώνυμος ὁ χαρακτήρ. παρὰ τὸ δεξιὸς γίνεται δεξιερὸς, ὡς ἄριστος, ἀριστερὸς, φθόνος, φθονερὸς, μόγος, μογερός· καὶ πλεονασμῷ τοῦ τ δεξιτερός. Δεξιμήλων θεῶν. ἀπὸ τοῦ δέχεσθαι τὰ θυόμενα μῆλα, τουτέστι τὰ πρόβατα. Δεπίφρονα. κοῦφον ταῖς φρεσί. Δερηστήρ. ὁ συνέχων, περιτραχήλιος. Δερβιστήρ. τὸ δέρμα. παρὰ τὸ δέρω δεριστὴρ καὶ πλεονασμῷ τοῦ β δερβιστήρ. πλεονάζουσι δὲ τὸ β οἱ Συρακούσιοι, ὡς καὶ ἐπὶ τοῦ ὀλβάχνιον, ὀλάχνιον, τὸ τὰς οὔλας ἔχον. σημαίνει δὲ τὸ κανοῦν, ἐν ᾧ ἀπετίθουν τὰς οὔλας. Δερμηστής. Λυσίας ὁ ῥήτωρ τὸν σκώληκα φησίν· Ἀρίσταρχος δὲ τὸν ὄφιν. δερμηστὴς δὲ εἴρηται ὁ ἐσθίων τὰ ὠμὰ δέρματα. παρὰ τὸ ἔδω, ἔσω, ὁ παρακείμενος ἦσμαι, τὸ τρίτον ἦσται, καὶ ὄνομα ἤστης, ὁ ἐσθίων, ἀφʼ οὗ νῆστις, ὁ ἐστερημένος τῶν σιτίων καὶ τοῦ ἐσθίειν. καὶ ὠμηστὴς καὶ δερμηστής. Δερκευνέος. τοῦ λαγωοῦ· ἐπειδὴ δοκεῖ κοιμώμενος βλέπειν. Νίκανδρος εἰς τὸ ἀντιφάρμακον· εὖτʼ ἂν ὑπὲρ φάρυγγος χεύῃ πάντα δʼ ἀεργὰ ἄπεπτα δόρπα, πολλάκι δʼ ἢ σκύλακος δερκευνέος. Δέσιος. ὁ Ἰούνιος μήν. Δεσπόσυνος. παῖς τοῦ δεσπότου. Δεσπότης. οἷον δεσποίτης, ὁ δέος ἐμποιῶν ἢ ὁ δέους ἔχων ὄπα. κατὰ ἀποβολὴν τοῦ ὄπα. Δεσμώτης. πᾶν ῥῆμα τῆς τρίτης συζυγίας τῶν περισπωμένων ἐν τοῖς ὀνόμασιν, ἢ διὰ τοῦ ω ὀξέως ἐκφέρεται. οἷον· χρυσῶ, χρυσωτής· μισθῶ, μισθωτής. ἢ διὰ τοῦ ο βαρέως. οἷον· ὀμόσω, ὀμότης· ἀρόσω, ἀρότης. οὐκ ἄρα οὖν τὸ δεσμώτης ἀπὸ τοῦ δεσμώσω μέλλοντος· ἐπεὶ ὤφειλεν εἶναι δεσμωτὴς, διὰ τοῦ ω μεγάλου· ἀλλʼ ἀπὸ τοῦ δεσμὸς, ὅθεν καὶ διὰ τοῦ ο μικροῦ γράφεται. ἀλλʼ ἡ συνήθεια διὰ τοῦ ω μεγάλου γράφει τὸ δεσμώτης. καὶ σὺ τί λέγεις, οὐκ οἶδα συγχώρησον. Δεύτατος. ὁ ἔσχατος. οἷον· —δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. παρὰ τὸ δεύω καὶ δεύομαι. σημαίνει δὲ τὸ λείπομαι καὶ στερίσκομαι. οἷον· —αὐτὰρ ἔμʼ αὕτως ἧσθαι δευόμενον. ἀντὶ τοῦ ἐνδεόμενον. γίνεται δεύτερος καὶ δεύτατος, ὥσπερ ἀπὸ τοῦ φέρω φέρτερος καὶ φέρτατος· ἵνʼ ᾖ ὁ λειπόμενος τῇ τάξει, εἰ καὶ μὴ πρῶτος. οἷον· δεύτερον αὖτʼ Ὀδυσσῆα ἰδὼν ἐρέεινʼ ὁ γέ-ρων. Δεύνυσος. ὁ Διόνυσος. ἀπὸ τοῦ Διόνυσος, τοῦ ι τραπέντος εἰς ε, Δεόνυσος. οὕτως γὰρ Σάμιοι προφέρονται. συναιρέσει δὲ Ἰωνικῇ Δεύνυσος, ὡς Θεόδοτος, Θεύδοτος. ἐνίοτε δὲ αὐτὸν Δεύνυσον ὀνομάζεσθαι φασὶν, ἐπειδὴ ἐβασίλευε Νύσσης. κατὰ γὰρ τὴν τῶν Ἰνδῶν φωνὴν δεῦνος ὁ βασιλεύς. Δέλιθες. τὰ σφηκία καὶ αἱ δέλιθες. Δεψοποιός. βαφεὺς, ἁπαλυντής. Δεῖμος. ὁ φόβος. παρὰ τὸ δέω, τὸ φοβοῦμαι. Δελφινίς. παρὰ τὸ δελφὺς, ὃ σημαίνει τὴν μήτραν· ἐξ οὗ καὶ ἀδελφὸς, ὁ ἐκ τῆς αὐτῆς δελφύος ἤγουν μήτρας. Θηλυκόν.Δεβώῤῥα. κύριον. Δειρή. ὁ τράχηλος. παρὰ τὸ ἐκδέρεσθαι. καταχρηστικῶς δὲ ἐπὶ τῶν ἀνθρώπων. Δεῖσα. ὁ ὑγρὸς καὶ βοτανώδης τόπος. παρὰ τὸν δεύσω μέλλοντα, ὃ σημαίνει τὸ βρέχω. δεῦσα καὶ δεῖσα. Δεισαλέα. δίϋγρος, βοτανώδης, ἢ κοπρώδης. Δειράδες. αἱ ἐξοχαὶ τῶν ὀρῶν ἢ τῶν ναπῶν ἢ τῶν φαράγγων. Δείλη. καὶ κλίνεται τῆς δείλης. παρὰ τὸ ἐνδεῖν καὶ ἐλλείπειν τῇ ἕλῃ ἤτοι τῇ θερμασίᾳ, δεέλη καὶ δείλη κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον. μετάγεται καὶ ἐπιῤῥηματικῶς, οἷον· δείλης ἦλθον. Δειλία. συστολὴ τόλμης, καὶ προσδοκία τινὸς πράγματος οὐκ ἀγαπωμένου. Δειδία. ἡ σκοτεινὴ νύξ. παρὰ τὸ δέος. ἡ φόβου ποιητική. Δειπνολόχου. κλεπτοτρόφου, τῆς λαθραίως ἐσθιούσης καὶ μὴ φανερῶς. Ἡσίοδος· Οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ λογίζετʼ ἄμεινον Τῆς ἀγαθῆς· τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο Δειπνολόχου—. Δειλία. νηπιῶδες ἦθος. ἐκτροπὴ πίστεως. Δεβελτός. πόλις Θρᾳκική. Δέησις. αἴτησις ἐνδεῶν. ἢ ἐπίπονος αἴτησις ἔκ τινος γινομένη. ἢ ὁμιλία νοῦ πρὸς θεὸν μεθʼ ἱκεσίας βοήθειαν ἢ αἴτησιν ἀγαθῶν περιέχουσα. ἢ δέησις ἐστὶν ἐλλειπόντων τινὶ μεθʼ ἱκεσίας περὶ ἐκείνου τυχεῖν ἀναπεμπομένη εὐχή. Δεκέλεια. τόπος. Δεκάτη. οἷον· τῇ δεκάτῃ δʼ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς. ἀπὸ τοῦ δέκατος, δεκάτη· τοῦτο παρὰ τὸ δεκάς· τοῦτο παρὰ τὸ δέχομαι, δεχὰς, καὶ δεκὰς, ἡ ἔχουσα ἐν ἑαυτῇ πάντα ἀριθμόν. Δέλφαξ. ὁ γαλαθηνὸς χοῖρος. Ἐπίχαρμος· δέλφακά τε τῶν γειτόνων τοῖς Ἐλευσινίοις φυλάσσω. παρὰ τὸ τὴν δελφήν· κυρίως γὰρ ἐπὶ τῆς θηλείας λέγεται δέλφαξ. τινὲς δὲ τοὺς μεγάλους χοίρους δέλφακας λέγουσι. Δελφύς. ἡ μήτρα, ἡ γαστήρ. ἔνθα ἀδελφὸς, ὁ ἐκ τῆς αὐτῆς μήτρας. ἢ ὅτι ἀδελφός ἐστι καὶ ἀδελφὰ ποιεῖ τὰ τικτόμενα, ὅθεν εἴρηται ὁμόδελφος ὁ ἀδελφός. Δεξίωσις. ὑποδοχή. Δεξιὰ κυρίου. ἡ ἄνωθεν ῥοπὴ καὶ ἀγαθὴ ἐνέργεια. Δεξιάς. συνθήκας. ὁ δὲ πέμπει χιλίαρχον, δεξιὰς τῷ Ἰωσήπῳ δοῦναι κελεύσας. Δεξιά. ἡ χείρ. καὶ ποιητικῶς δεξιτερή. ἀπὸ τοῦ δέχεσθαι αὐτῆς τὰ διδόμενα. ἢ δεξιὰ τὶς οὖσα, ἀπὸ τοῦ τὰς πλείονας διʼ αὐτῆς ἐξιέναι πράξεις. καὶ ἀπὸ τοῦ δεκτὸς δεξιὰ, ὡς ἀνόρεκτος, ἀνορεξία. Δέλτος. πινακίδιον, σχεδάριον. Δέρις. δέρμα ἢ τρίχινον παραπέτασμα. Δεραιοπέδη. τὸ ἰξευτικὸν λῖνον. Δεραγχέας. τὰς τὴν δέριν ἀγχούσας καὶ πνιγούσας. δεραγχέας πάγας. Δέσποινα. ὥσπερ ἀπὸ τοῦ ἀρύτω γίνεται ἀρύταινα, καὶ τὸ βαίνω ἀμφίβαινα, οὕτως καὶ παρὰ τὸ δεσπόζω δεσπόζαινα, καὶ κατὰ συγκοπὴν τοῦ ζα καὶ συναίρεσιν τοῦ ο καὶ ι εἰς τὴν οι δίφθογγον, δέσποινα. οὐ γὰρ παρεσχημάτισται ἀπὸ τοῦ δεσπότης ἀρσενικῶς, ἐπεὶ δεσπότης ἔμελλεν εἶναι καὶ οὐ δέσποινα. δέσποινα δὲ σύνθετον δεοποία, ἡ δέος ἐμποιοῦσα, ἀπὸ τοῦ δεοποιὸς ἀρσενικῶς· καὶ κατὰ συγκοπὴν δέσποινα. ὡς θεόσφατος θέσφατος. καὶ πλεονασμῷ τοῦ ν δέσποινα. ὅτι γὰρ πέπονθε, δηλοῖ ἡ παραλήγουσα. καὶ γὰρ τὸ ἀγκοίνη οὐ φύσει τὸ οι ἔχει, ἀλλʼ ἐκτροπῇ τοῦ ω ἀγκώνη καὶ ἀγκοίνη. Δετή. ἡ ἐκ δεδεμένων δᾳδῶν λαμπάς. οἷον· καιόμεναί τε δεταί—. Ἡρόδοτος· ἀπὸ τοῦ δίδημι ῥήματος δετὸς καὶ δετή· ὡς ἀπὸ τοῦ τίθημι θετὸς καὶ εὔθετος σύνθετον, καὶ ἐτὸς καὶ ἄφετος· ὡς τό· ἐτὸς εἰμί· καὶ δίδωμι δοτός. ὡς καὶ Ὅμηρος ἀπὸ τοῦ δίδημι ῥήματος εἶπε τὸν παρατατικόν· δίδη μόσχοισι λύγοισι. Δέψα. ἡ βύρσα. Δειλία. συστολὴ ψυχῆς πρὸς ἑαυτὴν ἐπὶ προσδοκίᾳ τινὸς τῶν μὴ ποθουμένων συνισταμένη. Δεινότης. τὸ παρʼ ὃ δεῖ νοεῖν ὡς φρονήσεως ἕνεκα τῶν πραγμάτων φύσεις τὲ καὶ νοήσεις. Οὐδέτερον.Δειελινόν. τὸ δειλινόν. συνήθεια Ἰώνων τὸ ε πλεονάζειν· ἥλιος, ἠέλιος. οἷον· δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο. Δεῖμα. ὁ φόβος. ὥσπερ ἀπὸ τοῦ ποιήσω ποίημα, οὕτω καὶ ἀπὸ τοῦ δείσω δεῖμα. Δειραχθές. τὸ τὴν δειρὰν ἀλγύνον καὶ λυποῦν. δειραχθὲς εὔβροχον ἅμμα πετεινῶν. ἅμμα δὲ τὸ σχοινίον λέγεται. Δεῖπνον. τὸ πρωϊνὸν ἄριστον, ὅπερ ἀκρατισμὸς λέγεται. Δείκηλον. καὶ δείκελον. εἴδωλον, ὁμοίωμα. ὥσπερ ἀπὸ τοῦ πέμπω πέμπελος, ὁ πολλῶν ἐνιαυτῶν ὢν, οὕτως καὶ δείκω δείκελον καὶ ἐκτάσει τοῦ ε εἰς η δείκηλον. ἢ Διῒ ἴκελον. Δεικτήριον. τὸ τῆς Σάμου. ὅτι ἐν αὐτῇ ἡ Ἀθηνᾶ διέγραψε τὴν κεφαλὴν τῆς Γοργόνης, δεικνύουσα τῷ Πέρσῃ, ὅτε παρʼ αὐτὴν ἀπέστειλεν ἐπὶ τὴν Γοργονίαν. Δεκτόν. εὐαπόδεκτον, εὐπρόσιτον. Δεκάχοια. δεκαπλάσια. Δέλεαρ. ἀπάτη. καὶ κλίνεται δελέατος. ἀφʼ οὗ καὶ δείλατος, οἷον· ἐνδιετέθη παγίδεσιν ὀλέθρια δείλατα δοιαῖς. παρὰ τὸν δόλον δόλεαρ καὶ κατὰ τροπὴν δέλεαρ. ἢ παρὰ τὸ ἕλω, ἔλεαρ καὶ δέλεαρ, διʼ οὗ ἔστιν ἑλεῖν. ἢ παρὰ τὸ δηλεῖσθαι τὸ βλάπτειν. ἢ παρὰ τὸ δέω, τὸ δεσμεύω, δέλεαρ, τὸ περιδεσμούμενον τῷ ἀγκίστρῳ. λέγεται καὶ δελήτιον· τὸ ε καὶ α συναλοιφὴν πέπονθεν εἰς η. ἔχε τὸ δελήτιον. Δελέαστρα. παγίδες. Δελφάκια. οἱ μικροὶ χοῖροι, οἱ γαλαθηνοί. Δέμας. τὸ σῶμα. οἱονεὶ δεσμὸς τῆς ψυχῆς. εἴρηται παρὰ τὸ δέμω, τὸ οἰκοδομῶ, οἱονεὶ περιδόμημα τῆς ψυχῆς καὶ οἰκητήριον. ἢ παρὰ τὸ δέω, τὸ δεσμεύω, δεσμὸς γὰρ τῆς ψυχῆς τὸ δέμας. Δέμνια. τὰ ἐγκοίτια στρώματα, ἀπὸ τοῦ σῶμα ἐν αὐτοῖς μένειν. ἢ παρὰ τὸ δέμω ῥῆμα. ὡς παίζω παίγνιον, οὕτως δέμω δέμνιον, τὸ εἰς σώματος ἀνάπαυσιν οἰκοδομηθὲν ἢ συνδεθέν. Δεξιά. συνετὰ ἔλεγον οἱ παλαιοὶ, ἀριστερὰ δὲ τὰ μωρά. Δέος. φόβος. παρὰ τὸ δείω, τὸ φοβοῦμαι, δέος, ὡς νείφω νέφος. λέγεται καὶ δείδω, τὸ φοβοῦμαι, οἷον· δείδω, μήτι πάθῃσιν μετὰ Τρώεσσιν— ἐξ οὗ καὶ δίω· —περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. ἢ παρὰ τὸ δέω, τὸ δεσμεύω, ὁ γὰρ φόβος δεσμεῖ τοὺς πόδας καὶ τὰ μέλη τοῦ σώματος. καὶ δείους. ἀπὸ τοῦ δέους καὶ σπέους γίνεται κατὰ πλεονασμὸν τοῦ ι δείους καὶ σπείους. Δέον. καλὸν, συμφέρον, ἀναγκαῖον, πρέπον. Δέπας. τὸ ποτήριον. παρὰ τὸ δέχω, δέχας καὶ δέπας, διʼ οὗ δεχόμεθα τὸν οἶνον. Δέργματα καὶ δέρξεις. αἱ βλέψεις. ὡς ἀπὸ τῶν βλεπομένων καὶ τῆς ἐνεργείας ὠνόμασται. Δέρμα. τὸ περὶ τοῖς ὤμοις ὅλον τεινόμενον. ὃ ποιητικωτέρως λέγεται ῥινὸς καὶ ἄφρα καὶ στέρφος καὶ ἀνθρωπῆ· ἐπὶ δὲ ἀλόγων πέσκος καὶ μάκος. δέρμα δὲ τὸ οἱονεὶ τέρμα, τέλος γὰρ τοῦ σώματος ἐστὶ καὶ ἔξωθεν περιβέβληται. ἢ δέμας ὂν τῷ δεσμῷ ἐοικὸς, πλεονασμῷ τοῦ ρ· ἢ δέρμα πᾶς χρὼς, ὁ πρὸ τοῦ ἥπατος. ἢ ἄμεινον, τὸ ῥάμφος ἀπὸ τοῦ δέῤῥειν, ὅ ἐστι κρούειν. Δέρος. τὸ κώδιον. οἷον· —δέρος δέ οἱ ἶσον ὀνείρῳ. αἱ τοιαῦται εὐθεῖαι ἢ ἰωνικαὶ εἰσὶν ἢ δωρικαὶ, οἷον δέρος, κῶος· ἀπὸ γὰρ τοῦ δέρας καὶ τοῦ κῶας πεποίηται. ἢ παρὰ τὸ δείρω δέρος, ὡς μείρω μέρος, φθείρω φθόρος. Δέρτρον. τὸ δέρμα. οἷον· δέρτρον ἔσω δύνοντες— παρὰ τὸ δέρω δέρτρον, ὡς φέρω φέρτρον, μείρω μέτρον. ἀλλαχοῦ σημαίνει ἡ λέξις τὸν ἐπίπλουν. ὁ δὲ Ἀρίσταρχος τὸ δέρμα καὶ πάντα τὸν χρῶτα τὸν πρὸ τοῦ ἥπατος. ἄμεινον δὲ τὸ ῥάμφος ἀπὸ τοῦ δέρειν, ὅ ἐστι κρούειν. τούτῳ δὲ διαῤῥήσσουσιν ἃ ἂν ἐσθίωσιν οἱ γῦπες τῇ κρούσει τοῦ ῥάμφους. καὶ ἔστιν ὄνομα ῥηματικὸν, ὡς παρὰ τὸ πλήσσω πλῆκτρον, οὕτως καὶ παρὰ τὸ δέρω δέρτρον. Δέρας χρυσόμαλλον. οὐχ ὡς ποιητικῶς φέρεται· ἀλλὰ βιβλίον ἦν ἐν δέρμασι γεγραμμένον, περιέχον ὅπως δεῖ γίνεσθαι δισχημίας χρυσόν. εἰκότως οὖν οἱ τότε χρυσοῦν ὠνόμαζον αὐτὸ δέρας διὰ τὴν ἐνέργειαν τὴν ἐξ αὐτοῦ. Δέραια. ἐπιτραχήλιος κόσμος. Δεῤῥίδιον. σκιάδιον δερμάτινον. Δερμόπτερα. οἷον νυκτερὶς, ἥτις μόνη τῶν πτητικῶν ζώων ζωοτοκεῖ καὶ ἐν μαστοῖς γάλα ἔχει, καὶ θηλάζει τὸ γεννώμενον. Δεσμὰ τῆς ψυχῆς. κατὰ μὲν τὸ πρόχειρον αἱ φλέβες, αἱ ἀρτηρίαι, τὰ νεῦρα· κατὰ δὲ τὸ νοούμενον τὰ ἔργα πρὸ τοῦ λόγου. Δευτερόπρωτον σάββατον. ὅταν διπλῆ ἡ ἀργία ἦν, καὶ τοῦ σαββάτου τοῦ κυρίου, καὶ ἑτέρας ἑορτῆς διαδεχομένης. σάββατον γὰρ ἑκάστην ἀργίαν καλοῦσι. Δέλτα. τὸ στοιχεῖον. ἔρτά τι ὂν, τὸ μὴ ὂν ἐλλιπὲς τῇ ἐπάρσει, ἰσόπλευρον γὰρ ὂν οὐκ ἀφαιρούμεθά τι τῶν ἴσων, ἵνα ἶσα γένηται, ἐπεὶ οὖν οὕτως ἔτυχεν ἐκ τῆς κατʼ ἀρχὴν ἐντυπώσεως· ἄλλοι δὲ ἀπὸ τοῦ δέλτα τοῦ ἐξ ἀστέρων συγκειμένου. Δέρτρον. τοῦ ἐντέρου τὸ λεπτόν. λέγει ὁ Ἱπποκράτης. φησὶ καὶ ὁ Ψελλός· τοῦ δὲ ἐντέρου τὸ λεπτὸν κατονομάζει δέρτρον· τὸ δὲ ἀνδρείω μόριον πιρινάτου καλοῦσι. Ῥῆμα.Δέγμενος. ἀπὸ τοῦ δεδεγμένος κατὰ συγκοπήν. Δεδηχότας. δακόντας. δεδειχότας δὲ ἀντὶ τοῦ δείξαντας, δίφθογγον. Δέδειχας. ἔδειξας. Δεδοκημένος. ἐνεδρεύων, ἐκδεχόμενος, ἐπιτηρῶν. ἀπὸ τοῦ δοκῶ. ἔστι δὲ παρακείμενος παθητικός. Δεδραγμένος. πεπραγμένος. Δεδημευμέναι. ἀπηγορευμέναι. ἡμέραι δʼ ἦσαν δεδημευμέναι. Δεδοκιμασμένα. κεκριμένα. Δεδοξοποιημένον. δόξῃ κοσμούμενον. Δεδίττω. φοβοῦμαι. Δεδιώς. φοβούμενος. Δέδοικα. φοβοῦμαι. δείδω, τὸ φοβοῦμαι. τούτου ὁ μέλλων δέδοιδα, καὶ διὰ τὴν ἐπαλληλίαν τοῦ δ ἐτράπη τὸ ἔσχατον δ εἰς κ, γέγονε δέδοικα. δέδυκα δὲ, ἀντὶ τοῦ εἰσῆλθον, ψιλόν. Δεδοίκω. λέγει ὁ Ἡρωδιανός· ὅ ἐστι ῥήματα ἀπὸ παρακειμένου εἰς ἐνεστῶτα παραγόμενα, οἷον δέδοικα, δεδοίκω, βέβρωθα, βεβρώθω. Δέδοκται. συνήρεσεν, ἔδοξε. Δεδέαται. δέω, δέσω, δέδεκα, δέδεμαι, ἐδεδέμην, ἐδέδεντο τὸ πληθυντικὸν, καὶ ἰακῶς δεδέατο. ἀπὸ τοῦ παρακειμένου δεδέαται γίνεται. Δεδοίην. ..... Δεδαίαται. δαίω, τὸ μερίζω. ὁ παθητικὸς παρακείμενος δέδαιμαι, τὸ πληθυντικὸν δέδαιντο, καὶ Ἰακῶς δεδαίαται, οἷον· διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν. Δεδῄει. ἐξῆπτο, διεγήγερτο. ἀπὸ μεταφορᾶς τοῦ πυρός. ἔστι δὲ ὑπερσυντέλικος ἀπὸ τοῦ δαίω, δαίσω, δέδαικα, ὁ μέσος δέδαια, τροπῇ τοῦ αι εἰς η δέδῃα, ὁ ὑπερσυντέλικος ἐδεδῄειν, καὶ συναρχομένως δεδῄει. Δέδῃεν. ἀντὶ τοῦ περιεκύκλωσεν, ἢ ἐδέσμευσεν. πάντη γάρ σε πέρι στέφανος πολέμοιο δέδῃε. Δέδια. δέω τὸ φοβοῦμαι. ὁ μέλλων δέσω, δέδεκα, ὁ μέσος δέδεα, καὶ μεταθέσει τοῦ ε εἰς ι δέδια, ἡ μετοχὴ δεδιώς. Δεδμήατο. δαμῶ, δμῶ, δέδμηκα, ἐδεδμήμην, ἐδέδμηντο, καὶ Ἰακῶς δεδμέατο, καὶ ἐκτάσει τοῦ ε εἰς η δεδμήατο. οὕτω καὶ τὸ πεφοβήατο. Δεδμήμεθα. ὑποτετάγμεθα. Δεδμημένοι. δεδαμασμένοι. καὶ δέδμηνται. Δεδαϊγμένος. ἀνῃρημένος. Δέδασται. μεμέρισται. Δέδηγμαι. ἠνίαμαι, λελύπημαι. καὶ Ὅμηρος· δάκε δὲ φρένας Ἕκτορι μῦθος. μῦθον δὲ τὸν λόγον λέγει. Δεδιττόμενος. ἐκφοβῶν. Δεδουπώς. πεπτωκώς· τεθνηκώς. Δέδοιμι. οἰκοδομοίην. Δέδευκε. πεφύρακε. Δεδῄει. διεγείρετο. καὶ Ὅμηρος· —ὄσσα δεδῄει. ὄσσα δὲ ἡ φήμη καὶ ἡ μαντεία. Δεδικαίωται. ἀντὶ τοῦ δίκαιον ἐκρίθη καὶ ἔδοξεν. Δεδέχαται. ἐκ τοῦ δέχω, δέξω, δέδεχα, δέδεγμαι, δέδεκται. καὶ Ἰακῶς δεδέχατο, καὶ πλεονασμῷ τοῦ ι δειδέχαται· δειδέχαται μύθοισι. Δεῆσαν. χρείας γινομένης. Δείδιθι. φοβήθητι. ἔστι δείδω τὸ φοβοῦμαι. καὶ μεταθέσει τοῦ τόνου, δειδῶ, ὁ μέλλων δειδήσω, ἐξ οὗ καὶ τὸ δειδήμων· ἀλλὰ μάλα Τρῶες δειδήμονες— ὁ παρατατικὸς ἐδείδην, τὸ παθητικὸν ἐδείδιμεν, καὶ τὸ προστακτικὸν δείδιθι. Δείσας. φοβηθείς. δήσας δὲ ἀντὶ τοῦ δεσμεύσας, η. Δειδίξασθαι. ἐκφοβῆσαι, διῶξαι. δείδω, δειδίσσω καὶ δειδίξω. Δείδια. ἐκ τοῦ δέδια, πλεονασμῷ τοῦ ι. Δειδιότα. ἀπὸ τοῦ δεδιὼς, δεδιότος, πλεονασμῷ τοῦ ι. Δείδω. τὸ φοβοῦμαι. ἀπὸ τοῦ δέος, δέω καὶ δείω. Δείδεκτο. ἐδεξιοῦτο. δέδεκτο, καὶ πλεονασμῷ τοῦ ι δείδεκτο. —δείδεκτʼ Ἀχιλῆα. Δεικνύμενος. δεξιούμενος. παρὰ τὸ δεῖξαι· οἱ γὰρ δεξιούμενοι τινὰς δοκοῦσι. Δείδιμεν. ἐκ τοῦ δειδῶ, δείδημι, ἐδείδην, ἐδείδιμεν. Δειμάμενοι. οἰκοδομήσαντες. Δειμαίνω. τὸ φοβοῦμαι. Δειδιώς. φοβούμενος. Δειδίσσω. ἐκφοβῶ. Δειδίσκω. δεικνύω. Δειλοκομπήσας. ἐξαπατήσας. Δεινάζειν. λοιδορεῖν. Δεινουμένην. πατουμένην. δεινουμένην ὑπὸ βουσὶν ἐμὴν φύλασσε ἅλω-να. Δεινοπαθεῖ. δεινῶς ἔχει. Δειματῶ. ἐκφοβῶ. ἀπὸ τοῦ δεῖμα, δείματος. Δεῖν. ὥσπερ ἀπὸ τοῦ πλέον γίνεται πλεῖν, οὕτως καὶ ἀπὸ τοῦ δέον γίνεται δεῖν, κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον, οἷον· δεῖν τόδε γενέσθαι. Δεισιδαιμονεστέρους. εὐλαβεστέρους. Δεδορκότα. θεασάμενον. δέρκω, δέρξω, δέδερκα, δέδορκα, δεδορκὼς, δεδορκότα. Δειλινήσας. .... Δεκτέον. δεῖ δέχεσθαι. Δεκάζειν. τὸ διαφθείρειν ἐν χρήμασι. Δεκατεύειν. δοῦναι δεκάτας, τὸ τὴν δεκάτην εἰσφέρειν ὧν ἔχει τὶς χρημάτων. ἢ ἀντὶ τοῦ δεκάτας εἰσπράττεσθαι καὶ λαφυραγωγεῖν. τὰ δὲ ἐκ τῶν πολέμων ληφθέντα ἐδεκάτευον θεοῖς, διὸ κυρίως δεκατεῦσαι τὸ καθιερῶσαι. Θουκυδίδης δὲ καὶ ἐπὶ τοῦ τελωνεῖν. Δελεάζοντες. ἐπικρύπτοντες. οἱ δὲ Σκυθοπολῖται ἠρέμησαν δελεάζοντες τὴν πίστιν αὐτῶν. Δενδίλλειν. τὸ διανεύειν τοῖς ὀφθαλμοῖς. παρὰ κινεῖν καὶ δινεῖν καὶ μεταφέρειν τοὺς ἴλλους. ἴλλοι γὰρ οἱ ὀφθολμοὶ, ῥαδίως εἰλούμενοι καὶ εὐμετάφοροι πρὸς ἑκάτερα. Δεννάζων. βλασφημῶν. κακὰ δεννάζων ῥήματα. Δενδρυάζειν. τὸ καταδύνειν καὶ κρύπτεσθαι. κυρίως δὲ εἰς δρῦς καταδύεσθαι, καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς καταδύνειν καὶ κρύπτεσθαι, ἀπὸ τῶν παλαιῶν ταῖς δρυσὶ σκέπῃ χρωμένων. πρινὴ γὰρ τὰς οἰκήσεις εὑρεθῆναι, ἐν τοῖς κοιλώμασι τῶν δένδρων καταδύοντες ᾤκουν. εἴρηται δὲ παρὰ τὸ τὰς δρῦς, δρυάζειν καὶ δενδρυάζειν. σημαίνει δὲ καὶ τὸ καθʼ ὕδατος δύεσθαι καὶ ἀποκρύπτειν ἑαυτόν. Δεξιοῦται. ξενοδοχεῖται, φιλοφρονεῖται. καὶ δεξιούμεθα. Δέρκω. τὸ βλέπω. παρὰ τὸ δρῶ τὸ πράττω. κατὰ ἀντίφρασιν λέγεται καὶ ἐπὶ τοῦ ὕπνου. οἱ γὰρ καθεύδοντες οὐδὲν δρῶσι. δρῶ οὖν καὶ παράγωγον δρέκω, καὶ ἐν ὑπερθέσει δέρκω. ἢ παρὰ τὸ δρέκεσθαι δέρκεσθαι. Δερμύλλειν. αἱμοποτεῖν. ἢ ἐκδείρειν. Δεύειν. φυρᾷν. ἢ χρῄζειν. Δευόμενον. ἐνδεούμενον, χρῄζοντα. κατὰ πλεονασμὸν τοῦ υ παρὰ τὸ δέω τὸ χρῄζω. Δεύω. τὸ βρέχω. παρʼ Ἡσιόδῳ· πίλον ἀσκητὸν, ἵνʼ οὔατα μὴ καταδεύῃ. εἴρηται παρὰ τὸν Δία· ὑέτιος γάρ ἐστιν ὁ θεός· κυρίως γὰρ τὸ ὑπὸ Διὸς ὕεσθαι καὶ βρέχεσθαι. διαεύω καὶ δεύω. ἢ παρὰ τὸ δέω τὸ χρῄζω, τὸ δεόμενον βρέχειν, πλεονασμῷ τοῦ υ. ἔστι καὶ δεύω τὸ ἐνδεοῦμαι, ἀπὸ τοῦ δέω, πλεονασμῷ τοῦ υ. Δεῦρο καὶ δεῦτε. ἀπὸ τοῦ θέω γίνεται θεῦτε, καὶ τροπῇ τοῦ θ εἰς δ καὶ τοῦ τ εἰς ρ δεῦρο καὶ δεῦτε. οἱ γὰρ προσκαλούμενοι θέουσι πρὸς τοὺς καλοῦντας. ἰστέον, ὅτι τὸ δεῦρο δύο σημαίνει, τὸ ἐνταῦθα, ὡς ἐν τῷ· δεῦρο μαχησόμενος— καὶ τὸ ἔξελθε, ὡς ἐν τῷ· Λάζαρε, δεῦρο ἔξω. οὕτω Χρύσιππος. Δευτεριάζειν. τὸ ὕστερον διαπράττεσθαι. ἐγὼ ἤδη διαπραξάμενος παραδῶ σοι δευτεριάζειν. Δέφειν. τοῦ αἰδοίου τινὸς ἅπτεσθαι. Δεφόμενος. ἀποδέρων τὸ αἰδοῖον. Δέχθαι. οἷον· καὶ ἀγλαὰ δέχθαι ἄποινα. παρὰ τὸ δέχω δέδεχα, δέδεγμαι, δέδεξαι, δέδεκται, καὶ τὸ ἀπαρέμφατον δεδέχθαι καὶ κατὰ ἀφαίρεσιν τοῦ ἀναδιπλασιασμοῦ δέχθαι. Δέχομαι καὶ δέξασθαι. παρὰ τὴν δεξιάν. κυρίως γὰρ δέχεσθαι τὸ ἐν τῇ δεξιᾷ λαμβάνειν. Δέχνυμαι. ἔστι ῥῆμα δέχω, οὗ ὁ παθητικὸς δέχομαι. ἐκ τοῦ δέχω δεχύω καὶ κατὰ πλεονασμὸν τοῦ ν δεχνύω. ὡς πληθύω πληθύνω, καὶ δύω δύνω, καὶ ἐν ὑπερθέσει τοῦ ν δεχύνω, ἀφʼ οὗ καὶ δέχνυμι, τετάρτης συζυγίας τῶν εἰς μι Δεψῆσαι. ἁπαλύναι. Δεδικαίωται. ἀπήλλακται, ἠλευθέρωται. οὕτως ὁ Ἀπόστολος· ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τινὲς τοῦτο περὶ τοῦ βαπτίσματος ἐδέξαντο, ἐν ᾧ συνετάφημεν τῷ Χριστῷ. Δεδαηκότες. μαθόντες. Ὅμηρος· Λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν. τὸ λευγαλέοι ἐνταῦθα ἀντὶ τοῦ ἀσθενεῖς. Δεξιῶς. εὐπαιδεύτως. Δεξιάδην. ἀντὶ τοῦ ἐκ δεξιῶν ὢν, οἷον· Ἰφίνοον βάλε δουρὶ κατὰ κρατικὴν ὑσμίνην δεξιάδην—. Δεόντως. πρεπόντως. Δεῦρο. ἐνταῦθα. καταχρηστικῶς καὶ ἀντὶ τοῦ ἐλθέ. Δεῦρʼ ἀεί. ἀντὶ τοῦ ἕως τούτου. Τὸ Δ μετὰ τοῦ Η. Ἀρσενικόν.Δήγηρες. οἱ στρουθοί. Δηθαιῶνες. οἱ μακρόβιοι. Δήϊος. πολέμιος. καὶ ἐπίθετον τοῦ πολέμου. παρὰ τὸ δέος, δέϊος καὶ δήϊος, ὁ δέος ἐμποιῶν. ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅθεν καὶ δαιτρὸς, ὁ διακόπτων τὰ κρέατα καὶ διαμερίζων, καὶ δήϊος ὁ διακοπτικὸς ἀνθρώπων καὶ οἴκων καὶ πόλεων καὶ δένδρων. Δηΐων. ὥσπερ ἀπὸ τοῦ διπλάσιος διπλασίων, οὕτως καὶ ἀπὸ τοῦ δήϊος δηΐων. σημαίνει δὲ τὸν πόλεμον. Δῆλοι. ὁράσεις, ἐνύπνια. ἢ τὰ διὰ τοῦ ἐφοὺδ σημαινόμενα. Δηλήμων. βλαπτικός. Δηλάτωρ. ὁ κατήγορος. Δηλιγατίων. κατὰ Ῥωμαίους ἡ ἐκταγὴ τοῦ σιτοπομπίου καὶ ἡ ἀννόνας μετακομιδή. Δηλιασταί. οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί. Δήλιος. ὁ ἀπὸ τῆς Δήλου. Δῆλος γὰρ ἡ νῆσος τοῦ Ἀπόλλωνος. Δημός. τὸ λίπος. οἷον· πίονι δημῷ. παρὰ τὸ δαίω δαμὸς καὶ δημός. τὸ καιόμενον ἐν ταῖς θυσίαις, ἢ διʼ οὗ καίονται αἱ θυσίαι. ὡς παρὰ τὸ θύω θυμὸς, χύω χυμὸς, καὶ παρὰ τὸ δήω δημός. Δημελέητος. ἐλεεινός. Δήμιος. ὁ κολάζων τοὺς παρανόμους. Δημογέροντες. οἱ τοῦ δήμου ἐντιμώτατοι. Δήμαρχος. ὁ ἐνεχυριαστής. Δημαγωγός. ὁ ἄρχων τοῦ δήμου. Δήμαρχος. ὁ τοῦ δήμου ἄρχων. ὃς κατὰ χώραν δήμου τινὸς προϊστάμενος ἐπέγραφε τὰς οὐσίας ἑκάστῳ πρὸς τὰ δημόσια ὀφλήματα. οὕτω Χρύσιππος. Δημοβόρος. ὁ τὰ δημόσια ἐσθίων. Δημόσιος. ὁ τῆς πόλεως δοῦλος, ὃς ὑπηρετεῖ τοῖς δικαστηρίοις καὶ τοῖς κοινοῖς ἔργοις. παρὰ τὸ δῆμος, δημότης καὶ δημόσιος. Δημότην. οἱ Ἴωνες τὸν τῶν πολλῶν ἕνα. οὕτως καὶ Ἡρόδοτος. τῶν δʼ Ἀττικῶν μόνος Ξενοφῶν· οἱ δʼ ἄλλοι τοῦτον μὲν δημοτικὸν, δημότην δὲ τὸν τοῦ αὐτοῦ δήμου. ὡς φυλέτην τὸν τῆς αὐτῆς φυλῆς, καὶ λοχίτην τὸν ἐν τῷ αὐτῷ λόχῳ κατατεταγμένον. Δημοκόωντα. ὄνομα κύριον. ἀλλʼ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα. Δημόκομπος. στωμύλος. Δημοποίητος. ὁ ὑπὸ τοῦ δήμου εἰσποιηθεὶς καὶ γεγονὼς πολίτης. Δημωφελής. ὁ τὸν δῆμον ὠφελῶν. Δημωδέστερος. ἀσχημονέστερος. Δημιουργοί. οἱ κεραμεῖς, οἱ σκευοποιοὶ, οἱ τέκτονες. Δημιουργός. πολλὰ σημαίνει ἡ λέξις. σημαίνει γὰρ καὶ τοὺς δημόσια ἐργαζομένους, καὶ διὰ φροντίδος ἔχοντας τεχνίτας. ἀφʼ ὧν καὶ ὁ τῶν ἁπάντων ποιητὴς θεὸς ὁ τὰ μὴ ὄντα ποιῶν δημιουργὸς εἴρηται. δημιουργοὶ δὲ ἐκαλοῦντο παρά γε Ἀργείοις καὶ Ἕλλησι καὶ Θεσσαλοῖς οἱ περὶ τὰ τέλη, ἵνα σημάνῃ τοὺς τὰ δημόσια ἐργαζομένους. σημαίνει δὲ καὶ παρὰ Ἀττικοῖς τὰς τοὺς πλακοῦντας ἐργαζομένας γυναῖκας. Δημάδης. οὐκ ἔχει τὸ ι· ἀπὸ γὰρ τοῦ Δημέας γίνεται Δημεάδης καὶ κατὰ συναίρεσιν Δημάδης. καὶ ὤφειλεν εἰς τὸ η γενέσθαι ἡ κρᾶσις. ἐπειδὴ, ἡνίκα προηγεῖται τοῦ ε σύμφωνον, τότε τὸ ε καὶ α εἰς η μακρὸν κιρνᾶται, οἷον τείχεα τείχη, βέλεα βέλη· ἀλλὰ διὰ τὸν χαρακτῆρα εἰς α ἐγένετο. τὰ γὰρ εἰς δης πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ ὄντα, ἢ τῷ ι θέλει παραλήγεσθαι, ἢ τῷ α· οἷον Πηλείδης, Αἰακίδης, Εὐρυβάδης, Πυλάδης οὕτως οὖν καὶ Δημάδης. Δημόκοινος. δημόσιος, βασανιστὴς, ἢ δήμιος, ἢ ὁ ὑπὸ τοῦ δήμου τὸ φονεύειν κληρωθείς. εἴρηται παρὰ τὸ καίνω τὸ κόπτω καὶ φονεύω. ὁ ἐκ τοῦ δήμου ἐπιτετραμμένος καίνειν. καὶ ἀμοιβῇ τοῦ α εἰς η δημόκοινος. Δῆμος. ὁ ὄχλος. παρὰ τὸ δέω τὸ δεσμεύω τὸ συνδεδεμένον πλῆθος, δεσμὸς καὶ δῆμος. ὡς μένω, μένις καὶ μῆνις. ἢ παρὰ τὸ δέμας, οἷον ἓν σῶμα ὑπάρχον. ἢ παρὰ τὸν δασμὸν τὸν μερισμόν. ἔνθεν καὶ Δημήτηρ, ἡ τῶν δασμῶν μήτηρ, καὶ δαὶς, ἡ τροφή. ἢ παρὰ τὸ δέω τὸ δεσμεύω, δέμος καὶ δῆμος. κατὰ ἀντίφρασιν τὸ εὐδιάλυτον. Δημοσθένης. ἰστέον, ὅτι ἐπὶ τοῦ Δημοσθένεος Δημοσθένους οὐκ ἔστι συναίρεσις, ἀλλὰ κρᾶσις. ἄλλο γὰρ κρᾶσις καὶ ἄλλο συναίρεσις. ἡ μὲν γὰρ συναίρεσις πάντα τὰ αὐτὰ φωνήεντα φυλάσσει καὶ οὐ ποιεῖ ἀλλαγὴν τῶν φωνηέντων, οἷον· πάϊς, παῖς· Πηλέϊ, Πηλεῖ. ἡ δὲ κρᾶσις πάντως ἀλλοίωσιν ἐργάζεται τῶν φωνηέντων, οἷον· τὸ ἐμὸν, τοὐμόν· νόος, νοῦς. καὶ εἰ ἄρα ἐν τῇ Δημοσθένεος γενικῇ κρᾶσις ἐστὶ καὶ οὐ συναίρεσις, διὰ τί εἶπεν ὁ τεχνικός· πᾶσα γενικὴ εἰς ους λήγουσα συνῃρημένη ἐστί· καὶ οὐκ εἶπε κεκραμένη; καὶ ἔστιν εἰπεῖν, ὅτι ἡ συναίρεσις γενική ἐστι, καὶ συναιρεῖται εἰς εἴδη δύο· εἰς κρᾶσιν καὶ εἰς ὁμώνυμον λεγομένην συναίρεσιν. τῷ οὖν γενικῇ ὀνόματι ὅτε συναιρεῖται τὴν κρᾶσιν ἐκάλεσε. πολλάκις γὰρ τῷ ὀνόματι τοῦ γένους τὰ εἴδη προσαγορεύομεν. ἰδοὺ γὰρ τὸ ἄνθρωπος εἶδος ὢν τοῦ ζώου ὁμωνύμως τοῦ γενικοῦ ζώου ὀνομάζομεν. ἰστέον, ὅτι τὸ εο τριχῶς κιρνᾶται· εἰς τὴν ου δίφθογγον παρʼ ἡμῖν καὶ παρʼ Ἀθηναίοις, οἷον· Δημοσθένεος, Δημοσθένους. παρὰ τοῖς Δωριεῦσι καὶ τοῖς Ἴωσιν, οἷον· ὁ Ὀδυσσεὺς, τοῦ Ὀδυσσεῦς, οἷον· Ὀδυσσεῦς δὲ λαβὼν κῦσε χεῖρʼ ἐπὶ καρπῷ. ἀντὶ τοῦ Ὀδυσσέως τὴν χεῖρα λαβὼν ἐφίλησε. σπανίως δὲ εἰς τὴν ει δίφθογγον παρʼ Ἀθηναίοις, οἷον· πλέον πλεῖν, δέον δεῖν. ὡς παρὰ Ἀριστοφάνῃ ἐν Βατράχοις· Εὐριπίδης πλεῖν σταδία λαλίστερα. ἀντὶ τοῦ Εὐριπίδου πλέον σταδία φλυαρώτερα. Δημοσθένην. Ἰστέον, ὅτι ἡνίκα μὲν τὸ ε καὶ προηγεῖται φωνῆεν, τότε τὸ ε καὶ α εἰς ἦτα κιρνᾶται, καὶ εἰς α δηλονότι μακρόν. οἷον τὸν εὐφυέα καὶ εὐφυῆ καὶ εὐφυᾶ. ἡνίκα δὲ τοῦ ε προηγεῖται σύμφωνον, τότε τὸ ε καὶ α εἰς ἦτα κιρνᾶται μακρόν. οἷον Δημοσθένεα, Δημοσθένη, τεύχεα, τεύχη. εἰ δέ τις εἴπῃ καὶ πῶς ἐπὶ τοῦ χάλκεα χαλκᾶ καὶ κάνεα κανᾶ, καὶ τῶν ὁμοίων εἰς α ἐγένετο ἡ κρᾶσις τοῦ ε καὶ α συμφώνου ἐπιφερομένου, λέγομεν, ὅτι αἱ εὐθεῖαι αὐτῶν δίχα εἴρηνται ἐντελῶς καὶ κατὰ κρᾶσιν· καὶ ἐντελῶς μὲν, οἷον χάλκεον καὶ κάνεον· κατὰ κρᾶσιν δὲ, οἷον χαλκοῦν καὶ κανοῦν. αἱ οὖν ἐντελεῖς εὐθεῖαι ἀπὸ τῶν ἐντελῶν εὐθειῶν ἐγένοντο, αἱ δὲ συνῃρημέναι ἀπὸ τῶν συνῃρημένων. Ἰστέον, ὅτι οἱ Ἀθηναῖοι ἐπὶ μὲν τῶν εἰς ος κυρίων τῶν εἰς ους ἐχόντων τὴν γενικὴν ποιοῦσι τὴν αἰτιατικὴν εἰς ν, καὶ τὴν κλητικὴν εἰς η. οἷον, Ἀριστοφάνην, ὦ Ἀριστοφάνη. ἐπὶ δὲ τῶν ἐπιθέτων οὔτε εἰς ν ποιοῦσι τὴν αἰτιατικὴν, οὔτε εἰς η τὴν κλητικήν. καὶ ἄξιον ἐστὶ ζητῆσαι, διατί καὶ ἐπὶ τῶν ἐπιθέτων οὐ ποιοῦσιν ὁμοίως τοῖς κυρίοις. καὶ ἔστιν εἰπεῖν, ὅτι εἰ ἐποίησαν οἱ Ἀθηναῖοι καὶ ἐπὶ τῶν ἐπιθέτων εἰς ν τὴν αἰτιατικὴν, ἠναγκάζοντο καὶ τὴν κλητικὴν εἰς η ποιῆσαι· τῆς δὲ κλητικῆς εἰς ἦτα ληγούσης, ἠναγκάζοντο καὶ τὰ οὐδέτερα εἰς ἦτα καταλῆξαι· ἐπειδὴ πᾶν οὐδέτερον ἀπὸ ἀρσενικοῦ παρεσχηματισμένον καὶ περιττοσυλλάβως κλινόμενον, τῇ κλητικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ. οὐ δύναται δὲ τὰ οὐδέτερα εἰς ἦτα καταλήγειν, ἐπειδὴ τὸ ο οὐκ ἔστι τελικὸν τῶν ἑνικῶν οὐδέτερον. Δημοσθένεις. τὸν εις δίφθογγον διατί; Ἰστέον, ὅτι τὰ δύο εε ἐπὶ τῆς εὐθείας τῶν πληθυντικῶν εἰς τὴν ει δίφθογγον κιρνᾶται. οἷον Δημοσθένεες Δημοσθένεις. ἐπὶ δὲ τῆς εὐθείας τῶν δυϊκῶν εἰς ἦτα, ἐπειδὴ τὸ ἰῶτα οὐκ ἔστι χαρακτηριστικόν. τούτου χάριν οὐ κιρνᾶται τὰ δύο εε εἰς τὴν ει δίφθογγον, ἀλλʼ εἰς ἦτα. Ἔτι ἡ εὐθεῖα τῶν πληθυντικῶν πλείοσι φωναῖς κέχρηται ὡς πρὸς τὴν εὐθεῖαν τῶν δυϊκῶν· οἷον τῷ Ὁμήρῳ, οἱ Ὅμηροι. καὶ τούτου χάριν τὰ δύο εε, ἐπὶ μὲν τῆς εὐθείας τῶν πληθυντικῶν εἰς τὴν ει δίφθογγον κιρνᾶται, ἐπὶ δὲ τῆς εὐθείας τῶν δυϊκῶν εἰς ἦτα, ἵνα εὑρεθῇ ἡ εὐθεῖα τῶν πληθυντικῶν πλείοσι φωναῖς κεχρημένη πρὸς τὴν εὐθεῖαν τῶν δυϊκῶν. Δημοσθενέων καὶ Δημοσθενῶν. διατί οὐ προπαροξύνεται τῶν Δημοσθένεων, ὡς τῶν ὄφεων; καὶ ἔστιν εἰπεῖν· τούτου ἡ γενικὴ τῶν πληθυντικῶν προπαροξύνεται. ἡνίκα δὲ μὴ εὑρεθῇ, ὡς προείρηται ....... Δημοσθένεσι. μόνως ἐνταῦθα οὐ δύναται συναίρεσις γενέσθαι, ἐπειδὴ μέλλει τῇ δοτικῇ τῶν ἑνικῶν συνεμπίπτειν, ὅπερ ἔστιν ἄτοπον, καὶ ὅτι τὸ ς μέσον ἐστὶ καὶ κωλύει τὴν συναίρεσιν. εἰ δέ τις εἴποι, ἀποβαλέσθω τὸ ς καὶ γενέσθω συναίρεσις, τοῦτο οὐ δύναται γενέσθαι. καὶ ἔστιν ἄξιον ζητῆσαι, διατί ἐπὶ μὲν τῆς δοτικῆς τῶν πληθυντικῶν γίνεται ἐφελκυστικὸν τοῦ ν τὸ ἰῶτα, ἐπὶ δὲ τῆς δοτικῆς τῶν ἑνικῶν οὐ γίνεται· οὐδὲ γὰρ λέγομεν, Δημοσθένειν. καὶ ἔστιν εἰπεῖν, τότε γίνεται ἐφελκυστικὸν τοῦ ν τὸ ἰῶτα, ἡνίκα ἔχει προηγούμενον τὸ ς ἐν δυνάμει ἢ ἐνεργείᾳ· ἐπὶ δυνάμει μὲν, οἷον φοίνιξιν, οἷον Πέλοψιν· ἐνεργείᾳ δὲ, οἷον λέβησιν, Αἴασιν. καὶ τοῦ φι προηγουμένου, οἷον· ναῦφιν ἀμυνόμενοι— ἐπειδὴ οὖν ἐπὶ τοῦ Δημοσθένεϊ δοτικῇ οὐ προηγεῖται τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ, τούτου χάριν οὐ γίνεται ἐφελκυστικὸν τοῦ ν. Δηϊονεύς. κύριον. Δηναιός. ὁ πολυχρόνιος. Δησέρτωρ. λειποτάκτης κατὰ Λατίνους. Δηφενσίων. ὁ ἔκδικος χάρτης. καὶ δεβένσωρ ὁ ἔκδικος. Δημήτρειος. καρπός. Θηλυκόν.Δηβελτός. πόλις Θρᾳκική. γράφεται δὲ καὶ Δεβελτός. Δηΐς. ἡ μάχη. Δηϊοτῆτος. μάχης. παρὰ τὸ δῃοῦσθαι ἐν αὐτῇ τοὺς τιτρωσκομένους. οἷον· ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι. ὡς Ἀρίσταρχος. Δήϊα πεπονθυῖα. καταπεπολεμημένη, κατακεκαυμένη, πολεμία, δύστηνε. Δημαρχία. ὅτε δῆμος ἄρχει. καὶ ὄνομα ἀξιώματος. Δήμευσις. ἡ ἁρπαγή. Δημήτηρ. ἡ γῆ. οἱονεὶ γημήτηρ τὶς οὖσα. Δήμητρα. ὄνομα θεᾶς. Δημοτελής. ἡ δημοσία τελετὴ, καὶ ἡ δημοσία φορολογία. Δημοθοινία. ἡ τοῦ δήμου εὐωχία ἢ ἡ θυσία. Δημωδεστέρα. ἀσχημονεστέρα. τὰ ἐν ὄψει πάντα γινόμενα διὰ τὸν δῆμον. Δηλαϊστή. ἀθλία, ἐλεεινή. Δηλατωρίαι. αἱ τῆς καταστάσεως τοῦ δημοσίου φόρου τάξεις, ἢ αἱ ἀποδείξεις παρὰ Ῥωμαίοις, αἱ εἰσαγγελίαι. Δηναδίπτρα. παρὰ Ῥωμαίοις δωρεὰ βασιλικὴ στρατιώταις διδομένη. Δῆρις. ἡ φιλονεικία. οἷον· —δῆριν ἀπειρεσίην— παρὰ τὸ δαίω, τὸ κόπτω καὶ σφάττω, ὅθεν καὶ δαιτρὸς ὁ μάγειρος· ἐξ οὗ γίνεται ὄνομα δάϊς, ἡ μάχη, βαρυτόνως. Καλλίμαχος· ἐς δάϊν ἐρχομένην— καὶ ἐκτάσει τοῦ α εἰς η δῆϊς, καὶ πλεονασμῷ τοῦ ρ δῆρις. ἐκ δὲ τοῦ δῆρις γίνεται ῥῆμα δηριῶ περισπωμένως καὶ βαρυτόνως, ὡς κόνις κονίω, καὶ δῆρις δηρίω. οἷον· —οὐδέ τις ἔτλη πρόσω ἀΐξασθαι περὶ νεκροῦ δηρίσασθαι. καὶ δηριῶ, οἷον· —τότʼ ἐδηριόωντο Ποσειδάων καὶ Ἀπόλ-λων. Δήφηλα. πόλις περὶ Ἰωσήπῳ. Δηώ. ἡ γῆ, ἢ ἡ Δημήτηρ. καὶ διαφέρει, ὥς φησιν ὁ τεχνικός. οἶδε γὰρ ἡ παράδοσις τὸ ἦτα μετὰ τοῦ ἰῶτα. καὶ χωρὶς τοῦ ἰῶτα λέγομεν ὅτι ἔστιν ἀπὸ τοῦ δήω, ὃ σημαίνει τὸ εὑρίσκω· καὶ γὰρ ἡνίκα περιήρχετο ἡ Δημήτηρ εἰς ζήτησιν τῆς θυγατρὸς αὐτῆς, κατʼ εὐφημισμὸν ἔλεγον πάντες δήεις ἀντὶ τοῦ εὑρήσεις. ἢ ὅτι ἐπειδὴ αὐτὴ ἐφεῦρε τὸν σῖτον κατὰ τὴν φλυαροκοπίαν τῶν Ἑλλήνων. εἰ δὲ ἔχει τὸ ἰῶτα, λέγομεν ὅτι γέγονε παρὰ τὸ δαίω τὸ κόπτω, κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η. καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐστιν. ἡ δὲ γῆ διακόπτεται ἐν τῷ ἀροτριοῦσθαι. ἢ ὅτι πολλὴν ἐδήωσε γῆν, τουτέστι διέκοψεν, ζητοῦσα τὴν θυγατέρα αὐτῆς. ἢ παρὰ τὸ δαίω τὸ καίω· καὶ γὰρ ἡ Δημήτηρ μετὰ λαμπάδων περιήρχετο. λέγει δὲ ὁ τεχνικὸς, ὅτι ὑποκοριστικόν ἐστιν ἀπὸ τοῦ Δημήτηρ, Δηὼ, οὐ νοοῦντες τὸν σχηματισμὸν τῶν τοιούτων ὑποκοριστικῶν· τὰ γὰρ τοιαῦτα ὑποκοριστικὰ θέλουσι φυλάττειν τὸ σύμφωνον τῆς συλλαβῆς τῶν πρωτοτύπων, οἷον Ὑψιπύλη, Ὑψὼ, Εἰδοθέα, Εἰδώ· ἡ οὖν Δημήτηρ Δημὼ ὤφειλεν εἶναι. ἀλλʼ οὐκ ἔστιν ὑποκοριστικὸν ἡ Δηὼ, παρὰ γὰρ τοῦ δηάς. οὕτως ὑπὸ Κρητῶν αἱ κριθαὶ καλοῦνται. Οὐδέτερον.Δηλητήριον. φάρμακον ὀλέθριον. Δῆλον. φανερόν. Δημιόπρατα. ἃ ὁ δῆμος πιπράσκει. Δημόκοινον. τὸ δημόσιον. Δημόθοινα. ἡ τοῦ δήμου εὐωχία, ἢ ἡ θυσία. Δημώματα. τὰ παίγνια. καὶ δημοῦσθαι τὸ παίζειν. οὕτως Πλάτων. Δηναιά. μακροχρόνια, πολυχρόνια. παρὰ τὸ αἰὼν, ὃ σημαίνει τὸν τῆς ζωῆς χρόνον, καὶ τὸ δὴν, τὸ ἐπὶ πολὺν χρόνον. Δήνεα. τὰ βουλεύματα. Δηρόν. ἐπιπολύ. οἷον· —δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς. ὥσπερ δὲ παρὰ τὸ ἡ πέρα, τῆς πέρας, τῇ πέρᾳ, τὴν πέραν· πέραν τοῦ χειμάῤῥου τῶν κέδρων· οὕτως καὶ ἀπὸ τοῦ δηναιὸς τὸ οὐδέτερον δηναιὸν, καὶ κατὰ συγκοπὴν δηνὸν καὶ δηρόν. Δημοτικά. τὰ τοῖς πολλοῖς ἐμπρέποντα. Ῥῆμα.Δήετε. εὑρήσετε. Δήεις. εὑρήσεις. Δηθύνω. τὸ βραδύνω. παρὰ τὸ δηθὰ δαθύνω καὶ δηθύνω. καὶ ἀπὸ ἐπιῤῥήματος γίνεται ῥῆμα, ὡς ὀψὲ, ὀψίω καὶ ὀψίζω, θαμὰ, θαμίζω. Δηϊώσας. διακόψας. ἔστι δαίω τὸ διακόπτω. καὶ ἐκ τούτου γίνεται δάϊος καὶ δήϊος, καὶ ῥῆμα δηΐω. ἐξ οὗ καὶ τό· δηΐουν ἀλλήλους ἀμφὶ στήθεσι βοείας. εἶτα κατὰ συναίρεσιν δηῶ, καὶ ἡ μετοχὴ δηώσας, καὶ σημαίνει τὸ ἀναιρῶ. Δηΐων. διακόπτων. Δηλήσεται. βλάψει. Δηλῶ. τὸ βλάπτω. τὸ μὲν δηλητήριον ἀπὸ τοῦ δηλῶ, τὸ δὲ δηλῶ ἀπὸ τοῦ δῆρις, ὃ σημαίνει τὴν μάχην, δηρῶ καὶ δηλῶ. τοῦτο ἀπὸ τοῦ δαίω τὸ κόπτω. Δημηγορῆσαι. ἐν δήμῳ λαλῆσαι. Δημοσιεύων. δωρεὰν ἐργάζομαι. Ἀριστοφάνης· ἀλλʼ, ὦ πόνηρʼ, οὐ δημοσιεύων τυγχάνω. αἰτιατικῇ συντάσσεται. Δημοτεύεσθαι. τὸ τοῦδε τινὸς δήμου κοινωνεῖν καὶ χρηματίζειν ἀπʼ αὐτοῦ. Δημοκοπεῖν. ἀντὶ τοῦ παίζειν. Δημοῦσθαι. παίζειν. οὕτω Πλάτων. Δημεύσας. δημοσιεύσας. Δήξω. λυπήσω. δίξω δὲ ἀντὶ τοῦ τρώσω, ι. δείξω δὲ ἀντὶ τοῦ φανερώσω, δίφθογγον. Δηοῦν. ἀφανίζειν, πορθεῖν, διακόπτειν. Δηριγευόμενος. ὀψικευόμενος. ἔστι δὲ ἡ λέξις Ῥωμαϊκή. Δήσαντες. δεσμεύσαντες. Δηώσαντες. ἀφανίσαντες, πορθήσαντες, διακόψαντες. Δῆθεν. ὡς δή φησι. ποτὲ μέν ἐστι παραπληρωτικὸν δὴ, ποτὲ δὲ ὡς δή. Δηθά. ἐπὶ πολὺν χρόνον. Δηθάκις. πλειστάκις. Δηλαδή. φημί· ἐξάπαντος, φανερῶς. Δημοτελῶς. παντὶ τῷ δήμῳ. Δημοτικῶς. πολιτικῶς. καὶ δημοτικὰ τὰ τοῖς πολλοῖς ἐμπρέποντα. Δήπουθεν. δηλονότι, ἢ ἐκ τινὸς τόπου. Δήπου. ὡς δή. Δῆτα. λοιπὸν ἢ οὕτως. Δή. ἀντὶ τοῦ νῦν. Δήν. ἐπὶ πολὺν χρόνον. παρὰ τὸ αἰὼν, ὃ σημαίνει τὸν τῆς ζωῆς χρόνον, πλεονασμῷ τοῦ δ γίνεται δαιὼν καὶ κατὰ συγκοπὴν δὼν καὶ τροπῇ τοῦ ω εἰς η δήν. τὰ γὰρ εἰς ην ἐπιῤῥήματα διὰ τοῦ η γράφεται, οἷον· χύδην, φύρδην, δήν· πλὴν τοῦ πρὶν, πάλιν, ἀνόπιν καὶ κατόπιν. Τὸ Δ μετὰ τοῦ Ι. Ἀρσενικόν.Διαπρύσιος. ὁ μέγας, διαβόητος. Διαπρεπής. ἐπίσημος, ἔκδηλος. Διάβροχος. οἰνωμένος. ὡς δὲ ἐμέθυεν ὁ πορνοβοσκὸς καὶ διάβροχος ἦν πάνυ, τί μέλλομεν, ἔφη. Διαβήτης. ἐργαλεῖον εὔχρηστον τέχναις πολλαῖς, τῷ λάμβδα στοιχείῳ παρεοικός. Διαγνώμων. ὁ διαγινώσκων, ὁ διακρίνων. Διαγραφεύς. ὁ καθιστάμενος ἐν ταῖς συμμορίαις ἐπὶ τῷ διακρίνειν, πόσον ἕκαστος εἰσενεγκεῖν ὀφείλει. Διάπυρος. θερμός. διάπυρος ἐραστής. Διαλλάκτης. συμβιβαστής. Διαλογισμός. ὁ μετὰ τοὺς δύο ὑπεισελθὼν καὶ τοὺς τὴν κρίσιν εἴτουν τὴν ἔκβασιν τοῦ πράγματος ψηφισάμενος. Διάκονος. παρὰ τὸ ἐνέγκω τὸ προσενέγκω, καὶ ἐν συνθέσει διενέκω, διαένοκος καὶ καθʼ ὑπερβιβασμὸν διαέκονος καὶ κατὰ κρᾶσιν τοῦ αε εἰς α μακρὸν διάκονος. ὁ διαφέρων τὰ κελευόμενα. τινὲς δὲ παρὰ τὸ κονεῖν τὸ ὑπηρετεῖν. Διάκτορος. ὁ τοὺς λόγους διάγων. οἷον· —διάκτορος Ἀργειφόντης. ἐπὶ δὲ τοῦ Ἑρμοῦ ὁ τὰ κτέρεα καὶ τὰ θύματα τοῖς τετελευτηκόσι κομίζων, ἢ ὁ διακονῶν τὰς ψυχάς. Διάτορος. ὁ διασαφηνίζων. παρὰ τὸ τορῶ τὸ σαφηνίζω. Ἀριστοφάνης· εἰ μήτε τορήσω ταῦτα καὶ λαλήσομαι. Διαδρασιπολίτης. δειλὸς, ἀποδιδράσκων τὴν πόλιν. Διαγόρας. κύριον. Διαγόρας ὁ Μήλιος. Διατρύγιος. ὁ διὰ μέσου τρύγῃ κατασπειρόμενος. ἢ ἐκ διαφόρων ἀμπέλων καταφυτευόμενος, πρωΐμων καὶ ὀψίμων, ὡς ἐν διαφόρῳ καιρῷ τρυγᾶσθαι. Διατιμητικός. δοκιμαστικός. Δίαυλος. ὁ ἀγών· ἢ μέτρον πηχῶν διακοσίων, ἢ ἡ μακρὰ περίοδος, ἢ τόπος διστάδιος. Διαιτηταί. οἱ ὑπεράνω τῶν πεντήκοντα νομισμάτων δίκας κρίνοντες, ὡς εἶναι τοὺς διαιτητὰς μεγίστους κριτάς. Δίγνωμος. ὁ ἐπαμφοτερίζων τῇ γνώμῃ. Διδάσκαλον. λέγει ὁ Σόλων οὐ καθηγητὴν, οὐδʼ ὑφηγητήν. Διδίας. κύριον. Διδύραμβος. ὁ Διόνυσος. παρὰ τὸ δύο θύρας βῆναι, τήν τε κοιλίαν τῆς μητρὸς Σεμέλης καὶ τὸν μηρὸν τοῦ Διός. Δίκαιος. ὁ πᾶσαν ἰσότητα τοῖς ὁμοειδέσι παρέχων καὶ ὁ πᾶσαν ἀρετὴν ἔχων δίκαιος. φησὶ γὰρ ὁ Ἀπόστολος· δικαίῳ νόμος οὐ κεῖται. Δικασπόλος. ὁ περὶ τὰς δίκας καὶ τὰ δικαστήρια ἀναστρεφόμενος. Δικτάτωρ. ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων, ὁ παρὰ Ῥωμαίοις δισύπατος καλούμενος, ἢ ὁ μονάρχης ὁ πάντων κρατῶν, ἢ ὁ βασιλεύς. Δικτυεύς. ὁ ἁλιεύς. Δικτυωτός. πολύπλοκος. Δίκτυς. ὄνομα κύριον. σημαντέον, ὅτι ἐπὶ Κλαυδίου τῆς Κρήτης ὑπὸ σεισμοῦ κατενεχθείσης, καὶ πολλῶν τάφων ἀνεωχθέντων, εὑρέθη ἐν ἑνὶ τούτων τὸ σύνταγμα τῆς ἱστορίας Δίκτυος, τὸν Τρωϊκὸν περιέχον πόλεμον, ὅπερ λαβὼν ὁ Κλαύδιος, ἐξέδωκε γράφεσθαι. Διμίτριος. ὁ δύο μίτρας ἔχων, ὅ ἐστι πολεμικὰς ζώνας ὑφαινομένας διὰ μίτου. ἐφοροῦντο δὲ αὗται ἐσώτερον τῆς λαγόνος χάριν ἀσφαλείας. ἢ χαλκαῖ λεπίδες. Διμήτωρ. ὁ Διόνυσος. Δίοκλος. τόπος. Δῖος. ὁ ἔνδοξος. ἀπὸ τῆς γενικῆς Διὸς γέγονε δίϊος, καὶ κατὰ κρᾶσιν δῖος, ὁ ἔνδοξος. καὶ Δῖος ὁ ἥρως ὁ εἷς τῶν Τιτάνων καὶ Πελοπίδων. παρὰ τὸ δέος δέεας καὶ ἐν συναλοιφῇ δείας διὰ διφθόγγου, ὁ δέος ἐμποιῶν. ἢ παρὰ τῆς Διὸς γενικῆς. Διοπτῆρα. κατάσκοπον. ἐκ τοῦ ὄπτω. οἷον· τόν ῥα διοπτῆρα στρατὸς ἔμμεναι ἡμετέροιο. καὶ διοπτεύω τὸ κατασκοπεύω. καὶ διοπτῆρες, οἱ οἰκονόμοι, οἱ ἐπιτηρηταὶ, οἱ προφύλακες. οὐχ οἷοί τε ἐγένοντο οἱ διοπτῆρες διαγνῶναι ἐπιόντας τοὺς δυσμενεῖς. καὶ διοπτὴρ μηχανικόν τι ὄργανον, διʼ ὧν ἐστοχάζοντο τῶν ἐπάλξεων τὸ ὕψος. ἢ διόπτρα. Διόπτης. παντεπόπτης. Δίοπος. ὁ διέπων καὶ ἐποπτεύων· ὁ τῆς νεὼς ἐπιμελητής. Διοποί. οἱ βασιλεῖς. παρὰ τὸ διοπεῖν ἢ διοπεύειν. Διόβλητοι. οἱ κεραυνόβλητοι. καὶ ἐγένοντο διόβλητοι ἅπαντες. Διόγνητος. κύριον. Δίομος. κύριον. ἀφʼ οὗ Διομίας. εἴρηται παρὰ τὴν Διὸς γενικὴν, ὡς ἀνδρὸς, ἄνδρομος καὶ ἐν παραγωγῇ ἀνδρόμεος, ὅθεν τό· ψωμοί τʼ ἀνδρόμεοι. καί· ἀνδρόμεα κρέʼ ἔδων. Διόνυσος. οἱ μὲν Διόνυξον αὐτὸν ὀνομάζουσι διὰ τοῦ ξ, ὅτι κέρασι γεννώμενος ἔνυξε τὸν Διὸς μηρόν. ἢ Διόνυσος ὁ ἐκ τοῦ Διὸς γεννηθεὶς καὶ ἐν Νύσσῃ τραφείς. Δίδυμος. ὁ μεθʼ ἑτέρου τεχθεὶς ἐκ μιᾶς συλλήψεως. παρὰ τὸ δύω, ὃ γίνεται δύνω. οἷον· δύνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον— εἴρηται παρὰ τὸ δυόδυμος καὶ δίδυμος. καί· —λιμένες ἀμφιδίθυμοι— οἱ δύο εἰσόδους ἔχοντες. δίδυμος καὶ ὁ ὄρχις, παρὰ τὸ δύο τὸ τοῦ ἀριθμοῦ σημαντικὸν, δύμος καὶ ἐν διπλασιασμῷ δίδυμος. ἢ παρὰ τὸ δὶς ἐπίῤῥημα γίνεται δισσὸς καὶ δίσυμος καὶ κατὰ ἀντίθεσιν δίδυμος. Διήρης. ὁ ὑπερῶος οἶκος, ὁ δίστεγος. Εὐριπίδης· μελάθρων ἐς διῆρες ἔσχατον— παρὰ τὸ διὴς διήρης, ἵνʼ ᾖ ὁ δίστεγος. Ἀπολλόδωρος δὲ καὶ τὰς ναῦς τὰς ἐχούσας δύο καὶ τρεῖς στέγας διήρεις λέγει. Δίπαλτος. ἀμφοτέραις ταῖς χερσὶ περιδέξιος, οἷον παντὶ σθένει. Σοφοκλῆς· πᾶς δὲ στρατὸς δίπαλτος ἄν με χειρὶ φονεύει. καὶ διπάλτια δοράτια. Δίπυρος ἄρτος. ὁ παρὰ Ῥωμαίοις λεγόμενος παξαμᾶς. σισύρας ἐπὶ τῶν ὤμων φέροντες, ἐν αἷς δὴ ἄλλο οὐδὲν, ὅτι μὴ διπύρους ἄρτους, οἴκοθεν ἐμβεβλημένοι ἀφίκοντο. Δίφιλος. ὥσπερ παρὰ τῷ Ἄρῃ δοτικῇ γίνεται Ἀρηΐφιλος, οὕτως παρὰ Διῒ δοτικῇ γίνεται διΐφιλος, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν, δηλονότι μακρὸν, γίνεται Δίφιλος, ὥσπερ Θέτιϊ, Θέτι· πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τείνειν. Διφένσος. ὁ ἔκδικος. Διφενσίων. ὁ ἔνδικος χάρτης. Δίφρος. τὸ ἅρμα. παρὰ τὸ δύο φέρειν τὸν ὁπλίτην καὶ τὸν ἡνίχον. Διφυής. ὁ δύο φύσεις ἔχων. Διώρυξ. ἡ διάνοιξις τῶν τοίχων. ἀπὸ τοῦ ὀρύσσω, ὀρύξω, ὄρυξ. καὶ ἐν συνθέσει διώρυξ. Διωστῆρσιν. ἀναφορεῦσι, τοῖς ἀναβαστάζουσι. Δῖνος. ἡ συστροφὴ, ἡ περιφέρεια, ὁ τόρνος. Διαχώρους. τὰ διαστήματα τῶν λόχων. οὕτω τὲ ἀνεπλήρωσε τῇ πυκνότητι τοῦ στρατοῦ τοὺς διαχώρους. Διαλογισμούς. ἀμφιβολίας. ὁ Ἀπόστολος· χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν. Διλόγους. οἷον ὑπούλους καὶ δολερούς. μὴ διλόγους γυναῖκας ὡσαύτως σεμνὰς, μὴ διαβόλους· ὡς καὶ τὸ διλόγους. Διαφορώτερος. βελτίων. καὶ ὁ Ἀπόστολος· νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ κρείττονός ἐστι διαθήκης μεσίτης. — Θηλυκόν. —Διαδικασία. οὐχ ἁπλῶς πᾶσα δίκη, ἀλλʼ ἐν αἷς περὶ τινὸς ἀμφισβήτησίς ἐστι. Διασία. ἑορτὴ ἐπιτελουμένη ἐν Ἀθήναις τῷ Διΐ. παρὰ τὸ τὰς ἄσας, τὰς ἀνίας, οἷον· μή μιν ἔδουσιν ἄσαι. καὶ ἀσόμενος μετοχή. διασία οὖν ἡ ἐπιτρέπουσα τὰς ἄσας. Διαλεκτική. ἡ ἀποδεικτικὴ, ἡ ἐπιστήμη ἀληθῶν καὶ ψευδῶν καὶ οὐδετέρων. ἡ μέθοδος διʼ ἐνδόξων. ἢ τέχνη λόγων, διʼ ἧς ἀνασκευάζομέν τι, ἢ κατασκευάζομεν ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως τῶν προδιαλεγομένων. διαλεκτικὴ δὲ ἀπὸ τοῦ διαλέγεσθαι, ὅτι διάλογος ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως σύγκειται. Διάλεξιν. ἐμπειρία λόγων, ἤτοι τὰ νοηθέντα φράζειν. Διάλεξις διαλέκτου διαφέρει. διάλεκτός ἐστι φωνῆς χαρακτὴρ ἐθνικὸς, διάλεξις δὲ τῆς συνήθους φωνῆς ἐκτροπὴ ἐπὶ τὸ σεμνότερον καὶ ἀγροικότερον. ἢ διάλεκτός ἐστι, καθʼ ἣν ἕκαστος ἄνθρωπος διαλέγουσι πρὸς ἀλλήλους κατὰ τὴν ἰδίαν συνήθειαν, ἢ ἀπὸ τοῦ διαλεχθῆναι καὶ διακεκρίσθαι ἀπὸ τῶν ἄλλων· ἑκάστη γὰρ αὐτῶν διακέκριται ἑτέρας ἀπὸ τοῦ διαλέχθαι καὶ ἐξειλέχθαι ὡς κρατιστεύουσα. Διαλογή. διάλεξις, ὁμιλία. Δαβίδ· ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. Διάληψις. ἐνθύμησις. Διαυλία. ὅταν δύο ᾄδουσι. Διαύλεια δὲ, χώρα, δίφθογγος, ἥτις ἐστὶ καὶ ἐπισκοπή. Διακόρησις. ἡ φθορὰ τῶν παρθένων. Διαθήκη. διττῶς ἐκφωνεῖται· ἡ μὲν ἐπὶ θνησκόντων, διατάξεως καὶ ἐνταλμάτων χαρακτῆρα φέρουσα· ἡ δὲ συνθηκῶν ἐπὶ διαλογῇ πολεμίων, συνωμοσίαν ἔχουσα. Διάθεσις. ἡ ποιὰ τῶν πρός τι τῆς ψυχῆς σχέσις, ἢ πάλιν ἡ πρός τι πῶς τῆς ψυχῆς ἔμμονος κίνησις. διάθεσίς ἐστι καὶ ἡ κατὰ συμβεβηκὸς τοιάδε ἑκάστου ποιότης. διαθέσεις οὐ μόνον ἐπιστῆμαι καὶ τέχναι, ἀλλὰ καὶ ἀρεταί. ὑπάρχει δὲ τῇ τέχνῃ τὸ φαῦλον καὶ σπουδαῖον· τῶν γὰρ τεχνῶν αἱ μὲν εἰσὶ φαῦλαι, αἱ δὲ σπουδαῖαι. τῷ δὲ ἐπιστήμης ὀνόματι Ἀριστοτέλης ἀντὶ τῆς τέχνης χρῆται κοινότερον. ὑπάρχοι δʼ ἂν καὶ τῇ διαθέσει γένος οὔσῃ τέχνης τὸ φαῦλον καὶ σπουδαῖον. διαθέσεις λέγονται, ἅ ἐστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλονται· οἷον θερμότης καὶ ψύξις καὶ νόσος καὶ ὑγεία. διάκειται μὲν γάρ πως κατʼ αὐτὴν ὁ ἄνθρωπος· ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ εἰς ψυχρὸν, καὶ ἐκ τοῦ ὑγιαίνειν εἰς τὸ νοσεῖν· εἰ μή τις διὰ χρόνου πλῆθος ἤδη πεφυσιωμένη ἀνίατός ἐστι καὶ δυσκίνητος· ἣν ἄν τις ἴσως ἕξιν ἤδη προσαγορεύοι. καὶ διαφέρει ἕξις διαθέσεως· καὶ γὰρ ἡ μὲν ἕξις δυσκίνητος, ἡ δὲ διάθεσις εὐκίνητος. Διαδόσεις. τὰς ἐκ διαιρέσεως ἴσης ἐπιβαλλούσας δόσεις. οὕτως Λυσίας. Διαπαρατριβαῖς. ἐνδελεχείαις. Διάγνωσις. ἡ ἑτέρου καὶ ἑτέρου ἀπροσπαθὴς καὶ ἀπαθὴς ὑπόληψις. Διαγνώμη. ἡ διάγνωσις καὶ ἡ διάκρισις. ἡ λέξις Θουκυδίδου. Διαγραφή. ἡ διατύπωσις τῶν μετάλλων δηλοῦσα μετὰ γραμμάτων, ἀπὸ ποίας ἀρχῆς μέχρι πόσου πέρατος πιπράσκεται. διαγραφή· καὶ καθυποβάλλεσθαι ζημίαις πολλαῖς τὴν πόλιν, ὡς καὶ ἐπὶ Ἰουστινιανοῦ. καὶ ὅταν ἀπαλλαγῇ τοῦ ἐγκλήματος ὁ φεύγων ἢ κατὰ συγχώρησιν τοῦ διώκοντος ἢ κατὰ διάγνωσιν τυχόντος, καὶ μηκέτι περὶ μηδενὸς ἐγκαλεῖται, λέγεται διαγραφὴ δίκης. Διαδρομαί. ἐπὶ τῶν ἐπὶ παρατάξει κινημάτων. Διαμαρτυρία καὶ διαμαρτυρεῖν. τρόπος ἦν ἡ μαρτυρία παραγραφῆς. πρὸ γὰρ τοῦ εἰσαχθῆναι τὴν δίκην εἰς τὸ δικαστήριον, ἐξῆν τῷ βουλομένῳ διαμαρτυρῆσαι. διαμαρτυρεῖν δʼ ἐστὶ τὸ προλέγειν τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπειθείας τὴν ὠφέλειαν. Διάνοια. νοημάτων διακριτικὴ δύναμις καὶ ἐνθύμησις. ἢ νοῦ οἰκεία κίνησις, διʼ αὐτοῦ ἐνεργοῦσα καὶ διακρίνουσα. Διάκρισις. ἡ τοῦ θείου θελήματος ἐν παντὶ καιρῷ καὶ τόπῳ ἀπλανὴς κατάληψις. Διάῤῥοια. πάθος παρὰ τὰς ὗς γινόμενον. τρία δέ εἰσι πάθη· κραῦρα, βράγχη, διάῤῥοια. ἡ μὲν οὖν βράγχη μέρος τινὸς σώματος, ἡ δὲ κραῦρα πυρετὸς, πόνῳ· σημειοῦται δὲ τοῦτο τῷ καταβεβλῆσθαι τὰ ὦτα καὶ κατηφῆ. εἶναι τὰ ὄμματα. ἡ μὲν οὖν διάῤῥοια ἀθεράπευτός ἐστι· τὴν δὲ κραῦραν οἱ νομεῖς εὐχυματίζουσι· τῆς δὲ βράγχης περιτέμνουσι τὰ σεσηπότα τῶν σαρκιδίων. Διασκευή. συνθήκη. μόλις ἀνεχόμενος εἰς διασκευὴν τῶν γραμμάτων. Διάστασις. ὁ διαχωρισμός. Ἀντιφῶν δὲ λέγει καὶ τὴν διακόσμησιν. Διαστολή. διαχώρισις, ἐξοχή. καὶ πᾶν τὸ ῥηθὲν ὑπʼ αὐτοῦ μετὰ διαστολῆς ἐξαγγέλλομεν. διαστολὴ καὶ ἡ διανοίας ὁλοκλήρου περιτομή. εἴρηται δὲ διαστολὴ ἀπὸ τοῦ διαστέλλειν τὸν ἐγκείμενον νοῦν. Διασφάγες. διεστῶσαι πέτραι, ἢ διατομαὶ ὄρους, ἢ ὁ διεστὼς ὄρους τόπος, ὥς φησιν Ἡρόδοτος· καὶ διὰ τῆς διασφάγος ῥεῖ. ὡς ἀπὸ τοῦ θερίζω θερίξω, καὶ βαστάζω βαστάξω, βαστὰξ, καὶ νεκροβαστὰξ, οὕτως ἀπὸ τοῦ σπῶ σπάζω, σπὰξ καὶ τροπῇ σφὰξ καὶ διασφάξ. Διαίρεσις. ἡ τὸ μονοειδὲς ὡς πολυειδὲς ἀπεσχοινισμένως ποιήσασα. καὶ πάλιν τὸ ἰδίᾳ ἀνὰ μέρος πρὸς ἕτερον μηδαμῶς γεγονός. ἢ διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ, ἡ τὸ ἀμπὰξ ἀναμέρος τιθεῖσα τὲ καὶ χωρίζουσα καὶ καθʼ ἑαυτὴν θεωρεῖσθαι παρασκευάζουσα, κατά τε οὐσίαν καὶ ὑπόστασιν τοῦ ἑκάστου πράγματος ὕπαρξιν· οἷον ὡς εἶδος ἐν τοῖς ὑπʼ αὐτῷ ἀτόμοις. τούτων γὰρ φυσικῶς κατηγορεῖται, καὶ ἐν αὐταῖς διὰ τῶν ἐνθεωρουμένων αὐτοῖς οὐσιωδῶν ἰδιωμάτων προφαίνεται. κοινὸν γάρ τι καὶ γενικὸν ἡ οὐσία. μᾶλλον δὲ ἁπάντων καὶ γενικῶν κοινότερόν τε καὶ γενικώτερον, καὶ γενικῶν κοινότερόν τε καὶ γενικώτερον, καὶ πάντων κατηγορεῖται, ὧν ὁ τοῦ εἶναι λόγος πρὸς ἕν ἐστι, τῇ προσλήψει τῆς διαφορᾶς ἐν ὅλοις προφαίνεται, καθʼ ἑαυτὴν ἄγνωστος οὖσα πρὸς αἴσθησιν διόλου καὶ ἀθεώρητος. Δίαιτα. ἡ καθημερινὴ τροφὴ, καὶ ἡ κρίσις. τὴν τῶν ἐγκλημάτων δίαιταν ἐπίτρεψον ἄλλοις. Διατριβή. ἡ σχολὴ, ἢ καιρὸς, καθʼ ὃν ἀναστρέφομεν περί τι. ἢ διάλεξις φιλόσοφος. σημαίνει καὶ τὸ ἐπιτήδευμα καὶ τὸ ἀσχόλημα καὶ τὴν δίαιταν καὶ τὴν διαγωγὴν καὶ τὴν πρόφασιν, ἀφʼ ἧς μέλλομεν περὶ τὰ πράγματα διατρίβειν. διατριβὴ δὲ καὶ ἡ ἀργία. ἐγένετο δὲ αὐτῷ ἑκούσιος ἡ διατριβή. Διατροπή. ἡ συμπάθεια, οἶκτος. τῶν δὲ Καρχηδονίων πολὺν κλαυθμὸν μετὰ δακρύων προϊεμένων, διατροπῇ μεγάλῃ τὸ συνέδριον ἐπέσχεν. Διαύγεια. ἡ ἔλλαμψις. ὁ ἐν θεολόγοις Γρηγόριος τοῦτο διὰ τοῦ ι γράφει· μὴ λίθων διαυγίαις. προπαροξύνεται δὲ ἐν τῷ ἀττικίζειν. Διαφορότης. ἡ διαφορά. Διαφορά. ἔχθρα. ἡ φιλονεικία. διαφορὰ τὸ ἐν τῇ συνηθείᾳ ἡ παραλλαγὴ καὶ ἀνομοιότης. διαφορὰ καὶ ἡ παρὰ τοῖς φιλοσόφοις καλουμένη ἰδιαίτατα, ἥτις καὶ οὐσιώδης ὑπάρχει. διαφορὰ, ᾗτινι περισσεύει τὸ εἶδος τοῦ γένους. καὶ πάλιν διαφορά ἐστιν ἡ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει, ἐν τῷ ὁποῖον τί ἐστι κατηγορούμενον, καὶ τὸ χωρίζειν πεφυκὸς τὸ ὑπὸ τὸ αὐτὸ γένος οὐσιωδῶς. καὶ ἡ ἕτερον εἶδος ποιοῦσα καὶ ἡ ἐν τῷ ὅρῳ παραλαμβανομένη. αὗται γὰρ αἱ ὑπογραφαὶ τῆς ἰδιαίτατα εἰσὶ διαφορᾶς καὶ οὕτω διαφέρει ἕκαστος οὐσιωδῶς. καὶ ἡ λεγομένη κοινῶς διαφορὰ τὸ χωριστὸν συμβεβηκὸς, διότι παντὶ τῷ εἴδει κοινῶς ἐνθεωρεῖται. οἷον ὡς ὅταν ὁ δεῖνα τοῦδε διαφέρει κατὰ τὸ ὑγιαίνειν καὶ νοσεῖν, κατὰ τὸ κινεῖσθαι καὶ ἠρεμεῖν, καὶ κατὰ τὸ καθῆσθαι καὶ ἵστασθαι. καὶ ἡ λεγομένη ἰδίως διαφορὰ τὸ ἀχώριστον συμβεβηκός· διότι οὐ παντὶ τῷ εἴδει πρόσεστιν, ἀλλὰ τισὶν, οἷον ὅταν ὁ δεῖνα τοῦδε διαφέρει κατὰ τὸ σιμὸν ἢ γλαυκὸν ἢ φαλακρόν. ἢ λόγος, καθʼ ὃν ἡ πρὸς ἄλληλα τῶν σημαινομένων ἑτερότης σώζεσθαι πέφυκε, καὶ τοῦ πῶς ἐστὶ δηλωτικός. ἢ ἀλλοίωσις φυσικῶν ποιοτήτων ἢ γνωμῶν ἢ πράξεων. Διαχειροτονία. διάκρισίς τις χειροτονίας ἐν πλήθει γενομένης. οὕτως Δημοσθένης. Διαψήφισις. ἰδίως ἐπὶ τῶν ἐν τοῖς δήμοις ἐξετάσεων, αἳ γίνονται περὶ ἑκάστου τῶν δημοτευομένων· εἰ τῷ ὄντι πολίτης ἐστὶ καὶ δημότης, ἢ ξένος ὢν παραγέγραπται. Διάχυσις. τέρψις, χαρά. Διδαχή. ἡ διδασκαλία. οὕτως Ἡρόδοτος. Διεγγύησιν. κατάστασιν ἐγγυητῶν. οὕτως Δημοσθένης. Διέκδυσιν. διεξέλευσιν. ἢ ἀπόδρασιν. Δίεσις. χώρισμα. Διεκβολάς. τὰς διόδους, τὰς ἐξόδους. Διέκπλοι. τὸ ἐμβάλλειν καὶ διασχίζειν τὴν τῶν ἐναντίων τάξιν, καὶ πάλιν ὑποστρέφειν καὶ αὖθις ἐμβάλλειν. ἀναστροφαὶ δέ εἰσιν αἱ εἰς τοὐπίσω ὑποχωρήσεις. Δίεξιν. διεξέλευσιν. Διέξοδος. ὅθεν τὶς ἐκπορεύεται. καὶ αἱ πνοαὶ καὶ αἱ ἐκκρίσεις διέξοδοι λέγονται. λήθουσι γάρ τοι καὶ ἀνέμων διέξοδοι. καὶ διεξόδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλμοί μου, φησὶν ὁ Δαβὶδ, ἀντὶ τοῦ κρουνηδὸν ἐφέροντο. Διερήν. διΰγρον. Ὀππιανός· —διερούς τε γάμους διεράς τε γενέθλας. Διϊπόλεια. ἑορτὴ ἐπιτελουμένη τῷ Διῒ Πολιαίῳ ἤγουν ἐν τῇ ἀκροπόλει τιμωμένῳ· πόλιν γὰρ τὴν ἀκρόπολιν ἔλεγον. Διϊππασία καὶ ἀνιππασία. τῶν ἵππων ἅμιλλα. Δικαιοσύνη. ἕξις ἀπονεμητικὴ ἴσου καὶ τοῦ κατʼ ἀξίαν. καὶ καθολικὴ ἰσονομία πασῶν τῶν ἀρετῶν. δικαιοσύνη καὶ ἡ τῶν ἐντολῶν πλήρωσις, ὡς τό· οὕτως γὰρ πρέπον ἐστὶ πληρῶσαι πᾶσαν δικαιοσύνην. δικαιοσύνη καὶ ἡ ἀποχὴ τῶν κερδῶν καὶ ἡ τελεία ἀρετὴ καὶ ἡ δικαία αἴτησις. ὡς καὶ ὁ Δαβὶδ φησίν· εἰσάκουσον, κύριε, δικαιοσύνης μου. ἢ δικαιοσύνη ἐστὶν ἐπιστήμη τῶν αἱρετέων καὶ εὐλαβητέων καὶ οὐδετέρων. δικαιοσύνη καὶ ἡ κοινὴ ἀρετή· καὶ ἀντιδιαιρουμένη ταῖς ἄλλαις ἀρεταῖς ὁμωνύμως. διαφέρει δὲ ἀνδρία καὶ δικαιοσύνη· ἡ μὲν γὰρ δύο κακιῶν, θρασύτητος καὶ δειλίας, ἡ δὲ πλεονεξίας καὶ μειονεξίας, ἐξ ὧν ἡ ἀδικία· ἐν γὰρ τούτοις τῇ αἰδικίᾳ τοῦ εἶναι. καὶ περὶ ἄλλα μὲν ἡ ἀνδρία· περὶ γὰρ τὰς τῶν κινδύνων ὑπομονάς· περὶ ἄλλα δὲ ἡ δικαιοσύνη· περὶ γὰρ τὸ ἶσον τότε ἐν διανομῇ καὶ τὸ ἐν τοῖς συναλλάγμασι. Δικαίωσις. κατάκρισις. δικαίωσιν τὴν πρεπωδεστάτην. Λυσίας δὲ ὁ ῥήτωρ δικαιώσεις τὰς δικαιολογίας λέγει. Θουκυδίδης δὲ, τὰς κολάσεις. Δίκη. ἡ ὑπὲρ ἰδιωτικῶν ἀδικημάτων συνισταμένη κατηγορία, καὶ ἧς τὸ τίμημα ὥρισται τοῖς νόμοις. δίκη καὶ ἡ κρίσις καὶ ἡ δικαιοσύνη καὶ ἡ τιμωρία. λέγεται δὲ ἰδίως καὶ ἐπὶ ἰδιωτικῶν ἐγκλημάτων. Δίκης ἀνάκρισις. οὐ πάσας δίκας κελεύουσιν οἱ νόμοι εἰσάγεσθαι· ἀλλʼ ὅταν ὁ φεύγων ἀντιλέγῃ καὶ παραγράφεται λέγων, εἰσαγώγιμον μὴ εἶναι αὐτὴν, πρότερον ἐπὶ τούτῳ γίνεται κρίσις, ἥτις δίκης ἀνάκρισις λέγεται. καὶ δίκην ἀντὶ τοῦ τρόπον. καὶ ὁ μὲν ἐξετρίβη πίτυος δίκην ῥιφεὶς εἰς θάλασσαν. Δικαιάρχεια. ὄνομα πόλεως. δικαιαρχία δὲ ἡ δικαίως ἄρχουσα, ι. Δικαιοδοσία. ἡ εὔλογος ἀφορμὴ, ἡ κατὰ τὸν νόμον. Δίκη. ἡ δικαιοσύνη. δύχη τὶς οὖσα, παρὰ τὸ εἰς δύο χέειν τὰ πράγματα. ἢ παρὰ τὸ δίζω τὸ ζητῶ καὶ ψηλαφῶ, ἡ ζητοῦσα τὸ ἀληθές. ἢ παρὰ τὸ διστάζω· δεῖται γὰρ δισταγμοῦ ἡ ἀπόφασις τοῦ δικαίου. Δίκτη καὶ Δίκτον καὶ Δικταῖον. ὄρος Κρήτης καὶ ἄκρα κειμένη κατὰ τὸ Λιβυκὸν πέλαγος. εἴρηται παρὰ τὸ τίκτω, τίκτα τὶς οὖσα, ἀπὸ τοῦ ἐκεῖ τεχθῆναι τὸν Δία. οἱ δὲ νῆσον φασὶν εἶναι Δίκτην, καὶ ὠνόμασται ἀπὸ τοῦ ἁλιευτικοῦ δικτύου, ἔνθεν καὶ Διὸς ἄγαλμα ἵστατο ἀγένειον. Δικλίς. δίθυρον. δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσ-ώποις. Δικτατωρεία. ἀρχὴ ἀνυπεύθυνος. Δικτυωτή. καγκελλωτὴ, πολύπλοκος. Διλοχία. δύο λόχοι. καὶ ὁ ἡγούμενος αὐτῶν διλοχίης. Δινωτή. περιφερὴς, ἡ ἐοικυῖα δίνῳ, ὅ ἐστι τόρνος. παρὰ τὸ δινοῦσθαι καὶ κυκλοῦσθαι. οἷον· Ἰδομενεὺς, κρύφθη γὰρ ὑπʼ ἀσπίδος πάντος ἐΐσης, Τὴν ἄρʼ ὅγʼ ἐν ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ Δινωτὴν φορέεσκε— καὶ δῖνος εἶδος ὀρχήσεως, καὶ εἶδος ποτηρίου, παρὰ τὸ δινοῦσθαι. λέγεται δὲ καὶ ἀρσενικῶς ὁ δῖνος. καὶ δίνη τὰ ῥεύματα καὶ ἡ συστροφή. Διορία. προθεσμία. διωρία δὲ σημαίνουσα καιρὸν, μέγα. Διοκαισάρεια. ἡ νῦν λεγομένη Ἀναζαρβὰ ἢ Ἀνάζαρβα. πόλις δὲ αὕτη ἐν Κιλικίᾳ. πρότερον δὲ Κύϊνδος ἐλέγετο. Διοκωχή. ἀνακωχὴ χρόνου. καὶ διοκωχὴν αἰτήσασιν ἔδωκε. Διομήδεια. ὄνομα νήσου. Διόπτρα. κάτοπτρον ἢ μηχανικὸν τεχνούργημα, διʼ οὗ οἱ γεωμέτραι ἀπεκρίβουν τὴν τῶν ἐπάλξεων ἐκ διαστήματος ἀναμέτρησιν. Πισίδης· ταῦτα πρὸ πολλοῦ τῇ διόπτρᾳ σου βλέπεις. Διπλοΐς. ἡ χλαμύς. Διπλόη. ἡ ἀπάτη. καὶ ἡ ἔξωθεν ἀρετὴ φαινομένη, ἔσωθεν δὲ γέμουσα κακίας. καὶ οἱ φιλίας μὲν ὑπισχνούμενοι, προϊέμενοι δὲ τὸν φίλον τοῖς πολεμίοις. Πισίδης· ἡ τοῦ χιτῶνος ἐμπεσοῦσα διπλόη. τάττεται δὲ ἡ λέξις ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους. Διποδία. εἶδος ὀρχήσεως. Ἀριστοφάνης· ἵνʼ ἐγὼ διποδιάξω. Δίρκη. ὄνομα πηγῆς. Διφασία. ἡ διλογία. Διφθέρα. ποιμενικὸν περιβόλαιον ἐκ δερμάτων, οἷον γοῦνα ἢ ἄλλό τι. Διφαλαγγία. αἱ δύο φαλαγγαρχίαι, ὅ ἐστιν ἄνδρες ἑκατὸν ἐννενήκοντα δύο καὶ χιλιάδες ὀκτώ. τοῦτο δὲ καὶ μέρος ὑπʼ ἐνίων καλεῖται, ἀλλὰ καὶ κέρας. καὶ ὁ ἡγούμενος κεράρχης. Διφαλαγγία ἀντίστομος. ἥτις ἡγεμόνας μὲν ἔχει τεταγμένους, οὓς μὲν ἐν δεξιᾷ, οὓς δὲ ἐν εὐωνύμοις, τοὺς δὲ οὐραγοὺς ἐν μέσῳ τεταγμένους. Διφρεία. ἡ τοῦ ἅρματος περιφέρεια. Διχόνοια. ἡ διχοστασία. Διχομηνία. ἡ πεντεκαιδεκάτη τῆς σελήνης. μήνη γὰρ ἡ σελήνη. λέγεται καὶ διχόμηνος. Διψάς. εἶδος ὄφεως. ἔστιν ἔχεως ὀλιγοτέρα, ἀποκτεῖναι δὲ ὀξυτέρα· οἱ δὲ δηχθέντες ἐξ αὐτῆς ἐξάπτονται εἰς δίψος, ὥστε ῥήγνυσθαι. λευκὴ δʼ ἔστι καὶ ἔχει ἐν τῇ οὐρᾷ γραμμὰς δύο. πρηστῆρα δὲ αὐτὴν τινὲς καλοῦσι, καύσωνα δὲ ἄλλοι. γίνονται δὲ ἐν Λιβύῃ καὶ Ἀραβίᾳ μᾶλλον. καλοῦσι δὲ αὐτὴν καὶ μελάνουρον καὶ ἀμμοάτιν καὶ κεντρίδα. Διωμοσία καὶ ἀντωμοσία τὸ αὐτὸ δηλοῖ. ἔστι δὲ ὅρκος ἐπὶ τῶν δικαζομένων γινόμενος, τοῦ μὲν ὀμνύοντος, ὅτι παθὼν ἐγκαλεῖ, τοῦ δὲ ἄρα, ὅτι οὐκ ἐποίησε. Διώνη. ἡ Ἀφροδίτη. ἀπὸ τοῦ Διὸς Διώνη, κατʼ ἔκτασιν τοῦ ο εἰς ω. ὅτι αὐτὴ γέγονε πρώτη γαμετὴ τοῦ Διός. ἢ ἀπὸ τοῦ διδῶ Διδώνη, καὶ Διώνη, ἡ διδοῦσα τὰς τῆς γεννήσεως ἡδονάς. Διωρυγὴ καὶ διωρυχή. ἡ διάνοιξις τῶν τοιχῶν ἢ τῶν χωμάτων. Δικαιοσύνη. παρὰ τὸ διχάζειν τὸ ἄδικον ἐκ τοῦ δικαίου, διχαιοσύνη τὶς οὖσα, καὶ κατὰ τροπὴν δικαιοσύνη. Δίψα. ἡ ἐπιθυμία. Διακονίαν. τὴν ἀποστολὴν λέγει ὁ Ἀπόστολος. ἢ κοινοτέρως πᾶσαν πνευματικὴν ἐργασίαν· εἴτε διακονίαν ἐν τῇ διακονίᾳ. — Οὐδέτερον. —Διαβούλια. οἱ διαλογισμοὶ, ἢ τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. Διάγραμμα. τὸ διδόμενον ἐν ταῖς συμμορίαις, ὁπόσον ἕκαστος εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τιμὴν τῆς οὐσίας. διάγραμμα καὶ τὸ μίσθωμα. διέγραφον γὰρ οἱ ἀγορανόμοι, ὅσον ἔδει λαμβάνειν τὴν ἑταίραν, δηλονότι τὴν πόρνην. Διάζωμα. τὸ περὶ τὰ αἰδοῖα σκέπασμα. Διάλειμμα. τὸ διάστημα καὶ διαχώρημα. οἷον· θεὸς ἐν σαρκὶ, οὐκ ἐκ διαλειμμάτων ἐνεργῶν. Διαλείποντα. τὰ διαχωρήματα. φυλακαὶ δὲ ἐπὶ τὰ διαλείποντα τῆς τάφρου ἐτετάχατο. Διάμετρον. τὸ ἀπὸ πέρατος εἰς πέρας κατὰ πλάτος διάστημα. Διαπρύσιον. ἐξάκουστον, μέγα, περιβόητον. παρὰ τὸ πεύθομαι ἐπευθόμην, πύσιον, καὶ πλεονασμῷ τοῦ ρ πρύσιον καὶ διαπρύσιον. ἢ ἀπὸ τοῦ περῶ περάσω, περάσιον καὶ κατὰ συγκοπὴν πράσιον, καὶ τροπῇ πρύσιον. ὡς μάθος, μῦθος. Δίαρμα. κούφισμα. Διαπρεπές. ἐπίσημον. Δίασμα. ἡ πρώτη τοῦ ἱματίου ἐργασία. Καλλίμαχος· εἰ δέ ποτε προφέροιντο διάσματα φάρεος ἀρ-χήν. ἀπὸ τῆς δέσεως τοῦ μερισμοῦ, ἐπεὶ τοὺς στήμονας διαμέσου. δέδασμαι καὶ δάσμα καὶ πλεονασμῷ τοῦ ι δίασμα. ἢ παρὰ τὸ ἄσσω ἆσμα καὶ δίασμα. τοῦτο τὸ ἄσσω γίνεται Αἰολικῶς ἄζω καὶ διάζομαι. οἱ γὰρ Αἰολεῖς τὰ δύο σσ εἰς ζ τρέπουσιν. οὕτω καὶ τὸ μείζων ἀπὸ τοῦ μέγα μέσσων φασὶ καὶ μείζων, καὶ τὸ ὀλίσσων ἀπὸ τοῦ ὀλίγος, ὀλίζων. Διάτορον. ὀξὺ, μεγαλόφωνον. Διάφορα. τὰ ἀναλώματα. οὕτως Θουκυδίδης. Διβίκια. Δίδραγμον. εἰσφορὰ, συντέλεσις. ἔχει ἓξ γράμματα τὸ δίδραγμον. ἢ νόμισμα ἓν ἥμισυ. τοῦτο καὶ σίκλος λέγεται. ἢ πεντάσικλοι. ἤγουν εἴκοσι ὀβολοί. ἢ διακόσιοι ὀβολοί. Διειδές. καθαρὸν, λαμπρόν. Διέδριον. τὸ καθέδριον. ἄραντες αὐτὸν διέδριον κατὰ τοὺς οἴκους εἰσεκόμιζον. Διεντέρευμα. τὸ ἐρώτημα. Διϊπολεία. παρὰ τῷ Διῒ δοτικὸν γίνεται διϊπολεῖον καὶ διϊπολεία. γράφεται δὲ διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν διὰ τοῦ ειον οὐδετέρων μονογενῶν. ἤγουν ἐν τῇ ἀκροπόλει τιμωμένῳ. πόλιν γὰρ τὴν ἀκρόπολιν ἔλεγον. Δίκαιον. τὸ πρὸς ἀξίαν ἑκάστῳ τιμητικόν. Δίκορσον. τὸ δικόρυφον. Δικρανές. τὸ δικέφαλον. Δίκρον καὶ δίκροον. τὸ δίκρανον ξύλον. παρὰ τὸ κόρον, ὃ σημαίνει τὸν κλάδον, ἔνθεν κορυδαλὶς ἡ δάφνη, καὶ κορεῖν τὸ τοῖς κλάδοις σαροῦν. ἐγὼ δὲ νομίζω μᾶλλον παρὰ τὸ κέρας, ὃ δὴ καὶ κέρως, ἵνʼ ᾖ δίκερως καὶ κατὰ μετάθεσιν δίκρεος, καὶ τροπῇ τοῦ ε εἰς ο δίκροος. λέγουσι καὶ δικροῖς, ὅ ἐστι ξύλοις διφυέσι, δικρανίοις. Ἀριστοφάνης· δικροῖς ἐώθουν τὸν θεὸν κεκράγμασι. Δικαιώματα. εὐλόγους ἀφορμάς. ἐάν τε γὰρ νικῶμεν ἡμεῖς, ἕξεις πρὸς ἐμὲ δικαιώματα μεγάλα. δικαιώματα καὶ ὁ νόμος, καὶ αἱ ἐντολαὶ, καὶ τὰ προστάγματα, καὶ τὰ κρίματα. νόμον καλεῖ τὸν ὑπὸ τοῦ θεοῦ διὰ τοῦ Μωσέως διδόμενον. ἐντολὰς καὶ τὰ προστάγματα τῶν αὐτῶν. κρίματα δὲ, ὡς τὰς θείας ψήφους ὑποδεικνύντα καὶ τὰς ἀξίας ἀντιδόσεις τῶν τε ἐννόμως καὶ ἀνόμως βιούντων. μαρτυρία δὲ, ὡς διαμαρτυρούμενον καὶ δεικνύντα, οἵαις τιμωρίαις ὑποβληθήσονται οἱ ταῦτα παραβαίνοντες. ἢ δικαιώματα ὡς δυνάμενα τὸν κατορθοῦντα δικαιοῦν. δικαιώματα καὶ αἱ κατακρίσεις. Δικαιωτήρια. τὰ δικαστήρια καὶ αἱ ἐκεῖθεν κολάσεις. Δικαιώματα. κρίσεις ἀληθιναί. Δικύμα. τὰ διδυματόκα πρόβατα. Δίλημμα. τὸ δισσῶς λαμβανόμενον φρόνημα. καὶ διλήμματον, τὸ διχῶς νοούμενον. Διομήδειον. ἔπος. Δικιδίοις. ταῖς δίκαις, ὑποκοριστικῶς. Δίκτυον. παρὰ τὸ δίκω, τὸ βάλλω, δίκυον καὶ δίκτυον, πλεονασμῷ τοῦ τ. Δίνδυμον. ὄρος Φρυγίας. ἐκλήθη δὲ Δίνδυμον ὡς δύο ἄκρας ἔχον. Διοπετές. ἐξ οὐρανοῦ κατερχόμενον. Δισσὸν καὶ διττόν. τὸ διπλοῦν. Διχοτομήματα. σχίσματα, τμήματα. Διχηλά. οἷον βοῦς, ἔλαφος, δορκάς. οἷς συμβέβηκεν ἐν τοῖς ὀπισθίοις ποσὶν ἀστραγάλους ἔχειν. Δίπαλτον. τὸ δικίνητον. πάλλω γὰρ τὸ κινῶ. Δίψος καὶ δίψα. ἑκατέρως λέγεται, μᾶλλον δὲ τὸ οὐδέτερον. Διωλύγιον. μέγα θρηνητικῶς ἠχοῦν, ἢ τὸ μέγα καὶ ἐπιπολὺ διῆκον. ταῦτα οὐ διωλύγιος φλυαρία. Διώροφον. τὸ δίστεγον. Διάψαλμα. ἢ προσώπου ἐναλλαγὴ ἢ διανοίας μεταβολὴ, ἢ μέλους ὑπαλλαγή. ἔγραψαν δὲ καὶ τὸ διάψαλμα οἱ ἑρμηνεύσαντες τέσσαρες ἄρχοντες, οἱ ἐκλεχθέντες παρὰ τοῦ Δαβὶδ ἐκ τῆς φυλῆς Λευῒ, Ἀσὰφ ὁ υἱὸς Κορὲ, Αἰμὰν, Αἰθὰμ καὶ Διθούμ. τούτοις ἀριθμὸς ᾠδῶν παρακολουθεῖ. ἕκαστος οὖν τούτων, καθὼς εἴρηται, ἵστατο ἐνώπιον τοῦ ἁγιάσματος τοῦ κυρίου, αἰνοῦντες τὸν πάντων δεσπότην, ὃς μὲν κυμβάλοις, ὃς δὲ ψαλτηρίῳ, ὃς δὲ κιννύρᾳ, ὃς δὲ κερατίνῃ, ὃς δὲ κιθάρᾳ, ὧν μέσος ἵστατο ὁ Δαβίδ. ἢ διάψαλμά ἐστι μουσικοῦ μέλους ἢ ῥυθμοῦ τροπῆς γενομένης ἢ διανοίας ἐναλλαγή. κρατῶν ἐπὶ χεῖρας τὸ ψαλτήριον, καὶ ἕκαστος πνεύματι ἁγίῳ κινούμενος ὕμνει τὸν θεὸν, καὶ πάντες συνεπεφώνουν τῷ ψάλλοντι τὸ ἀλληλούϊα. ἢ διάψαλμά ἐστι διδασκαλία τοῦ πνεύματος τῇ ψυχῇ κατὰ τὸ ἀπόῤῥητον γενομένη, τῆς περὶ τὸ νόημα τοῦτο προσοχῆς τὸ συνεχὲς τῆς μελῳδίας περικοπτούσης. ἢ ὅτι προϊούσης κατὰ τὸ ἀκόλουθον τῆς ψαλμῳδίας ἐάν τις ἐγένετο μεταξὺ προφητεύοντος τοῦ Δαβὶδ ἑτέρα τοῦ ἁγίου πνεύματος ἔλλαμψις θεία, καὶ προσθήκη τοῦ κατὰ γνῶσιν χαρίσματος ἐπʼ ὠφελείᾳ τῶν δεχομένων τὴν προφητείαν ἐπέχων τὴν φωνὴν καιρὸν ἐδίδου τῇ διανοίᾳ δέξασθαι τῶν νοημάτων τὴν γνῶσιν, τῶν γινομένων ἐν αὐτῷ παρὰ τῆς θείας ἐλλάμψεως. ἢ διάψαλμά ἐστι μεταξὺ τῆς ψαλμῳδίας δεχομένη κατὰ τὸ ἀθρόον ὑπηρέμησις πρὸς ὑποδοχὴν τοῦ θεόθεν ἐπισκιρνωμένου νοήματος. Διαύλειον. ὅταν ἡσυχίας γενομένης ὁ αὐλητὴς ἄσῃ. Διαφανῆ χιτώνια. οὐ τὰ λαμπρὰ, ἀλλὰ τὰ ἰσχνὰ, διʼ ὧν διαφαίνεται τὰ σώματα τῶν γυναικῶν. καὶ Ἡσαΐας ὁ προφήτης τὰ διαφανῆ Λακωνικά. Διαφόρημα. τὸ παίγνιον. Διηνεκές. τὸ ἡνωμένον καὶ ἀδιάσειστον. παρὰ τὸ ἓν τὸ ἀριθμητικόν. καὶ μετὰ ἐκτάσεως καὶ ἐν συνθέσει διηνεκές. ἢ παρὰ τὸ ἐνέκω, ἐνεκέσω, ἐνεκὲς καὶ διηνεκές. τὸ ἐπίμηκες καὶ ἀδιάλειπτον. Διδασκαλεῖον. ἡ παίδευσις καὶ τὸ σχολεῖον. διδασκάλιον δὲ τὸ μάθημα, ι. Δίπτυχα. τὰ διπλᾶ. Διπτύχια. δύο περιβόλαια ἔχοντα, ὡς τὸ μὲν ὑπεστρῶσθαι, τὸ δὲ ἕτερον ὑποβεβλῆσθαι. Διαφέροντα. τὰ συμφέροντα. παρὰ τῷ Ἀποστόλω· εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα. Δικαιώματα. σύμβολα, θεσμούς. εἶχεν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, ἤτοι θεσμοὺς λατρείας καὶ εὐχῶν. — Ῥῆμα. —Διαβάλλεται. χρῶνται ἐπὶ τοῦ ἐξαπατᾷν. τὸν γὰρ γέροντα διαβαλοῦμαι τήμερον. Διαβάλλειν. παραλογίζεσθαι. Θουκυδίδης. διαβάλλειν τὸ ἐν μέσῳ πέλαγος, καὶ λῃστεύειν τὰς νήσους. καὶ ἀντὶ τοῦ περᾷν. διαβάλλειν τὸν Ὦξον ποταμόν. Διαβούλομαι. ἀναπείσω. οὕτω Θουκυδίδης. Διαβάσης. ἐπελθούσης. Ῥωμαϊκῆς δυνάμεως ἐπʼ αὐτοὺς διαβάσης. Διαξιφίσασθαι. ξίφεσι διαγωνίσασθαι. Διαπιθηκίσαι. τὸ διαπαῖξαι. ἀπὸ τῶν πιθήκων· φιλοπαιγμονέστατον γὰρ τὸ ζῶον. Διασαλακώνισον. διαγαυρίασον. Ἀριστοφάνης· τρυφερόν τι διασαλακώνισον. σαλάκωνας γὰρ ἐκάλουν τοὺς διαθρυπτομένους, ἀπὸ τοῦ σαλοῦσθαι, ὅ ἐστιν ἁβρῶς βαίνειν καὶ οἱονεὶ σείεσθαι, παρὰ τὸν σάλον. Διαῤῥικνοῦσθαι. τὸ τὴν ὀσφὺν φορτικῶς περιάγειν. Κράτης· ξίφιζε καὶ σπάδιζε καὶ διαῤῥίκνου. Διαφυλάξας. διαλαβών. Διασκανδικίσας. σκάνδικας πιπράσκων· σκάνδιξ γὰρ λάχανον. Διαψαίρουσι. διαπνέουσι. ψαίρειν γὰρ τὸ πνεῖν οἱ ναυτικοὶ λέγουσι. Διαλαβών. προκατασχών. ὁ δὲ διαλαβὼν τὰς ὁδοὺς φυλακαῖς. Διαλαγχάνειν. διαμερίζεσθαι, διακληροῦσθαι. Διαλαμβάνει. ὑπονοεῖται. ἡ δὲ εὐμηχάνως διαλαμβάνει. Διαλαμβάνων. ὑπομνηματίζων, συγγράφων. Διαλέγεσθαι. τὸ συνουσιάζειν. Διαλέγουσαν. τὴν οἰκοδομοῦσαν. λέγειν γὰρ τὸ οἰκοδομεῖν. Διαλέγου. διορύττου. οὕτως Θουκυδίδης. Διαλέγοιντο. ὁμιλοῖεν. διαλέγοιντο γυναιξί. καὶ τὸ συνουσιάζειν. Διαλεπτολογοῦμαι. διαλέγομαι. Διαμαρτυρεῖν. τὸ προλέγειν τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπειθείας τὴν ὠφέλειαν. Διαμάρτυραι. βεβαίωσαι. Διαμαρτύρομαί σοι. ἀντὶ τοῦ βεβαιώσω. ἐπὶ μέλλοντος μέγα, ἐπὶ δὲ τοῦ ἐνεστῶτος μικρὸν, ὡς τό· ἄκουσον λαός μου καὶ λαλήσω σοι Ἰσραὴλ καὶ διαμαρτύρομαί σοι. Διαμαρτυρομένους. προλέγοντας, ἀποτρέποντας. ἀπέστειλαν πρεσβευτὰς διαμαρτυρομένους μήτε τὴν πόλιν αἰκίζειν. Διαμαρτύρασθαι. βεβαιῶσαι. ἐβουλήθησαν δὲ καὶ διαμαρτύρασθαι τοιοῦτον τρόπον τινά. Διαμέλλει. ἀναβολῇ χρῆται. καὶ μὴ πάνυ πιστεύσας διημέλλησεν. Διαμησάμενος. διορύξας. διαμησάμενος πᾶσαν τὴν τοῦ Ὀλύμπου ἄμμον. Διαμῆσαι. διακόψαι. Διαμοιρωμένη. διαιροῦσα καὶ μερίζουσα. ἢ τὰς μοίρας μεμφομένη. Διαμυδαίνεται. ἀντὶ τοῦ πηδᾷ. καὶ διαῤῥεῖ καὶ διηθεῖ. Διανενεύκαμεν. ἀντὶ τοῦ ἐπεραιώθημεν. Διανεῦσαι. διακολυμβῆσαι. διανεῦσαι ἐθελήσαντες ἐβαπτίζοντο ὑπὸ τῆς πανοπλίας. Διαξαίνειν. διαμαστίζειν, ἀναιρεῖν, διακόπτειν. καὶ ἔμελλεν ὁ δῆμος διαξαίνειν αὐτόν. Διαξείνω. διαλύω. ἐπὶ ταῖς ἀρχαῖς διαξείνω. τῶν γὰρ ἐρίων οἱ μαλλοὶ ἔχουσι τὰς κορυφὰς καὶ τὰς ἀρχὰς πεπιλημένας. Διαπαρθενεῦσαι. μιγῆναι παρθένῳ. Διαπατταλευθήσῃ χαμαί. τὸ διερευνᾷν καὶ ζητεῖν ἐπιμελῶς. ἀπὸ τῶν τὰς βύρσας διατεινόντων. ἢ ἀντὶ τοῦ ἐκταθήσῃ. Διαπεπατταλευμένα. διεσφηκωμένα· ὥστε μήτε πάτταλον διεῖραί που διὰ πυκνότητα. δύναται δὲ εἶναι ἀπὸ τῶν τοίχων τῶν μηκέτι πασσάλῳ τόπον ἐχόντων. Διαπεπονημένης. κατορθωθείσης. Διαπεράναντες. διακεντήσαντες. Διαπεσούσης. ἀποτυχούσης. καὶ διαπεσούσης καὶ συντελεσθείσης τῆς ἐπιβουλῆς. Διαπέσοιμι. ἀντὶ τοῦ διαμαρτήσαιμι τῆς ἐλπίδος. Διαπηνηκίσαι. ἐξαπατῆσαι. πηνήκην γὰρ οἱ ἀρχαῖοι Ἀττικοὶ τὴν τῶν τριχῶν περιθέτην ἔλεγον. καὶ τὸ φενακίσαι τινὲς λέγουσι ἀπὸ τούτου εἰρῆσθαι. Διαπλέκειν. διαποικίλλειν. διάγειν. διαπονεῖν, ἀσκεῖσθαι. Διαπραξάμενον ἐλευθερίαν. κατασκευασάμενον. Διαπρέπειν. διαφαίνεσθαι, διαφέρειν. Διαρτῆσαι. τὸ ἐξαπατῆσαι. οὕτως Μένανδρος. Διαρτίσαι δὲ, τὸ ἀναπλάσαι, ι. Διαρτῶ. κρεμῶ. Διαρτίζεται. ὁρμᾷ. Διασαφηνίζειν. τὸ τῇ γλώσσῃ ἀκριβοῦν. Διασήθειν. διαξύειν, ἀπαλείφειν, παράπτεσθαι, ἢ τὸ κοσκινίζειν. Διασμώμενος. ἐρευνῶν. Διασπαθᾷν. ἀφειδῶς δαπανᾷν. Διαστελλόμενος. διαχωριζόμενος. Διαστῆσαι. ἀντὶ τοῦ διαταράξαι καὶ οἷον ἀδύνατον ποιῆσαι. Διαστήτην. διεχωρίσθησαν. δεύτερος ἀόριστος τῶν εἰς μι ἐστὶ καὶ τὸ τρίτον τῶν δυϊκῶν, ἔστην καὶ διαστήτην. Ὅμηρος· ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην—. Διαταφρεύει. διασκάπτει. Διατρέχοντες. οἱ διάττοντες ἀστέρες. οἱ ἀποσπινθηρίζοντες. Διατοιχεῖ. ἀντὶ τοῦ ποτὲ μὲν ἐπὶ τοῦ δεξιοῦ τοῦ τοίχου τοῦ πλοίου, ποτὲ δὲ ἐπὶ τοῦ ἀριστεροῦ γίνεται. Διατυπῶν. ἐπὶ τὸ βέλτιον διατιθέμενος. διατυπῶν τὸ ἀτύπωτον καὶ μεταπλάττων πρὸς εὐσχημοσύνην τὸ ἄτακτον. Διαυλίζων. βαθύνων, ἢ μηκύνων. Διαυλωνίζειν. τὸ διὰ στενοῦ ῥεῖν. Διαυχενίζεσθαι. ὑψοῦ αὐχένα ἔχειν. καὶ διαυχενίζεσθαι πρὸς τὸ ἀγέρωχον ταῖς μελέταις ἐξεκάλει. Δινεύεσθαι. κύκλῳ πέτεσθαι. Διαφέρεσθαι. ἐρίζειν, φιλονεικεῖν. οἰηθεῖσα οἱ διαφέρεσθαι προσπαίζεσθαι ἄλλως. Διαφέρων. παρασκευάζων. παρέργως τὰ πρότερα τὸν πόλεμον διαφέρων Ἰουστινιανός. Διαφερόντων. ἀντὶ τοῦ ἐπιλέκτων. καὶ πλῆθος ἀνθρώπων διαφερόντων εἰς αὐτὸν ἠθροῖσθαι. Διαφερούσῃ. πληθυούσῃ. ὁ δὲ ἐστρατοπέδευσε ἐν χώρᾳ πάντα τὰ γενήματα διαφερούσῃ. Διαφεῖναι. διαλῦσαι. Διαφείς. ἀντὶ τοῦ ἀπολύσας, ὁρίσας ὁ δὲ διαφεὶς τοὺς ἡγεμόνας ἐκίνει τὴν πρωτοπορείαν. Διακρίνων. ἐξετάζων, ἐννοῶν. καὶ ὁ Ἀπόστολος· μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου. Διεκρίνομεν. κατεγινώσκομεν. εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Διαταγείς. διακομισθεὶς καὶ ἐπιταγείς. ὁ Ἀπόστολος· διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου. τουτέστι διὰ μέσων ἀγγέλων. Διαῤῥήδην. φανερῶς. Διαρκεῖ. δαψιλῶς, ἀρκούντως. Διαβραχέος. ἐνσυντόμως. βραχέως δὲ, μέγα. Διακενῆς. ματαίας· ἄνευ τινὸς προφάσεως. Διακριδόν. διακεχωρισμένως. Διαμπερές. διαμπὰξ, διόλου. παρὰ τὸ πέρας, καὶ διαπέρας, καὶ πλεονασμῷ τοῦ μ καὶ μεταθέσει τοῦ α εἰς ε διαμπερές. τουτέστι τὸ ἀπαρχῆς μέχρι τέλους. καὶ ἐπὶ οὐδετέρου γράφεται. Διαμπάξ. διόλου. Διακεκρυμένως. διακεχωρισμένως. Διαφερόντως. ἐξαιρετέως. Διαφανῶς. σαφῶς ἢ συμφώνως. Διεσμιλευμένος. ἠκριβωμένος. Διαφορηθῶ. διασπασθῶ. καὶ διαφορηθῆναι. Διαφορήσει. διάφορος γένηται. Διαφορουμένης. διασπωμένης. διαφορουμένης τῆς κρόκης ὑπὸ τῶν ἀλεκτρυόνων. Ἀῤῥιανός· τοὺς ἵππους ἀνασοβηθέντας διαφορῆσαι αὐτόν. Διαφρήσετε. διαφορήσετε, διαπέμψετε. Διαφρυκτοῦν. διαψηφίζειν, ἢ διακληροῦν. τὸν γὰρ κύαμον ἐκάλουν φρυκτόν. εἴρηται ἀπὸ τῶν κυάμων, διʼ ὧν τὸ παλαιὸν ἐψηφίζοντο. ὕστερον γὰρ ψήφοις ἐχρήσαντο. Διαφημίζω. ἀεὶ ..... Διαφθονούμενος. ὁ δὲ διαφθονούμενος Ζήνωνι, ἐν ἡσυχίᾳ ἔμενε. Διαψαλάττεσθαι. τὸ διαστέλλεσθαι εἰς ἔρευναν. τὸ γὰρ ἀψάλακτον, ἄθικτον. οὕτως Κράτης. Διαψᾷν. διορύττειν, διασκαλεύειν. κελεῦσαι πάντας διαψᾷν τὴν ἄμμον, καὶ ποιεῖν βοθύνους εὐμεγέθεις. καὶ διαψᾷν ἀντὶ τοῦ ὁμαλίζειν. Διαψεύδονται. ἐκπίπτουσιν, ἀποτυγχάνουσι. διὸ τοῦ μὲν καλοῦ διαψεύδονται. Διαψαίρουσα. Τιμόθεος τὴν ἐκλυομένην καὶ καταῤῥέουσαν. σημαίνει δὲ τὴν ἠρεμαίαν κίνησιν. Εὐριπίδης ἐπὶ τοῦ καθαίρειν κέχρηται τῇ λέξει, οἷον· γλώσσῃ διαψαίρουσα μυκτήρων τόπους. Διαρθρουμένων. ὅ ἐστι διατρανουμένων. Διακωδωνισθέντες. ἤτοι διαφημισθέντες. ὡς ἐπὶ τὸ πλεῖστον δὲ λέγεται ἐπὶ τῶν διαπαιζομένων. τέτακται καὶ ἐπὶ τοῦ διαπειρασθέντες. οὕτως Λυσίας ὁ ῥήτωρ. ἀπὸ δὲ τῶν ἵππων μετενήνεκται. εἰώθεισαν γὰρ οὕτω δοκιμάζειν τοὺς γενναίους ἵππους, εἰ μὴ καταπλήσσονται τὸν ἐν πολέμῳ θόρυβον, τοὺς κώδωνας ψοφοῦντες. Διαπορθμεύειν. διακομίζειν. Διαβιβάζειν. διαπερᾷν. Διαφέρει. ὑπερέχει. Διαφερόμενος. ἀμφιβάλλων. Διαθήσει. τιμωρήσεται, κολάσει. Διακρούεσθαι. ἐξωθεῖν ἢ ὑπερτίθεσθαι. Διατείνεσθαι. φιλονεικεῖν. ἢ διαβεβαιοῦσθαι. Διάττουσι. διατρέχουσιν. ἄττω γὰρ τὸ ὁρμῶ. Διαττᾷν. σημαίνει ἡ λέξις διασήθειν. γέγονεν ἀπὸ τοῦ σῶ ῥήματος, ἔνθεν καὶ τὸ σήθω, ὡς ἀπὸ τοῦ κνῶ, κνήθω, καὶ νῶ, νήθω. διασσᾷν οὖν ἦν. καὶ διαττᾷν ἀττικῶς. Διακυκῶσι. διαταράττουσι. Διανηξάμενοι. κολυμβήσαντες. Διαμαρτεῖν. ἀποτυχεῖν. Διαπληκτίζονται. διαμάχονται. Διαστείχοντας. διαπορευομένους. Διαφωνοῦντας. μὴ συμφωνοῦντας. Διαῤῥεῖν. χαυνοῦσθαι, διαχεῖσθαι. Διαθέειν. διατρέχειν. Διανεῖμαι. διαμερίσαι, διαδοῦναι. Διαπεράνας. τελειώσας. Διαπυνθάνεται. ἐρωτᾷ. Διαπείρεται. κεντᾶται, σουβλίζεται. Διακομισθῆναι. διαβασταχθῆναι. Διαδράναι. διαφυγεῖν. Διασκίδναται. σκορπίζεται, διασκεδάζεται. Διακορίζεσθαι. τὸ ἀγεννῶς βλέπειν. παρὰ τὸ διάγειν τὰς κόρας τῶν ὀφθαλμῶν, καὶ μὴ ἐπʼ εὐθείας βλέπειν. ἢ τὸ ἀτενῶς βλέπειν, διὰ τὸ τοὺς ὀφθαλμοὺς κόρας λέγεσθαι. Διακρινθεῖτε. ἀπὸ τοῦ διακρινθείημεν, διακρινθεῖμεν, διακρινθείητε, διακρινθεῖτε. Διαβιασάμενος. παραναγκασθείς. Διαγεγονότος. παρελθόντος. Διαγράψαντος. τινὲς μὲν ἀντὶ τοῦ καταβαλόντος καὶ καταθέντος· ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν ἐν τῇ συνηθείᾳ. Διαγράψασθαι. ἀντὶ τοῦ ἀνελέσθαι τὸ ἔγκλημα. καὶ διαγράφω σε, αἰτιατικῇ. Διάκρινε. ἀντὶ τοῦ διαχώρισον. ἀπόκριναι δὲ διφθόγγως. Διαμάρτωμεν. διαμαρτύρομαι, μικρόν. Διάνειμαι. δίφθογγον. Διάνεμε. ψιλόν. Διαπρήσει. περᾷ, ἢ καύσει. Διατερσαίνω. ξηραίνω. Διαρύττειν. διαρύειν, ἀντλεῖν. καὶ ἀρύτειν διʼ ἑνὸς τ. Διασαυλούμενος. ἁβρυνόμενος καὶ διαθρυπτόμενος. ὁρῶ γὰρ ὡς ὄμφακα σαυλούμενον. παρὰ τὸ σαῦλον τὸν τρυφερὸν καὶ γαῦρον. Σιμωνίδης ἐν ἰάμβοις· καὶ σαῦλα βαίνων ἵππος καὶ κορωνίτης. Διαγέγραπται. κατέξυσται, ἀνῄρηται. ἀπὸ τῆς γραμματαίας δέλτου, ὅπου αἱ δίκαι ἀνεγράφοντο καὶ εἰσαγωγαὶ τῶν δικῶν. Ἀριστοφάνης· ἥδομαι, ὅτι πεντετάλαντός μοι διαγέγραπται δίκη. Διαγγελλομένους. παρακελευομένους, φανερουμένους. Ξενοφῶν· ἐγίνωσκον αὐτοὺς ἀπιέναι βουλομένους καὶ διαγγελλομένους. Διαγκωνισάμενος. ἐπʼ ἀγκῶνος καθίσας. Διαγορεύων. ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ συλλέγων. οὕτως Ἰσαῖος. Διαγωνίσαντες. εὐλαβηθέντες· διενθυμηθέντες. Διαδιδράσκει. διαφεύγει. Διαζηλοτυπούμενοι. φθονερῶς διακείμενοι. Διαείδεται. γνωρίζεται, φαίνεται ἢ λέγεται. ἀείδω γὰρ τὸ λέγω. Διαδικασάμενος. ὀνειδίσας, διελέγξας. ὃς διαδικασάμενος αὐτῷ περὶ ἀποστασίας ἀπέκτεινεν αὐτοῦ τοὺς παῖδας. Διαμάρτῃ. ἀποτύχῃ. Διασείει. ταράσσει, διαπαίζει. Διαβαίνει. διαπερᾷ. κυρίως δὲ ἐπὶ περαιώσεως ποταμῶν λέγεται. Διαστέλλειν. ἀντὶ τοῦ ἀποστέλλειν. οἷον· ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλέα. Διαχειρίζεται. φονεύει. Διαγορεύει. ἀναγγέλλει, θεσπίζει. Διαῤῥυῆναι. διαφθαρῆναι. Διακρίνεται. ἀμφιβάλλει, ἀπιστεῖ. Διατμῆξαι. διατεμεῖν, διακόψαι. Διαπρυσίας. λαμπρῶς καὶ περιφανῶς. Διαπραθέειν, διαπραθεῖν. ἀντὶ τοῦ πορθεῖν, ὡς φαγέειν, φαγεῖν. τοῦτο δὲ ἀπὸ τοῦ πέρθω τὸ πορθῶ. οἷον· ἐκπέρσαι Πριάμοιο πόλιν— ὁ δεύτερος ἀόριστος ἔπραθον, οἷον· διαπραθέειν τόδε ἄστυ. Διαφρῶ. διακομίζω. καὶ εἰσιέναι καὶ ἀφιέναι ποιῶ. εἴρηται παρὰ τὸ ὧ τὸ ἀφίημι, ὅπερ καὶ ἀφῶ λέγομεν, καὶ προῶ, καὶ κατὰ συγκοπὴν πρῶ, κατὰ δευτέραν σύνθεσιν διαφρῶ καὶ εἰσφρῶ. Ἀριστοφάνης· τῶν μηρίων τὴν κνίσσην οὐ διαφρήσεται— γέγονε δὲ ἡ τροπὴ τῆς προ, ὡς ἐν τῷ προοίμιον, φροίμιον, καὶ προυρὸς, φρουρός. Διαπτάντος. πετασθέντος. Διαρθροῦν. χωρίζειν. ἀπὸ τῶν ἐν ἡμῖν ἄρθρων ἡ μεταφορὰ τῶν τὰς ἁρμονίας χωριζόντων. Διαβασιλίζεται. τῆς βασιλείας ἀντιποιεῖται. Διαβάσκει. περιέρχεται, περιέπει. Διαβησείοντας. ἐρωτικῶς ἔχοντας διαβῆναι. ὁ δὲ πύργους ἐποίησεν ἀπερύκειν τοὺς Ῥωμαίους διαβησείοντας. Διαήσει. διαπέμψει. Διάησι. διέρχεται. οὕτως Ἡσίοδος. Διαθέσθαι. ἀποδόσθαι. ὁ δὲ Ἀντιφῶν ἀντὶ τοῦ διοικῆσαι. ὁ δὲ Ὑπερίδης καὶ Δημοσθένης ἀντὶ τοῦ συνθέσθαι. Διακέρσαι. διακόψαι. Διακλιμακίσας. διαπαλαίσας. καὶ κλιμακισμὸς πάλαισμα ποιόν. Διακαυνιάσαι. κληρῶσαι. καῦνος γὰρ ὁ κλῆρος. Διαμυλλαίνειν. Ἀριστοφάνης τὸ διαμωκᾶσθαι τοῖς χείλεσιν, ἢ τὸ ἐσθίειν καὶ διαστρέφειν τὰ χείλη. ἀπὸ τῶν μύλων. μύλα γὰρ τὰ χείλη. καὶ μύσταξ. Διαιρεῖται. διαμερίζεται. Διαίνεσθαι. βρέχεσθαι. διαίνω γὰρ τὸ βρέχω καὶ ὑγραίνω, οἷον· —δίαινε δέ μιν μέλαν ὕδωρ. παρὰ τὸν Δία. κυρίως γὰρ τὸ ἐκ Διὸς βρέχεσθαι. Διὸς, δίω καὶ διαίνω, ὡς μείω, μειαίνω, δρῶ, δραίνω. Διαμυδῶντες. διαβρέχοντες. Διδάξομαι. ἀντὶ τοῦ διδαχθήσομαι. Διδαξάμενος. τελέσας τὶ ὑπὲρ ἑτέρου διδασκάλῳ. Δίδημι. δεσμεύω. Διδάσκω. δαίω τὸ ἐπίσταμαι, ἐξ οὗ ῥηματικὸν ὄνομα δαίμων, ὁ ἐν γνώσει πάντων τυγχάνων. κατὰ ἀφαίρεσιν τοῦ δ αἴμων, οἷον· —αἴμονα θήρης. ὡς ἀπὸ τοῦ διωγμὸς ἰωγμός. ὁ μέλλων αἴσω καὶ πλεονασμῷ τοῦ δ δαίσκω, ὡς μεθύω, μεθύσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν διδάσκω, ὡς τρώσω, τρώσκω, τιτρώσκω. ὁ δὲ Ἡρωδιανὸς καὶ Χρύσιππος παρὰ τὸ ἀσκεῖν τὸ σημαῖνον τὸ διδάσκω, καὶ πλεονασμῷ τοῦ δ διδάσκω. Δίδη. ἀπὸ τοῦ δέω, διδῶ, δίδημι. ὁ παρατατικὸς ἐδίδην. δίδη μόσχοισι. Διδοῦσιν. ὅτι οἱ μάλα πολλὰ διδοῦσιν. προπερισπωμένως ἐκ τοῦ διδῶ. Διδώσομεν. οἷον· αὐτὰρ καὶ δῶρα διδώσομεν— οὕτω Ζηνόβιος. Δίε. ὁ δεύτερος ἀόριστος ἐκ τοῦ δίω τὸ φοβοῦμαι. οἷον· βῆ γὰρ διὰ προμάχων· παρὰ γὰρ δίε ποι-μένα λαῶν, μήτι πάθῃ—. Διέγνωκα. κέκρικα. Διεδοιδύκισε. τῇ χειρὶ στρογγύλην διέγραψεν αὐτὴν, ποιήσας ὡς δοίδυκα. Διεσκαριφησάμεθα. διελύσαμεν. σκάριφον γάρ ἐστι τὸ κάρφος καὶ τὸ φρύγανον. εὐδιάλυτα γὰρ τὰ τοιαῦτα. ἢ σκαριφήσασθαι ἐστὶ τὸ ἐπισεσυρμένως τὶ ποιεῖν, καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν. Διεθρόησαν. διελάλησαν, διεθορύβησαν. Θουκυδίδης· οἱ δὲ πρέσβεις τῶν Ἀθηναίων διεθρόησαν. Διεκδύς. ὑπεξελθὼν, ἐκφυγών. Διεκορκορύγησε. κορκορυγεῖν λέγουσι τὸ λαλεῖν τὴν γαστέρα. ἐμιμήσατο δὲ τῇ φωνῇ τῶν ἐντέρων τὸν ἦχον. Ἀριστοφάνης· —καὶ κλόνος αὐτὴν ἐξαίφνης διεκορκορύ-γησεν. Διεκοσμήθησαν. διεταράχθησαν. Διεκπέσαντες. διεκδραμόντες. Διέκυψαν. χόρτῳ παραπλησίως ἀπὸ τῆς γῆς διακύψαντες ἤνθησαν. Διεμπολᾷν. τὰ πρὸς πραγματείαν ἐπιτήδεια ἀγοράζειν. Διενέγκαντες. ὑπερενέγκαντες. Διενεγκεῖν. ἀγαγεῖν. Διεξάγοντας. διοικοῦντας. μεθυσκομένους καὶ ῥαδίως διεξάγοντας τὰ κατὰ τὴν φυλακήν. Διεξέπεσε. διήλασε, διῆλθε, διέκφυγε. τὰ γὰρ ὅπλα ἀνελόμενος, διεξέπεσε διὰ τῶν πολεμίων. Διέξειν. ὑπάρξειν. οὕτω γὰρ διέξειν τὰς χεῖρας καὶ φροντιεῖν τοῦ μηδὲν ἀδίκημα ποιήσειν τὸν Προυσίαν εἰς ἑαυτούς. Διεξιφίσω. ξίφεσι διεμαχέσω καὶ διηγωνίσω. Διέπτυξε. διεσαφήνισε. Διεργάζεται. ἀναιρεῖ, κτείνει. Ἰώσηπος· πλήξας δὲ αὐτὸν κάτωθεν ἐπὶ τὸν βουβῶνα δόρατι παραχρῆμα διεργάζεται. Διέῤῥει. δύο σημαίνει, τὸ διεφθείρετο καὶ ἀντὶ τοῦ ἐπεφήμιστο. διέῤῥει δὲ φήμη λέγουσα εὐπατρίδην αὐτὸν εἶναι. Διεῤῥικνοῦντο. διεκαμπυλοῦντο. Διεῤῥυηκόσιν. ὅ ἐστι κεχηνόσι καὶ οὐ συνεστραμμένοις. ἠλίθιον ἐφθέγξω καὶ τοῖς χείλεσι διεῤῥυηκόσι. Διεσαρδώνισαν. διεγέλασαν. οὐκ ἐπὶ διαχύσει, ἀλλʼ οἱονεὶ σαρδώνιον γέλωτα. Διεσκευασμένην. μετὰ δόλου γεγραμμένην. δόντες ἐπιστολὴν διεσκευασμένην. Διεσκίασται. ἀποκέκρυπται. Διεσπευσάμην. ἀντὶ τοῦ διὰ σπουδῆς ἐποιησάμην, ἢ ἀντὶ τοῦ διεπραξάμην. Διέστειλεν. ἀντὶ τοῦ οὐκ ἀναμφιβόλως ἐχρήσατο τοῖς λόγοις. περὶ Μωσέως δέ ἐστι. Δαβίδ· καὶ διέστειλεν ἐν τοῖς χείλεσιν. Διεσφαιρίσθη. ὥσπερ σφαίρη κατηνέχθη. Διέσχε. διῆλθεν. Ἀῤῥιανός· οἱ μὲν γὰρ διέσχον τὴν φάλαγγα. ἀντὶ τοῦ διεχώρισαν. Διέτεινε. διαῤῥήδην εἶπε. Διετείνοντο. Ἀντιφῶν· διὰ συντόνου σπουδῆς ἀπηρνήσαντο. Διετίτρη. ἐξέκοπτε. διετίτρη τὰς πρύμνας καὶ τὰ πηδάλια τῶν Λιβύων. Διευθετῶ. τὸ καλῶς τίθεμαι καὶ διοικῶ. ἐπὶ τῶν πραγμάτων δὲ λέγεται. ἐπὶ δὲ τριχῶν εὐθετίζω. Διευθετίζειν. καλλωπίζεσθαι. ἢ διαχωρίζειν. τοῦτο ἐπὶ τριχός. Διευφημῶ. διαφημίζω δέ. Διέφερον. ἀντὶ τοῦ διήνυον ἢ ὑπέμενον ἢ ἐπιμελῶς ἐξήνυον. οἱ δὲ Ἀθηναῖοι τὸν πόλεμον διέφερον. οὕτως Θουκυδίδης. καὶ διέφερον ἀντὶ τοῦ εἶχον ἢ ἐνεκότουν. οἱ δὲ Κελτοὶ εἰς Ῥωμαίους τὶ μήνυμα ἐκ πολλοῦ διέφερον. Διευκρινούμενοι. διακρίνοντες. Διευκρινήσας. καλῶς διαχωρίσας. τοὺς ἀλικμωτάτους τοῦ πλήθους διευκρινήσας. Διευκρινηθέν. σαφηνισθέν. ἢ τὴν δέουσαν δοκιμασίαν δοκιμασθέν. Διευκρινηθείη εὖ. εὐδιορίστως καὶ σαφῶς διατρανωθείη. Διεφθαρμένος. τοῦ δέοντος παρατραπεὶς τὸν νοῦν. ἤδη γὰρ Ἀντώνιος τῷ Κλεοπάτρας ἔρωτι διεφθαρμένος ἥττων ἦν ἐν πᾶσι τῆς ἐπιθυμίας. Διέφθορεν. οὐ τὸ διέφθαρται δηλοῖ παρὰ Ἀττικοῖς, ἀλλὰ τὸ διέφθαρκεν. Εὔπολις· ὃς τὸν νεανίσκων συνὼν διέφθορε— καὶ ἐν Αὐτολύκῳ· ὅτι τὰ πατρῷα πρὸς σὲ καταδιέφθορα. ὅμοιον γάρ ἐστι τὸ διέφθορε τῷ κατέσπορε καὶ ἀπέκτονεν. Διεφορήθη. ἀντὶ τοῦ ἐξηνέχθη, ἐξεκομίσθη. χρημάτων δὲ ἄπιστον πλῆθος διεφορήθη. Διεφόρησαν. μετεκόμισαν. τὰς δὲ καταλειφθείσας ἐν τῷ χάρακι κατασκευὰς, πολλαὶ δʼ ἦσαν ὡς ἐς χρόνιον πολιορκίαν, διεφόρησαν. Διέπερσας. διεπόρθησας. Διέχουσαν. ἀπῳκισμένην οὖσαν. εἰς Σελεύκειαν πόλιν ἐπὶ θαλασσίας ἀφίκετο Ἀντιοχείας, ἑκατὸν καὶ τριάκοντα σταδίους διέχουσαν. Δίεπε. διέτασσε, διέδωκεν, ἢ διεκόσμει. Δίεσθαι. οἷον· —δηΐους ποτὶ ἄστυ δίεσθαι. ἡ παράδοσις προπαροξύνει, ὡς ἀπὸ τοῦ δίω τοῦ σημαίνοντος τὸ διώκω γίνεται παράγωγον δίημι, ὁ ἐνεστὼς παθητικὸς δίεμαι, τὸ τρίτον δίεται, καὶ τὸ ἀπαρέμφατον δίεσθαι. οἷον· αἶψα δʼ ἐρυσάμενος μέγα φάσγανον ὦρτο δίεσθαι. Διέτμαγε. διεχώρισεν. οἷον· τώγʼ ὡς βουλεύσαντε διέτμαγεν— ἡ μεταφορὰ ἀπὸ τῶν τεμνομένων σωμάτων. ἔστι δὲ τὸ θέμα τμήγω τὸ κόπτω, ὁ μέλλων τμήξω, ὁ μέσος παρακείμενος τέτμηγα, ὁ δεύτερος ἀόριστος παθητικὸς ἐτμάγην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν δωρικῶς ἔτμαγε καὶ ἐν συνθέσει διέτμαγε. Διεσκευασμένοι. ἔνοπλοι, ξιφήρεις. Διέλειπε. δίφθογγον. διελίμπανε δὲ ἐπὶ παρατατικοῦ, ι. διέλιπε δὲ ἀντὶ τοῦ ἀφῆκε, δεύτερος ἀόριστος, ι. Διεξίμεναι. διελθεῖν, καὶ διεξιέναι, πλεονασμῷ τοῦ μ. Διενήνοχε. παραλλάττει, διαφέρει. εἴρηται ὡς τὸ ἀγήοχε. Διελών. διαμερίσας. καὶ διελέσθαι. Διέπει. διοικεῖ. Διεχεῖτο. ἔχαιρε· διεχέετο. Διεπεραίνετο. διηνύετο. Διέθει. διέτρεχεν, ἢ διήρχετο. Διεξιών. λέγων, διηγούμενος. Διεψεύσθη. ἐσφάλη. Διελευσόμεθα. παρελευσόμεθα. Διεβοήθη. διεδόθη, διελαλήθη. Διέστη. διεχωρίσθη. Διεσάφησαν. ἡρμήνευσαν. Διεπρίοντο. πικρῶς ἐθυμοῦντο καὶ ὠργίζοντο. Διεκωδώνισεν. ἀπὸ τῶν δοκιμαζόντων τοὺς μαχίμους ὄρτυγας τῷ ἤχῳ τοῦ κώδωνος. Διεπράθημεν. ἀπὸ τοῦ πέρθω τὸ πορθῶ. Διεθρύβη. διετρίβη. διεθρύβη τὰ ὄρη βίᾳ. Διεσκέδασαν. ἀπέῤῥιψαν, ἐσκόρπισαν. Διεσμιλευμένων. ἠκριβωμένων, ἐξεσμένων, περικεκαθαρμένων. Διεστραμμένων. διεχωρισμένων. Διεῖσα. λάμπουσα. οὕτως ὁ μέγας Διονύσιος. Δίεισι. διέρχεται. Δίειμι. διέρχομαι. Δίζω. τὸ ψηλαφῶ καὶ ζητῶ. καὶ δίζομαι. —διζόμενος, εἴπου ἐφεύροι. παρὰ τὸ δὶς ἐπίῤῥημα, ἀφʼ οὗ διστάζω, ὡς καὶ ἀπὸ τοῦ δοιὸς δοιάζω καὶ δοιὴ, ὁ δισταγμὸς, οἷον· ἐν δοιῇ μάλα θυμός— καὶ ὀρθῶς τὸ δίζω παρὰ τὸ δίς· ὁ γὰρ ζητῶν ἐν διχονοίᾳ ἐστὶ ὧν ζητεῖ· ὁ γὰρ εἰδὼς οὐ διχονοεῖ, ἀλλʼ ἁπλῇ χρῆται γνώμῃ. Διηγκυλωμένον. τὸ ἀκόντιον τὶ μεταχειριζόμενον. ἀντὶ τοῦ ἐν μασχάλῃ κρατῶν τὸ δόρυ. Ξενοφῶν· ὁ δὲ πᾶσι παρήγγειλε διηγκυλωμένους ἰέναι. Διήλλαξεν. ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτησεν, ἢ ἀντὶ τοῦ ἤμειψε. Διήνεγκαν. ὑπέμειναν. Προκόπιος· οἳ τὰ πρότερα τὴν ἐς Δάρας μάχην διήνεγκαν. καὶ αὖθις· ἐπʼ ἐννέα διήνεγκε τὴν πολιορκίαν ἔτη. Διηνέχθη. οὐ συνεφώνησεν, ἐμαχέσατο. Διήρεσσα. ἀπὸ τοῦ ἐρέσσω, τὸ κωπηλατῶ. Διήφυσε. διέκοψεν. ἀπὸ τοῦ διαφύσσειν, ἢ ἀπὸ τοῦ ἀφύσσεσθαι, ὅ ἐστιν ἀπαντλεῖν· ὁ γὰρ ἀντλῶν διακόπτει τὸ ἀντλούμενον. Διήλασε. διῆλθε, διεπέρασεν. Διημέρευσε. πᾶσαν ἐποίησε τὴν ἡμέραν. Διηθεῖται. διϋλίζεται, σακελλίζεται. παρὰ τὴν διὰ πρόθεσιν καὶ τὸ θέω τὸ τρέχω, διαθέω. τὸ τρίτον τῶν πληθυντικῶν διαθέεται, διαθεῖται, καὶ τροπῇ τοῦ α εἰς η διηθεῖται. Διηρτίσθαι. πεπλάσθαι. Διήρκεσε. διέμεινε, παρέμεινε. Διήρηκεν. ἔκοψε. Διήκειν. διέρχεσθαι. Διῆκον. φθάνον, ἐπεκτεινόμενον. Διΐχθαι. διέρχεσθαι. Διϊσθμήσαντα. τὸν Ἰσθμὸν διαβιβάσαντα. παρεκάλει αὐτὸν βοηθεῖν τοὺς λέμβους διϊσθμήσαντα. Διϊσθμονίσαι. τὸ διὰ τοῦ Ἰσθμοῦ ἕλκειν τὴν ναῦν, ὅπερ ἐποίουν ἐν τῷ Ἰσθμῷ οἱ Κορίνθιοι. Διΐσχω σου. τὸ κρατῶ καὶ ἄρχω σου. Διΐεται. διέρχεται. Διΐσταται. διαχωρίζεται. Διιθύνων. κυβερνῶν. Δικαιοῦν. δύο δηλοῖ· τὸ κολάζειν καὶ τὸ δίκαιον νομίζειν. οὕτως Ἡρόδοτος· τοῖς αὐτοῖς ἀμύνεσθαι τοὺς Σκύθας δικαιῶν. Δικαιοῦσαν. καταδικάζουσαν. Δικαιοῦσθαι. ἐπὶ τοῦ κολάσαι. ὅθεν λέγομεν τὰ ἐκεῖθεν δικαιωτήρια. Δίκερε. λύε. Δικοῤῥαφεῖν. δίκας συῤῥάπτειν· ἐν τοῖς δικαστηρίοις ἀναστρέφεσθαι. Διολισθαίνω καὶ διολισθεῖν. ἐκφυγεῖν. ὥστε τοὺς χρήστας διολισθεῖν. Διοπομπεῖσθαι. ἀποτροπιάζεσθαι καὶ ἀποκαθαίρεσθαι. Διόρυξας. διὰ τὸ μέτρον μικρὸν τίθεται, ὅταν ἡ χρεία καλεῖ, ἄλλως δὲ μέγα. Διοιγνύντες. ἀνοίγοντες. Διοικιεῖν. ἀντὶ τοῦ διαιρήσειν. ὥστε μὴ ἐν ταυτῷ πάντας οἰκεῖν, ἀλλὰ χωρὶς καὶ κατὰ μόνας. Διοικίζω. τὸ διαχωρίζω. καὶ διοικίζεσθαι τὸ διαχωρίζεσθαι. Διοικῶ. τὸ τελειῶ. Διοίσασα. διαπεράσασα. Διοίσει. παραλλάξει ἢ διακομίσει. Διορίζεται. διαβεβαιοῦται. Διοριστέον. διαχωριστέον. Διολλύει. διαφθείρει. Διοιδαίνει. φλεγμαίνει. Διοίσομαι. διαφέρομαι. παραλλάξομαι. Διορίζοντος. ὅρους τιθέντος. Δισκεύων. ἐκδεχόμενος, ἢ κυλίων. Διστάζει. ἀμφιβάλλει, ἢ φοβεῖται. Διϋλισθέν. σακελλισθέν. Διχηλοῦντα. τὰ ἔχοντα δύο ὄνυχας, οἷον· βοῦς, ἔλαφος, καὶ εἴτι ὅμοιον. Διχαζούσης. κλινούσης. ἤδη δὲ τοῦ καύματος ἀκμάζοντος καὶ διχαζούσης τῆς ἡμέρας. Διφῶ. τὸ ψηλαφῶ. παρὰ τὸ ἅπτω, ἁφὴ, ἁφῶ καὶ διαφῶ, καὶ κατὰ συγκοπὴν διφῶ. τὸ τῇ ἁφῇ ὑποβάλλω. τὸ δὲ ἁφῶ Ὅμηρος· —καὶ ἀγκύλα τόξʼ ἁφόωντα. ἐκ δὲ τοῦ ἁφῶ γίνεται ἁφάσσω, ὡς αἱμῶ αἱμάσσω, καὶ πατῶ πατάσσω. Διψῶ. τὸ ἐπιθυμῶ. καὶ τῷ οἴακι τῷ ἐκείνου διψῶν. καὶ διψᾶτε ἀντὶ τοῦ ἐπιθυμεῖτε. καὶ διψῴης εὐκτικόν. Διῳδηκότα. ἐξωγκωμένον. Δίωκε. ζήλου. ἐπιτήδευε. δίωκε ἀρετήν. Διώκειν. εἰς ἀγορὰν ἄγειν. τοῦτο λέγει, ὅταν προϋποφύγῃ τίς. τάττεται δὲ καὶ ἐπὶ τοῦ συντόνως ἐλαύνειν. Διωκόμεθα. ἀντὶ τοῦ κατηγορούμεθα. Διώκειν. ἐπὶ τοῦ ἐπιθυμεῖν καὶ ὀρέγεσθαι. διώκειν γὰρ φαμὲν ἀρετήν. καὶ ἐπὶ τοῦ διελθεῖν. αἱ δὲ νῆες ἐς φυγὴν καταστᾶσαι πολλοὺς μετεδίωξαν τόπους. Διῳκισμένος. κεχωρισμένος. Διωσάμενοι. ἐκβαλόντες, ἀποδιώξαντες. Διωρίζετο. διεβεβαιοῦτο. Διῶνται. διώκονται. ἔστι ῥῆμα διῶ, παράγωγον δίημι, ἐξ οὗ δίενται, οἷον· δίενται ἵπποι ἀερσίποδες. καὶ τὸ ὑποτακτικὸν ἐὰν διῶνται, καὶ τὸ τρίτον διῶνται. Διακρίνων. ἐξετάζων, ἐννοῶν. καὶ ὁ Ἀπόστολος· μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου. Διεκρίνομεν. κατεγινώσκομεν. εἰ γὰρ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Διαταγείς. διακομισθεὶς καὶ ἐπιταγείς. ὁ Ἀπόστολος· διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου. τουτέστι διὰ μέσων ἀγγέλων. — Ἐπίῤῥημα. —Διαῤῥήδην. φανερῶς. Διαρκῶς. δαψιλῶς, ἀρκούντως. Διαβραχέος. ἐνσυντόμως. βραχέως δὲ, μέγα. Διακενῆς. ματαίως, ἄνευ τινὸς προφάσεως. Διακεκριμένως. διακεχωρισμένως. Διακριδόν. διακεχωρισμένως. Διαμπερές. διαμπὰξ, διόλου. παρὰ τὸ πέρας διαμπέρας, κατὰ πλεονασμὸν τοῦ μ καὶ μεταθέσει Ἰωνικῇ τοῦ α εἰς ε διαμπερές· τουτέστι τὸ ἀπʼ ἀρχῆς μέχρι τέλους. καὶ ἐπὶ οὐδετέρου γράφεται. Διαμπάξ. διόλου. Διαφερόντως. ἐξαιρέτως. Διαφανῶς. σαφῶς ἢ συμφώνως. Διεσμιλευμένως. ἠκριβωμένως, ἐξεσμένως. Διεξοδικῶς. πλατέως, λεπτομερῶς καὶ διεξοδικώτερον. Δικαίως ἀδίκως. παντὶ τρόπῳ, πάσῃ τέχνῃ. Δικανικῶς. δικαιολογικῶς, ῥητορικῶς. Δὶς καὶ τρίς. ἀπὸ τοῦ δυάκις καὶ τριάκις. καὶ λέγουσι τινές· δύο συλλαβῶν ἐγένετο συγκοπή. καὶ πῶς δύναται τρισύλλαβος δύο συλλαβὰς ἐκκεκόφθαι πρὸ τούτου; λέγομεν, ὅτι ἀπὸ τοῦ δυάκις καὶ τριάκις ἆρον τὸ α καὶ κ, καὶ κατὰ συνίζησιν δὶς καὶ τρίς. οὕτως Ἡρωδιανός. Δίχα. ἀντὶ τοῦ διχῶς. τὸ αὐτὸ γὰρ καὶ δίχα. παρὰ τὸ δὶς ἐπίῤῥημα διχῆ καὶ διχά. ὡς τριχῶς τριχῆ. καὶ ἀπὸ τοῦ διχὰ γίνεται διχθά. Διαῤῥήδην. φανερῶς. παρὰ τὸ ῥῶ τὸ λέγω, ῥάδην καὶ διαῤῥήδην. Τὸ Δ μετὰ τοῦ Μ. — Ἀρσενικόν. —Δμῶες. οἱ δοῦλοι. παρὰ τὸν δημήσω μέλλοντα κατὰ ἀποβολὴν τοῦ ω γίνεται δμὴς καὶ τροπῇ τοῦ η εἰς ω δμώς· ὡς ἀρήγω, ἀρηγὸς, ῥήξω, ῥηγμὸς καὶ ῥαγμός. — Θηλυκόν. —Δμῆσις. ἡ δάμασις. Δμωΐς. ἡ δούλη. — Ῥῆμα. —Δμηθέντα. δαμασθέντα. Δημκότες. δαμάσαντες. Δμηθήτω. πρᾶος καὶ ἐπιεικὴς γενέσθω. ἀπὸ τοῦ δαμάζω κατὰ συγκοπὴν δμῶ. ἀδάμαστος γὰρ ὁ ὑποταγῆναι μὴ δυνάμενος. Τὸ Δ μετὰ τοῦ Ν. — Ἀρσενικόν. —Δνοφερός. σκοτεινός. μέλας. παρὰ τὸ γνόφος γνοφερὸς καὶ δνοφερός. ἢ παρὰ τὸ κνόφος κνοφερὸς καὶ δνοφερός. — Θηλυκόν. —Δνοπάλιξις. ἡ διὰ τῶν χειρῶν κίνησις, καὶ ἐκτίναξις. ἀνὴρ δʼ ἄνδρʼ ἐδνοπάλιξε. τουτέστι διὰ χειρὸς εἶχεν ἢ ἀνῄρει. Δνοπαλίζειν. ἐχρήσατο ἐν τῇ Ὀδυσσείᾳ τῇ λέξει ὁ Ὅμηρος, οἷον· τὰ σὰ ῥάκεα δνοπαλίξεις. ἀντὶ τοῦ διὰ χειρὸς ἕξεις. εἴρηται παρὰ τὸ δονεῖν καὶ τὰς παλάμας. δονοπαλίξαι καὶ ἐν συγκοπῇ δνοπαλίξαι. ἢ παρὰ τὸ ἀλαπάζω ἀλαπαδνὸς γίνεται λαπαδνὸς, καὶ καθʼ ὑπέρθεσιν τῶν στοιχείων τῆς τε ἀρχούσης καὶ τῆς ληγούσης γίνεται δνοπαλὸς καὶ δνοπαλίζω. ἢ δνοπαλίζω τὸ ἀναιρῶ. ἢ διωλύγιος φλυαρία. Τὸ Δ μετὰ τοῦ Ο. — Ἀρσενικόν. —Δοθιῆνι. σκορόδῳ ἠμφιεσμένῳ ἔοικεν. Δοθίων. φῦμα φλυκταίνῃ ἐοικός. ἔχουσα δοθίωνα ὑποφυόμενον ἄρτι. Δοκησίσοφος. ὁ οἰηματίας. Δοκησίφρων. μωρόσοφος. Δοκιμαστῆρες. οἱ ἐτασταί. Δόλωνες. τὰ μεγάλα ἄρμενα. Δόλοψ. κατάσκοπος. Δόλοπες. ἔθνος Θετταλικόν. Δόλος. κακοποιΐα λαθραία ἐν προσωποποιήσει τῶν βελτιόνων τῷ πλησίον προσφερομένη. εἴρηται δὲ δόλος παρὰ τὸ δέω τὸ δεσμεύω, ὁ συνδῶν τοὺς ἁλισκομένους. καὶ Ὅμηρος· ἀλλὰ σφῶε δόλος καὶ δεσμὸς ἐρύξει. καὶ ὡς χέω χόλος, θέω θόλος, οὕτως δέω δόλος. ἢ παρὰ τὸ δηλῶ τὸ βλάπτω, δῆλος, ὁ δηλούμενος καὶ βλάπτων, καὶ τροπῇ τοῦ η εἰς ο δόλος. Δόλιχος. τὸ ἱπποδρόμιον. στάδιον δὲ ὁ ὀρθὸς δρόμος. Δολιχαδρόμον. οὐ δολιχοδρόμον. χαίρουσι γὰρ τῷ α οἱ Ἀττικοί. Δολομῆτα. δόλια βουλευόμενε. τὰ εἰς ης βαρύτονα παραλήγοντα καὶ εἰς α τὴν κλητικὴν ἔχοντα, περισπᾶται, οἷον· ἀγκυλομῆτα, πεδῆτα, δολομῆτα, πλὴν τοῦ ἀκάκτα. Δομεστίκοι. οἱ τῶν Ῥωμαίων ἱππεῖς. ἢ κατὰ Ῥωμαίους οἰκειακοὶ στρατιῶται. Δόμος. παρὰ τὸ δέμω δόμος, ὡς νέμω νόμος. Δόνος. ἡ ταραχή. Δόνακες. οἱ κάλαμοι. Δορπηστός. δείπνου ὥρα. καὶ δόρπιστος διὰ τοῦ ι. Δόρπος. ὁ δεῖπνος. κυρίως ἡ περὶ τὴν ἑσπέραν ἑστίασις. παρὰ τὸ ἕρπειν ἡμᾶς εἰς τὸ ἰαύειν, ὅ ἐστι κοιμᾶσθαι ἢ κοιμηθῆναι. οὕτως Ὦρος ὁ Μιλήσιος. ἢ δόρπος, ὅτι ἐπὶ δερμάτων καθεζόμενοι ἐσιτοῦντο. ἢ παρὰ τὸ δρέπεσθαι τοῖς ὀδοῦσιν. ἐγὼ δὲ εὗρον σχόλιον παρακείμενον ἐν βῆτα Ἰλιάδος· δόρπον εἰρῆσθαι παρὰ τὸ οἱονεὶ παύεσθαι τηνικαῦτα τοὺς πολεμοῦντας τοῦ δόρατος, ὅ ἐστι τοῦ πολέμου, καὶ ἡσυχάζειν. ἢ παρὰ τὸ δρέπεσθαι τοὺς πόνους. Δορυμήστωρ. ἔμπειρος τὰ πολεμικά. Δορυάλωτος. αἰχμάλωτος. ὁ διὰ τοῦ δόρατος ἁλωτός. Δορυφόρος. ὁπλοφόρος, ὑπασπιστής. Δορύκτητος. ὁ αἰχμάλωτος, ὁ κτητὸς γεγονὼς διὰ τοῦ δόρατος. Δορύκλειτον. ἔνδοξον. Δόριλλος. τὸ γυναικεῖον αἰδοῖον. Δουλιχόδειρος ἢ δολιχόδειρος. ὁ μακροτράχηλος. δειρὴ γὰρ ὁ τράχηλος, καὶ δολιχὸν τὸ μακρόν. Δοῦπος. ψόφος, κτύπος. καὶ δοῦπος θάνατος μετὰ ψόφου. οἱονεὶ δέους ὄπα ἔχων. ἢ ὁ δέος ἐμποιῶν. ὠνοματοπεποίηται δὲ ἡ λέξις. ἐξ οὗ καὶ τό· δούπησεν δὲ πεσών——. Δοῦλος. ὄργανον ἔμψυχον παρὰ τὴν δύην, τὴν κακοπάθειαν. ἢ παρὰ τὸ δέω τὸ δεσμεύω δέελος καὶ δοῦλος. ἢ παρὰ τὸ δέω τὸ ἐλλείπω, δέος καὶ δοῦλος, ὁ ἐλλείπων τῇ ἀρετῇ, ὡς φησὶν ὁ ποιητής· Ἥμισυ γὰρ τῆς ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς Ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἄλοισιν. Δούρειος ἵππος. ξύλινος. Δουρίληπτος. ὁ αἰχμάλωτος, ὁ ληπτὸς καὶ κρατητὸς διὰ τοῦ δόρατος. Δοῖδυξ. κοχλιάριον. παρὰ τὸ δαδύσσω τὸ ταράσσω. καὶ δοιδυκοποιός. Δοιοί. ἀντὶ τοῦ δύο. ὡς τό· Δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔ-δει—. Δοκίας. ἔστιν ἀστροειδὴς κοντὸς ἤγουν δοκὸς, τὴν πυρώδη ἐπὶ τὰ ἄνω ἐκπέμπων ἀκτῖνα. Δόκιμον. οἷον ἀνεπίληπτον. καὶ ὁ Ἀπόστολος· τὸν δόκιμον ἐν Χριστῷ. — Θηλυκόν. —Δόβηρα. ὄνομα πόλεως. Δοιαί. αἱ δύο. Δόκησις. τὸ μὴ ὂν νομιζόμενον. Δόκησις ἀληθείας. περιφραστικῶς ἡ ἀλήθεια. Δοκίδες. ἄστρων ὀνόματα. Δοκός. τὸ τὴν στέγην ἀνέχον ξύλον ἢ πατερόν. παρὰ τὸ δέχω, δέχομαι, δοκός· ἡ δεχομένη τὰ ἐπιτιθέμενα βάρη. Δολιχαύλους. τὰς μακροὺς αὐλοὺς ἐχούσας. αὐλὸς δὲ τὸ κοῖλον τῆς ἐπιδορατίδος, εἰς ὃ ἐντίθεται τὸ ἄκρον ξύλον· αὐτὸ δὲ τὸ ξύλον καυλὸς λέγεται. Δόλιχος. τὸ ἱπποδρόμιον. ἔστι δὲ ὁ δόλιχος εἴκοσι στάδια. γράφεται καὶ ὁ δόλιχος ἐπὶ ἀρσενικοῦ. Δολώνεια. ὄνομα πόλεως. Δόμησις. ἡ οἰκοδομή. Δόξα. ὁ περὶ πολλῶν ἔπαινος. δόξα καὶ ἡ ὑπόνοια. διττή ἐστιν ἡ δόξα· ἢ γὰρ μετὰ λόγου ἐστὶ ἢ ἄνευ λόγου. καὶ ἄνευ λόγου ἐστὶν, ὡς ὅταν τὶς τὴν λογικὴν ψυχὴν δοξάζῃ ἀθάνατον εἶναι, μὴ λέγων αἰτίαν. μετὰ λόγου δὲ, ὡς ὅταν τὶς τὴν λογικὴν ψυχὴν δοξάζῃ ἀθάνατον εἶναι, λέγων αἰτίαν. καὶ ἰστέον, ὅτι δόξα μετὰ λόγου ἐστὶ τὸ συμπέρασμα τῆς προτάσεως. λέγω δὴ τό· ψυχὴ ἀθάνατός ἐστι· τοῦτο γὰρ ὅλαι αἱ προτάσεις συνεπέραιναν. διὸ καὶ δόξα μετὰ λόγου λέγεται. ἢ δόξα ἐστὶ γνῶσις κατὰ περάτωσιν διανοίας ἐπιγινομένη, ἢ ἀποπεράτωσις τῆς διανοίας ἢ ἄλλου ἢ αὐτοῦ δοξάζοντος. οἷον ἐδόξασεν ὁ δεῖνα, ὅτι ὁ οὐρανὸς τῆς γῆς ἐστὶ μείζων· ἄλλος, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι· δοξάζω κᾀγὼ τοῦτο διὰ τὸ τῶν προσώπων ἀξιόπιστον. πάλιν δοξάζω κᾀγὼ, ὅτι ἡ ψυχὴ ἀεικίνητός ἐστι· τὸ δὲ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. ἐνταῦθα γὰρ ἀποπεράτωσις γέγονε τῆς ἐμῆς διανοίας. τινὲς δὲ δόξαν τὸν ἐνδιάθετον λόγον ἐκάλεσαν. Δόξα ἐστὶ τὸ τοιῶσδε ἢ τοιῶσδε δοκεῖν. δόξη καὶ ἡ κοσμικὴ φαντασία. Δόξα δὲ ἡ ὄντως ἐστὶν ἔπαινός τις ἀληθὴς καὶ ἄπλαστος τοῖς ἀξίοις πρέπων. Δόξα δικαίου. τὸ ἐν αὐτῷ πνεῦμα. ἢ δύναμις ψυχῆς ἢ ἄνευ αἰτίας τὰ πράγματα. Δοξασίας. ὑπολήψεως. Δόξα. τὸ λογικὸν καὶ γνωστικὸν μέρος τῆς ψυχῆς. Δορά. δέρμα. κυρίως τὸ ἀποσεσυρμένον δέρμα τῶν ἀλόγων. παρὰ τὸ δέρω τὸ ἐκδείρω. ἐπὶ δὲ τῶν λοιπῶν ζώων παρὰ τὸ τέρμα εἶναι τοῦ σώματος. Δορκαλίδες. ὄργανον κολαστικόν τι. ἢ μάστιγες ἀπὸ ἱμάντων δορκάδων. Δοροδόκος. τὸ ξύλον τὸ ὑποδεχόμενον τὸν ὄροφον. Δοροδόκης. ξιφοθήκης τῆς τὰ δόρατα ὑποδεχομένης. Δορκάς. ὡς παρὰ τὸ λάμπω λαμπὰς, οὕτω καὶ παρὰ τὸ δέρκω δορκάς· ὀξυδερκὲς γὰρ τὸ ζῶον. Δορπωρή. ἡ ἑσπερινὴ τροφὴ καὶ ὁ δεῖπνος. Δοχή. τὸ ἄριστον. Δοχμή. ἡ παλαιστή· ὅ ἐστι τετραδάκτυλον τῆς χειρός. Ἀριστοφάνης· καὶ πρὶν ἡμέραν φορέσαι μεῖζον ἦν δυοῖν δοχμαῖν. παρὰ τὸ δέχω γίνεται δοχμὴ, τὸ δεκτὸν μέρος τῆς χειρὸς, διʼ ἧς δεχόμεθα τὰ διδόμενα. ἢ παρὰ τὸ δοχμός· ἐπειδὴ πλαγίᾳ τῇ χειρὶ μετροῦμεν. Δόλον. τὰς ἐπὶ λύμῃ τῶν ἀδελφῶν ἐπιβουλάς τε καὶ μηχανὰς, φησὶν ὁ Ἀπόστολος. Δουλεία. δουλείας τρόποι· ὁ τῆς δημιουργίας· ὁ τῆς πίστεως· ὁ ἀποστολῆς. καὶ ὁ Ἀπόστολος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπόστολος. — Οὐδέτερον. —Δόγμα. θεολογία. παρὰ τὸ δοκῶ, δόκημα, καὶ κατὰ συγκοπὴν δόγμα. ἢ παρὰ τὸ δόκω βαρύτονον. ὁ μέλλων δόξω, δέδογμαι, δόγμα. Δολιχόσκιον. μακρὸν ἢ μέγα ἢ τὸ μακρὰν σκιὰν ἀποτελοῦν ἢ μακρὰν πορευόμενον. Δόκανα. τάφοι τινὲς ἐν Λακεδαιμονίᾳ. παρὰ τὸ δέξασθαι τοὺς Τυνδαρίδας. Δόματα. τὰ δωρήματα. δώματα δὲ, τὰ οἰκήματα, μέγα. Δόμημα. τὸ οἰκοδόμημα. ἐκ τοῦ δέμω, δεμῶ, τὸ κτίζω. Δοξάριον. ἡ δόξα, ὑποκοριστικῶς. Δόρατα. κοντάρια, λογχάρια. Δορύκτητον. τὸ διὰ πολέμου κτηθέν. Δορυλάειον, Δορύλειον, καὶ Δορύλαιον. τόπος. Δόρει. κονταρίῳ. ἰστέον, ὅτι ὥσπερ ἀπὸ τοῦ γῆρας γίνεται γήρως, καὶ ἀπὸ τοῦ δέρας δέρος, οὕτως καὶ ἀπὸ τοῦ δόρυ δόρατος γίνεται δόρος· κᾀκεῖθεν ἡ δοτικὴ δόρει· ὥσπερ τεῖχος, τείχει· τὸ δέ, —δουρὶ δὲ ξυστῷ μέμῃνεν Αἴας. ἀπὸ τῆς δορὸς γενικῆς. Δόρυ. καὶ τὸ ξύλον καὶ τὸ ἀκόντιον. τὸ ξύλον μὲν, ὡς παρʼ Ἡσιόδῳ· —ἕκαστον δὲ, δούρα θʼ ἁμάξης. τὸ ἀκόντιον δέ· εὖ μέν τις δόρυ θηξάσθω— εἴρηται ἀπὸ τῆς δρυὸς, δρυόν τι ὂν, ἐπὶ παντὸς ξύλου λεγόμενον παρὰ τοῖς παλαιοῖς. ἢ δαίρω, ὃ σημαίνει τὸ λεπίζω. τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα. ἢ θόρυ τὶ ὂν τὸ ἐκ τῆς γῆς ἀνατρέχον. ὡς καὶ ὁ ποιητὴς λέγει· ἐπεὶ οὔπω τοῖον ἐλήλυθεν ἐκ δόρυ γῆς. Δορύκνιον. γράφεται καὶ δορίχνιον. ἔστι δὲ πόα τίς. πινόμενον γὰρ ὑπάρχει τῶν θανασίμων. ἔστι δὲ κατὰ τὴν ὀσμὴν καὶ τὴν γεῦσιν γάλακτι παραπλήσιον. ὅθεν δυσδιάκριτον τῷ πίνοντι διὰ τὸ εἶναι γάλακτι παραπλήσιον. Δημοφῶν δὲ ἐτυμολογεῖ αὐτὸ οὕτως κεκλῆσθαι, διὰ τὸ δόρατι ἶσον εἶναι κατὰ τὴν ἀναίρεσιν. Δοῦρα. πλοῖα ἢ ξύλα τὰ εἰς τὸν πύργον. Δουρηνεκές. ὅσον δόρατος βολή. ὅσον δόρυ διατεῖναι, ἢ μῆκος δόρατος. Δουροδόκον. τὸν δεχόμενον τὰ δόρατα. Δούλιον ἦμαρ. ἡ τῆς αἰχμαλωσίας ἡμέρα. δούλειος δὲ ζυγὸς, δίφθογγον. Δόχμιον. πλάγιον. Δόγμα. ἔννοια παρὰ θεοῦ ἀψευδής. ἢ δόξης πρότασις καὶ ἀνατροπὴ ἑτέρου, καὶ διʼ ἀμφοτέρων ἀληθείας διάγνωσις. ἢ ζήτησις περὶ πίστεως καὶ ἀκριβοῦς ζητήσεως ἀψευδὴς διάγνωσις. Δοιά. ἀντὶ τοῦ δύο. Ἡσίοδος· δοιὰ θέσθαι ἄροτρα πονησάμενος— Δοιάντιον. πεδίον. ἀπὸ τοῦ Δοίαντος ἥρωος. Δόμω. τὸ δῶρον. παρὰ τὸ δίδωμι, δώσω, δέδωκα, δέδομαι, καὶ ἐξ αὐτοῦ δόμα. — Ῥῆμα. —Δογματίζει. θεολογεῖ. Δοιάσατο. ἐνεδοίασε. λαμβάνεται καὶ ἐπὶ τοῦ ἔδοξε καὶ ἐνόμισε. κυρίως δὲ τὸ μιᾷ γνώμῃ μὴ ἑστάναι. οὐκ ἀπὸ τοῦ δοσσῶ δὲ εἴρηται, ὡς φασὶ τινὲς, ἐπειδὴ ἔδοξα ὤφειλεν εἶναι ὁ ἀόριστος· ἀλλὰ παρὰ τὸ δοιὰς δοιάζω, ὡς ἵππος ἱππάζω, ὁ μέλλων δοιάσω, καὶ ἐδοιασάμην, ἐδοιάσατο, καὶ πλεονασμῷ τοῦ ς Αἰολικῶς ἐδοιάσσατο, ὡς τὸ ἔσεται ἔσσεται, καὶ ἀποβολῇ τοῦ ι δοάσσατο. ἄλλοι δὲ ἀπὸ τοῦ δοκῶ, δοκάζω, δοκάσσατο καὶ ἀποβολῇ τοῦ κ δοάσσατο. οὕτως οἱ μὲν, ἔλλειψιν τοῦ ις, οἱ δὲ, τοῦ ι. ἵνα μὴ παρʼ ἄλλου ὡς καινὸν ἀκούσῃς. οὕτως Ἡρωδιανός. Δουλαγωγῶ. ἀντὶ τοῦ ὡς δοῦλον ἀφηνιάζοντα ἀποστέλλω. ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ. Δοίη. παράσχοι. οὐχὶ ἐν τῷ ω δώη. Δοιάζω. τὸ διστάζω. παρὰ τὸ δοιὸς δοιάζω. ὡς ἵππος ἱππάζω, λίθος λιθάζω. Δοῖεν. παράσχοιεν. εὐκτικὸν, δεύτερος ἀόριστος τῶν εἰς μ τρίτου προσώπου τῶν πληθυντικῶν. Δοκεῖ. νομίζει, οἴεται. Δοκεύει. ἐπιτηρεῖ. ἀπὸ τοῦ δόκω βαρύτονον, δοκεύω παράγωγον. Δοκιμάζεις. κρίνεις. καὶ δοκιμάσας. Δοκοῦντες. ἀρέσκοντες. Δοκιμασθείς. εἰς ἄνδρας ἐγγραφείς. οὕτως Δημοσθένης. Δοκιμασθείσαις. κριθείσαις. βεβαιωθείσαις. Δοιδυκίζω. τὸ ταράσσω. ἢ στρογγύλην ἐποίησεν ὡς δοίδυκα. Δολοφρονέων. δόλια φρονῶν. Δολιχεύουσι. περιοδεύουσι. δολιχεύσας πολλάκις πολλοὺς πλοῦς περιβάλλεται πλοῦτον εὖ μάλα ἁδρόν. Δόμεναι. δοῦναι. πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι— ἔστι δίδωμι, ὁ δεύτερος ἀόριστος ἐδίδων, ἡ μετοχὴ ὁ δοὺς, τοῦ δόντος, καὶ τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου δοῦναι. εἰώθασι δὲ οἱ Δωριεῖς ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων τοῦ ἀορίστου προστιθέναι τὴν μεν συλλαβήν. καὶ εἰ μὲν ὦσι δύο φωνήεντα, τὸ ἓν ἀποβάλλουσιν, οἷον· δοῦναι, δόμεναι, θεῖναι, θέμεναι, εἶναι, ἔμμεναι, πλεονασμῷ τοῦ ἑτέρου μ. εἰ δὲ ἓν φωνῆεν, φυλάσσουσιν αὐτὸ, οἷον· στῆναι, στήμεναι, βῆναι, βήμεναι. Δονεῖ. ταράσσει. Δοξάσαι. ὑπονοῆσαι, εἰκάσαι. Ἀριστοφάνης· δοξάσαι ἐστὶ κόραι· τὸ δʼ ἐτήτυμον οὐκ ἔχω εἰπεῖν. Δοξούμενοι. ἤτοι δοξάζοντες. Δορπῆσαι. ἑσπερινὸν δεῖπνον δειπνῆσαι. Δορυφορεῖ. τιμὴν περιποιεῖται. Δόσκον. ἐδίδουν. παρʼ Αἰολεῦσι. —καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον. Δουλεύσατε. πᾶσαν ἐντολὴν ἀποπληρώσατε. Δούπησεν. ἔπεσεν, ὥστε ψόφον ἀποτελέσαι. Δοάζω. τὸ ἀμφιβάλλω καὶ δοκῶ. ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι. ἐκ τοῦ δοάσσω Δωρικῇ τροπῇ τῶν δύο ς εἰς ζω δοάζω, ὡς νίσσω, νίζω, δοάζω καὶ δοιάζω πλεονασμῷ τοῦ ι. Τὸ Δ μετὰ τοῦ Ρ. — Ἀρσενικόν. —Δρασμός. ἡ φυγή. Δραστήριος. ἐνεργὸς, ἐργατικὸς, πρακτικὸς, σπουδαῖος ἢ περίεργος. Δραπέτης. φυγάς. παρὰ τὸ δρῶ τὸ ὑπηρετῶ, ἐξ οὗ γέγονε δραπέτης, ἀπὸ τοῦ δρῶ τὸ φεύγω, ὅθεν καὶ ἀπέδρα. ὁ μέλλων δράσω. καὶ μετὰ τοῦ πετῶ, τὸ ἀφίπταμαι, γέγονε δραπέτης, ὁ ἀποπτὰς τῆς ὑπηρεσίας. Δράος καὶ Σάος. ποταμοὶ παραλαμβάνοντες τὴν δευτέραν Παιονίαν, οἳ εἰς τὸν ποταμὸν Ἴστρον καταφέρονται. Δρατοί. οἱ ὀφθαλμοί. παρὰ τὸ δρῶ τὸ βλέπω. Δρῆσται. οἱ οἰκέται. Δρύμνιος. ὁ Ζεύς. Δρῆσος. κύριον. Δριμύς. ὁ ὀξύς. Δρομοκήρυκες. οἱ ἀγγελιοφόροι. οὕτως Δίων. οἱ ἐπισπούδως πεμπόμενοι, ἢ οἱ ἡμεροδρόμοι. Δρόμος. τὸ γυμνάσιον κατὰ Κρῆτας. δρόμῳ δʼ ἰσῶσαι τῇ φύσει τὰ πράγματα νίκης ἔχων, ἐξῆλθε πάντιμον γέρας. Δρύϊνος. ξύλινος, καὶ ὡς ἄν τις εἴποι λίθινος. Δρυφάκτους. ξυλίνους θώρακας ἢ τοὺς νῦν καγκέλλους καλουμένους. ἢ τὰ διαφράγματα ἢ τὰ περιτειχίσματα. εἰρῆσθαι δὲ κυρίως πάντα τὰ ἀπὸ ξύλου γινόμενα. δρυόφακτος τὶς ὢν ὁ ἐκ δρυῶν φραγμός. πάλαι γὰρ πάντα τὰ ξύλα δρῦας ἐκάλουν, καὶ δρυμόν. ἢ παρὰ τὴν δρῦν καὶ τὸ πακτῶσαι, ὅ ἐστι πῆξαι, δρύπακτος καὶ δρύφακτος. οἷον· καθύπερθεν ἐπήδων τοὺς δρυφάκτους. Δρυμός. τόπος σύμφυτος καὶ σύνδενδρος. Δρυπέτης. ὁ πέπειρος καρπὸς τῶν δένδρων. γράφεται καὶ δρυπέπης. Δρυΐδαι. οἱ φιλόσοφοι παρὰ Γαλάταις. Δρύοπες. ἔθνος. Δρύοχοι. πάτταλοι οἱ ἐντιθέμενοι ναυπηγουμένης νηός. καταχρηστικῶς δὲ τὰ προοίμια. Ἀριστοφάνης· Ἀγάθων ἄρχεται δρυόχους τιθέναι δράματος ἀρχάς. ἢ δρυόχους τὰς πελέκεις. οἱ μὲν κρίκους ἀκούουσι τινὰς μεγάλους ἐπʼ ὀβελίσκων κειμένους, οὓς καταπήγνυσθαι εἰς τὴν γῆν, ὥστε διʼ αὐτῶν τοξεύειν. ἄμεινον δὲ, ἐφʼ ὧν ἡ τρόπις ἐρείδεται. Δρῦς. τὸ δρύϊνον δένδρον. τὸ δρῦς δὲ βραχύ. Δρυαχαρνεῖς. οἱ ἀναίσθητοι. ἐκωμῳδοῦντο γὰρ οἱ Ἀχαρνεῖς ἄγριοι καὶ σκληροί. Δρώπαξ. ὁ κεκαλλωπισμένος ἀνήρ. Δρώπτης. πλανήτης, πτωχός. Δρογγίλων. χωρίον Θρᾳκικόν. Δρύας. παρὰ τὸ δρῦς, δρυός. οἱ γὰρ ἀρχαῖοι πᾶν δένδρον δρῦν ἐκάλουν. τὸ δρῦς ψιλὸν διατί; ἐκ τοῦ δρῦς· τὰ εἰς υν καὶ εἰς υς ἅπαντα ἐπʼ εὐθείας καὶ ἑνικῆς πτώσεως διὰ τοῦ υ ψιλοῦ γράφεται. Δρόμων. εἶδος πλοίου. Δραγμή. σταθμὸς ὡρισμένος. ἢ τὸ συνάθροισμα τὸ ἓξ ὀβολῶν. παρὰ τὸ δέδραγμαι δραγμή. τὸ παλαιὸν γὰρ τῶν ἀνθρώπων ὀβολοῖς κεχρημένων ἀντὶ νομισμάτων, οὓς τῇ χειρὶ δραξαμένους, δυνατὸν ἦν, ἐκάλουν δραγμήν. δραγμαὶ ἑκατὸν ποιοῦσι μνᾶν. δραγμὴ δὲ ὁλκὴ νομίσματος εἰς ἀργύριον. δραγμαὶ δέκα, δραγμαὶ ἓξ ὀβολῶν. Δρῆρος. πόλις Κρητική. Δράπων. ὁ δραπέτης. Δρόγγος. ἑορτή. Δραματουργία. πλάσις ψευδής. δραματουργία τοῦ Ἡσαΐου ἡ προσωπικὴ τοῦ συγγραφικοῦ λόγου διάθεσις. οἱ μὲν γὰρ τῶν ἀγγέλων ὡς ἐρωτῶντες καὶ πυνθανόμενοι, οἱ δὲ ἐρωτώμενοι κατὰ τὴν διατύπωσιν τῶν τοῦ προφήτου λόγων εἰσάγονται. Δρᾶσις. σημαίνει καὶ τὴν πρᾶξιν καὶ τὴν ὅρασιν. παρὰ τὸ δρῶ τὸ πράττω· σημαίνει καὶ τὸ βλέπω. καὶ τὸ δρὰξ καὶ τὸ ὑποδράξ. καὶ δρατοὶ οἱ ὀφθαλμοί. παρὰ οὖν τὸ δρῶ δρᾶσις, ὡς πράξω, πρᾶξις. Δρηστοσύνη. ἡ δουλεία. Δροίτη. ἡ πύελος, ἐν ᾗ τιθηνεῖται τὰ βρέφη. Παρθένιος καὶ Αἰσχύλος τὸν σορὸν λέγουσι. εἴρηται οὖν ἡ λέξις παρὰ τὸ δόρυ καὶ τὸν οἶτον τὸν θάνατον. τὸ δόρυ τὸ εἰς θάνατον ἐπιτήδειον. ἢ ἐκ δρυὸς εἰς οἶτον πεποιημένη. Ἕρμιππος δὲ ὁ Βηρύτιος δρύτην τὴν πύελον καλεῖ, παρὰ τὴν δρῦν τὴν ξυλίνην. κατὰ τὸν Ἕρμιππον οὖν διὰ τοῦ υ ψιλοῦ γραφήσεται. Δρόσος. κατʼ ἔλλειψεν τοῦ ι. οἷον ὑπὸ τοῦ Διὸς σουμένη. διοσσὸς τὶς οὖσα, καὶ πλεονασμῷ τοῦ ρ δρόσος. Δρυοῦντος καὶ Δρυσοῦς. πόλεις. Δρύπτα. ἅ τʼ ἐφιουλκὲς δρύπτα καὶ τυροῦ δρύψια κυκλιάδων· τουτέστιν ἐλαίας καὶ τυροῦ ξέσματα περιφερῆ. Δριμεῖα. ἡ δριμυτάτη. — Οὐδέτερον. —Δράγματα. αἱ ἀπαρχαί. Δράγμα. ὅσον περιλαμβάνει τῇ ἀριστερᾷ χειρὶ ὁ θερίζων. παρὰ τὸ δράξασθαι, τὸ συλλαμβάνειν. οὕτως δραγμὴ καλεῖται τὸ πλῆθος τῶν κερμάτων ἤτοι τῶν ὀβολῶν. Δρᾶμα. ὑπόκρισις, συσκευή. λέγεται δὲ καὶ τὸ ποίημα καὶ τὸ πρᾶγμα· ἢ λόγος περιέχων ὑπόθεσιν. παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, ἀφʼ οὗ καὶ δρᾶσαι τὸ πρᾶξαι. ὁ παθητικὸς παρακείμενος δέδραμαι καὶ ἐξ αὐτοῦ δρᾶμα. λέγεται καὶ δράματα τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμενα, ὡς ἐν ὑποκρίσει· ὥς φησιν Ἀριστοφάνης· ἐπειδὴ ἐν ἱερῷ Ἡράκλεις δειπνοῦντες, ἔπειτα ἀναστάντες ἐγίνοντο χορός. καὶ τὰ ἐκ κατασκευῆς καὶ κακουργίας δρώμενα κατά τινος ὑπό τινων δράματα λέγονται. Δραστήριον. τὸ κόσμιον καὶ τὸ ἥσυχον. μετὰ τοῦ δραστηρίου αὐτοῦ ἐτέτακτο καὶ τοῦ ἀνδρώδους. Δρατά. —παρὰ δὲ δρατὰ σώματα νήει. κατὰ μετάθεσιν τοῦ ρ. ὡς φθείρω, φθαρτὸς, φθαρτὴ, φθαρτὰ, οὕτως δείρω, δαρτὸς, δαρτὸν καὶ δαρτὰ καὶ καθʼ ὑπερβιβασμὸν δρατὰ, ὡς ὀφιόσπαρτον, ὀφιόσπρατον. Δρέπανον. χωρίον Σικελίας. εἴρηται ἀπὸ τοῦ ἐκεῖσε κεῖσθαι τὸ δρέπανον, ᾧ ἀπέτεμε καὶ ἀπέκοψε τὰ αἰδοῖα τοῦ Οὐρανοῦ ὁ Κρόνος. ἢ ἀπὸ τοῦ σχήματος· δρεπανοειδὴς γὰρ ὁ τόπος. Δρία βησσήεντα. ὄρη σύνδενδρα. οὐκ ἀπὸ τοῦ δρίεα κατὰ συγκοπὴν, ἀλλʼ ὥσπερ ἀπὸ τοῦ μέγαρος μέγαρον γίνεται, οὕτως δρίος δρίον, καὶ ὥσπερ τὸ μῦρον μῦρα, οὕτως δρίον δρία. Δρύϊνα. ξύλινα καὶ ὡς ἂν τὶς εἴποι λίθινα· πᾶν γὰρ ξύλον δρῦς καλεῖται. Δρύφακτα. περιτειχίσματα, διαφράγματα. Δρίφη. ξέσματα. Δρώπα. τὰ δρεπτὰ, ἤτοι τὰ τετρυγημένα, ἢ τὰ δρέπανα. — Ῥῆμα. —Δρώμενα. πραττόμενα, ἐνεργούμενα. Δραξάμενος. κρατήσας, ἐπιλαβόμενος. Δρᾷν. πράττειν. Δρᾶ. ἀντὶ τοῦ πράττε. Δρακάζεις. κρύπτῃ. Δραπετεύσας. φυγών. τὸ δρα μακρόν. Δράσας. ποιήσας· πράξας. Δρασείοντες. ἐπιθυμοῦντες. οὕτως Ἀριστοφάνης. Δραθεῖν καὶ δραθέειν. παρὰ τὸ τοῖς δέρμασι δαρθεῖν, ὅ ἐστιν ἐπὶ δερμάτων καθευδῆσαι. σημαίνει δὲ καὶ κατὰ ἀντίφρασιν τὸ κοιμᾶσθαι. γέγονε οὖν παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, ἐξ οὗ παράγωγον δρήθω, ὁ μέλλων δρήσω, ὁ δεύτερος ἀόριστος ἔδραθον, καὶ ὁ δεύτερος μέλλων δραθῶ, καὶ τὸ ἀπαρέμφατον δραθεῖν καὶ κατὰ διάλυσιν τῆς ει διφθόγγου δραθέειν. οἱ γὰρ κοιμώμενοι οὐδὲν ἐνεργοῦσι. Δραματουργήσας. ἀντὶ τοῦ συνείς. Δρᾶναι. οἶμαι ἀπὸ τοῦ δρῆμι, ἔδρην, τὸ ἀπαρέμφατον δρᾶναι. κάλλιον οὖν ἀπὸ τοῦ δραίνω, δρανῶ, ἔδρανα, δρᾶναι. Δρυπόμενοι. τρυγῶντες. Δρεφθῆναι. τρυγηθῆναι, ἀποδρεπανισθῆναι. Δρέπεται. θερίζεται, τρυγᾶται, ἀπανθίζεται. Δρυπολεῖν. τὸ ξύλοις πολιορκεῖν. οἱ γὰρ ἀρχαῖοι πᾶν ξύλον δρῦν ἔλεγον. Δρύψαι. ἀποξέσαι. Δρύπτεται. ἐὰν τὶς ἑαυτὸν κατατίλλῃ ἐπὶ θρήνοις. καὶ δρύπτω τὸ σπαράττω. δρυψάμενοι δʼ ὀνύχεσι παρειάς. παρὰ τὰς δρῦς. τὸ γὰρ παλαιὸν ἁρπάζοντες τὰς βαλάνους καὶ περιπαίοντες ἀλλήλους ἐσπάραττον. ἀπὸ δὲ τοῦ δρυμάσσω ῥήματος, ὅπερ καὶ αὐτὸ σημαίνει τὸ σπαράττω, ἢ ἀπὸ τῶν λεπιζομένων δρυῶν. Δρῶσιν. ἐνεργοῦσι, πράττουσι. Δρώντων. ἀντὶ τοῦ δράτωσαν. Ἀττικὴ δὲ ἡ σύνταξις. Δρωπακίζω. συνάγω, τρυγῶ. καὶ δρωπακίζειν παρʼ ἡμῖν τὸ μετʼ ἀλοιφῆς τινὸς χρίεσθαι τὸ σῶμα πρὸς ψίλωσιν τῶν τῆς σαρκὸς τριχῶν. Τὸ Δ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Δυσβηρής. ὁ δύσβατος τόπος. παρὰ τὸ δύσβατος, δυσβατὴρ, καὶ ἐν συγκοπῇ δυσβηρής. Δυσβράκανος. ὁ δύσληπτος. ὁ δυσκατανόητος. βράκανα γὰρ ἄγρια λάχανα δύσπλυτα. Δύσερις. φιλόνεικος. παρὰ τὸ δυς, ὃ σημαίνει τὸ κακὸν, καὶ τὴν ἔριν. Δυσέντευκτος. ὁ δυσομίλητος. Δυσέξιστος. τόπος ἀδιόδευτος. Δυσεκλογίστων. δυσαρέστων. δυσδιαγνώστων. Δυσέμβολος. ὁ δυσεπιχείρητος. Δυσέκτων. ὁ δυσγνώμων. Δύσερμος. ὁ δύσελπις. Δύσερως. ὁ σφόδρα κακῶς ἐρῶν, ἢ ὁ ἐπὶ κακῷ ἐρῶν. ἀποσφαγεῖσαν γὰρ αὐτὴν ὑπὸ ἐραστοῦ δυσέρωτος. Δυσγαργαλίς. δυσυπότακτος. γαργαλίζειν γὰρ τὸ εἰς γέλωτα ἄγειν καὶ πείθειν. Δυσάρεστος. ὁ μὴ ἀρεσκόμενος. Δυσάλωτος. ὁ δυσκράτητος. Δυσανάφοροι. βαρεῖς, δυσκόλως ἀναφερόμενοι. Δυσάλγητος. ὁ δυσανάλγητος, ὁ ἀσυμπαθής. Δυσάμορος. παρὰ τὸ μόρος δύσμορος. καὶ πάλιν μόρος, ἄμορος καὶ κατὰ ἀλλεπάλληλον σύνθεσιν δυσάμορος. ὡς ἥλικες, ὁμήλικες καὶ συνομήλικες. Δυσανάγωγος. ἀπειθὴς, δυσχερής. Δυσάνισος. ὁ ἐπὶ παντὶ ἀνιώμενος, κᾂν μικρὸν καὶ εὐκαταφρόνητον ᾖ. οὕτως Ἀντιφῶν. Δυσαῶν ἀνέμων. τῶν σφοδρῶς πνεόντων. Δυσειδής. ὁ δύσμορφος. Δυσήνιος. ὁ ἀπειθὴς, ἐκ μεταφορᾶς τῶν ἵππων τῶν τὰς ἡνίας καὶ τοὺς χαλινοὺς ἀποπτυόντων. Δυηπαθής. καρτερικὸς, κακοπαθῶν. δύη γὰρ ἡ κακοπάθεια. Δυσηλεγής. σκληρός. ἢ δυσηλεγὴς καὶ τανυλεγὴς ἐπὶ θανάτου λέγεται. καὶ τανυλεγὴς μὲν ὁ μακροκοίμητος λέγεται, ἀπὸ λέγω τὸ κοιμῶμαι. οἷον· λέξον νῦν με τάχιστα, διοτρεφὲς— ἢ παρὰ τὸν ἔλεγον, τὸν θρῆνον, ἵνʼ ᾖ ὁ χαλεποὺς θρήνους ποιῶν. Δυσηχής. κακόηχος. ῥυσαμένη Πύθωνα δυσηχέος ἐκ πολέμοιο ἀσπὶς Ἀθηναίους— Δύσθυμος. κακόβουλος. Δυσθήρατος. ὁ δυσεύρετος. Δυσάγωγοι. δυσμεταχείριστοι. Δυϊκὸς ἀριθμός. οὐ μόνον ἐπὶ δύο ἰεῖν λέξεων, ἀλλὰ καὶ τὸ διʼ ἑκάστην πτῶσιν, δύο πτώσεις ἔχειν. Δυσκάθεκτος. ὁ δυσκράτητος. Δύσκωφος. ἐκ μέρους ἀκούων. Δύσκολος. ὁ δυσάρεστος. παρὰ τὸ κολλῶ δύσκολος, ὁ δυσχερῶς τινὶ ἑνούμενος. ἀπὸ τῆς συνδεούσης καὶ ἑνούσης κόλλης. Δύσμορος. ὁ δυστυχὴς, ὁ κακοθάνατος. Δυσμενής. ἐχθρός. Δύσμηνις. ὀργίλος· βαρύθυμος. Δύσνους. ἐχθρός. ὁ δὲ ἦν δύσνους βασιλεῖ καὶ Ῥωμαίοις. Δύσοργος. Σοφοκλῆς· τοιαῦτʼ ἀνὴρ δύσοργος ἐν γήρᾳ βαρὺς ἐρεῖ. γράφεται καὶ δυσεργός. ὀξύχολος. Δυσοίκτου. δυσθρηνήτου. Δύστηνος. ἄθλιος, φρικωδέστατος· ταλαίπωρος. παρὰ τὸ στῆναι· οἱονεὶ ὁ μὴ δυνάμενος στῆναι. ἢ ἀπὸ τοῦ στένω, οἱονεὶ ὁ πάνυ στένων. Δύσριγος, δυσριγότερος, δυσριγότατος. φρικωδέστατος. διὰ τοῦ ς γράφεται· εἴπομεν γὰρ, ὡς τό· δυς· πρός· εἰς· ἐξ· ἀεὶ φυλάσσει τὰ ἑαυτῶν σύμφωνα. Δυστόπαστος. κακοϋπονόητος. παρὰ τὸ τοπάζω τὸ ὑπονοῶ. Δύστροπος. δυσκάθικτος, σκολιός. δυσάρεστος. οἰκέτην δύστροπον περιβαλὼν, ἄγριος ὢν καὶ ἀπαραίτητος τὴν ὀργήν. καὶ δυστροπία ἡ κακότροπος γνώμη. Δυστράπελος. δυσκίνητος, ἀμετάτρεπτος, δυσμετάθετος· ἢ ὁ ἀμετακίνητος ὀργῇ, ἢ διαθέσει, ἢ φιλαργυρίᾳ. ἢ ὁ δύσκολος. Σοφοκλῆς· κεῖται ὁ δυστράπελος Αἴας. καὶ δυστράπελον ὄρυγμα, τὸ οὐκ εὐδιάλυτον. Δύσπαρι. ἐπὶ κακῷ ὠνομασμένε. οἷον· ζήσας ὡς Πάρις δυσώνυμε. καὶ χωρίον δύσβατον. οὕτω Ξενοφῶν. Δύστρος. ὁ μάρτιος μήν. Δυσχερής. κακοτέλεστος. Δύσχρηστος. κάκιστος, ὁ εἰς οὐδὲν ἀγαθὸν χρησιμεύων. Δυσφώρατος. ὁ δυσκόλως ἐλεγχόμενος. ἢ ὁ μόλις φωραθῆναι δυνάμενος. Δυσώνυμος. κακώνυμος. Δυνάστης. ὁ διάβολος. παρὰ τῇ θείᾳ γραφῇ. Δαβίδ· ῥύσεται πτωχὸν ἐκ δυνάστου. Δύπτης. κολυμβητής. παρὰ τὸ δύνειν ἑαυτὸν εἰς τὴν θάλασσαν. πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις. παρὰ τὸ δύω δύπτης, ὡς ὄπτω, ὄπτης καὶ ἐπόπτης. Δυσπέφελος. ὁ δυσάρεστος, ὁ δυσπειθὴς, ὁ δυσκίνητος, ὁ χαλεπὸς, ὁ μεμψίμοιρος. εἴρηται δὲ ἀπὸ μεταφορᾶς τῶν δυσπετούντων σιτίων. καὶ ὁ Ἡσίοδος· εἰ δέ σε ναυτιλίης δυσπεφέλου ἵμερος αἱρεῖ. — Θηλυκόν. —Δύη. ἡ κακοπάθεια. ἡ δυστυχία. ἀπὸ τοῦ δῶ τὸ δεσμῶ, οὗ παράγωγον δέω, ἀφʼ οὗ δέοιμι. ἀπὸ τοῦ δέω οὖν δύω, ὡς ῥέω, ῥύω καὶ ῥύσις. ἡ συνδεδεμένη τῷ πάσχοντι, ἢ ᾗτινι συνδέδεται τὶς κακοπάθεια. Δυαί. ἐκ τοῦ δέω γίνεται δυὴ καὶ δυαί. Δυαὶ μὲν Μενελάῳ ἀρηγόνες— Δυάς. παρὰ τὸ συνδεδέσθαι ἄλλῳ ἀριθμῷ τῷ ἑνί. τὸ γὰρ ἓν ἀπολελυμένον ἐστὶ παρὰ τὴν ἔσιν καὶ ἄφεσιν. Δυνατήν. ἐνδεχομένην. ἡγήσασθαι δυνατὴν ὑπὸ ζυγίοις πορεύεσθαι ὁδόν. Δυναστεία. ἡ ἰσχύς. Δύναμις. ἡ ἰσχύς. καὶ ὁ στρατός. συναχθείσης δυνάμεως θαυμαστῆς. δύναμίς ἐστι φυσικὴ ἄϋλος ἐνέργεια. δύναμις πάλιν ἐστὶν ἔνυλος ἐνέργεια. δύναμις πάλιν λέγεται καθʼ ἕξιν, ὡς ὅταν εἴπωμεν· τὸ παιδίον σπερματικόν ἐστι δυνάμει, εἰ καὶ μήπω τῇ ἐνεργείᾳ διὰ τὸν χρόνον. ὡσαύτως καὶ ὁ κόκκος τοῦ σίτου δυνάμει τῇ καθʼ ἕξιν στάχυς ἐστίν· ἔχει γὰρ δύναμιν φυσικὴν γενέσθαι στάχυς. δύναμις λέγεται ἡ μὲν κατʼ ἐπιτηδειότητα, ἡ δὲ καθʼ ἕξιν· κατʼ ἐπιτηδειότητα, ὡς ὅταν εἴπωμεν, τὸ παιδίον δυνάμει γραμματικὸν εἶναι, καθὸ εἰ καὶ μὴ κέχρηται τῇ τέχνῃ, οὐ γινώσκει αὐτήν. εἴρηται δὲ παρὰ τὸ διανύω ἢ παρὰ τὸ δύνω· ἡδύνουσα καὶ πράττουσα καὶ διαιροῦσα τὸ ἀνθιστάμενον. Δύμη. πόλις. καὶ Δυμαῖος ὁ πολίτης. Δυοκαιδεκάτη καὶ δυοκαιδέκατος. δυωδεκάτη δὲ καὶ δυώδεκα μεγάλα. Δύσκλεια. ἡ ἀδοξία, ἢ κακοδοξία, ἢ ὁ ψόγος. Δυσκολία. ἀπόκρισις περὶ τὰς διαλεκτικὰς ἀποκρίσεις· συλλογισμοῦ φθαρτική. Δυσμή. παρὰ τὸ δέω, δεσμὸς, καὶ δύω, δυσμή· ὅτε συνδεῖται τῷ φωτὶ τὸ σκότος καὶ συνάπτεται. Δυστροπία. ἡ κακότροπος γνώμη· ἡ κακοτροπία, ἡ κακουργία. Δυσερμίας. κακῆς ἀποτυχίας. Δυσειρεσία. ἡ κακὴ κωπηλασία. ἀπὸ τοῦ ἐρέσσω τὸ κωπηλατῶ. Δυσκολοκάμπτους ᾠδάς. τὰς κεκλασμένας. Δυσμένεια. ἔχθρα, κακόνοια. καὶ δυσμενὴς, ὁ πολέμιος. Δυσφημία. ἡ κακὴ ἀγγελία. Δύστοκος. ἡ δυσκόλως τίκτουσα. Δυσστίβητος. ὁδὸς ἡ δυσπεριπάτητος. Δυσβουλία. ἡ κακοβουλία. Δυσκελάδου. κακοήχου. Δυσπαλέας ῥίζας. τὰς κακῶς ἀναδιδομένας. ἀπὸ τοῦ πάλλω. ἢ δυσχερῶς γινομένας. Ἀπολλώνιος· οἷον ἀμφί τε δυσπαλέας ῥίζας χθονὸς οἷα γυναῖ-κες. Δυσπαίπαλος. τραχεῖα. Δυσποτμία. ἡ δυστυχία. καὶ δυσποτμότερον, ἀθλιώτερον. Δύσοιμος. ἡ ὁδὸς ἡ ἐπὶ κακῷ ἄγουσα. Δυάς. παρὰ τὸ δύω δυάς· ὥσπερ παρὰ τὸ μυ μυριὰς, καὶ τὸ χ χιλιάς. Δυεῖν. δύναμις, γεωμετρικὸν ἐργαλεῖον. ὅθεν φασὶ καὶ τὰς κατὰ κιβωτὸν πήχεις τὰς τριακοσίας καὶ τὰς ἄλλας τοιαύτας. ἤτοι δυνάμεις εἶναι τῶν τριακοσίων δυνάμεων, ἐχουσῶν ἐνακοσίας δυναμάδας πήχεις συνήθεις. — Οὐδέτερον. —Δυερόν. βλαβερόν. Δυοῖν θάτερον. τὸ ἕτερον τῶν δύο. Δυῤῥάχιον. πόλις Ἠπείρου, ἥτις ὕστερον ἐκλήθη Ἐπίδαμνος, πάλιν νῦν καλουμένη Δυῤῥάχιον. ὠνομάσθη δὲ οὕτως, ὅτι κατὰ τὸν τόπον προεχούσης ἄκρας γεωλόφου καὶ τὸ κῦμα προσπίπτον καὶ σχιζόμενον ῥαχίαν ποιεῖ μεγάλην· ὅθεν διὰ τὴν ῥαχίαν καὶ τὸ δύσορμον οὕτως ὠνομάσθη. Δύσεργον. δυσχερὲς, δύσκολον. ἢ δύσεργον ἦν τοῖς ἀῤῥωστοτέραν ἔχουσι τὴν ἑτέραν. Δυσπάριτον. τὸ δυσπόρευτον. Ξενοφῶν· ἐρωτώμενος δʼ, εἰ εἴη δυσπάριτόν τι χωρίον ἢ ἄβατον. Δυσπινῆ. τὰ ἐῤῥυπωμένα. Ἀριστοφάνης· ἀλλʼ ἤδη τὰ δυσπινῆ θέλεις πεπλώματα. καὶ δυσπινεῖς στολάς. Δυσπόριστον. δυσεύρετον. Δυστέκμαρτον. δυσκατέργαστον. δυσζήτητον. δυσεύρετον. δύσληπτον. ποῦ δʼ εὑρεθήσετʼ ἴχνος παλαῖας δυστέκ-μαρτον αἰτίας. Δυστράπελον ὄρυγμα. τὸ οὐκ εὐδιάλυτον. Δυσχερασμάτων. ἀτυχημάτων. ὁ δὲ ἐπὶ τὸν ἀπράγμονα βίον ἐτράπετο, μίσει τῶν ἐν πολιτείᾳ δυσχερασμάτων. Δύσφορα. χαλεπὰ, δυσύποιστα. λέγω γὰρ καὶ τὰ δύσφορʼ, εἰ τύχοι, κατʼ ὀρθὸν ἐξιόντα. Δυσήνεμον. τὸ κακοὺς ἀνέμους ἔχον. Δύσοιστον. δυσφόρητον, δυσυπομόνητον. Δυσήνυστον. τὸ δυσκατόρθωτον. Δυσάντητον. ἐναντίον, δυσχερὲς, δυσαπάντητον. Δυσέφικτον. τὸ δυσκατάληπτον. Δυσδιάφυκτον. τὸ δυσχερῶς διαφεῦγον. Δυσέξοιστον. τὸ δυσεκκόμιστον. Δυσαλθές. δυσίατον, δυσθεράπευτον. Δυσαχθές. βαρύ. Δυσῆρες. τὸ δυσχερές. Δυσξύμβολα. τὰ δυσνόητα. Δυσκέλαδον. κακόηχον. Δυσπρόσιτα. τὰ δυσχερῆ. Δυσκλεές. ἄδοξον. Δύσορφνον καὶ δυσόρφνεον. μέλαν, σκοτεινόν. Δυσάητον. τὸ δύσπνευστον. Δυσαίσθητα. ὅσα τῶν ζώων δυσκινήτως πρὸς φυγὴν θανάτου ἔχουσιν, ὡς ὁ κεράστης καὶ ὀκτάπους. Δυσόριστον. τὸ κτιστὸν καὶ ἀόριστον. ἄγγελος, ψυχὴ καὶ δαίμων. ἢ τὸ καθόλου μὴ γινωσκόμενον, ἀλλʼ ἐκ μέρους. οἷον τὸ ξύλον τῆς ζωῆς. ἢ δυσόριστόν ἐστι τὸ ἐν μετασχηματισμῷ καὶ οὐ κατʼ οὐσίαν ἐπιφαινόμενον, ὡς ἐπὶ τῶν ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῆς. ἄγγελον μὲν γὰρ ὁρίζονται τινὲς οὐσίαν νοερὰν ἡγιασμένην, ἧς οὐσίας τὸν ὅρον μόνος ὁ κτιστὴς ἐπίσταται. ψυχὴν δὲ οὐσίαν ἀσώματον νοερὰν ἐν σώματι πολιτευομένην, ζωῆς παραιτίαν. ἧς οὐσίας τὸ εἶδος καὶ τὸν ὅρον ὁ καὶ τὴν τῶν ἀγγέλων μόνος ἐπίσταται ὁ ποιητής. δαίμων δὲ ζῶον λογικὸν, ἀθάνατον κατὰ γνώμην πάσης ἀγαθοεργίας ἐκπεσόν. — Ῥῆμα. —Δύεται. κρύπτεται. Δῦθι. ἔνδυσαι. καί· δῦ δὲ χιτῶνα. μακρόν. δεύτερος ἀόριστος ἐστὶ τῶν εἰς μι, ἔδυν, ἔδυς, ἔδυ, δῦ. Δυάζει. φλυαρεῖ, ἀλογεῖ, καὶ τὸ διστάζει. παρὰ τὸ ἐν δύο στάσεσιν εἶναι. Δῦναι. κατελθεῖν, ἢ εἰς δύσιν ἀπελθεῖν. ἀπὸ τοῦ δῦμι. ἡ μετοχὴ ὁ δὺς, καὶ τὸ ἀπαρέμφατον δῦναι. Δύνασαι. Ἰστέον, ὅτι τὰ ἔχοντα τὴν ἐνεργητικὴν μετοχὴν ταῦτα τροπῇ τοῦ τὸ τρίτον πρόσωπον, εἰς ς ποιεῖ τὸ δεύτερον. οἷον πεποίηται, πεποίησαι, ὅτι πεποιηκώς· τίθεται, τίθεσαι, ὅτι τιθείς. οὕτως οὖν δύναται, δύνασαι, ὅτι δυνάς· καὶ ἐπίσταται, ἐπίστασαι, ὅτι ἐπιστάς· ἀπὸ τοῦ δύνημι καὶ ἐπίστημι, δύναμαι καὶ ἐπίσταμαι. τὸ δὲ δύνῃ καὶ ἐπίστῃ κατὰ πάθος ἐστὶν ἀπὸ τοῦ δύνασαι καὶ ἐπίστασαι, καὶ Ἰωνικῶς δύνεαι καὶ ἐπίστεαι, κατὰ κρᾶσιν τοῦ ε καὶ α δύνῃ καὶ ἐπίστῃ. Δύρεσθαι. ἀντὶ τοῦ ὀδύρεσθαι. οὕτως Ἡρωδιανός. Δυσωποῦμαι. ἀντὶ τοῦ φοβοῦμαι. οὕτως Δημοσθένης ἐν Φιλιππικοῖς καὶ Ξενοφῶν ἐν Ἀπομνημονεύμασι. καὶ δυσωπεῖσθαι ἀντὶ τοῦ ὑφορᾶσθαι καὶ φοβεῖσθαι, καὶ μεθʼ ὑπονοίας σκυθρωπάζειν. οἱ γὰρ παλαιοὶ ἐπὶ τοῦ κρίνειν καὶ ἐλέγχειν τὴν λέξιν λαμβάνουσι. δυσωπεῖν γὰρ εἴρηται παρʼ ὅσον οἱ κατακεκριμένοι κακῶς ἔχουσι τοὺς ὦπας. οὕτως εὗρον τὴν λέξιν κατὰ ῥητορικὸν λεξικὸν, καὶ εἰς τὰ ἀνεκφώνητα Ἡρωδιανοῦ. ἔνιοι δὲ ἀντὶ τοῦ αἰδεῖσθαι· εἰ καὶ μὴ τὴν ἀττικὴν, ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ ἱκετεύειν. Δυσκολαίνειν. λέγει ὁ Ἀριστοτέλης· δυσκολαίνει γὰρ ὁ μὴ διὰ προσηκουσῶν ἀποκρίσεων φθείρων καὶ κωλύων συλλογισμόν. Δυσπετοῦντες. κακῶς ἔχοντες, δυσχεραίνοντες. Δυσανασχετεῖ. βαρέως φέρει καὶ δυσκόλως. Δυσφορεῖ. βαρύνεται. Δυσθετήσας. μὴ στέρξας ταῖς συνθήκαις. Δυσθανατῶντα. βιαίως τὸν βίον καταστρέφοντα. ἐν δέ τινι μοίρᾳ τῆς ἀτραποῦ δυσθανατῶντα Ῥωμαῖον περιεβλέψαντο, τέτρασι βολαῖς τὸ σῶμα κοσμούμενον. Δυσχρηστούμενος. κακῶς διατιθέμενος. ὁ δὲ Ἀννίβας δυσχρηστούμενος ἤδη τοῖς πράγμασιν ἐς Καρχηδόνα διεπέμπετο, ταύτην τὴν περίστασιν διασαφῶν. Δυσπροσίτως. δυσχερῶς ἐγγισθῆναι. Δυστοπωτάτως. δυσχερεστάτως. καὶ δυστοπώτατα. Τὸ Δ μετὰ τοῦ Ω. — Ἀρσενικόν. —Δωήκ· Δωΐας· Δώριος· Δωρήκ. ὀνόματα κύρια. Δωρητός. ὁ δῶρα λαμβάνων. Δῶρος. κύριον. Δωροδόκος. ὁ δεχόμενος δῶρα. Δωροφάγους. ἐκφαντικῶς ἀσώτους. ἐκ τῶν δώρων τρεφομένους. Ἡσίοδος· Ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας Δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δικά-σαι. Δωσιδίκους. ἐκδότους τῇ δίκῃ. Δωσιάδης καὶ Δωσίδας. ὀνόματα κύρια. Δώσων. κύριον. οὕτως ἐκαλεῖτο ὁ εἷς τῶν Ἀντιγόνων, ὁ υἱὸς Δημητρίου, ὃς ἔγημε Χρυσίνδα τὴν μητέρα Φιλίππου τοῦ ὑπὸ Ῥωμαίους γινομένου. εἴρηται διὰ τὸ φιλότιμον καὶ διὰ τὸ πολλὰ διδόναι καὶ χαρίζεσθαι. Δώτῃ. μεταδοτικῷ· εὐσεβεῖ. Ἡσίοδος· Δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δʼ οὔτις ἔδωκε. Δωδάς. τελεία θυσία. Δωδεσκήϊδες. δώδεκα θυσίαι. Δωμητύς. κατασκευή. Δώτωρ. κύριον. ὁ δωρούμενος. — Θηλυκόν. —Δωρεά. τὸ δῶρον καὶ δόσις ἀναπόδοτος. Δωροδοκία. ἡ δωροληψία. Δωρογραφή. ὅτάν τις αἰτίαν ἔχῃ τῶν πολιτευομένων δῶρα λαβεῖν. Δωροξενία. ὅτάν τις γραφῇ ξενίας καὶ δῶρον δοὺς ἐκφύγῃ τὴν συκοφαντίαν, δωροξενία λέγεται. Δωρίππη. κύριον. Δωρίς, Δωρίδος. ἡ κλητικὴ ὦ Δωρί. Δωδεκάκρουνος. κρήνη ἐν Ἀθήναις. Θουκυδίδης ἐννεάκρουνον λέγει. Δωνατική. διάδοσις διδομένη παρὰ τοῦ βασιλέως τοῖς στρατεύμασι. Δωδώνη. ὄρος. Δωμητύς. τὸ κτίσμα. Δώς. ἡ δωρεά. δὼς ἀγαθή. ἰστέον, ὅτι τὸ δὼς ὀξυτόνως λέγεται παρὰ τὸν δώσω μέλλοντα, καὶ ἔστιν ἄκλιτον· ἐπειδὴ τὰ εἰς ως μονοσύλλαβα θηλυκὰ περισπῶνται, καὶ κύρια ἐστὶν, οἷον· ἡ Κρῶς, ἡ Κλῶς, ἡ Κῶς· εἰσὶ δὲ ὀνόματα πόλεων. ἐπειδὴ οὖν τὸ δὼς, θηλυκὸν ὂν, οὐκ ἔστι κύριον, ἀλλʼ οὔτε δὲ περισπᾶται, τούτου χάριν ἔστιν ἄκλιτον. Δωτύς, δωτύος. τῆς τροφῆς. Δωτίνη. ἡ δωρεά. γέγονε παρὰ τὸν δώσω μέλλοντα δωσίνη, καὶ τροπῇ τοῦ ς εἰς τ δωτίνη. ἢ ἀπὸ τοῦ δέδοται γίνεται δοτὸς καὶ ἐκεῖθεν δοτίνη διὰ τοῦ ο μικροῦ, καὶ κατʼ ἔκτασιν δωτίνη, διὰ τοῦ ω μεγάλου. ὥσπερ σιτοδοτῆρες. καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆ-ρες— οἱονεὶ κατʼ ἔκτασιν. —θεοὶ δωτῆρες ἐάων. καὶ Διόνυσος, Διώνυσος. Δῶ. τὸ οἴκημα κατὰ ἀποκοπήν. Δωδεκάβοιον. δώδεκα βοῶν ἄξιον. Δωδεκατημόριον. μοίρας δωδεκάτης. Δωδεκάδωρον. τὸ παλαιστῶν ὂν δώδεκα. δῶρον γὰρ ἡ παλαιστή. Δῶμα. τὸ οἴκημα, μέγα. δόμα δὲ, τὸ δῶρον, μικρόν. δῶμα. τὰ εἰς ω λήγοντα βαρύτονα πολλάκις μεταβάλλουσι τὸ παρατέλευτον ε εἰς ω· δέμω, δωμῶ, νέμω, νωμῶ. ἐκ δὲ τοῦ δωμῶ δωμήσω γίνεται δώμημα καὶ κατὰ συγκοπὴν δῶμα. οὕτω Φιλόξενος. ἄλλοι δὲ ἀπὸ δέμω δόμα καὶ δῶμα κατʼ ἔκτασιν. Δωμάτιον. οἴκημα μικρόν. Δωρητόν. τὸ εἰς δῶρον διδόμενον. Δώρημα, η· δώριμον δὲ, ι. δώριμον εἶδός σου προσάγει τις. Δώριον. ἤτοι μέλος Δωρικόν. Δῶρον. ἡ παλαιστή. ἀπὸ τοῦ τὰ πλεῖστα διὰ τῆς χειρὸς ἡμᾶς ἄγειν καὶ δωρεῖσθαι, ἀφʼ ἧς μετρεῖται ἡ παλαιστή. Δῶρον. τὸ ξένιον. δῶρον τὸ διδόμενον. παρὰ τὸν δώσω μέλλοντα γίνεται δῶρον, δῶόν τι ὄν· καὶ πλεονασμῷ τοῦ ρ, δῶρον. ἢ δοκεῖ σημειῶδες εἶναι τὸ ὄνομα, καὶ διὰ τοῦ ω μεγάλου γράφεται. ὥσπερ καὶ τὸ ἁλωτός. οὐδὲν γὰρ ὄνομα ἀπὸ τῆς τρίτης συζυγίας τῶν εἰς μι διὰ τοῦ ω μεγάλου γράφεται. διὸ καὶ τὰ παρʼ αὐτῷ συγκείμενα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· Ἀθηνόδωρος, μεγαλόδωρος, αἰχμάλωτος, ἀνάλωτος. οὕτω Θεόγνωστος. Δώτιον. τόπος. Δῶμα. παρὰ τὸ δομῶ, δομήσω, δεδόμηκα, δεδόμημαι, δόμημα, καὶ ἀποβολῇ τοῦ μ καὶ κράσει τοῦ ο καὶ η εἰς ω μέγα, δῶμα. — Ῥῆμα. —Δῴη. ἀπὸ τοῦ δίδωμι, δώσω. —αἴκέ ποθι Ζεὺς δῴη— ὁ δεύτερος ἀόριστος ἔδων, καὶ τὸ ὑποτακτικὸν, ἐὰν δῶ, ἡ μετοχὴ ὁ δοὺς, τοῦ δόντος, καὶ τὸ εὐκτικὸν δοίην. ὥσπερ θεὶς, θέντος, θείην. καὶ κατʼ ἔκτασιν τοῦ ο εἰς ω δῴην καὶ δῴη. Δώομεν. δώσομεν. Δωρίζει. ὡς οἱ Δωριεῖς ᾄδει. Δωριάζειν. παραγυμνοῦσθαι. παραφαίνουσι γὰρ οἱ Δωριεῖς τὸ σῶμα παρὰ τὸ μηδὲ ζώνας ἔχειν. Δωρησάμενος. ἀντὶ τοῦ δωροδοκήσας. δωρησάμενος χρήμασι μεγάλοις. Δωροδοκήσαντα. οὐ μόνον δῶρα διδόναι καὶ ἀναπείθειν, ἀλλὰ καὶ τὸ λαμβάνειν. Δωσείων. ἐπιθυμῶν δοῦναι. Δώωσι καὶ δώῃσιν. εἰ δέ κε μὴ δώωσιν. ἔστι δίδωμι, δώσω, ὁ δεύτερος ἀόριστος ἔδων, καὶ τὸ ὑποτακτικὸν ἐὰν δῶ· τὸ πρῶτον τῶν πληθυντικῶν, ἐὰν δῶμεν, δῶτε, καὶ τὸ τρίτον δῶσι καὶ πλεονασμῷ τοῦ ω δώωσι. — Ἐπίῤῥημα. —Δωριστί. ὡς οἱ Δωριεῖς ᾄδουσιν. Ἀριστοφάνης· τὴν δωριστὶ μόνην ἁρμονίαν ἁρμόττεσθαι θαυμαστὴν λύραν· ἄλλην δʼ οὐκ ἐθέλειν λα-βεῖν.