eul_wid: yem-aaa
DOI 10.5281/zenodo.20335421

Lexicon: Letter Α by Pseudo-Zonaras

ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ΔΙΑΦΟΡΩΝ ΒΙΒΛΙΩΝ ΠΑΛΑΙΑΣ ΤΕ ΦΗΜΙ ΓΡΑΦΗΣ ΚΑΙ ΤΗΣ ΝΕΑΣ ΚΑΙ ΑΥΤΗΣ ΔΗΠΟΥ ΤΗΣ ΘΥΡΑΘΕΝ. Α Τὸ Α μετὰ τοῦ Α. Ἄαπτος. ὁ ἀπροσπέλαστος. παρὰ τὸ ἅπτω· ἅπτος καὶ ἄαπτος· οὗ οὐκ ἄν τις ἅψαιτο, ἵνʼ ᾖ ἀπρόσιτος· ἢ ὁ ἄγαν ἁπτόμενος, ἐπιτάσει τοῦ α. Ἄατος. ἀβλαβής. ἄτη γὰρ ἡ βλάβη. ἢ καὶ ὁ χαλεπὸς καὶ ὁ βλαβερὸς, ἐπιτάσει τοῦ α. οὕτως Μεθόδιος. ἢ παρὰ τὸ ἄω, τὸ βλάπτω, ἄσω, ἄτος καὶ ἄατος. Ἀάσχετος. ὁ ἀκράτητος. ἀπὸ τοῦ σχῶ, σχήσω, ἔσχηκα, ἔσχεμαι, ἔσχεσαι, ἔσχεται, σχετὸς καὶ ἄσχετος, καὶ πλεονασμῷ τοῦ α ἀάσχετος. Ἀάβυκτον. μέλαν· ἀβλαβές. Ἀαγές. ἄθραυστον· ἄγω γὰρ τὸ κλῶ. ἀγὲς καὶ μετὰ τοῦ στερητικοῦ α, ἀαγές. Ἀάλιον. ἄτακτον· ἀκρατές. ἀπὸ τοῦ ἁλῶ τὸ κρατῶ. καὶ στερήσει τοῦ α ἀάλιον. Ἀασάμην. ἐβλάβην. ἀπὸ τοῦ ἄω τὸ βλάπτω. ὁ μέλλων ἄσω. ὁ ἀόριστος ἄσα, ὁ μέσος ἀσάμην, καὶ πλεονασμῷ τοῦ α, ἀασάμην. Ἄασας. ἔβλαψας. Ἀάσαι. τέσσαρα σημαίνει. τὸ κορέσαι· τὸ καθυπνῶσαι· τὸ βλάψαι καὶ τὸ λυπῆσαι. Τὸ Α μετὰ τοῦ Β. Ἀββᾶς. ὁ γέρων· ὁ πατήρ. καὶ ὁ ἀπόστολος· ἐν ᾧ κράζομεν ἀββᾶ ὁ πατήρ. λέγομεν δὲ, πάτερ ἡμῶν ὁ. Ἀβλῆτα. μὴ βεβλημένον. Ἄβολης. ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας, ἐξ οὗ γνωρίζεται ἡ ἡλικία τοῦ ζώου, οἷον ὄνου, ἵππου καὶ τῶν ὁμοίων. Ἄβροτος. θεῖος· ἄφθαρτος. Ἀβραάμ. κύριον· ὃ ἑρμηνεύεται πατήρ. Ἀβρόμιος. χωρὶς οἴνου· καὶ ὁ ἄοινος· βρόμος γὰρ ὁ Διόνυσος, ἢ καὶ ὁ ἔφορος τοῦ οἴνου κατὰ Ἕλληνας. Ἄβρομος. θορυβώδης· ἀπὸ τοῦ α ἐπιτατικοῦ μορίου καὶ τοῦ βρέμω, τὸ ἠχῶ. ἔστι δὲ καὶ ὁ ἀθορύβητος, στερήσει τοῦ α. Ἀβροτήμων. ὁ ἁμαρτωλός. Ἀβέρβηλος. ὁ ἀκατάστατος. Ἀβακήμων. ὁ μωρός. Ἄβαζος. ἄλαλος· ἥσυχος· ἤτοι ὁ ἐστερημένος τοῦ βάζειν, ὅ ἐστι τοῦ λέγειν. Ἄβιος. ὁ μὴ ἔχων βίον· ἢ ὁ μὴ ἔχων τόξον. βιὸς γὰρ τὸ τόξον. Ἀβέλτερος. ἀνόητος, ὁ τὸ βελτίον μὴ γινώσκων. τοῦτο παρὰ τὸ βέλτερος. ὥσπερ γὰρ παρὰ τὸ φέρω, φέρτερος, οὕτω παρὰ τὸ βάλλω, βέλτερος, καὶ στερήσει τοῦ α, ἀβέλτερος. Ἁβροδίαιτος. ὁ τρυφητής· ἁβρὸν γὰρ τὸ πλούσιον. Ἀβαήρ. τὸ λεπτόν. Ἀβδηρίτης. ἄνεμος οὕτω καλούμενος ἀπὸ τοῦ τόπου. Ἄβαξ. κυρίως ὁ μὴ ἔχων βάσιν. καταχρηστικῶς δὲ καὶ ἐπὶ οἱασδήτινος σανίδος. παρὰ τὸ βῶ, τὸ βαίνω. Ἀβωριγίνες. ἔθνος Ἰταλικόν· οὐκ ἀπὸ τῆς ἀβωριγόνον εὐθείας, ὡς Λεοντίνος· ἀλλʼ ὡς Δελφὶν Δελφῖνος. Ἀββακούμ. πατὴρ ἐγέρσεως. τὸ μὲν γὰρ ἀββᾶ σημαίνει πατήρ· τὸ δὲ κοὺμ ἔγερσις. ὡς ἐν τῷ θείῳ εὐαγγελίῳ· ταβηθὰ κούμ, ἤγουν ἡ παῖς ἐγείρου. Ἀβάντειος δόμος. ὁ τοῦ Ἄβαντος· καὶ Ἀβαντιάδης. Ἄβαπτος. ὁ ἀστομώτατος. Ἄβαρις. Σκύθης, Σεύθου υἱός· συνεγράψατο δὲ χρησμοὺς τοὺς καλουμένους Σκυθήνους, καὶ γάμον Ἕβρου τοῦ ποταμοῦ καὶ καθαρμοὺς καὶ θεογονίαν. Ἄβας. σοφιστὴς ἱστορικὰ ὑπομνήματα καὶ τέχνην ῥητορικὴν καταλιπών. Ἀβάσκανος. ἀψευδής· ἀνεπίφθονος. ὁ δὲ μάρτυς ἀβάσκανος γίνεται πρὸς Καίσαρα τῶν Ἀντιπάτρου κατορθωμάτων. Ἀβδίου· Ἀβιά· Ἀβιαθάρ· Ἀβρέας· Ἀβρονοτειχίστης· Ἀβριόρηξ· Ἀβριλιανὸς καὶ Ἀβρήλιος. ὀνόματα κύρια. Ἀβέβαιος. ὁ μὴ πάγιος. Ἀβελτεροκόκυξ. ὁ κενὸς καὶ ἀβέλτερος· βέλτερος γὰρ ὁ φρόνιμος. Ἀβής. ὁ ἀσύνετος. Ἀβιαδηνός. ὁ ἀπὸ πόλεως Ἀβιαδηνῆς. Ἀβιάς. υἱὸς Ῥοβοὰμ, τοῦ υἱοῦ Σολομῶντος, ὃς ἐπολέμησεν Ἱεροβοὰμ τῷ δούλῳ τοῦ Σολομῶντος, καὶ ἀνεῖλεν ἄνδρας δυνατοὺς ἐν ἡμέρᾳ μιᾷ ͵αφ. Ἀβίβας. ὄνομα ποταμοῦ. Ἀβιμέλεχ. ὄνομα κύριον, ὁ καὶ υἱὸς Γεδεών. οὗτος ἐπάταξε τοὺς ἀδελφοὺς αὐτοῦ ἐκ τῶν ἐλευθέρων ἄνδρας οʹ ἐπὶ λίθον ἕνα, ἐξ ὧν οὐκ ἀπελείφθη πλὴν Ἰωαθὰμ τοῦ νεωτέρου διαδράντος. Ἄβιος. ὁ πολὺν μὴ ἔχων βίον· ἢ κατὰ ἀντίφρασιν ὁ πολὺν βίον ἔχων. ὥσπερ καὶ Ὅμηρος Ἀβίωτος. ὁ μὴ ζῶν. λέγεται δὲ καὶ ὁ κακὸς καὶ ἀηδὴς καὶ ὀδυνηρός. ὁ δὲ ἀβιώτως εἶχεν, εἰ μὴ κρατήσει τῆς πόλεως. Ἄβιτος. κύριον. Ἄβιτος τὴν ἀσκητικὴν καλύβην ἐπήξατο. Ἀβρογάστης. κύριον. οὗτος Φράγγος ἦν, ὃς κατὰ ἀλκὴν σώματος καὶ θυμοῦ τραχύτητα φλογοειδὴς ἦν, δευτεραγωνιστὴς τυγχάνων Βάβδωνος. Ἁβροκόμας. οὗτος σατράπης ἦν Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως. Ἁβροχίτων. ὁ τρυφερὰ φορῶν. Ἀβυδηνός. ἀπὸ πόλεως Ἀβύδου. ἐπὶ συκοφαντίᾳ δὲ τάττεται ἡ λέξις διὰ τὸ δοκεῖν συκοφάντας εἶναι τοὺς Ἀβυδηνούς. Ἄβρων. Φρὺξ ἢ Ῥόδιος γραμματικὸς, μαθητὴς Τρύφωνος, σοφιστεύσας ἐν Ῥώμῃ, γεγονὼς δὲ ἐκ δούλου, ὥς φησιν Ἕρμιππος. Ἀβλῆτα. κακόβλητον. παρὰ τὸ βέβληται. κλίνεται δὲ διὰ τοῦ τος, οἷον· ἀβλὴς, ἀβλῆτος. Ἁβρός. ὁ κούφως βαίνων, κατὰ στέρησιν τοῦ βάρους· παρὰ τὸ βάρος καὶ τὸ στερητικὸν α ἄβαρος καὶ συγκοπῇ ἀβρός· τὸ δὲ βάρος παρὰ τὸ βίᾳ αἴρεσθαι. Ἀβροείμονες. οἱ λαμπροφόροι καὶ ἁπαλοφόροι. ἁβρὸν γὰρ τὸ λαμπρὸν καὶ κοῦφον καὶ τρυφερόν. Ἀβίωτον βίον. ἀντὶ τοῦ εὐτελῆ καὶ πένητα. Ἀβρετίνη ἢ Ἀβρεττηνή. χώρα Μυσίας ἀπὸ Ἀβροτίας Νύμφης. τὸ ἐθνικὸν Ἀβρεττηνοί. Ἀβυδών. χώρα Μακεδονίας, καὶ κλίνεται Ἀβυδῶνος. Ἄβυσσος. πλῆθος ὑδάτων ἀπέραντον. ἢ τόπος ἐν θαλάσσῃ ἀπύθμαντος. Ἀβρότης. τρυφερότης. Ἀβένα. ἡ ἀβῆνα. ῥωμαϊστί. Ἀβρότη νύξ. ἐν ᾗ βροτὸς οὐ φαίνεται. Ἀβυρτάκη. ὑπότριμμα βαρβαρικὸν δριμὺ, κατεσκευασμένον διὰ πράσων καὶ καρδάμων καὶ κόκκων ῥοιᾶς καὶ ἑτέρων. Ἀβαρνίς. πόλις Λαμψάκου. Ἀβαντίς. ἡ Εὔβοια. Ἄβαρνος. πόλις. Ἄβδηρα. πόλις Θρᾴκης Ἀβίλη. πόλις ἐν τῷ Ἰορδάνῃ. Ἅβρα. ἡ οἰκότριψ καὶ παρὰ χεῖρα θεράπαινα. Ἄβυσσος. ἀπὸ τοῦ δύω, τὸ ὑπεισέρχομαι, τροπῇ τοῦ δ εἰς β, βύω, βύσω, βέβυκα, βέβυσμαι, βέβυσαι, βυσσὸς καὶ ἄβυσσος, ἐν ᾗ οὐδεὶς διέρχεται διὰ τὸ βάθος. Ἀβδία καὶ Ἀβδηρά. ἡ θάλασσα. ἔστι καὶ ὄνομα πόλεως. Ἄβιννα. πόλις. Ἄβορα. ὄνομα τόπου. Ἀβρανίτις. χώρα. Ἀβαχθανή. λέξις ἑβραϊκή. Ἄβολλα. πόλις Σικελίας. τὸ ἐθνικὸν Ἀβολλαῖος. Ἀβδέλυκτα. τὰ μὴ μιαίνοντα, ἃ οὐδεὶς βδελυχθείη. τραγικωτέρα δὲ ἡ λέξις· καὶ μὴν φιλῶ γὰρ ἀβδέλυκτʼ ἐμοὶ τάδε. Ἀβάκαινον. πόλις Σικελίας. Ἀβρικέστερον. τὸ ἀληθέστερον. Ἄβρικτον. τὸ ἐκ μέρους ἀκοῦον. τὸ ἀνύστακτον. Ἄβροτον. ἄψυχον. ἀναίσθητον. βροτὸν γὰρ τὸ αἷμα. Ἄβατον. τὸ ἱερὸν ἢ τὸ ἔρημον. Ἀβέβηλον. τὸ καθαρόν. Ἀβλέπτημα. τὸ ἁμάρτημα. Ἀβληχρόν. ἀσθενές· κατʼ ἐπίτασιν τοῦ α. βληχρὸν γὰρ τὸ ἀσθενές. λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ἰσχυροῦ, οἷον· ποτὲ μὲν καταβάλλειν εἰς γῆν καὶ δύνασθαι ἀναιρεῖν, ποτὲ δὲ τὸ καταβάλλεσθαι εἰς γῆν. Ἀβασάνιστον. τὸ ἀγύμναστον καὶ ἀνεξέταστον. Ἁβρότερον. ἀλλʼ ἁβρότερον αὐτῶν εἶχον καὶ Συβάριδος μεστοὶ ἦσαν. Ἀβρότονον. εἶδος βοτάνης. ἔστι δὲ πικρότατον, θερμαῖνον καὶ ξηραῖνον κατὰ τὴν τρίτην ἀπόστασιν· διαφορικῆς τε καὶ τμητικῆς ὑπάρχον δυνάμεως. ἀνατριβόμενον δὲ διʼ ἐλαίου διʼ ὅλου τοῦ σώματος τὰ κατὰ περίοδον ῥίγη ὑγιάζει καὶ τὸ κεκαυμένον μᾶλλον τοῦ ἀκαύστου· ἀλωπεκίας ἰᾶται σύν τινι τῶν λεπτομερῶν ἐλαίων. Ἀβύρβητον. πολύ· μάταιον. Ἀβάκησαν. ἠνόησαν. ἠσυνέτησαν. οἱ δὲ τὸ ἡσύχασαν. παρὰ τὸ βάζω, τὸ λέγω, οἷον· —εὖ μὲν βάζουσι— Ἀβρίξαι. τὸ ἀπὸ βορᾶς νυστάξαι, ἢ κοιμηθῆναι. Ἀβακιζομένων. ἡσυχαζόντων μὴ θορυβούντων. Ἀβροτάξομεν. κυρίως ἐπὶ τοῦ τοξότου, τοῦ βροτοῦ ἀποτυχεῖν, ὡς ἐν πολέμῳ. λέγεται δὲ τὸ ἁπλῶς ἀποτυχεῖν ἀβροτάξω. Ἀβροτάζω. τὸ ἁμαρτάνω. Ἁβρύνεται. κοσμεῖται· θρύπτεται· καυχᾶται. Ἄβαλεν. ἀντὶ τοῦ ἔβαλεν. Ἀβακέως. ἀντὶ τοῦ ἡσύχως. οὕτως Ἡρωδιανός. Ἀβάλαι. ἀντὶ τοῦ φεῦ. Ἀβλεμέως. ἀντὶ τοῦ ἀφροντίστως. Ἀβούλει. ἀφρόνως· ἀμαθῶς. ὁ δὲ σφόδρα στοχαζόμενος τῆς τοῦ βασιλέως γνώμης ἀβουλότατα διεπράξατο. Τὸ Α μετὰ τοῦ Γ. Ἀγαθός. φύσει μόνος ὁ θεός. ἀγαθὸς γίνεται δὲ καὶ ὁ ἄνθρωπος ἐξ ἐπιμελείας τῶν τρόπων καὶ ὁ κατὰ μέθεξιν τοῦ ἀγαθοῦ καὶ ὁ χωρὶς αἰτήσεως ἀφθόνως τὰ καλὰ χαριζόμενος. ἐτυμολογεῖται δὲ ἐκ τοῦ ἀγάζω, τὸ θαυμάζω. ὁ μέλλων ἀγάσω, ὁ παρακείμενος ἤγακα, ἤγασμαι, ἤγασται, ἀγαστὸς, ἀποβολῇ τοῦ ς καὶ τροπῇ τοῦ τ εἰς θ, ἀγαθός. Ἀγαθός. ὁ φρόνιμος. οὐκ ἐπʼ ἴσης δὲ ὁ φρόνιμος καὶ ὁ ἀγαθός· ἐπὶ πλέον γὰρ ὁ ἀγαθός· ἀγαθὸς γὰρ ὁ σώφρων, ὁ ἀνδρεῖος καὶ οἱ λοιποί. ἀγαθοὶ λέγονται καὶ οἱ ἐπιστήμονες. τοὺς δὲ Δαΐους ἀγαθοὺς μὲν ἀκοντιστὰς, ἀγαθοὺς δὲ καὶ ἐν χερσὶ ποιήσασθαι μάχην. Ἀγαθοεργοί. αἱρετοὶ κατʼ ἀνδραγαθίαν ἐκ τῶν ἐφόρων. Ἀγάκλειτος. ὁ ἄγαν ἔνδοξος. Ἀγακλεεῖς. οἱ ἄγαν ἔνδοξοι. Ἀγαυοί. οἱ ἔνδοξοι καὶ λαμπροί. παρὰ τὸ ἄγω, τὸ θαυμάζω, ἄγημαι, ἄγαμαι, καὶ ἤγακα, ἤγαμαι, ἤγασται, ἄγασται, ἀγαὸς, καὶ πλεονασμῷ τοῦ υ αἰολικῶς ἀγαυός· ὡς ναὸς ναυός. ἢ παρὰ τὸ γαίω, τὸ γαυριῶ, γαῖος καὶ τροπῇ τοῦ ι εἰς υ γαυός, ὡς δίφρος, δύφρος· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀγαυός. Ἀγανόφρων. ὁ πραότατος. Ἀγάσυρτος. ὁ ἀκάθαρτος. Ἀγελαῖοι. ἰδιῶται, ἄγροικοι. Ἀγέρωχος. ὁ ὑπερόπτης, καὶ ὑβριστὴς, καὶ ὑπερήφανος. παρὰ τὸ ἄγαν αὐχεῖν. ἢ ὁ ἔντιμος καὶ ἀνδρεῖος, παρὰ τὸ ἄγαν γερουχεῖν. Ἀγαυρός. ὁ ὑπερήφανος. Ἀγάθαρχος. κύριον. ἦν δὲ ζωγράφος ἐπιφανὴς, Εὐδήμου υἱὸς, τὸ δὲ γένος Σάμιος. Ἀγαθοκλῆς. οὗτος ἐγένετο τύραννος, καὶ, ὡς λέγει Τίμαιος, κατὰ τὴν πρώτην ἡλικίαν πόρνος ἕτοιμος τοῖς ἀκρατεστάτοις. Ἀγάθων. οὗτος τραγικὸς ἦν, διεβέβλητο δὲ ἐπὶ μαλακίας. Ἀγάλακτοι. οἱονεὶ ὁμογάλακτοί τινες ὄντες ἢ οἱ τὸ αὐτὸ γάλα σπάσαντες· λέγει δὲ τοὺς ὁμαίμους ἀδελφούς. ἄλλοι δὲ τοὺς ἱερείων κοινωνοὺς καὶ συγγενεῖς. οἱ δὲ συντρόφους. Ἀγαλεών. ὄνομα ὄρους. Ἀγανοῖς. προσηνέσιν. ἀπὸ τοῦ ἄγαν καὶ τοῦ αἰνεῖσθαι. Ἀγέλαος. ὄνομα κύριον. Ἀγεσίλαος. κύριον καὶ ἐπώνυμον τοῦ Ἀΐδου. εἴρηται δὲ παρὰ τὸ ἄγειν τοὺς λαούς· ἄρχων γάρ ἐστι τῶν θανόντων. Ἀγήνωρ. ἔστιν ὅτε ἐπὶ ἐπαίνου λαμβάνεται· σημαίνει δὲ τὸν ἀνδρεῖον. παρὰ τὸ ἄγαν τῇ ἠνορέῃ, ὅ ἐστι τῇ ἀνδρείᾳ χρῆσθαι. ἔστι δὲ καὶ ὁ ἄγαν ὑβριστικὸς καὶ διὰ τῆς ἀνδρείας εἰς ὕβριν ἐμπεπτωκώς. Ἀγαλματοποιοί. χειρουργοὶ ἀκριβεῖς. Ἀγαμήδης. κύριον. κλητικὸν καὶ θηλυκὸν Ἀγαμήδη. Ἀγάννιφον. Ὅμηρος τὸ ὄρος τὸ λίαν χιονιζόμενον. Ἀγαπήνορος. τὴν ἀνδρείαν ἀγαπῶντος. Ἀγαπητός. ὁ ἠγαπημένος ἢ καὶ ὁ μονογενής. Ἀγαστός. θαυμαστός. Ἄγαυρος ἢ Ἀγαυρός. ἔστι δὲ ὁ κομψός· οἱ δὲ κακός. ὑπὸ Ἰώνων δὲ ὁ ἄπορος. ὑπὸ δὲ Ἀττικῶν ὁ τρυφερός. Ἀγάστου. θανάτου. Ἀγαῖος. ὁ ἐπίφθονος. Ἀγέλαιος. ὁ ἀμαθὴς, προπαροξυτόνως. Ἀγελαῖος δὲ, ὁ ἐκ τῆς ἀγέλης, ἰδιώτης, ἢ ὁ ἐν τῇ ἀγέλῃ διάγων, προπερισπωμένως· καὶ ἀγελαίων, ἰδιωτῶν. Ἀγελαιών. ὁ τόπος τῆς ἀγέλης. Ἀγελαῖοι ἰχθύες. οἱ εὐτελεῖς καὶ μικροί. Ἀγελάρχης. ὁ τῆς ἀγέλης τῶν βοῶν ἄρχων. Ἀγελήτης βοῦς. ὁ ἐξ ἀγέλης. Ἀγελίαιος. οὗτος ἐπὶ Οὐάλεντος ἦν Κωνσταντινουπόλεως ἐπίσκοπος, βίον ἀποστολικὸν βιούς· ἀνυπόδετος γὰρ διόλου διῆγεν, ἑνί τε χιτῶνι ἐκέχρητο τὸ τοῦ εὐαγγελίου φυλάσσων ῥητόν. Ἀγέροπος. ὁ σπανίως ἐρχόμενος. Ἀγηλατοί. οἱ κεραυνοί. Ἀγητός. ὁ θαυμαστός. Ἀγηρηναῖοι. ὄνομα ἐθνικόν. Ἀγήραον. ἄφθαρτον. Ἄγγελος. ζῶον λογικὸν, ὑμνολογικὸν, πύρινον, ἄϋπνον, ἀθάνατον κατὰ χάριν. οὐσία νοερὰ αὐθεξούσιος ἀεικίνητος θεῷ λειτουργοῦσα· ἢ δύναμις ἁγία ἀποστελλομένη παρὰ κυρίου εἰς διακονίας. Ἅγιος. ὁ φύσει ἁγιάζων καὶ οὐχ ἁγιαζόμενος. κατὰ μέθεξιν καὶ ὁ ἁγιαζόμενος ἅγιος λέγεται. Ἅγιος, ἅγιος, ἅγιος κύριος. ὅτι τοὺς λέγοντας μυριάκις ἔστιν ἅγιος ὁ θεὸς καὶ τοὺς παρερμηνεῦσαι τοῦτο τολμῶντας λαμπρῶς ἐλέγχει τό· ἐξεζήτησα τὸ πρόσωπόν σου· τὸ πρόσωπόν σου, κύριε, ζητήσω. μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ. τὴν ἁγίαν ἀνακηρύττει τριάδα. οἱ δὲ λέγοντες τὸ ἅγιος ὁ σταυρωθεὶς ἐπιστομιζέσθωσαν ἀπὸ τοῦ· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. Ἀγκυλομήτεω. σκολιὰ βουλευομένου. Ἀγκών. παρὰ τὸ ὑποκεῖσθαι ἑτέρῳ ὀστέῳ, ἐγκὼν καὶ ἀγκών. Ἀγλευκής. παρὰ τὸ γλυκὺς καὶ πλεονασμῷ τοῦ ε ἀγλευκής. Ἁγνός. ὁ καθαρός. παρὰ τὸ ἅζω, τὸ σέβομαι. ἄζος, ἄγος, ἁγανὸς καὶ ἁγνός. τὸν γὰρ ἁγνὸν καὶ ἅγιον πάντες σεβόμεθα. Ἀγνὼς δὲ, ὁ ἀγνωστὸς, μέγα, καὶ κλίνεται ἀγνῶτος. Ἄγνος. φυτὸν, ὃν καὶ λύγονα καλοῦσι· παρὰ τὸ τοὺς ἐσθίοντας ἀγόνους τηρεῖν. τινὲς δὲ τὸν κολύανδρον λέγουσιν. Ἀγοστός. ὁ ἄγαν ὀστώδης τόπος παρὰ τὸ τὴν συναγωγὴν καὶ ἐπίκαμψιν τῆς χειρὸς ἢ παρὰ τὸ δύνασθαι τοῦτο τινὰ ἔχειν ἢ διὰ τὸ ἐπάγεσθαι τὴν χεῖρα, οἷον ἀγνυστία. ὥσπερ παρὰ τὸ πολλὸς γίνεται πολλοστὸς, οὕτω παρὰ τὸ ἄγω ἀγοστός· οἶμαι δὲ τὸν τοῦ ἀγκῶνος τόπον λέγειν. Ἀγοστῷ. τῷ ἀγκῶνι. ἐν ἀγοστῷ σὴν εὐεργεσίην τῷ προσιόντι λέγω. Ἄγριος. προπαροξυτόνως, ὁ ἀνήμερος. ἀγρεῖος δὲ διὰ τῆς ει διφθόγγου πρὸς ἀντιδιαστολήν. Ἀγριᾶνες. τάξις στρατιωτική. Ἀγριόθυμος. ὁ ἄγριος τῇ ψυχῇ. Ἀγρότας. ἀγροίκους. Ἄγροφον. ὀρεινόν. Ἄγγαροι. οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάναι. Ἀγκών. ἐν τῇ βασιλικῇ αὐλῇ τοῦ Γελίμερος οἴκημα ἦν, σκότους ἀνάπλεον, ὃ δὴ ἀγκῶνα ἐκάλουν οἱ Καρχηδόνιοι· ἔνθα ἀνεβάλλοντο ἅπαντες, οἷς ἂν χαλεπαίνοι ὁ τύραννος. Ἀγμούς. τοὺς ὀρείους καὶ κρημνώδεις τόπους. Ἄγρωστις. εἶδος βοτάνης. Ἀγρώσται. οἱ κυνηγέται. ἀπὸ τοῦ ἀγρώσσειν. Ἀγύρτας. συρφετώδεις· ὀχλαγωγούς· χυδαίους· ψεύστας· λωποδύτας· ἐπαίτας· φιλοκερδεῖς. καὶ ἀγύρτης, εἶδος βόλου, καὶ ὁ ἀλαζὼν καὶ ὁ ἀπατεών. παρὰ τὸ ἀγείρειν τὸ περιϊέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινὶ τοιούτῳ. Ἀγών. παρὰ τὸ ἄγω γίνεται ἀγών. ὁ φέρων πολλὴν ὄχλησιν καὶ ἀδημονίαν. σημαίνει δὲ τὸ ἀγὼν δ. ἀγὼν ὁ τόπος· λείηναν δὲ χῶρον καλὸν δʼ εὔρυναν ἀγῶνα. ἀγὼν καὶ τὸ πλῆθος· λῦτο δʼ ἀγών— ἀγὼν καὶ τὸ ἄθροισμα· Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν— ἀγὼν καὶ τὸ ἆθλον καὶ ὁ ναός· —θεῖον δύσονται ἀγῶνα. ἀγὼν καὶ ἡ πρὸς τοὺς ἀγῶνας ἄσκησις. ἀγῶνα καὶ Ὅμηρος λέγει τὸν τόπον αὐτὸν, ἐν ᾧ ἀγωνίζονται. Ἀγλαότιμος. λαμπρός. τετιμημένος. Ἀγνώμονες. οἱ ἀχάριστοι. καὶ ἀγνώμονες οἱ ἀμαθεῖς παρὰ Πλάτωνι. Ἄγροικος ὀργήν. φιλόδικος· ἀκρόχολος· εἰς ὀργὴν εὔκολος. Ἀριστοφάνης· νῶϊν γάρ ἐστι δεσπότης ἄγροικος ὀργήν. καὶ ἀγροίτης ὁ ἀγρός. Ἀγροίκου μὴ καταφρόνει ῥήτορος. ὅτι μηδὲ τῶν εὐτελῶν δεῖ καταφρονεῖν. Ἀγροιλῆθεν. Ἀγροίλοι δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐδος· ὁ δὲ δημότης πάλαι ἐλέγετο ἀγροιλεύς. Ἀγροιώτης. ὁ γεωργικὸς λεώς. Ἄγραυλοι. οἱ ἐν ἀγρῷ διανυκτερεύοντες ἢ αὐλιζόμενοι. Ἀγοραῖος προπερισπωμένως, οἱ ἐν ἀγορᾷ ἀναστρεφόμενοι ἄνθρωποι. Ἀγόραιος δὲ, προπαροξυτόνως, ἡ ἡμέρα, ἐν ᾗ ἡ ἀγορὰ τελεῖται. Ἀγωγεύς. ὁ ἐνάγων τὴν δίκην, ὁ διώκων. καὶ ἀγωγεὺς ὁ λῶρος. καὶ ἀγωγεῖ τῷ ἱμάντι, ἐν ᾧ ἄγεται ἵππος. Ἀγωγόν. ἐπακτικόν. καὶ Πισίδης· πρὸς τοὺς ἀγωγοὺς ἐτράπη τοῦ Τίγριδος. Ἀγωγούς. προπομπούς. Ἀγωνοθέτης. ὁ ἐν τοῖς σκηνικοῖς. ἀθλοθέτης, ὁ ἐν τοῖς γυμνικοῖς. Ἀγρέμιος. ὁ ἀπὸ τῆς ἄγρας. Ἀγρέμιον πολιᾶς ἐξ ἁλὸς εὑράμενος. Ἀγριόθυμος. τὴν ψυχὴν ἄγριος. οἱ δὲ ἐλέφαντι ἀνέτρεχον καὶ ἐβόων ἀγριαίνοντες. Ἄγριππος. ἡ ἀγριέλαια. καὶ παροιμία· ἀγρίππου ἀκαρπότερος. Ἀγρότας. ἀγροίκους. ἀλλʼ ὡς πάροινος ἀγρότης ἀνεκρίθης. Ἄγρικος. ὀργίλος· φιλόδικος· εἰς ὀργὴν εὔκολος. Ἀγροιότης. ὁ γεωργικὸς λαὸς ὁ ἐν ἀγορᾷ. Ἀγυιαί. ἄμφοδα· ῥύμαι· ἢ ἐπιμήκεις ὁδοί. παρὰ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη καὶ κάμψεις· τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρουσιν. Ἀγυιᾶς δὲ ἔνιοι μὲν ὀξύνουσι, θηλυκῶς χρώμενοι οἷον τὰς ὁδούς· βέλτιον δὲ περισπᾷν, ὡς ἀπὸ τοῦ ἀγυιέας, ἐν συναλοιφῇ δὲ ἀγυιᾶς. ἔστι δὲ ἴδιον Δωριέων. εἶεν δʼ ἂν οἱ παρὰ Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοί· ὡς Σοφοκλῆς μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν φησί· λάμπαδʼ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ Σμύρνης σταλαγμοὺς βαρβάρους εὐοσμίας. καὶ ἀγυιεὺς ὁ πρὸ τῶν αὐλίων θυρῶν κωνοειδὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς θεός. Φερεκράτης κραπατάλοις· ὦ δέσποτα ἀγυιεῦ, ταῦτα σὺ μέμνησό μου. Ἀγυιεύς. κίων εἰς ὀξὺ λήγων, ὃν ἱστῶσι πρὸ τῶν θυρῶν. Ἀγυρισμός. συναριθμός. ὁ δὲ ἐσπούδασεν εἰς τὸ δυνατὸν εἰς ἀγυρισμὸν τῆς ἀποῤῥήτου τῶν θείων θεραπείας. Ἀγυρμός. ἐκκλησία· συναγωγή. Ἀγύῤῥιος τὸν Προνόμου πώγωνʼ ἔχων λέληθεν. ὁ Ἀγύῤῥιος στρατηγὸς θηλυδριώδης, ἄρξας ἐν Λήμνῳ· ὃς τῶν ποιητῶν τὸν μισθὸν συνέτεμεν. ὁ δὲ Πρόνομος αὐλητὴς ἦν πώγωνα μέγαν ἔχων. Ἄγχαυρος. ὁ παχνώδης ὄμβρος παρὰ τὸ πλησίαν ἔχειν τὴν αὔραν. Ὅμηρος· —αὔρη δὲ ψυχρὴ πνέεν ἠῶθι πρό. Ἀγχεῖος. ὁ πλησίον. Ἀγχείσιος. ὁ τοῦ Ἀγχείσου. Ἀγχιβαθής. ὁ ἐγγὺς βάθους. Ἀγχιστεῖς καὶ ἀγχισταί. οἱ ἀπὸ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέρα ἐγγυτάτω τοῦ τελευτήσαντος· οἱ δὲ ἔξω τούτων συγγενεῖς μόνον. οἱ δὲ κατʼ ἐπιγαμίαν ζευχθέντες τοῖς οἴκοις οἰκεῖοι λέγονται. Ἀγχιτέρμων. ὁ γείτων. Ἀγχότερος. ἐγγύτερος. Ἡρόδοτος· στεινοτέρη ἐφαίνετο καὶ ἀγχοτέρη ἡ εἰσβολή. Ἀγχούροις. πλησιοχώροις. Ἀγγελιοφόρος. ὁ πρέσβυς ἢ ὁ ἐκ διαδοχῆς γραμματοφόρος. Ἀγορηταί. σύμβουλοι· φρόνιμοι. δημηγόροι. Ἀγρονόμοι. οἱ ἐν ἀγρῷ διάγοντες. Ἀγχιμάχοις. τοῖς ἐγγὺς μαχομένοις. Ἀγκυλομήτης. ὁ σκολιὰ βουλευόμενος. Ἀγένειος. μειράκιον. Ἀγεννής. ἄνανδρος. Ἀγαπησμός. ἡ φιλοφροσύνη. Ἀγάστονος. ὁ πολυστένακτος. Ἀγέραστος. ὁ ἄτιμος. Ἀγκυλοτόξους. ἐπικαμπῆ τόξα ἔχοντας. Ἀγκωνίσκοι. σκεύη τιμωρητικά. Ἀγχιμαχηταί. οἱ συστάδην μαχόμενοι. Ἀγχίστροφος. ὁ εὐπερίστροφος. Ἀγηνορίδης. ὁ αὐθάδης. Ἀγαστόρων. τῶν ὁμογαστόρων· τῶν ἀδελφῶν. οὕτως Λυκόφρων. Ἀγλαόκοιτος. ὁ πάνυ τίμιος. Ἀγνῦθες. οἱ λίθοι τοῦ ἱστοῦ. Ἀγροῖκος. ὁ ἀμαθής. Ἄγροικος ὁ ἐν τῷ ἀγρῷ αὐλιζόμενος. Ἄγγαρος. ὁ ἄγγελος οὕτως ὁ Ψελλός. Ἀγωγεύς. τὸ σχοινίον. Ἄγκονες. τὰ δοράτια. Ἄγκουρος. τὸ μελίπηκτον. Ἀγαθῶν ἀγαθίδες. τάττεται ἡ παροιμία παρὰ τοῖς κωμικοῖς ἐπὶ τῶν πολλῶν ἀγαθῶν. Ἀγανοφροσύνη. προσήνεια· πραότης. Ἀγανώπιδος. πραέα βλεπούσης. Ἀγχίνοια. ἡ ὀξύτης τοῦ νοὸς, παραχρῆμα εὑρετικὴ τοῦ δέοντος. Ἀγχιστῖναι. πυκναί. Ἀγάπη. ἄπαυστος πρόθεσις ἐπὶ τῇ φιλίᾳ τοῦ φιλουμένου, καὶ τοῦ προτιμᾷν ἑαυτοῦ ἀεὶ ἀπόντα καὶ παρόντα τὸν ἠγαπημένον· ἢ ἡ τῶν ἀνθρώπων πρὸς ἀλλήλους συμψυχία. Ἀγάπη θεοῦ. ἀπόθεσις πάσης ἐννοίας καὶ παντοίας πρὸς μόνον ἀτενίζουσα καὶ ἐκεῖ ἀσχολουμένη. Ἀγνώπιδος. εὐοφθάλμου. Ἀγκαρία. ἡ ἐκ βίας καὶ ἀκούσιος ὑπηρεσία. Ἀγγελία. ἡ φήμη. Ἀγιστία καὶ ἁγιαστία. ἡ καθαρότης· ἡ ἁγιωσύνη. ποτὲ δὲ καὶ ἡ ἀκαθαρσία. Ἄγρα. ἡ θῆρα. Ἀγυιά. ῥύμη· ἄμφοδος· παρὰ τὸ ἄγω τὸ πορεύομαι. τινὲς δὲ περισπῶσι τὸ ἀγυιᾶ ἐπʼ εὐθείας. Ἀγχιστεία. ἡ συγγένεια. Ἁγιότης ἡ παντὸς ἄγους ἐλευθέρα καὶ παντελὴς καὶ πάντη ἄχραντος καθαρότης. Ἀγή. θαῦμα· χαρά. ἀπιστία. Ἀγηνορίη. ἡ αὐθάδεια. Ἀγαθοεργία. προθυμία ἔργου ἀγαθοῦ. Ἀγχίθυροι. αἱ ὡς σύνεγγυς τινὸς θύραι. ἀντʼ ἄλλης τῇ ἀδηλίᾳ εἰς ἄλλην εἰσάγουσαι. Ἁγνεία. ἐπίτασις σωφροσύνης. Ἄγλιθες. αἱ κεφαλαὶ τῶν σκορόδων. Ἀριστοφάνης· ὡς ἀρουραῖοι μύες ὀρύσσετε πασσάλῳ τὰς ἄγλιθας. Ἀγανάκτησις. βάρος· ἄχθος. Ἀγκάς. τὰς ἀγκάλας. Ἀγκαλίδας. μερίδας ἢ δράγματα. Ἀγωγή. ἡ παίδευσις. Ἀγκοίνη. ἡ ἀγκάλη. Ἀγάθεια. πόλις Φωκίδος. ὁ πολίτης Ἀγαθεύς. Ἀγάπη. ἀπόθεσις παντοίας ἐννοίας, παρὰ τὸ ἄγαν πιότητα ἔχειν. Ἀγεληεία. ἡ Ἀθηνᾶ. ἡ ἄγουσα λεῖαν ἀπὸ τοῦ πολέμου· ὅ ἐστιν ἡ λαφυραγωγός. Ἄγνοια. διάζευξις τῶν ἐγνωκότων καὶ ἐγνωσμένων, νοούντων καὶ νοουμένων. ἢ ἡ τῆς κατὰ γνῶσιν ἐνεργείας ἀναίρεσις. εἴτις λέγει ἄγνοιαν εἶναι στέρησιν ἐπιστήμης, ἁμαρτάνει. ἔστι δὲ ἄγνοια ἕξις μοχθηρὰ καὶ ἠπατημένη. Ἀγωνία. φόβος πτώσεως ἢ ἥττης. ἐπὶ τοῦ εἰς ἀγῶνα μέλλοντος ἀπιέναι. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλοῦ φόβου. Ξενοφῶν δὲ τὸ ἀγωνίᾳ. ἐν τῷ ἀγῶνι καὶ ὁ φόβος. Ἀγκύλη. τὸ ὄπισθεν τοῦ γόνατος. ἢ τοῦ ἀγκῶνος ἡ κάμψις. Ἀγκοίνη. ἀπὸ τῆς ἀγκῶνος ἀγκώνη καὶ ἀγκοίνη, ὅ ἐστιν ἡ ἀγκάλη. Ἀγαθοθέλεια. ἡ τῶν ἀγαθῶν ἐκλογή. οὐκ ἀρκεῖ τοῖς πράγμασιν ἡ ἀγαθοθέλεια μόνον, ἀλλὰ δεῖ καὶ ῥώμης καὶ ἐπιστρεφείας. Ἀγελαία. σταφυλὴ ἡ εὐτελὴς καὶ μικρά. Ἀγελαῖα δὲ, ἐπὶ οὐδετέρου, τὰ οὐ γενναῖα. Ἀγέληφιν. ἐκ τῆς ἀγέλης. Ἀγελείη. ἡ Ἀθηνᾶ. ἀπὸ τοῦ ἄγειν λείαν· τουτέστι στρατιωτική. Ἀγελαίη. ἡ Ἀθηνᾶ. Ἀγκονίδες. αἱ ὑπηρέτιδες. παρὰ τὸ ἐγκονεῖν, ὅ ἐστι μετὰ σπουδῆς ἐνεργεῖν. Ἀγή. ἡ κλάσις τοῦ κύματος. ἀπὸ τοῦ ἄγω, τὸ κλῶ, ἀγή. Ἀγάθυρσος. πόλις Σικελίας· ὁ πολίτης Ἀγαθυρσαῖος. Ἄγρις. ἡ ὀδύνη. ἐκ τούτου τὸ ἀγγρίζειν, ὅ ἐστι τὸ ὀδυνᾷν. Ἀγκύλη. εἶδος ἀκοντίου. σημαίνει δὲ καὶ ἔργον τὶ τῆς σκηνῆς τοῦ Μωσέως. Ἀγλαΐα. λαμπρότης. Ἀγλαομητία. ἡ μεγάλη καὶ λαμπρὰ βουλή. Ἀγονία. ἡ ἀτεκνία ἢ ἡ ἀκαρπία. διεφθείρετο ἡ νεολαία καὶ ἦν ἀγονία. Ἀγόνων χοῶν. τουτέστι τῶν ἐπὶ νεκροῖς χεομένων θυσιῶν. Ἀγορά. ἡ ἐκκλησία καὶ ἡ συνάθροισις, ὅθεν καὶ ὁ Νέστωρ ἀγορήτης. Ἀγορανομίας. λογιστείας. εἴρηται δὲ ἐπὶ τῶν ἐπισκοπούντων τὰ τῶν πόλεων ὤνια. Ἀγοράς. ὁ Ὑπερίδης ἀντὶ τοῦ συνόδους. οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται. Ἀγοραίαν δίκην. τὴν δικαιολογίαν. Ἀγορῆθεν. ἐκ τῆς ἀγορᾶς. Ἀγωγή. φορὰ τινῶν. ὃ καὶ παρακομίζειν λέγεται, ὡς λέγεται σίτου ἀγωγὴ ἢ οἴνου. Ἀγωγή. ἀναστροφή· τρόπος· ἢ κομιδὴ καὶ τὸ ἀγόμενον βάρος. ἀγωγὴ ἡ τῶν ἤθων τοῦ τρόπου κατακόσμησις· ὡς λέγεται παίδων ἀγωγή. Ἀγωγή. ἡ μεταβολή. Πολύβιος· ἤγαγε δὲ ὁ λόγος καὶ Λακεδαιμόνιον ἄνδρα τῆς Λακωνικῆς ἀγωγῆς μετεσχηκότα καὶ τριβὴν ἐν τοῖς πολεμικοῖς ἔχοντα σύμμετρον. Ἀγρεσία. ἡ ἄγρα. οἱ τρισσοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι, ἀγρότη Πὰν, ἄλλης ἄλλος ἐπʼ ἀγρεσίης. Ἀγριᾶνες. τάξις στρατιωτική. Ἀγρίφη. δίκελλα, σκεῦος γεωργικὸν πολύγομφον. λέγεται δὲ καὶ ἡ σκάφη. Ἀγρολέτειρα. ἡ Ἄρτεμις. Ἀγροτέρας. ἀγρίου. ἐν ἐπιγραφῇ· τοῦτο σοὶ ἀγροτέρης Διονύσιος αὐτὸς ἐλαίης θῆκε ῥόπαλον. Ἀγροίλη. δῆμος ἐστὶ φυλῆς τῆς Ἐρεχθηΐδος. Ἄγυρις. συνάθροισις. Ἄγη. ἔκπληξις. Ἀγχιστεία. ἡ μετουσία τῆς οὐσίας παρʼ Ἀριστοφάνει· νόθῳ μὴ εἶναι ἀγχιστείαν— Ἀγχόνη. ὁ βρόχος· τὸ σχοινίον. ἀγχονὴ δὲ, ὀξυτόνως, τὸ πρᾶγμα, ἡ ἐνέργεια. Ἄγχουσα. εἶδος βοτάνης, ἧς ἡ ῥίζα ἐρυθρὰ, ᾗ ἐρυθραίνουσι τὰ πρόσωπα αἱ γυναῖκες. ἡ ἄγχουσʼ ὀδυνήσει σε καὶ τὸ σὸν ψιμμί-θιον. Ἀγρεῖφνα. γεωργικὸν ἐργαλεῖον, διʼ οὗ συνάγουσι τὸν χόρτον. Ἀγρυπνία. ἤτοι ἀϋπνία καὶ κατὰ πλεονασμὸν τοῦ γρ ἀγρυπνία. Ἀγαθωσύνην. τὴν ἀπηρτισμένην ἀρετὴν καλεῖ ὁ ἀπόστολος· ὅτι καὶ αὐτοὶ μεστοὶ ἐστὲ ἀγαθωσύνης. τὸ δὲ μεστοὶ ἐπιτάσεως ἐστὶ ῥῆμα. Ἄγημα. τὸ προϊὼν τοῦ βασιλέως τάγμα. Ἄγαλμα. πᾶν, ἐφʼ ᾧ τὶς ἀγάλλεται. καὶ δίδωσιν ἀργύριον, ἵνα ἐκπονήσῃ τὸ ἄγαλμα ἄκρης τέχνης προσθεὶς τὸ μέγεθος καὶ προσειπὼν τῆς λίθου τὴν φύσιν. Ἀγάλματα. τὰ τῶν θεῶν μιμήματα καὶ πάντα τὰ κόσμου τινὸς μετέχοντα. Ἀγάλματα. ξόανα. ἀνδριάντες. παρὰ τὸ ἀγάλλω· τοῦτο παρὰ τὸ αἴγλη. Ἀγέλαστα. τὰ μὴ γέλωτος ἄξια, ἀλλʼ ἀγανακτήσεως. Ἀγκύριον. πόλις Ἰταλίας. ὁ πολίτης Ἀγκύριος· ἢ Ἀγκυρεὺς, ὡς Σκυτιεύς. ἢ Ἀγκυριανὸς, ὡς Ἀδριανός. Ἀγέννητον. οὗ κατʼ οὐσίαν ὑπάρχοντος οὐδὲν προσεπινοεῖται τῶν ὄντων. Ἀγκύλον. παρὰ τὸ ἄγω γίνεται. σημαίνει δὲ γ. τὸ σκολιὸν καὶ περιφερὲς κατὰ σχῆμα, ὡς ἐν τῷ· —ἀγκύλα τόξα— καὶ τὸ ἰσχυρὸν, ὡς ἐν τῷ· ἀγκύλον ἅρμα. οὕτως εὗρον ἐν ὑπομνήμασιν Ἰλιάδος. Ἀγλαά. τὰ λαμπρά. παρὰ τὸ ἄγαν ἅλλεσθαι ἀγαλάα καὶ κατὰ συγκοπὴν ἀγλαά· ἢ παρὰ τὴν αἴγλην. Ἁγίασμα. ὁ θεῖος νεώς. Δαβίδ· ἐγεννήθη Ἰουδαίων ἁγίασμα αὐτοῦ. Ἄγκη καὶ ἄγκεα. οἱ φαραγκώδεις καὶ ἀγκωνοειδεῖς καὶ σκοτοειδεῖς τόποι καὶ κοῖλοι καὶ καταδύσεις ἔχοντες. ἢ σύνδενδροι καὶ ὑλώδεις τόποι καὶ ὑψηλοί. ἐν ἐπιγράμματι· θηροβόλει τούτῳ δʼ ἄγκεσι θηροτόκοις. καὶ ἐν ἑτέρῳ· ποσὶ δʼ αὖ ἐλθεῖν ἄγκος ἐς ὑψικάρηνον ἐδεδίζετο. εἴρηται δὲ ἀπὸ τοῦ συγκεκλεῖσθαι καὶ συνάγεσθαι ἐν αὐτοῖς τὰ ξύλα. παρὰ τὸ ἄγω τὸ φέρω, ἄγη καὶ πλεονασμῷ τοῦ κ ἄγκη. Ἀγαθικά. τὰ σπουδαῖα. Ἀγαπητὰ ἤθη. καλὰ καὶ σπουδαῖα καὶ ἀγαθά. Ἀγάσματα. τὰ σεβάσματα. Ἀγαυρίαμα. ἔπαρμα. παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῦρος, τροπῇ τοῦ ι εἰς υ, ὡς κλαίω, κλαύσω. καὶ ἐν ἐπιτάσει τοῦ α ἀγαυρὸς καὶ ἀγαυρίαμα. καὶ γαυριᾷν τὸ μεγάλα ἐπαίρεσθαι. Ἀγγεῖον. ἀπὸ τοῦ ἄγειν ἐφʼ ἑαυτῷ καὶ φέρειν τι. Ἀγγείδιον. τὸ μικρὸν ἀγγεῖον. Ἄγκιστρον. παρὰ τὸ ἄγω, ἄγιστρον καὶ ἄγκιστρον. Ἀγριωπόν. τὸ ἀγριόφθαλμον. Ἀγχώμαλον. τὸ ἰσόστεον. τὸ ἰσόπεδον. Ἀγαθόν. οὗ πάντα ἐφίεται. καὶ ἀγαθὸν λέγεται τὸ διʼ ἑαυτὸ φύσει ἀναγκαῖον. Ἅγια· ἁγίων ἅγια. τὰ ἐντὸς τοῦ καταπετάσματος. ἁγίων τῶν ἐκτὸς τοῦ καταπετάσματος. Ἀγώγιον. τὸ ἀγόμενον βάρος ἐπὶ τῆς ἁμάξης. οὕτως Ξενοφῶν. Ἀγωγίμων. φορτίων βασταζομένων ἢ ἐμπορικῶν. αὐτοὺς μὲν τοὺς ἐμπόρους ἀπαθεῖς κακῶν. διασῶσαι· τὰ δὲ ἀγώγιμα σφίσιν ἀνασώσασθαι. Ἀγάννιφον. τὸ λίαν χιονιζόμενον ὄρος. οὕτως Ὅμηρος. Ἄγανον. τὸ φρυγανῶδες ξύλον καὶ ἕτοιμον κατεαγῆναι. Ἀγχίστροφον. τὸ εὐθέως στρεφόμενον. Ἀγαλλίαμα. καύχημα· δόξασμα· χαροποίημα. Ἀγρετά. λεπτά. Ἀγχίαλον. τὸ παραθαλάσσιον. Ἀγχίμολον. τὸ μετʼ ὀλίγον ἐγγύς. Ἀγκύλια. οἱ κρίκοι τῶν ἁλύσεων. Ἀγκυροβόλιον. τὸ σίδηρον τοῦ πλοίου. Ἀγκύρισμα. εἶδος παλαίσματος καὶ σκεῦος ἀγρευτικὸν σύκων. Ἀγλευκές. τὸ ἀηδές. Ἀγλευκέστερον. ἀηδέστερον. Ἄγμασι. κλάσμασι· τροπαῖς. ἄγματα ἀμφορέων εἰς τὰ ἑλώδη τῶν χωρίων λάθρα ἐμβεβλήκεσαν. Ἀγκοπήνια. τὰ τῶν μελισσῶν κηρία. Ἀγραφίου δίκη. τῶν ἐκ καταδίκης ὠφληκότων τῷ δημοσίῳ γράφουσι τὰ ὀνόματα ἐν σανίσιν οἱ κατὰ καιρὸν περὶ τούτων διοικοῦντες προστιθέντες ἀνὰ πόσον ἐστὶ τὸ ὄφλημα. Ἀγράφου μετάλλου δίκη. οἱ τὰ ἀργύρια μέταλλα ἐργαζόμενοι ὅπου βούλοιντο καινοῦ ἔργου ἅψασθαι, φανερὸν ἐποιοῦντο τοῖς ἐπʼ ἐκεῖνα τεταγμένοις ὑπὸ τοῦ δήμου καὶ ἀπεγράφοντο τοῦ τελεῖν ἕνεκα τούτου τῷ δήμῳ εἰκοστὴν τετάρτην τοῦ καινοῦ μετάλλου. εἰ οὖν ἐδόκει λάθρα ἐργάζεσθαι μέταλλον τὸν μὴ ἀπογραψάμενον, ἐξῆν τῷ βουλομένῳ γράφεσθαι καὶ ἐλέγχειν. Ἀγρίδιον. Ἀγώνισμα. σπουδήν· ἐπιμέλειαν. ἀγώνισμα τίθεσθαι συλλαβεῖν αὐτόν. καὶ Ἀριστοφάνης· λαβεῖν τε ἀγώνισμά τι τῆς ὁδοῦ. ἔπαθλον. Ἀγαθόν. τὸ ἄκρως ἀγαθὸν μόνου θεοῦ. κἂν τούτῳ καὶ ἄνθρωποι ὀνομάζωνται κατὰ χάριν τούτου μετέχοντες, ὅπερ οἶμαι δηλοῦν καὶ τό· ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προβάλλει τὸ ἀγαθόν. καὶ πρὸ τούτου πρὸς Σαοὺλ περὶ Δαβὶδ ἐν τῇ πρώτῃ τῶν βασιλειῶν· καὶ δώσει τὴν βασιλείαν τῷ ἀγαθῷ ὑπέρ σε. Ἄγαμαι. θαυμάζω. Ἄγαμαι καρδίας. ἀττικῶς ἀντὶ τοῦ θαυμάζω. Ἀγάμενος. θαυμάζων· ἀγάμενοι τοῦτον τῆς εὐψυχίας ἐποχοῦσι τῷ ἵππῳ. Ἄγετε. τὸ ἡγεῖσθε καὶ οἴετε. Ἀγείρει. συνάγει. καὶ ἀγείρουσιν. Ἀγείρας. ὁ χωλός. Ἄγειν καὶ φέρειν. τὸ ληστεύειν καὶ ἁρπάζειν. ἄγειν δὲ καὶ ἀπάγειν χρήματα. καὶ ἐπὶ ἀψύχων. καὶ κομίζειν ἀδιαφόρως. Ἄγειν ἐπὶ ἐμψύχων. φέρειν ἐπὶ ἀψύχων. Ἀγηόχασιν. ἤνεγκαν. παρʼ οὐδενὶ εὑρίσκεται τῶν ἀκριβῶν ἀγηόχασιν, ἀλλʼ ἐν ἐπιστολῇ Φιλίππου τοῦ Μακεδόνος· οἱ δόκιμοι δὲ περὶ τὴν διάλεκτον, ἦχα, συνῆχα, ἐξῆχα λέγουσιν. Ἁγιασθήτω. ἀντὶ τοῦ δοξασθήτω. Ἁγιάσατε. προευτρεπίσατε. Ἁγιάσαι. καρπῶσαι. καῦσαι ἁγίως. Ἀγάλλει. σκευάζει· κοσμεῖ. ποιεῖ. Ἀγαλματοφορούμενος. ἀγάλματα ἤτοι τῶν νοηθέντων φέρων ἐν ἑαυτῷ. οὕτως Φίλων. Ἀγάλλων. ὁ ἑαυτὸν σεμνὸν ποιῶν· ἢ χαίρων. Ἀγηγέρατο. συνηθροίζοντο. Ἀγαίομαι. φθονοῦμαι. Ἄγε δῆτα. φέρε, κόμιζε δεῦρο. Διόγενες, ἄγε, λέγε, τίς ἔλαβέ σε μόρος ἐς ἄϊδος; ἔλαβέ με κυνὸς ὀδάξ. Ἀγηλατεῖν. διώκειν, φυγαδεύειν. ἐὰν δασύνῃς, τὸ ἄγος καὶ τὸ μίασμα ἐλαύνειν· ἐὰν δὲ ψιλώσῃς, ἀντὶ τοῦ ἀπελάσειν. Ἀγηγέρατο. συνηθροίζοντο. ἐκ τοῦ ἀγείρω. ὁ μέλλων ἀγειρῶ. ὁ παρακείμενος ἤγερκα, ὁ παθητικὸς ἤγερμαι. τὸ γ. ἤγερται, καὶ ἰακῶς ἀγήγερται. εἶτα ὁ ὑπερσυντελικὸς ἠγέρμην, ἤγερτο καὶ ἀγήγερτο, καὶ ἰακῶς ἀγηγέρατο. Ἀγινεῖ. ἀντὶ τοῦ φέρει. ἐκ τοῦ ἄγω τὸ φέρω γίνεται. κατὰ πλεονασμὸν τοῦ ν. ἄγω ἀγνῶ καὶ ἀγινῶ. τὸ δὲ ν πέφυκε πλεονάζειν. Ἀγλαεῖσθαι. καλλωπίζεσθαι. ἀγλαΐζω, ἀγλαΐσω, ἀγλαϊῶ καὶ ἀγλαεῖσθαι. Ἀγνοῶ. παρὰ τὸ νοῶ καὶ πλεονασμῷ τοῦ γ, γνοῶ, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀγνοῶ. Ἀγορεύω. παρὰ τὸ ἀγορά. τοῦτο παρὰ τὸ ἀγείρω. τοῦτο παρὰ τὸ ἄγω καὶ τὸ εἴρω τὸ λέγω. ὁ πρὸς τὸ λέγειν συναθροιζόμενος. Ἀγωνιόντες. ἀντὶ τοῦ ἀγωνιζόμενοι. Ἁγιασθέντων. ἀφιερωθέντων. Ἁγίσαι καὶ καθαγίσαι. τὸ καρπῶσαι. Ἀγκιστρεύει. ἀντὶ τοῦ δελεάζει. Ἀγκυρίσας. ἀντὶ τοῦ καταπαλαίσας. Ἀγγαροφορεῖν. ἐπὶ τοῦ φορτία φέρειν. Ἀγωνίζεσθαι περὶ πράγματος καὶ ἀγωνίζεσθαι περὶ πρᾶγμα. ἀνάγγειλον ἡμῖν περὶ τὸ πρᾶγμα ἠγωνίσω. Ἄγχειν. πνίγειν. παρὰ τὸ ἄγω, ἄγειν, καὶ πλεονασμῷ τοῦ χ ἄγχειν. Ἀγοράσω λέγουσι· τὸ δʼ ἀγορῶ βάρβαρον. Ἀγχλάσας. ἀναχλάσας, ἀναβαστάσας, ἀνακουφίσας. Ἀγώμενος. θαυμαζόμενος. Ἀγόμενος δέ· ὁ φερόμενος μικρόν. Ἀγωνιᾷν. ἀντὶ τοῦ ἀγωνίζεσθαι. οὕτως Ἰσοκράτης. Ἀγωνιούμενοι. εἰς ἀγῶνας ἐμβαλοῦντες. Ἀγωνιῶ. τὸ κινδυνεύω καὶ τὸ φοβοῦμαι. ἀγύβιος· πολλαὶ δὲ πόλεις προσετίθεντο τῶν μεσογαίων τοῖς Ῥωμαίοις. Ἀγωνιῶσαι τὰς πεζικὰς παρατάξεις καὶ δυνάμεις. Ἀγωνιῶντες. ἀντὶ τοῦ ἀγωνιζόμενοι. οὕτως Ἰσοκράτης. Ἀγωνιῶν. δεδιώς. ἀγωνιῶν δὲ τὴν ἀθεσίαν τῶν Κελτῶν καὶ τὰς βουλὰς τὰς περὶ τὸ σῶμα. Ἀγρόμενοι. συναθροιζόμενοι. καὶ συναθροίζοντες. ἀγρόμενοι πᾶς δῆμος. σύνταξις πρὸς σχῆμα· ὁ δῆμος ἀγρόμενοι. ἐπεὶ ὁ δῆμος πλῆθος σημαίνει. Ἀγρώσσω. τὸ ἀγρεύω. Ὅμηρος· ἰχθῦς ἀγρώσσω. Ἄγνυται. κλᾶται. Ἀγρυγεῖται. ὑβρίζει. Ἀγχονῆσαι. πνίξαι. ἀπαγχονίσαι δὲ, τ. Ἀγνυμένων. συντριβομένων. Ἀγασάμενοι. θαυμάσαντες. Ἀγγεῖλαι. κυρίως, τὸ διὰ λόγων κελεύειν. παρὰ τὸ λέγω, ἀνλέγω· καὶ καθʼ ὑπερβιβασμὸν ἀγγέλω, τροπῇ τοῦ ν εἰς γ. Ἀγῆλαι. τιμῆσαι, κοσμῆσαι, σεμνύναι. εἰς ἄγασιν καὶ χαρὰν ἀγαγεῖν. ἄγασιν δὲ λέγει τὸν θαυμασμένον. Ἀγηλάειν. σώζειν. Ἄγρει. ἀντὶ τοῦ ἄγε δὴ ζῶντας. Ἀγαπᾷν. ὅπέρ ἐστιν ἐξ ἀγάπης. λέγεται δὲ καὶ τὸ ἀρκεῖσθαι. Ἁγιάσατε. ἀφορίσατε. Ἀγορεύων. δημηγορῶν. Ἀγρίσκεται. πικραίνεται. Ἀγασάμενος. θαυμάσας, καὶ ἀντὶ τοῦ φθονήσας. Ἀγκυλώμενος. ἀντὶ τοῦ ἀγκύλην ἔχων. ἔστι δὲ ἡ ἀγκύλη εἶδος ἀκοντίου. Ἀγχεμαχῶν. ὁ συστάδην καὶ πλησίον πολεμῶν. καὶ ἀγχέμαχα ὅπλα, οἷον ἐστὶν ἡ σπάθη. ἑκηβόλα δὲ ὅπλα τὰ ἀπὸ τόξου πεμπόμενα βέλη. καὶ ὁ θεολόγος· ἀγχεμάχοις ὅπλοις, τοῖς ἀπὸ γλώσσης. Ἀγεννῶς. ἀνάνδρως. Ἀγεληδόν. δίκην ἀγέλης ἠθροισμένοι. Ἄγχι. πλησίον. Ἀγχοῦ. ἀντὶ τοῦ ἐγγύς. Ἀγροίκως. ἀμαθῶς. Ἀγνωμόνως. ἀχαρίστως, ἀμαθῶς ἢ ἀνοήτως. παρὰ Πλάτωνι. Ἀγκράτος ἐλαύνονται. ἀντὶ τοῦ πάνυ ἐλαύνονται. οὕτως Ξενοφῶν. Τὸ Α μετὰ τοῦ Δ.Ἀδαής. ὁ ἀμαθὴς, ὁ ἐστερημένος τοῦ δαίειν, ἤτοι τοῦ μανθάνειν. ἀπὸ τοῦ δαίω, δαῶ. Ἀδεής. ἄφοβος. γράφεται καὶ ἀδειὴς, πλεονασμῷ τοῦ ι. Ἀδρός. ὁ πλούσιος. Ἅδης. χωρίον ἀφεγγὲς, καὶ σκότους αἰωνίου πεπληρωμένον. Ἀδιάκριτος. ἀδιαχώριστος. λέγεται δὲ καὶ ἐπὶ τῶν μὴ γινωσκόντων τὰ δέοντα, ἢ ἀφρόνως φλυαρούντων. Ἀδέκαστος. ὁ μὴ δεχόμενος πρόσωπα ἢ δῶρα. παρὰ τὸ δέχω δέδεγμαι, δεκαστὸς καὶ ἀδέκαστος. Ἀδεκάτευτος. ἀτελώνευτος. Ἀδαήμων. ὁ ἄπειρος, ἀπὸ τοῦ δαίω τοῦ μανθάνω. δαῶ, δαήσω. δαήμων καὶ ἀδαήμων, συστολῇ τοῦ ι, καὶ μεταθέσει τοῦ τόνου. Ἀδάμας. γένος λίθου ἄθραυστον. Ἀδόκιμον. ἀπόβλητον. Ἄδδιξ. μέτρον τετράσχοινον. Ἀδρανής. ἀνίσχυρος, ὁ μὴ δυνάμενος πρᾶξαί τι. δρῶ γὰρ τὸ πράττω. Ἀδένες. οἱ μαλακοὶ καὶ σπογγώδεις τόποι· αἱ μασχάλαι αἱ δύο, καὶ εἴτι ἐν τοῖς μέλεσι τούτοις ὅμοιον. Ἀδερκὴς καὶ ἀδαρκής. ὁ τυφλὸς, ὁ ἐστερημένος τοῦ δέρκειν ἤτοι τοῦ βλέπειν. Ἀδδηφάγος. γαστρίμαργος, πολυφάγος. ἀθρόως ἐσθίων. παρὰ τὸ ἄδδην τὸ δαψιλῶς καὶ τοῦ φήγω ἀδδηφάγος. Ἀδελφειός. ὁ ἀδελφός. Ἀδέλφιος δὲ ὄνομα κύριον. Ἀδευκής. ὁ ἀπροσδόκητος καὶ ἄγνωστος. παρὰ τὸ δείκω, τὸ δεικνύω, δεικὴς καὶ ἀδεικής. καὶ τροπῇ τοῦ ι εἰς υ ἀδευκής. καὶ ἀδευκέος, τοῦ πικροῦ καὶ ἀπεοικότος. δεῦκος γὰρ τὸ γλυκύ. ὅθεν καὶ Πολυδεύκης ἐκλήθη. Ἀδράφαξις. λάχανόν τι—ἄγριον. Ἀδελφιδοῦς. ἀνεψιός. ἰστέον, ὅτι τὰ εἰς ους λήγοντα εἰς ου ἔχουσι τὴν γενικήν. οἷον ἀδελφιδοῦς ἀδελφιδοῦ· θυγατριδοῦς, θυγατριδοῦ. γέγονε δὲ ἀπὸ τοῦ θυγατρίδεος καὶ ἀδελφίδεος, κατὰ κρᾶσιν, οὐχ, ὥς τινες λέγουσι, τὸ ἐναντίον, ἀπὸ τοῦ ἀδελφιδοῦς ἀδελφίδεος. οὐδέποτε γὰρ εὐθεῖα διαλύεται. τὸ γὰρ εἰς εις, εεις, πλεονασμὸν ἔχει τοῦ ε. πρὸς δὲ τοὺς λέγοντας, ὅτι, εἰ γέγονε τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς ἀπὸ τοῦ ἀδελφίδεος, ἔδει ὀξύνεσθαι, λέγομεν, ὅτι πρὸς τὸν χαρακτῆρα τῶν εἰς οῦς ἁπλῶν περισπωμένων. Ἀδελφός. δελφὺς λέγεται ἡ μήτρα καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ, γίνεται ἀδελφὸς, οἱονεὶ ὁμόδελφός τις ὢν, ἐκ τῆς αὐτῆς δελφύος. Ἄδερ. οὗτος ὁ ἀλιτήριος ἐπανέστη τῷ Σολομῶντι. παῖς δὲ ἦν Ἰδουμαῖος τὸ γένος ἐκ βασιλικοῦ σπέρματος. κατέστρεψε δὲ τὴν Ἰδουμαίαν ἐπὶ Ἰωὰβ τοῦ Δαβὶδ στρατηγοῦ. Ἀδείμαντος. ὁ ἄφοβος. Ἀδήλητος. ἀσινὴς, ἀβλαβής. Ἀγαθίας· καὶ ἐπεδείκνυντο σῶοι τὲ καὶ ἀδήλητοι. δηλῶ γὰρ, τὸ βλάπτω. Ἀδημονέστερος. ἀντὶ τοῦ ἀγωνιστικώτερος. ὢν δὲ τοῦ προσήκοντος ἀδημονέστερος ἀντεῖχε τούτῳ. Ἀδέρκων. πόλις Ἰβηρίας. ὁ πολίτης Ἀδερκωνίτης, ὡς Ἀσκαλωνίτης. Ἀδράμυττις. νῆσος κατὰ τὴν Λυκίαν. τὸ ἐθνικὸν Ἀδραμυττίτης, ὡς Ναύκρατις, Ναυκρατίτης. Ἀδινῷ. ἀδιαλείπτῳ. παρὰ τὸ ἄδδην ἐπίῤῥημα. Ἀδιαίτητος. ἀλλότριος, ἀήδης καὶ ὁ μὴ διαιτώμενος. Ἀδόκητος. ἀπροσδόκητος. Ἀδοκίμαστος. δοκιμασθῆναι λέγεται τὸ εἰς ἄνδρας ἐγγραφθῆναι. ἀδοκίμαστος ὁ μήπω ἐγγεγραμμένος. οὕτως Λυσίας. Ἀδόκιμος. ὁ ἀδοκίμαστος καὶ ὁ ἀπόβλητος. Ἀδωναῖος. ὁ ὑπὸ τὸν ᾅδην. Ἀδώνειοι κῆποι. οἱ μετέωροι κῆποι. Ἀδινάων. παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸ πλῆρες, ἢ τὸ ἀδιαλείπτως, γέγονε ἀδινὸς, τὸ θηλυκὸν, ἀδινή· καὶ ἀδινῶν καὶ ἀδινάων. τὸ δι ἰῶτα, διατί; τὰ εἰς νος ὀξύτονα ἀπὸ ἐπιῤῥημάτων γινόμενα διὰ τοῦ ι γράφεται. οἷον πύκα πυκινός· ἄδην, ἀδινός. Ἀδωνίδειος καρπός. ὁ τοῦ Ἀδώνιδος, ὅ ἐστι τοῦ ᾅδου. ἡ εὐθεῖα ὁ Ἄδωνις, τοῦ Ἀδώνιδος. Ἀδύτῳ. τῷ ἐνδοτάτῳ. δύω, δῦμι, δύσω, δέδυκα, δέδυμαι, σαι, ται. δυτὸς καὶ ἄδυτος. καὶ ἄδυτον τὸ σπήλαιον, ἢ τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ. Ἀδραστίδης. κύριον. Ἀδύνατοι. οἱ πεπηρωμένοι τὸ σῶμα. ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς, οἱ μὲν ἐφʼ ἑκάστης ἡμέρας ὀβολοὺς δύο, οἱ δὲ ὀβολόν. Φιλόχορος δέ φησι, δραχμὰς κατὰ μῆνα. Ἅδης καὶ θάνατος διαφέρει· ὅτι ὁ μὲν ψυχὰς κατέχει, ὁ δὲ σώματα. Ἄδωνις. παρὰ τὸ ἄδω τὸ ψάλλω, ἢ παρὰ τὸ ἥδω τὸ εὐφραίνομαι. Ἀδιαφορία. ἀμέλεια· χωρὶς παρατηρήσεως. Ἀδικία. ἕξις παροπτικὴ τοῦ δικαίου, ἢ κίνησις ἐν τῷ αὐτῷ πολυχρονίῳ θυμοῦ καὶ ἐπιθυμίας, τοῦ μὲν τοῖς παροῦσιν ὀργιζομένου, τῆς δὲ ἐφιεμένης τῶν μὴ παρόντων. ἀδικία παρὰ τῷ ἀποστόλῳ ἡ τῶν εἰδώλων ἀπάτη· ἐκεῖνοι οὖν τὴν ἀδικίαν κατέχουσιν, ὅσοι τὸ σέβας τοῦ θεοῦ παραπέμπουσιν εἰδώλοις· τὸ δὲ κατέχουσιν, ἀντὶ τοῦ φυλάττουσιν. ὁ δὲ Πλάτων φησὶ τὴν ἀδικίαν νόσον ψυχῆς εἶναι. οὐδεμία οὖν νόσος ψυχῆς ὠφέλιμος ἐστίν. Ἀδειάς. εἶδος ἐσχάρας. Ἀδράστεια. ὄνομα κύριον, καὶ ἡ νέμεσις. καὶ τόπος μεταξὺ Πριάμου καὶ τοῦ Παρείου. Ἀδμῆτιν. ἀδάμαστον. Ἀδημονία. σκυθρωπότης ψυχῆς. ἡ διάθεσις ἐπὶ ἀποτυχίᾳ τινὸς τῶν ποθουμένων γινομένη. ἀδημονία λέγεται καὶ ἡ φροντίς. Ἄδεια. ἀφοβία, εὐδία. Ἀδελφιξία. ἡ κοινωνία. καὶ ἀδελφὸν τὸ κοινόν. Ἀδμενίδες. αἱ δοῦλαι. οἶμαι δὲ, ὅτι ἀδμωλίδες θέλει γράφεσθαι. Ἀδρήνη. πόλις Θρᾴκης. ἡ μικρὸν ὑπὲρ τῆς Βερνίκης κεῖται. τὸ ἐθνικὸν Ἀδρηνήτης. ὡς Συήνη, Συηνήτης. δύναται δὲ καὶ Ἀδρηναῖος. ὡς Κυρήνη, Κυρηναῖος. Ἀδάμαστος παρθένος. ἄζυξ. Ἄδανα. πόλις. ἀπὸ Ἄδανος τινός. ὁ πολίτης Ἀδανεὺς, ὡς Γάργαρα, Γαργαρεύς. Ἀδηλία. ἡ κρυφιότης ἢ ἀοριστία καὶ ἡ ἀπειρία. τῷ δὲ ὑπερηφανίᾳ χρωμένῳ, καὶ τὴν τοῦ πολέμου ἀδηλίαν ἥκιστα βαλλομένῳ εἰς νοῦν, ἤλπιζε ῥᾳδίως αἱρήσειν τὸν βάρβαρον. Ἀδρία. πόλις, καὶ παρʼ αὐτὴν κόλπος Ἀδρίας. ἡ χώρα δὲ τοῖς βοσκήμασιν ἔστιν ἀγαθὴ, καὶ δὶς τίκτουσα τὸν ἐνιαυτὸν καὶ διδυμοτοκεῖν. πολλὰς δὲ καὶ τρεῖς τέσσαρας ἐρίφους τίκτειν. ὁ πολίτης Ἀδριανός. ὡς Ἀσία, Ἀσιανός. καὶ Ἀδριάτης, Ἀδριατικός. Ἀδιαβηνή. αὕτη ἡ χώρα κεῖται πρὸ τῆς Μεσοποταμίας, ὡς ἐπὶ ἀνατολὴν, πέραν τοῦ Τίγρητος. ἐν αὐτῇ δʼ ἐστὶν καὶ ἡ ἄσφαλτος ἡ λεγομένη νάφθα. λέγεται δὲ Ἀδιαβηνὴ διὰ τὸ εἶναι πλείους ποταμοὺς ἐν αὐτῇ καὶ δυσχερεστέραν ποιεῖν τὴν διάβασιν. ἐκεῖ ἔστιν καὶ ἡ Νινευΐ. τοσαύτην δὲ ἀσφάλειαν ποιεῖ τοῖς κτίσμασιν ἡ ἄσφαλτος, ὥστε ταῖς ὀπταῖς πλίνθοις καὶ ἄλλοις λίθοις συμμιγεῖσα, ἰσχυροτέρα γίνεται παντὸς σιδήρου. ἐκεῖσε δὲ ἐστὶ καὶ τὸ ἄορνον στόμιον, ἐξ οὗ δεινὸν πνεῦμα ἀναδίδοται, ὥστε πᾶν μὲν ἐπίγειον ζῶον, πᾶν δὲ πτηνὸν διαφθείρειν, καὶ εἰ πρὸς τὸ τυχὸν ὀσφρήσαιτο· καὶ εἰ ἐσκεδάννυτο, οὐκ ἂν ᾠκίσθη ὁ χῶρος, ἀλλὰ κατʼ εὐθεῖαν ἄνεισι. καὶ ὀλίγον ἀνερχόμενον πάλιν ἀντανακλᾶται, καὶ ἐκ τούτου τά τε ἐν ὑψηλοτέρῳ πετόμενα σώζεται, καὶ τὰ πέριξ νεμόμενα. ὁ πολίτης Ἀδιαβηνός. Ἀδικοδοξία. παράλογος λοιδορία. ὁ δὲ στρατηγὸς οὐ δυνάμενος ἐνεγκεῖν τὴν ἀδικοδοξίαν τῶν ταῦτα λεγόντων. Ἀδμολία. ἡ ἄγνοια παρὰ Καλλιμάχῳ. παρὰ τὸ εἴδω τὸ γινώσκω, ἴδμων, ἴδμονος, ἰδμονία, καὶ ἀϊδμονία, καὶ συγκοπῇ καὶ τροπῇ, ἀδμολία. Ἀδορατία. ἡ ἀστρατεία, κυρίως δὲ, ἡ ἀργία. ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ δόρατος, ὅ ἐστι τοῦ κονταρίου. Ἀδωνίαν ἄγομεν. ὅ ἐστι στερούμεθα τοῦ Ἀδώνιδος. Ἀδωνίαν ἄγομεν καὶ τὸν Ἄδωνιν κλάομεν. Ἀδρηστίνη. ὄνομα κύριον. τὰ διὰ τοῦ ινη, μὴ γινόμενα ἀπὸ ἐπιθέσεως κύρια μονογενῆ, ἀποστρέφονται τὴν ει, πλὴν τοῦ πείνη· οἷον Αἰητίνη· δίνη· Ἀδρηστίνη. πρόσκειται μὴ γινόμενα ἀπὸ ἐπιθέτου κυρίου, ἐπειδὴ φωτεινὸς τόπος καὶ φωτεινὴ οἰκία· καὶ γίνεται ἐκ τούτου Φωτεινὴ, ὄνομα κύριον. Ἄδρησις. ἡ ἀδρόασις. ἡ ἀπραξία. Ἀδημονία. ἐπικράτεια θλίψεως παρατεταμένη. Ἀδηκτοτάτη. ἀσητοτάτη. Ἡσίοδος· τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ Ὕλη. Ἄδαιτρον. τὸ ἀμέριστον. Ἀδείμαντα. ἄφοβα. ἀπὸ τοῦ δειμαίνω, τὸ φοβοῦμαι. Ἀδῄωτον. ἀπόρθητον, ἀπράθευτον. οἱ δὲ τὸ χωρίον ἀδῄωτον ἔχειν ἐθέλοντες ὡμολόγησαν ἀργύριον σταθμὰ ͵α δώσειν. γίνεται δὲ παρὰ τὸ δῃῶ τὸ πορθῶ. τοῦτο παρὰ τὸ δαίω τὸ κόπτω, τροπῇ τοῦ α εἰς η, τοῦ ι ἀνεκφωνήτου ὄντος. Ἀδιάστατον. τὸ ἀχώριστον, ἢ τὸ μήπω διεστηκὸς, μὴ δὲ διακεκριμένον. οὕτως Ἀντιφῶν. Ἀδελφά. ὅμοια, κοινά. Ἀδερκές. τὸ ἀόρατον. Ἀδήριτον. ἄμαχον, ἀπολέμητον, ἀφιλονείκητον. ἀδῆρις γὰρ ἡ φιλονεικία. Ἀδιάρθρωτον. ἄσημον, ἀτράνωτον. Ἄδυτον. τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ ἢ τὸ σπήλαιον. Ἀδέψητον. ὠμὸν, ἀνέργαστον. Ἀδιάσκευον. ἀνεπιμέλητον, ἀκόσμητον. Ἀδαλές. ὑγιές. Ἀδινόν. οἰκτρὸν, λεπτόν. ἢ καὶ τὸ πυκνὸν καὶ τὸ συνετόν. Ἄδοξον εὖχος. ἄτιμον καύχημα, ἄδοξον καὶ ἐπίψογον δόξαν. Ἁδρόν. δαψιλὲς, μέγα, πλούσιον. Ἀδίοπον. ἄναρχον, ἀφύλακτον. ἀπὸ τοῦ διέπω. δίοποι γὰρ λέγονται οἱ τῆς νεὼς φύλακες. Ἀδιάδραστον. ἄφυκτον. καταπλαγείη ἄν τις τὸ ἀδιάδραστον τῆς δίκης, ἐκ τῆς συμβάσης τούτῳ τιμωρίας. Ἀδιεξίτητον. τὸ ἀδιεξέλευστον. τὸ ἀπόρευτον. Ἄδιον. τὸ πλάγιον. Ἀδιόριστον. ἀδιαχώριστον. Ἀδόκητον. τὸ διεψευσμένον. δεδιὼς, μὴ ἀφυλάκτοις αὐτοῖς ἐπιπέσοιεν· ὃ δὴ οὐκ ἀδόκητον ἐγεγόνει. ἐπεὶ καὶ ληστήριον αὐτῶν προέβαινεν. Ἀδόνητον. τὸ ἀσάλευτον. δόνος γὰρ ἡ ταραχὴ, καὶ δονῶ τὸ ταράσσω. Ἄδορον. τὸ ἀνέκδαρτον. Ἀδύνατα εἶναι. ἀντὶ τοῦ ἀδύνατον. πολλάκις γὰρ κέχρηται Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνικῶν, μάλιστα δὲ ἐπὶ ταύτης τῆς λέξεως. ἀδύνατον δὲ λέγεται, ὃ μὴ ἔστιν ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι. οἷον, ἡ γῆ ἵπταται. ἀδύνατα ἔχοντος τοῦ στρατηγοῦ κύμον ἀναῤῥίψαι πολέμου τοσούτου. Ἀδυσώπητον. ἀπροσωπόληπτον ἢ ἀπαράκλητον. Ἀδνούμιον. ἀπογραφὴ ὀνομάτων παρὰ Ῥωμαίοις. Ἀδιαλώβητον. τὸ ἀβλαβές. Ἀδάϊον. τὸ ἄκαυστον. Ἀδολεσχῆσαι. τέσσαρα σημαίνει. τὸ φιλοσοφεῖν, ὡς τό· ὅδε δοῦλος σοῦ ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. καὶ τὸ παίζω, ὡς τό· ἐξῆλθεν Ἰακὼβ ἀδολεσχῆσαι ἐν τῷ πεδίῳ. καὶ τὸ ὀλιγωρῶ, ὡς τό· ἠδολέσχησε καὶ ὀλιγοψύχησε τὸ πνεῦμά μου. καὶ τὸ φλυαρεῖν, ὡς τό· ἀδολεσχεῖς, ἄνθρωπε. Ἄδει. λέγει, ὑμνεῖ. Ἁδρύνοιτο. αὐξαίνοιτο. Ἀδηκότες. κεκμηκότες, ταλαιπωρήσαντες. ἀπὸ κόπου ἀηδῶς διακείμενοι. ἀηδῶ, ἀηδήσω. Ἀδήσεις. ἀρέσκεις. Ἀδεῖν. ἀρέσαι, ὑπὸ τοῦ ἄδω τὸ ἀρέσκω. ἢ ἥδω, ἥσω, ἅδον ὁ δεύτερος ἀόριστος, ἐξ οὗ τό· —ἅδε δʼ Ἕκτορι— ὁ δὲ δεύτερος μέλλων ἀδῶ. καὶ τὸ ἀπαρέμφατον ἀδεῖν. Ἀδαξῆσαι. κνῆσαι, λυπῆσαι. Ἀδμωλεῖν. ἀγνοεῖν ἢ ἀγνωμονεῖν, ἢ ἀκηδιᾷν. Ἄδδουσι. εἰς κόρον ἐσθίουσιν. Ἀδρύνω. τὸ αὐξάνω. Ἀδμεύειν. τὸ ὑγιαίνειν. Ἀδημονῶ. ἀκηδιῶ. ἀγωνιῶ· λίαν λυποῦμαι. ὁ δὲ, τὸ μὲν πρῶτον ἠδημόνει, καὶ ἡσυχίαν εἶχεν ὑπὸ τοῦ παρόντος κακοῦ. καὶ ἀδημονούσης ἀντὶ τοῦ ἀπορούσης. Ἀδελφίζειν. ἀντὶ τοῦ ἀδελφὸν καλεῖν. οὕτως Ἰσοκράτης, καὶ ὁ Μιλήσιος Ἑκαταῖος καὶ Ἀπολλοφάνης ἐχρήσαντο. Ἀδοξεῖται. οὐ τιμᾶται. οὐκ ἀπόδεκτόν ἐστι τὸ νικᾷν παρὰ Ῥωμαίοις ἄνευ παραγγέλματος· ἀδοξεῖται γάρ. Ἀδυναστί. ἀντὶ τοῦ ἀδυνάτως. Ἀδωναΐ. θεός. Ἀδέρκτως. οὐ προσβλεπόντως. ἀλλʼ ἢ καταμηνύοντες· παραμειβόμεθʼ ἀδέρκτως. Ἀδηνέως. ἁπλῶς καὶ ἀταλαιπώρως. Ἀδεκάστως. δικαίως· ἀδωροδοκήτως· ἀμερίστως. Ἀδαηστί. χωρὶς μαθήσεως, ἢ μερισμοῦ χωρίς. Ἀδορεί. ἀνεκδάρτως. ἀδωρὶ δὲ χωρὶς δώρων. μέγα καὶ ί. Ἀδηρίτως. ἀμάχως, ἀφιλονείκως. Ἀδεεί. ἀφόβως, ἀδογματίστως, ἀναμφιβόλως. Ἀδεῶς. ἀφόβως. Ἀδακρυτί. ἀκλαυστί. Ἀδμωλεί. χωρὶς δουλείας. Τὸ Α μετὰ τοῦ Ε. Ἀελλόπους. ὁ ταχύτατος. Ἀεργός. ὀκνηρὸς, ἀργός. Ἀεσίφρων. ὀξύφρων ἢ ματαιόφρων. Ἀένναος. ὁ ἀεὶ ῥέων. Ἀερσίπους. ὁ εἰς ὕψος αἴρων τοὺς πόδας. Ἀεικέλιος. ἀπρεπὴς, ἀνόμοιος, σκληρός. ὡς πέμπω, πέμπελος. εἴκω, τὸ ὁμοιῶ, ἀεικέλιος. Ἀεικής. ἀπρεπὴς, σκληρός. ἀπὸ τοῦ μὴ εἴκειν. Ἀετιδεῖς. οἱ νεοσσοὶ τῶν ἀετῶν. Ἀέτιος. ὄνομα κύριον. οὗτος ἐξ Ἀντιοχείας τῆς Συρίας εἷλκε τὸ γένος, διδάσκαλος γεγονὼς Εὐνομίου, ἀπὸ πενιχρῶν καὶ εὐτελῶν γονέων τυγχάνων· ᾧτινι ἀνάθεμα ἐγώ φημι. Ἀετίτης. εἶδος λίθου. Ἀείτης. ὁ ἑταῖρος, ἀπὸ τοῦ ἀεὶ εἶναι. Ἀερμών. ὄρος κατὰ Παλαιστίνην, ἐφʼ ᾧ πολλὴ χιὼν συνάγεται, ἀφʼ ἧς ἀτμοὶ ἀναδιδόμενοι. καὶ τὸν ἀέρα τὸν ὑπεράνω τῆς Σιὼν παχύνοντες δρόσον ἀποτελοῦσιν ἐν θέρει. Ἀέκητι. τῇ ἀβουλίᾳ. Ἀεργηλή. ἀργὴ, ἄπρακτος. τρομερῷ γήραϊ κάμνων χειρὸς ἀεργηλᾶς ἀνέθηκε κορύναν. Ἀερονηχεῖς. τὰς ἐν τῷ ἀέρι νηχομένας νεφέλας. οὕτως Ἀριστοφάνης. Ἄεσις. πόνος τίς. Ἄελλαι. πνοιαὶ ἀνέμων. ἢ ἄτακτα πνεύματα. καὶ καταιγίδες. ἢ μεγάλαι συστροφαί. αἱ ἄγαν εἱλοῦσαι. ἢ παρὰ τὸ ἄω τὸ πνέω, ὁ μέλλων ἀήσω καὶ ἀέσω· καὶ ἐξ αὐτῶν ἄελλα, πλεονασμῷ ἑτέρου λ. Ἀειλογία. ἡ πολυλογία. Ἀερία. ἡ Αἴγυπτος. Ἀετασία. ἡ λύπη. Ἀειγλινῇσι. ταῖς διηνεκέσι ῥυπαρίαις. Ἀετίγεννα. πόλις οὕτω καλουμένη. Ἀεικίας. τὰς ἀπρεπεῖς ὕβρεις. τὰς ὑβριστικὰς αἰσχύνας. ἀπὸ τοῦ ἀϊκίας. πλεονασμῷ τοῦ ε ἀεικίας. Ἀεινεφίς. ἡ τύφλωσις. Ἀερσίπους. ταχυτάτη. Ἀειφυγία. ἡ εἰς ἀεὶ φυγή. χωρήσειν δʼ αὐτοῖς ἅπαντα κατὰ νοῦν, εἰ τὸν αὐτόχειρα ἐλάσουσι τοῦ στρατοῦ ἀειφυγίᾳ. Ἀειλογία. τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτως Δημοσθένης καὶ Ἰσαῖος. Ἀεικελές. ἀπρεπές. Ἀειθαλές. τὸ ἀεὶ θάλλον. Ἀείρυτον. τὸ ἀεὶ ῥέον. Ἄερκτον. τὸ ἄφρακτον. ἕρκος γὰρ τὸ περίφραγμα. Ἀερόεν. μέγα σκοτεινόν. Ἀεκήλια. οὐκ εἰρηναῖα, οὐδʼ ἥσυχα, ἀλλὰ ταραχώδη. Ἄειλα. τὰ πολύσκια χωρία, κατὰ στέρησιν τῆς ἕλης. Ἀείδελον. ἀφανές. εἴδω, τὸ γινώσκω, τὸ οἶδα. γίνεται εἴδελος, ὡς πέμπω πέμπελος. ὡς Ἡσίοδος περὶ Αὐτολύκου. Ἀετώματα. στεγάσματα. Ἀέτειον. ἢ πτερὸν ἢ κρέας. Ἀεροτόμα. τὰ πετεινὰ τὰ τοῖς πτεροῖς τέμνοντα τὸν ἀέρα. Ἄεισμα καινόν. ὕμνος καινός. Ἀείσωμεν. ὁδεύσομεν. Ἄεθλον. τὸ ἐπὶ τοῦ ἀγῶνος διδόμενον. νηῶν δʼ ἔφερʼ ἄεθλα. ἀπὸ τοῦ ἐθέλω, ἐπιτάσει τοῦ α, ἄεθλον. Ἀεθλεύειν. ἀγωνίζεσθαι. Ἀείρας. κουφίσας, ἐπάρας, βαστάσας. Ἀεροβατεῖν. εἰς τὸν ἀέρα βαίνειν. Ἀείδω. τὸ λέγω. Ἀέξει. αὔξει. Ἀεικίσουσιν. ὑβρίσουσιν. Ἀεικίζει. ἀπολλύει, φθείρει. οἱ δὲ ἀντὶ τοῦ αἰκίζεται. Ἀελπέων. οὐκ ἐλπίζων. Ἀερέθονται. αἴρονται. ἢ λίαν παροξύνονται. Ἀέντες. πνέοντες. παρὰ τὸ ἄω τὸ πνέω. Ἀερτάζειν. βαστάζειν. Ἀείλλειν. θωπεύειν, κολασεύειν, ἀπατᾷν. Ἄειρε. πρόσφερε. μή μοι οἶνον ἄειρε μελίφρονα— καὶ ἀντὶ τοῦ ἔβαλε. καὶ ἴπνια λύματʼ ἄειρεν. Ἀειροῦς. ὁ ἀεὶ ῥέων. Ἀεικίσω. ὑβρίσω. ὡς εὐγενὴς εὐγενίζω, οὕτως ἀεικὴς ἀεικίζω. Ἀειρόμεναι. κουφιζόμεναι. παρὰ τὸ αἴρειν. ἢ ἀὴρ, ἀέρος, ἀέρω, καὶ πλεονασμῷ τοῦ ι ἀείρω. Ἀέσαμεν. ἀνεπαυσάμεθα. Ὅμηρος· νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες. Ἀέλπτως. ἀνελπίστως. Ἀένναος. ὁ ἀεὶ νάων καὶ ῥέων. ὁ δὲ Ἰουστινιανὸς ὥσπερ ποταμὸς ἀένναος ἐδῄου τοὺς ὑπηκόους. Ἀείσαμεν. ὁδεύσαμεν. ἢ ἠκούσαμεν διʼ ἰῶτα. Τὸ Α μετὰ τοῦ Ζ. Ἄζηλοι. οἱ ἄτιμοι. Ἄζυγες. οἱ μονάζοντες. καὶ ἀζυγῶν τῶν μοναστῶν. ἡ εὐθεῖα ὁ ἄζυξ. Ἄζυμοι. καθαροί. ἄτυφοι. οἱ ἔπαρσιν μὴ ἔχοντες. τὸ γὰρ ἄζυμον οὐχ ὑψοῦται. Ἄζην. ὁ πώγων κατὰ Φρύγας. Ἀζείρου. τοῦ ἀζώστου ἢ πολυζώστου. ἀπὸ τοῦ ζειρά. Ἀζειῶται. Τρωϊκὸν ἔθνος. Ἀζειάδης. κύριον. καὶ πατρωνυμικῶς Ἀζειάδα. Ἀζέμελκος. Ἀζείδης. Ἀζήϊος. Ἀζηνᾶς. Ἀζηνεύς. καὶ Ἄζωρος. ὀνόματα κύρια. Ἀζηρός. ὁ μὴ ξηρός. Ἀζαώθ. ὄνομα κύριον. Ἄζυξ. ὁ μὴ συνεζευγμένος γάμῳ. καὶ ὁ κέλης ἵππος. Ἀζητός. ὁ σεβαστός. Ἀζηνία. δῆμος ἐστὶ τῆς φυλῆς τῆς Ἱπποθωοντίδος. Ἀζαλέην. κατάξηρον. Ὅμηρος· βοῦν ἀζαλέην. Ἀζήμιθρον. ἤτοι ἀζήμιον. Ἄζειρον. τὸ ἀποίκιλτον. ζειρὸν γὰρ τὸ ποικίλον. ἢ τὸ ἄχρωστον. Ἀζηλόεν. τὸ μέλαν. Ἀζήτητον. τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον. οὕτως Αἰσχίνης. Ἀζηχές. τὸ ἀδιάλειπτον. τροπῇ τοῦ δ εἰς ζ. ἀδηχὲς γάρ. ἄδην δέ ἐστι τὸ ἀδιάλειπτον. ἢ ἀζηχὲς τὸ μεγαλόηχον. οἷον· —ἀζηχὲς μεμαυῖα. Ἀζείρει. ἀντὶ τοῦ ζέει. ἀζήρει δὲ, ἀντὶ τοῦ ξηραίνει, η. Ἄζω. τὸ ξηραίνω. ἅζω· τὸ σέβομαι· ὃ καὶ δασύνεται. Ἄζειν ἢ Ἀζεῖν. τὸ στόμα ἀθρόως προσπνεῖν. Ἀζητῶς. σεβαστῶς. Ἀζημίως. ἀβλαβῶς. κυρίως δὲ ζημία ἡ τῆς ζωῆς μείωσις. Τὸ Α μετὰ τοῦ Η. Ἀήρ. οὗ πᾶσαι αἱ κινήσεις κατὰ φύσιν εἰσίν. ἀὴρ δὲ ἐστὶ στοιχεῖον λεπτότατον, ὑγρόν τε καὶ θερμὸν, τοῦ πυρὸς βαρύτερον, τῆς δὲ γῆς καὶ τῶν ὑδάτων κουφότερον, ἀναπνοῆς καὶ ἐκφύσεως αἴτιον, ἀχρωμάτιστον ἤτοι ἐκ φύσεως χρῆμα μὴ κεκτημένον· διειδὲς, διαφανές· φωτὸς γὰρ ἐστὶ διεκτικὸν, καὶ ταῖς τρισὶν αἰσθήσεσιν ἡμῶν διακονοῦν, διʼ αὐτοῦ γὰρ ὁρῶμεν, ἀκούομεν καὶ ὀσφραινόμεθα. δεκτικὸν θάλψεώς τε καὶ ψύξεως, ξηρότητός τε καὶ ὑγρότητος, οὗ πᾶσαι αἱ κατὰ τόπον κινήσεις εἰσὶν, ἄνω, κάτω, ἔσω, ἔξω, δεξιὰ, ἀριστερὰ, καὶ ἡ κυκλοφορικὴ κίνησις. οἴκοθεν μὴ κεκτημένος τὸ φῶς, ἀλλʼ ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πυρὸς φωτιζόμενος. καὶ τοῦτο ἐστὶν ὃ εἶπεν ἡ γραφή· σκότος ἦν ἐπάνω τῆς ἀβύσσου, θέλουσα δεῖξαι, ὡς οὐκ οἴκοθεν ὁ ἀὴρ τὸ φῶς κέκτηται, ἀλλʼ ἄλλη ἐστὶν οὐσία τοῦ φωτός. παρὰ τὸ ἄω, τὸ πνέω, ἀήρ· ἡ γὰρ κίνησις αὐτοῦ ποιεῖ τὸν ἄνεμον. ἢ παρὰ τὸ ἔρω, τὸ κουφίζω, ἀήρ· κουφίζονται γὰρ ἐν αὐτῷ καὶ αἴρονται τινὰ ζῶα. Ἀήσυλος. ἡμαρτημένος. ἀπὸ τοῦ ἄω μέλλοντος, τοῦ δηλοῦντος τὸ βλάπτω, γίνεται ὄνομα ῥηματικὸν ἀήσυλος· κατὰ πλεονασμὸν τοῦ η. ἢ ἀπὸ τοῦ ἥδω, ἥσω, ἥσυλα. καὶ ἀήσυλα· τὰ μὴ τέρποντα, ἢ ἄδικα καὶ ἁμαρτωλά. Ἀήθης. ὁ ἀσυνήθης. συντάττεται δὲ ἐπὶ δοτικῆς καὶ γενικῆς, οἷον ἀήθης εἰμὶ τούτῳ τῷ πράγματι. καὶ γὰρ ἀήθης τοῦ κατακούειν τινός. Ἀηνόβαρβος. χαλκοπώγων. Ἄητος. ἀκόρεστος. Ἀήσσητος. ὁ ἀήττητος, ὁ ἀνίκητος. Ἀήτης. ὁ ἄνεμος. ἀπὸ τοῦ ἄω τὸ πνέω. ἀΐτης δὲ ὁ ὁρμητικὸς, ι. ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ. ἀείτης δὲ, ὁ φίλος, δίφθογγος. Ἀηδών. ἀπὸ τοῦ ἀείδω. ἀειδὼν, καὶ τροπῇ αἰολικῇ τῆς ει διφθόγγου εἰς η, ἢ μόνου τοῦ ε εἰς η ἀηδών. Οὐδέτερον.Ἀήσυρον. τὸ ἐλαφρὸν, ἀπὸ τοῦ ἄω, τὸ πνέω. Ἀήσυλον. ἄδικον, ἁμαρτωλὸν, μὴ τέρπον. Ἀητόν. τὸ πολὺ καταπνεόμενον. Ἄημα. τὸ πνοὴν φέρον. Ἄηκες. τὸ μὴ ἠκονημένον ξίφος. Ἀηνές. τὸ ἀΐδιον, τὸ λαμπρόν. Ἀηδές. ἀνεύφραντον. Ῥῆμα.Ἀήμενος. ὁ ὑπὸ ἀνέμων καταπνεόμενος. ἀήμεναι, πνεῦσαι. Ἀηθέσσουσιν. ἀσυνήθεις εἰσίν. Ἀήδιζον. ἀηδῶς εἶχον. ἰστέον, ὅτι τὰ ἀπὸ φωνήεντος ἀρχόμενα ῥήματα χρονικῶς αὔξονται ἐν τῷ παρατατικῷ, οἷον· ἄγω, ἦγον· αἴρω, ἦρον· αἰτῶ, ἤτουν. δεῖ προσθεῖναι ἐκτὸς τῶν ἰωνικῶν καὶ ποιητικῶν· οὗτοι γὰρ συναρχομένους πολλάκις τοὺς παρακειμένους τοῖς ἰδίοις ἐνεστῶσι, οἷον ἄγω, ἄγεν· —ἄγε δέ ἑ μοῖρα βαρεῖα. καί· ἅψατο δʼ ἡμιόνου— καὶ χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων, οἷον ἀναγινώσκω, ἀνεγίνωσκον, ἀνέρχομαι, ἀνηρχόμην. ἐπὶ τούτων γὰρ ἡ ἀρχὴ ἐνεστῶτος ἐφυλάχθη ἐν τῷ παρατατικῷ. Τὸ Α μετὰ τοῦ Θ. Ἀρσενικόν.Ἀθύρας. ἐπίνειον παρὰ τὸ Βυζάντιον. ἡ κλῆσις ἰσοσυλλάβως. Ἀθυραῖος, ὡς Ῥήβας, Ῥηβαῖος. Ἀθῶος. ἀναίτιος, ἀζήμιος. ἀπὸ τοῦ θῶ, τοῦ σημαίνοντος τὸ καταβάλλω, γίνεται θωὴ, ὅ ἐστι ζημία. ὁ γὰρ ζημιούμενος καταβάλλεται τί. Ἄθως. ἀκρωτήριον ἢ ὄρος Θρᾴκης. Ἄθως σκιάζει νῶτα Λημνίας βοός. βοῦς γὰρ ἵδρυται ἐν τῇ Λήμνῳ. εἴρηται δὲ Ἄθως ἀπὸ Ἄθου γίγαντος. τὸ τοπικὸν, Ἄθωος χωρὶς τοῦ ι, καὶ Ἀθώους τοὺς ἐνοικοῦντας. τὸ θηλυκὸν Ἀθωὶς εἴρηται καὶ Ἀθῶος, ὡς Κῶς Κῶος, καὶ κατὰ συναίρεσιν Ἄθους. ἔστι καὶ Ἀθῶος πόλις ἐπὶ τῷ Ἄθῳ. ὁ πολίτης Ἀθωίτης. Ἄθρους. εἰς ἅπαν συνηγμένους ὁμοῦ, ἢ ἀθρόους. τοιαῦτα μὲν ἐποίκιλλεν ἄθρους δεδισσόμενος. Ἀθαμβής. ὁ ἄφοβος. Ἄθεσμος. ὁ ἄνομος. Ἀθέμηνος. ὁ κακός. Ἀθίγγανος. ὁ αἱρετικός. Ἀθέρες. εἶδος σπέρματος. Ἀθέριστος. ὁ ἀφρόντιστος. Ἄθλιος. ὁ ἐν ἀγωνίᾳ καὶ θρήνῳ ὢν καὶ μηδόλως ἄνεσιν ἔχων. Ἀθλοθετῆρα. ἀγωνοθέτην. Ἆθλος. τὸ ἀγώνισμα καὶ ὁ πόνος· παρὰ τὸ τλῶ, τὸ καρτερῶ, τλὸς καὶ ἄτλος, καὶ τροπῇ τοῦ τ εἰς θ ἄθλος. γράφεται καὶ ἄεθλος. ὡς τό, οὗτος μὲν δὴ ἄεθλος ἄατος— καὶ ἐπὶ οὐδετέρου, ἄεθλον, τὸ διδόμενον ἐπὶ τοῦ ἀγῶνος· —νηῶν δʼ ἔφερʼ ἄεθλα— ἀπὸ τοῦ ἐθέλω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀέθελον, τὸ πάνυ θέλον, καὶ συγκοπῇ ἄεθλον καὶ κράσει τοῦ α ε, ἆθλον. τὸ ἆθλον γὰρ λέγουσι, οὐχὶ τὸ ἔπαθλον. Ἄθρακτος. ἀτάραχος. Ἀθυρονόμοι. ὡς ἔτυχε τοῖς νόμοις χρώμενοι. Θηλυκόν.Ἄθρυπτος. ἀνδρώδης, μὴ βλακεύουσα μήτε μαλακιζομένη, μήτε χαυνουμένη. Δαμάσκιος· τήνδε τρυφὴν ἐκληρώσατο μετρίαν τινὰ καὶ ἄθρυπτον. Ἀθηνᾶ. ὁ ἀὴρ καὶ ἡ φρόνησις. Ἀθανασία. αἰώνιος καὶ ἀΐδιος ζωή. Ἀθλιότης. ἡ ἐν τοῖς λυπηροῖς καὶ ἀβουλήτοις πάθεσι ταλαιπωρία. Ἀθρήνη. εἶδος μελίσσης. Ἀθυρογλωττία. ἡ φλυαρία. Ἀθεσία. ἡ παράβασις. Ἀθήναζε. εἰς Ἀθήνας. Ἀθήνηθεν. ἐξ Ἀθηνῶν. Ἀθάρα. ἄλευρον ἑψημένον. λέγει δὲ τὴν γρούτην, ὡς οἶμαι. Ἀθλοθεσία. ἡ ἀνταπόδοσις. Ἀθρυβίς. πόλις Αἰγύπτου. Ἀθυμία. ἡ τῶν καταθυμίων ἀβούλητος στέρησις. Ἀθέτησις. ἄμειψις, ἐκβολή. οὕτως ὁ Ἀπόστολος· ἀθέτησις γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Ἀθωνίς. πόλις. καὶ Ἀθωΐς. Οὐδέτερον.Ἀθηρήλοιγον καὶ ἀθερόλογον. τὸ λικμητήριον, τὸ διαλέγον καὶ διαχωρίζον τοὺς ἀθέρας ἤτοι τὰ ἄχυρα. γίνεται κατὰ πλεονασμὸν τοῦ ι ἀθηρήλοιγον. Ἀθύρματα. παίγνια παρὰ τὸ θύω, τὸ ὁρμῶ· θύω, θύρω καὶ ἀθύρω καὶ ἄθυρμα· ἢ ἀθρύματα τινὰ ὄντα, παρὰ τὸ ἀθρεῖν τινὰ θεάματα. Ἀθέμιτον. ἄδικον. Ἀθώπευτον. ἀκολάκευτον. Ἀθή. σκληρόν· ἀδάμαστον· ἀνδρῶδες. Ἀθρέμβολα. ὄργανα τιμωρητικὰ, ἄρθροις, ὡς ἔοικεν, ἐμβαλλόμενα, καὶ διασπῶντα καὶ πλήττοντα. οἶμαι δὲ, ὅτι ἀρθρέμβολα γράφονται. Ἀθέσφατον. πολύ. Ἄθικτον. ἀπρόσψαυστον, καθαρὸν, ἀμόλυντον. Ἀθρῶ. τὸ βλέπω. Ἀθέριζεν. ἐξουθένει, ἐξύβριζεν. Ἀθρίμματα. δῶρα πεμπόμενα τοῖς γεγαμημένοις. Ἀθρόα. ὁμοῦ πάντα. Ἀθρήνιον. ὁ μουσῶν τόπος. Ἄθροισμα. σώρευμα, σύναξις. Ῥῆμα.Ἀθέρισον. ἀποδοκίμασον. Ἀθερώσσει. ἀγρυπνεῖ. Ἀθρήσας. θεωρήσας, ἰδών. Ἀθροίσας. συναθροίσας. ἀθροίζω· ἐκ τοῦ θροῦς, ὃ σημαίνει τὸν θόρυβον, γίνεται θροίζω, καὶ κατὰ συναίρεσιν καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθροίζω. Ἀθρῶν. μετʼ ἐπιτάσεως θεωρῶν. κατὰ συγκοπὴν καὶ ἐπιτάσει ἀθρῶν. ἢ ἀπὸ τοῦ δρῶ, τὸ βλέπω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀδρῶ, καὶ τροπῇ τοῦ δ εἰς θ ἀθρῶ. Ἄθρει. βλέπε, θεώρησον· νόει. Ἀθρύοντες. ἰδεῖν ἐπιθυμοῦντες. Ἀθυμοῦσι. λυποῦνται. Ἀθυροστομεῖ. βλασφημεῖ. Ἀθύρειν. παίζειν. Ἀθερίζειν. τὸ ἐκρίπτειν καὶ ἀποβάλλειν, ἐκ μεταφορᾶς τῶν ἀθέρων, τῶν μὴ δυναμένων θερίζεσθαι καρπῶν· οἱ γὰρ λικμῶντες ἐκρίπτουσι τοὺς ἀθέρας ἤτοι τὰ ἄχυρα. ἐκ τοῦ θέρους, θερίζω, καὶ τοῦ στερητικοῦ α, ἀθερίζω· τὸ δὲ θέρος παρὰ τὸ θέρω τὸ θερμαίνω, ὁ μέλλων θερῶ καὶ θέρσω αἰολικῶς. καὶ θερσίτης καὶ θερμός. Ἀθέλδεται. διηθεῖται. Ἀθετεῖν. τὸ ἀπιστεῖν, τὸ διαπαίζειν. οὕτως ὁ Ἀπόστολος· οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ. Ἐπίῤῥημα.Ἀθρηνί. χωρὶς θρήνου. Ἀθρόον καὶ ἀθρόως. ἀντὶ τοῦ ἐξαίφνης. Ἄθροι. ὁμοῦ. Ἀθεεί. χωρὶς θεοῦ. Ἀθαυμαστί. χωρὶς θαύματος, ἢ θαυμασμοῦ. Ἄθε. ἀντὶ τοῦ εἴθε, καὶ ἄν ποτε. Ἀθεωρητί. χωρὶς θεωρίας. Τὸ Α μετὰ τοῦ Ι. Ἀρσενικόν.Ἄϊθες καὶ Ἄϊνες. ἐθνικά. Ἄϊρος. κύριον ὄνομα. Ἄϊς. ὁ μὴ βλεπόμενος, καὶ ἀνίσχυρος, ἀπὸ τοῦ ἲς, ἡ δύναμις. Αἶνος. ὁ ἔπαινος, ἢ λόγος παροιμιώδης. Αἰσυμνῆται. ἀγωνοθέται. Αἰών. ὁ χρόνος ἢ τὸ συμπαρεκτεινόμενον τοῖς οὐρανοῖς. οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα· ἢ παράστασις ζωῆς πάντων τῶν λογικῶν, εἴτε καλῆς εἴτε ἄλλως. ἀπέραντος αἰὼν δὲ ἀπὸ τοῦ ἀεὶ ὤν. Αἰνός. ὁ χαλεπὸς καὶ φοβερός. Αἰσχροκερδής. ὁ ἕνεκα τοῦ κερδῆσαι εἰς αἰσχρὰ ἔργα αὑτὸν ἐμβάλλων. Αἰδήμονα. ἄξιον αἰδοῦς. Αἰών. σύστημα φυσικὸν ἐκ σωμάτων ποικίλων, λογικὰ διάφορα περιέχον, τῆς τοῦ θεοῦ γνώσεως ἕνεκα. Αἰών· ζωὴ, ἢ συμπέρασμα χρόνων πολλῶν παρὰ τὸ ἀεὶ ὄν. Αἰακίδης. ὁ τοῦ Αἰακοῦ υἱός. Αἰανός. σκοτεινός. Σοφοκλῆς· νυκτὸς αἰανῆς κύκλος— ἢ θρηνητῆς, ἀπὸ τοῦ αἰάζω, τὸ θρηνῶ. Αἴαξ· Αἰμύλος· Αἰβιωναῖος· Αἰγαίωρος· ὀνόματα κύρια. Αἰγέα. τὸ τῆς αἰγὸς δέρμα. Ἀριστοφάνης· τὸν ἐρεχθέα καὶ τὸν αἰγέα κάλει. Αἰγεσταῖος· Αἰγεὺς καὶ Ἀγεύς· Αἰγεστεύς. ὀνόματα κύρια. Αἰγείδης. ὁ τοῦ Αἰγέως παῖς. Αἴγειος ἀσκός. ὁ ἀπὸ τῆς αἰγός. Αἴγειρος. εἶδος φυτοῦ. αἴγειρος ἦν Ἀθήνῃσι πλησίον τοῦ ἱεροῦ, ἔνθα, πρὶν γενέσθαι θέατρον, τὰ ἰκρία ἐπήγνυον. τινὲς ἴκρια γράφουσι. γίνεται δὲ ἐκ τοῦ ἀΐσσω τὸ ὁρμῶ. τὰ εἰς ρος ῥήματα τῇ ει διφθόγγῳ παραλήγουσιν, οἷον, μάσσω, μάγειρος, ἀΐσσω, αἴγειρος. ἢ παρὰ τὸ αἴρω, τὸ εἰς ὕψος αἴρεσθαι καὶ αὔξεσθαι. καὶ Ὅμηρος· μακεδονῆς αἰγείροιο. Αἴγιρος δὲ, ὄνομα πόλεως, ι. Αἰγιαλεύς. κύριον. Αἴγιγες. ὄνομα ἔθνους. Αἴγιλλος. εἶδος βοτάνης. Αἰγίμιος· Αἴγινθος· Αἴγισθος. κύρια ὀνόματα. Αἰγόκερως. εἶδος ζώου. Αἰγύπτιος. πλινθοφόρος. παροιμία ἐστὶν, ὅτι οἱ Αἰγύπτιοι διαβάλλονται ὡς ἀχθοφόροι ὄντες. Αἰγιαλός. παρὰ τὸ τὴν αἶαν γείτονα εἶναι τῆς ἁλός. Αἰγυπιός. εἶδος ἀετοῦ· οἱ δὲ τὸν γῦπα παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ. Αἰδοῖος. ὁ αἰδοῦς καὶ ἐντροπῆς ἄξιος. Δαμάσκιος· ὁ δὲ Ἰσίδωρος ἐξεπλήττετο ὁρῶν τὸν Πρόκλον αἰδοῖον τὲ καὶ δεινὸν ἰδεῖν. Αἴδυλος καὶ ἀίδυλος. ὁ θρασύς. Αἰγιαλός. ὁ ψαμμώδης λέγεται τόπος. Αἰαῖος ἢ αἰαιός. ὁ σύγαμβρος. Αἰένυπνος. ὁ θάνατος ἢ ὁ ἀεὶ κοιμώμενος. σέ τοι κικλήσκω τὸν αἰένυπνον. οὕτως Σοφοκλῆς. Αἰετός. ὁ ἀετὸς, ὅν φασι δίψους καὶ κρύους εἶναι ἀνώτερον. παρὰ τὸ ἀΐσσειν γέγονεν ἀετός· ὅθεν καὶ ἀναλογωτέρως οἱ Ἀττικοὶ ἀετὸς λέγουσι, χωρὶς τοῦ ι, ὡς κλαίω κλάω. Αἰειγενέτῃσιν. ἐκ τοῦ αἰεὶ καὶ τοῦ γενέτης. τὸ δὲ γενέτης ἐκ τοῦ γινῶ τὸ ὑπάρχω, γέγονε γενῶ, γενέτης, ἢ ἐκ τοῦ γεννῶ. τὰ διὰ τοῦ έτης ἀρσενικὰ βαρύτονα, εἴτε ἁπλᾶ εἴτε σύνθετα, διὰ τοῦ ε ψιλοῦ γράφονται, οἷον μητιέτης, λογοθέτης. πλὴν τοῦ εὐχαίτης, ὁ καλόθριξ, καὶ προσαίτης· τὸ δὲ εὐχέτης, ὁ εὐχόμενος, ψιλογραφεῖται. Ἀΐδηλος. ἀφανής. ἀείδελος δὲ, ὁ ἀεὶ δελεάζων, δίφθογγον. Αἴθαλος καὶ αἰθάλειος. ὁ καπνός. Αἰσιομήτης. ὁ αἴσια βουλεύων. Αἰέλουρος. ζῶον τοῦτο· οὐκ ἔστι πλεονασμὸς, ἀλλὰ ἀντίθεσις· παρὰ γὰρ τὸ αἴολον καὶ τὴν οὐρὰν ἐτυμολογεῖται αἰέλουρος· γράφεται δὲ καὶ αἴλουρος. Ἔλουρος δὲ ἔθνος· ψιλόν. Αἰζήρ. κύριον. αἰζηρός. ὁ νέος, ὁ ἀκμάζων. Αἰγινίτης. τοπικὸν, ἀπὸ τῆς Αἰγαὶ πόλεως. Αἴαγρος. ζῶον. καὶ αἴγαγρος. Αἴαψος. ὁ ποικίλος. Αἰγίθαλος. πτηνὸν καὶ εἶδος βοτάνης. Ἀϊδίφρων. αἰσχυντηλός. Ἄϊδρις. ὁ ἄπειρος, καὶ κλίνεται ἀΐδρεως. Αἴεσχος. ὁ τῆς δάφνης κλάδος. ἔεσχος δὲ ὁ ἔσχατος. τὰ δύο ψιλά. Ἀΐστωρ. ὁ ἀμαθής. Αἰακίξ. εἶδος κύλικος ἢ κόρακος. Αἰήτης. κύριον. καὶ αἰήτειον ἔπος. Αἰθαλείδης. δῆμος ὁ τῆς Λεοντίδος. Αἴθαλος. κύριον καὶ τόπος. Αἰθαλώδης. σκοτώδης. Αἰθήρ. ὁ ἐν ὕψει ἀὴρ, ὁ ἐπάνω τοῦ ἀέρος, καιόμενος ἐκ τοῦ ἡλίου. παρὰ τὸ αἴθω αἰθήρ. πυρώδης γὰρ ὁ τόπος ὁ ὑπεράνω τὸν αἰθέρα. καὶ λέγεται θηλυκὸν ὁ αἰθήρ. τὸ παράγωγον αἰθέριος. καὶ αἰθερία καὶ τῆς αἰθέρος, αἰθερίτης. ἀστροειδέα νῶτα διφρεύουσʼ αἰθέρος ἱερᾶς. Αἴθικες. ὄνομα ἔθνους. Αἰθιολεύς. κύριον. Αἰθιοπεύς. ὁ ἀπὸ Αἰθιοπίας. ἡ αἰτιατικὴ τῶν πληθυντικῶν Αἰθιοπῆας. Αἰθίοψ. ὁ μέλας. Αἶθος. ὁ ἐκκαύστης· ὁ αἴθων καὶ καίων. παρὰ τὸ αἴθω τὸ καίω. αἰθὸς δὲ ὁ αἰθόμενος καὶ καιόμενος. Αἴθωνας. λαμπροὺς, πυροειδεῖς ἢ καυστικούς. Αἴθοπα. μέλανα, διάπυρον ἢ τὸν ποιοῦντα ἐρυθροὺς, ἢ τὸν καυστικὸν, ὡς τό· —αἴθοπα οἶνον. ἡ εὐθεῖα ὁ αἴθοψ. Αἴθων. ὁ βίαιος λιμός. ἀπὸ τοῦ αἴθωνος ἡλίου τινός. Αἰθονίδης. κύριον. Αἰθριαίνης· Αἴθριξ. ὀνόματα κύρια. Αἴθριος. ὁ ὑπὸ τὸν αἰθέρα. Αἴθριππος. παχύς. Αἰθρηγενέτης. Αἰκανός. ὄνομα ὄρους. Αἰκίστριος· Αἶκλος. ὀνόματα κύρια. Αἰκοῦλοι. ἔθνος. Αἰκόλος. κύριον, καὶ ὄνομα ὄρους. Αἰλιανός· Αἴλιος. κύρια. Αἴλινος. ὁ θρῆνος, ἢ ὀδυρτικὴ καὶ θρηνητικὴ αὐδή. Αἴλιος. ὁ σύγγαμβρος. καὶ εἶδος βοτάνης. Αἵμους. τοὺς δρόσους λέγει ὁ Αἰσχύλος. Αἱμύλος. ὁ ἀπατεών. παρὰ τὸ δαίω, τὸ μανθάνω, δαίμων, ἀποβολῇ τοῦ δ, αἵμων. Αἵμονα θήρης. εἰδήμονα. ὑποκοριστικὸν ἐκ τοῦ αἵμων αἱμύλος, οὗ τὸ κτητικὸν αἱμύλιος. Αἱματωπός. ὁ τοὺς ὦπας ᾑμαγμένους ἔχων. Αἰμιλιανός· Αἰμύλιος. κύρια. Αἱμοβόρος. ὁ ἐσθίων καὶ πίνων αἷμα. Αἱμόνιος. κύριον. Αἱμοπότης καὶ αἱματοπότης. ὁ φονεύς. Αἰλάμ. ὁ βασιλέων πρόδρομος. Αἱμόῤῥους. γένος ἔχεος ἤτοι ὄφεως ἐν τοῖς πετρώδεσι χηραμοῖς ἔχων τὰς διατριβάς. Αἱμόῤῥους. καὶ ἡ αἱμόῤῥοιαν πάσχουσα. Αἰμύλος. ὁ κόλαξ. τῶν μέν τινες αἰμύλων καὶ κομψῶν οἰήσονταί με παίζειν. Αἱμωπούς. πλήρεις αἵματος ὀφθαλμούς. ἢ ἀγριωπούς. αἱμωποὺς ἐστυφέλιξε λύκους. Αἰνάρετος καὶ ἀναρετής. ὁ ἐπὶ κακῷ τὴν ἀρετὴν κεκτημένος. Αἰνέας· Αἰνείας· Αἴνιος· Αἴνικος. ὀνόματα κύρια. Αἰνιᾶνες. ἔθνος. Αἰνόμορος. κακοθάνατος. Αἶνος. ὁ ἔπαινος. παρὰ τὸ ἰαίνω τὸ τέρπω, καὶ διαχέω τὴν ψυχὴν, ἴαινος καὶ αἶνος. νῦν δʼ αἶνον ἐρέω—. Αἰνός. ὁ φοβερὸς καὶ ὁ χαλεπός. ἀφʼ οὗ αἰνόθεν. Αἰνῶς καὶ αἰνότατος. παρὰ τὸ δεινὸς, τροπῇ τοῦ ε εἰς α, καὶ ἀποβολῇ τοῦ δ, αἰνός. σημαίνει δὲ καὶ τὸ λίαν. αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. Αἴνηθος. ὄρος. τὸ ἐθνικὸν Αἰνήθιος. Αἷμος. ὄνομα ὄρους. Αἰωλοπώλους. ταχυπώλους, ἢ τοὺς ποικίλως ἱππαζομένους. γίνεται αἰόλλω, ὃ σημαίνει τὸ κινῶ, καὶ τοῦ πῶλος· τοῦτο παρὰ τὸ ἐν τῇ πόᾳ ἐνάλλεσθαι, πόαλος καὶ πῶλος, προπερισπωμένως. ἐπειδὴ τὰ εἰς ος δισσύλλαβα προπερισπώμενα ἐν τῇ συνθέσει προπαροξύνονται. οἷον· οἶκος, ἄοικος· κοῦρος, ἐπίκουρος. οὕτω καὶ πῶλος αἰωλόπωλος. Αἰολεῖς. οἱ περὶ Σικελίαν. Ὀρέστης κατὰ χρησμὸν συνήθροισε πολλοὺς τοὺς ὠνομασμένους Αἰολεῖς. ἀπὸ τοῦ οὖν ἀολλίζω τὸ συναθροίζω Αἰολεῖς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν συνηθροῖσθαι. Αἰόλιος. ὄνομα κύριον. αἰόλος, ὁ ποικίλος, καὶ ὄνομα κύριον, καὶ ἢ καὶ ὁ εὐκίνητος, ἢ ὁ ταχύς. παρὰ τὸ τὴν ἄελλαν καὶ τὴν πνοὴν, ἥτις ἀπὸ τοῦ ἄειν καὶ πνέειν ἄελλα λέγεται. Αἰολομίτρης. ὁ ποικίλην μίτραν ἔχων. Αἴθριος. ὁ ὑπὸ τὸν αἰθέρα. Αἴθριππος. ὁ ταχύς. Αἰθρηγενέτης. ὁ βορέας. Αἰκανός. ὄνομα ὄρους. Αἰκίστριος· Αἶκλος. ὀνόματα κύρια. Αἰών. νωτιαῖος μυελὸς, καὶ ὁ χρόνος. καὶ ἡ ζωὴ καὶ ὁ βίος. Σοφοκλῆς· ὡς οὐκ ἂν αἰῶνʼ ἐκμάθῃς βροτῶν. Αἰωνάριος. ὁ Ἰάννου ἅγιος μήν. οὕτως ἑρμηνεῦσαι αὐτὸν Λογγῖνος βιάζεται, ὡσανεὶ αἰῶνος πατέρα. Αἰξωνεύς. ὁ βλάσφημος· βλάσφημοι γὰρ κωμῳδοῦνται οἱ Αἰξωνεῖς. Αἰπόλος. ὁ αἰγονόμος· παρὰ τὸ αἰπὰ, ὅ ἐστιν ὑψηλοῖς τόποις, περιπολεῖν· χαίρουσι γὰρ τοῖς ὑψηλοῖς. καὶ αἰπὸν τὸ ἀκρωτήριον ἐπὶ ἀρσενικοῦ. ἡ εὐθεῖα ὁ αἰπός. οἶμαι δὲ, ὅτι ἐστὶ καὶ αἶπος τὸ ὕψος ἐπὶ οὐδετέρου. Αἰπύς. ὁ ὀλέθριος καὶ ὁ χαλεπός. καὶ αἰπὺ ἐπὶ οὐδετέρου, ὅ ἐστι δυσχερὲς, ὑψηλὸν, μέγα. Αἰρέσιος. κύριον. Αἰρεσιέων. ὄνομα ἔθνους. καὶ Αἰρεσιεύς. Αἱρετικός. ὁ τὸ ψεῦδος τῆς ἀληθείας προτιμῶν. Αἴσακος. ὁ κλάδος τῆς δάφνης· ὃν κατέχοντες οἱ Ἕλληνες ὕμνουν τοὺς θεοὺς αὐτῶν. Αἴσηπος. ποταμὸς Λυκίας. Αἰσήποιο ῥοαῖς—. Αἴσιμος. προσήκων, δίκαιος. ὥσπερ ἀπὸ τοῦ σπορὰ σπόριμος, οὕτως καὶ παρὰ τὸ αἶσα αἴσιμος. ὅθεν καὶ αἰσιμία. αἴσιμος δὲ καὶ ὁ χωλὸς καὶ ὁ ἄτιμος καὶ ὁ ἀμαθής. Ἀριστοφάνης· τὸ δὲ κοινὸν ὥσπερ αἴσιμος κυλίνδεται. Αἴσιος. ὁ καθήκων καὶ ἀληθής. Αἰσυμνητήρ. ὁ βασιλεὺς ὁ τὸ καθῆκον νέμων· ὁ ἀγωνοθέτης, ὁ βραβευτής. ἢ αἰσυμενεστὴρ, ὁ ἐν τῷ καθήκοντι μένων. οἱ δὲ παρὰ τὸ αἰσυμνᾷν, τουτέστι τῶν αἰσίων μνήμην ποιεῖσθαι. ἢ αἰσιομήτης ὁ αἴσια βουλεύων. ὁ γὰρ τύραννος τοὐναντίον. Αἰσχρός. παρὰ τὸ αἶσχος· τοῦτο παρὰ τοῦ ἴσχειν τοὺς λαμβάνοντας αὐτό. Αἰσχύλος. κύριον, παρὰ τὸ αἶσχος Αἰσχύλος, ὡς σιμὸς, Σιμύλος. Αἰσούρ. κύριον. Αἴστωρ. ὁ ἁγνὸς, ἢ ὁ φονεύς. Αἰσυάταο. τοῦ Αἰσυήτου. Αἰσυητῆρι. χοιροβοσκῷ. Αἰσύφηλος. ὁ δειλὸς ἢ ὁ ψεύστης. Αἴσυμνος· Αἰσχίνης. ὀνόματα κύρια. Αἰσχίους ἄνδρας. ἀμόρφους. Αἰσχρίων. Μιτυληναῖος, ἐποποιός. Αἴτιος. ὁ πρόξενος. ἐκ τοῦ αἰτῶ αἴτιος· τῷ τι, ι, ὡς τὸ ἄρκιος· ἢ παρὰ τὸ ἄτη, αἴτιος. Αἰστῶν. ὁ κατατήξας. Αἰτναῖοι κάνθαροι. οἱ μεγάλοι. Αἰτωλοί. οἱ ἀπὸ Ἰταλίας· οἱ τὴν Καλυδόνα κατοικοῦντες. Αἰφηρητιάδαο. ἀπὸ τοῦ Φέρης, Φέρητος, γίνεται Φερητίδης, καὶ πλεονασμῷ τοῦ α, καὶ τροπῇ τοῦ ε εἰς η Φηρητιάδης. Αἰτήσιος. ὁ αἰτῶν. Αἰτηταί. οἱ παρά τινος τὶ αἰτοῦντες. οἱ δὲ Ῥόδιοι τῷ Περσεῖ οὐκ αἰτηταὶ τῆς εἰρήνης μᾶλλον ἢ δόται ὄντες. Αἰτώλιος. ὁ ἀπὸ Αἰτωλίας. Αἰχμητής. μαχητὴς, πολεμικός. Αἰψηρός. ταχὺς, ἀπὸ τοῦ ψαίρειν, ὃ σημαίνει τὸ ταχύνειν. Ἀϊδνός. ὁ ἀφανής. εἴδω τὸ βλέπω, ἢ τὸ γινώσκω. ὄνομα ἰδνὸς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀϊδνὸς, ὡς στίλβω στιλπνός. ἐξ οὗ καὶ Ἀϊδωνεὺς ὁ ᾅδης, εἰς ὃν οὐκ ἔστιν ἰδεῖν. ἐκ τοῦ ἄϊδνος γίνεται ἀϊδνόδηλος καὶ κατὰ συγκοπὴν ἀΐδηλος. ἢ ἐκ τοῦ ἀΐδης, ἀΐδου, γίνεται ἀϊδανὸς καὶ ἐν συγκοπῇ ἀϊδνός. Ἀΐδης. ὁ ᾅδης, καὶ κλίνεται τοῦ ἀΐδου, ἡ δοτικὴ τῷ ἀΐδῃ καὶ κατὰ πλεονασμὸν ἄϊδι. ἢ παρὰ τὸ εἴδω τὸ βλέπω, ὁ μέλλων εἴσω. καὶ ὄνομα ῥηματικὸν ἲς, καὶ μετὰ τοῦ στερητικοῦ α ἄϊς, ἐν ᾧ οὐδὲν ἔστιν ὁρᾷν. ἡ γενικὴ ἄϊδος, καὶ ἡ δοτικὴ ἄϊδι. Ἄϊδρις. ὁ ἄπειρος. εἴδω τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω. οἷον· εἴσομʼ, αἴκε μʼ ὁ Τυδείδης— ὄνομα εἴδις, καὶ πλεονασμῷ τοῦ ρ καὶ ἀποβολῇ τοῦ ε ἴδρις· ἡ γενικὴ ἀΐδρεως, ἀΐδρεϊ καὶ ἀΐδρει. καὶ ἀϊδρεία, ἡ ἀπειρία, παρὰ τὸ ἴδρις, ἄϊδρος. Ἄϊστος. εἰ μὲν σημαίνει τὸν ἀφανῆ, ἔστιν ἀπὸ τοῦ εἴδω τὸ βλέπω, ὁ μέλλων εἴσω, ὁ παρακείμενος εἶκα, ὁ παθητικὸς εἶμαι, καὶ ἐκ τοῦ τρίτου προσώπου ἰστὸς καὶ ἄϊστος. εἰ δὲ σημαίνει τὸ ἄγνωστον, ἀπὸ τοῦ εἴδω τὸ γινώσκω. ὁμοίως ἐκ τούτων καὶ τὸ ἀϊστῶσαι. Ἀΐτης. ὁ ἐρώμενος καὶ ὁρμητικὸς, παρὰ τὸ ἀΐειν, ὅ ἐστι πνέειν· ὁ εἰς πνεῦμα τὸν ἔρωτα τῷ ἐραστῇ. ἢ παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ. ἢ ὁμοΐτης τίς ἐστιν, ὁ ἅμα τινὶ ἰὼν καὶ ὁμοῦ πορευόμενος. ὡς ἄλοχος ἡ ὁμόλεχος. γράφεται διὰ τοῦ ι τῷ χαρακτῆρι τῶν διὰ τοῦ ιτης. οἷον πολίτης. Ἀΐδιος. ὁ ἀεὶ διὼν, ὁ μηδέποτε ἀρξάμενος μὴ δὲ λήγων. τὰ παρὰ τὸ ἀεὶ σύνθετα δίφθογγον ἔχουσι, οἷον· ἀείμνηστος, ἀείφρουρος, πλὴν τοῦ ἀΐδιος. δώδεκα δὲ φωναὶ εἰσὶ τοῦ ἀεί· ἔστι γὰρ ἀεὶ καὶ αἰὲν, καὶ αἰὲς, καὶ ἄει· αἰεί· αἰῒν καὶ ἄϊν καὶ ἀῒ, ἐξ οὗ τὸ ἀΐδιος· καὶ ἀεὶ καὶ ἀὲ καὶ ἀές. Αἰγίλοψ. κόρης πάθος. Αἰνείας. κύριον. παρὰ τὸ αἶνος, ὃ σημαίνει τὸν ἔπαινον, γίνεται Αἰνέας, καὶ πλεονασμῷ τοῦ ι Αἰνείας. τὸ δὲ αἶνος παρὰ τὸ ἰαίνω τὸ εὐφραίνομαι· γίνεται ἴαινος, καὶ ἀποβολῇ τοῦ ι αἶνος. Θηλυκόν.Αἰανή. πόλις Μακεδονίας· ἀπὸ Αἰανοῦ τοῦ παιδὸς Ἰλύμαντος, τοῦ βασιλέως Τυῤῥηνῶν. τὸ ἐθνικὸν Αἰαναῖος. ἰχναῖος γὰρ λέγεται, καὶ Ἐδεσσαῖος, καὶ Βεῤῥοιαῖος. Αἰανή. ἡ σκοτεινὴ, ἢ θρηνητική· ἀπὸ τοῦ αἰάζω τὸ θρηνῶ. Σοφοκλῆς· νυκτὸς αἰανῆς κύκλος— Αἶα. ἡ γῆ. παρὰ τὸ γαῖα αἶα, ἀποβολῇ τοῦ γ. Αἴβουρα. πόλις Ἰβηρίας. ὁ πολίτης Αἰβουραῖος, ὡς ἄρουρα ἀρουραῖος, Κόλουρα Κολουραῖος. πόλις δέ ἐστι περὶ τὴν Πριήνην. Αἰβάλη. ἡ θύρα. Αἰγηΐς. φυλὴ ἀπὸ Αἰγέως· οἱ φυλίται Αἰγεῖδαι. καὶ Αἰγεῖα θάλασσα. Αἰγιάλια· Αἰγιάλη. ὀνόματα κύρια. Αἰγίβολος γῆ. ἐγὼ δὲ λέγω αἰγίνομος, αἰγίβοσκος. ἡ ἐπιτηδεία αἶγας βόσκειν. Αἰγιαλία. δῆμος Ἀντιοχείας. ὁ δημότης Αἰγιαλεύς. Αἰγιμιώ. ὄνομα πόλεως. Αἴγινα. νῆσος, μία τῶν Κυκλάδων. καὶ Αἰγιναῖα ναῦς, ἡ ἀπὸ Αἰγίνης. Αἰγίς. ἣν Λίβυες φοροῦσι δορὰν, καὶ τὸ ἐκ στεμμάτων πλέγμα, καὶ τὸ διὰ στεμμάτων πεπλεγμένον δίκτυον. οὕτως Λυκοῦργος· καὶ Ἡρόδοτος· ἡ δὲ ἱέρεια Ἀθήνῃσι, τὴν ἱερὰν αἰγίδα φέρουσα, τοὺς νεογάμους εἰσήρχετο. αἰγὶς καὶ ὁ θώραξ. καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης. Νυμφόδωρος δὲ ταῦτα ὑπὸ Λιβύων αἰγέας φησὶ καλεῖσθαι. αἰγὶς ὅπλον Διὸς, Ἡφαιστότευκτον. οὐχ, ὥς τινες φασὶν, ἀπὸ τῆς Ἀμαλθείας αἰγὸς τῆς ἀναθρεψάσης τὸν Δία, ἀλλʼ ἀπὸ τοῦ τὰς συστροφὰς τῶν ἀνέμων ποιεῖν κινουμένας αἰγίδας καὶ καταιγίδας· τὸ δὲ αἰγὶς ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ. Αἰγανέα. ἀκόντιον μικρὸν, ἀπὸ τοῦ ἄγαν νεῖσθαι, ὅ ἐστι πορεύεσθαι. ἢ ἀπὸ τοῦ ἄγαν ἵεσθαι, ἢ διὰ τὰς αἶγας. ἐπʼ αὐτὰς γὰρ μάλιστα ἵεται. ἢ διὰ τὸ εὐθετεῖν αὐτὸ εἰς αἰγῶν ἄγραν. Αἰγίλιψ. πόλις Κεφαληνίας. λέγεται καὶ ἡ ὑψηλὴ καὶ δύσβατος πέτρα, ἣν καὶ αἶγες ἀπολείπουσι. παρὰ τὸ λείπω, λείψω, λεὶψ, καὶ ἀποβολῇ τοῦ ε, λὶψ, καὶ ἐν συνθέσει μετὰ τοῦ αἶξ, αἰγίλιψ. Αἰγαί. πόλις Κιλικίας. ἔστι καὶ Μακεδονίας καὶ Αἰτωλίας καὶ Εὐβοίας. τὸ ἐθνικὸν, ἀπὸ μὲν δισσυλλάβου Αἰγαῖος, ἀπὸ δὲ τρισσυλλάβου Αἰγαιάτης. καὶ Αἰγαῖον πέλαγος. Αἴγλη. αὐγή· λαμπηδών· ἢ βόλος κυβευτικός. δηλοῖ δὲ καὶ ποπάνου εἶδος, καὶ θυσίαν. καὶ ἡ σελήνη οὕτως καλεῖται. καὶ ὁ Ἀσκληπιός. Αἰγώνη καὶ Αἰγωνίεια. ὀνόματα πόλεων. Αἴγινα. νῆσος. ὁ πολίτης Αἰγινεὺς, ἢ Αἰγινίτης. ὁ δὲ τοῦ Αἰγινήτου φόρτος. ἢ δοῦλος Αἰγινητικός. ὡς τὸ, Ῥόδιος, Ῥοδιακός. Αἴγυπτος. ἀπὸ Αἰγύπτου βασιλέως τοῦ Βήλου, ἢ ἀπὸ Αἰγύπτου τοῦ Νείλου. ἢ Αἴγυπτος αἰγίποτος, διὰ τὸ αἶγας πίονας ἔχειν. σημείωσαι, ὅτι ἐν τεσσαράκοντα ἡμέραις γεγόνασιν αἱ κατʼ Αἴγυπτον πληγαί. Αἰγλήεντα. λαμπρόν. Αἰαία. ὄνομα νήσου. Αἰδώς. αἰσχύνη ἢ εὐλάβεια, ἢ φόβος. Αἰδοσύνη. ἐπὶ τῶν ἀποκεκρυμμένων καὶ ἀφανῶν καὶ λανθάνειν βουλομένων. Αἰθάλη. σποδὸς, τέφρα. τὸ ἐκ καμίνου μέλαν. ἢ εἶδος καπνοῦ πεπυκνωμένου. καὶ ὁ κονιορτός. ἐκέλευσε τὰ ταμιεῖα τῆς αἰθάλης μαχαιριδίοις διατιτρᾷν, ὅ ἐστι διατορεῖν, διατρυπεῖν, διακόπτειν. γίνεται δὲ ἀπὸ τοῦ αἴθω τὸ καίω. Αἰθαλοκομπίαις. καπνοῖς καὶ ψευδολογίαις. Αἴθη. ὄνομα θηλείας ἵππου. καὶ Ὅμηρος· Αἴθην τὴν Ἀγαμεμνονέην. Αἰθήρ. ἀστεροειδέα νῶτα διφρεύουσʼ αἰθέρος ἱερᾶς. Αἰθιοπία. χώρα. Αἰθούσῃσι. στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ τοῦ ἡλίου. ἢ αἴθουσα διὰ τὸ ἐν αὐτῷ χειμῶνι αἴθεσθαι. ἢ διὰ τὴν τοῦ ἡλίου βολήν. Αἰθάλη. ἐκαλεῖτο ἡ Λῆμνος· ἀπὸ τῶν ἀναδιδομένων αἰθαλῶν ἐκ τῶν Ἡφαίστου χαλκείων. τὸ ἐθνικὸν Αἰθαλίτης. τὰ ἀπὸ τῶν εἰς λος βαρύτονα ὑπὲρ δύο συλλαβὰς ὄντα μὴ ἐθνικὰ, διὰ τῆς ει διφθόγγου γράφονται. οἷον αἴολος, ὁ κατάστικτος καὶ ποικίλος, αἰόλειος· αἴθω, αἴθαλος, αἰθάλειος· σημαίνει δὲ καὶ τὸν καπνόν· δαίδαλος, ὁ ποικίλος, δαιδαλεῖος· μεγάλειος, ὡς ἀπὸ τοῦ μεγάλεος βαρυτόνου. πρόσκειται διὰ τὸ ὀμφαλὸς, ὀμφάλιος, μὴ ἐθνικόν. Αἰθιόπιον. χώρα Λυδίας, ἀφʼ οὗ ἡ Ἄρτεμις Αἰθιοπία. Αἰθάλη. ἡ Χίος. Αἰθώ. ὄνομα πόλεως. Αἴθρη. ὄνομα κύριον. Αἰθρία. ἔξω ὑπὸ τὸν ἀέρα καὶ τὸ ὕπαιθρον καὶ τὴν εὐδίαν. Αἴθυα. ἡ ἴγδη καὶ ἡ θαλάσσιος ὄρνις. αἰθύης ὑπὸ πτερύγεσσιν ἔλυσε πείσματα νηός. αἱ γὰρ αἴθυαι ὅταν δύνωσι, κάκιστος οἰωνὸς ὑπάρχει τοῖς πλέουσι. τινὲς δὲ τὴν αἰτίαν λέγουσιν, ὅτι γαλήνης οὔσης οὐ τολμᾷ προϊέναι φοβουμένη τὰ θαλάσσια ζῶα, χειμῶνα δὲ προορωμένη προέρχεται, τῶν ἄλλων ζώων ἐν ταῖς καταδύσεσιν ὄντων. Αἰθόλικας. τὰς περὶ τὴν ἐπιφάνειαν φλυκτίδας. Ἀϊκάς. ἐκ τοῦ ἀϊκὴ ὀξυτόνου, ἀϊκὰς, ὡς ἰωκὴ, ἰωκάς. τὸ δὲ ἰωκὴ ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ. ἀπὸ δὲ τοῦ ἄϊξ δισσύλλαβον ἄϊκας. ἄϊκες δὲ αἱ ἐν τῷ πολέμῳ κλίσεις ἐφʼ ἑκάτερα. καὶ τοῦτο δὲ ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ. ἄϊκες, αἱ ὁρμαὶ, διὰ τοῦ ι. καὶ γὰρ πολλάκις ὁ μέλλων ἀποβάλλων τὸ ω ἀποτελεῖ ὄνομα. ἀΐσσω, ἀΐξω, ἄϊξ. ἄλλως· τὰ εἰς ξ λήγοντα ὀνόματα ἀποστρέφονται τὴν ει. τέττιξ, πέρδιξ. οὕτω καὶ ἄϊξ. πρόσκειται τῇ ει διφθόγγῳ, διὰ τὸ γλαῦξ καὶ Θρᾷξ καὶ αἶξ. Ἀϊτίας. ἐρωτικὰς χορδὰς σημαίνει. Αἰκία. ὕβρις, μάστιξ, εἶδος δίκης ἰδιωτικῆς, ἐπὶ πληγαῖς λαγχανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νόμοις οὐκ ἔστιν ὡρισμένον, ἀλλʼ ὁ μὲν κατήγορος τίμημα ἐπιγράφεται, ὁπόσου δοκεῖ εἶναι ἄξιον τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσι. Αἰκίστρια. ἡ αἰκίζουσα. Αἴλινος. αὐδὴ ὀδυρτικὴ, καὶ θρηνητική. Αἰκία. ὕβρις. διαφέρει ὕβρεως αἰκία. αἰκία μὲν γὰρ κατὰ τῶν πληγῶν, ὕβρις δὲ ἄνευ πληγῶν· ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπιβουλῆς. Αἰλία. πόλις Παλαιστίνης, ἡ πάλαι Ἱεροσόλυμα, ἀπὸ Αἰλίου Ἀδριανοῦ. ὁ πολίτης Αἰλιώτης. Αἱμασία. τὸ ἐκ χαλίκων ᾠκονομημένον τειχεῖον ἄνευ πηλοῦ. κυρίως δὲ ὁ ἠκανθωμένος φραγμός. ἀπὸ τοῦ αἱμάττεσθαι τοὺς ὑπερβαίνοντας. τὸ δὲ αἱμάττεσθαι συντάσσεται μετὰ πτώσεως αἰτιατικῆς. Αἰμιλία· Αἰμονία. κύρια. Αἶνος. πόλις Θρᾴκης, ὁ πολίτης Αἰνίτης. Αἰνή. χαλεπὴ, δεινή. Αἴνη δὲ τὸ τῆς Σικελίας ὄρος. Αἴξ. παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ γίνεται ἄϊξ καὶ κατὰ συναίρεσιν αἴξ. ὅθεν Ὅμηρος ἴξαλον ταύτην εἶπεν. Αἰξωνεία. ἡ βλασφημία. καὶ αἰξωνεύεσθαι τὸ κατηγορεῖν βλασφημοῦντος. μετῆκται δὲ ἀπὸ τῶν Αἰξωνέων· βλάσφημοι γὰρ κωμῳδοῦνται εἶναι οἱ Αἰξωνεῖς. Αἰξωνηΐς. δῆμος, φυλῆς Κεκροπίδος. Αἰξωνίδα τρίγλην. δοκοῦσαι αὗται κάλλισται εἶναι, καὶ τῶν ἄλλων διαφέρειν ταύτῃ. Αἰολομήτραν. ποικίλην ἔχουσα μήτρην· μίτρα δὲ ἡ πολεμικὴ ζώνη ἐστί. Αἰόλαν. πηδητικήν. Ἀριστοφάνης· αἰόλαν χορείαν ἐφθεγξάμεθα βρεκεκεέξ. σημαίνει καὶ σκοτεινήν. Αἰόλη νύξ. μέλαινα ἢ ποικίλη διὰ τὰ ἄστρα. Αἴπεια. ὄνομα πόλεως. Αἰπεινή. ὑψηλή. Αἰπεινὴν ἐλάτην ἔρισε βάτος. Αἰπήεσσα. ὑψηλή. Αἰπεῖα. ὑψηλή. τὰ ἀπὸ τῶν εἰς υς διὰ τοῦ εῖα σχηματιζόμενα θηλυκὰ διὰ τῆς ει διφθόγγου γράφεται. οἷον· αἰπὺς, αἰπεῖα, ταχὺς, ταχεῖα, θῆλυς, θήλεια. ταῦτα δὲ τὰ εἰς υς, εἰ μὲν βαρύτονα, προπαροξύνουσι τὰ θηλυκὰ, οἷον θῆλυς, θήλεια, ἥμισυ, ἡμίσεια· εἰ δʼ ὀξύτονα, προπερισπῶσιν ἐκεῖνα, οἷον αἰπὺς, αἰπεῖα, χωρὶς τοῦ ἐλαχὺς, ἐλάχεια, ἡ μικρὰ, καὶ λιγὺς, λίγεια, ἡ ἡδεῖα. Αἵρεσις. ἡ περὶ πίστεως οὐκ ἀληθὴς δόξα, ἢ δόξα πλειόνων ἀνθρώπων πρὸς ἀλλήλους μὲν συμφωνούντων, πρὸς ἀλλήλους δὲ διαφωνούντων. ἢ αἵρεσις ἐστὶν, ὡς μὲν εἰδοποιὸς, ποιότης· ὡς δὲ συνεκτικὴ, δύναμις· ὡς δὲ συστατικὴ, ἰδιότης· ὡς δὲ ἀφορίζουσα, διαφορά· ὡς δὲ ἐνδεικτικὴ, κίνησις· ὡς δὲ χαρακτηριστικὴ, ἐνέργεια· ἢ αἵρεσις ἐστὶ καταστροφὴ, κατάλυσις. ἵνα σφίσι, τὸ λεγόμενον ἐξ ἄκρας, ἡ αἵρεσις γένηται. καὶ ἡ λόγῳ τινὶ κατὰ τὸ λεγόμενον ἀκολουθοῦσα, ἢ δοκοῦσα ἀκολουθεῖν. ἔστι δὲ αἵρεσις καὶ ἡ πρόκρισις ἀπὸ τοῦ αἱρῶ τὸ βουλεύομαι καὶ προκρίνω. Αἶρα. ἡ τοῦ σίτου· δίφθογγον. ἔρα δὲ ἡ γῆ· ψιλόν. Αἰσαλών. εἶδος ζώου. Αἶσα. ἡ μοῖρα. τὴν σὴν ἤθελον αἶσαν ἔχειν. παρὰ τὸ δαίω, τὸ μερίζω, ὁ μέλλων δήσω. ὡς βήσω βήσα, καὶ πείσω πεῖσα, ἡ πεισμονή· καὶ ἀποβολῇ τοῦ δ αἶσα, ἡ ἑκάστῳ μεμερισμένη. ἢ παρὰ τὸ ἀεὶ ἴσημι. ἡ μεταβαλλομένη· πᾶσι γὰρ ὁμοίως ἔπεισιν. Αἰσιμία. ἡ μαντεία. Αἰσύμη καὶ Αἰσύμνη. πόλεις. Αἰσχύνη. ἡ τοῖς κατεγνωσμένοις ἐπιγινομένη αἰδώς. ἢ ἐπιτεταμένη αἰδώς. Αἰκάλη. ἡ ἀπάτη. Αἰμωδία. ἡ νάρκη. Αἴσθησις. πνεῦμα νοερὸν ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα πεμπόμενον, ἢ νοὸς γεῦσις ἀκριβὴς τῶν διακρινομένων, ἢ δύναμις τῆς ψυχῆς ἀντιληπτικὴ τῶν ὑλῶν ἤγουν διαγνωστική. αἰσθήσεις δὲ εἰσὶ πέντε· ὁμοίως καὶ αἰσθητήρια πέντε· πρώτη αἴσθησις ὅρασις· αἰσθητήρια δὲ καὶ ὄργανα τῆς ὁράσεως τὰ ἐξ ἐγκεφάλου νεῦρα· καὶ οἱ ὀφθαλμοί. αἰσθάνεται μὲν ἡ ὄψις κατὰ πρῶτον λόγον τοῦ χρώματος· συνδιαγινώσκει δὲ τῷ χρώματι τὸ κεχρωσμένον σῶμα, καὶ τὸ μέγεθος αὐτοῦ, καὶ τὸ σχῆμα, καὶ τὸν τόπον, ἔνθα ἔστι, καὶ τὸ διάστημα τὸ μεταξὺ, καὶ τὸν ἀριθμὸν, κίνησίν τε καὶ στάσιν, καὶ τὸ τραχὺ καὶ λεῖον, καὶ ὁμαλὸν καὶ ἀνώμαλον, καὶ τὸ ὀξὺ καὶ ἀμβλύ· καὶ τὴν σύστασιν, εἴ τε ὑδατώδης ἐστὶν, εἴ τε γεώδης, ἤγουν ὑγρὰ ἢ ξηρά. δευτέρα αἴσθησίς ἐστιν ἀκοὴ τῶν φωνῶν καὶ τῶν ψόφων οὖσα αἰσθητική· διαγινώσκει δὲ αὐτῶν τὴν ὀξύτητα καὶ τὴν βαρύτητα, λειότητά τε καὶ τραχύτητα καὶ μέγεθος. ὄργανα δὲ αὐτῆς τὰ ἐξ ἐγκεφάλου μαλακὰ νεῦρα, καὶ τῶν ὠτῶν ἡ κατασκευή· μόνος δὲ ἄνθρωπος καὶ πίθηκος οὐ κινοῦσι τὰ ὦτα. τρίτη αἴσθησίς ἐστιν ὄσφρησις, ἥτις γίνεται μὲν διὰ τῶν ῥινῶν ἀναπεμπουσῶν τοὺς ἀτμοὺς ἐπὶ τὸν ἐγκέφαλον· περαίνεται δὲ εἰς τὰ πέρατα τῶν ἐμπροσθίων κοιλίων τοῦ ἐγκεφάλου· αἰσθητικὴ γάρ ἐστι καὶ ἀντιληπτικὴ τῶν ἀτμῶν. ἡ γενικωτάτη διαφορὰ ἔστιν εὐωδία καὶ δυσωδία, καὶ τὸ μέσον τούτου, ὃ μήτε εὐῶδες ἐστὶ μήτε δυσῶδες. γίνεται μὲν εὐωδία, τῶν ὑγρῶν τῶν ἐν τοῖς σώμασιν ἀκριβῶς πεμφθέντων, μέση διάθεσις· κατὰ δὲ ἕτερον ἢ μηδʼ ὅλως πεμφθέντων ἡ δυσωδία γίνεται. τετάρτη αἴσθησίς ἐστι γεῦσις· τῶν χυμῶν γάρ ἐστιν ἀντιληπτικὴ ἤγουν αἰσθητική· ὄργανα δὲ ταύτης ἡ γλῶσσα, καὶ ταύτης πλέον τὸ ἄκρον καὶ ἡ ὑπερῶα, ἣν καλοῦσι τινὲς οὐρανίσκον, ἐν οἷς ἐστι τὰ ἐξ ἐγκεφάλου φερόμενα νεῦρα περιπλατυσμένα καὶ ἀπαγγέλλοντα τῷ ἡγεμονικῷ τὴν γενομένην ἀντίληψιν ἤγουν αἴσθησιν. αἱ δὲ καλούμεναι γευστικαὶ ποιότητες τῶν χυμῶν εἰσὶν αὗται· γλυκύτης· δριμύτης· στρυφνότης· αὐστηρότης· πικρότης· ἁλμυρότης· γλισχρότης· τούτων γάρ ἐστιν ἡ γεῦσις διαγνωστική. τὸ δὲ ὕδωρ ἄποσόν ἐστι κατὰ ταύτας τὰς ποιότητας, οὐδεμίαν γὰρ αὐτῶν ἔχει. ἡ δὲ στρυφνότης ἐπίτασίς ἐστι καὶ πλεονασμὸς τῆς αὐστηρότητος. πέμπτη αἴσθησίς ἐστιν ἁφὴ, ἥτις καὶ κοινή ἐστι πάντων τῶν ζώων· γίνεται δὲ ἐκ τῶν ἀπὸ τοῦ ἐγκεφάλου πεμπομένων νεύρων εἰς ὅλον τὸ σῶμα. ἀλλὰ καὶ τὰ λοιπὰ αἰσθητήρια τὴν τῆς ἁφῆς ἔχουσιν αἴσθησιν. ὑπόκεινται δὲ τῇ ἁφῇ τὸ θερμὸν καὶ ψυχρὸν, τό τε μαλακὸν καὶ γλίσχρον καὶ σκληρὸν, βαρύ τε καὶ κοῦφον· διὰ μόνης γὰρ τῆς ἁφῆς ταῦτα γινώσκεται· κοινὰ δὲ ἁφῆς καὶ ὄψεως τό τε τραχὺ καὶ λεῖον, ξηρὸν καὶ ὑγρὸν, παχύ τε καὶ λεπτὸν, ἄνω τε καὶ κάτω, καὶ ὁ τόπος, καὶ τὸ μέγεθος, ὅταν εἴη τοιοῦτος, ὡς κατὰ μίαν προσβολὴν τῆς ἁφῆς περιλαμβάνεσθαι, καὶ τὸ πυκνὸν καὶ τὸ μανὸν, ἤγουν ἀραιὸν, καὶ τὸ στρογγύλον, ὅταν εἴη μικρὸν, καὶ ἄλλα τινὰ σχήματα· ὁμοίως δὲ καὶ τοῦ πλησιάζοντος σώματος. αἰσθάνεται οὖν τῇ μνήμῃ τε καὶ τῇ διανοίᾳ· ὡσαύτως δὲ καὶ ἀριθμοῦ μέχρι δύο ἢ τριῶν, καὶ τούτων μικρῶν καὶ ῥαδίως περιλαμβανομένων. τούτων δὲ μᾶλλον τῆς ἁφῆς ἡ ὅρασις ἀντιλαμβάνεται. χρὴ δὲ γινώσκειν, ὡς ἕκαστον τῶν ἄλλων αἰσθητηρίων διπλοῦν ὁ δημιουργὸς κατεσκεύασεν, ἵνα τοῦ ἑνὸς βλαπτομένου τὸ ἕτερον ἀναπληροῖ τὴν χρείαν· δύο γὰρ ὀφθαλμοὺς, καὶ δύο ὦτα, καὶ δύο πόρους τῆς ῥινὸς, καὶ δύο γλώσσας· ἀλλʼ ἐν τοῖς μὲν τῶν ζώων διῃρημένας, ὡς ταῖς ὄφεσιν, ἐν τοῖς δὲ ἡνωμένας, ὡς ἐν τῷ ἀνθρώπῳ· τὴν δὲ ἁφὴν ἐν ὅλῳ τῷ σώματι, πλὴν ὀστέων καὶ νεύρων, ὀνύχων τε καὶ κεράτων, τριχῶν καὶ τῶν ὁμοίων. ἰστέον δὲ καὶ τοῦτο, ὦ ἑταῖρε· ἡ μὲν ὄψις κατʼ εὐθείας γραμμὰς ὁρᾷ, ἡ δὲ ὄσφρησις καὶ ἀκοὴ οὐ κατʼ εὐθεῖαν μόνον, ἀλλὰ καὶ πανταχόθεν· ἡ δὲ ἁφὴ καὶ γεῦσις οὐ κατʼ εὐθεῖαν οὐδὲ πανταχόθεν γνωρίζουσιν, ἀλλὰ τότε μόνον, ὅταν αὐτοῖς πλησιάσωσι τοῖς ἰδίοις αἰσθητοῖς. Αἰσύμη. πόλις Θρᾴκης. ὁ πολίτης Αἰσυμαῖος, ὡς Δύμη, Δυμαῖος. Αἰχμαλωσία. παρὰ τὴν αἰχμὴν, τοῦτʼ ἔστι τὸ ξίφος, καὶ τὸ ἁλῶ, τὸ πορθῶ. Αἰχμαί. αἱ ἐπιδορατίδες τῶν σιδηρῶν δοράτων, αἵτινες λόγχαι καλοῦνται. παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ, ἢ παρὰ τὸ αἷμα χέειν ἀϊμὴ καὶ κράσει αἰμὴ, καὶ πλεονασμῷ τοῦ χ αἰχμή. καὶ αἰχμητάων, δωρικῶς. Αἴτησις. παρὰ Ἀριστοτέλει αἴτησίς ἐστι τοῦ ἐναντίου ἡ ἐν λόγοις παραγωγὴ, τὸ λαμβάνειν τι παρὰ τοῦ ἀποκριναμένου, καὶ μετὰ ταῦτα πειρᾶσθαι τὸ ἀντικείμενον αὐτῷ παρʼ αὐτοῦ λαμβάνειν, καὶ διὰ τούτου τοῦ τρόπου δεῖξαι τὴν ἀντιλογίαν τῶν ἀποκρίσεων. Αἰτναία πῶλος. ἀντὶ τοῦ μεγάλη. Αἰτναίας ἐπὶ πώλου βεβῶσαν. Αἴτνη. ὄρος ἐν Κατάνῃ τῆς Σικελίας, ἐν ᾗ τὸ Αἰτναῖον πῦρ ἀναδίδοται. Αἰτωλία. χώρα, ἥτις ἐστὶν ἡ Καλυδών. Αἰτία. ἡ ἀρχὴ τῆς ἀρχῆς, ἤγουν ἡ πηγὴ καὶ ἡ ῥίζα. ἡ αἰτία καὶ ἡ πρόξενος. Αἰψηρήν. ἀντὶ τοῦ ταχεῖαν. —λύσαν δʼ ἀγορὴν αἰψηρήν— Αἶρα. παρὰ τὸ ῥαίω τὸ φθείρω γίνεται ῥαία καὶ ἐν ὑπερθέσει αἶρα. ἡ τὰ τυπτόμενα διαφθείρουσα. Αἰώρα. ἀπὸ τοῦ αἴρω αἶρα, καὶ πλεονασμῷ τοῦ ω αἰώρα, ἡ κρεμάστρια. Οὐδέτερον.Αἴαγμα. ὁ θρῆνος. ἔαγμα δὲ τὸ σύντριμμα, ψιλόν. Αἰγεῖον. τὸ τοῦ Αἰγέως μαντεῖον. αἰγεῖον, δέρμα αἰγὸς ἢ καὶ μέλος. Αἴγιον. πόλις, ἢ τόπος τῆς Ἀχαΐας. ὁ πολίτης Αἰγιεύς. Αἰγλήεντα. λαμπρὸν, καὶ ἐπὶ ἀρσενικοῦ. Αἰδέσιμον. καλὸν, ἢ λαμπρὸν, ἀξιοτίμητον. Αἰδοῖα. τὰ μόρια παρὰ τὸ τὴν αἰδῶ· γυμνῶσαι γὰρ ἢ ὀνομάσαι ταῦτα αἰδούμεθα. ἢ παρὰ τὸ ἀνοιδαίνειν ἐν τῇ συνουσίᾳ ὀργῶντα. ἔστιν οὖν οἰδοῖα, καὶ τροπῇ τοῦ ο εἰς α αἰδοῖα. Αἰθιόπιον. χωρίον τῆς Εὐβοίας. καὶ Αἰθυόπιον χωρίον Λυδίας. ἀφʼ οὗ ἡ Ἄρτεμις Αἰθιοπία. Αἰθαλόεν. κεκαυμένον. Αἶθρον. τὸ καῦμα. Αἶθος. τὸ καῦμα, φλογμός. Αἴθυγμα. τὸ ὅρμημα. ὁ δὲ βασιλείαν ὠνειροπόλει· καὶ αἴθυγμα ἀμηγέπη, καὶ φαντασίαν τινὰ ἀπετέλει μοναρχίας. Αἴθυγμα. ἐπὶ πυρός. αἴθυγμα καὶ τὸ ὁμοίωμα. Αἶκνον. τὸ σύνδειπνον. Αἷμα. ἡ τελευταία τροφὴ τοῖς ἐναίμοις ζώοις. καὶ αἷμα τὸ γένος· ταύτης τοι γενεῆς καὶ αἵματος εὔχομαι εἶναι. καὶ τῶν ἐν ἡμῖν τεσσάρων χυμῶν τὸ καιριώτατον. Αἱματώεντα. τὸ αἱματώδη. Αἱμηρόν. πλῆρες αἵματος. Αἴμνιον. τὸ ἄγγος. Αἴνιγμα. διήγησις μὲν ὡσπερεὶ γεγονότος, μὴ γεγονότος δὲ, μὴ γενέσθαι δυναμένου, σημαίνοντος δέ· ὡς τό· εἶπε τὰ ξύλα χρίσαι ἐφʼ ἑαυτοῖς βασιλέα. ἐκ τοῦ αἰνὸς, ὃ σημαίνει τὸ δεινὸν καὶ φοβερόν. Αἰνίγματα. τὰ ζητήματα. Αἰνικτά. ἄγνωστα, κεκρυμμένα. ὡς πάνταγʼ αἰνικτὰ καὶ ἀσαφῆ μοι λέγεις. Αἴνιον. πόλις. καὶ Αἰνίους. Αἰπόλια. αἰγονόμια. Αἰπύ. δυσχερὲς, ὑψηλὸν, μέγα. Αἶπος. τὸ ὕψος. Αἰπόν. τὸ ἀκρωτήριον. Αἰρόπινον. τὸ κόσκινον, ἐν ᾧ οἱ πυροὶ σήθονται, ὑπὲρ τοῦ τὰς αἴρας διελθεῖν. λέγεται δὲ καὶ τὸ σκοτεινόν. Αἱρετόν. τὸ ἐπιθυμητόν· τὸ καλόν· τὸ ἡδύ· τὸ συμφέρον. Αἱρετώτερον. τὸ προκριτώτερον. οὐκ ἐκ τοῦ παραλλήλου κεῖται τὸ αἱρετώτερον τοῦ βελτίονος, ἀλλʼ ἐπὶ πλεῖον τὸ βέλτιον τοῦ αἱρετωτέρου. τὸ μὲν γὰρ αἱρετώτερον ἐν τοῖς αἱρετοῖς, καὶ μόνοις· τὸ δὲ βέλτιον καὶ ἐν ἄλλοις. καὶ γὰρ ἐν θεωρητικοῖς καὶ φυσικοῖς καὶ λογικοῖς ἡ ζήτησις ἡ τοῦ βελτίονος. ὁ γὰρ ζητῶν, ποτέρα βελτίων οὐσία, ἡ κινουμένη ἢ ἡ ἀκίνητος, φυσικὸν μεταχειρίζεται πρόβλημα· λογικὸς δὲ ὁ ζητῶν, βέλτιον πότερον, ἐπαγωγὴ ἢ συλλογισμός· θεωρητικὸς δὲ ζητῶν, πότερον ἡ φρόνησις πρακτικωτάτη ἢ θεωρητική. Αἴσια. δίκαια, γνήσια, δεξιά. Αἴσυλα. ἁμαρτωλὰ, ἄδικα, παράνομα, ἀπρεπῆ. —αἴσυλα ῥέζεις. Αἴσιμα. τὰ προσήκοντα, παρὰ τὴν αἶσαν· ἐνίοτε δὲ καὶ τὰ καθήκοντα ἢ τὰ ἀγαθά· ἔστιν ὅτε καὶ τὰ εἱμαρμένα. Αἴτημα. ζήτημα, καὶ ἡ ἐπιθυμία. Δαβίδ· καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν. Αἴτιον. ἐξ οὗ γίνεταί τι, καὶ διʼ οὗ, καὶ ἐν ᾧ. ἰστέον, ὅτι τὸ αἴτιον ἑπταχῶς· ποιητικὸν αἴτιον, ὡς ὁ τέκτων τῆς κλίνης· τελικὸν αἴτιον, ὡς ἡ ἀνάπαυσις, διʼ ἣν ἡ κλίσις· ὄργανον αἴτιον, ὡς τὸ σκέπαρνον καὶ ὀπρίων, διʼ ὧν ἡ κλίσις· ὑλικὸν αἴτιον, ὡς τὸ ξύλον, ἐξ οὗ ἡ σκευαζομένη κατὰ διάνοιαν καὶ εἰδοποιουμένη διαμόρφωσις· παραδειγματικὸν αἴτιον, ὡς ἡ ἑτέρα κλίνη, πρὸς ἣν ἰδὼν ὁ τεχνίτης τὴν εἰς ἔργον αὐτῷ προσκειμένην ἐδημιούργησε· φυσικὸν αἴτιον, ὡς πατὴρ τοῦ υἱοῦ, καθὸ καὶ μόνον ὁ θεὸς καὶ πατὴρ αἴτιος τοῦ μονογενοῦς εἶναι λέγεται· τῆς δὲ κτίσεως ποιητικὸν αἴτιον εἶναι λέγομεν τὸν θεόν. τελικὸν δὲ αἴτιον τὴν τῶν δημιουργηθέντων εὐεργεσίαν καὶ τὴν περὶ αὐτὰ ἀγαθότητα· εἰδικὸν δὲ αἴτιον τὴν ἐν αὐτῷ τῶν δημιουργημάτων γνῶσιν φαμὲν, ἣν ἐξ ἀϊδίου πρὸ αἰώνων ἔσχεν, οὐκ ἐς ὕστερον αὐτῷ ἐπιγενομένην, ἀλλὰ συνδιαιωνίζουσαν, καὶ συμπαρεκτεινομένην ἀείποτε. τὸ δὲ ὑλικὸν αἴτιον καὶ ὀργανικὸν καὶ παραδειγματικὸν πόῤῥω τῆς θείας καὶ ἀπειροδυνάμου φύσεως. Ἰστέον, ὅτι τετραχῶς τὰ αἴτια· ὡς ὕλη· ὡς εἶδος· ὡς τέλος, καὶ ὡς ποιητικόν· καὶ τῶν αἰτίων τὰ μὲν προκαταρκτικὰ, τὰ δὲ συνεργὰ, ἢ συναίτια, τὰ δὲ τελικά. Αἰτιῶδες. ψεῦδος, ὃ ἀπὸ ψεύδους ἄρχεται, ἢ μὴ εἰς ἀκόλουθον λήγει, ἢ ἔχει τῷ λήγοντι τὸ ἀρχόμενον ἀκόλουθον. οἷον· διότι νύξ ἐστι, Δίων περιπατεῖ. Αἰφνίδιον. τὸ ἐξαίφνης. παρὰ τὸ ἀφανὴς ἀφανίδιον καὶ ἐν συγκοπῇ αἰφνίδιον. Αἰψηρόν. τὸ ταχύ. Αἰσθητήρια. τὰ ὄργανα, ἤγουν τὰ μέλη, διʼ ὧν αἰσθανόμεθα, καὶ αἱ αἰσθήσεις τοῦ ἀνθρώπου, ἢ ἐν οἷς καθίδρυται ἡ αἴσθησις. Αἰσθητικόν. πᾶν ζῶον αἴσθησιν φόβου καὶ θανάτου ἔχον, ἢ αὐτὸ τὸ ζῶον τὸ κεκτημένον τὰς αἰσθήσεις. Αἰσθητά. τὰ ὁρώμενα, τὰ πεφυκότα ταῖς αἰσθήσεσιν ὑποπίπτειν, οἷον χρῶμα καὶ σχῆμα καὶ ὄγκος καὶ ποικιλότης, καὶ ἀντιτυπία καὶ μαλακότης, ψόφοι καὶ ἀτμοὶ καὶ χυμοὶ, λειότης, τραχύτης καὶ τὰ τοιαῦτα. Αἰσθανόμενον. ἔστι ζῶον ἀντιληπτικὸν κατὰ δύναμιν φυσικὴν τῶν αἰσθητῶν. Ἀϊδώνια. τὰ τοῦ ᾅδου θανάσιμα. Ἀΐδιον. τὸ ἀρχὴν μὲν ἔχον, τέλος δὲ μὴ ἔχον. ἔστι καὶ ἀΐδιον τὸ ἀρχὴν μὲν μὴ ἔχον, τέλος δὲ ἔχον. ἔστι δὲ ἀΐδιον τὸ μήτε ἀρχὴν μήτε τέλος ἔχον, ὥσπερ ὁ θεός. ἀΐδιον ἐστὶ τὸ μὴ ἑαυτὸ, ὃ ἐστὶ κατʼ οὐσίαν, νοηθῆναι δυνάμενον. ἀΐδιον δὲ λέγεται τὸ ἀεὶ διόν· ἤγουν τὸ μηδέποτε ἀρξάμενον, μὴ δὲ λῆγον. οὐ πᾶν γὰρ ἀτελεύτητον πάντως καὶ ἄναρχον· οἱ γὰρ ἄγγελοι καὶ αἱ ψυχαὶ ἀρχὴν μὲν ἔσχον τοῦ εἶναι, τέλος δὲ οὐκ ἔχουσι. ἀΐδιον οὐδὲν ἄλλο ἢ μόνον ἡ θεότης. Ἀϊδνόν. τὸ ἀφανές. Αἰσώπειον αἷμα. ἐπὶ τῶν ἀδίκως ἀναιρουμένων. οὐ γὰρ ἐνδίκως ἀπέκτειναν τὸν Αἴσωπον οἱ Δελφοί. Ἀΐδιον. τὸ διαιωνίζον, καὶ λῆξιν μηδαμῶς ἔχον. Ῥῆμα.Αἰάζειν. οἰκτείρειν, θρηνεῖν. παρὰ τὸ αι σχετλιαστικὸν ἐπίῤῥημα γέγονεν αἰάζω· ὡς λίαν λιάζω. Αἰγίζειν. διασπᾷν. καὶ αἰγίζεσθαι. ἡ μεταφορὰ ἐκ τῶν καταιγίδων. Αἰγιάζειν. σὺ δʼ αἰγιάζων ἐνθαδὶ καθήμενος. Αἰγυπτιάζειν. τὸ κακοτροπεῖν καὶ πανουργεύεσθαι. τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. Αἰδέσασθαι. μεταπεισθῆναι. οὕτω Λυσίας καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτου, ἀντὶ τοῦ ἐξιλάσασθαι καὶ πείσειν. Αἰδέσεται. ἀπὸ τοῦ αἰδῶ, αἰδέσω, αἰδέσῃ, αἰδέ σεται. Αἰδουμένω. αἰδέω, αἰδῶ, αἰδέομαι, αἰδοῦμαι. ἡ μετοχὴ αἰδεόμενος, αἰδούμενος. τὸ δυϊκὸν αἰδεουμένω, καὶ ἀποβολῇ τοῦ ε αἰδουμένω. Αἰθεροβατεῖν. εἰς τὸν αἰθέρα βαίνειν. Αἴθειν. καίειν. παρεκελεύετο αἴθειν καὶ φθείρειν τὴν χώραν. Αἰθόμενος. καιόμενος. Αἴθρει. χειμάζει. Αἰθριάζουσιν. ἐν εὐδίᾳ εἰσίν. Αἰκίζω. τὸ μαστίζω. ἀπὸ τοῦ ἀεικὴς, ὃ σημαίνει τὸν σκληρὸν καὶ ἀπότομον, ἀεικίζω. Αἰθύξασα. κινήσασα. Αἰθύσσω. θερμαίνω, ἐκτείνω καὶ τὸ διαλάμπω. Αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης. Αἰκάλλει. σαίνει, ἀπατᾷ. αἰκάλλει καρδίαν ἐμήν—. Αἰκίζει. κακοῖ, μαστίζει, τύπτει, καθυβρίζει. Αἱμωδεῖν καὶ αἱμωδιᾷν. τὸ τοὺς ὀδόντας ὀδυνᾶσθαι μετὰ κνησμοῦ· ὡς καὶ αἱμάττεσθαι παρὰ τὸ αἷμα. αἱμωδία γὰρ ἡ τῶν ὀδόντων νάρκη. Αἴθω. τὸ καίω. ἔθω δὲ, τὸ ἐξ ἔθους τι διαπράττομαι, ψιλόν. καὶ Ὅμηρος· ἔθων Οἰνῆος ἀλωήν— ἤτοι ἀμπέλου χωρίον. Αἰνίσσω. τὸ ἐν παραβολαῖς λέγω. Αἰνεῖν. τὸ ἀναβράττειν τὸν ἀληλεσμένον σῖτον, ὅ ἐστιν ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φυρῶντα. Αἰνέσαιμι. ἐπαινέσαιμι ἢ ἀναπείσαιμι. Ἀΐσθω. τὸ ἐκπνέω. Ἄϊεν. ἐξέπνεεν. Ἀϊστῶσαι. ἀφανίσαι, φονεῦσαι. Ἀΐων. ἐπακούων. Αἴνυμαι. τὸ ἀφαιρῶ ἢ τὸ λαμβάνω. παρὰ τὸ αἰρῶ. ἀρνῶ, ὡς περῶ περνῶ. ἀφʼ οὗ· —περνάσω νήσων ἐπὶ τηλεδαπάων. παράγωγον αἴρνυμι καὶ αἴρνυμαι· καὶ ἀποβολῆ τοῦ ρ αἴνυμαι. Αἰνῶ. τὸ παραιτοῦμαι σημαίνει καὶ τὸ ἐπαινῶ. Αἰνοίην. ἀντὶ τοῦ συνκατένευσα. Αἰόλλει. ποικίλλει, στρέφει, πλανᾷ. Αἰωνίζει. διαπαντὸς μένει. Αἰωροῦμαι. ἐν ἀέρι φέρομαι. αἰώρα γὰρ ἡ κρεμάστρα καὶ ἡ ἀγχόνη ἤγουν ἡ φούλκα. Αἰωρηθέντες. κρεμασθέντες, μετεωρισθέντες. καὶ αἰώρημα, καὶ αἰωρήσεις, καὶ αἰωροῦνται. εἰς ὃν τὰ τῶν Καρχηδονίων αἰωροῦνται πράγματα. Αἰονῶ. τὸ βρέχω. Αἴρεσθαι. προσενέγκασθαι. οὐ σῖτον αἴρεσθαι, οὐχ ὕπνου λαχεῖν μέρος. Αἶρε. πρόσφερε. Ὅμηρος· μή μοι αἶνον ἄειρε— καὶ Ἀριστοφάνης· αἶρʼ αἶρε μάζαν ὡς τάχιστα κανθάρῳ. Αἱρηθέν. θεληθέν. Αἱρεύμενον. λαμβάνοντα, ἀφαιροῦντα, αἴροντα. παρὰ τὸ αἱρῶ τὸ λαμβάνω. αἱρῶ οὖν, αἱρούμενον, καὶ τροπῇ αἰολικῇ αἱρεύμενον. Αἱρετίζω. τὰ τῶν αἱρετικῶν φρονῶ. καὶ τὸ προαιροῦμαι. ἐξ οὗ καὶ αἱρετισάμενος. Αἰρεῖ. φονεύει, ἀναιρεῖ. Σοφοκλῆς· —πόλεμος γὰρ οὐδένʼ ἄνδρʼ ἑκὼν αἴρει πονηρὸν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί. σημαίνει δὲ καὶ τὸ καταλαμβάνει. Αἴρειν. αὔξειν, ἢ τράπεζαν παρατιθέναι, ἢ αἴρειν. καὶ τὸ ἀναρτᾷν· ὡς τό· ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; ὅ ἐστι αἰωρεῖς μέσον πίστεως καὶ ἀπιστίας. Αἱρεῖς. δοξάζεις, ἡγῇ. καὶ ἐκ τοῦ θεολόγου· καὶ ὁ λόγος αἱρεῖ μὴ τιθέναι πρόσκομμα. Αἱρεῖσθαι. ἐργάζεσθαι. Αἱρῇ. βούλει. ἐπείπερ αὐτὸς αἱρῇ λέγειν. Αἱρήσομαι. βουλεύσομαι. Αἱρησάμενος. βουλευσάμενος. Αἱρήσασθαι. λαβεῖν. Αἱρήσεται. λήψει. Αἱρήσειν. κρατήσειν, συλλαβεῖν, ἑλκύσαι, πορθῆσαι, χειρώσασθαι. Αἱρήσομαι. λήψομαι, σκέψομαι, βουλεύσομαι. Αἱρείτω. κατασχέτω. Αἱρόμενος. φερόμενος. αἰρούμενος· βουλόμενος, ἑλόμενος. καὶ δεῖπνον αἱρουμένοις. Αἱρῇ. ἀντὶ τοῦ λαμβάνεις, μετέχεις. σῖτον τὲ αἱρῇ τὸν αὐτὸν ἐκείνοις, καὶ πόμα παραπλήσιον. Αἱρετιεῖ. προτιμότερον ἡγήσεται. Αἰρόμενος. ἐπαιρόμενος, κουφιζόμενος. Αἰσιμῶ. τὸ καταναλίσκω. Αἰσθήμην. νοησαίμην. Αἴσθω. ἀπὸ τοῦ ἀΐω ῥήματος, τοῦ σημαίνοντος τὸ ἐκπνέω, γίνεται παράγωγον ῥῆμα ἄϊστος, ἐκ τούτου ἀϊστῶ, καὶ τροπῇ τοῦ τ εἰς θ ἀΐσθω, ἡ μετοχὴ ἀΐσθων, καὶ κατὰ συναίρεσιν αἴσθω. οὕτως καὶ ἀπὸ τοῦ ἐγείρω ἐγερτὸς, καὶ κατὰ τροπὴν τοῦ τ εἰς θ ἐγέρθω. Αἰσθάνεσθαι. τοῦτο δύο σημαίνει, τὸ κατὰ δύναμιν καὶ κατʼ ἐνέργειαν. αἰσθάνεσθαι τοίνυν λέγονται οἱ κοιμώμενοι, δύναμιν ἔχοντες τοῦ αἰσθάνεσθαι. Αἴσθεσθαι ἐνεστώς ἐστι· αἰσθέσθαι δὲ ὑπερσυντελικός. αἴσθεσθαι δὲ καὶ αἰσθάνεσθαι διαφέρει. τὸ γὰρ αἴσθεσθαι ὑπὲρ τοῦ ἀκριβῶς εἰδέναι τί· τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑπονοεῖν τί. καὶ περὶ μὲν τοῦ αἴσθεσθαι φησὶν Ἀντιφῶν· ἔτι δὲ καὶ πλείω ἡμᾶς ἠσθημένος ἠδικημένους. τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑποπτεύειν, καὶ οὐκ ἐπὶ τοῦ βεβαίως εἰδέναι. Λυσίας· οἶμαι τοίνυν καὶ ἡμᾶς ἐκεῖνο αἰσθάνεσθαι, ὅτι Ἀλκιβιάδης οὐκ ἄλλο τι κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφισβήτει. Αἰσθάνομαί σου. τὸ τῆς αἰσθήσεως ἐπιλαμβάνομαι. Αἰσθόμενοι. νοήσαντες. οἱ δὲ τὴν προθυμίαν τοῦ Καίσαρος ἰδόντες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι. Αἴσθων. αἰσθανόμενος, βασανιζόμενος, ἢ ἐκπνέων. Αἰσχύνει. αἰκίζεται, λυμαίνεται. Αἰσχύνομαι. αἰδοῦμαι. ταῖς προτέραις ἁμαρτίαις αἰσχύνομαι. Αἰτιῶμαι. γενικῇ καὶ αἰτιατικῇ. ὅτε μὲν γενικῇ συντάττεται, τοιοῦτόν ἐστιν, οἷον αἴτιον ἀποφαίνω· ὅτε δὲ αἰτιατικῇ, οἷον μέμφομαι. Αἰτήσασθαι. τὸ χρήσασθαι. ἀνδρὸς τίτθην, ἣν ἄν τις ὑμῶν παιδίον ᾐτήσατο. Αἰτίζων. ἀντὶ τοῦ αἰτῶν, ποιητικῶς. αἰτίζων ἀκόλους, οὐκ ἄορας οὔτε λέβητας. Αἰτῶν. εἰς ἀεὶ ἕξων. αἰτούμενος δὲ, λαβὼν καὶ αὖθις ἀποδώσων. Αἰχμάσουσι. δορατομαχήσουσι, νικήσουσι. Ἀϊχθήτην. ὥρμησαν. Αἰχμαλωτίζοντες. ἀντὶ τοῦ αἰχμαλώτους ἐκ τῆς τοῦ πονηροῦ τυραννίδος λαμβάνοντες, ἀπὸ δουλείας εἰς ἐλευθερίαν. καὶ ὁ Ἀπόστολος· αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Ἐπίῤῥημα.Αἶ. ψιλούμενον καὶ περισπώμενον τὸ ὄφελον σημαίνει, κατὰ ἀποκοπὴν τοῦ αἴθε· δασυνόμενον δὲ καὶ βαρυνόμενον, ἄρθρον θηλυκὸν καὶ ἀναφορικόν· οἷον αἳ καὶ αἵτινες. σημαίνει δὲ καὶ ἐπίῤῥημα θρηνητικὸν, περισπώμενον καὶ ψιλούμενον, ὃ καὶ διπλασιάζεται· αἶ αἶ τάλαινα θηλαμὼν κεκαυμένη. Αἴ. σημαίνει τὸ εἴθε. ἰστέον, τὸ αἲ γέγονεν ἐκ τοῦ εἲ, εὐκτικοῦ ἐπιῤῥήματος. ἔστι γὰρ εἲ, ὃ σημαίνει τὸ εἴθε. τοῦτο τὸ εἲ γίνεται αἲ, τοῦ ε τραπέντος εἰς ἄλφα. Αἰδημόνως. ἀντὶ τοῦ αἰδεσίμως. Αἰεί. ἀντὶ τοῦ ἀεί. αἰεὶ γὰρ ἡ γυνή σʼ ἔχει διὰ στόμα. ἀντὶ τοῦ διὰ στόματος. Αἰεὶ ἔστω. Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι. ὥσπερ καὶ, ἔστω εὖ, ἡ εὐδαιμονία καλεῖται. ἡ λέξις Διογενιανοῦ. ἐν ἀληθείας δευτέρῳ τοῦ Ἀντιφῶντος. Αἰέν. διαπαντός. Ἀιεί. ὁμοίως. Αἰνιγματωδῶς. δυσχερῶς, ἀσαφῶς. Αἰβοῖ. ἀντὶ τοῦ φεῦ. Ἀΐγθην. ὁρμητικῶς, ἐπίῤῥημα μεσότητος. παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ. Ἀϊδρῶς. διαφανῶς, ἢ ἀπείρως. Ἀϊδῶς. ἀκαταλήπτως. Αἴθʼ ὄφελεν. παραλλήλως τὰ εὐκτικὰ κείμενα μόρια κατὰ τοῦτο διαφέρουσιν, ὅτι τὸ μέν ἐστιν ἀπαρέμφατον πρόσωπον ἤγουν μηδὲν ἐμφαῖνον· τὸ δὲ ὄφελον τὰ πρόσωπα ἐμφαίνει. αἴθʼ ὄφελες θανέειν ἢ πανύστατον ὀρχήσα-σθαι. παρὰ τῆς γλαυκὸς τοῦτο· ἣν ὅταν λάβωσι τὰ παιδία, περιάγουσιν· ἡ δὲ μὴ βλέπουσα διʼ ἡμέρας, ὥσπερ ὀρχεῖται. Αἴκεν πως. ἐάν πως. Αἰκέποθι. ἐάν ποτε. Αἰνόθεν. ἀντὶ τοῦ αἰνῶς, λίαν, δεινῶς, ἐκ δεινοῦ. τὸ γὰρ αἰνόθεν γενική. Αἶψα. ἀντὶ τοῦ ταχέως. Αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηρά-σκουσι. γίνεται δὲ κατὰ στέρησιν τοῦ ἴψαι, τοῦ σημαίνοντος τὸ βλάψαι· τὸ γὰρ βλάπτον καὶ ἐμποδίζειν ἀνάγκη. τὸ δὲ ἀνεμπόδιστον ταχὺ γίνεται. ἢ παρὰ τὸ ἅψω, αἶψα. δοκεῖ γὰρ τὸ ταχέως γινόμενον ἀλλήλων ἅπτεσθαι κατὰ συνέχειαν. Τὸ Α μετὰ τοῦ Κ. Ἀρσενικόν.Ἀκάθαρτος. ὁ ἁμαρτωλός. ἀκάθαρτος γὰρ τὴν ψυχὴν ὅγε κακός· καθαρὸς δὲ ὁ ἐναντίος. Ἀκαθαίρετος. ὁ ἀκατάβλητος. πύργος ἀκαθαίρετος. Ἀκαμπίας. ὁ εὐθύδρομος. ἀκάμπιος δρόμος ὁ μακρὸς καὶ διʼ εὐθείας περίπατος. Ἀκαρίδιος. βραχύτατος. ἀκαρίδιος ὁ ἀνθρώπινος βίος, καὶ μετʼ ὀλίγον πάντʼ ἐξετάθημεν. Ἀκατάβλητον. ἀήττητον. παρὰ τὸ μὴ καταβάλλειν. οὐ γάρ που τότʼ ἐξεπίστατο Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον. οὕτως Ἀριστοφάνης. Ἀκαταῖος. ἵππος ὠνομασμένος. Ἀκαταιτίατος. ὁ ἀναίτιος. Ἀκατίροις. ἐθνικόν. Ἀκεανός. εἶδος ὀσπρίου. Ἀκαλός. ὁ ἥσυχος· ὅ ἐστιν ἦκα τὸ ἠρέμα καὶ ἡσύχως. ἐκ τούτου γίνεται παράγωγον ἤκαλος, ὡς πέμπω, πέμπελος, καὶ κατὰ συστάδην ἀκαλός. Ἀκαλαρείτης. ὁ ἡσύχως ῥέων. παρὰ τὸ ἄκηλον καὶ ἤκαλον, τὸ ἥσυχον. τὰ παρὰ τὸ ῥέω διὰ τῆς ει διφθόγγου γράφεται. Ἄκερως βοῦς. ὁ μὴ ἔχων κέρατα. Ἀκέσιος. ἐπίσκοπος Ναυατιανῶν, ὃς παρῆν ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου. Ἀκειροκόμης. ὁ τὴν κόμην μὴ κειρόμενος. κείρω γὰρ τὸ κόπτω. Ἀκέφαλος. ἄτιμος. καὶ παροιμιωδῶς ἀκέφαλος μῦθος ἐπὶ τῶν ἀτελῆ λεγόντων εἴρηται. Ἀκέστωρ. ὁ θεραπευτὴς, ἰατρός· ἄκος γὰρ ἡ θεραπεία. Ἀκεσώδυνος. ὁ ἰατρὸς, ὁ θεραπευτὴς, ὁ τὰς ὀδύνας παύων καὶ θεραπεύων. Ἀκήδεστοι. μηδεμιᾶς φροντίδος τυχόντες. ἢ ἄταφοι, παρὰ τὸ μὴ ἔχειν κηδεμονίαν. ἐκ τοῦ κήδω ὁ μέλλων κηδῶ. καὶ μετάγεται εἰς ἐνεστῶτα, ὁ μέλλων κηδεύσω, ὁ παρακείμενος κεκήδευκα, ὁ παθητικὸς κεκήδευμαι, κεκήδευσαι, κηδευτὸς καὶ ἀκήδευτος. Ἀκηδής. ἄταφος, ἀμελής. οἱ δὲ Ῥωμαῖοι τοὺς ἑαυτῶν πολεμίους ἀκηδεῖς οὐχ ὑπέμειναν παριδεῖν. Ἀκροσφαλής. ὁ ἑτοιμόπτωτος. Ἀκερσοκόμης. ὁ μὴ κείρων τὴν κόμην. παρὰ τὸ κείρω, ὁ μέλλων αἰολικῶς κέρσω, καὶ τὴν κόμην γίνεται κερσοκόμης, διὰ τοῦ ο μικροῦ. πᾶς γὰρ ἐνεστὼς ἐν πρώτῳ προσώπῳ λαβὼν συνήθειαν, τρέπει τὸ ω μέγα εἰς ο μικρόν. λείπω, λειποτάκτης· μίξω, μιξοπόλιος. Ἀκινάκης. σπαδομάχαιρον, ῥηκτάριον δόρυ ἢ ἀκόντιον Περσικόν. παρὰ τὸ ἀκὴ, ὃ σημαίνει τὴν ὀξύτητα, ἢ παρὰ τὸ ἀκίδιον, ἀλλήλοις συντεθέντων τῶν δύο ὁμοιοσήμων. καὶ δῆλον ὅτι ἐτράπη τὸ δ εἰς τὸ ν. ὡς ἐπὶ τοῦ Ἐριχθεὺς Ἐριχθέος καὶ Ἐριχθόνιος, παρὰ τὸ τὴν ἔραν καὶ τὴν χθόνα. ἢ παρὰ τὸ ὠκὺς καὶ τὴν ἀκὴν γίνεται ἀκινάκης. Ἀκήρατος. αἰώνιος, ἄφθαρτος. παρὰ τὸ γῆρας γήρατος, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀγήρατος καὶ ἀκήρατος, ὁ μὴ γηρῶν. Ἀκαιροβόας. ὁ λάλος. Ἀκιδνός. ὁ ἀσθενής. παρὰ τὸ κινῶ ἄκινος, καὶ πλεονασμῷ τοῦ δ ἀκιδνὸς, ὁ μὴ κινούμενος. ἢ παρὰ τὸ αἰκίζω, αἰκιανὸς, ὁ εὐτελὴς καὶ ἐν αἰκισμοῖς ὤν. Ἄκικυς. ὁ ἀνισχυρός. Ἀκκισμοί. προσποιήσεις καὶ ὑποκρίσεις, ἀπὸ Ἀκκὼ, τινὸς Σαμίας μωρᾶς οὔσης. Ἄκμηνος. ἄγευστος. ἄκμηνος δόρποιο. Ἀκμαῖος. σφριγῶν· νεανίσκος. Ἄκμων. παρὰ τὸ κάμνω. ἀκάμων τὶς ὢν, ὁ ἀκαμάτως φέρων. Ἀκμήτης. ὁ νέος· ὁ ἀκμάζων, ὁ μὴ κοπιῶν. καὶ ἀκμῆτις. παρὰ τὸ κάμνω, ὁ δεύτερος ἀόριστος ἔκαμον, ἐξ αὐτοῦ καμὴς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀκαμὴς καὶ συγκοπῇ ἀκμής. Ἀκόλαστος. ἀκρατὴς, θρασὺς, ἢ ὁ ἀπαίδευτος. παρὰ τὸ μὴ κολάσεως τετυχηκέναι, ὅ ἐστι παιδείας. ἐπὶ δὲ τοῦ κατωφεροῦς, παρὰ τὸ μὴ κολάσαι τὴν ἐπιθυμίαν. Ἄκολος. ὁ μικρὸς ψωμὸς, ὁ μηκέτι κολούεσθαι δυνάμενος καὶ εἰς μικρὰ τέμνεσθαι. Ἀκόρητος. ὁ ἀνεπιμέλητος, ἢ ἄπλητος, παρὰ τὸ κόρος. τὸ δὲ κόρος παρὰ τὸ κορῶ, κορέσω, κορήσω, κεκόρηκα, κεκόρημαι, κεκόρησαι, κεκόρηται, κορητὸς καὶ ἀκόρητος. Ἀκρατοπότης. ὁ μέθυσος, ὁ τὸν ἄκρατον οἶνον ἀπλήστως πίνων. Ἀκριβής. ὁ νέος. καὶ ἡ διʼ ἀναγκαίων γινομένη, καὶ ὧν πᾶσα σπουδαίου ὑπόληψις ἔχει. ἀκριβὴς καὶ ὁ βέβαιος. λέγεται γάρ· ἀκριβὴς ζηλωτὴς τῆς τοῦ Μάνεντος δόξης. παρὰ τὸ κρίβω, κριβὴς καὶ ἀκριβής. καὶ γὰρ τὸν ἀκριβῆ οὐδεὶς δύναται λαθεῖν. ἢ παρὰ τὸ ἄχρι καὶ τὸ βαίνειν, ἀχριβὴς καὶ ἀκριβής. ὁ γὰρ ἀκριβὴς μέχρι καὶ τοῦ μικροῦ καταγίνεται. Ἄκριτος. ὁ ἀδιάκριτος. οὕτως Δημοσθένης. Ἀκρόβελις. εἶδος ἀκοντίου. Ἀκροβολισμός. ἐρεθισμὸς, καὶ τὸ ἄκρον βάλλειν. Ἀκρόβολοι. ἀκοντισταὶ, τοξόται. Ἀκρόκομοι. μετρίως κομῶντες, ἢ λίαν. ἢ οἱ τὰ ἄκρα τῆς κεφαλῆς κομῶντες. Ἀκρότομος λίθος. σκληρὸς, ὑψηλὸς, ἢ ὀξύτατος. Ἄκρος, τέλειος, εἰς ἄκρον ἐληλακός. Ἀκρέμων. ὁ κλάδος, ὁ βλαστὸς, παρὰ τὸ ἄκρον. ἢ παρὰ τὸ κρέμω. ὁ αὐτὸς καὶ κρεμὼν λέγεται. Ἀκρατής. ὁ εἰδὼς τὰ κακὰ, ὅτι φαῦλα, καὶ πράττων αὐτὰ διʼ ἡδονήν. Ἀκρόχολος. ὁ καθʼ ὑπερβολὴν ὀξὺς καὶ πρὸς πᾶν ὀργίλος. Ἀκροθόριξ. ὁ μέθυσος. Ἀκραιφνής. κυρίως ὁ περιφανὴς, παρὰ τὸ ἀκέραιον καὶ τὸ φαίνω, ἀκεραιοφανής· καὶ κατὰ συγκοπὴν ἀκραιφνὴς, τοῦ ο εἰς α τραπέντος, ὡς ἐπὶ τοῦ μεσοπόλιος μεσαιπόλιος. Ἄκρητος. ὁ ἄκρατος. ἐκ τοῦ κερῶ, κεράσω· συγκοπῇ κράσω, κρατὴρ καὶ κρητήρ. ἐκ δὲ τοῦ κεράσω, κρατὸς, ἄκρατος καὶ ἄκρητος. Ἀκρατοκώθωνες. οἱ νέοι, οἱ πίνοντες τὰ ἄκρατα ἐκ τῶν κωθώνων. Ἀκριτόμυθος. ὁ πολλὰ λέγων. κρινῶ, κέκρικα, κέκριται τὸ τρίτον τοῦ παθητικοῦ παρακειμένου, καὶ ἐξ αὐτοῦ κριτός· καὶ τὸ μῦθος, ἀκριτόμυθος. Ἀκταί. οἱ ζωγράφοι. Ἀκταίωρος. παρὰ τὸ τὴν ἀκτὴν ὠρεῖν, ὃ ἐστὶ φυλάσσειν. Ἀκοινώνητος. ὁ ἀκριβής. Ἀκοίτης. ὁ ἀνήρ· ἄκοιτις δὲ ἡ γυνή. Ἀκύλλιος. κύριον. Ἄκυλος. τῆς πρίνου ὁ καρπός. ἔκυλος δὲ εἶδος βοτάνης. Ἄκακοι. οἱ ἁπλούστεροι. καὶ ὁ Ἀπόστολος· τὰς καρδίας τῶν ἀκάκων. Ἀκρήβης. ὁ ἀκμάζων. Ἀκριτόμυθος. τὰ εἰς ος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον. Ἀκάθεκτος. ὁ ἀκατάσχετος. ἦν γὰρ ἀκάθεκτος ὁρμὴ περὶ αὐτὸν διὰ τὰς τῶν Περσῶν ἐπάρσεις. Θηλυκόν.Ἀκακία. ἡ ἁπλότης, ἡ ἀγαθοσύνη. Ἀκαλανθίς. εἶδος ὀρνέου, ἢ ἡ κύων, παρὰ τὸ αἰκάλλειν ἴσως τοὺς γνωρίμους, ὑλακτεῖν δὲ τοὺς ξένους. Ἀκαδημία. γυμνάσιον ἐν Ἀθήναις, ἀπὸ Ἀκαδήμου τινὸς ὠνομασμένου. λέγεται καὶ ἡ διατριβὴ τῶν φίλων. Ἀκαλήφη. θαλάσσιον φυτὸν, δῆξιν καὶ κνησμὸν ἐμποιοῦσα. ἢ ἡ χερσαῖα κνίδη. παυσάμενον τῆς δυσκολίας, ἀπὸ τῆς ὀργῆς τὴν ἀκαλήφην ἀφελέσθαι. ἀκαλήφη δὲ ἡ θαλάσσιος, ἥτις καὶ διὰ τοῦ ι γράφεται, ἔστι κογχυλίδιόν τι. Ἀριστοφάνης· καὶ τὰς κραναὰς ἀκαλίφας— καὶ Φερεκράτης· βουλοίμην γὰρ κᾂν ἀκαλίφαις τὸν ἴσον χρό-νον ἐστεφανῶσθαι. κατὰ ἀντίφρασιν δὲ ἀκαλήφη, ἡ ἔχουσα ἀκαλῆ τὴν ἁφὴν, ἧς οὐκ ἔστιν ἀκαλῶς, ὅ ἐστι ἡσύχως, ἅπτεσθαι· τὰ δὲ διὰ τοῦ ιφη μονογενῆ διὰ τοῦ ι γράφεται, οἷον· Σίφη, ἡ πόλις· ἀκρίφη, ἡ σκάφη. τὸ κνήφη, ἀκαλήφη σεσημείωται. Ἀκάτειρα. ὄνομα πόλεως. Ἄκαψις. ὄνομα πόλεως. Ἀκαιή. ῥάβδος θαλασσία. Ἄκαινα. ῥάβδος. ἔστι δὲ μέτρον δεκάπουν, διʼ ἧς κεντοῦσι τοὺς βόας· ὡς τῶν Πελασγῶν τοῦτο εὑρόντων. Ἄκανθα. ἀπὸ τοῦ ἀκῇ ἀνθεῖν, ὃ ἔστιν ὀξύτητι. ἀκάνθας δὲ ἡ θεῖα γραφὴ τὰς βιωτικὰς λέγει φροντίδας. Ἄκανθα καὶ ἡ ἁμαρτία. φησὶ γὰρ ὁ Δαβίδ· ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν. Ἀκαθαρσία. τὰ ἐκ φυσικῆς ἀνάγκης συμβαίνοντα. Ἀκερδὴς χάρις. ἡ μὴ δεόντως διδομένη. ἦεν ἂν φαῦλον τὸ κέρδος. μηδʼ ἄλαστον ἀκερδῆ χάριν, ἄν τʼ ἰδὼν μετάσχοιμί πως. Ἄκεσσα. Ῥωμαϊκόν τι μηχάνημα, ἐκ δενδροτομίας πρὸς ἐρυμνότητα μετασκευαζόμενον. οἱ δὲ Ῥωμαῖοι ξυνέθεσαν τὴν λεγομένην ἄκεσσαν τῇ Ῥωμαίων φωνῇ· δενδροτομήσαντες γὰρ ἀλλεπάλληλα στελέχη καὶ τῇ συνθήκῃ καταστορέσαντες, ἀπετείχισαν, ὡς ἐνῆν, τὴν ἐνθένδε πορείαν τῆς πόλεως. Ἄκη. πόλις Φοινίκης, ἡ νῦν λεγομένη Πτολεμαΐς. Ἀκή. παρὰ τὸ ἥκω γίνεται ἀκὴ, ὃ σημαίνει τὴν ὀξύτητα. ἡ ἀκμὴ καὶ ἡ ὀξύτης τοῦ σιδήρου. Ἀκηδία. ῥαθυμία, λύπη, ἀχθηδών. Δαβίδ· καὶ ἠκηδίασεν ἐπʼ ἐμὲ τὸ πνεῦμα μοῦ. Ἀκιδαλία. ὄνομα κρήνης. Ἀκινησία. ἠρεμία. καὶ τοὺς ἵππους ἐξελαύνειν προσέταξεν, ὡς διαύοιτο αὐτοῖς τὸ ὑπὸ τοῦ παράπλου νεναρκηκὸς ὑπὸ ἀκινησίας. Ἀκίνασις. ὄνομα τόπου. Ἀκηδία. πάρεσις. ψυχῆς· νοὸς ἔκλυσις. Ἀκίς. ἡ ὀξύτης τοῦ βέλους. Ἄκατος. τὸ πλοῖον. παρὰ τὸ ἄζω, ἄξω, ἦχα, ἦχμαι, ἦκται, ἀκτὸς, καὶ πλεονασμῷ τοῦ α ἄκατος. ἢ ἀπὸ τοῦ ἀκτὴ γίνεται ἄκατος, ἡ ἀπʼ ἀκτῆς εἰς ἀκτὴν περιερχομένη, ὡς καὶ πορθμὴ λέγεται, ἡ μὴ πελαγοδρομοῦσα. λέγεται καὶ ἐπακτὶς καὶ πορθμὶς καὶ κάραβος, καὶ ἀκάτιον ὑποκοριστικῶς. Ἀκληρία. δυστυχία. Ἄκνηστις. ἡ ῥάχις· παρὰ τὸ μὴ δύνασθαί τινα κνήσασθαι αὐτὴν τῇ ἰδίᾳ χειρί. Ἀκόνη. παρὰ τὸ κονῶ τὸ ἐνεργῶ, ἢ κονῶ τὸ λεπτύνω καὶ φθείρω, ἐπιτάσει τοῦ α, ἡ διαφθείρουσα καὶ λεπτύνουσα τὸν σίδηρον. Ἄκοιτις. ἡ ἐκ παρθενίας ἄλλης κοίτης μὴ πειρασθεῖσα· καὶ ἡ ὁμόκοιτος. καταχρηστικῶς καὶ ἡ δευτέρου γάμου μετεσχηκυῖα. Ἀκίς. ἡ ὀξύτης, παρὰ τὸ ἀκή. ὃ κατʼ ἐπένθεσιν γίνεται ἀκμή. παρὰ τὸ ἀκὴ οὖν γίνεται ὑποκοριστικὸν ἀκὶς, ὡς σκάφη σκαφὶς, ἄμνη ἀμνίς. Ἀκμή. παρὰ τὸ κάμω γέγονεν ἐν συγκοπῇ κμῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμὴ, ἡ μὴ κάμνουσα διὰ νεότητα, ἢ ἡ μὴ δυναμένη πόνους ὑποστῆναι. Ἄκρα. τελεία. ἧκε παρὰ βασιλέως παῖς Αὐγάρου, καλὸς καὶ μέγας, ἐν ὥρᾳ ἄκρᾳ. Ἄκραν ἐπὶ γύαλον. ἐπʼ ἄκραν πέτραν. Ἄκρας νυκτός. περὶ πρῶτον ὕπνον. Ἀκρασίας. ἀνωμαλίας, παρὰ τὸ μὴ συγκεκρᾶσθαι. Ἰώσηπος· οἱ δὲ Ῥωμαῖοι διὰ χειρῶν ἀκρασίας ἁλίσκονται. ἀκρασία καὶ ἀκολασία διαφέρει· ἡ μὲν γὰρ κατὰ προαίρεσιν πράττεται τὰ αἰσχρὰ, ἤτοι ἡ ἀκολασία· ἡ δὲ παρὰ προαίρεσιν. λέγεται δὲ καὶ ἀκράσιος· οὕτω τε εἰς πᾶσαν ἀκράσιον ἐκπεπτωκυῖα τρίβον. ἢ ἀκρασία ἐστὶν ἕξις βιαστικὴ παρὰ τὸν ὀρθὸν λογισμὸν πρὸς τὰ δοκοῦντα ἡδέα εἶναι. κατὰ τὸν ἐν θεολογίᾳ Γρηγόριον τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν. Ἀκήλητον. ἄθελκτον· ἀπηνὲς καὶ τὸ ἀκίνητον τοῦ θυμοῦ. ἔθελξε λύρα ἢ τὸν ἀκήλητον θυμόν. Ἀκίχητα. τὰ μὴ καταλαμβανόμενα. θηλυκόν. Ἀκράγαντος. πόλις Σικελίας, ἀπὸ ποταμοῦ παραρέοντος. φησὶ γὰρ Δοῦρις, ὅτι αἱ πλεῖσται τῶν Σικελικῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνομάζονται. οἱ δὲ ἀπὸ τοῦ Ἀκράγαντος Διὸς καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. τὸ ἐθνικὸν Ἀκραγαντῖνος. Ἀκρησία. ἡ ἀκρασία. ἀκρισία δὲ ἡ ἀδιακρισία καὶ ἡ κακὴ κρίσις, ι. καὶ Λιβάνιος· οὐκοῦν ἀκρισία μὲν ἐν ἀμφοῖν· ἔχει δέ τινα τοὐμὸν φιλανθρωπίαν. Ἀκρίς. παρὰ τὸ κάρη καρὶς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀκαρίς. οἱ δὲ παρὰ τὸ τὰ ἄκρα τῶν ἀσταχύων καὶ φυτῶν νέμεσθαι. Ἀκρίς. βοτάνη τις οὕτω καλουμένη. καὶ Σολομῶν ἡμᾶς διδάσκει λέγων· ἀνθήσει τὸ ἀμύγδαλον καὶ παχυνθήσεται ἡ ἀκρίς. ταύτην οἶμαι καὶ τὸν βαπτιστὴν Ἰωάννην καὶ πρόδρομον ἐν τῇ ἐρήμῳ ἐσθίειν. Ἀκρίας. τὰς ἀκρωρείας, ἀπὸ τοῦ ἄκρις, ἄκριος. τὸ δὲ ἄκρις, ἀπὸ τοῦ ἄκρα. ἄκρις βαρυτόνως. Ἀκρολοφία. ἡ κορυφὴ τοῦ λόφου, τοῦτʼ ἐστὶ τοῦ βουνοῦ. Ἀκρόνυξ. τὸ ἄκρον τῆς νυκτὸς, καὶ ἀκρονυχία. ἀκρώνυξ δὲ καὶ ἀκρωνυχία, τὸ ἄκρον τοῦ ὄνυχος καὶ τοῦ ὄρους διὰ τοῦ ω μεγάλου γράφεται. Ἀκρόπολις. καρόπολίς τις οὖσα. ἡ κεφαλὴ τῆς πόλεως. Ἀκρόπολις. πόλις Λιβύης. ὁ πολίτης Ἀκροπολίτης. δύναται δὲ καὶ Ἀκροπολιεὺς, ὡς Τετραπολιεύς. Ἀκροπόλοισιν. ἐπὶ οὐδετέρου, ὧν τὰ ἄκρα καὶ αἱ κορυφαὶ περιπολοῦνται καὶ κινοῦνται, ὡς οἶμαι. Ἀκροχορδῶνες. αἱ ἐν τῷ προσώπῳ ἐλαῖαι. οἶμαι δὲ, ὅτι ἀρσενικὸν ἐστί· θέλει γὰρ εἶναι ὁ ἀκροχορδών. Ἀκρώρεια. ἡ κορυφὴ τοῦ ὄρους ἢ ἄκρον ὄρους, ἐν ᾧ οἱ οἰκοῦντες ἀκρωρεῖται. ὑπώρεια δὲ τὰ πλευρὰ τοῦ ὄρους. Ἀκταίη. ἡ παραθαλασσία. δῶρα παρʼ ἀκταίης σοὶ τάδʼ ἐπωφελίης. ἐν ἐπιγραφῇ τοῦτο ἑώρων. Ἀκροβυστία. τὸ κεκαλυμμένον. Ἀκτή. ὁ αἰγιαλὸς, ὁ πετρώδης καὶ ἀγχιβαθής. παρὰ τὸ κατάγνυσθαι καὶ κλᾶσθαι ἐν αὐτῇ τὰ κύματα. Ἀκτίς. παρὰ τὸ ἄγω, ἄξω, ἦχα, ἦχμαι γέγονεν ἀκτίς· οἱονεὶ ἡ πανταχοῦ φερομένη καὶ συστρεφομένη. ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου πάνυ ἐστὶν ἐκτεταμένη. ἢ ἀπὸ τοῦ ἀΐσσω, ἀΐξω, ἤϊχα, ἤϊγμαι, ἤϊκται, ἀκτὶς, ἡ οὖσα ὁρμητική. Ἀκυληΐα. ἡ Σικελία, ἢ πόλις Ἰταλίας πολυάνθρωπος, προκειμένη ἐν θαλάσσῃ. καὶ Ἀκυλήσιοι. Ἀκυλία. ἡ Βενετία ἢ Σικελία. Ἄκυθος. ἡ ἄγονος. Καλλίμαχος· —οὐδʼ ἀγάλακτες ὄϊες, οὐδʼ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι. παρὰ τὸ κύω ἄκυος, καὶ πλεονασμῷ τοῦ θ ἄκυθος. ὡς λύω, λυτὸς, ἄλυτος· καὶ ὦρται, ὀρτὸς, καὶ ὀρθός. ἢ παρὰ τὸ κεύθω, τὸ κρύπτω, ἄκυθος. τὰ δὲ διὰ τοῦ υθος ὑπὲρ δύο συλλαβὰς, διὰ τοῦ υ γράφονται. οἷον, ἄκυθος· Μικύθος, κύριον· παμμάκυθος, ὁ μωρός. οὕτω Θεόγνωστος. Ἀκωκή. ἡ ὀξύτης. παρὰ τὸ ἀκὴ γίνεται κατὰ ἀναδιπλασιασμὸν ἀκωκή. τὰ γὰρ ἔχοντα ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, διὰ τοῦ ω μεγάλου γράφεται, οἷον· ἔδω, ἐδὴ, ἐδωδὴ, ἄγω, ἀγὴ καὶ ἀγωγή. οὕτως οὖν ἀκὴ καὶ ἀκωκή. Ἄκυτος. νῆσος. παρὰ τὴν Κυδωνίαν Κρήτης. ὁ νησιώτης Ἀκύτιος. Ἀκόνιτον. Εὐφορίων λέγει τὴν βοτάνην, ἣν οὐδεὶς δύναται κονίσαι, ὃ ἔστι νικῆσαι· δηλητηριώδης γὰρ ἐστίν. Ἀκκώ. ὄνομα γυναικὸς Σαμίας ἐπὶ μωρίας διαβαλλομένης. Ἀκίνητος σφραγίς. ὁ υἱὸς, κατὰ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον. ῥηθήσεται δὲ καὶ κινουμένη, κατὰ τὸ μὴ εἶναι ἄψυχος, ἀλλὰ ζῶσα. ἀπὸ τοῦ εὐαγγελίου δὲ σφραγὶς ἐλήφθη· τοῦτον γὰρ, φησὶν ὁ πατὴρ, ἐσφράγισεν ὁ θεός. Οὐδέτερον.Ἀκακήσιον. ὄνομα ὄρους. Ἀκάραντον. ἀπλήρωτον. παρὰ τὸ κραίνω· τοῦτο παρὰ τὸ κάρα, καραίνω, καὶ συγκοπῇ κραίνω. πλεονασμὸς δὲ τοῦ α ποιητικῶς. Ἀκάματον. ἀκοπίαστον, παρὰ τὸ κάμνω. ἔστι καὶ ἀκάματον παρὰ τὸ κάμω, κάματος καὶ ἀκάματον. Ἀκαριαῖον. τὸ ὀλίγον, τὸ βραχὺ, τὸ λεπτότατον. Ἀκατάλληλον. τὸ ἀνάρμοστον. Ἀκαπήλευτον. ἄδολον, καθαρόν· ἀραδιούργητον. Ἀκαθοσίωτον. ἄνομον, ἀπόβλητον, ἀκόσμητον. Ἀκάτιον. τὸ μικρὸν πλοῖον. Ἀκάματον. τὸ πολὺ καὶ ἄσβεστον. ἀκάματον πῦρ. Ἀκατέργαστον. ἀμόρφωτον, ἀδιατύπωτον. Ἀκενόσπουδον. παρὰ Διογνήτου ἔμαθον τὸ ἀκενόσπουδον καὶ τὸ ἀπιστητικόν· φησὶ Μάρκος ὁ φιλόσοφος βασιλεύς. Ἀκέραιον. ἄκακον· ὁλόκληρον. Ἀκεσίπονον. τὸ θεραπευτικόν. Ἀκήματα. θεραπείας. παρὰ τὸ ἀκῶ, ἀκέσω, ὡς νεμῶ, νεμέσω· ἐντεῦθεν ἀκεστὴς, ἀκέστρια καὶ ἀνήκεστος. Ἀκήλητον. ἄθελκτον, ἀπηνὲς, καὶ τὸ ἀκόνητον. καὶ τὸ ἀκήλητον θυμοῦ ἔθελξε λύρα. ἢ τὸν ἀκήλητον θυμόν. Ἀκίχητα. μὴ καταλαμβανόμενα. ἀπὸ τοῦ κιχῶ ἀκίχητα· τοῦτο παρὰ τὸ κίω, τὸ πορεύομαι. Ἀκήριον. ἀσθενὲς, νεκροποιὸν, παρὰ τὸ κῆρ, ὃ σημαίνει τὴν θανατηφόρον μοῖραν. Ἀκινάγματα. τὰ μετὰ ῥυθμοῦ κινάγματα τῶν ποδῶν καὶ τῶν χειρῶν. Ἀκήρατον. ἄφθαρτον, αἰώνιον. Ἀκίβδηλον. καθαρὸν, οὐ νόθον. ὅθεν δὲ ἡ λέξις, ἡ ἱστορία δηλώσει. οἱ Ἀθηναῖοι, τῷ μίσει πρὸς τοὺς ἐν Χίῳ, τὸ χ χαράττοντες ἐν τοῖς ἀδοκίμοις ἑαυτῶν νομίσμασιν, ἐκάλουν χίβδηλα, εἶτα πρὸς τὸ εὐφωνότερον μετέβαλον τὸ χ εἰς κ. Ἀκλεές. τὸ ἄδοξον. Ἀκληρήμασι. συμφοραῖς, δυστυχίαις. διὰ τοῦτο δοκεῖ μοι μάλιστα ἐμπεσεῖν τοῖς ἀκληρήμασιν. Ἄκομψον. εὐτελὲς, ἀπάνουργον. ἀρχὴ δέ τις αὕτη παρὰ Ῥωμαίοις οὐκ ἄκομψος. Ἀκόνιτον. εἶδος βοτάνης δηλητηριώδους. ἀλλὰ πιὼν ἀκόνιτον, ὑπέκφυγε τοῦτʼ ἀκονιτί. ὅ ἐστι χωρὶς κόπου. καὶ ἐπὶ θηλυκοῦ, ἀκόνιτον. Ἄκος. ἡ θεραπεία. Ἀκουσίθεον. τὸ εἰς θεοῦ ἀκοὰς ἐρχόμενον. ἢν δέ μʼ ἀνάψας εὔχηται, λάμψω φέγγος ἀκουσίθεον. Ἀκούμβιτα. στρωμναὶ μαλακαὶ εἰς ὕψος ᾐρμέναι· αὗται δὲ τρυφῆς καὶ βλακείας εἰσίν. ἡ λέξις Ῥωμαϊκή· ἀκούμβω γὰρ παρὰ Ῥωμαίοις τὸ ἀναπίπτω. Ἀκούσια. τὰ ὑφʼ ἡμῶν γινόμενα, τινὸς ἔξωθεν ἀναγκάζοντος. Ἀκρακόρυμβα. τὰ ἀκροστόλια τῶν νηῶν, τὰ ἐξέχοντα κατὰ πρύμναν ἢ πρώραν, ἐν οἷς τὰ σεβόμενα ἐνέγραφον. Ἀκράτιστα. ἔμβρωμα. Ἀκράδαντον. ἄσειστον. καὶ γίνεται ἀπὸ τοῦ α στερητικοῦ μορίου, καὶ τοῦ κραδαίνω, τὸ σείω. Ἀκραιφνές. καθαρὸν, λαμπρὸν, διαυγὲς, τέλειον, ὑψηλόν. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ἄκρως φαίνειν. Ἀκριτόφυλλον. σύμφυτον πολλοῖς δένδροις, ὥστε μὴ διακρίναι αὐτῶν τὰ φύλλα, ἃ φέρει. Ἀκρόλιον. ἀπαρχὴ, ὥσπερ πρωτόλιον. ὅσα ἦν θεοῖς ἀναθήματα καὶ ἀκρόλια. Ἄκρον ἐπιλίγδην. μεσότητος ἐπίῤῥημα, ἀντὶ τοῦ ἐπιψαύδην, ὅσον ἐπιψαῦσαι μόνον. ἄκρον σημαίνει καὶ τὸ πέρας, καὶ τὸ ἐξέχον, καὶ τὸ ἄχρι, καὶ τὸ ὄν. ἄχρον καὶ ἄκρον. ἢ ἄρχον τι ὄν. ἢ παρὰ τὸ ἀκὴν, ἄκερον, καὶ ἐν συγκοκῇ ἄκρον. Ἀκροθίνια. αἱ ἀπαρχαὶ τῶν θινῶν ἤτοι τῶν σωρῶν· λέγεται δὲ καταχρηστικῶς καὶ πᾶσα ἀπαρχή. Ἀκροστόλιον. τὸ ἄθλαστον ξύλον, τὸ ἐξέχον ἀπὸ τῆς πρύμνης, καὶ διῆκον μέχρι τῆς πρώρας ξύλον, στόλος γὰρ λέγεται τὸ ἐξέχον ἀπὸ τῆς πρύμνης καὶ διῆκον τῆς πρώρας ξύλον, ἔνθα τὸ τῆς νεὼς ἐπιγράφεται ὄνομα. Ἀκραγγές. ἀσθενές. Ἀκρόχολον. χαλεπόν. Ἄκραντον. ἀπλήρωτον. καὶ γίνεται ἀπὸ τοῦ α στερητικοῦ μορίου, καὶ τοῦ κραίνω τὸ τελειῶ. Ἀκροσφαλές. ἑτοιμόπτωτον. Ἀκροφύσια. τὰ ἀκροστόμια τῶν ἀσκῶν. Ἀκρωλένιον. τὸ τῆς χειρὸς ἄκρον. Ἄκτιστον. τὸ θεῖον. Ἄκυθον. τὸ ἄγονον καὶ τὸ ἄγρυπνον. ὥσπερ γέγραπται ἐν τοῖς θηλυκοῖς. Ἀκωδώνιστον. ἀπείραστον, ἀβασάνιστον. Ἀκροθινίων. σκύλων, λαφύρων. ὁ Ἀπόστολος· ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Ἀκιώτατον. τὸ ἀσηπτότατον. Ἡσίοδος· δάφνης ἢ πτελέας ἀκιώτατοι ἱστοβοῆες. Ῥῆμα.Ἀκαχείατο. ἐλυποῦντο. Ἀκαχίζεο. λυποῦ. καὶ ἀκαχήμενον οὐδέτερον ὁμοίως. ἀπὸ τοῦ ἄχος, ἀχῶ, ἀχίζω, καὶ ἀκαχίζω. Ἀκαχμένον. ἠκονημένον, ὀξύτητα ἔχον. ἀπὸ τοῦ ἀκὴ γίνεται ἀκάζω, σημαίνει τὸ ἀκονῶ, ὁ μέλλων ἀκάσω, ἤκακα, ἤκασμαι, ἠκασμένον καὶ τροπῇ τοῦ ς εἰς χ ἠκαχμένον. ἰστέον, ὅτι μόνη ἡ τοῦ παρακειμένου μετοχὴ ἀεὶ παροξύνεται, τῶν ἄλλων πασῶν προπαροξυνομένων. οἷον τυπτόμενος, τυφθησόμενος. δεῖ προσθεῖναι, χωρὶς εἰ μὴ πάθωσιν. ἐὰν γὰρ πάθωσιν αἱ εἰς μενος μετοχαὶ παρακειμένου, μὴ οὖσαι ὑπὲρ δύο συλλαβὰς, ἀναβιβάζουσι, τουτέστι προπαροξύνονται. οἷον ἥδω, ἧσμαι, ἡσμένος καὶ ἄσμενος. καὶ πάλιν δεδεγμένος, δέγμενος. πρόσκειται, μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβὰς, ἐπειδὴ ἐὰν ὦσιν ὑπὲρ τρεῖς συλλαβὰς καὶ πάθωσι, τὸν αὐτὸν τόνον φυλάττουσιν. οἷον, ἀκάχω, ἀκαχήσω, ἠκάχηκα, ἤκαχμαι, ἠκαχμένος, ἀκαχμένος. τὸ γὰρ οὐτάμενος, καὶ ἐληλαμένος, ὁ Ἡρωδιανὸς οὐ δοξάζει κατὰ πάθος, ἀπὸ τοῦ οὐτασμένος καὶ ἐληλαμένος· ἐπειδὴ ὡς ὄντα ὑπὲρ τρεῖς συλλαβὰς, ὤφειλε τὸν αὐτὸν τόνον φυλάττειν· ἀλλʼ ἀπὸ τῶν εἰς μι λέγονται αὐτά· ἀπὸ τοῦ οὔτημι, καὶ ἐλήλαμαι, ἵνα ὦσιν ἐνεστῶτες καὶ παρατατικοί· ὡς τὸ, ἵστημι, ἵσταμαι, καὶ ἱστάμενος. Ἀκαχείατο. ἐλυποῦντο. ἀπὸ τοῦ ἀκαχῶ, ἀκαχήσω, ἠκάχημαι. ὁ ὑπερσυντελικὸς, ἠκαχήμην. καὶ ἰωνικῶς ἀκαχείατο. Ἀκαχήμενος. λυπούμενος. οὐκ ἔστι παρακείμενος· ἐπεὶ ὤφειλε παροξύνεσθαι, ὡς τὸ, πεποιημένος· ἀλλʼ ἔστιν ἀπὸ τοῦ ἀκάχω, ἀκάχημι ἐνεστῶτος, ὁ παθητικὸς ἀκάχημαι. οἱ Αἰολεῖς δὲ τὴν παραλήγουσαν οὐ συστέλλουσι. καὶ ἡ μετοχὴ ἀκαχήμενος. Ἀκαχείατο. ἐλυπήθη. Ἀκέων. ἀντὶ τοῦ ἐφʼ ἡσυχίας. Ὅμηρος· ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι——. Ἀκεῖσθαι. θεραπεύειν. Ἀκήδεσεν. οὐκ ἐφρόντισεν. Ἀκέων. ἡσυχάζων. παρὰ τὸ μὴ χαίνειν γίνεται ἀχὴν καὶ ἀκὴν καὶ ἐξ αὐτοῦ ἀκέων. ἢ παρὰ τὸ κέω τὸ κοιμῶμαι, ἀκέων ἐπιτάσει τοῦ α. Ἀκεύμενον. τὸ τεθεραπευμένον. καὶ ἀκῶ τὸ θεραπεύω, ἡ μετοχὴ ἀκεόμενος, καὶ κράσει δωρικῇ τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον, ἀκεύμενον. Ἀκηχέδαται. λυποῦνται. παρὰ τὸ ἀχῶ ἀχάζω, ὡς ἀνιῶ ἀνιάζω, ἤχακα, ἤχαδα ὁ μέσος, παθητικὸς ἤχασμαι, ἤχασται. καὶ ἰωνικῶς ἠχάδαται. καὶ μετὰ ἀναδιπλασιασμοῦ ἀττικοῦ καὶ τροπῇ τοῦ α εἰς η ἀκηχέδαται. Ἀκινητίζω. ἐπιθυμῶ μὴ κινεῖσθαι. Ἀκκίζεται. ἔτι τῆς ὕβρεως ἔχεται· ἢ ἐπαίρεται, γυναικίζεται, θρύπτεται, μωραίνει. εἴρηται δὲ ἀπὸ Σαμίας τινὸς γυναικὸς μωρᾶς, ἧς ὄνομα Ἀκκώ. Ἀκμάζει. νεάζει, τὰ νέων πράττει. οὕτως Ὑπερίδης καὶ Λυσίας. Ἀκληρεῖ. οὐ μετέχει, οὐ κεκλήρωται. Ἀκληρούντων. δυστυχούντων. συμπάσχοντες τῇ τῶν ἀκληρούντων ὑπερωδυνίᾳ. Ἀκολασταίνω. τὸ μωραίνω. λέγεται καὶ ἐπὶ τοῦ ἀκρατοῦς καὶ ὑβριστοῦ καὶ ἐπὶ τοῦ ἀξίου κολάσεως. Ἀκουάζεσθε. παρʼ Ὁμήρῳ· ἀντὶ τοῦ αἰσθάνεσθε, ἐπεὶ ἡ ἀκοὴ ὁδὸς ἐστὶ τῆς αἰσθήσεως. Ἀκουτίσαι. διδάξαι. Ἀκοστήσας. κριθιάσας, σταυλίσας. Ἀκρατίζω. τὸ ἄκρατον πίνω. καὶ ἀκρατισαμένη ἡσυχίαν ἦγεν, ἀκράτου σπάσασα. Ἀκούμβω. τὸ ἀναπίπτω παρὰ Ῥωμαίοις· ὅθεν καὶ ἀκούμβιτα. Ἀκριβωθήσεται. ἀκριβῶς μελετηθήσεται. Ἀριστοφάνης· οὐδʼ ἂν προβαίη τὸν πόδα τὸν ἕτερον, εἰ μὴ ταῦτʼ ἀκριβωθήσεται. Ἀκριτομυθεῖν. πολυλογεῖν. Ἀκροβολίζειν. τοξεύειν, ἀκοντίζειν. Ἀκροᾶσθαι. ὑπακούειν. οὕτως Ἀντιφῶν. Ἀκολουθεῖ. παρὰ τὸ κόλλη καὶ τὸ θέω τὸ τρέχω· ἢ ἐκ τοῦ ἐλεύθω, ἔλευθα, ἐξ αὐτοῦ ἀκολουθεῖ. Ἀκροκελαινιόων. τὸ ἄκρον τοῦ κύματος μελαίνων. Ἀκρωτηριάζω. τὰ ἄκρα τέμνω. Ἀκτάζων. ἐξανιστάμενος. Ἀκταίνειν. γαυριᾷν, ἀκολασταίνειν καὶ ἀτάκτως πηδᾷν. Ἀκροῶ. παρὰ τὸ ἀκούω. ὥσπερ κύρω, κυρῶ, καὶ πλεονασμῷ τοῦ ρ ἀκροῶ. Ἀκαχίζω. ἀπὸ τοῦ ἄχος, ἀχῶ, ἀχίζω καὶ ἀκαχίζω. παρὰ τὸ τὴν ἄγην, ὃ σημαίνει τὴν ἔκπληξιν. ἡ γὰρ ἔκπληξις ἀφωνίας οἶδε ποιεῖν. κατὰ τροπὴν τοῦ γ εἰς κ. Ἐπίῤῥημα.Ἀκάματα. ἀντὶ τοῦ ἀκαμάτως καὶ ἀδιαλείπτως, ἢ οὐ κεκμηκότως. Σοφοκλῆς· —ὃν ἐγώγʼ ἀκάματα προσμένουσʼ ἄτεκνος τάλαινα—. Ἀκαρῶς· ἀκαρεῖ. ἐν βραχείᾳ ὥρᾳ, ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν στιγμῇ. Ἀκαταλλήλως. ἀναρμοδίως. Ἀκαταλήκτως. ἀκαταπαύστως. Ἄκαρ. ἀντὶ τοῦ μικρὸν ἢ οὐδέν. Ἀκηδῶς. ἀντὶ τοῦ ἀτάφως. ἐριμμένον ἀκηδῶς καὶ ὀλιγώρως τὸν τεθνεῶτα παρελθεῖν οὐκ ἐτόλμησεν, ἀλλʼ ἔθαψεν. Ἀκῆν. ἐπὶ ἄκρας ἡσυχίας. Ἀκινδυνί. καὶ ἀκινδυνότατα. χωρὶς κινδύνου. Ἀκηράτως. αἰωνίως, ἀφθάρτως. Ἀκλαυστί. χωρὶς κλαυθμοῦ. Ἀκληρεί. χωρὶς κλήρου. Ἀκλητί. χωρὶς κλήσεως. Ἀκμητί. ἀκόπως. Ἀκοντί. ἀντὶ τοῦ ἀκουσίως. Ἀκονιτί. ἄνευ ἀγῶνος καὶ μάχης. ἀπὸ τοῦ κόνης, κόνιτος καὶ ἀκονιτί. Ἀκριτί. ἄνευ κρίσεως. Ἀκροποδιτί. ἄκροις ποσίν. Ἄκρυ. ἀληθῶς. Ἀκυμάντως. ἀταράχως. καὶ γίνεται ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ κυμαίνω τὸ ταράσσω. Τὸ Α μετὰ τοῦ Λ. Ἀρσενικόν.Ἀλαός. ὁ τυφλὸς ἢ ὁ πλανώμενος. Ὅμηρος· ἀσπαίροντα λάων. ἀντὶ τοῦ βλέπων. ἢ παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλαὸς ὁ πλανώμενος. Ἄλαστε. ἀνεπίληστε. τέκνον ἐμὸν ἄλαστον———. Ἀλαπαδνός. ὁ ἀσθενής· παρὰ τὸ ἀλαπάζω, ὃ σημαίνει τὸ ἐκκενῶ. Ἀλάστωρ. ὁ πικρὸς καὶ φονικὸς δαίμων. ὁ δὲ ἀνέγραψε πικρῶς καὶ παραστατικῶς, ἀλάστορας ἀποκαλῶν καὶ παλαιμναίους διὰ τῆς ἐπιστολῆς. ἢ ἀλάστωρ ὁ ἄξιος ἐλαύνεσθαι διὰ φόνον. ἢ ἀπὸ τοῦ ἀλᾶσθαι, τοῦ πλανᾶσθαι. Ἀλαλαγμός. ὕμνος ἐπινίκιος. ἢ ἀλαλαγμός ἐστι φωνή τις ἄναρθρος σύμφωνος, ἀλλήλοις τῶν ἐν πολέμοις συνασπιζόντων καὶ συνυπηχούντων. παρὰ τὸ τὴν ἀλαλὰν, ὃ σημαίνει τὸν θόρυβον, γίνεται ἀλαλάζω, καὶ ἐξ αὐτοῦ ἀλαλαγμὸς καὶ ἀλάλαγμα. Ἅλα. ἡ θάλασσα. ἡ εὐθεῖα ὁ ἃλς, τοῦ ἁλὸς, τῷ ἁλὶ, τὸν ἅλα. Ἀλαζών. ὁ ἀπατεὼν, ἢ κομπαστής· παρὰ τὸ ἐν ἄλῃ καὶ πλάνῃ ζῇν. ἢ ὁ ἐκ τοῦ ἀλᾷν ζῶν, οὐκ ἐξ ἐπιτηδευμάτων, ἀλλʼ ἐξ ἀπάτης. Ἀλαλητός. ὁ θόρυβος. Ἀλλάντος. εἶδος ἐντέρου ἐσκευασμένου. καὶ ἀλλαντοπώλης ὁ ἐντεροπράτης. ἡ εὐθεῖα ὁ ἀλὰς, τοῦ ἀλαντός. Ἀλβανοί. ὄνομα ἔθνους Γαλατῶν. τούτων φασὶ τὴν γῆν εὐδαίμονα καὶ καρποὺς ἐνεγκεῖν οὖσαν ἀγαθὴν, οἶνον πολὺν καὶ ἡδὺν ἔχουσαν. Ἀλγεινός. ὁ ἀλγεινόεις, ὁ λυπηρός. Ἀλαιεύς. ὄνομα δήμου. Ἀλαινής. ὁ μαινόμενος. Ἀλεεινός. θερινὸς, θερμός. οὕτως Ξενοφῶν. Ἀλεκινός. δυνατός. Ἄλεκτρος. ἀκοίμητος. Ἀλεξιτῆρα. βοηθὸν, σωτῆρα. Ἀλεξιβέλεμνον. τὸν τὰ βέλη ἀπερύκοντα. ἐν ἐπιγραφῇ· καὶ τὸν ἀλεξιβέλεμνον ἀπὸ στέρνοιο χιτῶνα. Ἀλεξίκακε. καθαρτικὲ τῆς κακίας, ἢ ἀποτρόπαιε· ὁ τὰ δεινὰ καθείργων. ἢ ἀλεξίκακος ὁ σωτὴρ καὶ βοηθός. Ἀλετρίβανος. οἱ μὲν δασέως παρὰ τὰς ἅλας τρίβειν, οἱ δὲ ψιλῶς παρὰ τὸ ἀλεῖν, τὸ ἀλήθειν. Ἀλείπτης. ὁ πρὸς τοὺς ἀγῶνας ἐπασκῶν, καὶ ὁ ἀγωνοθέτης. φησὶ καὶ ὁ θεόλογος Γρηγόριος· ἀλεῖπται τῆς ἀρετῆς. γίνεται δὲ ἀπὸ τοῦ ἀλείφω. ὅσα ὀνόματα ἀπὸ τοῦ ἀλείφω γινόμενα εἰ μὲν διὰ τοῦ πτ ἐκφέρονται, φυλάσσουσι τὸν ει δίφθογγον· οἷον ἀλείπτω, ἀλείπτης, ἄλειπτον φάρμακον· ἀνάλειπτος ὁ μὴ ἀλειφθείς. εἰ δὲ διὰ τοῦ φ ἐκφέρονται σύνθετα ὄντα, οὐ φυλάσσουσι τὸν ει δίφθογγον, ἀλλὰ διὰ τοῦ ι γράφεται· οἷον νηλιφὴς, ἀνηλιφής· σημαίνει δὲ τὴν ναῦν τὴν μὴ ἀλειφθεῖσαν πίσσῃ. πρόσκειται σύνθετα διὰ τὸ ἄλειφα, ὃ σημαίνει τὸ ἄλειμμα. ἐκ δὲ τοῦ ἀλείπτης γίνεται φιλαλειπτῶ, ὡς· οὐκ ἔστι πίστις ἀνδρὶ φιλαλειπτοῦντι. Ἀλείτης. ὁ ἁμαρτωλὸς, παρὰ τὸ ἀλῶ τὸ πλανῶ. γράφεται διὰ τῆς ει διφθόγγου, διότι ἀνεφάνη τὸ ο ἐν τῷ ἀλείτης· τὰ γὰρ ἔχοντα τὸ ο ἀναφαινόμενον ἔχουσι τὸ ε ἐγκείμενον· οἷον σπείρω, σπορὰ, ἀλείφω, ἀλοιφή. Ἀλήτης δὲ ὁ πλανήτης, η. Ἀλεξίκακος. τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων γινόμενα ὀνόματα ἐν τῇ συνθέσει τρέπει τὸ ω εἰς ι· ἄρχω, ἀρχιστράτηγος· αὔξω, αὐξίφωτος· λύσω, λυσίκομος· ἀλέξω, ἀλεξίκακος. Ἀλίβας. ὁ νεκρὸς, παρὰ τὸ λιβάδα μὴ ἔχειν, ὃ ἔστιν ὑγρότητα. Ἁλιγενής. ὁ ἐν θαλάσσῃ γεννηθείς. Ἀλιγέρνης. κύριον. Ἀληθής. ὁ τὰ ὄντα ὡς ἔχει λέγων. Ἀληθοεπής. ὁ ἀψευδής. Ἀλήϊος. ὁ πλανητικός. Ἄληξ. ποταμὸς Ἰταλίας. Ἄληπτος. ὁ ἀκράτητος. εἰπεῖν τὴν αἰτίαν, διʼ ἧς ἄληπτός ἐστι τοῖς ἐχθροῖς. ἄληπτος καὶ ὁ ἀκατάληπτος. καὶ ἀλήπτως ἐπίῤῥημα ἀντὶ τοῦ ἀκαταγνώστως. Ἁλίαρτος. ὁ ἠρτυμένος ἅλατι. Ἁλιάρται. ἀπὸ Ἁλιαρτίας χώρας. Ἀλλίας. ὄνομα κύριον. Ἀλίαστος. ὁ μὴ φεύγων. παρὰ τὸ λιάζω λιαστός. —ἀμφὶ δʼ ἄρα σφι λιάζετο κῦμα— ὁ μέλλων λιάσω, λελίακα, λελίαμαι, λελίασται. ῥηματικὸν ὄνομα λιαστός. καὶ μετὰ τοῦ στερητικοῦ α ἀλίαστος, ὃν οὐκ ἄν τις ἐκκλίνῃ. καὶ τό· λιαζόμενον ποτὶ γαίην— τουτέστι κλινόμενον ἐπὶ τὴν γῆν. ὥστε τὸ λιάζω δηλοῦν ποτὲ μὲν τὸ ἐκκλίνω, ποτὲ δὲ τὸ ἐκκλίνεσθαι. ἢ παρὰ τὸ ἀλῶ, ἀλίζω, ἀφʼ οὗ τὸ ἀλεύατο, ὡς φοιτῶ, φοιτίζω. Ἁλίβρωτος. ὁ ἅλας ἐσθίων, ἢ ὁ ὑπὸ τοῦ ἅλατος βεβρωμένος καὶ δεδασμένος. Ἁλιζῶνες. οἱ Βιθυνοὶ, ὅτι ἡ γῆ αὐτῶν θαλάσσῃ διέζωται, καὶ οἱονεὶ χερσόνησός ἐστιν, ἀπὸ τοῦ Εὐξείνου τῆς Προποντίδος διεζευγμένη. Ἁληΐτορες. ἁλιεῖς καὶ ἁλεῖς οἱ αὐτοί. Ἁλικαρνασός. πόλις Καρίας ἀπὸ τοῦ ἅλιον περιέχεσθαι τὴν Καρίαν. ὁ πολίτης Ἁλικαρνασεύς. Ἀλιμούσιος· Ἀλιμοῦς. δῆμος ἐστὶ τῆς Λεοντίδος. Ἅλιος. ὁ θαλάσσιος. καὶ ὁ ἥλιος κατὰ τροπὴν δωρικήν. καὶ ἅλιος ὁ μάταιος. Ἀλιπλάγητος. οὕτω καλεῖται ὁ Πάν· ἢ ὅτι ἐβοήθησεν τοῖς Ἀθηναίοις ἐν τῇ ναυμαχίᾳ, ἢ ὅτι τὸν Τυφῶνα δικτύοις ἤγρευσεν. ἢ ὅτι οἱ ἁλιεῖς τιμῶσι τὸν Πᾶνα, ὡς νόμιον θεόν. ἢ ὅτι μεγαλόφρων ἐν τῇ χορείᾳ, ὡς ἁλίβρομος. ἢ ὅτι τῆς Ἠχοῦς ἐρᾷ. πολύηχος ἡ θάλασσα. Ἀλήτης. ὁ πλανήτης. ἀπὸ τοῦ ἄλη ἀλήτης, ὡς πέδη πεδήτης. Ἀλιτήριος. ἀνόσιος, ὁ ἐνεχόμενος μιάσματι καὶ ἐξημαρτηκὼς εἰς θεόν. ἀλιτήριοι δὲ ἐκλήθησαν ἀπὸ τοιαύτης ἱστορίας. λιμὸς κατέλαβε ποτὲ τοὺς Ἀθηναίους, καὶ οἱ πένητες τὰ τῶν ἀλούντων ἄλευρα διήρπαζον. ἀπὸ γοῦν ἐκείνων τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν. παρέτεινε δὲ τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τὶ ποιούντων. Ἀλιτηρίους. ἀποτυχόντας, ἁμαρτάνοντας, ἀστοχήσαντας. οὐ μόνον ἀπράκτους παρεσκεύασας ἐπανελθεῖν, ἀλλὰ καὶ ἀλιτηρίους πάντων τῶν αὐτοῖς ἐντεταλμένων ἀπέδειξας. Ἀλιτήμων. ὁ ἁμαρτωλός. ἀλίτω βαρύτονον καὶ ἀλιτῶ περισπώμενον. ἀπὸ γοῦν τοῦ ἀλιτῶ ἀλιτήσω γίνεται ἀλιτήμων· ὡς φιλῶ φιλήσω, φιλήμων. ἀπὸ δὲ τοῦ ἀλιτῶ ἀλιταίνω, ἐξ οὗ καὶ τὸ ἀλιτρὸν, ἀλιτραίνω. Ἀλιφειρεύς. ὄνομα ποταμοῦ. Ἄλθαινος. ὄνομα ποταμοῦ. Ἀλκμάν. ὄρνεον θρηνητικόν. Ἀλκαμένης· Ἀλκαῖος· Ἀλκιβιάδης· Ἀλκίμαχος καὶ Ἀλκιδάμας. ὀνόματα κύρια. Ἀλκίνοος. κύριον. καὶ ὁ δυνατός. Ἀλκμαιωνίδαι. γένος ἐστὶν ἐπιφανὲς Ἀθήνῃσιν, ἀπὸ Ἀλκμάνος. Ἀλκτῆρες. οἱ φύλακες. θείας ἀλκτῆρες ἱμερτῆς φιλότητος. Ἄλογοι. ἐρανισταὶ, οἱ μήπω ἐξειλεχότες τὸ ἐπιβάλλον αὐτοῖς. Ἀλλοδαπής. ὁ ξένος, ἀπὸ ἄλλου δαπέδου. Ἀλοητός. ὁ καιρὸς τοῦ θέρους. Ἀλλοθρόους. ἀλλοφώνους. Ἀλλοπρόσαλλος. εὐμετάβλητος, ἀνάρμοστος. Ἄλλος. ἀντὶ τοῦ ἕτερος. —Διῒ δʼ ἡμεῖς οἴσομεν ἄλλον. Ἄλλος. προσώπου σημαντικὸν ἔστιν ἤγουν ὑποστάσεως. οἷον ἄλλος καὶ ἄλλος, Παῦλος. ἄλλο δὲ τὴν κατὰ φύσιν διαφορὰν σημαίνει. οἷον· ἄλλο ἄνθρωπος καὶ ἄλλο ἵππος. τὸ δʼ ἀλλοῖον ἐπὶ τῶν κατὰ συμβεβηκὸς διαφορῶν τίθεται· τὸ γὰρ ἀλλοῖον ποιεῖ. Ἄλλος ἄλλον. ἀντὶ τοῦ ἀλλήλους. Ἀλλότριος. ξένος. ἀλλοόριος, καὶ κατὰ συγκοπὴν ἀλλόριος, ὁ ἄλλων ὁρίων ὑπάρχων. καὶ κατὰ πλεονασμὸν τοῦ τ ἀλλότριος. Ἄλλος. ἀπὸ τοῦ ἄλαλος καὶ συγκοπῇ ἄλλος· ἀναιρετικὸν γάρ ἐστι τῶν ὡρισμένων προσώπων. οἷον· ἄλλος, οὐκ ἐγὼ, ἄλλος, οὐ σύ. ἰστέον, ὅτι τὸ ἄλλος κλητικὸν οὐκ ἔστιν, οἷον ἄλλε, ἡ γὰρ φύσις τῆς κλίσεως μάχεται τῷ σημαινομένῳ τοῦ ὀνόματος. ἡ γὰρ κλητικὴ πρὸς παρόν ἐστι πρόσωπον καὶ γνωριζόμενον· τὸ δὲ ἄλλος ἀγνοούμενόν ἐστι καὶ ἀπόν. ὁμοίως καὶ αἱ κλητικαὶ τῶν πυσμάτων, τοῦ· ποῖος· τίς· πόσος· ἐκλελοίπασιν, ἐπειδὴ τὰ πύσματα περὶ ἀπόντων καὶ ἀγνοουμένων γέγονε προσώπων, αἱ δὲ κλητικαὶ παρόντων εἰσὶ καὶ ἐγνωσμένων προσώπων κλίσεις. Ἄλλος. ὄνομά ἐστιν ἀντωνυμία. εἰσὶ μὲν τινὲς λόγοι, μὴ ἕλκοντες αὐτὸ εἶναι ἀντωνυμία καὶ μὴ ὄνομα. ἐπειδὴ ὃν τρόπον τὸ ἐκεῖνος καὶ οὗτος ποιοῦσι τὰ οὐδέτερα αὐτῶν ἀποβολῇ τοῦ ς, ἐκεῖνο καὶ τοῦτο, τὸν αὐτὸν τρόπον καὶ τὸ ἄλλο ἀποβολῇ τοῦ ν ποιεῖ τὸ οὐδέτερον, σεσημειωμένον τὸ ἄλλο καὶ τοῦτο, καὶ τὰ ὅμοια. ἕτερος δὲ λόγος τοῦ μὴ εἶναι ἀντωνυμίαν, ἀλλʼ ὄνομα. ἡ γὰρ ἀντωνυμία ἀντὶ ὀνόματος παραλαμβάνεται. τὸ δὲ ἄλλος ἀόριστον, διότι καὶ γ καὶ β. τὸ ἐκεῖνος καὶ οὗτος καὶ τὰ λοιπὰ ἢ δεῖξιν σημαίνει, ἢ ἀναφοράν· τὸ δὲ ἄλλος οὔτε δεῖξιν σημαίνει, οὔτε ἀναφορὰν, καὶ ἔστιν ὄνομα. Ἁλμυρός. ὡς τὸ τόλμη τολμηρὸς, οὕτω καὶ ἅλμη ἁλμυρός. καὶ ὡς τηρὸς, τύρος. κυρίως δὲ τίθεται ἡ λέξις ἐπὶ τῶν ἅλας μυρωμένων ποταμῶν, ὅ ἐστιν ἐκχεομένων. Ἀλοιμός. ἡ ἐπάνω τῆς τοῦ θαλάμου γανώσεως ἐνιεῖσα ἐπάλειψις, καθάπερ πετάλωσις οὖσα ἐν αὐτῷ. ὡς οὖν λείπω λοιμὸς, οὕτω ἀλείφω ἄλοιμος. Ἄλπις. ὄρος μέγα τῆς Εὐρώπης, ἀφʼ οὗ ῥεῖ ὁ Ἴστρος· καὶ ἄλλο δυτικώτερον, ἀφʼ οὗ ῥεῖ ὁ Ῥῆνος ποταμός. Ἄλπις δὲ λέγεται ἀπὸ τινὸς Ἄλπιος, ὑπὸ τοὺς τόπους ἀνῃρημένου· ἢ παρὰ τὸ ἄλτον, ὃ σημαίνει τὸν ὑψηλόν. Ἅλας. ἡ θάλασσα. παρὰ τὸ ἅλες, τὸ συνεστραμμένον καὶ ἠθροισμένον. Ἀλιάτης. Λυδῶν βασιλεὺς, ὃς ἦν τὰ πολέμια γενναῖος. τινὲς δύο ττ γράφουσι τὸ Ἀλιάττης. ὁ οἰκήτωρ Ἀλιαττηνός. καὶ Ἀλιάτα χώρα Βιθυνίας ἀπὸ Ἀλιάττου. Ἀλύδενος. ὁ κακὸς ἄνεμος. Ἀλύδιμος. ὁ οἰκουρός. Ἀλφειός. ποταμὸς τῆς Ἀρκαδικῆς πόλεως, ἣ κατὰ τὴν Πελοπόννησον κεῖται. Ἀλφιτεῖς. οἱ τὰ ἄλφιτα ποιοῦντες. οὕτως Ὑπερίδης. Ἀλφός. πάθος τὶ, παρὰ τὸ ἐναλλάσσειν τὴν χροίαν. ἀλλόφος τὶς ὢν, ὁ ἀλλοιοφανὲς τὸ χρῶμα ποιῶν. Ἀλωπόχρους. ὁ πολιός. Ἀλώβητοι. ἀνύβριστοι, ἀβλαβεῖς, ἀμώμητοι. Ἀλωτός. χειρωτός. Ἀλφός. πάθος τὶ λευκόχρουν. Ἀλιτρός. ὁ ἁμαρτωλός. Ἀλφειός. ὁ ἐν Ἤλιδι ποταμός. παρὰ τὸ τοὺς ἀλφοὺς θεραπεύειν. ἢ παρὰ τὸ ἄλφειν, ὅ ἐστιν ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ ὕδωρ. τὰ διὰ τοῦ εἰς ος τρισύλλαβα ἐπὶ ποταμῶν ὀξύτονα ὄντα δίφθογγον ἔχει, οἷον· Πηνειὸς, Σπερχειός. πρόσκειται ὀξύτονα, διὰ τὸ Μηνιός. γράφεται γὰρ διὰ τοῦ ι τρισύλλαβα διὰ τὸ Σαγγάριος. Ἀλαζόνας. τοὺς ἐφʼ οἷς οὐκ ἔχουσιν αὐχοῦντας, ὡς ἔχοντας. οὕτως Παῦλος ὁ Ἀπόστολος. Ἀλλοτριοεπίσκοπος. ὁ τὰς ἑαυτοῦ ἁμαρτίας ἀφεὶς, τὰς δὲ τῶν ἑτέρων περιεργαζόμενος. Θηλυκόν.Ἀλαβαστροθήκη. μυροθήκη. Ἀλάβανθα. πόλις Καρίας. Ἀλβανία. χώρα. Ἀλάκατος καὶ ἠλάκατος καὶ ἠλακάτη. παρὰ τὸ ἄζω, ἄξω, γίνεται ὄνομα ῥηματικὸν ἀκτὸς, τὸ θηλυκὸν ἀκτὴ, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς, ὥσπερ εἴωθε, γίνεται ἀλακάτη, ἡ ἄγουσα τὸ ἔριον ἢ λίνον. Ἀλαζονεία. ἕξις προσποιητικὴ τῶν μὴ ὑπαρχόντων. Ἀλγεινή. ἡ χαλεπή. Ἀλαοσκοπιή. ἡ τύφλωσις. Ἄλγησις καὶ ἀλγηρά. ἡ λυπηρά. Ἀλέας. πόλις Θεσσαλονίκης. οἱ πολῖται Ἀλεῖς. Ἀλεξιάρη. γῆ ἡ τοῖς ἀνδράσι βοηθοῦσα. Ἀλεία. ἡ ἄγρευσις. ἀλία δὲ μόνον ι. Ἀλειτία. ἡ ἁμαρτία. Ἀλεωρή. ἡ φυλακή. παρὰ τὸ τὴν ἀλέαν καὶ τὸ ὠρεῖν, τὸ φυλάσσειν. Ἀλέα. ἡ θέρμη. Ἀλευρόττησις. τὸ λεπτὸν τοῦ ἀλεύρου, ἢ τὸ κόσκινον. σήθω, σήσω, σῆσις, καὶ τροπῇ τοῦ ς εἰς τ, τῆσις, καὶ πλεονασμῷ τοῦ τ μετὰ τὸ ἄλευρον, ἀλευρόττησις. Ἅλη. ἡ πλάνη, παρὰ τὸ ἁλῶ, τὸ πλανῶ. τοῦτο παρὰ τὸ λῶ, τὸ θέλω, καὶ μετὰ τοῦ στερητικοῦ α ἄλη. Ἀλληγορία. διαφορὰ νοημάτων πρὸς τὸ ὑποκείμενον· ἢ τροπολογία, ἢ ἄλλο τι παρὰ τὸ ἐνορώμενον ὑποδεικνύουσα. Ἀλάβαστρα. πόλις Φρυγίας. τὸ ἐθνικὸν Ἀλαβαστρίτης. Ἀλεκτρυών. ἐπὶ ἄρσενος καὶ θηλείας· ἀλέκτωρ δὲ ἐπὶ μόνου ἀρσενικοῦ· ἀλεκτορὶς δὲ ἐπὶ θηλυκοῦ. ὁ ἐκ τῶν λέκτρων, τοῦτʼ ἔστι τῶν κοιτῶν, ἡμᾶς διεγείρων. τοῦ α στερητικοῦ ὄντος, ὁ στερῶν ἡμᾶς τῶν λέκτρων. καὶ ὁ ἥλιος δὲ ἀλέκτωρ λέγεται. Ἀλέα. ἡ θέρμη. ἢ ὁ τόπος ὁ ὑπὸ τοῦ ἡλίου θερμαινόμενος. παρὰ τὸ ἅλιος· ἅλιος γὰρ ὁ ἥλιος. μεταφορικῶς δὲ καὶ πάντα τόπον θέρμην ἔχοντα. ἢ παρὰ τὸ ἀλῶ, τὸ πλανῶ. Ἁλιζώνου. τῆς ὑπὸ θαλάσσης περιεζωσμένης. Λαΐδʼ ἔχω πολιῆτιν ἁλιζώνοιο Κορίνθου. Ἀλίζωστις. εἶδος βοτάνης θαλασσίας. Ἀλίμενον. τὴν τέλος μὴ ἔχουσαν μηδὲ ὅρμον. Ἁλινηχέος. ἐν θαλάσσῃ νηχομένης. ἁλινηχέος ὄργανα τέχνης ἄνθετο. Ἄλλικα. χλαμύδα. κατὰ Θεσσαλούς. ἄλλικα χρυσείῃσιν ἐργομένην ἐνέτῃσιν. οἱ ἰδιῶται γάλλικα φασὶ ταύτην. Ἁλιξάντοις. τοῖς ὑπὸ τῆς ἁλὸς ξηραινομένοις. ἀκταίοις νησίδος ἁλιξάντοισι χοιράσιν. Ἀλιπαρῆ. ἀχμηράν· ἢ λιπαρῆ. ἐξ ἧς αὐτὸν λιπαρήσομεν. Ἀλιτημόρου. παράφρονος γεγονυίας. Ἀλλαρία. πόλις Κρήτης. τὸ ἐθνικὸν Ἀλλαριώτης. Ἄλλιξ. ἡ χλαμύς. παρὰ τὸ ἀλλάσσω ἄλλαξ καὶ ἄλλιξ. Ἀλληλουχία. ἡ συνέχουσα καὶ συγκρατοῦσα ἀλλήλους. Ἀλειπής. πηγὴ ἐν Ἐφέσῳ. Ἀλήθεια. ἀπόφασις λέγουσα τὸ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον. Ἀλκαῖα. κυρίως ἡ οὐρὰ τοῦ λέοντος, διὰ τὸ εἰς ἀλκὴν αὐτὴν προτρέπειν. Ἀλκή. δύναμις, βοήθεια. ἀρκή τίς ἐστι τροπῇ τοῦ ρ εἰς λ. ἢ παρὰ τὸ ἀκμὴ, ὃ σημαίνει τὴν ἡλικίαν. Ἀλλεπάλληλοι. συνεχεῖς. Ἀλινθήδρα. ὁ τόπος, ἐν ᾧ τιθέντες ἑαυτοὺς οἱ ἵπποι κυλίονται. Ἀλκιμάχη. ἡ Ἀθηνᾶ. Ἀλκμήνη. κύριον. ὡς μέση, μεσήνη· πύλη, πυλήνη· ἀκμὴν, ἀκμήνη· οὕτως καὶ τὸ ἀλκὴ ἀλκήνη, καὶ πλεονασμῷ τοῦ μ ἀλκμήνη. Ἀλθαία. κύριον ὄνομα. Ἀλθηφίας. ἡ ἄμπελος ἀπὸ Ἀλθηφίου τινός. καὶ ἀνθηδονίας καὶ ὑπερίας ἡ ἄμπελος ἐπὶ Ἀνθηδόνος καὶ Ὑπέρου. χρησμός· Πῖνε οἶνον τρυγίας, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις οὐδʼ ἱερὰν Ὑπέραν, ὅθι τʼ ἄτρυγον οἶνον ἔπινες. Ἀλκυών. θαλάσσιον ὄρνεον. παρὰ τὸ ἐν ἁλὶ κύειν. Ἀλκυονίδαι. ἡμέραι εὐδιειναί. Ἅλμη. παρὰ τὸ ἁλὸς, ἅλη, καὶ πλεονασμῷ τοῦ μ ἅλμη. Ἄλξ. ἡ δύναμις. ἀπὸ τῶν εἰς κη θηλυκῶν κατὰ ἀφαίρεσιν τοῦ η καὶ τροπῇ τοῦ προκειμένου κ εἰς ξ γίνεται ἂλξ, ὡς Φοινίκη, Φοίνιξ, φρίκη, φρὶξ, κρόκη, κρὸξ, οὕτως ἀλκὴ, ἄλξ. Ἁλμάδες. αἱ κολυμβηταὶ ἐλαῖαι. Ἀλογία. ἡ ἀφροντισία. Ἡρόδοτος· ὁ δὲ κατάσκοπος εὑρὼν τοὺς Λακεδαιμονίους ἀλογίης τὲ ἐνεκύρησε πολλῆς. Ἀλογία. ἡ ἀταξία. ταχὺ δὲ τοῦ λόγου διαδοθέντος εἰς τὸ πλῆθος, οὐκ ἔτι συνέβαινε γίνεσθαι τὴν ἀλογίαν ἢ τὴν ἀταξίαν. Ἄλογος ὄρεξις. ὀργὴ καὶ ἐπιθυμία. Ἄληξ. ἡ αὖλαξ, τὸ μετʼ ἀρότρου, ἢ τὸ ἀλώνιον. παρὰ τὸ αὖλαξ ἐλλείψει τοῦ υ καὶ τροπῇ τοῦ α εἰς η ἄληξ. Ἁλώπη. χώρα ἡ καλουμένη Χία πρὸς τῇ Ἐφέσῳ. ἀπὸ τοῦ ἐν τῷ παραλίῳ αὐτῆς πρῶτον αὐτομάτως ἅλας πηχθῆναι. Ἁλλόνησος. νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει. Ἁλοσύδνης. τῆς θαλάσσης. παρὰ τὸ ἁλὸς γενικὸν ἁλόσυνος καὶ τὸ θηλυκὸν ἁλοσύνη, καὶ πλεονασμῷ τοῦ δ ἁλοσύδνη, ὡς παρὰ τὸ γηθόσυνος γηθοσύνη. Ἁλουργοπωλική. ἡ πορφυροπωλικὴ λεγομένη. οὕτως Ἰσαῖος. Ἀλουργίς. πορφυρᾶ χλανίς. ἐκ τοῦ ἃλς, ἁλὸς, καὶ τὸ ἔργον. ἡ ἀπὸ τοῦ θαλασσίου κόχλου γινομένη. ἀλουργὴς δὲ ἡ αἰσθὴς η, καὶ κλίνεται τῆς ἀλουργοῦς, τῇ ἀλουργεῖ. Ἄλοχος. κυρίως ἡ ἐκ παρθενείας ἑτέρου λέχους ἄπειρος. καὶ μετὰ τοῦ α ἀντὶ τοῦ ὁμοῦ σημαίνοντος ἢ ἅμα, γίνεται ἄλοχος, οἱονεὶ ὁμόλοχος τὶς οὖσα ἡ μετέχουσα τῆς κοίτης τοῦ ἀνδρός. Ἀλοχεύτου. ἀσπόρου. ἐξ ἀλοχεύτου προελθὼν καὶ λοχευθεὶς τὴν πλευρὰν πλαστουργέμου. Ἀλίσαρνα. πόλις Τρωάδος. ὁ πολίτης Ἀλισαρναῖος. Ἀλλοδαπή. ἡ ξένη. Ἀλλοτρίωσις. χωρισμὸς οἰκείων. Ἀλλοίωσις. ἡ ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον τροπή· μεταβολὴ δὲ, ἡ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον· ἡ ἀπὸ τοῦ μέσου δὲ ἐπὶ τὸ χεῖρον, ἢ ἐπὶ τὸ κρεῖττον, τροπὴ λέγεται. Ἄλπεις. οἱ ἐν στενοχωρίᾳ δίοδοι. Ἅλυσις. παρὰ τὸ λύω, λύσω. ἄλυτος γάρ ἐστιν. ἢ ἄλλη ἄλλης ἐξήρτηται. Ἄλυξις. ἀπόπτωσις, φυγή. Ἀλυκτοπέδη. δεσμὸς ἄφυκτος. ἀλυτοπέδη τίς ἐστι καὶ πλεονασμῷ τοῦ κ ἀλυκτοπέδη. Ἀλυκτοσύνη. φυγὴ, ἔκκλισις. Ἀλύβη. ὄνομα στήλης. Ἀλφεσίβοια. εὑρετικὴ βοῶν. Ἀλφή. ἡ τιμή. Ἅλωσις. ἐρήμωσις, πόρθωσις. Ἀλωπεκόννησος. πόλις ἐστὶ μία τῶν ἐν Χεῤῥονήσῳ. Ἀλωή. ἡ ἀμπελόφυτος γῆ. παρὰ τὸ τὴν ἄλσιν, ὃ σημαίνει τὴν αὔξησιν. ἄλδω, ἀλοὴ, ἀλωή. Ἀλυπία. ἕξις, καθʼ ἣν ἀνέκπτωτοι ἐσμὲν πρὸς λύπην. Ἀλωπεκία. πάθος ψιλωτικὸν τῶν τριχῶν καὶ τῶν γενείων. ἡ μεταφορὰ ἀπὸ τῆς ἀλώπεκος, ἥτις, ἔνθα ἂν οὐρήσῃ, τὸν τόπον ἄκαρπον ποιεῖ, ξηραίνουσα καὶ τὴν προϋπάρχουσαν βοτάνην, καὶ ἑτέραν ἀναβλαστῆσαι οὐ συγχωρεῖ. τινὲς δὲ λέγουσιν ἀλωπεκία ἡ περικεφαλαία· ἀλωπέκεια δὲ ἡ νόσος ἡ περὶ τὴν κεφαλὴν, ἣ καὶ διὰ διφθόγγου γράφεται. Ἅλως. τὸ ἀλώνιον. παρὰ τὴν τῶν ἀσταχύων ἀλοίησιν καὶ συντριβήν. Ἀλώπηξ. καὶ κλίνεται ἀλώπεκος. σεσημείωται, ὅτι ἔτρεψε τὸ η εἰς ε ἐν τῇ γενικῇ, καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ηξ θηλυκὰ οὐ φαίνεται παραληγόμενα τὸ ω· οἷον πήληξ, ἀντίπηξ· τὸ γὰρ σκώληξ παραληγόμενον τῷ ω οὐκ ἀντίκειται· ἀρσενικὸν γάρ ἐστιν. ἐπεὶ οὖν τὸ ἀλώπηξ θηλυκόν ἐστι παραληγόμενον τὸ ω εἰκότως ὡς παρήλλαξαν κατὰ τὴν παραλήγουσαν, παρήλλαξε καὶ κατὰ τὴν κλίσιν. λέγεται καὶ ὁ ἀλώπηξ. Ἀλεωρήν. φυγήν. Ἡσίοδος· —λιμοῦ τʼ ἀλεωρήν. Οὐδέτερον.Ἄλα. τὰ κόπρια. Ὅμηρος ἐν Ὀδυσσείᾳ· οὐ σύγʼ ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἄλα δοίης. Ἄλαστα. τὰ κακά· ἀνεπίληστα τινὰ ὄντα, ἀπὸ τοῦ ἀλαστῶ, ἀλαστήσω, τὸ χαλεπαίνω. Ἀλάβαστρον. μυροθήκη, ψήφινος ἢ λίθινος. ἀλάβαστόν τι ὂν, πλεονασμῷ τοῦ ρ, οὗ λαβέσθαι διὰ λειότητα ἀδύνατον. Ἀλλαρίοις. σιτηρεσίοις. Ἀλαπαδνόν. τὸ ἀσθενές. Ἄλλαγμα. ἀντεισαγωγή. Ἄλγεα. λυπηρὰ, κακά. Ἄλγος. λύπη, θλίψις. ἀπὸ τοῦ ἀλέγω τὸ φροντίζω. τὰ γὰρ πολυπαθῆ φροντίδος ἄξια. ἢ ἃ μὴ λέγοι τὶς, μὴ δὲ ὀνομάζοι. τὸ δὲ ἀλέγω παρὰ τὸ λέγω, τὸ φροντίζω, ἀφʼ οὗ λόγος ἡ φροντὶς, καὶ ἀλέγω, ἀλεγεινὸς, οὐ δὲ ἀπὸ τοῦ ἐλεῶ, ἐλεεινὸς, ἐπεὶ ὤφειλε γράφεσθαι διὰ τοῦ ι. τὰ γὰρ εἰς νος ὀξύτονα, μὴ ὄντα παρώνυμα, διὰ τοῦ ι γράφεται· οἷον τάχα ταχινὸς, ἀλήθεια ἀληθινὸς, χθὲς χθεσινὸς, πύκα πυκινὸς, ἀλλὰ ἀπὸ τοῦ ἄλγος ἀλγεινὸς καὶ ἔλεος ἐλεεινὸς, καὶ γράφεται διὰ τῆς ει διφθόγγου ὡς παρώνυμον. Ἄλεκτρα καὶ ἄνυμφα. ἀντὶ τοῦ παράνομα καὶ οὐ νενομισμένα διὰ τὴν μοιχείαν. τουτέστι δύσλεκτρα καὶ κακόνυμφα. Σοφοκλῆς· ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβη μιαιφόνων γάμων ἁμιλλή-ματα. Ἅλειον. τὸ τοῦ ἡλίου ἱερὸν κατὰ Ῥοδίους. σημαίνει δὲ καὶ τὸ ὕδωρ. Ἅλιον δὲ, τὸ μάταιον, ι. παρὰ τὸ ἃλς, ἁλὸς, ἅλιον, ὡς πτὺξ, πτυχὸς, πτύχιον, οἱονεὶ τὸ εἰς θάλασσαν ῥιπτόμενον καὶ ἀφανιζόμενον. Ἁλουργίς. χρῶμα τὸ πορφυροῦν ἤτοι ὀξύ. Ἄλιπτα. αἰολικῶς παρὰ τὸ ἀλείφω, ἄλιμμα καὶ ἄλιπτα. Ἁλίπλοα. ἐν τῇ θαλάσσῃ πλέοντα. Ἄλειφαρ. τὸ ἄλειμμα, καὶ κατὰ ἀποκοπὴν ἄλειφα, καὶ κλίνεται ἀλείφατος. ἐν δʼ ὠτειλὰς πλῆσεν ἀλείφατος—. Ἄλεισον. τὸ ποτήριον. παρὰ τὸ ἅλες, ὅ ἐστι τὸ ἀθρόον· ἐξ οὗ ἀθρόως πίνειν ἐστίν· ἢ παρὰ τὸ λεῖον γέγονεν ἄλεισον, κατʼ ἐπένθεσιν τοῦ ς, τοῦ α ἐπιθετικοῦ ὄντος ἢ στερητικοῦ, τὸ μὴ ὂν ὁμαλὸν, ἀλλὰ περιφερές. ψιλοῦται δὲ, ἐπειδὴ τὸ α, ἢ στερητικὸν ὂν ἢ ἐπιτατικὸν, ψιλοῦται. Ἀληθές. τὸ ἀντιδιαστελλόμενον τῷ ψεύδει. ἄληθες δὲ ἀντὶ τοῦ ὄντως. ἄληθες, ὦ παῖ τῆς ἀρουραίας θεοῦ— ὁ Αἰσχύλος φησὶν πρὸς τὸν Εὐριπίδην. Ἀλήϊον. πεδίον Κιλικίας. τὸ ἐθνικὸν Ἀλήϊος. καὶ ἀλήϊος ὁ πλανητικός. Ἄλημα. παραλογιστικὸν πανούργημα ἢ ἐπίτριμμα. ὦ τέκνον Λαερτίου κακοπινέστατʼ ἄλημα στρατοῦ. Ἀλείατα. τὰ ἄλευρα. Ἄληκτον. ἀκατάπαυστον. Ἀλισγημάτων. μιασμάτων, ἐκ μυσαρᾶς θυσίας τῶν εἰδώλων. Ἀλλεπάλληλον. πυκνόν· συνεχές. Ἀλληλέγγυον. ἡ ἐξ ἀμφοτέρων πίστις. Ἁλίπεδον. τὸ παραθαλάσσιον πεδίον. Ἀλίαστον. τὸ ἀκατάπαυστον, ὃ οὐ δύναταί τίς ἐκφυγεῖν. Ἀλιτόμηνον. τὸ ἁμαρτάνον τῶν ἐννέα μηνῶν. ἀλιτόμηνα βρέφη. Ἀλείαρ. τὸ ὑπὸ τῶν πυρῶν ἄλευρον· τὸ γὰρ ἀπὸ κριθῆς ἄλφιτον λέγεται. Ἀλεξιφάρμακον. θεραπευτικὸν βοήθημα. Ἀλίγκιον. ὅμοιον. Ἁλιῤῥόθιον. κῦμα θαλάσσιον. Ἀλληλούϊα. αἶνος θεοῦ ἑρμηνεύεται. ἔστι τὸ μὲν ἀλληλοῦ, αἶνος, τὸ ἴα, θεός. διότι καὶ ἀντὶ τοῦ, αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμὸς, ἀλληλούϊα, ὅτι ἀγαθὸν ψαλμὸς, ὁ Σύμμαχος τέθεικεν. Ἅλας. τὸ ἐσθιόμενον. παρὰ δὲ τῷ εὐαγγελίῳ ἡ φρόνησις, ἧς ἔμπλεως ὁ ἀποστολικὸς λόγος. ὃν τρόπον ἄνευ ἁλὸς οὔτε ἄρτος, οὔτε ὄψον ἐδώδιμον. ὡς τό· ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς. γῆν καλεῖ τὰς ψυχὰς τῶν ἀνθρώπων· ψυχὴ γὰρ μὴ ἡλισμένη τῷ ἁγίῳ πνεύματι σέσηπται. Ἄλκαρ. δύναμις, σωτηρία, βοήθημα. παρὰ τὸ ἀλκή. Ἀλαλκτήρια λιμοῦ. τὰ δυνάμενα ἀλαλκεῖν καὶ ἀπείργειν τὸν λιμόν. Ἀλλόβριθες. ἔθνος δυνατώτατον Γαλατικόν. Πολύβιος. διὰ τοῦ ι γράφεται τὸ Ἀλλόβριθες. Ἀλόγιστα παροίσομεν. ἀδιήγητα τὰ κακὰ βαστάζομεν. Σοφοκλῆς· ἐν πυμάτῳ δʼ ἀλόγιστα παροίσομεν—. Ἀλογίας δίκη. ἂν φεύγουσιν οἱ ἄρχοντες τὸν λόγον οὐ διδόντες τῶν τῆς ἀρχῆς διοικημάτων. Ἀλλοδαπά. ξένα, παντοῖα. Ἀλήρια. ὀστᾶ. Ἀλλόκοτον. ξένον. παρὰ τὸ ἀλλαχοῦ κεῖσθαι καὶ μὴ κατὰ τὸ αὐτό. ἀλλόκοτον καὶ τὸ ἀνόμοιον. Ἁλμυρόν. δριμύ. Ἁλυκόν. δριμύ. —ἁλυκὸν δέ οἱ ἔκπεσε δάκρυ. Ἀλυκρά. χλιαρά. —γέντο δʼ ἀλυκρά—. Ἄλυκτον. ὃ οὐ δύνατάι τις φυγεῖν. Ἄλφιτα. τὰ ἀπὸ τῆς κριθῆς ἄλευρα. Ἄλσος. δάσος, σύνδενδρος τόπος. παρὰ τὸ ἄλδω, ἄλσω, ἄλσος· ἢ παρὰ τὸ ἄρδω, ὁ μέλλων ἄρσω, καὶ ἐξ αὐτοῦ ἄλσος. Ἀλυσιτελές. ἀσύμφορον, βλαβερόν. Ἁλώσιμον. τὸ ληφθῆναι δυνάμενον. Ἀλύαττα. πόλις Βιθυνίας. Ἁλώνητα. τὰ βάρβαρα ἀνδράποδα. τοὺς γὰρ ἅλας διδόντες τοῖς Θρᾳξὶν ὠνοῦντο τὰ ἀνδράποδα. Ἄλωα. τὰ παρὰ τὴν σελήνην νεφελώδη. Ἀλώϊον. πόλις Θεσσαλίας. Ἄλπειον. ὄρος. καὶ Ἄλπιον, καὶ Ἄλπεινον. Ἄλφα. τὸ στοιχεῖον. παρὰ τὸ ἀλφῶ, τὸ εὑρίσκω· πρῶτον γὰρ τῶν ἄλλων στοιχείων εὑρέθη. ἢ ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολιτεύεσθαι· ἄλφειν γὰρ τὸ ἀμείβειν. Ἁλίπεδον. τὸ ὁμαλόν. οὕτως εὗρον παρὰ τῷ Ψελλῷ. Ῥῆμα.Ἀλαλάξατε. ὑψώσατε φωνήν. καὶ ἀλαλάζειν παρὰ τὸ τὴν ἀλάλην, ὃ σημαίνει τὸν θόρυβον. Ἀλαλύκτημαι. τεθορύβημαι, πεπλάνημαι. παρὰ τὸ τὴν ἀλάλην, ὃ σημαίνει τὸν θόρυβον, ἀλαλῶ, ἀφʼ οὗ ἀλαλύσσω, ῥηματικὸν ὄνομα ἀλαλυκτὸς καὶ ἀλαλυκτῶ, καὶ ἀλαλύκτημαι. καὶ ἔστι παρακείμενος. εἰ δὲ ἐνεστὼς, ἀλυκτῶ, οὗ παράγωγον τῶν εἰς μι ἀλύκτημι· οὗ παθητικὸν αἰολικὸν ἀλύκτημαι. ἐκεῖνοι γὰρ οὕτω λέγουσιν ποίημαι καὶ νόημαι. καὶ ἐν διπλασιασμῷ ἀλαλύκτημαι. πολλοῖς γὰρ χρῆται αἰολικοῖς ὁ ποιητὴς καὶ μάλιστα ἐν μετοχαῖς· οἷον ἀκαχημένος, ἀκαχμένος. Ἀλαίνω. τὸ πλανῶμαι. παρὰ τὸ ἄλη, ἀλῶμαι, παραγώγως ἀλαίνω· ὡς ἱδρὼς ἱδραίνω. Ἀλαπάξαι. ἐκπορθῆσαι. κυρίως δὲ ἐκκενῶσαι· κενωτικὸν γὰρ γαστρὸς ἡ λάπαθος βοτάνη. ἢ παρὰ τὸ λίαν ἄποθεν ἡμῶν ποιεῖν τὰ πάθη. ἢ παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ παθητικόν. Ἀλαλκεῖν. ἀπείργειν, ἀποσοβεῖν, ἢ τὸ βοηθεῖν. ἀόριστος δεύτερος καὶ μέλλων, ἀλάλκω, ἤλαλκον, ἀλαλκῶ καὶ ἀλαλκεῖν. Ἀλαλκών. μετοχή ἐστι, δεύτερος ἀόριστος καὶ μέσος. ἀλάλκω γάρ ἐστιν. ὁ μέλλων ἀλάλξω. ὁ δεύτερος ἀόριστος ἤλαλκον, καὶ ἀλαλκὼν μετοχή. τὸ δὲ ἀλάλκω ἀπὸ τοῦ ἀλκὴ, ἀλκῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν ἀλαλκῶ. Ἀλλαξάμενος. προτιμήσας ὑπὲρ τοῦ κέρδους. ὁ Λακεδαιμώνων τὴν πήρωσιν ἀλλαξάμενος. Ἀλλάχθητε. ἀντὶ τοῦ διαλλάχθητε. οὕτως Σοφοκλῆς. Ἀλλὰ χρή. ἀντὶ τοῦ· ἔστω τοῦτο. δηλοῖ συγκατάθεσιν—οἷον. καὶ τὸ μάλα. Ἀλάλημαι. τεθορύβημαι. ἀπὸ τοῦ ἀλάλη. Ἀλαστήσας. σχετλιάσας, δεινοπαθήσας. Ἀλεείνων. ἐκκλίνων, φεύγων, οἱονεὶ εἰς τὴν θερμασίαν ἐκ τοῦ ψύχους ἀποφεύγων. ἀλέα γὰρ ἡ θερμασία. Ἀλεαίνειν. τὸ θερμαίνεσθαι. οὐκ ἀλεαίνεσθαι. Ἀριστοφάνης· ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπισχόμην. καὶ Μένανδρος· ἤδη ἀλεαίνῃ, πρὸς τὸ πῦρ καθημένη. Ἀλγύνει. λυπεῖ. Ἀλεξῆσαι. βοηθῆσαι. Ἀλέει. ἐκκλίνει. Ἀλέξασθαι. ἐπαμύνειν. Ξενοφῶν· πολὺ γὰρ διέφερεν ἐκ χώρας ὁρμωμένους ἀλέξασθαι. Ἀλέξαι. βοηθῆσαι. Ἀλλέξαι. ἀντὶ τοῦ ἐπιλέξαι. Ἀλέξειν. ἀποτρέπειν. Ἀλείς. ἀντὶ τοῦ συσταθείς. καὶ ἁλεῖς ἀντὶ τοῦ ἁλιεῖς. Ἁλεῖται. ἀντὶ τοῦ πηδήσει. καὶ χωλὸς ὡς ἔλαφος ἁλεῖται. Ἀλδήσκω. τὸ αὐξάνω. παρὰ τὸ ἀλῶ, ἀλήσω, ἀλήσκω, καὶ πλεονασμῷ τοῦ δ ἀλδήσκω. κατὰ μεταφοράν· τὸ γὰρ ἀληλεσμένον οὐκ αὐξάνει. ἢ παρὰ τὸ ἅλλεσθαι, τοῦτʼ ἔστι πηδᾷν κατὰ αὔξησιν. Ἀλέξω. κυρίως παρὰ τὸ τῇ ἀλόχῳ γυναικὶ βοηθῆσαι. ἢ ἀπὸ τοῦ ἄλκω, ἄλξω, καὶ πλεονασμῷ τοῦ ε ἀλέξω. Ἀλεύειν. τὸ φυλάττειν. οἱ Ἴωνες οὕτω λέγουσι. καὶ παροιμία· ἄλευʼ ἀπὸ μείζονος ἀνδρός. Ἀλεύατο. ἐξέφυγεν, ἐφυλάξατο. εἴρηται ἀπὸ τοῦ χεύω χεύατο, καὶ τροπῇ καὶ στερήσει ἀλεύατο. ὥστε μεταφορικῶς ἄλευας. ἀλέω, ἀλεύω. τὸ δὲ ἀλέω παρὰ τὸ ἀλῶ, τὸ πλανῶ· οἱ γὰρ φεύγοντες πλανῶνται, ἡ μετοχὴ ἀλεύας. καὶ, —ἀλεύατο κῆρα μέλαιναν. Ἀλέγοις. βοηθοίης. καὶ τὸ φροντίζω. Ἀληθίζω. τὰ ἀληθῆ λέγω. Ἀλήθω. ὥσπερ κνῶ κνήθω, οὕτως ἀλῶ ἀλήθω. Ἀληλιμμένος. ἐκ τοῦ ἀλείφω. Ἀλήμεναι. συναθροισθῆναι. ὥσπερ παρὰ τὸ βῆναι γίνεται βήμεναι, οὕτως καὶ παρὰ τὸ ἀλῆναι ἀλήμεναι. Ἀλᾶτο. ἀντὶ τοῦ ἐπλανᾶτο. ἀλάω, ἀλῶ, ἀλάομαι, ἀλῶμαι, ἠλαόμην, ἠλώμην, ἠλάου, ἠλῶ, ἠλάετο, ἠλᾶτο καὶ τροπῇ ἀλᾶτο. Ἀλθαίνω. τὸ θεραπεύω. παρὰ τὸ ἄλθω, ἀλθαίνω. ἢ παρὰ τὸ ἄλδω, ἀλδαίνω. Ἁλιβδύειν. τὸ καταδύνειν εἰς θάλασσαν. μεταφορικῶς δὲ καὶ τὸ κρύπτειν καὶ ἀφανίζειν. παρὰ τὸ τὴν ἅλα καὶ τὸ δύειν, αἰολικῷ πλεονασμῷ τοῦ β. ὡς σίδη, σίβδη. οὕτως ἁλιδύειν, ἁλιβδύειν. εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας. Ἁλισθεῖεν. συναθροισθεῖεν. ὁ δὲ Πεισίστρατος ἐπιτεχνᾶται, ὅπως ἁλισθεῖεν ἔτι οἱ Ἀθηναῖοι. Ἀλινδεῖσθαι. κυλίεσθαι. —ἔστι κυλίω καὶ τροπῇ τοῦ υ εἰς α καὶ ἀποβολῇ τοῦ κ ἀλίω, ἀλίσω, ἤλισα, ἀλίσαι. Ἀριστοφάνης· ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε. ἀντὶ τοῦ κυλίσας. τὸ δὲ ἀλίω γίνεται ἀλίνδω, ὡς κυλίω κυλίνδω, καὶ ἐν περισπωμένῃ τάσει ἀλινδῶ, ἀλινδήσω, ἀλινδήθρα, ὡς κολυμβῶ κολυμβήσω, κολυμβήθρα. τὸ δʼ ἀλινδήθρα σημαίνει τὴν κυλίστραν. Ἀλητεύω. πλανητεύω. Ἀλίσας. συναθροίσας. Ἀλισγημένον. μεμολυσμένον. Ἀλδήσκω. τὸ ποτίζω καὶ αὔξω. καὶ ἀλδαίνω ὁμοίως. Ἀλιάζειν. τὸ μὴ ἐκκλίνειν. ἔστι καὶ ἀλεάζειν. Ἀλισγηθείς. σπιλωθείς. Ἁλίωσεν. ἐματαίωσεν. Ἄλμενος. ἐξαλλόμενος, κατὰ συγκοπήν. τὸ θέμα ἅλλω, τὸ πηδῶ. Ἀλογίσαι. ἀφροντίσαι, παραλογίσασθαι. Ἀλογεῖν. ἀφροντιστεῖν. ὁ δὲ τάλλιγης ὅπλων μὲν καὶ μαχίμων ἀνδρῶν, ἔκρινεν ἀλογεῖν. Ἀλοκίζειν. ἀρότρῳ τέμνειν τὴν αὔλακα. Ἀριστοφάνης· ἐγὼ δʼ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον. Ἀλοστατεῖ. στρατεύεται. Ἀλλοτριονομοῦντες. ἐναλλαγὴν ὀνομάτων ποιοῦντες· ἢ ὅλως τισὶ τινὰ μὴ προσηκόντως διανέμοντες. Ἀλλοτριοπραγεῖν. αἰσχρῶς βουλεύεσθαι. ἐσημειοῦντο μηδὲν αὐτὸν ἀλλοτριοπραγεῖν μὴ δὲ καινοτομεῖν. Ἀλοφάζω. σκιρτῶ, παροινῶ. Ἁλλόμενος. πηδῶν. ἀλώμενος δὲ ὁ πλανώμενος· μέγα. Ἀλογήσαντες. καταφρονήσαντες. Ἀλογευσαμένους. ἤτοι τοῖς ἀλόγοις συμφθαρέντας ζώοις. Ἁλοῦς. κρατηθείς. Ἀλοιοῦν. τύπτειν. ἀλοίω τὸ τύπτω. ἐξ οὗ καὶ πατραλοίας, ὁ τὸν πατέρα τύπτων. Ἅλοιτο. κινοῖτο, ὁρμοῖτο. σκηνήτης μαλακοὺς κισσὸς ἅλοιτο πόδας. Ἁλοίη. κρατηθείη. ἁλῶ, γίνεται ἅλωμι, ἁλώσω, ὁ δεύτερος ἀόριστος ἥλων. ἁλοὺς, ἁλόντος. τὸ εὐκτικὸν ἁλοίην, ἁλοίης, ἁλοίη. Ἆλτο. ἄλλω τὸ πηδῶ, ὁ μέλλων ἀλῶ, ὁ ἀόριστος ἦλα, ὁ μέσος ἠλάμηυ, ἤλω, ἤλατο, καὶ συγκοπῇ καὶ τροπῇ ἦλτο. Ἀλύειν. ἀδημονεῖν. στερήσει τοῦ α. τὸ μὴ λύσιν εὑρίσκειν τῶν κακῶν. ἀλύειν καὶ τὸ χαίρειν, παρὰ τὸ ἄγαν λελύσθαι καὶ διακεχύσθαι. Ἀλύσσω. ἀλισθαίνω, τὸ ἀδημονῶ. παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλύσσω, ὡς ὀρύσσω· ἐξ οὗ καὶ ἄλυς, ἡ ἀδημονία, καὶ ἡ πλάνη τῆς διανοίας. τὸ δὲ ἀλύω, τὸ ἀδημονῶ, ὡς πλήθω πληθύω. Ἀλυκτεῖν· ἀλυκταίνειν. δυσφορεῖν, ἀγανακτεῖν. Ἀλυσκάζω. τὸ ἐκκλίνω. Ἀλφάνει. εὑρίσκει. καὶ ἀλφῶ τὸ εὑρίσκω. Ἀλφάζω. τὸ προνοῶ. Ἄλφειν. τὸ εὑρίσκειν. ἀλφῶ τὸ εὑρίσκω, ἐξ οὗ καὶ ἄλφα. Ἀλῶ. τὸ πλανῶ. καὶ ἁλῶ, τὸ συλλαμβάνω. Ἁλῴη. κρατηθῇ. ἔχει τὸ ι προσγεγραμμένον ἐν τῇ παραληγούσῃ· ἔστι γὰρ, ἐὰν ἁλῷ, ἐὰν ἁλῷς, καὶ πλεονασμῷ τοῦ η γίνεται ἁλῴη. ὥσπερ ἐὰν στῶ, στῇς, στῇ, στῄη. στῄη ἐπʼ ὠκυῤῥόῳ ποταμῷ. καὶ ἐὰν φῶ, φῇς, φῇ, φῄη. δύναται καὶ τὸ ἁλῴη μὴ ἔχειν τὸ ι κατὰ τὴν παραλήγουσαν, ἀλλὰ κατὰ τὴν λήγουσαν· ἵνα εἴπωμεν αὐτὸ ἀπὸ τρισυλλάβου, ἀπὸ τοῦ ἐὰν ἁλώω, ἐὰν ἁλώῃς, ἐὰν ἁλώῃ. ἁλῶ τὸ συλλαμβάνω. ὅπερ Ὅμηρος ἔφη· ἦ κεν ἁλώω. παράγεται ἀπὸ τούτου καὶ τὸ ἁλίσκω. εἴρηται παρὰ τὸ τὴν ἅλα, ἀπὸ τῶν κατὰ θάλατταν λαμβανομένοις πρῶτον ἁλίσκεσθαι νομιζόντων. Ἀλέντες. συγκλεισθέντες. Ἀλίσας. ἀντὶ τοῦ κονίσας. καὶ ἀλίζειν τὸ ἀλείφεσθαι, ἢ ἅλας ἐπιπάττειν. οὕτως εὗρον παρὰ τῷ Ψελλῷ. Ἀλδαίνειν. μεμηνέναι. τοῦ Ψελλοῦ· ἄγγουρος τὸ μελίπηκτον, ἀλδαίνειν μεμηνέναι. Ἐπίῤῥημα.Ἀλλά. ἀντὶ τοῦ ὅταν δὲ, καὶ ἀντὶ τοῦ γε. οὗτος ὁ σύνδεσμος δοκεῖ προκειμένοις τισὶν ἐπιφέρεσθαι, οἷο· οὐκ ἐγὼ ταῦτʼ εἶπον, ἀλλʼ ὁ δεῖνα. καὶ ἐν τῷ· οὐ μὴν ἀλλʼ ἔγωγε. ἀρχὴ δὲ λόγου ὁ ἀλλὰ σύνδεσμος, θαυμαστὸν τινὰ καὶ ἔκπληξιν εἰσάγει, οἷον· ἀλλʼ ἔμοιγε δοκεῖ—. Ἄλλως τε. μάλιστα. Ἀλείπτως. ἀνενδεῶς. ἀλήπτως δὲ ἀντὶ τοῦ ἀδώρως, η. Ἄληθες. ἀντὶ τοῦ ὄντως. Ἀλληνάλλως. ὡς ἔτυχεν. Ἄληκτον. ἀντὶ τοῦ ἀλήκτως. ἄληκτον ὑμνεῖ τὸν κενούμενον λόγον. ἔστι δὲ μεσότητος ἐπίῤῥημα· μετάγεται δὲ ἀπὸ τοῦ ὀνόματος ὡς ἐπίῤῥημα. Ἅλις. ἱκανῶς, ἀρκετῶς, αὐτάρκως. Ἀλλοτρίως. πολεμίως. φησὶ καὶ Δαβίδ· ἐπʼ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου, τοῦτʼ ἐστὶ τῶν πολεμίων. Ἄλλυδις. ἀντὶ τοῦ ἀλλαχοῦ, ἀπὸ τοῦ ἄλλος. Ἀλωπεκῆθεν. ἀπὸ τῆς Ἀλωπεκῆς. ἔστι δὲ Ἀλωπεκὴ δῆμος Ἀντιοχίδος. Ἄλλως. ἀντὶ τοῦ ματαίως. παρὰ τὸ ἦλος, τὸ μάταιος. οἷον· δαιμόνιε φρένας ἠλέ— καὶ διπλασιασμῷ τοῦ λ καὶ συστολῇ τοῦ η ἄλλως. εἰώθασι γὰρ οἱ Δωριεῖς διπλασιάζοντες τὸ ἀμετάβολον, συστέλλειν τὰς ὑποκειμένας συλλαβάς. Ἀλογίστως. ἄνευ λόγου καὶ τινὸς αἰτίας. τοῦ θεολόγου· μηδὲν εἰκῆ, μὴ δὲ ἀλογίστως, μὴ δὲ χαμερπῶς—. Τὸ Α μετὰ τοῦ Μ. Ἀρσενικόν.Ἀμαθέστερος καὶ ἀμαθής. ἀντὶ τοῦ ἀπαίδευτος καὶ ἀκόσμητος. οὕτως Πλάτων. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δυσμαθοῦς, καὶ ἐπὶ τοῦ μὴ μαθόντος, φύσει δὲ ἐπισταμένου. Ἀμαθής. ἀδίδακτος, ἀμύητος. ὁ δὲ ἀκούει ταῦτα καὶ μὴ ὢν ἀμαθὴς οἰωνῶν τὸν παῖδα ἐπανάγει καὶ τρέφει ὡς γνήσιον. ὁ δὲ Ἰουστῖνος ἀμάθητος ἦν γραμμάτων ἁπάντων, καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητος. Ἀμαθί. ὄνομα κύριον. Ἀμάν. κύριον. οὗτος προεστὼς ἦν βασιλικῶν πραγμάτων Δαρείου. Ἀμμανίται. ὄνομα ἔθνους. σημαίνει δὲ καὶ τοὺς μύκητας. Ἁμαξουργός. ὁ τὰς ἁμάξας κατασκευάζων. Ἀμάξιτος. πολίχνιον τῆς Τρωάδος. ὁ πολίτης Ἀμαξιτηνός. Ἀμαρτυρήτους. ἀντὶ τοῦ ἀμαρτύρους. οὕτως Ἀντιφάνης. Ἁμαρτίνους. ὁ κατὰ νοῦν ἁμαρτῶν. τὰ ἀπὸ περισπωμένου ῥήματος γινόμενα ῥήματα, ἢ διὰ τοῦ ο γίνεται, οἷον, μισῶ, μισογύνης, φιλῶ, φιλόθεος, ἢ διὰ τοῦ ι, οἷον, ἁμαρτῶ, ἁμαρτίνους, οἰδῶ, οἰδίπους. Ἄμαχος. ὁ μὴ μαχόμενος. οὕτως Ξενοφῶν. καὶ ἀμάχητοι οἱ μήπω μεμαχημένοι. Ἄμασις. ὄνομα κύριον. ὃς εἷλε Κύπρον πρῶτος ἀνθρώπων, καὶ κατεστρέψατο εἰς φόρου ἀπαγωγάς. ἔστι δὲ καὶ Ἄμασις ὄνομα πόλεως. Ἀμουργοί. λαμπτῆρες. Ἀμαλλοδετήρ. ὁ τὰ δράγματα συλλέγων. ἄμαλλα γὰρ ἡ δέσμη τῶν ἀσταχύων. Ἁμαρτοεπής. ὁ ἐν τῷ λέγειν ἁμαρτάνων. Ἀμάλθακτος. ἀνένδοτος. Ἁμαρτωλοί. οἱ ἑκουσίως ἁμαρτάνοντες, καὶ μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας. Ἀμαιμάκετος καὶ ἀμαιμακέτης. ὁ μακρὸς, ὁ ἀκαταγώνιστος, ὁ ἀκαταπόνητος. παρὰ τὸ μῆκος, μάκετος. οἷον· ἱστὸν ἀμαιμάκετον. καὶ διπλασιασμῷ μαμάκετος· καὶ πλεονασμῷ τοῦ ι καὶ ἐπιτάσει τοῦ α ἀμαιμάκετος, ὁ ὑπερφυής. τὸ δὲ —πνείουσʼ ἀμαιμάκετον πῦρ παρὰ τὸ μαιμῶ, μαίμακα, ὃ καὶ μαιμάων φησὶν Ὅμηρος. —ὡς δʼ ἀναμαιμάει— Ἀμβλυωπίας. ὁ ἀμυδρῶς ὁρῶν. Ἀμβολιεργός. ὁ τὸ ἔργον ὑπερτιθέμενος. Ἡσίοδος· ἀεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι προσπαλαίει. Ἄμβων. ὁ ὑψηλὸς τόπος. παρὰ τὸ βῶ, βῶν, καὶ ἀνάβων, καὶ κατὰ συγκοπὴν ἄμβων. κυρίως δὲ ἄμβων τὸ χεῖλος τῆς λοπάδος, παρὰ τὸ ἐν ἀναβάσει εἶναι. οἷον· πολλῶν ἤδη λοπάδων τοὺς ἄμβωνας παρειλείξειας. Ἄμβατος. ἀναβατός. ἐκ τοῦ βαίνω, βανῶ, βέβακα, βέβαμαι, βέβαται, βατὸς, ἀναβατὸς, καὶ κατὰ συγκοπὴν ἄμβατος. Ἀμβλύς. ἀσθενὴς, βραδύς. ἀμβλὺς καὶ ὁ μὴ ὀξὺς σίδηρος. παρὰ τὸ μῶλος, ὃ ἔστιν ἐγχρονισμὸς τῆς μάχης, γέγονε μωλὺς, ὡς ἵππος, ἱππύς· καὶ κατὰ στέρησιν ἀμωλὺς, ὁ μὴ ἐπὶ μῶλον καὶ πόλεμον ἐπιτήδειος· καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ β ἀμβλύς. Ἀμέγαρτος. ὁ μὴ φθόνου ἄξιος. παρὰ τὸ μεγαίρω, τὸ φθονῶ. οἷον· —ἀμέγαρτε συβῶτα— πόνος γὰρ τοῖς εὐτελέσιν οὐ προσγίνεται. δηλοῖ καὶ τὸ πολύ. ὡς τό· —πόνον δʼ ἀμέγαρτον ὄφελλε. κατʼ ἐπίτασιν τοῦ α. τὰ γὰρ μεγάλα φθονεῖτε. Ἀμενηνός. ὁ ἀσθενής. παρὰ τὸ μένος ἄμενος, καὶ πλεονασμῷ τῆς νη συλλαβῆς ἀμενηνός. ὡς πέτω, πετηνός. καὶ ἀμενηνῶ ῥῆμα. γράφεται καὶ δίφθογγον, τὸ πετεινός. Ἄμητος. καιρὸς θερισμοῦ, ἢ ἡ θερισθεῖσα χώρα. Ἀμητὸς δὲ, τὸ ἔργον τοῦ θερισμοῦ. Ἀμηχάνητοι. ἀντὶ τοῦ πολλοί. οὕτως Ξενοφῶν. Ἀμισηνός. ἀπὸ τόπου. Ἀμιτροχίτων. ὁ μὴ χρώμενος μίτρᾳ, ὃ ἔστι ζώνη πολεμική. Ἀμίσγαλος. ὁ δυσάρεστος, ὁ μὴ ἄλλῳ μισγόμενος. καὶ ἀμίσαλλος. οἷον· —ἀμίσαλλοί τε γέροντες. κατʼ ἔνδειαν τοῦ γ. Ἄμναμος. ἀπόγονος. κυρίως ἐπὶ τῶν προβάτων. παρὰ τὸ ἀμνός. Ἀμνειός. ὁ ποταμός. καὶ ἀμνίς· καὶ ἀμνός. Ἄμνης. ὄνομα ὄρους. Ἀμνηκών. προβατώδης. μωρός· εὐήθης. τοιαῦτα γὰρ τὰ πρόβατα. καὶ σκοπεῖς γε τῶν πολιῶν ὅστις ἐστὶν ἀμνήκων πλούσιος. Ἀριστοφάνης τοῦτο φησίν. Ἀμνόν. τὸν ἐνιαύσιον ἄρνα. τρεῖς γὰρ ἡλικίαι· ἀμνὸς, ἀρνὸς καὶ ἀρνειός. ἀμνὸς, παρὰ τὸ μένος ἄμενος, ἢ παρὰ τὸ μνοῦς, ὃ σημαίνει τὴν ἐκ γενετῆς αὐτοῦ μαλακὴν τρίχα, ἐξ οὗ μνούδην, γίνεται ἀμνὸς, οἱονεὶ ὁ ἐστερημένος τῶν νηπίων τριχῶν. Ἀμνών. ὄνομα κύριον. Ἀμμοάτιν. εἶδος ὄφεως. Ἀμόγητοι. ἀκακοπάθητοι. Ἁμορβὸς καὶ ἀμορμός. ὁ ἅμα τινὶ ὁρμῶν. Ἀμοῦς. κύριον. Ἀμνισός. ποταμὸς Κρήτης. τὸ μνι ἰῶτα. τὰ εἰς ος τρισύλλαβα, ἐπὶ ποταμῶν, ὀξύτονα, εἰ μὲν καθαριεύουσι, διὰ τῆς ει διφθόγγου. οἷον Ἀλφειὸς, Ὀλμειός. εἰ δὲ μὴ, διὰ τοῦ ι. οἷον Ἀμνισὸς, Κηφισὸς, Ἰλισός. πρόσκειται ὀξύτονα, διὰ τὸ μονιός. τὸ δὲ Δαρδάνειος, ἔστιν ὄνομα ποταμοῦ, καὶ ὑπὲρ τρεῖς συλλαβάς. ἀλλʼ οὖν ὀξυνόμενον, ἠκολούθησε τὸ Ἀλφειός. πρόσκειται τρισύλλαβον, διὰ τὸ Σαγγάριος. Ἀμολγῷ. μεσονυκτίῳ. Ἄμβροτος. ἄφθαρτος, θεῖος. Ἀμός. ἡμέτερος. ὡς ἀπὸ τοῦ σφέτερος σφὸς δωρικῇ διαλέκτῳ, οὕτω καὶ ἀπὸ τοῦ ἁμέτερος ἁμός. Ἀμυκλαῖος. ἀπὸ τόπου. Ἀμύμων. ἄψογος, ἀγαθός. παρὰ τὸ μύω τὸ καμμύω· ὁ μέλλων μύσω, ἐξ οὗ ῥηματικὸν ὄνομα μύμων, καὶ ἀμύμων, ὁ μὴ κεκαμμυμένος. Ἀμύντωρ. ὁ βοηθὸς, ἢ καὶ ὁ τιμωρητικός. Ἀμφίβολοι. πανταχόθεν βαλλόμενοι, ἢ ἀπορούμενοι, ἢ διαφόροις συνεχόμενοι λογισμοῖς. Ἀμύητος. ἀδίδακτος, ἀμαθὴς, μὴ μετασχὼν μυστηρίων. Ἀμφίβροχος. τουτέστι μεθύων. ἡδὺ μέθυ βλύζων ἀμφίβροχος εἵματα βάκχῳ. Ἁμφίδοξον. τὸ ἀμφίβολον. —οἱ δὲ οὐκ ᾤοντο δεῖν εἰς ἀμφίδοξον ἀγῶνα συγκαταβαίνειν, δυναμένοις προδήλως νικᾷν. Ἀμφίδυμοι. πανταχόθεν κατάδυσιν ἔχοντες καὶ σκέπην. οἷον ἀμφίδυνοι, ἀπὸ τοῦ δύνον τὸ σκεπόμενον. λέγεται δὲ καὶ ὁ λιμὴν τῆς Κυζίκου ἀμφίδυμος, δισσὰς ἐξόδους ἐξ ἑκατέρου μέρους ἔχων, καὶ εἰσόδους. Ἀμυδρός. παρὰ τὸ μυδρὸς, ὃ σημαίνει τὸν πεπυρακτωμένον σίδηρον. ἀμυδρὸς ὁ ἀλαμπής. Ἀμφιθαλής. ἑκατέρωθεν θάλλων. Ἀμφίκοιτος. ὁ τάπης. Ἀμφιμάσχαλος. χειριδωτὸν ἱμάτιον· οἱ δὲ δουλικὸν ἢ μικρὸν χιτωνίσκον. ἦν δὲ ἑτερομάσχαλος ὁ τῶν ἐργατῶν, οὗ τὴν μίαν μασχάλαν ἔραπτον. Ἀμφιμήτωρ. ὁ ἑτερομήτωρ. Ἀμφιπάτωρ. ὁ ἐκ τοῦ αὐτοῦ πατρὸς, ἑτέρας δὲ μητρός. Ἀμφιῤῥῶγας. πάντοθεν διεῤῥωγότας, ἠνεωγμένους, κολωβοὺς, ἀμφιῤῥῶγας. Ἄμφις. κωμικὸς, Ἀθηναῖος. ἀμφὶς δὲ ἀντὶ τοῦ χωρίς. Ἀμφορεαφόρους. τοὺς μισθίους. τοὺς τὰ κεράμια φέροντας. Ἀμφούδης. κύριον ὄνομα. Ἀμφικτύονες. τὸ κτῖσαι ἐπὶ τοῦ οἰκίσαι ἔλαβον οἱ παλαιοί. ὡς Ὅμηρος· —εὐκτίμενον πτολίεθρον— ἔστιν οὖν οἰκίζω, οἰκίσω, οἰκίων καὶ οἰκτίων, καὶ πλεονασμῷ τοῦ τ καὶ τῆς ἀμφὶ ἀμφικτίων, καὶ τροπτῇ τοῦ ι εἰς υ ἀμφικτύων. ἔστι δὲ συνέδριόν τι ἑλληνικὸν συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθη δὲ ἀπὸ Ἀμφικτύονος τοῦ Δευκαλίωνος, ὅτι αὐτὸς συνήγαγε τὰ ἔθνη βασιλεύων. ταῦτα δὲ εἰσὶ ιβ, Ἴωνες, Δωριεῖς, Πεῤῥαιβοὶ καὶ λοιποί. Ἀμφιτάπητες. τὰ ἐπεύχια, τὰ ἀπὸ τῶν δύο μερῶν μεμαλλωμένα. τάπητες δὲ τὰ ἀπὸ τοῦ ἑνὸς μέρους ἔχοντα μαλλούς. Ἀμφίπολος. ὁ δοῦλος. τὰ παρὰ τὸ πολῶ καὶ χέω μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον. οἷον· οἰνοπόλος, ὀνειροπόλος, οἰνοχόος. τὰ δὲ μετὰ προθέσεως προπαροξύνεται. οἷον· ἀμφίπολος, πρόπυλος. ἔστι δὲ καὶ ἐπὶ θηλυκοῦ. Ἀμφορεύς. ὁ ἀσκὸς, ἢ τὸ δίωτον σταμνίον, τὸ ἑκατέρωθεν αἰρόμενον. ἀμφερεὺς καὶ ἀμφορεύς. Ἀμφορίσκος. ὁ λῶρος. σημαίνει δὲ καὶ ἀγγεῖον. Ἀμφίδρυφοι. ἐξεσμένοι ἀμφοτέρωθεν. Ἄμφω μὲν ἤστην. ἀντὶ τοῦ, ἀμφότεροι μὲν ὑπῆρχον. Ἀμφοῖν. τοῖς δυσὶν ἢ τῶν δύο. Ἀμφιπέρι. περὶ αὐτούς. Ἀμφʼ ὤμοισι. περὶ τῶν ὤμων. Ἀμφόνον. ἀναφόνον. τὸ τοιοῦτον σχῆμα εἴδους ἐστὶ συγκοπή. Ἄμωμος. ὁ καθαρὸς καὶ ἀναίτιος. τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον. Ἀμμωνιανός· Ἀμίδαος· Ἀμωντιανός. ὀνόματα κύρια. Ἀμμώνιος. φιλόσοφος Ἀλεξανδρεὺς, ὁ ἐπικληθεὶς Σάκκας. οὗτος ἀπὸ χριστιανῶν γέγονεν ἕλλην, ὡς φησὶ Πορφύριος. Θηλυκόν.Ἀμπαλίνωρος. ὁ τὴν αὐτὴν ὁδὸν ἀναστρέφων. οἴκαδʼ, ὦ παῖ, ἄπιθι ἀμπαλίνωρος. Ἀμπελεών. ἡ ἀμπελόφυτος γῆ. λιτός θʼ ὁ σχεδὸν ἀμπελεών. Ἀμπέλειος. βότρυς ὁ τῆς ἀμπέλου. Ἀμπέλιος δὲ κύριον, ι. Ἄμβρων. ἡ τῆς πέτρας ὀφρύς. εὗρον τοῦτο καὶ ἄμβη. Ἄμμορος. ὁ κακοθάνατος. λέγεται δὲ ὁ δύσμορος. Ἀμολγῷ. μεσονυκτίῳ ἢ σκότει, ἐν ᾧ τις παύεται τοῦ μολεῖν ἢ τοῦ πονεῖν. Ὅμηρος· ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ. Ἀμαθία. ἀντὶ τοῦ ἀναισθησία. οὕτως Πλάτων. Ἁμαξεία. ὁ τῶν ἁμαξῶν φόρτος. Ἁμαρτάδας. ἀπὸ τῆς ἁμαρτὰς εὐθείας. Ἁμαρτία. ἡ τοῦ καλοῦ ἐκτροπὴ, εἴτε τοῦ κατὰ φύσιν, εἴτε τοῦ κατὰ νόμον. καὶ ἡ τοῦ καλῶς ἔχοντος ἐκτροπὴ, καὶ ἡ κατὰ σκοπὸν καὶ κατὰ γνώμην ἔκπτωσις, καὶ ἡ τῆς προσηκούσης κράσεως ἀπόπτωσις. ἔστι δὲ καὶ πρᾶξις παρὰ τὸν προσήκοντα λόγον πραττομένη. ἁμαρτία μοναχοῦ, ἡ πρὸς τὴν ἀπηγορευμένην ἡδονὴν τοῦ λογισμοῦ συγκατάθεσις. Ἁμαρτία γνωστικοῦ. γνῶσις ψευδὴς, αὐτῶν τῶν πραγμάτων τῆς θεωρίας τεχθεῖσα τινὸς, ἢ ἐκ τοῦ μὴ δʼ αὐτῷ καλῶς βασανίζεσθαι τὸ πρόβλημα. Ἁμαρτία. κυρίως ἡ ἀποτυχία. παρὰ τὸ μάρπτω, ἁμαρπτία, καὶ ἐλλείψει τοῦ π ἁμαρτία. ἔνθεν καὶ μάρτυς ὁ μάρψας καὶ εἰδὼς τὸ ἀληθές. ἢ ἁμαρτία παρὰ τὸ ἀρτῶ τὸ ἁρμόζω, πόῤῥω οὖσα τοῦ συνηρμόσθαι ὃ βούλεται, τῆς ἀπὸ προθέσεως τὸ ἄποθεν δηλούσης. Ἀμάρα. ὀχετὸς, ἢ ὑδροῤῥόα. παρὰ τὸ ἅμα ῥεῖν τὸ ὕδωρ. ἢ ὅτι τὰ φυόμενα πλησίον οὐκ ἐᾷ μαραίνεσθαι. ἢ διὰ τὸ παρὰ τὰς αἱμασιὰς ῥεῖν. Ἅμαξα. παρὰ τὸ ἄγω, ἄμαξα. ἔστι δὲ καὶ Ἄμαξα χωρίον Βιθυνίας. ὁ χωρίτης Ἀμαξίτης. Ἀμάσεια. πόλις Ποντικὴ, ἀφʼ ἧς Στράβων. ὁ πολίτης Ἀμασεύς. κατὰ δὲ Πίτωνα Ἀμασεώτης. πειστέον ἄρα Στράβωνι, ὡς πολίτῃ. Ἄμαστρις. ἡ πρότερον Κρῶμα. Κρῶμάν τʼ αἰγιαλόν τε— ἀπὸ γυναικὸς Περσίδος Ἀμάστριδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου. τὸ ἐθνικὸν Ἀμαστριανός. ὡς Φάσις, Φασιανός. τὰ γὰρ τοιαῦτα ἢ ἀπὸ τῶν εἰς ος εὐθειῶν, ὡς Βάκτριος, Βακτριανός. ἢ ἀπὸ τῶν εἰς ος γενικῶν, ὡς τοῦτο. ἢ ἀπὸ τῶν διὰ τοῦ ια θηλυκῶν, ὡς Ὀλβία, Ὀλβιανὸς, Ἀσία, Ἀσιανός. Ἀμαστριανή. ἡ γυνή. Ἁματροχία. τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπεσθαι· οἷον ὁμοδρομία τὶς οὖσα. τροχοὺς γὰρ τοὺς δρόμους ἔλεγον. ὀξύνεται δὲ ὡς φυλαλία. Ἀμαξοτροχία. ὁ τόπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ. Ἀμαξιτός. ἡ δημοσία ὁδός. Ἄμαθος. ἡ μεσόγειος ἄμμος, ἀπὸ τοῦ ψάμαθος ἀποβολῇ τοῦ ψ. ἢ ἄμυθος τὶς οὖσα τίς ἐστιν ἀνεπίγνωστος, ἣν οὐκ ἔστιν ἀριθμῆσαι. ψάμμος δὲ λέγεται ἡ περὶ τὴν θάλασσαν. Ἀμαξίς. εἶδος πλακοῦντος. ἢ κοπτὴν φαμέν. Ἀμαρυγή. ἡ λαμπηδών. Ἀμαρυλλίς. ἡ πορνεία. Ἀμάλλα. ἡ δέσμη τῶν ἀσταχύων. Ἀμάμυξις. ἡ ἀναδενδρὰς ἡ συνδεδεμένη, παρὰ τῆς ἀμύξεως. συνδεσμοῦνται γὰρ αἱ ἀναδενδράδες. ἄμυξις καὶ πλεονασμῷ καὶ τροπῇ ἀμάμυξις. Ἀμβολία. ἡ ὑπέρθεσις. Ἀμβροσία. θεῖα, ἤτοι θαυμασία, ἢ ἀθανασία. Ἄμβασις. ἡ ἀνάβασις. Ἀμβροσία. τροφὴ θεία, ἧς οἱ βροτοὶ οὐ μετέχουσι, ἢ ἧς οὐχ οἷόν τε βροτοῖς ἅψασθαι. Ἀμβολάς. ἡ ὑπὸ τοῦ ὀρύγματος ὑψωθεῖσα γῆ. Ἀμάλθεια. ἡ τροφὸς τοῦ Διός. εἶναι γὰρ αὐτὴν φασὶν ἀμαλακιστίαν, ὅθεν καὶ πεπλᾶσθαι τὸ ὄνομα, παρὰ τὸ μὴ μαλάττεσθαι. διὰ τοῦτο καὶ τὸν Ἡρακλέα καρτερικώτατον γενόμενον ἔχειν αὐτῆς τὸ κέρας ἐμυθολόγησαν. Ἄμβη. ἡ τῆς πέτρας ὀφρύς. Ἅμη. ἡ δρεπάνη. Ἀμηχανία. ἀπορία. Ἀμαιμακέτην. φοβεράν. παρὰ τὸ μαιμάων, μαιμάκετον, ἐξ οὗ τὸ θηλυκὸν ἀμαιμακέτην. ἢ παρὰ τὸ τὴν μάχην, ἀμαιμάχετος καὶ ἀμαιμάκετος. Ἄμισος. πόλις. ὁ πολίτης Ἀμισηνός. Ἅμιλλα. ὁ ἀγὼν, ἢ ἔρις καὶ δρόμος ἀγωνιστικός. Ἀμίς. τὸ οὐροδόχον ἀγγεῖον. παρὰ τὸ ὀμιχῶ, τὸ οὐρῶ. ἢ παρὰ τὸ ἄμη, ἀμὶς, ὡς σκάφη, σκαφίς. Ἀμνηστεία. ἡ ἀγαμία. Ἀμνηστία δὲ, ἡ λήθη. Ἀμοργία καὶ ἀμόργη καὶ ἀμοργίας. ἡ λινοκαλάμη, ἢ ἡ τοῦ ἐλαίου ὑποστάθμη, ἢ ἡ τρυγία. Ἀμόργεια. χρώματος βυσσίνου εἶδος. ἀπὸ νήσου Ἀμοργοῦντος, ὡς θήρεια ἀπὸ Θήρας νήσου. καὶ ἀμοργίνα. Ἀμοιβή. ἡ ἀντικαταλλαγὴ, ἀνταπόδοσις. Ἄμπωτις. ξηρασία. καὶ ἀνάπωσις. ὅπου ἀναδίδωσι τὸ ὕδωρ, καὶ πάλιν ἐπανέρχεται. τοῦτο δὲ γίνεται κατὰ Βρεττανίαν καὶ τὴν ἐπὶ τὰ Γάδειρα ἑσπερινὴν θάλασσαν, καὶ εἰς τὴν ἔρημον εὔριππον. ἐκ τοῦ πῶμι, πώσω, πῶσις, ἀνάπωσις, καὶ ἄμπωσις κατὰ συγκοπὴν, καὶ τροπῇ ἄμπωτις. Ἀμπνοάς. ἀντὶ τοῦ ἀναπνοάς. Ἄμπυξ. γυναικεῖον ἀνάδεσμα, ἢ τὸ κεφαλοδέσμιον. παρὰ τὸ ἀμφέχειν ἄμφυξ καὶ ἄμπυξ. ἢ παρὰ τὸ πυκάζειν καὶ ἀνέχειν τὰς τρίχας. Ἄμπελος. ἀνάπηλός τις ἐστὶν, ἡ μὴ ἔχουσα ἐν αὐτῇ τὸν πηλὸν ἤγουν τὸν οἶνον. ἢ παρὰ τὸ πάλλειν καὶ σείειν ἡμᾶς, πίνοντας αὐτόν. Ἀμυγδαλή. τὸ δένδρον. ἀμυγδάλη δὲ, ὁ καρπός. καὶ δειλαὶ δάκνεσθαι ἀμυγδαλαί. παρὰ τὸ ἐν τῷ κελύφει τὸ μετὰ τῶν ἔξω χλωρὸν πολλὰς ἀμυχὰς ἔχειν. Ἀμύκλαι. πόλις Λακωνική. ἔστι δὲ καὶ κόσμιόν τι, ὅπερ ἐν ποσὶν ἔχειν Ἐμπεδοκλῆς. εἶχε γὰρ χρυσοῦν στέμμα ἐπὶ τῆς κεφαλῆς, καὶ ἀμύκλας ἐν τοῖς ποσὶ χαλκᾶς καὶ στέμματα Δελφικὰ ἐν ταῖς χερσίν. Ἄμη. ἡ δρεπάνη. παρὰ τὸ ἅμα καὶ ὑφʼ ἓν πολλὰ ἕλκειν. Ἀμπεχόνη. ἱμάτιον, παλλίον. καὶ γὰρ ἦν αὐτῇ ἱμάτια καὶ περιζώνια καὶ ἀμπεχόνια δύο. ἰστέον, ὅτι ἡ ἀμφὶ πρόθεσις λέγεται καὶ ἀμπὶ παρὰ τοῖς Αἰολεῦσιν, οἷον· ἀμπεχόνη, ἀμπίσχουσα, ἐκ τοῦ ἔχω ἴσχω. Ἄμυνα. ἡ ἐπὶ ἀμοιβῆς καὶ ἐπὶ εἰσπράξεως δίκη. Ἀμυχή. ἡ μὴ εἰς βάθος πληγή. ἐπιπόλαιον ἕλκος, ἤτοι μετρία τομὴ, ὁρωμένη ἐπὶ τοῦ δέρματος. παρὰ τὸν μυχὸν, μυχὴ καὶ ἀμυχή. ἢ παρὰ τὸ ἀμύσσειν, ὅπερ ἐκ τοῦ αἱμάσσειν γίνεται. Ἀμετρία. ὑπερβολή. Ἀμφασία. ἀφωνία. Ἀμφίβασις. ὑπερμάχησις. κυρίως ἡ περὶ τοῦ νεκροῦ μάχη. Ἀμφιδέας. ἁλύσεις. παρʼ Ἡροδότῳ. οἱ δὲ ψέλια ἢ περισκελίδας. Ἀμφιδήριτον. ἰσοστάσιον, ἀμφίδοξον. συνέβη γενέσθαι τὴν μάχην ἀμφιδήριτον. Ἀμφιετηρίς. ἡ κατʼ ἔτος γινομένη ἑορτὴ καὶ θυσία. Ἀμφίθετον φιάλην. κατὰ πᾶν μέρος αὐτῆς τιθεμένης, ἀπύθμενον. οὐ τὸ παρʼ ἡμῶν ποτήριον, ἀλλὰ γένος λέβητος ἐκ παντὸς μέρους δυνάμενον ἕδραν ἔχειν. Ἀμφιλύκη. σκοτεινὴ νύξ. ἢ λυκόφωτον. λυγαῖον γὰρ τὸ σκοτεινόν. παρὰ τὸ λύειν τὴν αὐγὴν καὶ μὴ ἐᾷν στῆναι αὐτήν. ἐξ αὐτοῦ γίνεται λύγη, καὶ τροπῇ τοῦ γ εἰς κ λύκη, καὶ ἀμφιλύκη. οὕτως Ὠρίων. Ἄμφοδος. ἡ ῥύμη. Ἀμφιορκία. ἐπειδὰν ὅ, τε διώκων καὶ ὁ φεύγων ὀμνύωσι, κλοπῆς ἔγκλημά τισιν ἐπιφέροντες. Ἀμφιπλήξ. ἡ ἀμφοτέρωθεν ἐλασία. Ἀμφίπρυμνες. εἶδος πλοίων. ἔμπαλιν διελθεῖν παρεσκεύασε τὸν Ἴστρον ἐν ταῖς ἀμφιπρύμναις τῶν νεῶν. Ἀμφίπολις. ἡ δούλη. Ἀμφιῤῥύτη. κύκλῳ περιῤῥεομένη. Ἄμφισα. πόλις τῆς Λοκρίδος. ὠνομάσθη δὲ Ἄμφισα διὰ περιέχεσθαι τὸν τόπον ὄρεσιν. Ἀμφισβήτησις. οἱ ἔξω φασίν· ἡ ἀμφισβήτησις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέσθω, ἡ δὲ βάσανος τὸ δέον ὁριζέσθω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμμένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ πάλιν φιλία χορευέτω· καὶ οὐ δεῖ ἀπερισκέπτως ποιεῖσθαι τὰς κρίσεις. Ἀμφίσβαινα. ζῶον. Ἀμφιστεφέες. πάντοθεν πλήρεις, περιπεπλεγμέναι ἀλλήλαις. Ἀμφίστομος. αὕτη ἡ φάλαγξ καλεῖται, ἡ τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις ἀνδρῶν ἀπεστραμμένους ἀπὸ σφῶν ἔχουσα, ὡς ἀντινώτους εἶναι. Ἀμφιτρίτη. ἡ θάλασσα. ἢ γὰρ παρὰ τὸ ῥεῖν ἔστιν, ἡ περιῤῥεομένη, ἢ παρὰ τὸ τρεῖν· φόβον γὰρ ἐμποιεῖ. καὶ ὤφειλε δίφθογγον εἶναι ἐκ τῆς ἐτυμολογίας. ἀλλὰ τὰ εἰς τ λήγοντα θηλυκὰ βαρύτονα ὑπὲρ μίαν συλλαβὴν ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι. οἷον, ἐρέτη, μελέτη, Ἀφροδίτη, Ἀμφιτρίτη. Ἀμφίφαλλον. ἀμφοτέρωθεν φαλλοὺς ἔχουσαν. φαλλοὶ δὲ, οἱ ἀσπιδίσκοι. ἀμφίφαλλον ἀσπίδα. Ἀμφῶες καὶ ἀμφωτίδες καὶ ἀμφωτίδων. τῶν δύο ὦτα ἐχουσῶν. καὶ παροιμία· μέχρι τῶν ἀμφωτίδων. ἐπὶ τῶν ἄγαν πεπληρωμένων, ἀντὶ τοῦ μέχρι τῶν ὤτων, αἵτινες ἦσαν χαλκᾶ τινὰ, καὶ περιετίθεσαν οἱ παλαισταὶ τοῖς ὠσίν. ἀμφῶες δὲ παρὰ τὸ οὖας, ἐλλείψει τοῦ υ ὄας, ὡς οὖδας, οὖδος. ὡς γένος, εὐγενὴς, οὕτως ἄμφω, ἀμφῶες. Ἀμοιβαίας. ἀνταλλαττομένας. Ἀμηχανίαν. ἀπορίαν, ἀδυναμίαν. Ἀμελέτητος. ἀθέλητος, ἀζήτητος, ἄπρακτος. τοῦ ἁγίου Μαξίμου. φησὶ γάρ· ἀμελέτητος πᾶσα καθέστηκε μέθοδος, τοῦ, διʼ ὃ πέφυκεν, ἐξανυσθέντος. ἢ ἀνυσθῆναι δόξαντος. Οὐδέτερον.Ἅμματα. δέσματα, σχοινία. λέγεται δὲ καὶ ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους, ἀπὸ τῶν ἐν Ἀκασίῳ Πηλουσιωτῶν, οἳ φυσικῇ τέχνῃ ἅμματα ἔπλεκον, δοκοὺς ἐπὶ δοκοῖς συνάπτοντες. Ἄμαχον. τὸ δυσκαταμάχητον. Πίνδαρος· ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος. Ἄμανον. ὄρος πρὸς τῇ Κιλικίᾳ. ἐκλήθη δὲ Ἄμανον ἀπὸ τοιαύτης ἱστορίας. Ὀρέστης ἀπὸ Ταύρων σὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίσας, ἐν τῷ τοιούτῳ ὄρει τῆς μανίας λύσιν εὗρεν. Ἀμαράντινον. ἀειθαλές. Ἀμαυρόν. τὸ σκοτεινόν. Ἀμάρυγμα. λαμπηδών. καὶ ἀμαρυγαὶ, αἱ τῶν ὀφθαλμῶν ἐκλάμψεις. σημαίνει καὶ τὰς τοῦ προσώπου ῥυτίδας, αἵτινες εἴρηνται διὰ τὸ ἀμαυρὸν ἀλαμπεῖς εἶναι καὶ ἀμυδραί· ἢ παρὰ τὸ ἀμάραις ἐοικέναι. ὡς γὰρ ἐκεῖναι τὸ ὕδωρ, οὕτω καὶ αὗται τὸν ἱδρῶτα μετάγουσι παρʼ ἑκάτερα μέρη τῆς κεφαλῆς. αἱ δὲ ἐκλάμψεις εἴρηνται παρὰ τὸ μαίρω, τὸ λάμπω, ἐξ οὗ καὶ τὸ μαρμαίρω καὶ μαρμαρυγὴ καὶ μάρμαρον. ἀφʼ οὗ κύριον ὄνομα. ἐκ τοῦ μαρῶ μέλλοντος γίνεται μάρων, ἐξ οὗ μαρύσσω, καὶ πλεονασμῷ τοῦ α ἀμαρύσσω, καὶ ἀμάρυγμα, ἢ μαρυγμαὶ, ἀμαρυγμὴ καὶ ἀμάρυγμα. Ἀμβλίσιον. τὸ μάννα. Ἀμειδές. στυγνὸν, σκυθρωπὸν, ἀγέλαστον. Ἀμείλικτον. σκληρὸν, ἀπότομον, μὴ πραϋνόμενον. Ἄμεινον. κρεῖττον, βέλτιον, κάλλιον. Ἀμερβές. τὸ μεσονύκτιον. παρὰ τὸ τὴν ὄρφνην, καὶ ἐκλείψει τοῦ ν καὶ τροπῇ τοῦ φ εἰς β ἀμερβές. ὡς ἐν τῷ κύφος, κύβος, φερενίκη, βερενίκη. καὶ ἀμορβὸς καὶ ἀμορβὴς, ὅ ἐστιν ἀκόλουθος, ὁ ἅμα τινὶ ἀκολουθῶν. τροπῇ τοῦ μ εἰς β. καὶ Ἄμοργος νῆσος. Ἀμόριον. πόλις Ἰταλίας, ὡς Ῥήγιον. τὸ ἐθνικὸν Ἀμηρῖνος. Ἀμήστρατος. πόλις Σικελίας. ὁ πολίτης Ἀμηστρατίνος. Ἀμήρυτον. πολὺ, ἐκτεταμένον, ἀτέλεστον. Ἀμήχανον. ὑπὲρ λόγον, ἢ ἀνεπιχείρητον, ἢ ἀδύνατον. τοῖς δὲ Ῥωμαίοις ἀμήχανος ἡ χαρὰ παρέστη πρὸς τὸ πάθος. Ἀμιγές. καθαρὸν, ἄδολον. Ἀμίστυλον. τὸ μὴ κεκομμένον. Ἄμνιον. τὸ αἱμαδόχον ἀγγεῖον. παρὰ τὸ αἷμα αἵμνιον καὶ ἄμνιον. Ἀμόργιμον. ὅμοιον βύσσῳ, πολυτελές. Ἄμουσα. ἀτερπῆ, ἀηδῆ, ἀπαίδευτα. Ἄμοτον. ἀπλήρωτον, ἀκόρεστον. παρὰ τὸ μένω γίνεται μοτὸς καὶ ἄμοτος. οἷον· ἄμοτον μεμαῶτι μάχεσθαι. ἐπιτάσει τοῦ α. ἢ μότα λέγει τὰ πληρωτικὰ τῶν πληγῶν. καὶ ἄμοτον κατὰ ἀπόφασιν τὸ μὴ πεπληρωμένον. ἀπὸ μεταφορᾶς τῶν μὴ πεπληρωμένων τραυμάτων, τουτέστι τῶν μότων. ἢ ἀπὸ τοῦ μετρῶ, ἄμετρον καὶ ἄμοτον. Ἄμπαυμα. ἀνάπαυμα. καὶ κατὰ συγκοπὴν ἄμπαυμα. ἀμπνύνθη. ἀναπνύω, ἀναπνύσω, ἀνέπνυκα, ἀνέπνυμαι, ἄμπαυμα ἀνεπνύσθη. καὶ πλεονασμῷ τοῦ ν ἀμπνύνθη, ὡς τὸ ἀρτύνθη. Ἀμπλάκημα. ἁμάρτημα. ἐκ τοῦ πλέκω, πλακῶ, πλάκημα, καὶ ἀμπλάκημα. ἢ παρὰ τὸ ἀναπλέκεσθαι ἡμᾶς. Ἄμπρον. σχοινίον, ὅπερ διὰ τῶν ζυγῶν διατείνει. ἢ σχοινίον, μεθʼ οὗ εἰώθασιν ἕλκειν, ἤτοι παρακομίζειν μεγάλα φορτία. Ἀμυχρὸν καὶ ἀμυχνόν. τὸ καθαρὸν καὶ ἀμύσκαρον. Ἀμύθητον. ἄλεκτον, ἀνεκδιήγητον. Ἀμυντήριον. ξίφος, ἢ βάκλον, ἢ ῥάβδος, ἢ ἀξίνη, ἢ ἄλλό τι τῶν πληττόντων. Ἀμβλωθρίδιον. τὸ ἀμβλωθὲν βρέφος, τουτέστι τὸ ἄωρον, τὸ μὴ ἐννεαμήνως γεννηθέν. ἐκ τοῦ ἀμβλῶ, καὶ τοῦ θορῶ, τὸ πηδῶ. Ἀμφίγυια. τὰ ἑκατέρωθεν χωλά. Ὅμηρος ἐπὶ τῶν δοράτων λέγει· —ἔγχεσιν ἀμφιγυίοισιν. οἱονεὶ ἑκατέρωθεν γυιῶσαι δυνάμενα, ὅ ἐστι χωλῶσαι καὶ πλῆξαι διὰ τῆς ἐπιδορατίδος καὶ τοῦ σαυρωτῆρος. οἷον· γυιώσωμεν σφῶϊν. Ἀμφίβληστρον. τὸ δίκτυον. ἀπὸ τοῦ ἀμφοτέρωθεν βάλλειν. ἢ παρὰ τὸ βάλλω, βαλῶ, βλήσω, βλῆτρον, καὶ μετὰ τῆς ἀμφὶ, πλεονασμῷ τοῦ ς, ἀμφίβληστρον. Ἀμφιδεές. περιδεές. Ἀμφίδορον. τὸ πανταχόθεν περιέχον. καὶ σκῦτος ἀμφιδόρου στηκτὸν ἀχαϊνέω. τουτέστιν ἐλάφου δέρμα. Ἀμφίδρομον. ἑλικοειδές. ἰδέσθέ μʼ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης ἀμφίδρομον κυκλεῖται. ἑλικοειδὲς, ὃ βαπτίζει τὰς ναῦς. Ἀμφίθυμον. διπλοῦν, ἢ τὸ ἔχον κατάδυσιν σκεπτόν. Ἀμφιθέατρον. τόπος πανταχόθεν περισκοπούμενος. ὁ δὲ τῶν Φράγγων ἡγεμὼν εἰς ἀμφιθέατρόν τι ἀνήρχετο. Ἄμφηκες. ξίφος δίστομον, ἀμφοτέρωθεν ἠκονημένον, ἢ ἀπὸ τοῦ ἥκω, τὸ ἔρχομαι, ἥκης καὶ ἀμφήκης, καὶ τὸ οὐδέτερον ἄμφηκες. Ἀμφίκλαστον. τὸ πανταχόθεν κεκλασμένον. λείψανον ἀμφίκλαστον ἁλιπλανέος σκολο-πένδρης. Ἀμφήριστον. ἀμφίλογον, ἀμφίβολον. ἐκ τοῦ ἐρίζω γίνεται ἤρισμαι, ἤρισαι, ἤρισται, ἠριστὸν καὶ ἀμφήριστον. Ἀμφίκρημνον. ἑκατέρωθεν ἐπικίνδυνον. Ἀμφίβιον. τὸ δυνάμενον ἐν γῇ καὶ ὕδατι ζῇν. Ἄμφιον. τὸ ἔνδυμα. τὸ ἱμάτιον. Ἀμφηρεφές. ἑκατέρωθεν ἐστεγασμένον. Ἀμφίδεα. ψέλια, βραχιόνια. Ἀμφιλαφές. τὸ κατάσκιον. ἀμφιλαβὲς τὶ ὄν. τὸ ἑκατέρωθεν ληπτόν. τροπῇ τοῦ β εἰς φ. ἢ παρὰ τὸ τὴν ἁφήν. Ἀμφίσβατα. τὰ ἀμφισβητήσιμα. οὕτως Ἑλλάνικος. Ἀμφὶ τὸ λυκόφως. περὶ τὴν αὐγήν. Ἀμφίχυτον. περικεχωσμένον. Ἀμφόδοντα ζῶα. οἷον ἄνθρωπος, ἵππος, ὄνος καὶ ὅσα οὐκ ἐνηλλαγμένους τοὺς ὀδόντας ἔχει· οἷς συμβέβηκε πιμελὴν, ἀλλʼ οὐ στέαρ ἔχειν. Ἀμφορείδιον. ὁ μικρὸς ἀσκός. Ἀμφοτερόπλουν. ὅταν τις ναυτικὸν δανείσῃ δάνειον, ἐπὶ τῶν ἐνθένδε πνεῦσαι, ποιῶν κἀκεῖθεν ἐνθάδε, τοῦτο ἀμφοτερόπλουν καλεῖται. οὕτως Δημοσθένης. Ἀμφικύπελλον. ποτήριον. παρὰ τὸ κύφον, κύφελον, καὶ κύπελον, καὶ μετὰ τῆς ἀμφὶ, ἀμφικύπελλον, πλεονασμῷ ἑτέρου λ, τὸ ἐκ περιφερείας κύφον. ὅθεν καὶ τὰ πρὸς ἡμᾶς κάτω νεύοντα νέφη κύφελα λέγονται. ἢ παρὰ τὸ χέω, χύπελλον, ὅπου ὁ πηλὸς ἤγουν ὁ οἶνος χεῖται. Ἀμώριον. πόλις τῆς μεγάλης Φρυγίας. ὁ πολίτης Ἀμωριαεύς. ὡς Κοτυαεύς· Δορυλαεύς. Ἄμπρον. τὸ σχοινίον τὸ ἕλκον τοὺς βόας. Ἀμφίξουν. τὸ καλῶς ξέον. —ἀμφίξουν τὲ σκέπαρνον. Ἀμέθεκτον. τὸ ἀκοινώνητον, τὸ ἀμέτοχον. Ἁμαλεῖον. ὁ δεσμὸς τῶν ἀσταχύων. Ἀμαυρόν. τὸ ἅμα ταῖς αὔραις φερόμενον. Ὅμηρος· —προσέφη εἴδωλον ἀμαυρόν. Ῥῆμα.Ἀμαλδύνω. κυρίως τὸ διὰ πυρὸς ἀφανίσαι. ἀπὸ τοῦ μαίρω, τὸ λάμπω. ὁ μέλλων μαρῶ, ἀφʼ οὗ τὸ μαραίνω, καὶ στερήσει τοῦ α ἀμαρῶ, καὶ τροπῇ τοῦ ρ εἰς λ ἀμαλῶ καὶ κατὰ παραγωγὴν ἀμαλύνω, καὶ πλεονασμῷ τοῦ δ ἀμαλδύνω. ἢ τὸ ἁπλῶς ἀφανίσαι, ἢ τὸ ὁμαλίσαι. παρὰ τὸ τὴν ἄμμον. οἷον ἄμμος, ἀμμῶ, ὡς δοῦλος, δουλῶ. οὕτως Ὠρίων. Ἀμᾷν. τὸ θερίζειν. καὶ ἀμῶ ὁμοίως. παρὰ τὸ ὁμοῦ ἐπισπᾷν, οἷον ἀμασπᾷν. Ἀμαθαίνει. ἄγνωστός ἐστι. Ἀμαρύζω· καὶ ἀμαρύσσω. τὸ λάμπω. Ἀμαθύνειν. τὸ ἀφανίζειν. καὶ κόνιν ποιεῖν. Ἀμβλύνω. τὸ ἐκκλύω. ὁ δὲ ἐπὶ πολὺ διῆγε τὸν πόλεμον ἀμβλύνων τὴν τοῦ πολέμου ὀξύτητα. Ἀμβλυώττειν. τὸ τυφλώττειν. παρὰ τὸ ἀμβλὰ ἔχειν τὰ ὄσσε ἤτοι τοὺς ὀφθαλμούς. Ἀμβλώσκειν καὶ ἀμβλῶσαι. τὸ ἀτελῶς γεννῆσαι, ἢ τὸ εὐτελὲς βρέφος ἀποβαλεῖν. καὶ τὰ πρὸς τοῦτο φάρμακα ἀμβλωθρίδια καλοῦσιν οἱ ἰατροί. ἀπὸ μεταφορᾶς τῶν ἀμπέλων. ὁπόταν γὰρ αὗται τοὺς λεγομένους ὀφθαλμοὺς ἀποκαθεῖεν, λέγομεν αὐτὰς ἀμβλυώττειν. Ἀμβλίσκουσι καὶ ἀμβλώσκουσι. ἀντὶ τοῦ ἀποβάλλουσι. Ἀμενήνωσεν. ἀσθενῆ ἐποίησεν. Ἀμείβεσθαι. ἀποκρίνεσθαι. Ἀμειψόμεθα. ἀνταποδώσομεν. Ἀμείβω. τὸ διαβιβάζω. Ἀμείβοντα. ἀλλάσσοντα. Ἀμείψωμεν. ἀντὶ τοῦ καταλλάξωμεν. Ἀμειψιρυσμεῖν. μεταμορφοῦσθαι. Ἀμέλγει. ἐπισπᾶται τὸ γάλα. παρὰ τὸ ἅμα ἕλκειν. Ἀμέρδω. τὸ στερίσκω. —ὄσσε δʼ ἄμερδεν αὐγὴ χαλκείη—. Ἀμπαύσας. ἀναπαύσας. ὁ δὲ ἀμπαύσας αὐτοὺς, ὅσον τὴν πρώτην φυλακὴν τῆς νυκτὸς προελθεῖν——. Ἀμπίσχω. τὸ ἐνδύομαι. καὶ ἠμπισχημένος, καὶ ἀμπέχω, καὶ ἀμπέχομαι, ἠμπίσχετο. ἠμπειχόμην δὲ καὶ ἠμπείχετο, δίφθογγα. Ἀμοιρῆσαι. ἀποτυχεῖν. Ἀμήσαντες. θερίσαντες. Ἀμώντων. θεριζόντων. Ἁμορμεύεσκε. συνοδοιπόρει. σὺν δʼ ἡμῖν ὁ πελαργὸς ἁμορμεύεσκεν. ἀπὸ τοῦ ἀμορμεύειν, καὶ ὁρμᾷν καὶ πορεύεσθαι. ἀμορμεύειν δὲ ἀπὸ τοῦ ἅμα ὁρμᾷν. Ἀμπρεύοντες. παρακομίζοντες. ἄμπρον γὰρ τὸ σχοινίον τὸ ἕλκον τοὺς βοῦς. Ἀμπρεύων. ὁ μὲν Καλλίμαχος κυρίως ἐπὶ τοῦ ἕλκειν ἔλαβε τὴν λέξιν· ὁ δὲ Λυκόφρων ἐπὶ τοῦ κακοπαθεῖν. ἄλλοι δὲ φασὶν, ὅτι ἀμπρεύειν ἐστὶ κυρίως τὸ μετὰ ἁμάξης πορεύεσθαι. Ἀμύνεσθαι. Θουκυδίδης μὲν ἀντὶ τοῦ ἀμείβεσθαι· Σιμωνίδης δὲ ἀντὶ τοῦ χάριτας ἀποδοῦναι· Σοφοκλῆς δὲ ἀντὶ τοῦ ἀπαλεξῆσαι. ἐπὶ τῶν προηδικηκότων τάσσουσιν οἱ ῥήτορες τὸ ἀμύνεσθαι, ὅτε οἱ κακόν τι παθόντες ἀντιπράττουσι τοὺς προδιατιθέντας. Ἀμύνειν. τὸ βοηθεῖν. παρὰ Θουκυδίδῃ. Ἀμύνεσθαι. τὸ κολάζειν. Ἀμυνόμενοι. τοὺς κακόν τι πράξαντας ἀντιδιατιθέντες. οἱ δὲ Ῥωμαῖοι ἔθος εἶχον, μὴ ἄρχοντες φαίνεσθαι χειρῶν ἀδίκων, ἀλλʼ ἀεὶ δοκεῖν ἀμυνόμενοι. Ἀμύνω σοι. βοηθῶ σοι. Ἀμύνομαί σε δὲ, ἀντὶ τοῦ τιμωρῶ σε. Ἀμύνοντες. ἀνταποδιδόντες. Ἀμῦναι. ἀποσοβῆσαι ἢ βοηθῆσαι. Ἀμιθρῆσαι. μετρῆσαι, ἀριθμῆσαι. Ἀμπνύνθη. ἀνέπνευσεν. Ἀμπρεύουσιν. ἐπὶ τοῦ κακοπαθεῖν. ὁ Λυκόφρων, οἷον· ἄχλαινον ἀμπρεύουσι νηλύποι βίον. Ἀμπείραντες. τὸ διαπείραντες. πείρω γὰρ τὸ σουβλίζω καὶ κεντῶ. Ἀμπεπαλών. μετοχὴ ἀορίστου πρώτου. οἱ γὰρ Ἴωνες ἐν τοῖς ῥήμασιν καὶ ταῖς μετοχαῖς εἰώθασιν ἀναδιπλασιάζειν· λάχωσι, λελάχωσι, λάθῃ, λελάθῃ ... δʼ ὀδυνάων. Ἀμύσσω. ξέω, σπαράσσω. Ἀμύξεις. λυπήσεις. ἀμύσσω, ἀμύξω. τὸ δὲ ἀμύσσω παρὰ τὸ μύω ἐπίῤῥημα γίνεται μύξω καὶ ἀμύξω. τὸ λίαν οἰμώζειν. τὸ δὲ ξ τρέπεται εἰς δύο σσ αἰολικῶς, καὶ γίνεται ἀμύσσω. ἢ ἀπὸ τοῦ μύξειν, ἐκθλίβειν τὴν ψυχήν. Ἀμφιαχυῖα. ὀδυρομένη. περὶ τῶν τέκνων ἀμφιαχυῖα. Ἀμφαγνοεῖ. ἀμφιβάλλει. Ἀμφιέσαο. περιβάλλου. Ἀμφεπονεῖτο. ἔσπευδεν, ἠγωνίζετο, ἐνήργει. πονῶ γὰρ τὸ ἐνεργῶ. Ἀμφιέννυται. ἐνδύεται. παρὰ τὸ ἴω τὸ ἐνδέδυμαι. παρὰ τὸ ἕω τὸ ἐνδέδυμαι. πλεονασμῷ τοῦ ν ἔνω, ἐνύω, εἴνυτο. καὶ ἐπεὶ ἔθος ἔχουσιν οἱ Αἰολεῖς πρὸς τὸ ἐπιφερόμενον σύμφωνον τρέπειν, οἷον φθείρω, φθερῶ, τὸν αὐτὸν τρόπον τρέπουσι τὸ ι εἰς τὸ ν, καὶ γίνεται ἐννύων, καὶ ἀμφιεννύων· καὶ ἐξ αὐτοῦ παράγωγον ἀμφιέννυμι, καὶ τὸ παθητικὸν ἀμφιέννυμαι, ἀμφιέννυται. Ἀμφίσκουσιν. ἐνδύουσιν. Ἀμφισβητεῖν. ἀμφιβάλλειν. Ἀμφισβητῶ καὶ σοὶ καὶ σοῦ. Ἀμφισβητεῖν καὶ παρακαταβάλλειν. ὅταν τελευτήσας τὶς ἄπαις εἶναι δοκεῖ, φάσκει δέ τις ἑαυτὸν ἐκείνου υἱὸν, οὗτος ἀμφισβητεῖν τοῦ κλήρου λέγεται. εἰ δὲ παῖδα μὲν τοῦ θανόντος ἑαυτὸν μὴ εἰσάγει, λέγει δὲ ἄλλως κατὰ γένος ἑαυτῷ προσήκειν τὸν κλῆρον, παρακαταβάλλειν αὐτὸν οἱ νόμοι κελεύουσι. πλὴν ἀμφότερα ἐπʼ ἀντιλογίας τάσσεται. Ἀμφισβητοῦντες. ἀμφιλογοῦντες. ἀπὸ τοῦ ἀμφὶς καὶ τοῦ βάζειν. πολλάκις δὲ πλεονάζει τὸ β. ὡς ἐν τῷ· ἄδηρον, ἄβδηρον· καὶ σίδαι, σίβδαι. ἢ παρὰ τὸ ἀμφὶς ἐπίῤῥημα, τὸ κεχωρισμένως βαίνειν. τοιοῦτοι γὰρ οἱ διστάζοντες. Ἀμφίσταται. περιΐσταται. ἀμφίσταται διαπρύσιος ὄττοβος. Ἀμφέχανε. καταπέπωκε. —τοὺς δʼ ὁ μέλας ἀμφέχανε θάνατος. Ἀμφιανακτίζειν. τὸ προοιμιάζειν, διὰ τὸ οὕτω προοιμιάζεσθαι. Περίανδρος· ἀμφί μοι αὖτις ἄνακτα. Ἀμφέχυτο. τὸ παράγωγον χῦμι, χῦμαι, ἐχύμην, ἔχυσο, ἔχυτο, καὶ ἀμφέχυτο. Ἀμφιδέδῃε. περιειλεῖται, περιορίζει. ἢ καὶ ἀμφοτέρωθεν περιεκύκλωσεν. ἀπὸ τοῦ δέω μέσου παρακειμένου. Ἀμύσσω. ξέω, σπαράσσω. Ἀμφιειμένος. ἐνδεδυμένος. παρὰ τὸ ἕω τὸ ἐνδύομαι. ὁ μέλλων ἔσω, ὁ παρακείμενος εἶκα, ὁ παθητικὸς εἶμαι. εἰμένος ἡ μετοχὴ, οἷον —εἰμένος ὤμοιϊν νεφέλην— καὶ ἐν συνθέσει, ἀμφιειμένος. Ἀμφαφόωσα. ψηλαφῶσα. Ὅμηρος· —κοῖλον λόχον ἀμφαφόωσα. Ἀμφισβητῶ. τὸ ἐξετάζω. καὶ ἀμφισβητία. Ἐπίῤῥημα.Ἀμέλει. διὰ τοῦτο. βεβαιωτικῶς. Ἀμελητί. χωρὶς βραδυτῆτος καὶ ὑπερθέσεως. Ἀμεταστρεπτί. χωρὶς ἐπιστροφῆς. Ἀμελεϊστί. χωρὶς βραδυτῆτος. Ἀμερμηρεὶ καὶ ἀμερμαρεί. χωρὶς φροντίδος. Ἅμα. Δημοσθένης ἐπὶ τοῦ εὐθέως καὶ παραχρῆμα ἔταξε, παρὰ τὸ θαμὰ, καὶ ἀποβολῇ τοῦ θ ἅμα. τὸ γὰρ πυκνῶς γινόμενον κατὰ τὸν αὐτὸν ἀποτελεῖται χρόνον. τὸ δὲ θαμὰ, ἔστι θαμὸς, ἐξ οὗ τὸ θαμειὸς, ὡς ἀδελφὸς, ἀδελφειός. τὸ θηλυκὸν θαμειά. τὸ οὐδέτερον θαμά. ἡ εὐθεῖα τῶν πληθυντικῶν θαμὰ, καὶ τὸ ἐπίῤῥημα θαμά· οὐ γὰρ ἀπὸ τοῦ θαμὺς, θαμειὸς, ἀφʼ οὗ τὸ, θαμέες γὰρ ἄκοντες. Ἁμαρτῇ. ὁμοῦ, καὶ κατὰ τὸ αὐτό. καὶ ὁ μὲν Ἀρίσταρχος χωρὶς τοῦ ι λέγει γράφεσθαι αὐτὸ, ὅτι ἀπὸ τοῦ ἁμαρτάδην κατὰ ἀποκοπήν. ᾧτινι οὐ συνᾴδουσι τὰ τῆς παραδόσεως. ἡ γὰρ παράδοσις σὺν τῷ ι οἶδε γράφειν αὐτό. Ἡρωδιανὸς δέ φησι σύνθετον εἶναι, ἀπὸ τοῦ ἅμα καὶ τοῦ ἀρτῶ, καὶ γίνεται ἀπὸ ἀμφοτέρων ἐπίῤῥημα, ἁμαρτῆ καὶ ὁμαρτῆ. ἰστέον δὲ, ὅτι τὰ ἀπὸ δοτικῆς γινόμενα ἔχουσι τὸ ι. οἷον· ταύτῃ ἐπίῤῥημα. Ἀμενητί. χωρὶς τοῦ ἐπιμεῖναι. Ἀμετρί. χωρὶς μέτρου. καὶ παροιμία· ἀμετρὶ μάζαν ἔδοντες. Ἀμήν. πεπεισμένως, ἀληθῶς. ἢ ἀντὶ τοῦ γένοιτο. ἔστι τὸ ἀμὴν ἀντὶ τοῦ ναί. βεβαιωτικὸν γὰρ ἐστίν. Ἄμμιγα. ἀναμεμιγμένως. εἵνεκεν εὐμαθίης πινυτόφρονος, ἣν ὁ με-λιχρὸς ἤσκησεν Μουσῶν ἄμμιγα καὶ Χαρίτων. Ἀμισθί. χωρὶς μισθοῦ. Ἀμοιβαδόν. κατʼ ἐναλλαγήν. Ἀμοιβηδίς. ἐκ τοῦ ἀμείβω, ἀμοιβὴ καὶ ἀμοιβηδίς. Ἀμόθεν. ἀντὶ τοῦ πόθεν. Ἀμοχθεί. χωρὶς κόπου. Ἀμυδρῶς. σκοτεινῶς, λεπτῶς, ἀσαφῶς. Ἀμυστί. ἀντὶ τοῦ ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πίνειν. Ἄμυδις. ἀντὶ τοῦ ὁμοῦ. παρὰ τὸ ἅμα, τροπῇ τοῦ α εἰς υ. τὰ ἀπὸ δασέων μετασχηματιζόμενα ψιλοῦται, οἷον· ἡμέρα, ἦμαρ, ἡδονὴ, ἦδος, ὃ σημαίνει τὸ ὄφελος, ἅμα, ἄμυδις. Ἀμογητί. χωρὶς βίας ἢ κακοπαθείας. Ἀμβλήδην. μεγάλως βοῶσα. Ἀμβολάδην. ἀναβολικῶς. ἐκ τοῦ ἀναβάλλω, ἀναβολάδην. καὶ ἀμβολάδην. Ἀμυχί. ἐπιπολαίως. Ἀμφαδόν. φανερῶς. φαίνω, φανδὸν, καὶ ἀμφαδὸν, καὶ ἀμφαδίην. Ἀμφὶ περί. ἐξ ἑκατέρου μέρους. Ἀμφίς. ἀντὶ τοῦ χωρίς. τοῦτο οὐ συγκοπὴ, ἀλλὰ μετασχηματισμός. ἀπὸ γὰρ τοῦ Ἀμφιάραος, Ἄμφις. ὡς παρʼ Αἰσχύλῳ. ὥσπερ ἀστράγαλις ἄστρις, καὶ Ἰφιάνασσα Ἴφις, καὶ Θρασυκλῆς Θράσυλλος, καὶ Βαθυκλῆς Βάθυκλος. ὑποκοριστικά. ταῦτα μετασχηματισμοὶ καλοῦνται. ἀλλʼ οὐδὲ πάλιν δυνάμεθα ἀποκοπὴν, ἐπεὶ τὸ ς ἔχει τῆς τελευταίας συλλαβῆς. ὅπου γὰρ τῆς τελευταίας συλλαβῆς τηρηθῇ τὸ στοιχεῖον, οὐ λέγομεν ἀποκοπὴν, ὥστε μετασχηματισμός ἐστι. Ἀμφοτέρωθεν. ἐκ τῶν δύο μερῶν. τὰ εἰς θεν ἐπιῤῥήματα ἀπὸ ὀνομάτων γινόμενα διὰ τοῦ ο μικροῦ γράφεται, οἷον· κυκλόθεν, Ἰλιόθεν, πλὴν τοῦ ἀμφοτέρωθεν, ἑκατέρωθεν, ἑτέρωθεν. Ἀμωσγέπως. ὅθεν δήποτε. ἔστι δὲ ῥῆμα ἡ λέξις. ἔστιν οὖν ὄνομα ἀμὸς, ἰσοδυναμοῦν τῷ τὶς, δωρικῶς. ὡς φησὶν Ὅμηρος· —τῶν ἀμόθεν γε, θεά— ἀντὶ τοῦ ἀπὸ τινὸς μέρους. ὥσπερ παρὰ τὸ καλὸς γίνεται ἐπίῤῥημα καλῶς, οὕτω καὶ ἀπὸ τοῦ ἀμὸς γίνεται ἐπίῤῥημα ἀμῶς. καὶ ἐν συνθέσει ἀμωσγέπως. ἀπὸ δὲ τοῦ ἀμὸς γίνεται ἀμόθεν, ἐξ οὗ τὸ οὐδαμῶθεν ἐπίῤῥημα. καὶ ὥσπερ ἀπὸ τοῦ καλῶς γίνεται ἐπίῤῥημα καλὰ, οὕτως καὶ ἀπὸ τοῦ οὐδαμῶς, οὐδαμὰ, ἀπὸ τοῦ οὐδαμῶς. Ἀμέσως. μὴ διὰ μέσων τῶν τόπων, ἀλλʼ ἀθρόως κατὰ τὴν πρώτην ἐπιβολήν. Ἀματαρί. τὸ καλούμενον παρʼ Ἕλλησι τάφρος, παρὰ Ῥωμαίοις φοσάτον, τοῦτο παρʼ Ἑβραίοις ἀματαρί. Τὸ Α μετὰ τοῦ Ν. Ἀρσενικόν.Ἀναβαθμοί. αἱ ἀναβάσεις. λέγουσι δὲ τὴν ἀπὸ Βαβυλῶνος τοῦ λαοῦ ἐπάνοδον. Ἀναβολεύς. ὁ ἐπὶ τὸν ἵππον ἀνάγων. —ὁ δὲ βασιλεὺς τὸν ἀναβολέα καλεσάμενος, καὶ ταχέως ἀναβαίνων ἐπὶ τὸν ἵππον, ᾔτησε πιεῖν. —λέγεται καὶ ἡ σκάλα παρὰ Ῥωμαίοις. ὁ δὲ Μασσάλιος γηράσας, ἵππου χωρὶς ἀναβολέως ἐπέβαινεν. Ἀναγεῖς. διὰ μὲν τοῦ α τοὺς ἀνάγνους, διὰ δὲ τοῦ ε τοὺς ἐνόχους ἄγει καὶ μιάσματι. οὕτως Αἰσχίνης. Ἀνάγωγος. ὁ ὑβριστὴς, ἢ ὁ μὴ τυχὼν τῆς δεούσης ἀναγωγῆς. ἢ ὁ φιλήδονος καὶ ἐκλελυμένος. Ἀναδιπλασιασμός. ὅταν τὸ ἑξῆς τῆς λέξεως τὸ αὐτὸ σύμφωνον ἔχῃ, οἷον· τέτυφα. Ἄνα. ἀντὶ τοῦ ὦ βασιλεῦ. Ἀνάδοχον, οὐκ ἀναδοχέα λέγουσιν. Ἄνακτες. οἱ θεοὶ καὶ οἱ βασιλεῖς. ἄναξ δὲ εἴρηται ἀπὸ τοῦ ἄνω τάξιν ἔχειν. ἢ ὁ ἄνω ἀΐσσων. ἢ πρὸς ὃν πάντα ἀναφέρομεν. σημαίνει δὲ τὸν βασιλέα καὶ τὸν οἰκοδεσπότην. καὶ αὐτὸς ποιητής· αὐτὸς ἐγὼ οἴκοι ἄναξ ἔσομαι— σημαίνει δὲ καὶ τὸν φύλακα. Ἀνακυκλήϊον. τὸ ὀρθόν. Ἀνακοί. οἱ Διόσκουροι παρὰ Ἀττικοῖς. παρὰ τὸ ἀνάσσω, ἀνακός, ὡς φυλάσσω, φυλακός, μαλάσσω, μαλακός. ἢ ὅτι ἀνακῶς, ὅ ἐστι φιλανθρώπως, ἐχρήσαντο τοῖς Ἀθηναίοις. ἢ ὅτι τοὺς πλέοντας σώζουσιν ἀστέρες ὄντες, ἄνω καὶ ἑκὰς ἡμῶν ὄντες. καὶ τὸ ἄνω δὲ συνθέτως εἰώθασιν οἱ Ἀττικοὶ ἀνακῶς λέγειν. Ἀναλλοίωτος. ὁ ἄτρεπτος, ὁ μηδέπω ἀλλοιούμενος ἢ τρεπόμενος. Ἀνάλωτος. ὁ ἀπόρθητος. Ἀνὰ οὐλαμόν. κατὰ ἄθροισμα. ἢ ἀνὰ θόρυβον. Ἀνάρσιοι. ἐχθροί· ἄδικοι· ἀνάρμοστοι· ἀπὸ τοῦ ἀρῶ τὸ ἁρμόζω. ὁ μέλλων αἰολικῶς ἄρσω, ἐξ οὗ ἄρσιος καὶ ἀνάρσιος. ὁ μὴ συναιρόμενος μὴ δὲ συναντιλαμβανόμενος. Ἀναπόδραστος. ὁ μὴ δυνάμενος φυγεῖν. Ἀνάσιλλος. ὁ ἀναφαλαντίας, ὅ ἐστι φαλακρός. Ἀνάσιμος. ὁ ἄμορφος. Ἀνάστατος. κατεστραμμένος, ἢ ὁ πεπορθημένος. εἴρηται δὲ καὶ ἐπὶ πόλεων ἑαλωκυιῶν, καὶ οἴκων ἐξερημωθέντων. Ἀνατιναγμός. μετάστασις, μετακίνησις. Ἄναυδος. ὁ ἄφωνος. αὐδὴ γὰρ ἡ φωνή. Ἀνάπται. δημοεγέρται. Ἀνάπλεως. ἐκ τοῦ πλέως, ὁ πεπληρωμένος. καὶ μετὰ τοῦ στερητικοῦ α ἄπλεως ὁ ἐνδεής. καὶ μετὰ προσθήκης ἑτέρας στερήσεως καὶ πλεονασμῷ τοῦ ν ἀνάπλεως· ἥτις ἐν τοῖς τοιούτοις προστιθεμένη καὶ ἀναδιπλουμένη κατάφασιν, ἀλλʼ οὐ στέρησιν δηλοῖ. Ἀναφής. ἀψηλάφητος. Ἀναφορεύς. ὁ ἀνέχων καὶ ἀναβαστάζων. Ἀναφαλαντίαν, οὐκ ἀναφάλαντον λέγουσι. σημαίνει δὲ τὸν φαλακρόν. Ἀναφλασμός. τὰ ἀφροδίσια. καὶ ἀναφλᾷν τὸ μαλάττειν τὸ αἰδοῖον. Ἀναφλύστιος. δῆμος Ἀττικῆς τῆς Ἀντιοχίδος. Ἀνάχαρσις. ὁ Σκύθης. παρὰ τὴν ἀνὰ πρόθεσιν, καὶ τὴν χάρσιν, ὃ σημαίνει τὴν χάριν ἢ τὴν χαράν. Ἀνδραποδισμός. ἡ αἰχμαλωσία. Ἀνδραποδιστής. ὁ τοὺς ἐλευθέρους ἀεὶ καταδουλούμενος. Ἀνδροκάπηλος. μεταβολεὺς ἀνδραπόδων. Ἀνδραποδώδεις. δουλοπρεπεῖς, δουλογνώμονας. Ἀνδρεών. ὁ μέγας οἶκος παρʼ Ἡροδότῳ. Ἀνδρών. οἶος περιεκτικὸς ἀνδρῶν, ἔνθα εἰώθασιν οἱ ἄνδρες συναθροίζεσθαι. Ἀνδρεῖος ἀνήρ. ἄφοβος. ἁμαρτάνει οὖν ὁ λέγων τὴν ἀνδρείαν ἐγκράτειαν φόβων. Ἄνδριοι. ἐκ τῆς Ἄνδρου. Ἀνδροβόρων. ἀνθρωποφάγων. ἀνδροβόρων ὁμότεχνε κυνῶν αἴλουρε κα-κίστη, τῶν Ἀκταιονίδων ἐσσὶ μία σκυλάκων. Ἀνδρόδομος. ὁ τρίκλινος. Ἀνδροκόβαλος. ὁ κακοῦργος. Ἀνδροφόνος. οὕτως λέγεται, κᾂν γυναῖκα τὶς κτείνῃ. Ἀνδρείκελος. ὅμοιος ἀνδρί. ἀνδριΐκελος δὲ ι. Ἀνδριφόντης. ὁ φονεύων τοὺς ἄνδρας. Ἀνδρογύνων. ἀσθενῶν. γυναικῶν καρδίας ἐχόντων. Ἄνδρα. ἀντὶ τοῦ μνηστῆρα, ὡς τό· τὸν ἄνδρα Μαρίας. Ἀναίτιος. ὁ ἀγέννητος πατὴρ, ὁ θεὸς, ὡς μὴ ἔχων τινὰ τῆς ὑπάρξεως αἴτιον. Ἄνδραγχος. δήμιος, ὁ τοὺς ἄνδρας ἄγχων, ὃ ἐστὶ πνίγων. Ἀνδίκτης. εἶδος παγίδος. παρὰ τὸ δίκειν τὸ βάλλειν. ἔνθα καὶ δίσκος, ὁ ῥιπτούμενος. Ἀνδρόμεος. ἀπὸ τοῦ ἀνδρὸς ἀνδρόμεος. ὡς ἀπὸ τοῦ Διὸς δίημος, ὁ πατὴρ Ἡρακλέους. καὶ ἐν ἑτέρᾳ παραγωγῇ κτητικὸς, ἀνδρόμεος, πλεονασμῷ τοῦ ε. Ἄναιτος. ἀβλαβὴς, ἀναίτιος. Σοφοκλῆς· πόλις δέ σοι κακῶν ἄναιτος τῶνδʼ ἀπαλ-λαχθῇ χθονός. Ἀνέγρετον. ἀνυπόστροφον. Ἀνελεύθερος. ὁ μικρολόγος, ἢ ὁ ἐκτὸς τῆς ἀληθείας ποιῶν τί—ἀγενῆ καὶ ἀνελευθέραν ἐποιήσαντο τὴν ἀναχώρησιν. Ἀνέμβατος. δυσπειθὴς, δυσχερῶς δεχόμενος. Ἀνεμοκοῖται. οἱ κοιμίζοντες τοὺς ἀνέμους. γένος δὲ φασὶ τοιοῦτον ὑπάρχειν ἐν Κορίνθῳ. Ἄνεως. ὁ ἄφωνος. ἔστιν ἴα ἡ φωνή. καὶ πλεονασμῷ τοῦ ο ἰὸν, διὰ τὸ ἐπὶ πᾶσαν ἀκοὴν ἰέναι. ἐξ αὐτοῦ γίνεται ἴς, καὶ ἄνιος ὁ ἄφωνος, καὶ μεταθέσει τοῦ ι εἰς ε γίνεται ἄνεος. καὶ ἀττικῶς ἄνεως. ἢ ἀπὸ τοῦ αὔω, τοῦ σημαίνοντος τὸ φωνῶ, γίνεται ὄνομα ῥηματικὸν αὖος καὶ ἄναυος. ὡς αὐδῶ ἄναυδος. καὶ κατʼ ἀποβολὴν τοῦ υ ἄναος καὶ ἀττικῶς ἄνεως. ὡς ναὸς νεώς. Ἄνετος. παρὰ τὸ ἴημι, ἕτος καὶ ἄφετος καὶ ἄνετος. Ἀνέστιος. ὁ ἄοικος. ἑστία δὲ ἡ οἰκία. Ἀνεξέλεγκτος. ἀβασάνιστος, ἀδόκιμος. Ἀνείμονες. οἱ ἄνευ ἱματίων. Ἄνεμος. κίνησις ἀέρος, ἢ ἀναθυμίασις ξηρὰ, ἢ πλῆθος ξηρᾶς ἀναθυμιάσεως, ἢ ῥεῦμα ἀέρος, ταῖς τῶν τόπων ἐξαλλαγαῖς, ὅθεν ῥεῖ, τὰς ἐπωνυμίας ἀμείβων. Ἀνήλιπος. ὁ ἀνυπόδητος. Ἀνήλατος. ὁ μηδέπω δαμασθεὶς ὑπὸ ζυγίων, ἢ ἐλασθεὶς, ἢ ὁ ἀπειθής. ἐλαύνω, ἐλάσσω, ἤλακα, ἤλασμαι, ἤλασται, ἠλαστὸς καὶ ἀνήλατος, κατὰ ἀποβολὴν τοῦ ς. Ἀνήριθμος. ἐν οὐδενὶ ἀριθμῷ ταττόμενος, ἀλλὰ περιεῤῥιμένος. Ἀνηρίναστος. ὁ μὴ κρατῶν ἃ ἔχει, ἀλλʼ ἀποβάλλων. ἀπὸ τῶν συκῶν τῶν μὴ κρατουσῶν τὸν καρπὸν, διὰ τὸ μὴ ἐπιβληθῆναι αὐταῖς τοὺς ὀλύνθους τοὺς ἀπὸ τῶν ἐρινεῶν, ὅ ἐστιν ἀγρίων συκῶν. Ἀνειμένος. ἐστὶν ὁ ἀμελὴς καὶ ῥάθυμος. Ἀνήλιπτος λέγουσιν, οὐχὶ ἀνήλιφος, οὐδὲ ἀνάλιφος. Ἀνήρεις. ἀνάνδρους. ἐκ τοῦ ἀνύω τὸ πράττω. Ἀνήρ. ἀπὸ ἐτῶν λε ἕως ἐτῶν μϛ. Ἀνήνυτος. ὁ ἀπλήρωτος. Ἄνηβοι. οἱ ιβ ἐτῶν ὄντες, οἱ μήπω φθάσαντες τὴν νενομισμένην ἡλικίαν. Ἀννίβας. κύριον. Ἀνιγρός. φαῦλος, βλαβερὸς, λυπηρός. παρὰ τὸ ἀνία ἀνιαρὸς, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ γ ἀνιγρός. παρὰ δὲ τὸ ἀνία ἀνιαρὸς, τὸ ἀνιῶ ῥῆμα. Ἀνίψαλλον. ἀβλαβῆ. Ἀννίκερις. κύριον. ὃς Ἐπικούρειος ἐγένετο φιλόσοφος ὢν καὶ Κυρηναῖος. Ἀνιωχμόν. καταδίωξιν. παρὰ τὸ διώκω, διώξω, δεδίωγμαι, διωγμὸς, καὶ τροπῇ τοῦ γ εἰς χ διωχμός. ἐκ γὰρ τοῦ διώκω γίνεται διωκὴ καὶ κατʼ ἀποβολὴν τοῦ δ ἰωκή. Ἀννίτης καὶ Ἀννιάνος. ἀπὸ τοῦ Ἄννια ἢ ἀπὸ τοῦ Ἄννα, ἥτις ἐστὶ πόλις τῆς Ἰουδαίας. Ἀνθερεών. ὁ ἀπὸ τοῦ γενείου τόπος. διὰ τὸ θορεῖν τὸ πνεῦμα διʼ αὐτοῦ, ἢ ὅτι κατὰ τὴν ἔνθεσιν τῆς τροφῆς κινεῖται ἐν τῷ καταπίνειν· ἐνθερεὼν τὶς ὤν. οἱ δὲ παρὰ τὴν ἄνθησιν τῶν τριχῶν. ὅθεν κατηγοροῦσι τοῦ Εὐφορίωνος εἰπόντος· τέκνον μὴ σύ γε μητρὸς ὑπʼ ἀνθερεῶνος ἀμήσῃς. Ἀνθέρικες. αἱ προβολαὶ τῶν ἀσταχύων. καὶ ἀνθέρικος. παρὰ τὸ ἄνθος παράγωγον ἄνθερος καὶ ἀνθέρικος. Ἀνθοσμίας. οἶνος εὐώδης. ὁ ἀνθέων ὀσμὴν ἔχων. Ἄνθραξ. πῦρ γεῶδες μετὰ τὴν τῆς φλογὸς πάροδον τῇ παχυτέρᾳ καὶ γεωδεστέρᾳ ὕλῃ ἐναπομεῖναν· μετὰ γὰρ τὸ παρελθεῖν τὸ ἀνθηρὸν τῆς φλογὸς ἡ περὶ τὴν παχεῖαν ὕλην τοῦ πυρὸς ὁμιλία ἄνθρακες ὀνομάζονται. παρὰ τὸ θέρω, τὸ θερμαίνω, θέραξ, καὶ ἐν συγκοπῇ ἄνθραξ. Ἄνθρωπος. ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. τί ἐστι ζῶον; οὐσία ἔμψυχος αἰσθητική. τί ἐστιν οὐσία; ὕπαρξις αὐθυπόστατος. διὰ τί εἶπε ζῶον; διὰ τὰ ζωόφυτα. διὰ τί εἶπε λογικόν; διὰ τὰ ἄλογα. διὰ τί εἶπε θνητόν; διὰ τὰ ἀθάνατα. ἢ ἄνθρωπος ἐστὶ ζῶον λογικὸν, θνητὸν, ὀρθοπεριπατητικὸν, πλατυόνυχον, γελαστικόν. ἢ ζῶον ἐξ ἐναντίων οὐσιῶν ὁμόχρονος καὶ ἄῤῥητος σύνθεσις. ἢ ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. ζῶον· κατὰ ἀφορισμὸν τῆς ἀψύχου κτίσεως. λογικόν· κατὰ ἀφορισμὸν τῆς ἀλόγου οὐσίας. θνητόν· κατὰ ἀφορισμὸν τῆς ἀθανάτου τῶν ἀγγέλων ὑπάρξεως. νοῦ καὶ ἐπιστήμης δεκτικόν· ὡς ἐν εἰκόνι θεοῦ κατὰ χάριν ὑπάρχον. ἢ ἄνθρωπος ἐστὶ ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. νόησιν δὲ ἐνταῦθα τὴν μάθησιν εἶπε· διὸ καὶ ἐπήγαγε· καὶ ἐπιστήμης. ἢ ζῶον λογικὸν, θνητὸν, καὶ τῶν ἐναντίων, ἀνὰ μέρος, δεκτικόν. ἢ ἐκ ψυχῆς ἀθανάτου καὶ σώματος θνητοῦ συνεστός. —ἄνθρωπος δὲ παρὰ τὸ ἄνω ἀθρεῖν τὴν ὦπα, ἤγουν ἄνω ὁρᾷν τοὺς ὀφθαλμοὺς, ἤγουν ἀναλογίζεσθαι ἃ εἶδε καὶ ἤκουσε, τῶν ἀλόγων ζώων μὴ λογιζομένων καὶ προνοουμένων. οὐ γὰρ ἂν ἰχθὺς εἰς κύρτον εἰσῆλθεν, ὁρῶν ἄλλον κρατούμενον. ἢ παρὰ τὸ ἄνω ἀθρεῖν, ἢ παρὰ τὸ ἔναρθρον ἔχειν τὴν ὦπα. τετραχῶς δὲ λέγεται ὁ ἄνθρωπος ἐν τῇ γραφῇ· ἄνθρωπος ὁ θεὸς, καὶ ὁ ἄγγελος, καὶ ὁ ἐντὸς καὶ ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος. ἰστέον, ὅτι ὁ ἄνθρωπος καὶ τοῖς ἀψύχοις κοινωνεῖ καὶ τῆς τῶν ἀλόγων μετέχει ζωῆς, καὶ τῆς τῶν λογικῶν μετείληφε νοήσεως. κοινωνεῖ γὰρ τοῖς μὲν ἀψύχοις κατὰ τὸ σῶμα καὶ τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κρᾶσιν· τοῖς δὲ φυτοῖς κατὰ ταῦτα καὶ τὴν θρεπτικὴν ἤγουν γεννητικὴν δύναμιν· τοῖς δὲ ἀλόγοις καὶ ἐν τούτοις μὲν, ἐκ συμμέτρου δὲ καὶ κατὰ τὴν ὄρεξιν ἤγουν θυμὸν καὶ ἐπιθυμίαν, καὶ κατὰ τὴν αἴσθησιν, καὶ κατὰ τὴν καθʼ ὁρμὴν κίνησιν, ἤτοι τὸ ἀπὸ τόπου εἰς τόπον μεταβατικὸν καὶ ἀναπνευστικόν. ταῦτα γὰρ ἐν ἡμῖν ἐστὶ ποιεῖν καὶ μὴ ποιεῖν. συνάπτεται δὲ διὰ τοῦ λογικοῦ ταῖς ἀσωμάτοις καὶ νοεραῖς φύσεσι, λογιζόμενος καὶ νοῶν καὶ κρίνων ἕκαστα, καὶ τὰς ἀρετὰς μεταδιώκων. διὸ καὶ μικρὸς κόσμος ὁ ἄνθρωπος ἐστίν. Ἀνευθέτου. ἀχρήστου. Ἀνάπηρον. βεβλαμμένον, μὴ ὑγιῆ. Ἀνίερος. βέβηλος, αἰσχρός. Ἀννουμῖνος. ἀπογραφὴ ὀνομάτων παρὰ Ῥωμαίοις. οἱ δὲ ἀδνούμιον φασίν. Ἄνομοι. οἱ παντελῶς ξένοι τῶν θείων νόμων, οἱ ἀποστατήσαντες αὐτῶν. Ἀνούτατος. ἄτρωτος. Ἀνούστατος. μωρὸς, ἀσύνετος. Ἀνόστιμος. παρὰ τὸ νόστος. τοῦτο παρὰ τὸ νέω τὸ πορεύομαι· καὶ μετὰ τοῦ στερητικοῦ α ἀνόστιμος. Ἀντιγραφεύς. ὁ καθιστάμενος ἐπὶ τῶν καταβαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀντιγράφεσθαι αὐτά. Ἀντιστρόφους. ἀντὶ τοῦ ἰσοστρόφους. Ἀντίχειρ. ὁ μέγας τῆς χειρὸς δάκτυλος. ἢ ὅτι ἀντίκειται τοῖς ἄλλοις, ἢ ὅτι τὸ ἴσον δύναται τῇ ὅλῃ χειρί. Ἀντίθρονος. ὁ ἀντικαθήμενος. καὶ ἀντικαθήμενος ὁ ἀντίθρονος, ὁ ἀντιποιμαίνων. Ἀντίβιος. ὁ ἐναντίος. Ἀντίθεος. ὁ τῷ θεῷ ἀντιπράττων. Ἀντίδικος. παρὰ τῇ θείᾳ γραφῇ ὁ διάβολος, καὶ ἡ ἡμῶν συνείδησις ἡ ἀντικειμένη τῷ κακῷ ἡμῶν θελήματι. κατὰ γὰρ τὸν Ἀπόστολον· ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥησίαν ἔχομεν πρὸς τὸν θεόν. Ἀντίδικός μοι καθέστης, καὶ ἀντίδικός μοι καθέστηκεν. Ἀντίπαλος. ὁ κατὰ πάλον, τουτέστι κλῆρον, ἐναντιούμενος. Ἀντήρεις. ἀνθηρμοσμένους. ἢ τὸ εἰς ὃ ἐπερείδεταί τις. παρὰ τὸ ἐρείδω, ἐρείσω, καὶ ἐξ αὐτοῦ ἀντήρεις. τροπῇ τοῦ ε εἰς η, καὶ ἀποβολῇ τοῦ ω. οὐχ εὕρηται δὲ ἡ εὐθεῖα αὐτοῦ ἐν χρήσει. αἱ δὲ ἄλλαι πτώσεις ὡς ἀπὸ τῆς ὀξυτόνου μακρᾶς καὶ εἰς ις ληγούσης τὴν κλίσιν ἔχουσιν ἀντηρίδος. Ἀντυγωτός. συνδεδεμένος· ἐπειδὴ αἱ ἄντυγες καταδέονται. παρὰ τὸ ἀντυγῶ ῥῆμα. Ἀνύπηνος. ἀγένειος. Ἄνυμφος. ὁ μὴ ἔχων γυναῖκα. Ἀνυμέναιος δὲ, ἡ μὴ ἔχουσα ἄνδρα. Ἀνυπόδητος, οὐχὶ ἀνυπόδετος λέγεται. Ἀνυπαίτιος. ὁ ἀναίτιος. Ἀνυπόκριτος. ὁ ἄδολος. Ἀνυπέρβλητος. ὁ προέχων. Ἀνώλεθρος. ἀθάνατος. Ἀνελεήμονας. τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ἔλεον. Ἀνυπόκριτος. ὁ μὴ ἐν πλάσματι ἀγαπῶν ἢ περιπατῶν. καὶ ὁ Ἀπόστολος· ἡ ἀγάπη ἀνυπόκριτος· καὶ μὴ πλάσμα ἀγάπης ἔστω. Θηλυκόν.Ἄναια. χώρα καὶ τόπος ἀντικρὺ Σάμου. ἐκλήθη γὰρ Ἄναια ἀπὸ γυναικὸς μιᾶς οὔσης τῶν Ἀμαζόνων γυναικῶν. Ἀναίδεια. παρὰ τὸ ἀναιδής. τοῦτο παρὰ τὸ αἰδῶ, αἰδὴς, ἀαιδὴς καὶ ἀναιδής. Ἀναβάσεις. αἱ προκοπαί. οἱ εὐσεβεῖς λογισμοὶ περὶ θεόν. φησὶ γὰρ ὁ Δαβίδ· ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. εἰς τὸ ἐναντίον δὲ αἱ καταβάσεις. Ἀναβολή. ἐνοχή. Αἰλιανός· Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν θανάτου ἐψηφίσαντο Φαλαρίδι. Ἀναβολαί. αἱ βραδυτῆτες. λέγεται δὲ καὶ τὰ προοίμια, καὶ αἱ ἀνακρούσεις καὶ αἱ ἀρχαί. Ἀνάγγελον. μὴ δὲ ἄγγελον καταλειφθῆναι. ἔνθα μάχην ἔτλημεν ἀνάγγελον, ἄλλος ἐπʼ ἄλλον πίπτοντες—. Ἀναγκαία τράπεζα. ἡ εὐτελὴς καὶ πενιχρά. Σοφοκλῆς· ὦ δέσποτʼ Αἶαν τῆς ἀναγκαίας τύχης. τῆς βίας φησί· τουτέστι τῆς δυστυχίας. Ἀνάγκη. παρὰ τὸ ἄγω, ἄγη, καὶ πλεονασμῷ τοῦ κ ἀνάγκη. ἢ παρὰ τὸ ἀνάσσω, ἡ πάντων ἀνάσσουσα. Ἀνάγνωσις. κατὰ φιλοσόφους ἡ τῶν πρώτων μαθημάτων τῆς ψυχῆς ἀναγνώρισις ἢ ἀνάπεισις. οὕτως Ἡρόδοτος. Ἀναγωγή. ὁ τῶν νηῶν ἔκπλους. καὶ γίνεται ἀναγωγὴ τῶν νεῶν. Ἀναγωγία. ἡ ἀπαιδευσία. —ὁ δὲ διʼ ἀναγωγίαν ταῦτα ἔπασχεν. ἔχων στρατὸν ὑπὸ μέθης καὶ ἀναγωγίας ἠμελημένον καὶ διεφθαρμένον. Ἀνάζαρβα. πόλις Κιλικίας. ἀπὸ Ζάρβα τοῦ κτίσαντος αὐτήν. ὁ πολίτης Ἀναζαρβεύς· ὡς Καρυανδεύς. ἀφʼ ἧς Διοσκορίδης ἰατρὸς χρηματίζων· καὶ Ἀσκληπιάδης ὁ Ἀναζαρβεύς. Ἀνάβλησις. ὑπέρθεσις καὶ ἀναβολή. Ἀνάδικοι κινήσεις. αἱ ἄνωθεν δικαζόμεναι. ὅταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυροῦντες. Ἀναδομή. ἀναδασμός. ἐγὼ δὲ λέγω ἀνάκτισις. Ἀναδρομαί. ἀναβάσεις. ἀναδρομὴ γίνοιτο κοὐ σφαλλόμεθα. Ἀναζυγαῖς. ἀναστροφαῖς, στρατοπεδίαις, ἀναλύσεσι τῶν στρατοπεδευμάτων. Πολύβιος· ὁ δὲ Φίλιππος οὐδενὶ κόσμῳ ποιησάμενος τὴν ἀναζυγὴν καὶ τὸν ἀνάπλουν δευτεραῖος εἰς Κεφαληνίαν κατῇρεν. Ἀνάεδνον. ἄπροικον. Ἀνάθεσις. ὑπέρθεσις. τὰ χρήματα δώσειν ὑπέσχοντο, τριῶν ἡμερῶν ποιήσαντες ἀνάθεσιν. Ἄννα. πόλις τῆς Ἰουδαίας. ὁ πολίτης Ἀννίτης. Ἀνωμαλίαν. νόσον ἢ ἀσθένειαν. Ἀνία. θλίψις, λύπη, παρὰ τὸ ἰῶ, ὃ σημαίνει ὑγιάζω καὶ θεραπεύω, γίνεται ἀϊῶ κατὰ στέρησιν, καὶ πλεονασμῷ τοῦ ν ἀνιῶ· ἡ γὰρ ἀνία ἐστέρηται τῆς ἰάσεως. τὰ διὰ τοῦ νια μακρὸν ἔχει τὸ α, μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω, διὰ τοῦ ι γράφεται. οἷον, μανία, πενία, ῥοδωνία, ἰσωνία, ἡ ἴση πρᾶσις· οὕτω καὶ ἀνία. πρόσκειται μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω, οἷον ἑρμηνεύω, ἑρμηνεία, σαλακωνεύω, σαλακωνεία· σημαίνει δὲ τὴν βλακείαν. πρόσκειται μακρὸν ἔχοντα τὸ α, διὰ τὸ σαφήνεια, εὐγένεια, ἀπήνεια. τὸ μνεία δὲ οὐκ ἀντίκειται, ἐπεὶ οὐκ ἔστιν ἀπὸ τοῦ μνεύω. Ἀνακάθαρσις. ἐπίλυσις, διακρίνησις. Ἀνάκαια. δῆμος φυλῆς τῆς Ἱπποθωοντίδος. Ἀνακαίνησις. ἡ ἀνανέωσις. λέγεται δὲ καὶ ἀνακαίνωσις. Ἀνάκλησις. ἡ προσφώνησις. διὰ δὲ τοῦ ι ἡ ἀνάπαυσις. Ἀνακτορίαν. δεσποτείαν. Ἀνακεφαλαίωσις. ἡ ἐξ ἀρχῆς ἔρευνα. Ἀνάκρισις. ἡ ἐξέτασις. Ἀνάκρησις δὲ, ἡ ἀνάκρασις, η. Ἀνάληψις. ἡ ἀνάῤῥωσις. σπουδὴν ἐποιεῖτο ὑπὲρ ἀναλήψεως καὶ θεραπείας τῶν ἀνδρῶν. Ἀνάλυσις. ἐξάπλωσις. ὅρος γάρ ἐστι λόγος κατὰ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος τοῦ ὁριστικοῦ κεφαλαιωδῶς. καὶ ἄλλως· ἀνάλυσις ἡ ὑπὸ σχήματος ἐπὶ σχῆμα· τῶν τρόπων ἀνακύκλησις. Ἀναλογία. τὸ λέγειν· ὃν λόγον ἔχει ὁ δύο ἀριθμὸς πρὸς τὸν τέσσαρα, τοῦτον ὁ τρία πρὸς τὸν ἓξ, ἀμφότερα γὰρ διπλάσια. ἢ ἀναλογία ἐστὶν ἡ τὸ πολυσχεδὲς τῶν ἀνθρώπων φθέγμα συντόνως παραδιδοῦσα. Ἀνάμνησις. μνήμης ἐξιτήλου γενομένης ἀνάτησις. ἢ εὕρεσις φαντάσματος. ἀρξαμένη γὰρ ἀπὸ τῆς ψυχῆς διαβαίνει ἐπὶ τὸ ἐζωωμένον σῶμα. ἀναμνησθέντες γὰρ φοβεροῦ τινὸς ἡμῖν γενομένου ὠχριάσαμεν, καὶ τοῦ πλοῦ ἀναμνησθέντες ἐναυτιάσαμεν. Ἀναπειστηρίαν. δυναμένην πείθειν τοὺς ἀκούοντας. Ἀνάπειρα. ἡ εἰρεσία. —ταῖς ἀναπείραις καὶ ταῖς εἰρεσίαις ἐγύμναζεν. Ἀναμπλάκητοι. αἱ εἰς μηδὲν ἁμαρτάνουσαι, ἀλλὰ πάντων κρατοῦσαι. ἢ ἄφυκτοι, ἀπλάνητοι, ἀπροσπέλαστοι. Ἀναπνοή. εἴσοδος ἀέρος, ὑπὸ μετεωρισμοῦ πνεύμονος, διʼ αὔξησιν τοῦ ἐν ἡμῖν θερμοῦ. Ἀνάπαυλα. ἡ ἀνάπαυσις. Ἀναῤῥῶγας. τὰς ἐν τῷ μεγάρῳ διόδους· ἵνʼ ᾖ τὸ ἀνάῤῥηγμα τοῦ τείχους. ἢ τὰς ῥαγάδας. Ἀναροίβδησις. ἡ ἀναφορὰ τῶν ὑδάτων. Ἀνάῤῥησις. στέφανος, ἢ ἀνακήρυξις. ἀνάῤῥυσις δὲ, ἡ ἐλευθερία, ψιλόν. Ἀνασύνταξις. τὰ διαγεγραμμένα τιμήματα ταῖς συμμορίαις. ὅταν δόξῃ τῷ δήμῳ χρήζειν προσθήκης ἢ ἀφαιρέσεως, καὶ ἕλωνται τοὺς τοῦτο πράξαντας, τοῦτο ἀνασύνταξιν καλοῦσιν. Ἀνακομιδή. ἐπάνοδος. Ἀνάρτησις. ἡ ἀνακρέμασις. Ἀνακωχή. ἡ ἀνάπαυσις, ἡ πρὸς μικρὸν εἰρήνη ἐν τῷ πολέμῳ. παρὰ τὸ ἄνω τὰς ἀκωκὰς ἔχειν. Ἄνασσα. ἡ βασίλισσα. Ἀναξυρίς. τὸ βρακίον. Ἀναστροφή. πολιτεία, διαγωγή. Ἀνάστασις. τοῦ πεπτωκότος ἔγερσις. ἀνάστασις δὲ, ἡ τῶν διαζευχθέντων στοιχείων κελεύσει τοῦ κτίσαντος πρὸς ἑαυτὰ συνδρομή. Ἀνάστασις Χριστοῦ. ἡ μετάθεσις τῆς λογικῆς φύσεως ἐκ φθορᾶς πρὸς τὴν ἀφθαρσίαν, καὶ ἐκ τῆς ἀγνοίας πρὸς τὴν ἀπλανῆ γνῶσιν. Ἀνατάσεις. ἐπαπειλήσεις ὑπερηφάνους. τὰ μὲν φιλάνθρωπα παρεσιώπων, τὰς δὲ ἀνατάσεις καὶ ἐπαπειλήσεις ἔλεγον. Ἀνάτασις. ἡ μετὰ πικρίας καὶ θρασύτητος ἀπειλή. Πολύβιος· οἱ μὲν οὖν περὶ Μητρόδωρον καταπλαγέντες τὴν ἀνάτασιν Φιλίππου τοῦ βασιλέως, ἐπανῆλθον. Ἀνατάσεσιν. ἀναγωγαῖς, ἀναπλώσεσιν. οὕτως ὁ τὰ θεῖα μέγας Διονύσιος. Ἀνατρητὰς ἐμβάδας. τὰ διατετριμμένα καὶ κατακεκομμένα ὑποδήματα. Ἀνατύπωσις. ἡ διανόησις. Ἀναίρεσις. φόνευσις, καὶ ἡ ἀνάληψις. ὁ δὲ τὴν πανοπλίαν ἔῤῥιψεν εἰς ἀναίρεσιν τὸ βουλόμενον. Ἀνάχυσις. φυρμὸς, σύγχυσις, ἢ καὶ ἔκλυσις. Ἀναψυχή. παραμυθία. Ἀνδανία. πόλις Μεσήνης. τὸ ἐθνικὸν Ἀνδανιεύς. Ἀνδρεία. ἡ τῶν ἀνδρῶν ἡλικία. οὕτως Ἀντιφῶν. Ἀνδρία. οὐχ ἡ πολιτικὴ ἀρετὴ, ἀλλʼ ἡ μείζων ταύτης, τῷ αὐτῷ ὀνόματι χρωμένη, περιγενομένη τοῦ θυμοῦ τῆς ψυχῆς. ἀνδρεία δὲ ψυχὴ, δίφθογγον, ἀπὸ τοῦ ἀνδρεῖος. Ἄνδρος. νῆσος μία τῶν Κυκλάδων. ἀπὸ Ἄνδρου τοῦ Εὐρυμάχου. Ἀναλογία. ἡ τῶν λεγομένων ὁμοιότης. οἷον· ὡς τόδε πρὸς τόδε, οὕτως καὶ τόδε πρὸς τόδε. ὡς ἀπὸ λόγων νόημα πρὸς τὴν ἁπλῆν φωνὴν, οὕτω καὶ σύντομον νόημα πρὸς σύνθετον φωνήν. ἢ ὁμοίωσις ἑτέρου πρὸς ἕτερον κατά τι. οἷον· ὡς ἔχει ἐπὶ ποιμένος προβάτων καὶ ἐπισκόπου, ὡς ἐπὶ ποδῶν κραββάτου καὶ ἐπὶ ποδῶν ἀνθρώπου. ἀμφότερα γὰρ ὅλον τὸ σῶμα βαστάζουσι. γίνεται δὲ παρὰ τὸ λόγος λογία, ἀλογία καὶ ἀναλογία. αἱ γὰρ δύο στερήσεις ὁμοῦ οὖσαι κατάθεσιν ποιοῦσιν· ὡς πυστὰ, ἄπυστα καὶ ἀνάπυστα, τὰ περιβόητα· καὶ ἄπηρον καὶ ἀνάπηρον, τὸ πεπηρωμένον. Ἀνδραγαθία. τρόπαιον. Ἀνδροκτασία. ἀνδροφονία. ἐκ τοῦ κτῶ, τὸ φονεύω, παράγωγον κτῆμι, κτήσω, ἔκτηκα, ἔκτημαι, κτάσις, κτασία, καὶ μετὰ τῆς ἀνδρὸς γενικῆς, ἀνδροκτασία. Ἀνδενάκην. ἐνταῦθα τὸ αν ἀντὶ τοῦ ἀνὰ κεῖται. κατὰ συνέμπτωσιν. ἡ νάκη, τῆς νάκης· σημαίνει δὲ τὸ δέρμα. Ἀνδροτῆτα. ἀνδρείαν. ἀπὸ τῆς τοῦ ἀνδρὸς γενικῆς. Ἀνειλήθυιαν. ἄτοκον. Ἀνεμώνη. τὸ ἄνθος. διὰ τὸ τὸ φύλλον ἀνευδιάσειστον εἶναι παντὶ ἀνέμῳ. Ἀνθηδών. ἡ μέλισσα, παρὰ τὸ τὰ ἄνθη ἔδειν. Ἀνθήνη. πόλις Λακωνική. ὁ πολίτης Ἀνθηνεύς. Ἀνθήλιος. ἡ σελήνη, καὶ τὸ ἀποσκίασμα τῆς τοῦ ἡλίου φωταυγείας. ἐνίοτε δὲ καὶ τὸ μίμημα, ἢ ἀντάλλαγμα· ὡς Θεόπομπος. σημαίνει δὲ καὶ τὰ ἐπισκοτοῦντα τῷ ἡλίῳ νέφη, ἃ καὶ ἀνθήλια καλεῖται. Ἄνθη. ἡ ἄνθησις. Ἀνθιππασία. ὁ ἱππικὸς ἀγών. Ἀνθρακία. οἱ πεπυρακτωμένοι ἄνθρακες. Ὅμηρος· ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τά-νυσσεν. Ἀνθυποφορά. ἡ ἀνταπόκρισις. Ἀνίσχαδον. τὴν ἄτοκον καὶ ἀθήλαστον. Ἀντανάκλασις. ἡ ἀπό τινος ἐπί τι κίνησις, καὶ ἐξ ἐκείνου πάλιν ἐξ οὗ προῆλθεν ἡ ὑποστροφὴ, ὡς ἐπὶ τῆς σφαίρας. Ἀντάρεια. ἡ ἐξ ἐναντίας ἄρσις. Ἀντιάνειρα. ἡ ἐναντιουμένη τοῖς ἀνδράσι τῇ οἰκείᾳ δυνάμει. τὸ γὰρ ἀντὶ τὸ ἴσον καὶ τὸ ἐναντίον σημαίνει. Ἀντίληψις. ἡ βοήθεια, καὶ ἡ ἐπίληψις. παρὰ Πλάτωνι. Ἀντισήκωσις. ἡ ἀνταπόδοσις, διόρθωσις, ἰατρεία. Ἄντισα. μία πόλις τῶν ἐν Λέσβῳ. Ἀντωμοσία. γραφὴ κατά τινος ἔνορκος, περὶ ὧν ἠδικεῖσθαι φασίν. διωμοσία δὲ, ὁ ἑκατέρωθεν γινόμενος ὅρκος ὑπὸ τῶν διαδικαζομένων, τοῦ μὲν, ὡς πράξαντα διώκειν, τοῦ δὲ, ὡς οὐκ ἔπραξεν. ἐξωμοσία δὲ, ἄρνησις σὺν ὅρκῳ. ὑπωμοσία δὲ, ὅταν τις σκήπτηται κάμνειν ἤ τι τοιοῦτον. Ἀντωνυμία. λέξις ἀντὶ ὀνόματος παραλαμβανομένη. παραλαμβάνεται δὲ ἀντὶ κυρίου καὶ ἀντὶ προσηγορικοῦ. ἀντὶ κυρίου, ὡς τὸ εἰπεῖν, Νικηφόρος λέγω ἐγώ. ἀντὶ προσηγορικοῦ, ὡς τὸ εἰπεῖν, ἄνθρωπος λέγω ἐγώ. Ἀντίφασις. ἀντικειμένων κατάθεσις καὶ ἀπόφασις. ἢ μάχη καταφάσεως· μέσον λαμβανομένη τῆς καταφάσεως καὶ ἀποφάσεως, μίαν ἀληθῆ ποιεῖ, τὴν δὲ ἄλλην ψευδῆ. Ἄντυξ. ἡ ἀνωτάτη περικεφαλαία τοῦ ῥαματίου δίφρου. λέγεται καὶ ἡ ἐσχάτη περιφέρεια τῆς ἀσπίδος, παρὰ τὸ ἄνω τετύχθαι ἢ κατασκευάζεσθαι. ἡ δὲ εἰς τὰ κάτω τετυγμένη λέγεται καταῖτυξ. ἀμφότερα δὲ ἀπὸ τοῦ τεύχω, τεύξω, τεὺξ καὶ τὺξ, καὶ ἐν συνηθείᾳ ἄντυξ καὶ καταῖτυξ. —εἰδέναι δὲ δεῖ, ὅτι τὰ μετὰ προθέσεως συντιθέμενα ῥήματα, εἰ ἀλλοιοῦνται τῷ σημαινομένῳ, ἔσωθεν κλίνεται, βάλλω, καταβάλλω, κατέβαλλον. εἰ δὲ τηροῖντο ἐν ταύτῃ, ἔξωθεν κλίνονται, μύω, καμμύω, ἐκάμμυον, εὕδω, καθεύδω, ἐκάθευδον. τὸ δὲ ἤθελον, ἤμελλον, ἀττικὰ, καὶ τὰ ὅμοια· φιλοῦσι γὰρ μακρὰν ποιεῖν τὴν ἀρχὴν τῶν παρῳχημένων. Ἀντολή. ἡ ἀνατολή. Ἀντιτυπία. ἀνένδοτος, ἀνύπεικτος ἐναντίωσις, σκληρότης. λαμβάνεται δὲ καὶ ἐπὶ ὠμότητος. Ἀντάμειψις. ἀνταπόδοσις. Ἀντέκτισις. ὁμοίως. Ἀντίπηξ. τὸ κιβώτιον. παρὰ τὴν ἀντὶ πρόθεσιν καὶ τοῦ πήσσω τὸ πηγνύω. Ἀντυγχόνοιαι. οἱ τοῦ ἅρματος τροχοί. Ἀντιέαρι. πόλις Σάρδεων. Ἀνόπαια. ὄρνις. ὄρνις δʼ ὡς ἀνόπαια— παρὰ τὸ τὴν ὀπὴν, ὀπαία, καὶ ἐν συνθέσει ἀνόπαια. καὶ ἐκδέχονται τὴν καπνοδόκην. Κράτης δέ φησι τὴν τετριμμένην κεραμίδα ἐπὶ τῆς ὀροφῆς. Ἄνοισις. ἡ ἀνακόμισις. ἄνυσις δὲ, ἡ τελείωσις, ψιλόν. Ἄνυσις. πόλις Αἰγύπτου. ὁ πολίτης Ἀνυσίτης. ὡς Ἄσις, Ἀσίτης. Ἀνυστικωτέρα. ἐνεργητικωτάτη. —ἐν ἐνίοις καιροῖς ἀνυστικωτέρα. Ἀνυμέναιος. ἡ μὴ ἔχουσα ἄνδρα. Ἄνωλος. πόλις Λυδίας. ἀπὸ Ἀνώλου, τοῦ Ἀσίου παιδός. οἱ πολῖται Ἄνωλοι, καὶ τὸ θηλυκὸν Ἀνωλιάς. Ἀνωγή. παρακέλευσις. Ἀνακάθαρσις. διάνοιξις, διασάφησις. ἐπίλυσις, διακρίνησις. Ἀνακεφαλαίωσις. τὴν σύντομον τῶν πραγμάτων μεταβολήν. ὁ Ἀπόστολος· ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Ἀνδάχνη. χοιροβότανον. Ἀνάδικοι κρίσεις. αἱ ἄνωθεν δικαζόμεναι. Οὐδέτερον.Ἀνάβραστα. τὰ ἑψημένα. Ἀριστοφάνης· καὶ κρέα γε πρὸς τούτοις ἀνάβραστʼ εἴκο-σιν. Ἀνάγαια καὶ ἀνάγαιον. οἴκημα. Ἀνώγεον. τὸ οἴκημα. Ἀνάγραπτον. τὸ πᾶσιν ἐγνωσμένον, τὸ φανερῶς γεγραμμένον. Ἀναγωγότερον. ἁμαρτητικώτερον, ἀτακτότερον. Ἀνάδικα. τὰ ἤδη κριθέντα. ἀνάδικα τὰ δεδικασμένα ποιῶν αἰσχροκερδείας ἡσσώμενος. Ἀνάθεμα. τὸ τῷ θεῷ ἀνατιθέμενον. λέγεται καὶ ἀνάθημα. γράφεται δὲ καὶ ἀνάθεμα. ἤγουν ὁ κεχωρισμένος ἔστω τοῦ θεοῦ. Ἀνάκαιον. τὸ δεσμωτήριον. οὕτως Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμονα περὶ ἐγγύης· Ἑρμοκράτης δὲ εἰς τὸ ἀνάκαιον ἐνέβαλε, φάσκων ἀπελεύθερον εἶναι. Ἀνάκειον. ὄρος. καὶ τῶν Διοσκούρων ἱερόν. Ἀνακλητικόν. μέλος σάλπιγγος. ἔσω ἀναμένων τὸ ἀνακλητικὸν, ἐκ τοῦ βίου εὔλυτον ὤν. Ἀνάκτορα. τὰ ἱερὰ ἢ τὰ βασίλεια. Ἀνάλημμα. ὕψωμα, στήριγμα. κατανοήσας τὸ βάρος τῶν ἀναλημμάτων, καὶ ὡς ἀδύνατόν ἐστιν ἀλεῦσαι τὰ τείχη, ἐκ χειρὸς τὴν μάχην ἐποίησεν. Ἀνάλογον. τὸ ἔχον μεγέθη πρὸς ἄλληλα. καὶ ἀνάλογον ἀντὶ τοῦ ὁμοίως. —οἱ δὲ στρατιῶται γενναῖοι ὀφθῆναι καὶ τῷ ἴσῳ ἀξιώματι ἀναλογοῦντες. Ἀναλογώτερον. τὸ ὑψηλότερον, τὸ σοφότερον, τὸ ἀναλογικώτερον. Ἄναλτον. Ὅμηρος καὶ Κρατῖνος ἀντὶ τοῦ ἀπλήρωτον. Ἀναμίλλητον. ἀφιλόνεικον. Ἀναπεπαυμένα χωρία. πεδία, κάμποι. Ἀνάστημα. ἡλικίας εὐθύτης. θαυμαστὸν ὁ θεὸς τῷ Μωσεῖ τὸ τῆς ἡλικίας ἐξῇρεν ἀνάστημα. Ἀνάστημα ψυχῆς. τὸ πρὸς τὰς ἀρετὰς ἐπιτεταμένον καὶ σύντονον ἰδίωμα. Ἀνάτλημα. ἀνάστημα. ἀνάτλημα· ὑπομονὴ, καρτερία. Ἀνάφορον. ξύλον ἀμφίκοιλον, ἐν ᾧ τὰ φορτία ἐξαρτύσαντες οἱ ἐργάται βαστάζουσιν. Ἀριστοφάνης· φέρε σύ τʼ ἀνάφορον ὁ παῖς. Ἀνακαλυπτήρια. δῶρα διδόμενα ταῖς νύμφαις, ὅταν πρῶτον ἀνακαλύπτωνται ἐν τῇ ἑστιάσει τῶν γάμων τοῖς ἀνδράσι καὶ τοῖς ἑστιωμένοις ὁρώμεναι. Ἀνάστρῳ. ἀφεγγεῖ. Ἀναμφήριστον. τὸ ἀναμφίβολον. Ἀναφαίρετον. ἀΐδιον. ἀπὸ τοῦ ἀφαιρῶ, ἀφαίρετον καὶ ἀναφαίρετον, πλεονασμῷ τοῦ ν. ὡς ἐπὶ τοῦ ἀναιδής. τὸ δὲ ἀφαιρῶ ἐκ τοῦ αἱρῶ τὸ λαμβάνω. Ἄναντες. τὸ ἀνωφερές. Ἄναλκες. ἀσθενὲς, ἀδύνατον. Ἀνδρολήψιον. ἐγκλήματος εἶδος. ἐὰν ἔξω τῆς Ἀττικῆς ἀνὴρ Ἀθηναῖος ἐτελεύτησε καὶ μὴ ἐξεδίδουν οἱ ἐν ἐκείνῃ τῇ πόλει, ἐν ᾗ τὸ ἔργον ἐπράχθη, τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ εἶναι, ἐφεῖτο ἐκ τοῦ νόμου τρεῖς τῶν ἐκείνου πολιτῶν ἄγειν εἰς Ἀθήνας δίκην ὑφέξοντας. καὶ τοῦτο ἀνδρολήψιον καλεῖται. Ἀνδράγρια. τὰ ἀπὸ τῶν νεκρῶν σκύλα, ὅτι ἀπὸ ἀνδρῶν ἀγρεύεται, ὡς τὰ ζωάγρια. Ἀνδρόκμητα. ἅτινα μετὰ καμάτου ἄνδρες ἐποίησαν. ἢ ἀπὸ τοῦ θανεῖν, ἐφʼ ᾧ ἀνὴρ κεκμηκὼς κεῖται. καμόντας γὰρ τοὺς τετελευτηκότας ἔλεγον. Ἀνδράποδον. ὁ δοῦλος. εἴρηται καὶ ὁ ποῦς ὁ ἐν ἀνδράσιν ἀπὸ τοῦ ὑποκειμένου μέρους τῷ ὅλῳ· ὑπόκειται γὰρ τῷ δεσπότῃ ὁ οἰκέτης, καθάπερ ὁ ποῦς τῷ ἀνωτέρῳ καὶ ὅλῳ σώματι. Ἀνδρείκελον. ὅμοιον ἀνδρί. σημαίνει δὲ καὶ τὸ μίγμα τῶν ζωγράφων, ὃ καλεῖται χρωμάτων κρίσις. Ἄνδηρα. τὰ χείλη τοῦ ποταμοῦ, ἤγουν τὰ χώματα τὰ ἀνέχοντα τὸν ποταμόν. παρὰ τὸ ἄνω εἶναι τῶν διερῶν. Ἀνδρόμεα κρέα. ἀνθρώπεια. Ἀνέγρετον. τὸ ἀνυπόστροφον. Ἀνεπαφρόδιτα. τὰ ψυχρά. Ἀναλιβόζορα. τόπος. Ἀνεμώλιον. τὸ μάταιον. Ἀνεξίτητον. τὸ ἀδιόδευτον. Ἀνεκτότερον. ἐλαφρότερον, ὑπομονητικώτερον. Ἀνέπαφον. μὴ ψηλαφηθέν. Ἀνεπιστάτητον. ἀφύλακτον. Ἀνερμάτιστον. ἄοπλον, ἀπαράσκευον. Ἀνεκτά. ὑπομονητικά. ἐκ τοῦ ἀνέχω, ἀνέξω, ἀνεῖχα, ἀνεῖγμαι, ἀνεῖξαι, ἀνεῖκται, καὶ ἀφαιρέσει τοῦ ι ἀνεκτὸς καὶ ἀνεκτά. Ἀνεμώλια. μάταια. παρὰ τὸ ἄνεμος ἀνεμώνιος καὶ ἀνεμώλιος, καὶ ἀνεμώλια τὰ ὑπὸ τῶν ἀνέμων ὀλλύμενα. ἢ ἀπὸ τοῦ, ἀνεμοφόρητα καὶ ἀνέμῳ ἐοικότα. οὐκ ἔστι σύνθετα. Ἀνεξιχνίαστον. ἀκατάληπτον. Ἀνεμούριον, καὶ οὐκ ἀνεμοδούριον. παρὰ τὸ ἄνεμος καὶ τὸ οὖρος, ὃ σημαίνει τὸ αὐτό. Ἀνεπίφθονον. μὴ φθονούμενον. Ἀνεμέσητον. ἄμεμπτον. νεμεσῶ γὰρ τὸ μέμφομαι. Ἀνεπίληπτον. ἄμωμον. Ἀνημιωβολιαῖα. ἄξια ἡμίσεως ὀβόλου. Ἀνήπιστον. τὸ ἀνήκουστον. Ἀνύποιστον δὲ, τὸ ἀφόρητον καὶ ἀνυπομόνητον, δίφθογγον. Ἀνήλωμα οὐ χρὴ λέγειν, ἀλλὰ ἀνάλωμα. Ἀνήροτον. μὴ ἀροτριούμενον. Ἄνθηνον. βαπτὸν, ἀνθηρόν. Ἄνηθον. παρὰ τὸ ἄνω θεῖν. Ἄνθος. παρὰ τὸ ἄνω θεῖν ἐν τῷ αὔξεσθαι. οὐκ ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι. οὐ γὰρ εἴ τι ἄνω θεῖ καὶ αὔξεται, τοῦτο καὶ ἄνθος λέγεται. ἰδοὺ γὰρ πάντα τὰ φυτὰ ἄνω θέουσι καὶ ἄνθη οὐ λέγονται. ὁμοίως δὲ καὶ ἔλαφος παρὰ τὸ ἐλαύνειν τοὺς ὄφεις, ὅπερ ποιεῖ τοῦτο τὸ κέρας θυμιώμενον· καὶ οὐκ, εἴ τι τοῦτο ποιεῖ, ἔλαφος λέγεται. ἡ δὲ δίκταμος βοτάνη καιομένη τοῦτο ποιεῖ, καὶ οὐδέποτε ἂν κληθείη ἔλαφος. Ἀνθηστήρια. τὰ Διόνυσα. οὕτω γὰρ Ἀθηναῖοι τὴν ἑορτὴν λέγουσι καὶ ἀνθεστηριῶνα τὸν μῆνα, ἐπειδὴ ἡ γῆ τότε ἄρχεται τοῦ ἀνθεῖν. ἢ παρὰ τὸ τὰ ἄνθη ἐν τῇ ἑορτῇ ἐπιφέρειν. ὅθεν καὶ παροιμία· θύραζε πάρες, οὐκ ἔτʼ ἀνθηστήρια. Ἀνθέων δεῖ λέγειν, οὐκ ἀνθῶν, ἵνα μὴ συνεμπέσῃ τὸ ὧν ἄρθρον. οἷον τὸ ἀνθʼ ὧν καὶ ὧν τινων. Ἀνθήλια. τὰ ἐπισκοτοῦντα τῷ ἡλίῳ νέφη. Ἄνθρησκα. τὰ ἄγρια λάχανα, παραπλήσια ἀνήθοις, οἷον καὶ τὰ μάραντα. Ἀνιηρέστερον. λυπηρότερον. τροπῇ τοῦ α εἰς η. τοῦτο δὲ ἔθος τῶν Ἰώνων. Ἀνιηρῶν. λυπηρῶν. Ἀνισοφυές. τὸ ἀνόμοιον. Ἀνίδρυτον. τὸ ἀστήρικτον. Ἀνιερόν. βέβηλον, μεμιασμένον. Ἀνόθευτον. γνήσιον, ἀπαραποίητον. Ἀντίδορον. τὸ τοῦ δόρατος δέρμα. Ἀντίδωρον δὲ, ὃ δίδοται ἐν ταῖς ἁγίαις ἐκκλησίαις· μέγα. Ἀντιμίσιον. παρὰ Ῥωμαίοις τράπεζα πρὸ τοῦ δικαστηρίου κειμένη. Ἀντίπαλον. τρία σημαίνει· τὸ ἐναντίον, τὸ ἰσόπαλον, καὶ τὸ ἰσόστροφον. οὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ὁ ἀγὼν ἔσται. Ἀντίχορδα. τὰ σύμφωνα. Ἀντίξουν. τὸ ἐναντίον. Ἄντρον. τὸ σπήλαιον. ἀνάτορον τὶ ὂν τὸ ἀνατετριμένον. ἢ παρὰ τὸ ἄνθη ἀνθηρὸν, καὶ ἄνθρον καὶ ἄντρον· εἶναι γὰρ λειμωνιάδων θεῶν ἐνδιαίτημα. ἢ παρὰ τὸ ἄντω τὸ ἱκετεύω, ἄντορον καὶ ἄντρον, διότι θεοὺς ἐν αὐτοῖς ἱκέτευον. Ἀντάξιον. ἰσοστάσιον. παρὰ τὸ ἄγω, ἄξω, ἄξιον καὶ ἀντάξιον. Ἄναρχον. ἐξ οὗ τὰ πάντα γεγέννηται, αὐτὸ δὲ ἀγέννητον. Ἀνούσιον. τὸ ἄκτιστον καὶ ἀνύπαρκτον διόλου, τῷ ῥήματι λεγόμενον, ἐν οὐσίᾳ δὲ καὶ ὑποστάσει μὴ γνωριζόμενον. οἷον· ὁ θάνατος, ὁ ἅδης, ἡ νόσος. Ἀνυπόστατον. τὸ μὴ ἔχον ὕπαρξιν ἤτοι οὐσίαν. οἷον τὸ ἐνύπνιον ἀνούσιον καὶ ἀνύπαρκτον, καὶ φαντασιῶδες. ἢ ἀνυπόστατον πᾶν τὸ μὴ ἐκ θεοῦ γεγονὸς, ἀλλʼ ἐν ἀπουσίᾳ τοῦ κρείττονος ὑφιστάμενον, ὡς σκότος, νόσος, ἁμαρτία, θάνατος. Ἀνυπόστατον. οὐχὶ τὸ μὴ ὂν, ἀλλὰ τὸ μὴ γενόμενον. Ἀναίσθητον. τὸ πάντη ἄψυχον καὶ κατὰ πάντα ἀμετακίνητον. καὶ ἄναυξες. Ἀνθέμων. ῥόδων. ἔχων στέφανον ἀνθέμων. Ἀνθρώπινον. σύμμετρον, μικρόν. καὶ ὁ Ἀπόστολος· ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ἀντιπελάργωμα καὶ ἀντιπελάργωσις. ἡ ἀντίδοσις τῶν εὐεργετημάτων. φιλοπάτωρ γὰρ ὁ πελαργός. Ἄνα. ἀντὶ τοῦ ἀνάστηθι. Ὅμηρος· ἀλλʼ ἄνα ἐξ ἑδράνων— ὅ ἐστι ἐκ τῶν θρόνων. ἀπὸ τοῦ ἀνάστηθι ὅλη ἡ λέξις ἀπεσπάσθη. οὐκ ἔστιν ἀποκοπὴ ἐπὶ τῶν τοιούτων. Ῥῆμα.Ἀναβάλλειν. ἀντὶ τοῦ εἰς ἀναβολὰς καθίστησι. καὶ ἀναβαλλόμενος, ὁ ὑπερτιθέμενος. Ἀναβάλλεσθαι τὸ ἱμάτιον, οὐ περιβάλλεσθαι λέγουσιν. Ἀναβαλόμενος. ἀντὶ τοῦ προοιμιασάμενος, διʼ ἑνὸς λ. —ἀναβαλόμενος οὖν, ὥσπερ εἰώθει, βραχὺν διεξῆλθεν ὕμνον. Ἀναβαλοῦ. περισπῶσιν οἱ Ἀττικοί. Ἀνάβαινε. τὸ ἐπὶ λογεῖον εἰσιέναι ἔλεγον οἱ παλαιοί. καταβαίνειν δὲ, τὸ ἀπαλλάττεσθαι ἐντεῦθεν. ἀπὸ τοῦ παλαιοῦ ἤθους. Ἀναβεβαμένοι. ἀντὶ τοῦ ἀναβάτην ἔχοντες. οὕτως Ξενοφῶν. Ἀναβιβῶμαι. ἀντὶ τοῦ ἀναβιβάσομαι. οὕτως Ἀμειψίας. Ἀναβιώσκεσθαι. τὸ ἀναζῇν. Ἀναβοθρεύουσιν. ἀναμοχλεύουσιν. Ἀνεβάλετο. προοιμίασεν. Ὅμηρος· —ἀνεβάλετο καλὸν ἀείδειν. Ἀναβλυστωνῆσαι. τὸ ἀναβλῦσαι καὶ τὸ ἀναβλαστῆσαι. Ἀναβέβρηκεν. ἀναπέπτωκεν. Ἀναβέβρυχεν. ἦχον ἀπετέλεσεν. ἢ ἀντὶ τοῦ ἀναβρύειν. Ἀναβὰς ἐπὶ τὸν ἵππον ἀπῄει. καὶ πάλιν· ἀναπηδήσας ἐπὶ τὸν ἵππον. καί· ἀρξαμένους δʼ ἀπὸ τοῦ ἀναβαίνειν ἐπὶ τοὺς ἵππους πάντα τὰ ἐν ἱππικῇ μελετᾷν. τὸ δʼ ἀναβὰς τὸν ἵππον οὐ πάνυ δόκιμον. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· ἀναβῆναι τὴν γυναῖκα βούλομαι. Ἀναγαγών. ἀντὶ τοῦ ἀπαγαγών. οὕτως Ξενοφῶν. Ἀναγγελήσεται. διηγηθήσεται. Ἀνάγεσθαι. ἀποπλεῖν· ἀνέρχεσθαι. τὸ ἐκ Βυζαντίου, ἢ ἀπὸ ἑτέρας πόλεως ἀπαίρειν. Προκόπιος· οὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι πρὸς τῶν ἀνδρῶν. Ἀνάγειν. τὸ μηνύειν τὸν πεπρακότα, καὶ ἐπʼ ἐκεῖνον ἰέναι. οὕτω Λυσίας καὶ Δείναρχος. Ἀναγινωσκομένους. ἀντὶ τοῦ ἀναπειθομένους. οὕτως Ἀντιφῶν, καὶ Ἰσαῖος, καὶ Ἡρόδοτος. Ἀναγνωσθείς. ἀντὶ τοῦ ἀναπεισθείς. ὁ δὲ ἀναγνωσθεὶς ὑπὸ τῆς γυναικὸς, ἔργον οὐχ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. Ἀναγινώσκειν. ἐπὶ τοῦ ἀναπείθειν. οὕτως οἱ ῥήτορες. ἔστι γὰρ ἀναγινώσκειν γνῶναι διαλεχθέντα. Ἀναγχιππεῖν. τὸ μετὰ ἀνάγκης ἱππεύειν. οὕτως Εὔπολις. Ἀναδάσασθαι. ἤγουν ἀναμερίσαι. Ἀναδέξασθαι. ἀναλαβεῖν, ἐκδέξασθαι. ὁ δὲ εἰς τὸ τέμενος κατεσκήνωσεν, ἀναδέξασθαι βουλόμενος τὰ μέλλοντα αὐτὸν διακομίζειν πορθμεῖα. καὶ ἀναδεχόμενος καὶ ἀναδέχομαι. Ἀναδέξασθαι. ὑπενεγκεῖν, ὑπομεῖναι. Ἀναδέχεσθαι. ἀντὶ τοῦ προσδοκᾷν. ἀναδέχεσθαι τὴν παρουσίαν τῶν πολεμίων. Ἀναδέρω. ὑπερτίθεμαι, ἀναβάλλομαι. Ἀναδεύειν. φυρᾷν. Ἀναδιδάξαι. ἀντὶ τοῦ πάνυ διδάξαι· ἐπιτατικὸν γὰρ ἡ ἀνά. Ἀναδικάσασθαι. τὸ ἄνωθεν δικάσασθαι. οὕτως Ἰσαῖος. ἐντεῦθεν καὶ τὸ ἀνάδικοι κινήσεις, αἱ ἄνωθεν δικαζόμεναι· ὅταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυριῶν. Ἀναδουμένην. στεφανουμένην. ἀναδουμένην οὕτω μέγα πρὸ πάντων ἀνθρώπων. Ἀναδῦναι. ἀναχωρῆσαι. Ἀναδυόμενος. φεύγων, ἀναβαλλόμενος. καὶ ἀναδύομαι ἀντὶ τοῦ μεταβουλεύομαι. Ἀναδήσονται. στέφονται. Ἀναδύεται. ὑπερτίθεται. Ἀναδοιδυκίζει. ἀναταράττει. Ἀναδούμενος. στεφανούμενος. δέω, δέομαι, δεόμενος, καὶ κατὰ συναίρεσιν ἀναδούμενος. Ἀναθέσθαι. ἀντὶ τοῦ ἄνωθεν βιῶναι. οὕτως Ἀντιφῶν· ἀναθέσθαι ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν. Ἀναθέσθαι. τὸ μεταθέσθαι. ἐκφυγοῦσα δʼ ἣν εἶχε νόσον, οὐκ ἔσχε τοὺς ῥηθέντας ἀναθέσθαι λόγους. ἀναθέσθαι οὐ δηλοῖ τὸ ὑπερθέσθαι, οὐδέ γε τὸ ἀνακοινῶσαι καὶ συμβουλεύσασθαι· ἀλλὰ τὸ μεταθέσθαι ἃ ἔδοξε πρότερον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν πεττευόντων, καὶ τὰς κεκινημένας ψήφους διορθούντων. τὰ δὲ μαρτύρια πλεῖστα παρὰ Πλάτωνι. οὔτʼ ἂν τῶν τότʼ εἰρημένων οὐδὲν ἀναθείμην. Ἀναθέντας. ἀντὶ τοῦ ἐπιθέντας. οὕτως Ξενοφῶν. Ἀναθείς. ἐπιτρέψας. ἐπὶ ἀψύχων τίθεται. ἐχρήσατο δὲ Ἀριστοφάνης καὶ ἐπὶ ἐμψύχων· ἀπολῶ τὸν ἄνθρωπον ἐπὶ κρημνόν τινʼ ἀνα-θείς. Ἀναθορῶντος. ἀναπηδοῦντος. Ἀναθρούμενα. ἀνασκοπούμενα. Ἀναθύειν. τὸ ἀναλαμβάνειν τὸ πρᾶγμα διὰ χρόνου. Φερεκράτης· πάλιν αὖθις ἀναθύουσιν αἱ γεραίτεραι. Ἀναθηλήσει. παρὰ τὸ θάλλω, θαλῶ· τοῦτο παρὰ τὸ θήλη· τοῦτο παρὰ τὸ θῶ τὸ τρέφω. Ἀναζεύξας. ἀναστρατοπεδεύσας, ὑποστρέψας. Ἀναζυγῶσαι. τὸ τὰς θύρας ἀναπετάσαι. Ἀναζυγοῦν. τὸ ἀνοιγνῦναι κιβωτὸν, ἢ τὸν ἐπὶ τῇ θύρᾳ θώρακα. Ἀναζωπυρῆσαι. ἀνεγεῖραι. ἀνανεῶσαι. ἀνάψαι. Ἀνακαθιζήσομαι καὶ ἀνακαθίσω. Ἀνακαλούμενος. ἤτοι ἀνακτώμενος. ὁ δὲ ἐσπούδαζεν ἀνακαλεῖσθαι τὰς τῶν ὑποτεταγμένων ἐννοίας καὶ προθυμίας. Ἀνακάψαι. καταφαγεῖν. Ἀνακεκώφηκας. Ἀριστοφάνης. τὰς ἀκοὰς ἡμῶν κωφὰς εἰργάσω, βοῆς ἀνεπλήρωσας. Ἀνακεχωρηκότων. ἀποκρύφων. ὁ δὲ ἐκτήσατο βιβλίων μυριάδας τρεῖς, καὶ τούτων σπουδαίων καὶ ἀνακεχωρηκότων. Ἀνακεῖσθαι. ἐπὶ ἀνδριάντων. κατακεῖσθαι καὶ κατακεκλίσθαι ἐπὶ τραπέζης. καὶ ἀνακεῖσθαι πολλάκις ἀντὶ τοῦ κατακεῖσθαι. Ἀνάκειται σκώμμασιν· ἀνάκειται λοιδορίαις· ἀνάκειται πόρνοις, κύβοις, συμποσίοις. σημαίνει τὸ οἷον πρόσκειται ἰσχυρῶς. Ἀνακλῖναι. ἀνοῖξαι. Ὅμηρος. οὕτως καὶ Ἡρόδοτος. οἱ δὲ ἀνακλῖναι μὲν τὴν θύραν οὐκ ἐτόλμησαν, οὐδʼ εἴσω παρελθεῖν ἴσχυσαν. Ἀνακομῶ. τὸ ἀναφύω. Ἀνακροτῆσαι. ἐπαινέσαι, ὑμνῆσαι. ὁ δὲ Πτολεμαῖος πάντας ἐκέλευεν ἀνακροτῆσαι τῆς εὐτραπελίας αὐτὸν ἀποδεχόμενος. Ἀνακρουόμεθα. ἀναπροοιμιαζόμεθα. Ἀνακρούσασθαι. ἐπὶ ναυμαχίας τὸ συμβάλλειν καὶ πάλιν ἀναδύεσθαι. Ἀνακτᾶσθαι. ἀντὶ τοῦ θεραπεύειν. Θουκυδίδης οὕτως. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ τὸ προαπολωλὸς αὖθις κτήσασθαι καὶ ἀπολαύειν. Ἀνακραθέν. ἀνακερασθέν. Ἀνακείσεται. ἀνατεθειμένος ἔσται. Ἀνακεφαλαιοῖ. ἀνακτίζει, ἀναπληροῖ. Ἀνακαγχήσας, οὐχὶ ἀνακαγχάσας. ἔστι δὲ τὸ ἀσέμνως γελᾷν. Ἀνακωχεύειν. τὸ ἀνασετράζειν, παρὰ Σοφοκλεῖ. κυρίως δὲ λέγεται, ὅταν χειμῶνος ὄντος ἐν πελάγει στείλαντες τὰ ἅρμενα σαλεύωσιν αὐτόθι, μὴ διαμαχόμενοι τῷ πνεύματι. Ἀναλαβεῖν. ἐνθυμηθῆναι. μήδʼ εἰς ἐσχάτην ἀναλαβεῖν ἐλπίδα, μήποτε διὰ ταύτης πολέμιος ἐπʼ αὐτοὺς ἀναβῇ στρατός. Ἀνακογχυλιαζόμενος. καὶ ἀνακογχυλιάσαι, τὸ ἀναγαργαρίσαι. Ἀναλέγεται. ἀναμφιβόλως ἔχει, ἐννοεῖται. εἰ μέν τις ἀναλέγεται τοῦτο, ὅτι κρατήσομεν ἐξ ἐφόδου τῶν πολεμίων. Ἀναλεξάμενος. ἀναγνοὺς, νοήσας. ὁ δὲ ἀναλεξάμενος τὴν ἐπιστολήν. Ἀναλεξαμένων. ἑαυτοὺς συναγόντων. μόλις δὲ τῶν Καρχηδονίων ἀπὸ τῆς καταπλήξεως ἀναλεξαμένων. Ἀναλήψεσθαι. ἀνακτήσασθαι. ὁ δὲ ἔλεγεν ἀναλήψεσθαι τὸ παρὸν πταῖσμα ταῖς εἰς τὸ μέλλον ἀρεταῖς. Ἀνακογχυλιάσαι. τὸ ἀνακλῦσαι πῶς τὸν φάρυγγα τινὶ ὑγρῷ. Ἀνάλωσε καὶ ἀνήλωσεν. ἑκατέρως λέγεται. Ἀναλώθησαν. ἠφανίσθησαν. οὐδὲ γὰρ ἀναλώθησαν ἄλλως αἱ εὐχαί. Ἀναλοῦντες. ἀντὶ τοῦ ἀναιροῦντες. οὕτως Θουκυδίδης. καὶ ἀναλοῦν καὶ ἀναλῶν. Ἀναλῶ. ἐξ οὗ τὸ ἀναλίσκω παράγωγον. σημαίνει δὲ τὸ πορθῶ, καὶ δαπανῶ. ἐξ οὗ καὶ ἀνάλωμα. ἔστιν οὖν ἄλες τὸ σημαῖνον τὸ ἀθροῦν, οἷον· ᾗ χειμέριον ὕδωρ ἄλεν. ἐξ οὗ ῥῆμα ἀλῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀαλῶ, τουτέστι τὰ συνηθροισμένα διασκορπίζειν, καὶ πλεονασμῷ τοῦ ν ἀναλῶ. ἐκ δὲ τοῦ ἀναλῶ, ἀναλίσκω. ἢ παρὰ τὸ ἅλις ἐπίῤῥημα. Ἀναλύζουσα. ἀλυγκαίνουσα. ἔστι δέ τι πάθος γινόμενον τοῖς μετὰ συμπαθείας κλαίουσι πολλάκις. Ἀναλυθῆναι. τὸ καθαρμῷ τινὶ χρήσασθαι φαρμάκων. Μένανδρος Ἥρωσιν· ἐπεφαρμάκευσο γλυκύ τʼ ἀναλυθεὶς μόλις. Ἀναλύειν. τὸ τοὺς συνθέτους λογισμοὺς ἀνάγειν εἰς τοὺς ἁπλοῦς καὶ εἰς τὰς προτάσεις ἐξ ὧν αὐτοῖς τὸ εἶναι. Ἀναμασσόμενοι. ἀνερευνῶντες. μόλις τὸ πρᾶγμα ἔγνωσαν ἀναμασσόμενοι οἱ κριταί. Ἀναμαχούμενον. ἐκ δευτέρου μαχεσάμενον. ὁ δὲ ἐκέλευεν αὐτὸν καὶ αὖθις ἥκειν ἀναμαχούμενον τὴν πρώτην ἧσσαν. Ἀναμετρήσαιμι. διεκπεράσαιμι. μήτε εἰς Ῥήγιον ἐκπλεῖν, μήτε τὴν πολλὴν θάλασσαν ἀναμετρεῖν. Ἀναμέλποντες. ὑμνοῦντες. μολπὴ γὰρ ὁ ὕμνος. Ἀναμαθεῖν. ἐξ ἀρχῆς μανθάνειν. Ἀναμύειν. ἀναβλέπειν. Ἀνανέμειν. ἴσον τῷ ἀναγινώσκειν. οὕτως Ἐπίχαρμος. Ἡρόδοτος δὲ ἀνανέμεσθαι ἐπὶ τοῦ καταλέγειν τέθεικεν. Ἀνανήξασθαι. ἀνακολυμβῆσαι. Ἀνανεύων. παραιτούμενος. Ἀναίνεται. παραιτεῖται, ἀρνεῖται. ὥσπερ παρὰ τὸ λιπῶ λιπαίνω, καὶ ὁρμῶ ὁρμαίνω, καὶ ὑφῶ ὑφαίνω, οὕτω καὶ παρὰ τὸ ἀρνῶ ἀρναίνω, καὶ ἐνδείᾳ τοῦ ρ ἀναίνω, ἀναίνομαι. ἢ παρὰ τὸ αἰνῶ, τὸ ἐπαινῶ, ἀναίνω, τὸ οὐκ ἐπαινῶ, καὶ οὐ συγκατατίθεμαι. Ἀναξιοπαθοῦντες. οὐκ ἄξιον ἡγούμενοι. οἱ δὲ Κρῆτες ἀναξιοπαθοῦντες οὐκ ἐδέξαντο αὐτὸν ὡς μοιχογέννητον. Ἀνάξοιτο. ἀνασχήσοιτο. οὕτως Ξενοφῶν. Ἀναπεμπάζεσθαι. ἐπαναλαμβάνειν ἢ ἀναλέγεσθαι. ἐκ τοῦ πέμπω. Ἀναπεμπάζειν. ἀνανεοῦσθαι, ἀναμιμνήσκεσθαι. πεποίηται ἀπὸ τῶν τοῖς πέντε δακτύλοις τῆς χειρὸς συνεχῶς ἀριθμούντων καὶ ἐπαναλαμβανόντων, οἱονεὶ κατὰ πεμπάδα ἀριθμούντων. Ἀναπεμπαζόμενοι. ἀριθμούμενοι, σκεπόμενοι. Ἀναπεπτωκώς. ῥαθυμῶν, ἀφροντιστῶν, ἀμελῶν. Ἀναπεποιημένης. ἀναπεφυρμένης, ἀναζυμωμένης. Ἀναπετάσωμεν. ἁπλώσωμεν. Ἀναπετῶ. ἀναπετάσω. Μένανδρος· ἄλλοις ἀναπετῶ τουτὶ προσελθών. Ἀναπείρατε. πήξατε, κεντήσατε. Ἀριστοφάνης· ἵνʼ ἀναπείρω τὰς κίχλας. Ἀναπείσητε. ἀντὶ τοῦ δώροις πείσητε. Ἀναπήλας. ἀνακινήσας. ὁ δὲ διὰ τοῦ κοντοῦ ἀναπήλας εἰς ὕψος. Ἀναπηγάζει. ἀναδίδωσιν, ἀνομβρεῖ. Ἀναπηνίζω. ἀναλέγομαι. Ἀναπίπτειν. οὐ τὸ κατακλίνεσθαι, ἀλλὰ τὸ μεταμέλεσθαι καὶ μετατίθεσθαι καὶ ἀποκνεῖν. λέγεται καὶ τὸ ἀθυμεῖν παρὰ τοῖς παλαιοῖς. Ἀναποδίζει. ἀνακάμπτει. Ἀναπολῶ. ἀναλογίζομαι, ἀναστρέφω. Ἀναπρήσας. ἐκ τοῦ πλήθω ἀναπλήσας καὶ τροπῇ τοῦ λ εἰς ρ ἀναπρήσας. οἱ γὰρ κακοῖς τισὶ συνεχόμενοι πνεύματος τὰς γνάθους πληροῦντες, τὰς ἐκφύσεις ἀποτελοῦσιν. Ἀναπνεύσωσιν. ἀναπνέω, ἀναπνεύσω, πλεονασμῷ τοῦ υ κατὰ τὸν μέλλοντα· ἐπειδὴ τὰ διὰ τοῦ εω ἐπὶ δευτέρου καὶ τρίτου προσώπου συναίρεσιν δεχόμενα, πλεονάζουσι τὸ υ κατὰ τὸν μέλλοντα. Ἀνάπτειν. ἀναπέμπειν, περιτιθέναι, προσάγειν. λέγεται δὲ καὶ ἐπὶ τῶν ἀναπτόντων τὸ πῦρ. Ἀναστεῖλαι. ἀντὶ τοῦ ἀνασχέσθαι. Ἀναστήσας. ἀναστάτους ποιήσας, καὶ μετοικίσας. ἀναστήσας ἐκ τοῦ ἱεροῦ τὸν ἄνθρωπον αἰκίαις καθυπέβαλεν. Ἀναστήψαι. ἀνασπάσαι. Ἀνασυντάξας. ἀντὶ τοῦ ἄνωθεν συντάξας. οὕτως Ὑπερίδης. Ἀνασχοῦσα. ἀναδοῦσα. Ἀνασχών. ἀνατείνας, φανεὶς, ἐξελθὼν, ἀναδύς. ὁ δὲ πρῶτος ἀνασχὼν ἐκ τοῦ ὀρύγματος ἦν Μάγνος. Ἀνασχέσθαι. παρὰ τὸ ἀνέχω, ὁ μέλλων ἀνέξω· ὁ δεύτερος ἀόριστος ἄνεχον, πλεονασμῷ τοῦ ς ἄνεσχον· ὁ δεύτερος μέσος ἀόριστος ἀνεσχόμην, ἀνέσχου, ἀνέσχετο, καὶ τὸ ἀπαρέμφατον ἀνασχέσθαι. Ἀναισιμοῦν. τὸ ἀναλίσκειν. ἀναισίμωτο τὰ τείχη. Ἀνασειράζων. ἀνακρούων, ἀνακόπτων, ἕλκων, ἀνέχων. Ἀναστοιχειώσας. ἀναπλάσας. μεταστοιχειώσας δὲ ἀντὶ τοῦ μεταπλάσας. Ἀνάσσει. βασιλεύει. Ἀνασκυνδυλεῦσαι. τὸ ἀνασκολοπίσαι, τὸ σταυρῶσαι. Ἀνασφήλας. ἀνανήψας· ἀναστήσας, ἀναλαβὼν, ἀναῤῥώσας. παρὰ τὸ σφηλὸν, ὃ σημαίνει τὸ ἰσχυρόν. καὶ ἐρίσφηλον τὸ ἄγαν ἰσχυρόν. Ἀναῤῥιπίζειν. κινεῖν, ἀνεγείρειν. Ἀναῤῥοιβδεῖ. ἤτοι ἀναῤῥοφᾷ. Ἀναῤῥιχᾶσθαι. ἀναδίδοσθαι τὸ ὕδωρ, καὶ τὸ σκολοβατεῖν. ἀναῤῥιχάω, ἀναῤῥιχῶ, ἀνηῤῥίχαον, ἀνηῤῥίχων, οἱονεὶ τρόπον ἀράχνης τοῖς ποσὶν ἀντιλαμβανόμενον ἀνιέναι πρὸς τὸ πρόσαντες. ἀραχνιῶ, ἀραχνιᾶσθαι, καὶ ἀναῤῥιχᾶσθαι. ἢ ἔστι ῥίον, τὸ ἀκρωτήριον· ἐκ τούτου γίνεται ῥιᾶσθαι, καὶ πλεονασμῷ τοῦ χ ἀναῤῥιχᾶσθαι. Ἀναποδίζειν. τὸ ἐξετάζειν, καὶ ὡσανεὶ συγκρούειν. Ἀνατάξασθαι. συντάξαι· ἀναγράψασθαι· λαμβανόμενον εὐτρεπίσασθαι. Ἀναταθῶμεν. ἀναπλωθῶμεν, ἀναχθῶμεν. Ἀνατετυρβακώς. ἀναταράξας. τυρβάσαι δὲ κυρίως λέγεται τὸ τὸν πηλὸν ταράξαι. Ἀριστοφάνης· τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς—. Ἀνατεῖλαι. ἀνθῆσαι. ἐκ μεταφορᾶς τῶν βοτανῶν. Ἀνατεινάμενος. ἐπαπειλήσας. ὁ δὲ βασιλεὺς πολλὰ τοῖς εἰς τὴν πρᾶξιν ὑπουργηκόσιν ἀνατεινάμενος, οὐδὲν ἔδρασεν. Ἀνατείνας τὴν ψυχήν. ἐπὶ τὰ ἄνω τρέψας. Ἀνατέταλθεν. ἀνέτειλεν. Ἀνατέτραπτο. ἀνατροπὴν τινὰ ἔπαθεν. Ἀνατίθεμαι. ἀντὶ τοῦ ἀθετῶ. Ἀνατλάντες, καὶ ἀνατλῆναι, καὶ ἀνατλῆσαι. ἀντὶ τοῦ ὑπομεῖναι. ἀτλῶ γὰρ τὸ καρτερῶ. Ἀνατραπέντες. σκελισθέντες, συμπεσόντες. οἱ δὲ σπῶσι τοῦ οἴνου ἄδην καὶ ἀνατραπέντες ἔκειντο, ὡς ἔτυχον. Ἀνατρέχω. Μένανδρος. ἀντὶ τοῦ ἀναλύω. Ἀνατυπῶσαι. Ἀντίμαχος. ἀντὶ τοῦ ἀνατρέψαι. Ἀναφέρων. ὑψῶν. Ἀναφρονήσαντες. ἀνανήψαντες, μεταγνόντες. οὔκουν οἱ πλεῖστοι ἀναφρονήσαντες ἐγνωσιμάχουν καὶ μετεβάλλοντο. Ἀναχωρίζει. ἀντὶ τοῦ ἀναχωρεῖν ποιεῖ. οὕτως Ξενοφῶν. Ἀναχαιτίζειν. ἀναποδίζειν, ἀνακόπτειν. Ἀναχρέμπτω. τὸ ἀναπνέω. Ἀναψύχω. τὸ ἀνακτῶ καὶ ἀναλαμβάνω. Ἀναθεματισμένος. ἐπάρατος, ἀκοινώνητος. Ἀναιρεθῇς. ἀναληφθῇς. οὕτως Ἰσοκράτης. Ἀναιρεῖν. τὸ ἐν γαστρὶ συλλαβεῖν, καὶ τὸ τεχθὲν ἀναστρέφειν, καὶ τὸ φονεῦσαι, καὶ τὸ ἀναλαβεῖν. ὁ δὲ καθεὶς τὴν χεῖρα εἰς τὴν πήραν ἀναιρεῖται τὴν ἐπιστολήν. Ἀνδραγαθιζομένη. ἀνδριζομένη. ἀνδραγαθῶ δέ. Ἀνδρίζω. τὸ ἀνδρὸς τὶ ποιῶ. Ἁνδάνω. τὸ ἀρέσκω. Ἀναποδίζω. τὸ ἐξετάζω. καὶ ὡσανεὶ συγκρούειν. Ἡρόδοτος· ἐπερωτῶν τε καὶ ἀναποδίζων τὸν κήρυκα. τὸ δʼ αὐτὸ καὶ ποδίζειν ἔλεγον. ποδίζειν γὰρ κυρίως τὸ τοῖς ποσὶν μετρεῖν τὶ χωρίον, καὶ τὴν σκιὰν μετρεῖν, πρὸς ἣν ἐπὶ τὸ δεῖπνον ἐβάδιζον. Ἀνέβαλλεν. ἀναβολὴν ἐδίδου. καὶ ἀντὶ τοῦ ἀνεβίβαζε. Ξενοφῶν· οὐδεὶς ἄλλος βασιλέα ἐπὶ τὸν ἵππον ἀνέβαλλεν. Ἀνεβάλλετο. προοιμιάζετο· ἀνεκρούετο· καὶ ἀνήρχετο, καὶ ἀντὶ τοῦ ὑπερετίθετο. Ἀνεβάλλοντο. ἀντὶ τοῦ ἐσχηματίζοντο. Ἀνέβησεν. ἀντὶ τοῦ ἀνεβίβασεν. οὕτως Ἡρόδοτος. Ἀνεβρύαξαν. ἀνεθορύβησαν, ἀνέκραγον. ἐκβαλεῖν δὲ λέγουσιν ἰδίως τὸ κροῦσαι ταῖς ναυσίν. Ἀνεβορβόρυξαν. ἀνέκραγον. Ἀνέγνωσαν. ἀνέπεισαν, ἀνεδίδαξαν, ἠρέθισαν. Ἡρόδοτος· τοὺς ὀνειροπόλους ἀνεσκολόπισεν, οἵ μιν ἀνέγνωσαν μετεῖναι τὸν Κῦρον. Ἀνεδέχετο. προσεδέχετο, ἐξυπέμενε. ὁ δὲ ἀνεδέχετο τὴν τοῦ δρόμου παρουσίαν. καὶ ἀντὶ τοῦ ἐξήνεγκεν. ὁ δὲ, τούτοις πιστεύων, ἀνεδέχετο τὸν πρὸς Ἀριαράθην πόλεμον. Ἀνεδήσαντο. ἀπηνέγκαντο. πολλὰς ἀνεδήσαντο νίκας. Ἀνεδίδοτο. ἀνεπέμπετο. καὶ ἀνεδίδου ἀντὶ τοῦ συνεβούλευεν. ὁ δὲ, συναθροίσας τοὺς φίλους, ἀνεδίδου διαβούλιον, τί δέον εἴη πράττειν. Ἀνέδραμεν. ἀντὶ τοῦ ηὐξήθη. οὕτως Ἡρόδοτος. Ἀνεζεύγνυ. ἀνέστρεφεν. ὁ δὲ μετὰ πολλῆς λείας ἀνεζεύγνυ. Ἀνέηκεν. ἀνέπεισεν. Ἀνεκαλοῦντο. εἰς δίκην ἦγον. οἱ δὲ ἔφοροι ἀνεκαλοῦντο αὐτὸν εἰς τὰς συναρχίας. Ἀνελεῖν καὶ ἀνεῖλεν. ἀντὶ τοῦ ἔχρησεν, ὅ ἐστι ἐχρησμοδότησεν. Ἀνελεῖν. ἀνατρέψαι. λέγεται καὶ ἁπλῶς ὅπερ ἄν τις ἀναλάβοιτο. Ἀνελκυσθῆναι. ἀναχθῆναι εἰς ὕψος. τὸ ἱστίον μετὰ τάχους ἀνελκυσθῆναι ἐγκελευσάμενος. Ἀνεστομώθησαν. ἀνεκρούσθησαν, ἢ ἐπληρώθησαν. Ἀνεσύρατο. ἐγύμνωσεν. Ἀνεσχήκει. ἀνέτειλε. καὶ ἡ σελήνη ἀνέσχηκε λαμπρά. Ἀνεφρόνησεν. ἐκ τῆς μέθης ἀνένηψεν. ἐπεὶ δʼ ἀνεφρόνησε, διπλαῖ ἔννοιαι τοῦτον εἰσῄεσαν. Ἀνεφυσῶντο. μετεωρίζοντο. Ἄνεχε. ἀντὶ τοῦ πάρεχε. οὕτως Θεόπομπος. Ἀνέχει. σώζει. οὐχ, ὥς τινες, ἀντὶ τοῦ ἐπέχει. καὶ Θουκυδίδης· αἱ περιουσίαι τῶν χρημάτων τοὺς πολέμους ἀνέχουσιν, ὃ ἐστὶ σώζουσιν. Ἀνέχειν. καὶ τὸ βαστάζειν. καὶ μηδὲν ἐπιπολῆς ἀνέχειν. Ἀνέχει. καὶ τὸ ὑψοῖ. καὶ τὸ ὑπέρκειται. εἰς τὸ ὄρος ὁ ταύτης ἀνέχει. Ἀνεχρήσαντο. διέφθειραν. οὕτως Θουκυδίδης. σημαίνει δὲ καὶ τὸ εἰς χρείαν τινὰ παρειλήφασιν. Ἀνεχύθη. μετωχετεύθη, ἐπλήμμυρε. καὶ οἱ ποταμοὶ πληρωθέντες ἀνεχύθησαν. Ἀνεψύχησεν. ὅπερ ἐν τῇ συνηθείᾳ ἀνέψυξεν. Ἀνεῖλεν. ἀντὶ τοῦ ἐμαντεύσατο. Ἀθηναίοις θεὸς τὰ μὲν πρῶτα χρωμένοις ἀνεῖλε φεύγειν. Ἀνελέσθαι. συστρέφεσθαι καὶ ἀλλήλους τοῖς δόρασι τύπτειν. καὶ ἀνείλλεται καὶ ἀνελεῖται. Ἀνείλετο. ἀνέλαβεν. Ἀνειλόμην. δύο δηλοῖ· τό, τε ἔθρεψα καὶ τὸ ἐβάστασα. Ἀνεῖναι. ἀφεῖναι, καὶ τὸ ἀναῤῥίψαι. ἀνεῖναι κύβον. Ἀναῤῥοιβδεῖ. ἀναῤῥοφεῖ ἐστί. πλεονασμῷ τοῦ ι ἀναῤῥοιφεῖ, καὶ ἐπενθέσει τοῦ β ἀναῤῥοιβδεῖ, τραπέντος τοῦ δασέως φ εἰς τὸ ψιλὸν δ. Ἀνελίννυον. ἀνεδίδουν, ἀνεπαύοντο. παρὰ τὸ εἱλῶ, ἵνʼ ᾖ τὸ ἐν τῷ αὐτῷ εἰλεῖσθαι. εἱλίνω καὶ ἐλίνω καὶ ἐλιννύω. σημαίνει τὴν λέξιν τὸ στρατεύειν διατρίβοντας ἢ ἐγχρονίζοντας. καὶ ἐλίννυον ἀντὶ τοῦ διέτριβον, ἀνεστρέφοντο. ἀπὸ τοῦ λίνου εἴρηται. δηρὸν γὰρ ἀνελίννυον αὖθι μένοντες. Ἀνέπαλτο. ἀνεπήδα. πάλλω τὸ πηδῶ. πάλλομαι, ἐπαλλόμην, ἐπάλλου, ἐπάλλετο, καὶ κατὰ συγκοπὴν ἔπαλτο καὶ ἀνέπαλτο. Ἀνέδεντο. ἐδεσμοῦντο. δέω, δέσω, δέδεκα, δέδεμαι, ἐδεδέμην, ἐδέδεντο, καὶ ἀνεδέδεντο, καὶ κατὰ συγκοπὴν τῆς δε ἀνέδεντο. Ἀνέγναμψαν. ἀνέλυσαν. τοῦτο παρὰ τὸ γόνυ, γονάμπτω, καὶ γνάμπτω, καὶ γνάμψω, καὶ ἀνέγναμψα. Ἀνεωγμένος. οἴγω, οἴξω, ὦγμαι, καὶ ἐν συνθέσει ἀνῶγμαι, καὶ πλεονασμῷ τοῦ ε ἀνέωγμαι. Ἀνέωγα. μέσος παρακείμενος. ἀνοίγω, ἤνωγα, προσθέσει τοῦ ε καὶ συστολῇ τοῦ η ἀνέωγα. ἀνέωγα χρὴ λέγειν καὶ ἀνέωκται. Φερεκράτης· οὐδεὶς ἀνέωγέ μοι θύραν— καὶ ὁ Πλάτων· ἀνεῴγετο γὰρ οὐ πρωΐ— καὶ ὁ Δημοσθένης· ἀνέωκται τὸ δεσμωτήριον. καὶ ἐν Θετταλοῖς· τὸ κεράμιον ἀνέῳκται. τὸ δὲ ἤνοιγε καὶ ἠνοίγετο καὶ ἤνοικται δεινῶς βάρβαρον, οἷς νῦν χρῶνται ἐπιεικῶς ἅπαντες. τὸ δὲ ἀνέῳγε δύο σημαίνει· τὸ μὲν οἷον· ἀνέῳκται· τὸ δʼ οἷον· ἀνεῴγνυ. οὐ μὴν ἐν ἅπασί γε τοῖς συνθέτοις τὰς προθέσεις οἱ Ἀττικοὶ φυλάττουσιν, ἀλλὰ εἰσὶν ἀνώμαλοι καὶ ἐν τούτῳ. ἐπεὶ οὖν πολλῶν ἀναδιπλοῦσι τὰς προθέσεις, λέγουσι γοῦν καὶ ἀναίνεται. ὥσπερ παρὰ τὸ λιπῶ λιπαίνω, καὶ ὁρμῶ ὁρμαίνω, καὶ ὑφῶ ὑφαίνω, οὕτω καὶ παρὰ τὸ ἀρνῶ ἀρναίνω, καὶ ἐνδείᾳ τοῦ ρ ἀναίνω, ἀναίνομαι. ἢ παρὰ τὸ αἰνῶ ἀναίνω, τὸ οὐκ ἐπαινῶ καὶ οὐ συγκατατίθεμαι. Ἀνέσχεθε. τὸ ἀνέτεινε. σχέθω τὸ κωλύω. ἔσχεθον, ἔσχεθε καὶ ἀνέσχεθε. Ἀνέσταν. ἵστημι, ὁ δεύτερος ἀόριστος ἔστην. τὸ πρῶτον τῶν πληθυντικῶν ἔστημεν, τὸ τρίτον ἔστησαν, καὶ κατὰ συγκοπὴν ἔσταν καὶ ἀνέσταν. Ἀνέδυ. δύω, παράγωγον δῦμι, ὁ δεύτερος ἀόριστος ἔδυν· τὸ τρίτον ἔδυ καὶ ἀνέδυ. Ἀνεῖλεν. ἀντὶ τοῦ ἐμαντεύσατο. ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ πνεῦμα, καὶ πληροῦσθαι τοῦ θεοῦ· ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. Ἀνεῖλε δὲ, ἀντὶ τοῦ ἐφόνευσεν. ἀπὸ τοῦ ἄνωθεν λαμβάνειν τὸ ἐν βάθει πνεῦμα τοῦ ἀνδρός. ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν γνῶσιν. λέγεται δὲ ἀνελεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη. Ἀνῆκεν. εἴασεν· ἀπέλυσεν. ἴημι, ὁ μέλλων ἤσω, ὁ ἀόριστος ἦκα, ἀνῆκα. σεσημείωται τὸ ἔθηκα, ἔδωκα. Ἀνήῃ. ἴημι, ὁ δεύτερος ἀόριστος ἦν. ἐὰν ὦ, ἐὰν ᾖς, ἐὰν ᾖ, καὶ πλεονασμῷ τοῦ η ἀνήῃ. μελίφρων ὕπνος ἀνήῃ. Ἀνήγκακα. ἀπὸ τοῦ ἀναγκάζω, τοῦ σημαίνοντος τὸ ταῖς ἀγκάλαις λαμβάνω. καὶ ἐκ τούτου ἀγκάσω, ἤγκακα καὶ μετὰ τῆς ἀνὰ ἀνήγκακα. Ἀνῄνασθαι. παραιτεῖσθαι, ἀρνεῖσθαι. ἀναίνω, ἀνῶ, ἤνῃνα, ἠνῃνάμην, ἠνῄνω, ἠνῄνατο, καὶ τὸ ἀπαρέμφατον ἀνῄνασθαι. Ἀνηρείψαντο. ἔστιν ἔρα ἡ γῆ, ἐκ τούτου ἐρέπτω, ὃ σημαίνει τὸ εἰς γῆν καταβάλλω. καὶ ἀνερέπτω, καὶ πλεονασμῷ τοῦ ι ἀνερείπτω, καὶ ἐξ αὐτοῦ ἀνηρείψαντο. τὰ δὲ εἰς πτω ῥήματα τὸ ι ἔχει· οἷον ἵπτω τὸ βλάπτω, λίπτω τὸ ἐπιθομῶ. χωρὶς τοῦ φιλαλείπτω καὶ ἀνερείπτω. Ἀνηνέχθη. ἀντὶ τοῦ ἀνήνεγκεν. Ἡρόδοτος· ἐκπλαγεὶς δὲ τούτοισιν ἐπὶ χρόνον ἄφθογγος ἦν, μόγις δέ ποτε ἀνενεχθεὶς, εἶπεν—Ὅμηρος· —μνησάμενος δʼ ἀνενήγκατο φώνησέ τε— ἀντὶ τοῦ ἀνέπνευσεν, ἐστέναξεν. Ἀνεξυνοῦτο. ἀντὶ τοῦ ἀνεκοινοῦτο. Ἀνιῶμαι. λυποῦμαι. ἀνιῶμαι διὰ ταύτας καὶ ἐπὶ ταύταις καὶ τούτων ἕνεκα. Ἀνόρουσεν. ὅρω τὸ διεγείρω, οὗ ὁ μέλλων αἰολικῶς ὄρσω, οἷον· ὄρσεο Λαομεδοντιάδη— τοῦτο γίνεται κατὰ παραγωγὴν ὀρύω, καὶ κατὰ πλεονασμὸν τοῦ υ ὀρούω, ὁ μέλλων ὀρούσω, ὁ ἀόριστος ὄρουσα, ποιητικῶς, καὶ ἐν συνθέσει ἀνόρουσεν. οἱ γὰρ Ἴωνες συναρχομένους ποιοῦσι τοὺς παρακειμένους. Ἀνστήτην. δυϊκὸν ἀντὶ τοῦ ἀνέστησαν. ὁ δεύτερος ἀόριστος ἔστην, ἔστης, ἔστη, ἔστητον, ἐστήτην, καὶ ἀναστήτην, καὶ ἀνστήτην. Ἀντετόρησε. διῆλθεν, ἐτρύπησεν, ἐκ τοῦ τορῶ· τοῦτο ἐκ τοῦ τείρω, τὸ καταπονῶ. τὸ τορῶ κατὰ συγκοπὴν τρῶ, τρήσω. Ἀντιφερίζω. ἐναντιοῦμαι, ἐξισοῦμαι. παρὰ τὸ φέρω, φερίζω, ὡς θέρω, θερίζω. Ἡσίοδος καὶ ἀντιφέρεσθαι τὸ ἐναντιοῦσθαι λέγει. Ἀντιβολῆσαι. ἀπαντῆσαι, μετασχεῖν, ἀπὸ τοῦ μολῶ, τροπῇ τοῦ μ εἰς β. τὸ δὲ ἀντιβολῆσαι ἀντὶ τοῦ ἱκετεῦσαι καὶ παρακαλέσαι. παρὰ τὸ βάλλω καὶ τὴν ἀντὶ πρόθεσιν. Ἀντισηκοῦντα. ἐξισάζοντα, ζυγοστατοῦντα. ἐκ τοῦ ἴσος ὄνομα γίνεται ῥῆμα ἰσῶ, ὁ μέλλων ἰσώσω, ἰσώκω, καὶ τροπῇ τοῦ μακροῦ εἰς τὸ μακρὸν ἰσηκῶ, καὶ ἀντισηκῶ. ἢ παρὰ τὸ σώκειν, ὃ σημαίνει τὸ ἰσχύειν. ἐξ οὗ καὶ σῶκος ὁ ἰσχυρός. —σῶκος ἐριούνιος—. Ἀντελαμβάνοντο. ἀντὶ τοῦ διεδέχοντο. ὕπνοι τε αὐτοῖς ἀεὶ μακρότατοι ἀντελαμβάνοντο. Ἀντεξάγειν. ἀπὸ τοῦ παρατάσσεσθαι. ἀντεπιέναι. Ἀντεπῄει. ἀντεπήρχετο. Ἀντεπιτίθησιν. ἀντὶ τοῦ ἀντεπιστέλλει. οὕτως Ἰσαῖος. Ἀντεπιχειρεῖν. πρὸς τὰ λεγόμενα μὴ φέρειν ἔνστασιν. Ἀντέφερον. ἠναντιοῦντο. Ἀντέβησαν. ἀντὶ τοῦ ἀντέστησαν. Ἀντεφιλοτιμοῦντο. ἀντὶ τοῦ ἡμιλλῶντο καὶ ἤριζον, καὶ ἀντηγωνίζοντο. Ἀντέχει. ἀντὶ τοῦ ἐξαρκεῖ. Δείναρχος ἀντὶ τοῦ σώζεται. Δημοσθένης καὶ Ὑπερίδης ἀντὶ τοῦ ἀντιλαμβάνεται, ἢ ἀντὶ τοῦ ὑπομονητικῶς ἔχει. Ἀντέχων. ἀντιμαχόμενος. Ἀντεχόμενος. ἀντιλαμβανόμενος. Ἀντεφοδεύω καὶ ἀντεφώδευκα. ἀντὶ τοῦ ἀντέτρεχον. Ἀντεχειροτόνησεν. ἀντέλεγεν. εἰ δὲ κᾀκεῖνα προσέρχεται, οὐδεὶς ἀντεχειροτόνησεν ἄν. Ἀντιάσας. μετασχών. δῶρα φέρει τρομεροῦ γήραος ἀντιάσας. ἔστι καὶ ἀντὶ τοῦ ἐναντιωθείς. Ἀντιδιαστέλλεται. ἀντιδιΐστησιν. Ἀντικάθηται. ἐναντιοῦται. Ἀντικαθίστασθαι. ἐναντιοῦσθαι. οὐ δυνάμενος τῷ πλήθει ἀντικαθίστασθαι. Ἀντικατέστησαν. ἠναντιώθησαν. Ἀντιλέγειν. ἀντὶ τοῦ ἶσα λέγειν. οὕτως Πλάτων. Ἀντιπελαργεῖν. χάριτας ἀντιδιδόναι. Ἀντισπᾷν. ἐναντιοῦσθαι. Ἀντιτυπῆσαι. ἀντιπαθῆσαι. Ἀντωμένη. συναντήσασα. Ἀντονομάζει. ὀνόματα ἀντὶ ὀνομάτων τίθησιν. Ἀντανισχεῖ. ἀνατέλλει. Ἀντιφιλοτιμεῖται. ἀντιθεραπεύει. Ἀντιφέρεται. ἐναντιοῦται. Ἀντιπαρεξάγειν. ἀντιτάσσειν· ἐξ ἐναντίας παρατάττεσθαι. Ἀντείχετο. προΐστατο, ἀντελαμβάνετο. Ἀνταναιρεθῇ. ἀφανισθῇ. Ἀντιπράττει. ἐναντιοῦται. Ἀντηνέχθη. ἠναντιώθη. Ἀντοίσομεν. ἀντιπροσενέγκωμεν. Ἀντιπίπτει. ἀνθίσταται. Ἀντωπίσαι. ἀντοφθαλμίσαι. Ἀνταναγνῶναι. ἀντιβαλεῖν. Ἀντιστηρίζει. βοηθεῖ, ἀντιλαμβάνεται. Ἀνεσκολοπισμένοι. ἐστρωμένοι. σκόλοπες γὰρ τὰ ὀρθὰ ξύλα, καὶ οἱ κάλαμοι. Ἀνειμένοι. ἀπολελυμένοι, ἀκρατεῖς. Ἀνημμένος δὲ, ὁ ἁπτόμενος, η. Ἀνεκυμβαλίαζον. ἀνεκρότουν. ἢ ἀνετρέποντο. Ἄνεται. τελειοῦται. Ἀνέεργεν. ἐκώλυεν. Ἀνεκήκιεν. ἀνεπήδα. ἀνεδίδου· ἀνέφερεν. ἐκ τοῦ κίω, τὸ πορεύομαι. Ἀνεῤῥώσθημεν. ὑγιεῖς γεγόναμεν. Ἀνεδείματο. ἀνῳκοδόμησεν, ἔκτισεν. Ἀνεπόδισεν. ἀνέκαμψεν. Ἀνεστάλη. μετεκινήθη. Ἀνείργειν. κωλύειν. Ἀνεκαλαμήσατο. ἀνεθέρισεν, ἐπανετρύγησεν. Ἀνεκρούσατο. ἐκιθάρισεν. Ἀνεθέμην. ἀνεκοινωσάμην. Ἄνες. συγχώρησον. Ἀνείθη. ἀφείθη. Ἀνείρειν. ἀναπείρειν. πλάτος σχοινίου λαβὼν ἀνάειρε τὰ κρέη. Ἀνέπασκεν. εὕρηκεν, εἴληφεν. Ἀνελίννυον. διέτριβον. ἀνεστρέφοντο· περιεφέροντο, ἐβράδυναν. Ἀνελίξαντες. ἀναζητήσαντες. Ἀνεῤῥιπίσθη. ἀνεκινήθη, ἐξεκαύθη. Ἀνεκτίσατο. ἀνέπλασεν. Ἀνερύειν. ἀποκόπτειν καὶ λαιμοτομεῖν τὸν τράχηλον. Ἄνεται. τελειοῦται. ἐκ τοῦ ἄνω, τὸ πράττω καὶ τελειῶ. τὸ παθητικὸν ἄνομαι, τὸ τρίτον ἄνεται. Ἀνέεργεν. ἐκώλυεν. ἀπὸ τοῦ εἴργω, εἶργε, διαλύσει τῆς ει διφθόγγου. Ἀνεκήκιεν. ἐκ τοῦ κίω, τὸ πορεύομαι, ἔκιον, ἔκιες, πλεονασμῷ τοῦ κ καὶ ἐκτάσει κήκιε, καὶ ἀνεκήκιε. σημαίνει δὲ τὸ ἀνέφερε καὶ ἀνεδίδου. Ἀνηνέχθη. ἀντὶ τοῦ ἀνήνεγκεν. Ἀνῄεσαν. ἀνήρχοντο. Ἀνίεσαν δὲ, ἀντὶ τοῦ συνεχώρουν, ι. Ἀνήνοθεν. ἀνεφέρετο. Ἀνασχών. ἀνατείνας. Ἀνισχόντων. ἀντισηκούντων. Ἀνηρτήθη. ἐκρεμάσθη. Ἀνήρετο. ἠρώτα. Ἀνῄρημαι. πεφόνευμαι, ἀπόλωλα. Ἀνθέξεται. ἀντιλήψεται. Ἀνθέλκει. ἀντεπισπᾶται. Ἀνθῶμαι. ἰῶμαι καὶ θεραπεύω. Ἀνθῃρημένος. ἀντιλαμβανόμενος. ἢ προκρινόμενος. Ἀνθομολογησόμεθα. εὐχαριστήσομεν. ὑπὲρ τῆς εὐεργεσίας ὁμολογῶμεν χάριτας. Ἀνθρωπίζω. τὰ τῶν ἀνθρώπων φρονῶ. Ἀνῃρημένος. ἀναλαβὼν, ἑλόμενος, ἐπενεγκάμενος. —ὁ δὲ βασιλεὺς τοσαύτην νίκην ἀδάκρυτον καὶ ἀναίμακτον ἀνῃρημένος εἰς τὰς Σάρδεις ὑπέστρεψεν. Ἀνηρώτιζεν. ἀντὶ τοῦ ἠρώτα. οὕτως Τηλεκλείδης. Ἀνηγμένος. ηὐξημένος. Ἀνιλύσπω. ἀνέβαινες. Ἀνιεμένη κόλπον. ἀνέλκουσα καὶ ἀναχαλοῦσα καὶ ἀπογυμνοῦσα τὸ κατὰ τοὺς μαστοὺς κόλπωμα. καὶ αἶγας ἀνιεμένους. Ἀνιλλομένη. καθυποκρινομένη. κυρίως δὲ ἀνίλλεσθαι τὸ ἀπαξιοῦν. Ἀνηκέστους. ἀφορήτους ἢ ἀνιάτους, ἢ ἀθεραπεύτους. Ἀνιστάμεναι. ἀντὶ τοῦ αἰχμαλωτιζόμεναι. Ἀνίτω. ἀναδιδόσθω. Ἀνιπτάμενος. πετόμενος. Ἄνιθι. ἄνελθε. καὶ κάτιθι, κάτελθε. καὶ ἄπιθι, ἄπελθε. Ἀνίησιν. ἐᾷ, ἀπολύει. Ἀνιείς. ἀφιείς. Ἀνιμᾶσθαι. ἀντλᾷν. ἀνασπᾷν. Ἀνίημι. συγχωρῶ. Ἀνοσιουργηθέντων. ἀνόμως πραχθέντων. Ἀνοιμώζω. στενάζω, θρηνῶ. Ἀνοίσω. ἀνενέγκω, ἀναβιβάσω. Ἀνορταλίζειν. σκιρτᾷν, παίζειν. Ἀνοχλίζω. τὸ ἀνέχω, καὶ ἀναβαστάζω, καὶ μετακινῶ. παρὰ τὸ ὄχλος, τοῦτο παρὰ τὸ ὀλῶ, τὸ συστρέφω. Ἀνομένης. παυομένης, ἀνυομένης. Ἀνοικίσαι. ἀντὶ τοῦ ἀνακτίσαι. ἀνοικίσαι τὴν πόλιν. Ἀνομολογεῖσθαι. σαφῶς καὶ γενναίως γινώσκεσθαι. Ἀνύτειν. πληροῦν· ἐνεργεῖν. καὶ ἀνύειν ὁμοίως. Ἄνωχθι. κέλευσον. ἐνεστώς ἐστι καὶ παρατατικὸς ἤπερ παρακείμενος. ἀνωγῶ, ἀνώγημι, τὸ προστακτικὸν ἀνώγηθι, καὶ τροπῇ τοῦ γ εἰς χ καὶ συγκοπῇ ἄνωχθι. Ἀνύω. τὸ πληρῶ. παρὰ τὸ ἄνω, τὸ πράττω καὶ τελειῶ, γίνεται τὸ ἀνύω. οἷον· —μάλα νὺξ ἄνεται— καί· —οὐκ ἀνύω φθονέουσα— ἀντὶ τοῦ οὐδὲν ὠφελῶ, οὐδὲν πράσσω. ἀνύω καὶ ἀνύτω. ἀπὸ τοῦ ἀνύω καὶ ἀρύω γέγονεν. Ἀνῳκοδόμησεν. ἔκτισεν. Ἀνωρθρίαζον. ἀντὶ τοῦ ὄρθριοι βοῶντες ἔλεγον. οὕτως Ἀνδοκίδης. Ἄνωγε. παρεκέλευε. τὸ θέμα ἀνωγῶ, πρώτης συζυγίας τῶν περισπωμένων. γέγονε δὲ ἀνωγή. τοῦτο παρὰ τὸ ἄνω, τὸ ἐγκελευσματικὸν ἐπίῤῥημα. ἢ παρὰ τὸ ἄγω γίνεται ἀγωγή. καὶ γίνεται ἀγωγὴ ἡ ἐγκέλευσις, διʼ οὗ ἄγομέν τι καὶ φέρομεν. ἀνωγῶ οὖν, ὁ παρατατικὸς ἠνώγουν, τὸ τρίτον ἠνώγει, ὁ μέλλων ἀνωγήσω, ὁ ἀόριστος ἠνώγησα, ὁ δεύτερος ἀόριστος ἤνωγον, ἤνωγες, ἤνωγε. καὶ κατὰ συστολὴν ἄνωγε. Ἀνέῳγε. ῥῆμα ὁριστικόν. οἴγω καὶ ἀνοίγω, ὃ καὶ διΐστησιν ὁ Αἰολεὺς λέγων· πάντας ὀΐγων θαλάμους. ὁ παρατατικὸς ἤνωγον, ἐπεισόδῳ τοῦ ε ἠνέῳγον. τὸ τρίτον ἠνέῳγε, καὶ συστολῇ ἀνέῳγεν. —ἐπιθήματα κάλʼ ἀνέῳγεν. ἀπὸ δὲ τοῦ ἀνοίγω ὁ παρατατικὸς ἀνῷγον, τὸ τρίτον ἀνῷγε. —τὸν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν. ἔστι καὶ ἀπὸ τοῦ ἀνοίγω ὁ παρακείμενος ἤνωχα, ἐπεισόδῳ τοῦ ε ἠνέωχα, ὁ μέσος ἠνέωγα, τὸ τρίτον ἠνέωγε καὶ συστολῇ ἀνέωγε. Ἰστέον δὲ, ὅτι, ὅτε μέν ἐστιν ἐνεργητικὰ, αἰτιατικῇ συντάσσεται, ὅτε δὲ παθητικὰ, εὐθείᾳ. Ἀναγινώσκετε. ὑπομιμνήσκεσθε. ἀνάγνωσις γὰρ ἡ ὑπόμνησις, ἡ ἄνωθεν γνῶσις. οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλʼ ἢ ἃ ἀναγινώσκετε. Ἀναγινωσκομένη. μνημονευομένη, ὁμιλουμένη. καὶ ὁ Ἀπόστολος· γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων. ἀνάγνωσιν δὲ καλεῖ ὁ Ἀπόστολος τὴν αὐτοῦ περὶ αὐτῶν ὁμιλίαν καὶ γνώμην. Ἀνακεφαλαιώσασθαι. συνάψαι, ἑνῶσαι. ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν Χριστῷ. Ἀναβεβλήσθω. ὑπερτεθήτω εἰς ἄλλον καιρόν. Ἐπίῤῥημα.Ἀναμίξ. ἀναμεμιγμένως. Ἀναφανδόν. φανερῶς. Ἀναιμωτεί. ἄνευ αἵματος καὶ πολέμου καὶ κόπου. Ἀναλόγως. ὁμοίως. Ἀνέδην. φανερῶς. παρὰ τὸ ἐῶ, τὸ ἀφίημι, ἔδην καὶ ἀνέδην· ὡς κλέπτω κλέβδην. σημαίνει δὲ τὸ ἀναστάτως εἶναι. παρὰ τὸ ἔδος, ἔδην καὶ ἀνέδην, κατὰ στέρησιν τοῦ ἑδράσαι, ὅ ἐστιν ἱδρύσαι. τὸ ἄνευ ἕδους φεύγειν. Ἀναίδην δὲ, τὸ ἀναισχύντως, διὰ τῆς αι διφθόγγου. Ἀνέκαθεν. ἐκ πολλοῦ χρόνου, ἢ ἀπʼ ἀρχῆς. Ἀνιδιτί. ἀκόπως. Ἀνωϊστί. λάθρα, ἀπροσδοκήτως. παρὰ τὸ ἴω τὸ ὑπονοῶ. ὅπερ καὶ ὀΐω γέγονεν. ὀϊόμενον θανέεσθαι. καί· —ὀΐσατο θεὸν εἶναι. γίνεται ὀϊστὶ καὶ ἐκ τοῦ ο εἰς ω μέγα ὠϊστὶ καὶ ἐν συνθέσει ἀνωϊστί. ἐκ δὲ τοῦ οἴω οἰστὸς, καὶ ἀνώϊστος, κατʼ ἔκτασιν. Ἀνενδιάστως. ἀδιστάκτως, ἀναμφιβόλως. Ἀνελευθέρως. τὸ ἐκτὸς τῆς ἀληθείας ποιεῖν τί. Ἀντικρύ. ἐξ ἐναντίας, κατέναντι. παρὰ τὴν ἀντὶ καὶ τὸ κάρα ἀντικαρὺ, καὶ ἐν συγκοπῇ ἀντικρύ. Ἄντικρυς. ἀνυποστόλως. ἀφόβως, ἀνυπόπτως. φανερῶς. ἢ ὡσανεί. Ἄνω. τὸ ἀπέχον πλέον τοῦ μέσου. Ἀνακῶς. ἐπιμελῶς, πεφροντισμένως, πεφυλαγμένως. Ἀνασταδόν. ἀντὶ τοῦ ἀναστάντες, ἐπίῤῥημα ποιότητος. ἀπὸ τοῦ ἵστημι, ἵσταμαι. Ἀνδρακάς. ἐπίῤῥημα ποιότητος. σημαίνει κατὰ ἄνδρα. παρὰ τὸ ἀνδρὸς γενικὴ, καὶ τὸ ἕκαστον, συγκοπῇ ἑκὰς, καὶ ἀνδροεκὰς, καὶ συγκοπῇ ἀνδροκὰς, καὶ τροπῇ ἀνδρακάς· ὡς κυνόμυια, κυνάμυια. Ἀναμέρος. ἐκ διαδοχῆς. Ἀναιμεί. χωρὶς αἵματος. Ἀνατί. παρὰ τῷ Λυκόφρονι τὸ χωρὶς βλάβης. καὶ ἄνευ τίσεως καὶ τιμωρίας. Ἀναυλεί. χωρὶς ναύλου. Ἀνοιμωκτί. χωρὶς οἰμωγῆς. Ἀνοικτί. χωρὶς οἴκτου. Ἀνυποστόλως. ἀνερυθριάστως, ἀναιδῶς. Ἀναπήρως. βεβλημένως, μὴ ὑγιῶς ἔχον. πηρὸς γὰρ ὁ τυφλὸς καὶ ἐμπαθής. Ἀναστροφάδην. ὅταν ὁ ἐγκαλῶν τῷ ἠδικημένῳ ἐγκαλεῖ. Ἀνεσκολοπισμένως. ἀνασταυρωμένως. σκόλοπες γὰρ τὰ ὀξέα ξύλα. Ἀνακράτος. μετὰ πάσης σπουδῆς. οἱ δὲ ἔφυγον ἀνακράτος. Ἀναπαυδήτως. τὸ κατακλίνεσθαι ὡς πρὸς ὕπνον. τὸ ἀναπαύεσθαι. Ἀνατατικῶς. προστακτικῶς. ἐμβριθῶς. ἢ ἀναπεπαυμένως καὶ ἀνηπλωμένως. Ἄνδιχα. ἀντὶ τοῦ διχῶς. Ὅμηρος· —ἢ ἄνδιχα πάντα δάσασθαι. καὶ ἀντὶ τὸ χωρίς. μήτʼ ἄρα τῶν κώμων ἄνδιχα μήτε λύρης. Ἀνουτητί. ἄνευ τρώσεως. Ἀντιπεπονθότως. ἀντικειμένως, ἐναντίως. Ἀνόμως. παρὰ τῷ Ἀποστόλῳ. χωρὶς τῆς τοῦ νόμου κατακρίσεως. ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται. Τὸ Α μετὰ τοῦ Ξ. Ἀρσενικόν.Ἀξιάγαστος. ἀξιοθαύμαστος. Ἀξιέραστος. ἀξιεπιθύμητος. Ἀξιέπαινος. ὁ ἄξιος ἐπαίνου. Ἀξιομνημόνευτος. ὁ ἄξιος μνημοσύνων. Ἀξύλῳ. πολυξύλῳ, κατʼ ἐπίτασιν τοῦ α. Ἄξων. τὸ διῆκον διὰ τῶν τροχῶν ξύλον. Ἄξονες. ἐν οἷς οἱ ἰδιωτικοὶ ἐνεγράφοντο νόμοι, οἳ καὶ τετράγωνοι ὑπῆρχον πίνακες. ἄξονες καὶ αἱ πράξεις τῶν ἀρετῶν. Ἀξύμβλητος. ἀναπάντητος. Ἄξυνος. ὁ ἀκοινώνητος. Ἀξύστατον. οὐ συνεστῶτα, οὐδὲ πυκνὸν, ἀλλʼ ἀραιόν. Ἀξιόμαχος. ἰσοδύναμος. ἦν δὲ ἔχων στρατὸν ἀξιόμαχον. Ἀξιόχρεως. ὁ ἀξιόπιστος. Ἀξιδάρης. ὄνομα κύριον. Θηλυκόν.Ἀξιοπιστία. ἡ πίστωσις. Ἄξος. πόλις Κρήτης. Ἀξίωσιν. τιμήν. αὐτὸν δὲ βασιλέα ὄντα κατʼ ἀξίωσιν τῆς τρίτης μοίρας, μεγέθει τὲ χώρας καὶ πλήθει τῶν ὑπηκόων—. Ἀξούμη. μητρόπολις Αἰθιοπίας. ὁ πολίτης Ἀξουμίτης. Ἀξυλία. ἡ ἔνδεια τῶν ξύλων. Οὐδέτερον.Ἀξιαπηγητότατα. ἄξια τοῦ ὑφηγεῖσθαι. Ἄξιον. οἱ ῥήτορες ἐπὶ τοῦ δικαίου καὶ εὐλόγου τοῦτο ἐκλαμβάνουσι. παρὰ τὸ ἄγω, ἄξω. ὁμοίως καὶ ἄξων παρὰ τὸ ἄγω, ἄξω. Ἄξοον. τὸ ἄτμητον. Ἀξύμμετρον. τὸ ὑπὲρ τὸ μέτρον. Ἄξιον. τὸ εὔωνον παρὰ Ἀττικοῖς. Ἀξίωμα. ἡ ἱκεσία. καὶ ὁ Δαβὶδ φησίν· εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, κύριε. Ἀξιόχρεων. καὶ ἐπὶ οὐδετέρου. δεῖ γινώσκειν, ὅτι πᾶν οὐδέτερον εἰς ν λῆγον ἀπαθὲς βραχυκαταληκτεῖ. ξύλον, λοῦτρον, πτερόν· χωρὶς τοῦ πᾶν, τοῦτο γὰρ μακροκατάληκτον, καὶ χωρὶς τῶν παρὰ τὸ ποὺς, οἷον· δίπουν. πρόσκειται ἀπαθὲς διὰ τὸ ποιοῦν καὶ χρυσοῦν καὶ ὀστοῦν καὶ χαλκοῦν· ταῦτα γὰρ ἀπὸ κράσεως γέγονε. καὶ τὸ διπλοῦν ἀπὸ τοῦ διπλόον, καὶ τὸ ἀγήρων ἀπὸ τοῦ ἀγήραον. τὸ ἀξιόχρεων καὶ τὸ ἀνάπλεων τῶν διὰ τοῦ ο. Ἄξιον. δίκαιον. ὁ Ἀπόστολος· ὀφείλομεν ἡμεῖς εὐχαριστεῖν, καθὼς ἄξιόν ἐστι. ἢ τὸ ἄξιον δίκαιον νοήσεις, ἢ οὕτως μεγάλως. καθὼς ἄξιον τῷ μεγάλα παρέχοντι. Ῥῆμα.Ἀξιουμένου. τυγχάνοντος. Ἀξιῶ. ὑπολαμβάνω. σημαίνει δὲ καὶ τὸ ἱκετεύω καὶ τὸ νομίζω. Ἄξω καὶ ἐνταῦθα καὶ ἐκεῖσε· ἀπάξω δὲ τὸ ὀπίσω ἄξω. Ἀξιοζήλως. ἐπαινετῶς. ὁ δὲ ἐν ὀφθαλμοῖς τῶν ἁπάντων αὐτὸν ἀξιοζήλως διεχρήσατο. Τὸ Α μετὰ τοῦ Ο. Ἀοιδός. ὁ κιθαρῳδὸς, τραγῳδός. ἀπὸ τοῦ ἀείδω ἀοιδός. Ἀοίδιμος. ὁ ἀείμνηστος. παρὰ τὴν ἀοιδὴν ἀοίδιμος, ὡς τροφὴ τρόφιμος. τουτέστι ὁ ἐν ᾠδαῖς ἀεὶ ὀνομαζόμενος, ἢ μνημονευόμενος. ἢ ὀνομαζόμενος. Ἀοσσητήρ. ὁ ἄνευ ὄσσης καὶ κληδόνος αὐτομάτως βοηθῶν. ὀσσητὴρ καὶ ἀοσσητήρ. Ἄοιμος. ἀπόρευτος. οἶμος γὰρ ἡ ὁδός. Ἄοζοι. πολύοζοι, πολλὰ ξύλα καίοντες. λέγει δὲ τοὺς μαγείρους· ὄζος γὰρ ὁ κλάδος. Ἄορνις. λιμὴν παρὰ τὴν Ταρσηνίαν. Ἀορτήρ. ὁ λῶρος, ἐν ᾧ τὸ ξίφος κρέμαται. παρὰ τὸ αἴρω ἀρτὴρ, καὶ πλεονασμῷ τοῦ ο ἀορτήρ. —ἀτὰρ περὶ κουλεὸν ἦεν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός. καὶ ἄορ τὸ ξίφος. ἀείρω, ἄορ. Ἀολλέες. ὁμοῦ συνηγμένοι. παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. ἀπὸ γὰρ τοῦ ἀέλλω ῥήματος τοῦ σημαίνοντος τὸ συστρέφω. ἢ εἰλῶ ῥήματος ὄνομα ἐλλὴς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἢ ὁμοῦ ἀελλὴς, καὶ τροπῇ τοῦ α εἰς ο ἀολλὴς, καὶ ἡ εὐθεῖα τῶν πληθυντικῶν ἀολλέες. ἐκ δὲ τοῦ ἀολλὴς γίνεται ἀολλίζω. Ἀοιδός. κιθαρῳδός. προκατάρχει ῥῆμα τὸ ἀείδω. ἔφαμεν δὲ, ὅτι ἔθος ἔχουσιν οἱ ποιηταὶ παρατιθέναι τὰ ὀνόματα τοῖς ἀφʼ ὧν γεγόνασιν. πεπόλιστο πόλις, μάχην ἐμάχοντο, βοῦς βουκολέεσκεν. οὕτω καὶ ἐνταῦθα ἀοιδὸς ἀοιδέμεναι. ἀοίδω καὶ Ὅμηρος· καλὸν ἀοιδιάει. Ἄοπος. ἄφωνος ἢ ἀόρατος. Ἀόργητος. ὁ μὴ ὀργιζόμενος. Ἀοιδή. ἡ ᾠδή. Ἄορες. αἱ γυναῖκες. Ἄορνος. πέτρα ἐν τῇ Ἰνδικῇ, ἐν ᾗ οὐ κάθηται ὄρνις διὰ τὸ εἶναι αὐτὴν ὑπερύψηλον. Ἀοριστύν. ὁμιλίαν. συναναστροφήν. Ἀόριστος γῆ. ἡ μὴ ἔχουσα ὅρους, μὴ δὲ σπειρομένη, ἕως οὗ ἐστιν ἑκάστου τὸ δίκαιον. Ἀόρατος. ὥσπερ τὸ καλύπτεσθαι τὴν γῆν ὑπὸ τοῦ ὕδατος, ὡς τό· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. φύσει γὰρ ἦν ὁρατὴ, διὰ δὲ τὴν ἐπιπρόσθησιν τοῦ ἐπικειμένου αὐτῇ ὕδατος ἦν ἀόρατος. Ἄορ. τὸ ξίφος. παρὰ τὸ ἀείρω ἄορ. Ἀόριστον. ὅρῳ μὴ ὑποβεβλημένον καὶ κατεχόμενον. τὸ κατʼ οὐσίαν θεὸς, τὸ μόνον ἄκτιστον. ζήτει περὶ τοῦ ἀορίστου εἰς τὸ τί ἐστιν ὅρος, ἐν ᾧ καὶ περὶ ὁριστοῦ. Ἀόρατον. τὸ καθάπαξ ἀδύνατον ὁραθῆναι, οἷον ἡ φωνή. ἢ τὸ πεφυκὸς ὁρατὸν, μὴ ὁρώμενον δὲ, ὅπέρ ἐστι τὸ ἐν στερήσει. ἢ ὃ μὴ πέφυκεν ὀφθαλμοῖς σαρκὸς καθορᾶσθαι. ἢ ὡς ὁ νοῦς ὁ ἡμέτερος, ἢ ὡς ὁ ἐν τῷ βυθῷ σίδηρος, ὃς ὁρατὸς φύσει ὑπάρχων, ἀποκέκρυπται διὰ τὴν ἐπιπρόσθησιν τοῦ ἐπικειμένου αὐτῷ σώματος. Ἀολλίσας. συναθροίσα. Ἀολλισθῆναι. ὁμοίως. συναθροισθῆναι. Ἀολλεῖ. συνάγει. Ἀοζήσω. διακονήσω, ὑπηρετήσω, ὑπουργήσω. Τὸ Α μετὰ τοῦ Π. Ἀπαράβλητος. ἀσύγκριτος, ἀνόμοιος. Ἀπαράκλητοι. αὐτόματοι. Θουκυδίδης· τῶν αὐτονόμων Θρᾳκῶν ἀπαράκλητοι ἐφʼ ἁρπαγὴν ἠκολούθουν. ἀπαράκλητοι καὶ οἱ ἀπαρηγόρητοι. Ἄπαρνος. ὁ καθόλου ἀρνούμενος. Ἁπαλός. μαλακός. παρὰ τὴν ἁφὴν ἁφαλὸς καὶ ἁπαλός. Ἀπόμισθοι. οἱ μὴ μισθὸν λαμβάνοντες. Ἄπειρος. ὁ ἀμαθής. παρὰ τὸ μὴ ἔχειν πεῖραν. Ἄπειρος δὲ, ὁ πολὺς καὶ ὁ μέγας. παρὰ τὸ μὴ ἔχειν πέρας. σημαίνει δὲ τὸ ἄπειρος καὶ χιτῶνα ἔξοδον μὴ ἔχοντα. Ἀπηνής. σκληρὸς, ὠμός. ἀπὸ τοῦ μὴ αἰνεῖσθαι καὶ ἐπαινεῖσθαι. Ἄπηρος. ὁ ἀβλαβής. παρὰ τὸ πηρὸν ἄπηρος. Ἀπῄορος. ὁ διεστὼς καὶ ἀπηρτημένος. παρὰ τὸ ἀείρω, ἀερῶ. Ἁπλοῦς. ὁ μηδενὶ μετʼ ἐπινοίας ἐξ ἑαυτοῦ λαλῶν. ὥσπερ παρὰ τὸ πέλω καὶ τὸ δύο γίνεται διπλόος διπλοῦς, οὕτως καὶ παρὰ τὸ α τὸ σημαῖνον τὸ ἓν καὶ τὸ πέλω γίνεται ἁπλοῦς, ὁ τὸ ἓν ὑπάρχων. Ἄπορος. ὁ πτωχός· κυρίως δὲ ὁ ἀδιόδευτος τόπος. πόρος γὰρ ὁ περάσιμος τόπος. Ἀπότριχες. οἱ ἄνηβοι, τῆς ἀπὸ προθέσεως ἀντὶ τοῦ α στερήσεως κειμένης. ὡς ἐν τῷ· ἀποκηδήσαντε φεροίμεθα χεῖρον ἄεθλον. ἀντὶ τοῦ ἀκηδήσαντες. καὶ, ἀπότιμον ἔθεντο, ἀντὶ τοῦ ἄτιμον. Ἀπελλαῖος. ὁ Δεκέμβριος μήν. Ἀπαίδευτοι. ἄτακτοι, ἀνόητοι. Ἀπαιδοτρίβητοι. ἀγύμναστοι, ἀπαίδευτοι. Ἀπερίτροπος. ἀνεπίστροφος. οὔτε γὰρ Ἀγαμεμνονίδης παῖς ἀπερίτροπος. Ἀπήμονα. ἀβλαβῆ. Ὅμηρος· τοὺς δʼ εὗρʼ οὐκέτι πάμπαν ἀπήμονας—. Ἄπις. θεὸς Αἰγύπτιος. Ἄπιστος. ὁ ἀσεβής. λέγεται δὲ καὶ ὁ μὴ πειθόμενος, ὥς φησι Πλάτων. Ἁπλῷ λόγῳ. τῷ χωρὶς προσθήκης. χωρὶς δὲ προσθήκης εἶπεν οἷον· ὁ Αἰθίοψ πῆ λευκός. κατὰ γὰρ τοὺς ὀδόντας. Ἀποβάτης. ἱππικόν τι ἀγώνισμά ἐστιν. Ἀποβατικοὶ τροχοί. οἱ ἀπὸ τούτου τοῦ ἀγωνίσματος εἰς ἕτερον. Ἀποδέκται. ἄρχοντες κληρωτικοὶ δέκα τὸν ἀριθμὸν κατὰ φυλὰς, οἵτινες ἀπελάμβανον καὶ ἀπεδέχοντο τὰ γραμματεῖα τῶν ὀφειλόντων τῷ δημοσίῳ. διὰ τοῦτο γὰρ καὶ ἀποδέκται ἐκαλοῦντο. εἶτα ἐζητοῦντο τὰ ὀφειλόμενα καὶ τὰ ἀποδιδόμενα χρήματα ἐν τῇ βουλῇ καὶ ἐμέριζον εἰς ἃ χρὴ ἀναλίσκειν. Ἀπόπατος. ἡ τῶν σιτίων διὰ γαστρὸς κένωσις. καὶ ἀποπατῆσαι τὸ ἄποθεν τοῦ πάτου γινόμενον· πάτος γὰρ ἡ ὁδός. Ἀπόλλων. ὁ ἥλιος λέγεται κατὰ Ἕλληνας. παρὰ τὸ ἀποπάλλειν τὰς ἰδίας ἀκτῖνας, ἢ παρὰ τὸ ἀπολύειν τῶν κακῶν τοὺς ἀνθρώπους. ἰατρὸς γὰρ ἦν, ὡς ληρῳδοῦσιν οἱ Ἕλληνες. ἢ ὁ μὴ ἀπολλύμενος κατὰ τὴν δύσιν. ἢ ὅτι ὑπὸ τῶν θεολόγων ἓν προσαγορεύεται· ὁ μὴ ὢν πολλὰ ἀλλʼ ἕν. τὰ εἰς λων ὀνόματα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς βαρύτονα, φυλάσσουσι τὸ ω ἐπὶ γενικῆς· Ἀσκάλων, Ἀσκάλωνος, Ἀπόλλων, Ἀπόλλωνος. Ἀπόκλητοι. οἱ κεκλημένοι, οὐ τὴν κοινὴν προσδεξάμενοι σύνοδον. οὔτε τοῖς ἀποκλήτοις συμμεταδόντες ... τὰς αὐτῶν κρίσεις. Ἀποκόπους. ἐκτομίας. κεῖται καὶ ἀντὶ τοῦ ἀσθενεῖς. Ἀπόπληκτος. ὁ πεπονθὼς, ὁ ἠλίθιος. ἔμπληκτος δὲ, ὁ εὐμετάβολος, καὶ φθορᾶς μεστός. Ἀποπομπαῖος. ὁ χίμαρος, ὁ τράγος. καὶ ἀποπομπαῖοι θεοὶ οὕτως ἐκαλοῦντο τινὲς καὶ ἀποπομποὶ, οἱ ἀπότροποι. Ἀπόθεστος. ὁ ἀζήτητος καὶ μὴ ποθούμενος. ποθέω, ποθῶ, ποθήσω, πεπόθηκα, πεπόθεσμαι, πεπόθεσται, ποθεστὸς καὶ ἀπόθεστος. Ἀπόστολος. ὁ ἀποστελλόμενος μετὰ στρατιᾶς εἰς πόλεμον παρασκευῆς. Ἀποστολεῖς. οἱ ἐκ τῆς πομπῆς τῶν τριήρων ἀποδεδειγμένοι. Ἀπόστολοι δὲ, αἱ τῶν νεῶν ἐκπομπαί. οὕτως Δημοσθένης. Ἀπροτίμαστος. ἄθικτος, ἄψαυστος. παρὰ τὸ μαίω, τὸ ζητῶ. ὁ μὴ ἐπιζητούμενος πρὸς μίξιν. ἢ παρὰ τὸ μαστεύω, τὸ ζητῶ. ὅθεν καὶ μαστὸς καὶ τὸ ἐπιμασσάμενος, ὅ ἐστιν ἐπιλαβόμενος, καὶ ἐπεμάσσατο, ἀντὶ τοῦ καθήψατο. Ἀπτοεπής. τινὲς δασύνουσιν, ἵνʼ ᾖ ὁ ἁπτόμενος διὰ λόγων. ἢ ὁ ἀπτόητος ἐν τῷ λέγειν. Ἄπτερος. ταχύς. τῇ δʼ ἄπτερος ἔπλετο μῦθος. ταχὺς πρὸς τὸ πεισθῆναι. καὶ ἰσόπτερος. ἡ γὰρ α στέρησιν δηλοῖ, σημαίνει δὲ καὶ τὸ ὅμοιον καὶ τὸ ἶσον, οἷον ἀτάλαντος, ἄλοχος. Ἀπύρους. ἀνεπιτηδείους πρὸς πυρὸς χρῆσιν. Ἀπφύς. ὁ πατὴρ εἴρηται ὑποκοριστικῶς. ἀπὸ τοῦ πάππα, ὃ σημαίνει τὸν πατέρα, ἀφαιρέσει τοῦ κατʼ ἀρχὰς π ἀππὺς, καὶ τροπῇ τοῦ π εἰς φ ἀπφύς. Ἀποτέλειοι. οἱ κατὰ πόλεις ἡγεμόνες τῶν Ἰουδαίων. Ἀποτρόφους. τοὺς μὴ ὄντας τροφίμους τῆς φιλοσοφίας. Ἀπόφημος. δύσφημος. Ἀποφώλιοι. ξένοι. οἱ φυλὴν μὴ ἔχοντες. οὕτως Αἰσχύλος. ἢ ἀπαίδευτοι· φωλεοὶ γὰρ τὰ παιδευτήρια κατὰ Ἴωνας. Ἀποχειροβίων. τῶν ἐκ χειρῶν ζώντων καὶ ταῖς τέχναις προσκαθημένων. Ἀποφαντικόν. κυρίως τὸν ἐκφέροντά τι νόημα, εἴτε διὰ καταφάσεως, εἴτε διʼ ἀποφάσεως. σημαίνει δὲ ἰδικῶς καὶ τὸν μὴ συγκατατιθέμενον. Ἀπωλεύτων. ἄνευ πώλων. Ἀπʼ ὤμοιϊν. ἀπὸ τῶν ὤμων. Ἀπράγμων. ἄπονος. ἀπράγμονας δεῖ εἶναι τοὺς σπουδαίους. Ἀπραίδευτοι. ἀζήμιοι. Ἀπρόϊτος. ὁ τῆς οἰκίας μὴ ἐξερχόμενος. Ἀπροσήγορος. ὃν οὐχ οἷόν τε προσαγορεῦσαι διὰ τρόπου τραχύτητα. Ἀπρόσμαχοι. ἀκαταγώνιστοι. οὐκ ἀπρόσμαχοι εἶεν Πάρθοι. Ἄποικοι. οἱ ἐν ἐρήμῳ τόπῳ πεμπόμενοι οἰκῆσαι. ἔποικοι δὲ οἱ ἐν πόλει. παρὰ Θουκυδίδῃ. Ἀπηλιαστής. ὁ μισόδικος. Ἄπελος. τὸ ἕλκος. διὰ τὸ μὴ πελάζειν, ἀλλὰ διΐστασθαι. Ἀπηλητῆρες. καυχηταί. Ἀπαράτιλτος. δασὺς καὶ ἄκοσμος τὰς τρίχας καὶ ἐκ μακροῦ χρόνου ἀλουτιῶν. Ἀποτρόπαιος. φευκτὸς, μισητός. Ἄπαστος. ἄγευστος. παρὰ τὸ ἐσθίω καὶ πόα, ἡ βοτάνη. ὡς οὖν ἀπὸ τοῦ μῶ, τὸ ζητῶ, γίνεται μαστὸς, οὕτω καὶ παρὰ τὸ πῶ παστὸς καὶ ἄπαστος. Ἀπάλαμνος. ὁ μὴ δυνάμενος παλαμήσασθαι, ὅ ἐστι τεχνάσασθαι· παλάμαι γὰρ αἱ τέχναι. ἢ ὁ ἐν παλάμῃ, ὅ ἐστι τέχνῃ, μὴ μένων. Ἀπερωεύς. κωλυτής. Ἀπηχής. ὁ μὴ συνᾴδων. Ἀπέκτητος. ὁ ἀκτένιστος. πέκω γὰρ τὸ πλέκω καὶ κτενίζω. Ἀπόσιτος. ξένος. Ἀπάλαμνος. ἄπειρος, ἀσθενής. Ἀπηλεγής. σκληρός. Ἀπαράκτητος. ἀνόμοιος, ἀσύγκριτος. Ἀπερισάλπιγκτοι. ἀπεριήχητοι. Ἀπαθής. ἄλυπος. Ἀπολιναρισταί. οὗτοι ἔλεγον· ἐπειδὴ ἡ προσληφθεῖσα σὰρξ ἐθεώθη, δῆλον, ὡς αὐτῇ καὶ ἡ θεότης συνέπαθε· καὶ τοῦτό ἐστι τὸ, ὡς θεὸς τιμᾶται καὶ συναλοίφεται, καθὼς φησὶ καὶ ὁ ἐν θεολόγοις Γρηγόριος. Ἀποσπάδας. τοὺς ἀποσπασθέντας. Ἀπὸ ἕθεν. ἀπὸ ἑαυτοῦ. ἐμὲ, σὲ, ἕ. ἀπὸ οὖν τοῦ ἓ τρίτου προσώπου πλεονασμῷ τῆς θεν συλλαβῆς ἕθεν. Ἀπείριτος. πολύς. ὁ δὲ ἀπείρηστος δίφθογγον καὶ η. Ἀπόφασις. λόγος, ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι ὑπάρχει. ἢ λόγος ἀποφαντικὸς τινὸς ἀπό τινος. ἢ ἀνατροπὴ τῆς καταφάσεως. οἷον· ὁ ποταμὸς οὐκ ἀνέρχεται· ὁ δὲ ἄρχων εἰσέρχεται. ἢ λόγος σημαίνων, τί ὂν τίνι μὴ ὑπάρχει. τὸ δὲ τίνι ὑπάρχει, δηλοῖ τὴν κατάφασιν, τὸ δὲ τίνι μὴ ὑπάρχει, σημαίνει τὴν ἀπόφασιν. ἀπόφασις δὲ καὶ πρότασις καὶ πρόβλημα καὶ ἔνστασις καὶ συμπέρασμα. τὰ πέντε ταῦτα οὐδὲν κατὰ τὴν ὑπόστασιν ἀλλήλων διαφέρουσιν· ἡ δὲ διαφορὰ τούτων κατʼ ἐπίνοιαν ἢ κατά τινα γίνεται σχέσιν. ὅταν μὲν γὰρ ἁπλῶς ἀποφαίνομαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι, ἀπόφασις λέγεται· ὅταν δὲ ὡς μέρος συλλογισμοῦ ληφθῇ, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι, τὸ ἀθάνατον, αὐτοκίνητον, τότε πρότασις ἐστὶ τὸ λέγειν ἡ ψυχὴ ἀθάνατος. ἡνίκα δὲ ἐνίσταται πρὸς τὴν πρότασιν ζητῶν, πόθεν δῆλον, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι, τότε τὸ τοιοῦτον ἔνστασις προσαγορεύεται. ἡνίκα δὲ πάλιν προτείνομεν εἰς ζήτησιν, ἆρά γε ἡ ψυχὴ ἀθάνατός ἐστι, καλεῖται πρόβλημα. ὅτε δὲ ἐκ προτάσεως συνάγεται, καλεῖται συμπέρασμα. Ἀπαξίωσις. καταφρόνησις. ὁ δὲ Φίλιππος ἐδυσχέραινεν ἐπὶ τῇ τῶν Κερκυρέων ἀπαξιώσει— καὶ ἀπαξιῶν ἀντὶ τοῦ ἀνάξιον ἡγούμενος. Ἀπάρσεως. ἀναχωρήσεως. τῆς δὲ ἀλόγου ταύτης ἀπάρσεως——. Ἁπληγίς. τὸ ἁπλοῦν ἱμάτιον, ὅπερ Ὅμηρος ἁπλοΐδα καλεῖ. παρὰ τὸ ἁπλῆ ἁπληῒς καὶ ἁπληγίς. Ἀποφράδες. αἱ ἀπηγορευμέναι ἡμέραι, ἃς οἱ παλαιοὶ καὶ ἀπεικάδας καλοῦσι. φθίνοντος τοῦ μηνὸς τετράδα τρίτην ἡμέραν. ἢ τὰς ἡμέρας, ἐν αἷς τὰς φονικὰς δίκας ἐδίκαζον, διὰ τὸ οἷον ἀποφράττεσθαι τὸ τῆς σελήνης φῶς ἐν αὐταῖς. καὶ τοὺς πονηροὺς δὲ ἀποφράδας ἐπιθετικῶς ἐκάλουν. οἷον· ἄνθρωπος ἀποφρὰς καὶ βλέπων ἀπιστίαν. παρὰ τὸ φῶ ῥῆμα, φράζω, ὁ μέλλων φράσω, ἀποβολῇ τοῦ ω φρὰς καὶ ἀποφράς. Ἀπορία. ἡ καθʼ ὑπεροχὴν ἑτέρου ἀσθενείας ὕπαρξις. Ἀπόγνωσις. ἐλπίδος στέρησις. Ἀπόνοια. ἡ χωρίζουσα τοῦ δέοντος, καὶ ἀποστασίαν ποιοῦσα τοῦ νοῦ. Ἀπάθεια. οὐ τὸ μὴ πολεμεῖσθαι ὑπὸ δαιμόνων, τὸ μὴ λυπεῖσθαι ὑπὸ δαιμόνων. ἐπεὶ ἄρα ὀφείλομεν κατὰ τὸν Ἀπόστολον ἐξεληλυθέναι ἐκ τοῦ κόσμου· ἀλλὰ πολεμουμένους ὑπʼ αὐτῶν ἀπολεμήτους μένειν. Ἀπάθειά ἐστιν ἄνθος τοῖς πρακτικοῖς· πρακτικὸν δὲ συνίστησιν ἡ τήρησις τῶν τοῦ χριστοῦ ἐντολῶν· τούτων δὲ φύλαξ ὁ φόβος αὐτοῦ. ἔργον δὲ ἀπαθείας ἡ ἀγάπη. ἀπάθεια ἐστὶ κατάστασις ψυχῆς λογικῆς ἐκ πραότητος καὶ σωφροσύνης συνισταμένη. Ἀποτίμησις. τὸ ἀποτίμημα, καὶ τὸ τέλος, καὶ ὁ φόρος. Ἀπήχεια. ἀντὶ τοῦ ἀπέχθεια. οὕτως Λυσίας καὶ Δείναρχος. Ἀππία. ὁδὸς οὕτως καλεῖται ἀπὸ Ἀππίου Ῥωμαίου τιμητοῦ, ὃς λιθομυλίᾳ ταύτην κατέστρωσε καὶ ὕδατος ὀχετοὺς κατεσκεύασεν. Ἀπιστία. ἡ ἀσέβεια καὶ ἡ ἀπείθεια. οὕτως Πλάτων. Ἁπλᾶς φησὶ Καλλίστρατος τὰ μονοπέλματα τῶν ὑποδημάτων. Ἀπόγνοια. ἀπόγνωσις. Θουκυδίδης· ἐνέπρησαν δὲ τὰ πλοῖα, οὕτως ἀπόγνοια ἦ. Ἀπὸ γραμμῆς. οἷον ἀπʼ ἀρχῆς. ἐκ μεταφορᾶς τῆς τῶν δρομέων ἀφετηρίας, καὶ γραμμῆς, ἣν καὶ ἄφεσιν καὶ βαλβίδα καλοῦσιν. Ἀπογραφή. ἐπειδάν τις λέγει τινὰ ἔχειν τὶ τῶν τῆς πόλεως, ὁ ἐναγόμενος ἀπογραφὴν ποιεῖται, δηλῶν ὅσα τὲ ἔχει καὶ ὅθεν τὰ χρήματα. Ἀπὸ δόξης. ἀπὸ εἰκασμοῦ. Ἀποθήκη. καὶ ἡ ἀποστροφή. οὕτως Φίλιστος. Ἀποκαραδοκία καὶ ἀποκαραδοκῶν. ὁ προσδοκῶν. ὁ δὲ καθῆστο ἐν τῇ παρεμβολῇ ἀποκαραδοκῶν, ὅπη καὶ τύχης χωρήσοι τὰ πράγματα. Ἀπώλεια. τὰ διὰ τοῦ εια προπαροξύτονα, ἔχοντα ἐνεστῶτα ἀντὶ παρακειμένου, δίφθογγον ἔχει· οἷον· ἀνθῶ, ἄνθεια· θαλῶ, θάλεια· χαιρῶ, χαίρεια· κρατῶ, κράτεια· μήδω, μήδεια. ἐπὶ γυναικὸς τῆς ἡρωΐδος· ἐπὶ δὲ τῆς χώρας διὰ τοῦ ι· ἐπὶ τῆς πόλεως μίδεια. προπαροξυτόνως, καὶ κατὰ τὴν παραλήγουσαν διὰ τοῦ ι. τὰ δὲ διὰ τοῦ ὄλλω ἐκτείνουσι τὸ ω· ἐξώλεια, προώλεια. Ἀποκλήρωσις. διανομὴ, μερισμός· μέρος εἰς ἀμείνονα λῆξιν. λῆξις δέ ἐστι μερὶς, παῦσις. κληρονομία. Ἀπόκρισις. ἡ ἀπολογία. οὕτως Λυσίας, Ἀντιφῶν καὶ Δημοσθένης. Ἀπομαγδαλία. τὸ σταῖς, ᾧ ἀπομάττονται οἱ μάγειροι, ὅπερ ἐκάλουν χειρόμακτρον, ὃ μετὰ τὴν ἐργασίαν ἀπέῤῥιπτον τοῖς κυσίν. ἢ ἡ τῶν κυνῶν τροφή. Ἀπολλωνίτις. χώρα. οἶμαι δὲ καὶ ἐπὶ ἀρσενικοῦ γράφεται. Ἀπὸ πεντόζοιο. πεντακλάδου. Ἡσίοδος· —μὴ δʼ ἀπὸ πεντόζοιο ...... αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ. πεντάκλαδος ἡ χείρ. μὴ ὀνυχίσῃς, φησὶν, ἐν ἑορτῇ ξηρὸν ὄνυχα. χλωρὸν δὲ τὸ ζωτικὸν αἷμα. ἀσεβὲς γὰρ τὸ ὀνυχίζεσθαι ἐν ἑορτῇ θεῶν. κλίνεται δὲ ἡ πέντοζος, τῆς πεντόζου. Ἀποῤῥῶγες. ἐξοχαὶ ἀπεσχισμέναι, ἀπεῤῥηγμέναι, ἀπʼ ἀλλήλων ἀπεσπασμέναι. ἀπὸ τοῦ ρω ῥὴξ, καὶ τροπῇ ῥὼξ, καὶ κλίνεται ῥωγὸς καὶ μετὰ τῆς ἀπὸ προθέσεως ἀποῤῥώξ. Ἀπόνοια. ἄνοια, ὕβρις. Ἀποπληξία. θλίψις, μανία, ἄνοια, ἢ πλῆθος ἰχῶρος τὲ καὶ πνεύματος, ἐπισχόντος τὴν ἀναπνοήν. Ἀποπομπή. ἡ ἀποτροπή. Ἀποπορεία. ἡ ἐπαναχώρησις, ἡ ἐπαναστροφὴ, ἡ ἐπάνοδος. ἐπιταχύναι τὴν ἀποπορείαν. Ἀπορησία. ἀντὶ τοῦ ἀπορία. οὕτως Εὔβουλος. Ἀπόῤῥησις. ἡ ἀπαγόρευσις. ὁ δὲ οὐκ ἤνεγκε τὴν ἀπόῤῥησιν, ἀλλὰ θυμοῦ πληρωθεὶς ἔφη·— σημαίνει δὲ καὶ τὴν ἀποκήρυξιν. Ἀποῤῥοῆς. σταγόνος. Ἄπορος χώρα. ἀντὶ τοῦ ἀπόρευτος. Ἀποσκευή. ἡ τῶν ἐπιτηδείων κομιδή. τὸ παρʼ ἡμῖν λεγόμενον τοῦλδον. τὰ σαγμάρια. συνέταξε δὲ τούτοις καὶ τὴν ἀποσκευήν. Ἀποστολαί. δῶρα, ἀποπέμψεις. Ἀποστολικὴ πολιτεία. τουτέστιν ὀφθαλμῶν ἀκρίβεια, γλώσσης ἐγκράτεια καὶ τὰ ὅμοια. Ἀποστροφή. ἀντὶ τοῦ καταστροφή. Ἀπόταξις. τὸ χωρὶς τετάχθαι τοὺς πρότερον ἀλλήλοις συντεταγμένους εἰς τὸ ὑπηρετεῖν τὸν ὡρισμένον φόρον. οὕτως Ἀντιφῶν. Ἀπροτίμαστος. ἄψαυστος ἢ ἄθικτος, ἡ μὴ ἐπιζητηθεῖσα πρὸς μίξιν. παρὰ τὸ μάω, μῶ, τὸ ζητῶ, ἢ παρὰ τὸ μαστεύω, ὃ σημαίνει τὸ ζητῶ. Ἀπτήν. ἡ μηδέποτε πτᾶσα, ἡ μὴ πετομένη. καὶ κλίνεται ἀπτῆνος. παρὰ τὸ πέτω πετὴν καὶ ἀπτὴν, ἡ μὴ ἵπτασθαι δυναμένη διὰ σμικρότητα. Ἄπρως. θηλυκόν· πόλις δέ ἐστι Θρᾴκης. ὁ πολίτης Ἀπραῖος. ἐγὼ δέ φημι Ἀπρηνὸς, καὶ τὸ Ἄπρως μηκιστογραφῶ, ὡς τὸ Ἄθως. Ἀπρόσκλητος. ἡ μὴ τυχοῦσα τῶν καλουμένων κλητόρων κατὰ τὸν νόμον. Ἀπότριψις. μέλλησις· ἀπάγγελσις· ἀγώνισις, προάγγελσις· τέκμαρσις, κάθεξις. Ἀπουρία. ἡ ἐξ ἀνίσων γάμων σπορὰ, οἷον ἀπὸ δούλης ἢ ἀπὸ δούλου. Ἀπόφασις. Δημοσθένης. τὸ ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέρος, ὁπόσην οὐσίαν ἔχει, ὅπερ ἐν ταῖς ἀντιδόσεσι μάλιστα γίνεται. καλεῖται δὲ αὐτὸ καὶ ἀπογραφή. Ἀπραγμοσύνη. ἡ καταφρόνησις, ἡ ἀμέλεια. ὁ δὲ Ἰουστινιανὸς ἄδικον αὐτῶν ἀπεκάλει τὴν ἐς κουτριγούρους ἀπραγμοσύνην. καὶ ἀπραγμοσύνη, εἶδος ἄνθους. μίλακος ὄζων καὶ ἀπραγμοσύνης. Ἀποίκησις. ἡ μετοίκησις. Ἀπφά. ἀδελφῆς καὶ ἀδελφοῦ ὑποκόρισμα. Ἀπανάστασις. ἀποικία, μετανάστασις. Ἀπέχθεια. μῖσος. Ἀπέλεθρον. ἀμέτρητον καὶ πολλὴν δύναμιν· πέλεθρον γὰρ καὶ πλέθρον μέτρον γῆς. Ἀπειλή. ἡ μετʼ ὀργῆς ἐπίπληξις. παρὰ τὸ ἄποθεν εἶναι ἐλέους, ἢ παρὰ τὸ ἀπείλλειν, ὅ ἐστιν ἀπείργειν· ὁ γὰρ ἀπειλῶν τὸν θέλοντά τι πράττειν ἀπείργει. ἢ παρὰ τὴν ἀπὸ καὶ τοῦ εἰλῶ, ἡ ἀποκλείουσα τῶν δεόντων. ἔστι γὰρ ἀπειλὴ λόγος συστρέφων τὸ δέον, ἢ λόγος ἀπείργων τῶν ἁμαρτημάτων. σημαίνει δὲ τρία· τὸ καυχῶμαι, ὡς τό· —ποτʼ ἀπειλήσει— ἐπὶ δὲ εὐχῆς· —οὐδʼ ἠπείλησεν ἄνακτι— ἐπὶ δὲ ὀργῆς· —αἶψα δʼ ἀναστὰς ἠπείλησε μῦθον— τὸ δὲ εὔχομαι, παρὰ τὸ ἀπέλλας, τὰς φιάλας, διʼ ὧν σπένδοντες. εὐχόμεθα. τὰ εἰς η λήγοντα θηλυκὰ, παραλήγοντα ἑνὶ τῶν δασέων ἢ ψιλῶν, ἢ ἔν τινι τῶν μέσων, οὐδέποτε τῇ ει διφθόγγῳ παραλήγουσι, πλὴν τοῦ πείνη, ὠτειλὴ, ὀφειλὴ καὶ ἀπειλή. Ἀπήνη. ἡ ἅμαξα. παρὰ τὸ ἄνω τὸ ἀνύω, ἄνη καὶ ἀπάνη, καὶ τροπῇ τοῦ α εἰς η ἀπήνη. Ἄπυστος. ὁ ἀνήκουστος. ἀπὸ τοῦ πεύθω, πευστὸς καὶ ἄπυστος. Ἀπαισός. πόλις κατὰ τὴν Τρωάδα. λέγουσι καὶ δίχα τοῦ α. ὅς ῥʼ ἐνὶ Παισῷ. ὁ πολίτης Ἀπαισηνὸς καὶ Παίσιος. Ἀπάμεια. πόλις Συρίας. ἀπὸ τῆς Ἀπύνας, τῆς Σελεύκου μητρός. ὁ πολίτης Ἀπαμεύς. Ἀπαιόλη. ἀπατητική. Ἀποφοίτησις. χωρισμὸς ἢ ἀναχώρησις. Ἀποῤῥοή. ἡ ἀπὸ σταγόνος τινὸς ῥέουσα. Ἀπόμοιρα. μερὶς, κλῆρος. Ἀπογραφή. ἡ ἀρίθμησις. Ἀπραγμάτευτος. ἡ μηδένα κόπον ἔχουσα, ἡ ἀπολυπραγμόνητος. Ἀπαρτία. ὁ κατὰ τὸν οἶκον κόσμος, ἤτοι τὰ λεγόμενα ἔπιπλα. ἔστι καὶ ἀπαρτῶ, παράγωγον ἀπαρτίζω· τὸ ἀρτίως ὅ ἐστιν εὐαρμόστως συμπληρῶ. Ἀπηνή. ἡ ἀναιδὴς, καὶ ἀπάνθρωπος, καὶ ἀσεβής. Ἀπαρκτίαις. ταῖς ἀπὸ τῆς ἄρκτου πνοαῖς. καὶ ἀπαρκτίας ἄνεμος, ὁ ἀπὸ τῆς ἄρκτου πνέων. Ἀπάγεια. ἡ μήπω συμπαγεῖσα. Ἀπίης. ξένης. —ἐξ ἀπίης γαίης—. Ἀποσφήλωσις. ἡ ἀποπληξία. Ἀπεμπολὴ καὶ ἀπεμπόλησις. ἡ μετὰ ἀπάτης πρᾶσις καὶ ἐμπορία. Ἀποπληξία. τὸ μετὰ ἀναισθησίας καὶ παρέσεως πάθος. Ἀπαγωγάς. αἰχμαλωσίας. Ἀπανθρωπία. ἡ κακία. ὅταν γάρ τις μὴ κατὰ ἄνθρωπον ποιῇ, τοῦτο ἀπανθρωπία. Ἀποκαραδοκία. προσδοκία, ἐλπίς. Ἀπάθεια τοῦ νοῦ. ἀπὸ τῆς κτίσεως ἀποδημία. Ἀπαράτρωτος. ἀπαρασάλευτος. Ἀπὸ κοπρίας. ἀπὸ πειρασμοῦ. Ἀποκοπή. ἡ ἐκ τοῦ τέλους ἄρσις. οἷον· κυκεῶνα, κυκεῶ· ἱδρῶτα, ἱδρῶ. Ἀπήχησις. ὁ ἦχος καὶ ἡ προφορὰ καὶ ἡ ἐκφώνησις. Ἀπόστροφος. σημεῖον ἐκθλίψεως φωνήεντος ἢ φωνηέντων, οἷον· ὣς ἔφατʼ εὐχόμενος— ἀπόστροφος δὲ διὰ τὸ νεύειν ἐπὶ τὰ ἔσω κάτω. τίθεται δὲ ἀντὶ τεσσάρων· ἀντὶ τοῦ α· ἀντὶ τοῦ ε· ἀντὶ τοῦ ι, καὶ ἀντὶ τοῦ ο. Ἀπειροκαλία. ἡ φιλοδοξία. καὶ ἀπειρόκαλοι. εἴρηται δὲ ἀπὸ τοῦ ἀπείρους εἶναι τοῦ καλοῦ, ἤτοι τῆς ταπεινώσεως. ἢ οἱ ἀμέτρως καλλυνόμενοι. τοιοῦτοι δὲ οἱ τῆς νεανικῆς ἡλικίας. Ἀπόμοιρα. τὸ ἀπὸ τῶν οἰκείων κτημάτων ἀφιερωθὲν εἰς ἐκκλησίαν ἢ εἰς μοναστήρια, ἢ εἰς γηρωκομεῖα. Ἀποβολή. ἡ πρόσκρουσις. καὶ ὁ Ἀπόστολος· εἰ γὰρ ἀποβολὴ αὐτῶν—. Οὐδέτερον.Ἀπαρεμπόδιστα. ἀπλανῆ. Ἀπατούρια. ἑορτὴ δημοτελής· ἤγετο δὲ παρʼ Ἀθηναίοις ἐπὶ τρεῖς ἡμέρας. Ἄπεδα. τὰ ἰσόπεδα. Ἀπείκασμα. ὁμοίωμα. Ἀποβράσματα. τὰ πίτυρα. παρὰ Καλλιμάχῳ· τῆς οὐδὲν ἀπέβρασας φαῦλον ἀλετρίς. Ἀπόθετον. τὸ ἀποτεθησαυρισμένον. Ἀποθύμια. λυπηρὰ, τὰ μὴ καταθύμια. Ἀπόκριμα. κατάκριμα. Ἀπὸ κυανέων. ἀπὸ κυανὸς, κυάνειος, καὶ ἀποβολῇ τοῦ ι κυάνεος, τὸ κυάνεον, τὰ κυάνεα, τῶν κυανέων. Ἀποπορευτέα. ἀγαθά. τοιγαροῦν ἀποπορευτέα αὐτῷ δοκεῖ. Ἀπὸ στόματος. ἄνευ γραμμάτων. ὁ δὲ κελεύει ἀπὸ στόματος φράζειν τοῖς ἡγεμόσι τῶν Μάρσων. Ἄπρακτα. ἀνεκδίκητα, ἀτιμώρητα. ἀλλὰ ταῦτα μὲν οὐχ οἷα τὲ εἶναι ἄπρακτα γενέσθαι. Ἀπροστασίου. εἶδος δίκης, κατὰ τῶν μετοίκων τὸν προστάτην μὴ νεμόντων. ᾑρεῖτο δὲ ἕκαστος αὐτῶν τινὰ τῶν πολιτῶν, ὃν ἤθελε, προστάτην, τὸν ἐπιμελησόμενον τῶν ἰδίων καὶ τῶν δημοσίων ὑπὲρ αὐτοῦ ὥσπερ ἐγγυητὴν ὄντα. Ἀπροβούλευτον. τὸ μὴ πρότερον εἰς τὴν βουλὴν, ἀλλʼ εὐθὺς εἰς τὸν δῆμον εἰσαχθὲν ψήφισμα. οὕτως Δημοσθένης. Ἀπρόσωπον. κακόμορφον, δυσειδές. —ἀπρόσωπον μὲν, ὅσα ἰδεῖν—. Ἀπαιδοτρίβητον. ἀγύμναστον. Ἀπέραντον. ἀτελεύτητον. Ἀπερίτρεπτον. τὸ μὴ περιτρεπόμενον. Ἀπέριττον. τὸ εὐτελές. Ἀπεοικός. ἀνόμοιον. Ἀπεικός. μὴ πρέπον. Ἀπευκτόν. μισητόν. Ἀπήμαντον. ἀβλαβές. Ἀπηχέστατον. ἀηδές. οὗ καὶ αὐτὸν τὸν ἦχον ἀποστρεφόμεθα. Ἀπηνέμοις. γαληνοτάτοις. Ἄπλετον. πολὺ, ἀπλήρωτον. Ἁπλοῦν. τὸ μὴ συντεθειμένον. λέγει δὲ καὶ τὸ ἀκακούργητον. Ἄπλαστον. ἀληθινόν. Ἄπλωτον. ἄπλευστον. Ἀπόῤῥητον. ἄφραστον, μὴ δυνάμενον ῥηθῆναι. Ἄποσον. τὸ ποσότητι ἢ μέτρῳ οὐχʼ ὑποπίπτον. Ἀπαραποίητον. ἄπλαστον. Ἄπιος. ἡ ὀπώρα. καὶ ἄπιον. τὸ δὲ ἄπιος ἐπὶ θηλυκοῦ. Ἀπόλεκτον. ἐκλεκτόν. Ἄποπτον. ὑψηλόν. Ἀπώμοτον. τὸ ἔξω ὅρκου γινόμενον. Ἄποιον. ἀνήδονον. Ἄποινα. τὰ δῶρα καὶ τὰ λύτρα τὰ ὑπὲρ φόνου διδόμενα. ἔστιν οὖν φόνος, καὶ κατὰ στέρησιν ἄφονος, καὶ πλεονασμῷ τοῦ ι ἄφοινος, καὶ τὸ οὐδέτερον ἄφοινον καὶ ἄποινον, τουτέστι τὰ ὑπεξαιρούμενα τοῦ φονικοῦ ἐγκλήματος. ἢ ἐκ τοῦ ποινὴ, ἡ τιμωρία, γίνεται ἄποινος καὶ ἄποινον. Ἀπερικτύπητον. ἀτάραχον, ἀνενόχλητον. Ἀποδεκτόν. ἐπαινετόν. Ἀπόπτυστον. μισητόν. Ἀπρόσκοπον. ἀσκανδάλιστον. Ἀπρόσβλητον. γενναῖον. Ἁπτόν. ψηλαφητόν. Ἀπαύγασμα. ἡ ἀκτὶς τοῦ ἡλίου. Ἀπρόσιτον. ἀθεώρητον. Ἀποξενώμενον. ἦθος βάρβαρον καὶ ἄγριον. Ἀπαγούς. τὸ μὴ βεβηκὸς εἰς τὴν πίστιν μὴ δὲ πάνυ ἑδραῖον. Ἀπέννιον ἢ Ἀπέννινον. ὄρος διὰ μέσης Ἰταλίας τεταμένον. Ἀποπάτημα. τὸ ἀνθρώπινον σκύβαλον. Ἀπόλεκτον. τὸ ἔκκριτον καὶ ἐκλελεγμένον. Ἀπαίσιον. ἀπρεπές. Ἀπόλεκτον. οὐχὶ τὸ φαῦλον καὶ ἀπόβλητον, ἀλλὰ τὸ ἔκκριτον, καὶ ἐκ πλειόνων ἐξειλεγμένον. καὶ στρατιώτας ἀπολέκτους. Ἀπίναιον. ὄρος. Ἀπλῆκτον. τὸ κατάλυμα. Ἀπλῆκτα. πολλά. Ἀπόκλιμα. τὸ ἔκνευμα τῶν ὀρῶν. Ἀπερίγραπτον. ἀπεριόριστον. ἡ μοναδικὴ ὑπόστασις τῶν πάντων περιεκτική. δυάδα γὰρ ἢ τριάδα ἀπερίγραπτον ἀδύνατον λέγειν. ἐν τῇ περιγραφῇ τῆς μονάδος γνωρίζεται δυάς. ἡ δὲ ἁγία ἐκκλησία τρεῖς ὑποστάσεις ἀπεριγράπτους ὁμολογεῖ. ἀπερίγραπτον καὶ τὸ ἀπερίσκοπον. Ἀπάργματα. ἃ εἰς τοὺς τάφους ἐνέβαλον ἐναγίσματα ἤτοι θυσίας. παρὰ τὸ ἄρχω ἄργμα καὶ ἄπαργμα. Ὅμηρος· —ἄργματα θῦσε θεοῖς ἀειγενέτῃσιν. Ἀπαιόλημα. ἀπάτημα. Ἀπερείσια. πολλά. παρὰ τὸ ἄπειρος, ἀπειρέσιος καὶ καθʼ ὑπερβιβασμὸν ἀπερείσιος, καὶ τὸ οὐδέτερον ἀπερείσιον καὶ ἀπερείσια. Ἄπυον. τὸ μὴ ἔχον ἕλκος. Ἀπειρόκαλον. ἄγνωστον, ἀμαθές. Ἀπηχήματα. ᾠδαὶ ἀπατηλαί. Ἀπομόργματα. σφραγίδων ἐκτυπώματα. Ἁπαξάπαντα. ἀπὸ μικροῦ ἕως μεγάλου. Ἀπείραστον. ἀδοκίμαστον. Ἀποθύμια. λυπηρὰ, τὰ μὴ καταθύμια. ἀπὸ τὸν θύω, θυμὸς καὶ ἀποθύμιον. Ἀποφώλια. ἀπαίδευτα. Ὅμηρος· ἤδη ἄλιτρος ἔσσι καὶ οὐκ ἀποφώλια εἰδώς. πῶς οὖν ἁμαρτωλός τε καὶ ἀπαίδευτος; ἀλλὰ λέγει· πάνυ ἥμαρτες καὶ οὐκ ὢν ἀπαίδευτος, ὡς εἴωθε λέγειν· θαυμάζω, πῶς σοφὸς ὢν, ἥμαρτες. γέγονε δὲ παρὰ τὸ φωλεόν· φωλεοὶ γὰρ τὰ παιδευτήρια, παρὰ τὸ ἐν αὐτοῖς φωλεύειν καὶ διατρίβειν. ἢ παρὰ τὸ φῆλος, ὃ σημαίνει τὸν ἀπατεῶνα, φήλιος καὶ ἐν συνθέσει ἀποφήλιος καὶ τροπῇ ἀποφώλιος. ἀποφωλίους τοὺς ἀπαιδεύτους ἐκάλουν. Ἁπλοῦν. ἀπερίεργον. καὶ ἁπλότης ἕξις ἀπερίεργος, τὸ πιστὸν ἑτοίμως ἔχουσα. ἢ τὸ μηδὲν μετʼ ἐπινοίας ἐξ αὐτοῦ πλάττον ἢ λαλοῦν. Ἀπαθές. τὸ πάσης ὕλης χωρίς. καὶ ὑπὸ ταύτης οὐδαμῶς ὅ ἐστι νοηθῆναι δυνάμενον, ἢ τὸ πάθους χωρὶς καὶ πάσης ἁφῆς ἀνώτερον. Ἀποδρευθέντα. ἐκτμηθέντα. Ῥῆμα.Ἀπεμφαίνει καὶ ἀπεμφαίνοντα. τὰ ἀπεοικότα καὶ ἀνάρμοστα. Ἀποπερατοῦσαν. συμπληροῦσαν, συμπεραίνουσαν. Ἀπεσκολλυμένος. κυρίως ἐκτεταμένος· κόλλυς γὰρ ἡ ἐπὶ τοῦ ἄκρου θρὶξ, ἣν ἐφύλαττον ἀκούρευτον, θεοῖς ἀνατιθέντες. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ γεγυμνωμένου. Ἀπεξενωμένη. ἀλλοτρία. Ἄπαγε. παῦσαι, μὴ γένοιτο. ἢ ἀντὶ τοῦ· χρῶ τῇ ἀπαγωγῇ. οὕτως Δημοσθένης. καὶ παροιμία· ἄπαγε ξένον ἐν χειμῶνι. ἐπὶ τῶν ὀχληρῶν. Ἀπάγειν. ἐφηγεῖσθαι, γράφεσθαι, δικάζεσθαι. τούτων ἕκαστον ἐπὶ τῶν ἑτέρως κατηγορούντων λέγεται. ἀλλʼ ἐὰν μὲν πρὸς διαιτητὴν ἡ δικασία γίνεται, καλεῖται δικάζεσθαι. Ἀπάγοντες. ἀπωθοῦντες, ἀπελαύνοντες. τὸν ἄνδρα ἀπάγοντες. Ἀπαγορεύει. ἀποτρέπεται, ἀρνεῖται. ἀπαγορεύουσι τῷ Φιλίππῳ, καὶ τὸν Δέκιον ἀναγορεύουσιν—. Ἀπαλλάξας. ἀντὶ τοῦ πείσας ἀποστῆναι. οὕτως Κρατῖνος, Δημοσθένης καὶ ἄλλοι. Ἀπαλλάξαι καὶ ἀπαλλάξωμεν. ἀντὶ τοῦ ἀφανίσωμεν. Ξενοφῶν· τῶν ἄλλων σκευῶν τὰ περισσὰ ἀπαλλάξωμεν. καὶ ἀπαλλάξαι ἀντὶ τοῦ φυγαδεῦσαι. προσωτάτω Ἀρμενίας ἀπαλλάξαι. Ἀπαλλάξειεν. μετακινήσειεν. πῶς καλῶς αὐτῶν ἀπαλλάξειεν ἂν μετόρχιον. Ἀπαλλαξείοντες. ἐπιθυμίαν ἔχοντες ἀπαλλαγῆναι. Ἀπαλγήσαντας. ἀντὶ τοῦ παυσαμένους ἀλγεῖν, ὥσπερ καὶ τὸ ἀπολοφυράμενοι. Ἀπαλγοῦντες. ἀπογινώσκοντες. ἀπαλγοῦντας δὲ αὐτοὺς ὑπὸ τοῦ πολλοῦ ῥίγους ἐπεῤῥώννυεν. Ἀπαλέξασθαι. ἀντιτάξασθαι. Σοφοκλῆς· οὐδὲν σθένομεν πρὸς ταῦτʼ ἀπαλέξασθαι. Ἀπαλεξῆσαι. κωλῦσαι. καὶ ἀπαλέξαντες ὁμοίως. Ἀπαληθεύειν. τὸ ἀληθὲς ἐξευρίσκειν. καὶ ἀπαληθεύω τὸ τὴν ἀλήθειαν ἐκφαίνω. καὶ ἀπαληθεύοντι, τούτου τὸ δολερὸν ἀναφαίνεται. Ἀπαμυνεῖ. ἀποτρέψει. Ἀπαντᾷν καὶ συναντᾷν λέγουσιν ἑκατέρως τὸ παραγίνεσθαι εἴς τινα τόπον. Ἀπαντήσαντος. γενέσθαι φθάσαντος. Ἀπαντωμένων. συμβαινομένων, γινομένων. οὐ μὴν ἀλλὰ τοιούτων ἀπαντωμένων οὐδὲν ἱκανὸν ἦν πρὸς τὸ κωλύειν τὴν ὁρμὴν τῶν Ῥωμαίων. Ἀπαξιῶν. ἀνάξιον ἡγούμενος. Ἀπαρνοῦντα. ὑποχωρήσαντα. —ἀνʼ ἑκάστην ἡμέραν ἀπαρνοῦντα τὸν στόλον εἰς τὴν οἰκείαν. Ἀπαρτῆσαι. τὸ κρεμάσαι. τὸ δὲ τελειῶσαι, ι. Ἀπῆμεν. ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι, ὁ μέσος παρακείμενος εἶα, καὶ τροπῇ τοῦ ε εἰς η ἦα, τὸ πληθυντικὸν ἤαμεν καὶ κατὰ συγκοπὴν ἦμεν. οἷον· προῇμεν τῇ βουλῇ. καὶ τὸ δεύτερον ἦτε καὶ ἀπῆτε. καὶ ταῦτα ὑπὸ τῶν ἐχθρῶν ἀπῇτε βεβουλευμένοι. τοῦ τούτου ἦα ὁ ὑπερσυντέλικος ἤειν. ἐξ οὗ καὶ τὸ παρήειν, ἐξήειν. τὸ πληθυντικὸν, ἤεισαν, καὶ κατὰ συστολὴν ἀπῄεσαν. Ἀποτυμπανίσαι. οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, ἀλλὰ τυμπάνῳ ἀποτυμπανῶ. ἔστι δὲ ξύλον, ὅπερ σκυτάλην καλοῦσι. τὸ γὰρ παλαιὸν ξύλοις ἀνῄρουν τοὺς πολεμίους· ὕστερον δὲ τῷ ξίφει, κᾄν τε δοῦλος εἴη, κᾄν τε ἐλεύθερος. Ἀποφηληκίζει. βιάζεται. ἀπὸ τῶν ὠμὰ σῦκα τρωγόντων. καὶ ἐπὶ τὰ ἄλλα μετῆκται. ἀπὸ τοῦ φήληξ, φήληκος. τοῦτο παρὰ τὸ σφάλλω· σφήληξ καὶ φήληξ· ἢ παρὰ τὸ φῶ τὸ ἀπατῶ. Ἀπαρυστέον. ἀφαιρετέον. ἀπὸ τοῦ ἀρύω. Ἀπάρχεσθαι. τὸ τοῖς ἀγύρταις ἀργύριον ἐμβαλεῖν. Ἀπαυθημερίζειν. αὐθήμερον ἐπανέρχεσθαι. Ξενοφῶν· ὥστε ἀπαυθημερίζειν ἐπὶ τὸ στράτευμα. Ἀπαυτοματισθεῖσα. οὐκ ἀφʼ ἑαυτῆς τελειωθεῖσα. Ἀπαυχενίζειν. ἀφηνιᾷν, ἀτακτεῖν, ἢ τὸν αὐχένα συντρίβειν. Ἀπαιθριάζει. ἀντὶ τοῦ εὐδίαν ἄγει. Ἀριστοφάνης· ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυνεφεῖ. ἀντὶ τοῦ συνάγει τὰ νέφη. Ἄπαιρε. ὃ οἱ πολλοὶ ᾆρον λέγουσιν. Ἀπαίρειν. ἀντὶ τοῦ παραγενέσθαι. Ἀπαίροντες. μεθιστάμενοι. οὕτως Ἀριστοφάνης. Ἀπέβη. ἀπέθανεν. Ἀπεβίω. ὁμοίως. Ἀπεγένετο. ὡσαύτως. οὕτως Ἀντιφῶν καὶ Θουκυδίδης. Ἀπεγνωκώς. ἀποδοκιμάσας. οὕτως Δημοσθένης. Ἀπέδει. ἐνέλιπεν. ὁ δὲ Φιλοποίμην Ἀρκὰς ἀπέδει Πελοποννησίων οὐδενός. Ἀπεδειλία. ἐδεδίει. Ἀπέδειξεν. ἀντὶ τοῦ παρέδωκεν. οὕτως Ξενοφῶν. Ἀπεδημηκότες. ἀντὶ τοῦ ἀποδεδημηκότες. οὕτως Ἕρμιππος. Ἀπεδοκίμαζεν. ἀτίμως ὕβριζεν, ἐξεφαύλιζεν. ἀπεδοκίμαζε μὲν τοὺς κοσμίους τοῖς ἤθεσι, τοὺς ἐν κύβοις δὲ καὶ μέθαις ἐτίμα καὶ προῆγεν. Ἀπέδοξεν. ἀντὶ τοῦ· πῶς οὐκ ἔδοξεν. Ἀπεκάθετο. ἀντὶ τοῦ ἐκαθέζετο. ὁ δὲ Σκιπίων ἀπεκάθετο πρός τινι πυραμίδι, θεωρῶν τοὺς αὐτομόλους. Ἀπεκάλει. ἀντὶ τοῦ ἐνεκάλει. Ξενοφῶν δὲ ἀντὶ τοῦ μετεπέμπετο. Ἀπέκνισεν. ἔκοψε. ξύλα ἀπέκνισεν. Ἀπέλθοι. ἀντὶ τοῦ ἐπανέλθοι. Θουκυδίδης. Δημοσθένης δὲ ἀντὶ τοῦ ἀποπεράναι. Ἀπελογίζετο. ἀπηριθμεῖτο. ὁ δὲ εἰσελθὼν ἀπελογίζετο τὰς αἰτίας. Ἀπενιαυτίσαι. ἐνιαυτὸν φυγεῖν τὴν πατρίδα ἐπί τισιν ἀδικήμασιν. ἀπενιαυτίσαι εἰς τὸ τῶν Σκυθῶν ἔθνος. Ἀπεπίστευον. ἤλπιζον. ἐν δὲ τοῖς ἐπιπέδοις καὶ ὑψηλοῖς ἀπεπίστευον. Ἀπεσκευάζετο. τὴν στολὴν ἀπετίθει. κυρίως δὲ ἀποσκευάσασθαί ἐστι, τὸ ἀποῤῥίψαι τὰ σκεύη, καὶ τοῖς πολεμίοις ἀκολουθεῖν. μετὰ πλείστων ἀνθρώπων ἐκεῖσε ἀπεσκευάσατο. Ἀπέσομαι. Ἀριστοφάνης ἀντὶ τοῦ ἀπέρχομαι. Ἀπεσπούδαζεν. ἠμέλει, κατεφρόνει. οὐδὲν τῶν Ἐπικούρου λόγων ἀπεσπούδαζεν ὁ Ἀπολλώνιος. Ἀπεσχοίνισεν. ἀπεχώρισεν. Ἀπεσχοινισμένος. ὁ ἐστερημένος. Δημοσθένης δὲ ἀντὶ τοῦ ἀποκεκλεισμένος. Ἀπετιμήσαντο. ἀποτίμημα ἔλαβον. οὕτως Δημοσθένης. καὶ ἀποτίμησις τὸ ἀποτίμημα. Ἀπετρίψαντο. ἀπελογίσαντο. οὐ μόνον ἀπετρίψαντο τὰς διαβολάς. Ἀπετρύετο. κατεδαπανᾶτο. καὶ παρὰ τὰς τῶν δείπνων παρασκευὰς τὸ πολὺ τῶν δημοσίων ἀπετρύετο. καὶ ἀπέτρυσεν ὁμοίως. Ἀπευήκασιν. ἀπεξηραμμέναι εἰσίν. Ἀπεφλαύριζεν. ἐκάκιζεν. ὁ δὲ τούτοις ἀντέπραττε καὶ ἀπεφλαύριζε τὰ λεγόμενα. Ἀπεχειρίσθη. τὴν χεῖρα ἀφαιρέθη. ὃς μετὰ πολλὰς αἰκίας καὶ στρεβλώσεις ἀπεχειρίσθη τὴν δεξιάν. Ἀπέχω. ἀντὶ τοῦ ἀπέλαβον. ἀπέχομέν γε τὴν χάριν. Ἀπεχρᾶτο. Ἡρόδοτος, ἀντὶ τοῦ ἀρκεῖν ἡγεῖτο. Θουκυδίδης δὲ, ἀπεχρῶντο ἀντὶ τοῦ ἀνῄρουν. Ἄπει. ἀντὶ τοῦ ἀπελεύσῃ. Ἀπεῖδεν. ἀντὶ τοῦ μετὰ δριμύτητος ἐθεάσατο. ὁ δὲ στρατηγὸς ἐπεὶ ἀπεῖδεν εἰς αὐτόν. Ἀπήρτα. ἐκώλυσεν, διατριβὴν παρεῖχεν. ἀπήρτα τὸν πλοῦν τῆς ὁδοῦ. ξυμπαρέπλει τῇ στρατιᾷ. Ἀπήχθη. ἀπεκομίσθη, ἢ παρετράπη. ὁ δὲ Ἀπολλώνιος τὴν γλῶτταν ἀττικῶς εἶχεν, οὐ δὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους. Ἀπῃρκότος. ἀναχωρήσαντος. ἄρτι δὲ ἀπῃρκότος τοῦ Σοραίχον, ἡ Σιωνὶς ἐφίσταται. Ἄπιμεν. ἀπερχόμεθα. Ἀπιστεῖν. τὸ ἀπιθεῖν. οὕτως Πλάτων. Ἀποβῆναι. τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην. ἀποβάτης δέ ἐστιν ἱππικὸν ἀγώνισμα. Ἀποφλαυρίζοντες. ἐπιτωθάζοντες, ἐξευτελίζοντες, ἢ ὡς πονηρὸν ἀποστρεφόμενοι. ἀεὶ γὰρ τὸ φλαῦρον ἐπὶ πονηροῦ τάττεται. Ἀπόστιχε. ἀπαλλάσσου, ἀναχώρει. στείχω, ἔστιχον, ἔστιχες, ἔστιχε, καὶ ἀπόστιχε. Ἀπόερσεν. ἀπέπνιξε, διέφθειρε. παρὰ τὸ ἔῤῥω τὸ φθείρω, ὁ μέλλων ἐρῶ καὶ αἰολικῶς ἔρσω, ὁ ἀόριστος ἔρσα, ἔρσας, ἔρσε καὶ ἀπόερσεν. Ἀποκαίνυμι. νικῶ. ἀπὸ τοῦ καίνω τὸ φονεύω, καίννυμι, ἐκαιννύμην, ἐκαίννυσο, ἐκαίννυτο. μεταφορικὴ δὲ ἡ λέξις. κυρίως γὰρ ἐπὶ τῶν φονευόντων καὶ νικώντων λαμβάνεται. ἢ παρὰ τὸ αἴνυμαι, τὸ λαμβάνω. ἀπὸ τοῦ αἴνυσθαι καὶ λαμβάνειν ἆθλον τοὺς νικῶντας. Ἀπολιχμῆσαι. ἀπολεῖξαι. λείχω, λειχῶ, καὶ λιχμῶ, λιχμήσω. Ἀπόχρη. ἀρκεῖ. ἀπὸ τοῦ χρῶ, τοῦ σημαίνοντος τὸ παρέχω, γίνεται ῥῆμα χρῆμι, χρῆς, χρῆσι καὶ κατὰ ἀποκοπὴν χρὴ, καὶ ἐν συνθέσει ἀπόχρη. Ἀποβρίξειν καὶ ἀποβρίξας, ἀπονυστάξας. παρὰ τὴν βορὰν καὶ τὸ ἵζειν, ὅ ἐστι κατανεύειν, ὥστε κυρίως ἀπὸ βορᾶς νυστάζειν. οἱ δὲ παρὰ τὸ ρι ἐπιτατικὸν μόριον. βαρύνονται γὰρ οἱ ἐν ὕπνῳ καταφερόμενοι. Ἀποσαλεύσας. ἀποφυγὼν ἐκ τοῦ λιμένος, καὶ σάλῳ ὁμιλήσας. Ἀπὸ γὰρ ὀλοῦμαι. τοῦτο ὑπέρβατον λέγεται. Ἀριστοφάνης· ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστρο-φεῖν. Ἀπογενέσθαι. ἢ ὑποστερῆσαι σημαίνει ἢ ἀποθανεῖν. Ἀπογειῶσαι καὶ ἀπογεισσῶσαι. τὸ ἀποθεμελιῶσαι. Ἀπογνούς. ἀπελπίσας. οὕτως Δημοσθένης. Δείναρχος δὲ, ἀντὶ τοῦ ἀποψηφισάμενος. Ἀπογράψαι. τὸ γράψαι καὶ τὸ ὑπογράψασθαι, καὶ οἷον σημειώσασθαι δηλοῖ. Ἀποδέχομαι. ὁμολογῶ. Ἀποδιατρίψουσιν. ἐγχρονίσουσιν, χρονοτριβήσουσιν. Ἀποδυσπετεῖ. ἀποδύρεται. δυσθετούμενοι τοῖς συμβαίνουσιν ἀποδυσπετεῖν ἀναγκάζονται. Ἀποζῇν. τὸ εὐτελῶς ζῇν. ζῇν δὲ, τὸ μετὰ τρυφῆς καὶ πολυτελείας. τοσαῦτα ἀγαπῶν κεκτῆσθαι, ὅσα ἀποζῇν ἀπʼ αὐτῶν. ἀντὶ τοῦ μέτρια. Ἀποθρέξεις. συναποτροχάσεις. οὕτως Πλάτων. Ἀποθυννίζω. τὸ ἀποπέμπομαι καὶ παραλογίζομαι. Ἀποκαθεύδουσιν. Εὔπολις. ἀποκοιτοῦσιν. ἤτοι γυναῖκα χωρίζεται ἀνδρὸς, καὶ ἀφίστασθαι. Ἀποκαθιστῶν. διδοὺς, χαριζόμενος. σὺ εἶς ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου. Ἀποκαραδοκῶν. προσδοκῶν, ἐλπίζων. Ἀποκαταλλάξας. φιλοποιήσας. Ἀποκατέστη. ἀπεδόθη. ἀποκατέστη τοῖς περὶ τὸν ἕβδομον χρόνον τὰ ὀφειλόμενα χρήματα. Ἀποκεκλήκαμεν. ἀπηγορεύσαμεν. ἀποκεκλήκαμεν μηκέτι τὴν πόλιν διαπερᾷν. Ἀποκεκρουσμένον. οἷον ἀποκεκλασμένον καὶ κεκολοβωμένον καὶ ἠκρωτηριασμένον. Ἀριστοφάνης· δός μοι κυλίσκιον χεῖλος ἀποκεκρουσμένον. ποτήριον. Ἀποκείλαντες. ἀποκλίναντες. Ἀποκείραντες καὶ κείραντες. ἑκατέρως λέγουσιν. Ἀποκεῖσθαι πόῤῥω. ἀτιμάζεσθαι. οὕτως Κρατῖνος. Ἀποκακήσαντες. ἀφροντιστήσαντες. Ὅμηρος. παρὰ δὲ Σώφρονι ἀποκακήσαντες. Ἀποκακήσονται. τὴν λύπην ἀφαιρήσονται. Ἀποκηρύττοντες. ἀντὶ τοῦ πιπράσκοντες. οὕτως Δημοσθένης καὶ Πλάτων. Ἀποκινεῖν. τὸ ἀπέρχεσθαι καὶ ἀποτρέχειν. λέγεται δὲ καὶ ἐπὶ πλοίων καταγομένων καὶ ὁρμιζομένων, ἀποκινεῖν ταῖς κώπαις. Ἀποκοπῆναι λέγεται, ὅταν ἡ κύων μηκέτι εὑρίσκῃ τὰ ἴχνη. Ἀποκρινεῖται. λέγουσιν μᾶλλον ἢ ἀποκριθήσεται. Ἀπολαβόντες. ἐναποκλείσαντες. οἱ δὲ τὴν στρατιὰν αὐλῶσι στενοῖς καὶ δυσεμβόλοις ἀπολαβόντες, ἐς διαλλαγὰς ἐλθεῖν αἰσχρὰς ἠνάγκασαν. Ἀπολακτίζω. καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, τουτέστιν ἀπέλαυσεν. Ἀπολαύειν οὐκ ἐπὶ τῶν ἡδέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐναντίων τάττουσιν. ὡς Ἰσοκράτης· δέδοικα, μή τι κακὸν ἀπολαύσαιμι. Ἀπολαχεῖν. τὸ διανείμασθαι τὰ πατρῷα καὶ ἄλλα κοινὰ δόντα πρός τινας καὶ ἀπολαβεῖν. διαλαχεῖν δὲ τὸ διανεμεῖσθαι οἱ ῥήτορες εἰρήκασιν. Ἀντιφῶν· ὁπόταν ἄνθρωποι βούλοιντο χρήματα διαλαγχάνειν. Ἀπολαχεῖν. ἀντὶ τοῦ διαλαχεῖν. οὕτως Λυσίας, Ἀριστοφάνης καὶ Ἀντιφῶν. Ἀπολεγόμενος. παραιτούμενος. ἀπολεγόμενος τὴν ἀρχήν. Ἀπολέγοντα. ἀποτρέποντα, ἀπαγορεύοντα. γράμματά τε ἄντικρυς ἀπολέγοντα τοῖς πρέσβεσιν ἔγραψεν. Ἀπολιβάξεις. συντόμως ἀναχωρήσεις. λιβὰς γὰρ ἡ σταγὼν, ἧς οὐδὲν ταχύτερον ἐν τῷ πίπτειν. Ἀπολογίσασθαι. τὸ ἐπεξελθεῖν ἕκαστα. οὕτως Δημοσθένης. Ἀπολυόμενος. ὑπεραπολογούμενος. ὁ δὲ πρεσβείαν διεπέμπετο, ἀπολυόμενος τὰς διαβολάς. Ἀπολύων. τῷ θανάτῳ παραπέμπων. Δαβίδ· κύριε, ἀπολύων ἀπὸ γῆς, διαμέρισον αὐτούς. ἕτερος δὲ ἑρμηνεὺς, ἀπὸ ὀλίγων. Ἀποθανεῖν. ἀποψύχειν. ἡ ἀπὸ πρόθεσις ἐνταῦθα χωρισμὸν δηλοῖ. καθὰ χωρίζονται οἱ ζῶντες ἀπὸ τῶν τεθνεώτων. καὶ ἀπέρχεσθαι τὸ χωρίζεσθαι τινὰ ἀπερχόμενον. Ἀποσκυδμαίνω. σκύζω. γίνεται ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν σκύδνος ἡ λοιδορία. ἢ ὡς παρὰ τὸ ὄζω γίνεται ὀζαίνω, οὕτω καὶ παρὰ τὸ σκύζω σκυζαίνω, καὶ τροπῇ τοῦ ζ εἰς δ σκυδαίνω, καὶ ἐπενθέσει τοῦ μ σκυδμαίνω. Ἀποτμήξαντα. ἀποκόψαντα. τμῶ, παράγωγον τμήγω. τὸ δὲ τμῶ ἀπὸ τοῦ τομή. Ἀποπτανέουσι. ἀποβλέπουσιν. πετῶ, πεταίνω, καὶ συγκοπῇ πταίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν παπταίνω, παπτανῶ, παπτάνουσι, καὶ πλεονασμῷ τοῦ ε παπτανέουσιν. Ἀποπτάμενος. πετάσας. πέτω καὶ συγκοπῇ πτῶ, καὶ πτῆμι ἐξ αὐτοῦ· τὸ παθητικὸν πτᾶμαι, πτάμενος. ἐκ δὲ τοῦ πέτω γίνεται πετῶ, ἐξ οὗ τὸ ἀμφεπετᾶτο, καὶ πετάζω, ἐξ οὗ τὸ ἐπετάσθη, καὶ πεταννύω, καὶ πετάννυμι, καὶ πτῆμι. Ἀπογαλακτίζω. ἡ ἀπὸ ἀπόπαυσιν καὶ ἀποπλήρωσιν σημαίνει. γάλακτος, γαλακτίζω. Ἀποδρᾷν. τὸ ἔξω τῆς δεσποτίας γενέσθαι τοῦ δεσπότου. δρῶ τὸ ὑπηρετῶ. ὅθεν καὶ δρηστῆρες οἱ ὑπηρέται. Ἀπολυμαίνεσθαι. ἀποκαθαίρειν. λύματα λέγουσι τὰ καθάρματα. εἴτε καὶ αὐτὸ τὸ ῥύπος παρὰ τὸ λυμαίνειν τὸ ὑποκείμενον. ἀπὸ γοῦν τοῦ λύμα λυμαίνω καὶ ἀπολυμαίνω. φύσει δὲ τὸ ὕδωρ τῆς θαλάσσης καθαρτικὸν, ὅτι καὶ τὰ περιττώματα εἰς τὴν ἀπέριττον θάλασσαν βάλλεται. τὸ δὲ λύμα ἐκ τοῦ ῥύπτω, αἰολικῶς ῥύσσω, ἔρυμαι, ῥύμα καὶ λύμα. Ἀπόφασθε. εἴπατε. φημὶ τὸ λέγω, φήσω, πέφηκα, πέφαμαι, ἐφάμην, ἔφασο, τὸ προστακτικὸν φάσο, φάσθω, φᾶσθε καὶ ἀπόφασθε. Ἀποθρίξασθαι. ἀποθερίζω, ἀποθρίξω. Ἀπομάττεσθαι. ἀναλαβεῖν, μιμεῖσθαι καὶ ἀποτυποῦν. Ἀπομάττων. ἀντὶ τοῦ ἀποψῶν, ἢ ἀντὶ τοῦ περιπλάττων πηλὸν καὶ τὰ πίτυρα. Ἀπομώμοκα. ἀντὶ τοῦ ὁρκωμοσίαν πρὸς γυναῖκας πεποίηκα. Ἀπόνειμαι. ἀπόδος. ἀπόνεμε δὲ ψιλόν. Ἀπονοστήσει. ἐπανελεύσεται. Ἀπονυχιῶ. ἀντὶ τοῦ ἀφαιρήσομαι, ἀπὸ μεταφοσρᾶς τῶν ὀνυχιζομένων. Ἀπονυχίσαι λέγουσι μᾶλλον ἢ ὀνυχίσαι. Ἀποξυστροῦνται. ἐπικάμπτονται, ἐπιστρέφονται. Ἀποπεπόνηκας. τῶν πόνων ἔληξας. Ἀποπεφασμένον. ἀπειρημένον, ἢ ἀντὶ τοῦ ἀποδεδειγμένον καὶ πεφανερωμένον. οὕτως Δείναρχος, Λυσίας καὶ Δημοσθένης. Ἀποπεφοίτηκεν. ἀπῆλθεν. Ἀποπορευτέον. ἀντὶ τοῦ ἐπανακτέον, ὑποστρεπτέον. Ἀποπρεσβεύει. ἀπαγγέλλει πρεσβείαν. Ἀποπταίη. πετασθῇ. Ἀποῤῥέξαντες. ἀπομερίσαντες, ἀπόμοιραν δόντες. Ἀποῤῥηθέν. ἀπαγορευθέν. Ἀποῤῥηθῇ. ἀντὶ τοῦ ἀποκηρυχθῇ. οὕτως Πλάτων. Ἀποῤῥιπτεῖ. ἀποβάλλει. Ἀποροῦντι. ἐρωτῶντι. ἀποροῦντι δὲ αὐτῷ, τίνι μηχανῇ ἀνεβίω, τόνδε φάναι—. Ἀποσαλεύσας. Θουκυδίδης· ἀποφυγὼν ἐκ τοῦ λιμένος εἰς τὸν ἀλίμενον τόπον, ἔνθα σάλος γίνεται. Ἀποσάξαντα. Δείναρχος ἀντὶ τοῦ φράξαντα τὸ τρῆμα. Ἀποσιμῶσαι. τὸ ἐπικύψαι καὶ τὴν πυγὴν προσθεῖναι γυμνήν. οὕτως Φίλιππος. Θουκυδίδης δὲ, τὸ μετεωρίσαι τὰς ναῦς. Ἀποθευσούμεθα. ἀποδραμούμεθα. ἐπὶ πλοῦ λέγεται. Ἀποδιοπομπῶ. ἀποτρέπομαι. ἀπὸ τοῦ ἀποτροπαίου Διός. πρώτης συζυγίας, διοπομπῶ, διοπομπήσω. τοῦτο δὲ ἀπὸ τῆς Διὸς γενικῆς καὶ τοῦ πομπός. Ἀπούρας. ἀφελόμενος. αὐρῶ τὸ ἀπολαύω, ὁ μέλλων αὐρήσω, ὁ ἀόριστος ηὔρησα, ἡ μετοχὴ αὐρήσας, καὶ κατὰ συγκοπὴν αὔρας, καὶ τροπῇ τοῦ α εἰς ο, καὶ ἐν συνθέσει, ἀπούρας. οἱ δὲ ἀπὸ μεταφορᾶς τῶν ἀποσπώντων τοὺς ὅρους. ἀπουρήσας καὶ ἐν συγκοπῇ ἀπούρας. Ἀποφθίσθω. φθίω, φθίσω, ἔφθικα, ἔφθιμαι, ἐφθίμην, ἔφθισο. Ἀπεσφακέλισεν. αἰφνίδιον ἀπέθανεν. οἱ μὲν γραμματικοὶ ἐσάπη φασίν. Ἀριστοφάνης ἀντὶ τοῦ ὤκλασεν. οἱ δὲ ἰατροὶ τὴν ἐκ σήψεως μελανίαν λέγουσιν. Ἀποσφήλειε. μέγα δὲ σφέας ἀποσφήλειε πόνοιο. οἱονεὶ σφαλῆναι καὶ ἀποτυχεῖν ποιήσει τοῦ ἔργου. σφάλλω, σφαλῶ, ἔσφαλκα καὶ ἔσφηλα ὁ ἀόριστος, ἡ μετοχὴ σφήλας, σφήλαντος, τὸ εὐκτικὸν σφήλαιμι, σφήλαις, σφήλαι καὶ σφήλειε. Ἀποσμιλέουσι. τῇ σμίλῃ ξαίνουσιν καὶ ἐκκαθαίρουσιν. Ἀποσπάδοντες. ἀποκοπέντες. Ἀποσπεύδοντας. κωλύοντας. ἀποσπευδούσης δὲ τῆς γυναικὸς καὶ τῶν παίδων—. Ἀποσπουδάζων. παυόμενος τῆς σπουδῆς, ἀμελῶν. Ἀποστατήσω. ἀποχωρισθῶ. Ἀῤῥιανός· ἀποστατήσω οὐδὲ ἐγὼ τοῦ ἔργου. Ἀποστέγειν. οἷον ἐπερύκειν καὶ κωλύειν. Ἀποσταίην. μακρὰν γενοίμην. Ἀποστέρξας. καρτερικῶς ὑπομείνας. ἀλλʼ ἀποστέρξας εὐγενῶς τὸν βίον κατέστρεψεν. Ἀποστησάμενον. ἀντὶ τοῦ πρὸς σταθμὸν παραλαβόντα. οὕτως Δημοσθένης. καὶ ἀποστήσωνται, οἷον σταθμὸν λάβωσιν ἶσον. καὶ ἀποστήσασθαι, ἀποδοῦναι χρέος. Ἀποστοματίζειν. ἀπὸ μνήμης λέγειν. Ἀποστομοῦν. ἀποφράττειν. προέθετο τὰς διώρυγας ἀποστομοῦντας τὰς ἐπιφανεστάτας. Ἀποσυκάζειν. συκοφαντεῖν. δοκιμάζειν. ἢ τὸ τὰ πέπειρα σῦκα διαλέγειν. Ἀποσφαλμήσας. ἀποπηδήσας, ἀποσκιρτήσας. Πολύβιος· ὁ δὲ ἵππος ἀπὸ τῆς πληγῆς ἀποσφαλμίσας, ἐφέρετο ῥύδην διὰ τοῦ μεταξὺ τόπου τοῦ στρατοπέδου. ἢ ἀντὶ τοῦ σφαλεὶς, καὶ ἐσφάλμησεν. Ἀποσχεδιάζειν. εἰκῆ καὶ παραχρῆμα λέγειν. Ἀποσχεδιάσας. συντομεύσας ἢ ψευσάμενος. Ἀποσχῆναι. ἀπενεχθῆναι. Ἀποσχοινίσαντες. ἀποστερήσαντες. Ἀποταυρούμενος. θρασυνόμενος. Ἀποτεθρίακεν. ἀντὶ τοῦ ἔτιλλεν ἢ ψιλὸν ἐργάσατο. κυρίως δὲ συκᾶς ἀπεφύλλισε· θρία γὰρ τὸ φύλλα τῆς συκῆς. Ἀριστοφάνης· τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν; Ὀδόμαντες δὲ ἔθνος θρᾳκικὸν, οἵτινες ἀπέτιλλον τὰ αἰδοῖα καὶ ἀποσεσυρμένα εἶχον αὐτά. φασὶ δὲ αὐτοὺς Ἰουδαίους εἶναι. Ἀποτεθρυωμένοι. ἀπηγριωμένοι. ἐκ μεταφορᾶς τῶν τεθρύων, ἅπερ εἰσὶν ἄγρια καὶ ἄγονα φυτά. Ἀπώνατο. ὠφελήθη. ὀνῶ, ὀνήσω, ὤνησα, ὠνησάμην, ὠνάμην, ὤνου, ὤνατο καὶ ἀπώνατο. Ἀποτείνεται. ἐκτείνεται, φιλονεικεῖ. Ἀποθρασύνεται. θρασύνεται. Ἀποτριβόμενος. ἐμποδίζων, ἀπείργων. ὁ δὲ Ἀννίβας ἐν κακοῖς ὢν ἔμεινε τοὺς πολεμίους ἀποτριβόμενος. Ἀπουρώσαντας. μὴ χρωμένους οὐρίῳ πνεύματι. Ἀπόφημι. ἀποφαίνομαι. Ἀποφθεγγόμενος. μαντευόμενος. Ἀποφοιτᾷν. ἀποπηδᾷν, ἀναχωρεῖν. Ἀποχετεύονται. μεταφέρονται. Ἀποψηφίζονται. ὁ Δείναρχος ἀντὶ τοῦ καταδικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην. καὶ τὸ πρᾶγμα δὲ Δημοσθένης ἀποψήφισιν καλεῖ. καὶ ἀποψηφισμένος. Ἀποψοφεῖν. τὸ πέρδεσθαι εὐσχημόνως λέγων. εὐσχημονέστερον δὲ ἀποπνεῖν καὶ διαπνεῖν. Ἀποψύχειν. τὸ ἀποθνήσκειν. οὕτως Θουκυδίδης. Ἀπουσιάσει. τῆς οὐσίας μέρος δώσει. ὁ δὲ εἰς τὴν αὐτοῦ θυγατέρα ἀπουσιάσει. Ἀπολλύμην. παρατατικός. Ἀπωξύνθαι. Ἀπραγούντων. μηδὲν ἐνεργούντων. Ἀποικίσαι. κτίσαι πόλιν ἐν ἐρήμῳ. Ἀποικοδομεῖς. ἀντὶ τοῦ ἀποφράττεις. οὕτως Δημοσθένης. Ἀποίσετε. ἀπενέγκατε. Ἀπελευθερῶσαι. τὸ ἀφεῖναι ἐλεύθερον. Ἀπέδραν καὶ ἀπέδρα χρὴ λέγειν, οὐχὶ ἀπέδρασα καὶ ἀπέδρασεν. ἔλυσα ἐμαυτὸν, εἶτʼ ἀπέδραν μόνος— καὶ Πλάτων· ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα. Ἀπεφῄνατο. ἀντὶ τοῦ εἶπεν. Ἀπέφῃνε δὲ, ἀντὶ τοῦ ὑπέδειξεν. Ἀπεροῦντες. κωλύοντες. Ἀποδέουσα. ὑστεροῦσα, λείπουσα. Ἀποχρῶσα. ἀρκοῦσα. Ἀποχρῆν καὶ ἀποχρᾶν. τὸ ἀπαρέμφατον ῥῆμα λέγουσιν ἑκατέρως. Δημοσθένης· ἀποχρῆν οἶμαι τὴν δύναμιν. Λυσίας· Φιλίππῳ δὲ μὴ οἴεσθαι ταῦτʼ ἀποχρᾷν. Ἀποπτύω. ἀπὸ τοῦ πέτω, πετύω καὶ ἐν συγκοπῇ πτύω, τὸ ἀποπεταννύμενον. Ἀπολιβάζω. ἀπέλθω, ἀποδράμω. παρὰ τὴν λιβάδα. ἢ τὸ ἀποῤῥίπτω. Ἀπομηνίσας. ὀργισθείς. μηνίω, μηνίσω, ἐμήνισα, ἀπὸ τοῦ μῆνις. Ἀποπροσποιεῖσθαι. οὐδεὶς λέγει Ἕλλην. οὐ μέντοι οὐδʼ οὕτω λέγουσιν, οἷον· ὅτι προσποιεῖται μὴ ἀκούειν. Ἀπᾴδοντες. ἀπαρέσκοντες. Ἀπᾴδει. ἀπαρέσκει, ἐναντιοῦται, οὐ συμφωνεῖ. Ἀπαυτομολήσει. φεύξεται. Ἀπεξεσμένον. τετορευμένον, γεγυμνασμένον. Ἀπείργω. τὸ κωλύω. Ἀπεσκοτωμένα. ἐσκιαγραφημένα· κεχρωσμένα. τὰς γὰρ χρίσεις σκότη καλοῦσιν οἱ ζωγράφοι. Ἀπαχθῆναι. ἀπενεχθῆναι. Ἀπαμφιάσαι. γυμνῶσαι. Ἀπαυδῆσαι. ἀπαγορεῦσαι. Ἀπαρτίζει. πληροῖ, τελειοῖ. Ἀπαίρει. ἀποδημεῖ, ἀναχωρεῖ. Ἀπάρχου. ἀπαρχὰς πρόσφερε, ἢ ἀπαρχὴν ποίει. Ἀπονοσφισθέντες. ἀποχωρισθέντες. Ἀποσκιῤῥωθέντες. σκληρυνθέντες. σκίῤῥος γὰρ ὁ γύψος. Ἀπαυθαδιάζειν. τὸ μέγα φρονεῖν, ἑαυτῷ ἀρέσκειν. αὐτοαδὴς τίς ἐστιν ὁ ἑαυτῷ ἀρέσκων. Ἀπαυθαδιάζω. ἀπὸ τοῦ αὐθάδης αὐθαδιάζω καὶ ἀπαυθαδιάζω. Ἀπαλθήσεσθαι. ἰαθήσεσθαι. καὶ ἀπαλθήσεσθον ὁμοίως. ἀλθέω, ἀλθῶ, πρώτης συζυγίας τῶν περισπωμένων, ὁ μέλλων ἀλθήσω, ἀλθήσομαι, ἀλθήσῃ, ἀλθησόμεθα, ἀλθήσεσθον. τὸ δὲ ἄλθω παρὰ τὸ ἄλδω. Ἀπαφῶ. τὸ ἀπατῶ. παρὰ τὸ φῶ τὸ λέγω. καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν ἀφῶ καὶ ἀπαφῶ. τὸ δὲ ἀπατῶ ἐκ τοῦ ἀπαφῶ. Ἀπαγορεύειν. ἡ ἀπὸ πρόθεσις ἐνταῦθα τὸ χωρίζεσθαι δηλοῖ. τὸ γὰρ ἀπαγορεύειν ἐκτὸς γίνεται τοῦ λέγειν. ἀπὸ τοῦ ἀγορῶ. Ἀπαμείρεται. ἀποκεχώρισται. ἐκ τοῦ μείρω τὸ μερίζω. καὶ μετὰ τοῦ α ἀμείρω καὶ ἀπαμείρω. Ἀπαιωρήσας. κρεμάσας, κουφίσας. ἐκ τοῦ αἴρω, τὸ κουφίζω, πλεονασμῷ τοῦ ω αἰωρῶ καὶ αἰωρήσω. Ἀπαυρῶ. ἀφαιρῶ. ἐκ τοῦ αἴρω τροπῇ τοῦ ι εἰς υ καὶ μεταθέσει τοῦ τόνου αὐρῶ καὶ ἀπαυρῶ. Ἀπανθρακίζομεν. ἀντὶ τοῦ ἄνθρακα ἐσθίομεν. ἔστι δὲ εἶδος ἰχθύος, ὃ παροπτῶντες ἐσθίουσιν. ἢ ἄνθρακας πυροῦμεν. Ἀπαρτίζω. εὐαρμόστως συμπληρῶ. Ἀπαινύμενος. ἀφαιρούμενος. Ἀπαφίσκω. ἀπατῶ. Ἀπαληθεύειν. τὸ ἀληθὲς ἐξευρίσκειν. Ἀπαγορεύει. ἀποφαίνει. Ἀπηνῄνατο. παρῃτήσατο. ἀναίνω, ἀνῶ, ἄνῃνα, ἠνῃνάμην, ἠνῄνω, ἠνῄνατο. Ἀπηύρων. παρὰ τὸ ἀπαυρῶ, ἀπαυρήσω, ὁ β ἀόριστος ἀπηύρων. Ἀπῆκτο. ἀπηνέχθη. Ἀπηλγηκέναι. ἀναισθητῆσαι. Ἀπήλαχεν. ἀπώλεσεν. Ἀπηνεώθη. ἐξεπλάγη, ἄφωνος ἐγένετο. Ἀπήλασεν. ἐδίωξεν. Ἀπῄεσαν. παρῆλθον· παρέδραμον. Ἀπηλοίησεν. ἀπέκοψεν. ἀπὸ τοῦ ἀλοίω, ἀλοιήσω, ἠλοίησα, ὅθεν καὶ πατραλοίας ὁ τὸν πατέρα τύπτων. Ἀπῇρκεν. ἀπέκοψεν. Ἀπριάτην. ἄνευ τιμῆς ἔδωκαν. πρίημι, τὸ παθητικὸν πρίαμαι· τὸ ἐπίῤῥημα ἀπριάδην, καὶ τροπῇ τοῦ δ εἰς τ ἀπριάτην. Ἀπεμπολήσας. πεπρακώς. Ἀπεμπολῶ. τὸ ἀγοράζω, τὸ κερδαίνω, ὅπερ ἀντικείμενον ὂν τοῦ ἐμπωλεῖν τὴν διάπρασιν σημαίνει. Ἀπετίννυον. ἀπεδίδουν. Ἄπεισιν. ἀπέρχεται. Ἀπεβίω. ἀπέθανεν. Ἀπέσβη. ἐσβέσθη. Ἀπέδοτο. παρέδωκεν. Ἀπετείχιζον. ἐκώλυον. Ἀπένειμεν. ἐδικαίωσεν, ἀπεκλήρωσεν. Ἀπειπάμεθα. ἀπέγνωμεν. Ἀπέβλυσεν. ἀφείλετο. ἡ μεταφορὰ ἀπὸ τῶν κηρίων ἢ ἀπὸ τῶν γάλα ἀμελγόντων. ὁ δὲ Ἀριστοφάνης ἀντὶ τοῦ ἐξέρασεν. Ἀπέκτατο. ἐφονεύετο. κτῶ τὸ φονεύω. παράγωγον κτῆμι, ἔκταμαι, ἐκτάμην, ἔκτασο, ἔκτατο καὶ ἀπέκτατο. Ἀπεμυθήσω. ἀπελογήσω. Ἀπεμυθεόμην. ἀπηγόρευον, ἐκώλυον. μυθέω μυθῶ. Ἀπεσπούδαζεν. ἠμέλει, κατεφρόνει. Ἀπερύκω. κωλύω. Ἀπέβριξεν. ἐφύπνωσεν. Ἀπεστυφέλιξεν. ἔσεισεν, ἐκίνησεν. Ἀπέθρισε καὶ ἀπεθέρισεν. ἀπέκειρε καὶ ἀπέκοψεν. Ἀπεκαίννυτο. ἐνίκα. καίνω, καινύω, καίννυμι, καίννυμαι, ἐκαίνου, ἐκαίννυτο. Ἀπεκορύφου. προφανῶς ἔλεγεν. Ἀπεκράνιξεν. ἀπεχώριζε τῆς κάρας, ἀπέκοψεν. Ἀπέδοσθε. ἀπεμπολήσατε. Ἀπείρηται. ἀπηγόρευται. Ἀπειρηκώς. ἀπαγορεύσας. Ἀπεσκληκώς. κακοπαθήσας. Ἀπενεγκάμενος. κτησάμενος. Ἀπέδρα. ἀπέφυγεν. Ἀπεοικέναι. μὴ ὁμοιοῦσθαι. Ἀπείπῃ. ἀπαγορεύσει, ἀτονήσει. Ἀπεμόρξατο. ἀπεπίασεν. ἐκ τοῦ ἀμέλγω. ἀμέλξω, ἤμελξα, ἠμελξάμην, ἀμέλξατο, καὶ τροπῇ τοῦ ε εἰς τὸ ο καὶ τοῦ λ εἰς τὸ ρ ἀπεμόρξατο. Ἀπεστύπαζον. τύπτω, ἀπετύπαζον, καὶ πλεονασμῷ τοῦ ς ἀπεστύπαζον. Ἀπεβήσετο. βῶ, βῆμι, βήσω. εἶτα μετάγεται εἰς ἐνεστῶτα. ὁ παθητικὸς βήσομαι, ἐβησόμην, ἐβήσετο καὶ ἀπεβήσετο. Ἀπέκτονεν. ἐφόνευεν. κτείνω, κτενῶ, ὁ μέσος παρακείμενος ἔκτονα καὶ ἀπέκτονεν. Ἀπεπίστευον. ἤλπιζον. Ἀπέχθηαι. ἀπέχθω, ἀπήχθων. ἐὰν ἀπέχθω, ἐὰν ἀπέχθωμαι, ἐὰν ἀπέχθηται, καὶ ἀποβολῇ τοῦ τ ἀπέχθηαι. Ἀπέφθιθον. ἀπὸ τοῦ φθίθω. ὁ παρατατικὸς ἔφθιθον καὶ ἀπέφθιθον. Ἀπενίζοντο. ἐκαθαίροντο. ἀπὸ τοῦ νίπτω, καὶ κατὰ τροπὴν δωρικὴν γίνεται νίζω. οἱ γὰρ Δωριεῖς τὰ εἰς πτω ῥήματα τότε μὲν εἰς δύο σσ, τότε δὲ εἰς ζ τρέπουσι. Ἀπένεικας. ἐνέγκω, τροπῇ τοῦ γ εἰς ι ἐνείκω, ἤνεικας καὶ ἀπένεικας. Ἀπεχθῄρω. ἐχθαίρω, τὸ μισῶ, ἐχθαρῶ, ἤχθηρα, ἐὰν ἐχθήρω, καὶ ἀπεχθῄρω. Ἀπειλήτην. ἠπείλησαν. ἀπειλῶ, ἀπειλήσω, ἠπείλησα, ἠπειλησάτην καὶ κατὰ συγκοπὴν τῆς σα συλλαβῆς ἀπειλήτην. ἢ ἀπὸ τοῦ ἀπειλῶ ἠπείλουν, τὸ δυϊκὸν ἠπείλητον, ἠπειλήτην καὶ συστολῇ τῆς ἀρχῆς καὶ τροπῇ τῆς ει διφθόγγου εἰς η ἀπειλήτην. Ἀπετρύετο. κατεδαπανᾶτο. Ἀπερωήσειας. ὁρμήσειας ἢ κωλύσειας. Ἀπεπλίξατο. εὐχερῶς καὶ μετὰ ῥαστώνης ἀπεσείσατο καὶ ἀπέφυγε· πλὶξ γὰρ τὸ βῆμα, καὶ πλίγματα τὰ πηδήματα. Ἀπεγραψάμεθα. ἀπείπαμεν ἢ ἀπηριθμήσαμεν. Ἀπεψύχοντο. πρὸς τὸ πνεῦμα ἐξηραίνοντο. Ἀπέκρινον. ἀπεδοκίμαζον. Ἀπεσάλευε. τοῦτο ἐπὶ νηῶν λέγεται καὶ ἐπὶ ἀνθρώπων. σημαίνει δὲ ἡ λέξις, τὰς ἐλπίδας ἐπὶ τούτοις εἶχεν. Ἀπληκεύω. μένω. Ἀποῤῥυήτω καὶ ἀπεῤῥύητο, η. πτεροῤῥυείτω δὲ δίφθογγον. Ἄπρω. ὁλονύκτως ἢ ἀπρωϊτῶς. Ἀπαρκέσαι. διαφυγεῖν. Ἀπόστιχε. ἀναχώρει. Ἀποσκαρίζειν. διακεχυμένως γελᾷν. Ἀπογυιώσεις. βλάψεις τὰ μέλη. γυῖα γὰρ τὰ μέλη. Ἀποβλύζων. ἀπεμῶν. Ἀποίσονται. κομίσουσιν. Ἀποφαίνειν. ἀποδεικνύειν. Ἀποφορτίσασθαι. ἀποῤῥίψασθαι. Ἀποκναίω. τὸ λυπῶ. Ἀπόχρη. ἀρκεῖ. Ἀπόνασθαι. ἀπολαῦσαι. Ἀποστυγοῦντες. μισοῦντες. Ἀποσεμνύνει. μεγαλύνει. Ἀποσκυθίσαι. κυρίως τὸ ἀποτεμεῖν τὸ παρὰ τὴν κεφαλὴν δέρμα σὺν θριξί· καταχρηστικῶς δὲ, τὸ ἀποκεῖραι. Ἀποφάσκει. ἀπαγορεύει. Ἀπομάττεται. ἀποτυποῖ. Ἀποσοβεῖ. ἀπελαύνει, ἀποδιώκει. Ἀπολυσάμενος. ἀπολυτρωσάμενος. Ἀπότρεχε. ἀναχώρει. Ἀποσκορακίζει. ἐξορίζει, ἀποδιώκει. Ἀποβουκολῆσαι. ἐκβαλεῖν, ἀπατῆσαι, ἀποδιῶξαι, ἀποπλανῆσαι. Ἀποκριθῆναι. διαζυγῆναι, διαχωρισθῆναι. Ἀποκοτταβίζειν. τὸ λειπόμενον πόμα τοῦ πόματος τοῦ ποτηρίου ἐκχεῖν οὕτως, ὥστε ψόφον ποιεῖν· κότταβος γὰρ ὁ ἦχος. Ἀποσχεδιάσας. ψευσάμενος. Ἀπάγου. ἀντὶ τοῦ, πρὸς αὐτὸν ἄπαγε. Ἀποδρύφω. ἐκδέρω. Ἀπόκριναι. ἀποκρίθητι. ἀπόκρινε δὲ ἀντὶ τοῦ διαχώρισον· ψιλόν. Ἀπαρκέσαι. ἀποσκευάσασθαι. Ἀπινύσσω. τὸ ἀσυνετῶ. Ἀπῳκισμένος. μεμακρυσμένος. Ἀπῶσμαι. ἀπέῤῥιμμαι. Ἀποδρᾷν. φεύγειν· τὸ ἔξω τῆς ὑπηρεσίας γενέσθαι τοῦ δεσπότου. Ἀποψύχειν. Ἡσίοδος· μηδὲν ἀποψύχειν. σημαίνει δὲ τὸ ἀφοδεύειν ἢ ἀποπνευματίζειν. Ἀποθησαυρίζοντας. ἀποτιθεμένους. Ἀπόστολος· ἀποθησαυρίζοντας ἑαυτοῖς—. Ἀπέχῃς. ἀπολαύῃς. ἀποστολικὴ ἡ λέξις. ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς. Ἐπίῤῥημα.Ἀπαρτί. παρὰ τὸ ἀπηρτισμένον καὶ πλῆρες. Φερεκράτης. καὶ τοὺς σώφρονας ἀπαρτὶ πλουτῆσαι ποιήσω. Ἀπαταγί. ἄνευ ψόφου. Ἀπαλάμνως. ἀσθενῶς. Ἀπαρεμφάτως. ἄνευ δηλώσεως προσώπου. Ἀπαισίως. βλασφήμως, ἀπρεπῶς. Ἀπαρεμποδίστως. ἀνεμποδίστως. Ἀπάτερθεν. μακρὰν ἢ χωρίς. ἀπὸ τοῦ ἄτερ, ἄτερθεν καὶ ἀπάτερθεν. Ἀπάνευθεν. ἀντὶ τοῦ χωρίς. ἀπὸ τοῦ ἄνευ, ἄνευθε καὶ ἀπάνευθεν. Ἅπαξ. ἀντὶ τοῦ ὄντως καὶ βεβαίως. ὡς τό· ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου. Ἀπαραγγέλτως. ἀκελεύστως. Ἀπαραιτήτως. ἀσυγχωρήτως. Ἀπερισκέπτως. ἄνευ βουλῆς καὶ σκέψεως. Ἀπεχθῶς. ἐχθρωδῶς, μισητῶς. Ἀποχρώντως. ἱκανῶς, ἀρκούντως. Ἀπηλεγέως. σκληρῶς, ἀποτόμως. παρὰ τὸ ἀλέγω τὸ φροντίζω, ἀλεγὴς καὶ ἀπηλεγὴς, καὶ ἀπηλεγέως καὶ ἀπηλεγῶς. Ἀποσταδόν. πόῤῥωθεν, ἐκ διαστήματος. ἐκ τοῦ ἵστημι τὸ παθητικὸν ἵσταμαι, σταδὸν καὶ ἀποσταδόν. Ἀπόπροθι. χωρὶς, μακράν. Ἁπλῶς. χωρὶς προσθήκης. ἀντὶ τοῦ ἐξ ἀνάγκης· ἢ ὡς πρῶτον. Ἀπραγμόνως. ἐλευθέρως, ἄνευ τινὸς ἐξετάσεως. Ἰάμβλιχος· εἶτα ἐάσατε οὕτως ἀπραγμόνως ἀποθανεῖν. Ἀπροσδιορίστως. ἀορίστως. Ἀπροόπτως. ἀπροοράτως. Ἀπρίξ. τὸ ἰσχυρῶς κρατεῖν ὅλῃ δυνάμει. ἔστι πρίζω, πρίσω καὶ δωρικῶς πρίξω, καὶ ἐξ αὐτοῦ ἐπίῤῥημα ἀπρίξ. Ἀπροτίοπτα. κρύφα, λάθρα. ἀπὸ τοῦ ὄπτω τὸ βλέπω. Ἀπαισίως. ἀπρεπῶς. Ἀπαπαί. συγκαταθετικὸν ἐπίῤῥημα. Ἀπῳδόν. ἀναρμόστως, καὶ ἄποθεν τῆς ᾠδῆς. Ἁπλῶς. ἢ κυρίως, ἢ καθόλου, ἢ μοναχῶς. Τὸ Α μετὰ τοῦ Ρ. Ἀρσενικόν.Ἀράσιμος. καταράσιμος. Ἀραχναῖος μῖτος. ὁ λεπτότατος. Ἀράχνης. τὸ ζωΰφιον. ἀράχνη δὲ θηλυκῶς τὸ ὕφασμα. παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν λέγεται ἀράχνης. Ἄραινος. ὄνομα ποταμοῦ. Ἄῤῥαιστος. ἄφθαρτος. Ἀραφέλ. γνόφος, ὁμίχλη, ἢ ὄνομα στερεώματος. Ἀράξης. ποταμός. παρὰ τὸ ἀράσσειν, ὅτι ἀπὸ Καυκάσου καταῤῥήγνυται. Ἀργαλέος. χαλεπὸς, δεινός. παρὰ τὸ τὸν ἄρην, τὸν πόλεμον, ἀραλέος, καὶ πλεονασμῷ τοῦ γ ἀργαλέος. ἢ παρὰ τὸ ἄλγος, ὁ λύπας καὶ κακὰ ἐμποιῶν. παράγονται δὲ τὰ τοιαῦτα ὀνόματα ἀπὸ τριῶν μερῶν τοῦ λόγου· ἀπὸ ὀνόματος, ἀπὸ ῥήματος καὶ ἀπὸ ἐπιῤῥήματος. ἀπὸ ὀνόματος, ὡς τὸ δίψα, διψαλέος· ἀπὸ ῥήματος, ὡς τὸ θαρσῶ, θαρσαλέος· ἀπὸ ἐπιῤῥήματος, ὡς ῥίμφα, ῥιμφαλέος. τὸ δὲ ἀργαλέος παρὰ τὸ ἄλγος, μεταθέσει τοῦ λ εἰς ρ. ὅμοιον τὸ ὑδρηρὸς, ὑδρηλὸς, ὑψηρὸς, ὑψηλός. Ἀργεός. ὁ λαμπρός. Ἀράμ. κύριον. ἑρμηνεύεται δὲ μετέωρος. Ἀργιόδοντες. λευκοὶ τοὺς ὀδόντας ἢ μεγάλοι. Ἄῤῥαβες. ἔθνος. Ἄραβος. κτύπος. κυρίως ἡ ἐν ἄρει βοή. ἀράβοος καὶ ἄραβος. Ἀργός. λευκὸς καὶ ὁ ῥάθυμος. κατὰ ἀντίφρασιν καὶ ὁ ταχύς. παρὰ τὸ ἀρκῶ ἀρκὸς καὶ ἀργὸς, ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος. Ἀργυρώνητος. ἀργύρῳ ἀγορασθείς. Ἀργόλαι. εἶδος ὄφεων, οὓς ἤνεγκε Μακεδὼν ὁ Ἀλέξανδρος ἐκ τοῦ Ἄργους τοῦ πελαγικοῦ εἰς Ἀλεξάνδρειαν, καὶ ἐνέβαλεν εἰς τὸν ποταμὸν πρὸς ἀναίρεσιν τῶν ἀσπίδων, ὅτε μετέθηκε τὰ ὀστᾶ Ἱερεμίου τοῦ προφήτου ἐξ Αἰγύπτου εἰς Ἀλεξάνδρειαν, οὓς ὁ αὐτὸς προφήτης ἀπέκτεινεν. ἀργόλαι οὖν ἐκ τοῦ Ἄργους λαιοί. Ἀργίποδες. ταχεῖς, ὀξύποδες. Ἀργυρογνώμων. ὁ δοκιμαστής. Ἀργιλλώδης. ὁ ῥυπαρός. Ἀργᾶς. δεινότατος, θηριώδης τὸν τρόπον. ἀργᾶν τὸν ὄφιν ἐκάλουν οἱ Ἀργεῖοι. Ἀργυραμοιβός. χρυσοχόος, ἢ καὶ ὁ καταλλάκτης. Ἀργυροδίνης. λευκόρειθρος. ἀπὸ τοῦ ἄργυρος καὶ τοῦ δίνειν. καὶ ἀργυρὶς ἡ ἀργυρᾶ φιάλη. τὸ δι ἰῶτα διατί; τὰ διὰ τοῦ ινη ἢ διὰ τοῦ ινης ἀποστρέφονται τὴν ει δίφθογγον. οἷον Αἰσχίνης, Λεπτίνης. τὸ δὲ νεοπείνης ἀπὸ τοῦ πείνα. ἀργυροδίνης δὲ παρὰ τὸ ἄργυρον, ὃ σημαίνει τὸ λευκόν. Ἀργυρότοξος. ὁ λαμπρὸν τόξον ἔχων. ἐκ τοῦ ἀργὸν, τὸ καθαρὸν ἢ τὸ λευκόν. Ἀρδμός. ὁ ποτισμός. καὶ ἀρδεία, ὁ ποτισμός. καὶ ἀρδεύω, τὸ ποτίζω. Ἀρεόβινθος. κύριον. Ἀρεστήρ. πόπανον. τὸ ἐν ταῖς θυσίαις ἐπιτιθέμενον. παρὰ τὸ ἀρεστόν. Ἀῤῥενωπός. φοβερὸς, ἄθικτος, ἀθήλυντος, ἀνδρεῖος. ἀπαρέγκλιτος ὑφέσει πάσῃ. γράφεται καὶ ἐπὶ οὐδετέρου ἀῤῥενωπόν. ἰστέον, ὡς ἐπὶ γυναικῶν ἀνδριζομένων ἢ ἀῤῥενοφανῶν εἴρηται. Ἀρείων. ὁ βελτίων. εἴρηται παρὰ τὸ ἄρης, ἵνʼ ᾖ κυρίως ὁ κατὰ πόλεμον καλλίων. Ἀρείδηλος. ὁ φανερός. Ἄρειος πάγος. δικαστήριον Ἀθήνῃσιν οὕτω καλούμενον. οἱ δικασταὶ ἀρειοπαγίται. ἐκλήθη δὲ ἄρειος πάγος, ἢ ὅτι αἱ Ἀμαζόνες ἐπὶ τὸν τόπον ἐκεῖνον ἐστρατεύοντο, Ἄρεως οὖσαι· ἢ ὅτι ἐν πάγῳ ἐστὶ καὶ ἐν ὕψει κεῖται τὸ δικαστήριον· ἄρειος δὲ, ἐπειδὴ δικάζει ὁ Ἄρης τὸν φόνον. πάγος δὲ ὁ λόφος, ὡς καὶ Ὅμηρος· —πάγος δέ οἱ ἀντεβόλησεν. ἢ ὅτι ἔπηξεν ἐκεῖ τὸ δόρυ ὁ Ἄρης Ποσειδῶνος κατηγορήσαντος διὰ τὸν φόνον τοῦ υἱοῦ αὑτοῦ Ἁλιροδίου, ὅτε ἀπέκτεινεν αὐτὸν βιασάμενον Ἀλκίππην. Ἀρηΐφατος. ἐν πολέμῳ ἀνῃρημένος. Ἀρηϊθέων. γενναίων, πολεμικῶν. Ἄρης. κυρίως ὁ σίδηρος. βαψαμένη κοίλων ἐντὸς ἄρει λαγόνων. σημαίνει δὲ καὶ τὸν πόλεμον, παρὰ τὴν ἀρὰν καὶ τὴν βλάβην· τὴν ἐκ τοῦ πολέμου γενομένην. ἰστέον, ὅτι τετραχῶς αὐτῷ κέχρηται ὁ ποιητής. ἐπὶ μὲν τοῦ πολέμου· —ὄφρά κεν ἐγείρομεν ὀξὺν ἄρηα. ἐπὶ δὲ τοῦ σιδήρου· αἵματος αὖαι ἄρηα— ἐπὶ δὲ τοῦ θεοῦ· Ἆρες, Ἄρες βροτολοιγέ— ἐπὶ δὲ τῆς πληγῆς· ἔνθα μάλιστα γίνεται ἄρης ἀλεγεινός. Ἀρητήρ. εὐχητὴς, ἱερεύς. ἀπὸ τὴν ἀρὰν καὶ τὴν εὐχὴν τηρεῖν. ἔστι δὲ καὶ ἀρὰ ἡ κατάρα. ἢ παρὰ τὸ τὰς ἀρὰς ποιεῖσθαι, ὅ ἐστι τὰς εὐχάς. ἢ παρὰ τὸ αἴρειν εἰς ὕψος τὰς χεῖρας. ἢ παρὰ τὸ ἀρέσκειν θεῷ. Ἀρήσιος. κύριον. Ἀρειμάνιος. ὁ ἐν τῷ ἄρει καὶ τῷ πολέμῳ μαινόμενος. ἄρης γὰρ ὁ πόλεμος. Ἀρθμός. ἡ φιλία καὶ ἡ ἁρμονία τῆς ψυχῆς. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω, ἦρμαι, ἁρμός· ὡς κείρω, κορμός· καὶ πλεονασμῷ τοῦ θ ἀρθμός· ὡς πείρω, πορμὸς καὶ πορθμός. ἢ ἀπὸ τοῦ ἐρῶ τὸ λέγω· οἱ γὰρ ἐν φιλίᾳ ὄντες διαλέγονται ἀλλήλοις. Ἀρειανοί. ἐκ τοῦ Ἀρείου. οὗτοι ἔλεγον κτίσμα τὸν υἱὸν τοῦ θεοῦ καὶ οὐχὶ ὁμοούσιον τῷ πατρὶ πεφυκότα, ὅ ἐστι διαίρεσις. Ἀριήκοον. ὀξυήκοον, εὐπειθῆ. Ἀρίσημος. φανερὸς ἐν πολέμοις. Ἀρίσταινος καὶ Ἀρίσταιχμος. ὀνόματα κύρια. Ἀριστόχειρ. ὁ γενναῖος περὶ τὰ ἀριστεῖα. καὶ ἀριστόχειρ ἀγών. Ἀρίφρων. ὁ κακῶς φρονῶν. Ἀριστεύς. πρόμαχος, κάλλιστος. Ἀριπρεπής. ἐπίσημος, ἔνδοξος. Ἀρίγνωστος. διάδηλος, φανερὸς, ἀπὸ τοῦ ἀρι ἐπιτατικοῦ μορίου καὶ τοῦ γνωστὸν, ὃ δηλοῖ τὸ γνώριμον. Ἀριθμός. σημεῖον γνωριστικὸν τοῦ πόσου τῶν ὑποκειμένων. ἢ ἀριθμὸς ὁρίζεται σωρεία μονάδων, ἢ μονάδος σύνθεσις, ἢ χύμα μονάδων, οὐχὶ διαίρεσις μονάδων. Ἀριδείκετος. ὁ ἄγαν ἔνδοξος. παρὰ τὸ δείκω τὸ δεικνύω. ἐξ οὗ παράγωγον δεικνύω, καὶ δείκελον τὸ δεικνύον τὴν ὁμοιότητα. ὡς οὖν ἀπὸ τοῦ ἔχω ἔχετος, ἐμῶ ἔμετος, οὕτως δείκω δείκετος καὶ ἀριδείκετος. Ἄριστος. ὁ ἐν πολέμοις ἀνδραγαθῶν. παρὰ τῷ ἄρει τῷ πολέμῳ. Ἄρκτος. τὸ ζῶον καὶ τὸ ἀεικίνητον ἀστροθέτημα. Ἀρκτῷος. τόπος. ἤτοι τὸ ἀρκτῷον μέρος, ἐν ᾧ οἱ ἑπτὰ ἀστέρες κατανοοῦνται· ὅπερ καλεῖται ἀρκτοῦρος. λέγεται δὲ καὶ ἅμαξα. Ἀρκτοῦρος. ὁ ἐπὶ τῆς ζώνης τοῦ ἀρκτοφύλακος λαμπρὸς ἀστὴρ, ἀπὸ τοῦ κατὰ τὴν οὐρὰν ἄρκτου. Ἀρκείσιος. ὁ πάππος Ὀδυσσέως. Ἁρμαθαίμ. τόπος. Ἁρμοσταί. οἱ ἀπὸ βασιλέως στελλόμενοι εἰς ἔθνη. Ἁρματηλάτης. ὁ ἡνίοχος, ἀπὸ τοῦ ἐλαύνειν τὸ ἅρμα. Ἁρμός. παρὰ τὸ ἄρω. ὁ μέλλων ἀρῶ, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ἁρμός. τῆς δασείας προελθούσης, ὡς εἴρω ἁρμός. Ἄρνες. οἱ τῶν προβάτων ἀμνοί. Ἀρνευτήρ. ὁ κυβιστής. εἴρηται μεταφορικῶς ἀπὸ τῶν ἀρνῶν, οἵτινες εἰώθασιν ἐπὶ κεφαλὴν ἅλλεσθαι ὥσπερ τὸν ἀέρα κυρίττοντες. Ἀρνῳδοί. οἱ ῥαψῳδοί· ὅτι ἄρνα ἐλάμβανον. Ἀροτῆρες. οἱ ἀροτριῶντες. Ἀροτρεύς. ἐκ τοῦ ἄροτρον. Ἁρπαλέος. ἐπιθυμητικός. Ἅρπυς. ὁ ἔρως. ἀπὸ τοῦ ἁρπάζειν τὰς φρένας. Ἀῤῥαβών. ἡ ταῖς ὠναῖς παρὰ τῶν ὠνουμένων διδομένη πρώτη καταβολὴ ὑπὲρ ἀσφαλείας. παρὰ τὸ ῥαιβὸς ῥαιβὼν καὶ προσθέσει τῆς α στερήσεως καὶ ἀποβολῇ τοῦ ι ἀῤῥαβὼν, ὁ μὴ συγχωρῶν ῥαιβὴν γενέσθαι τὴν πίστιν τῶν συναλλαττομένων. Ἄρσην. ἀπὸ τοῦ ἄρδω, ἄρσην, ὁ ἄρδων τὴν θήλειαν. καὶ γὰρ διὰ τοῦτο πόσις λέγεται ὁ ἀνὴρ, παρὰ τὸ ποτίζειν τῇ γονῇ. ἢ παρὰ τὸ ἄρδω τὸ πράττω, ὁ μέλλων ἄρσω καὶ ἄρσην ἐξ αὐτοῦ, τουτέστιν ὁ πρακτικός. Ἄρταμος. ὁ μάγειρος. παρὰ τὸ διαρτάσαι, ὅ ἐστι μερίσαι ἢ συναρμόσαι. Ἄρτημος. ὁ τελαμών. ὅ ἐστι λῶρος, ἐξ οὗ ἤρτηται τὸ βαλάντιον, ἢ τὸ σκουτάριον, ἢ ἕτερόν τι. Ἀρτεμίσιος. ὁ μάϊος μήν. τὰ διὰ τοῦ ἴσιος ἀρσενικὰ, καὶ ἰσία θηλυκὰ, καὶ ἴσιον οὐδέτερα, ἀποστρέφονται τὴν ει δίφθογγον, οἷον, ἀφροδίσιος, ἀφροδισία, ἀφροδίσιον. σεσημείωται τὸ Ἀρκείσιος, Σιμοείσιος, διότι ἀνεφάνη τὸ ε ἐν τῷ Ἀρκείσιος καὶ Σιμόεντος, καὶ ἀπερείσιος καὶ ἀπειρέσιος, Ἀλείσιον, ὄνομα πεδιάδος, ἀπὸ τοῦ ἀλῶ ἀλέσω, τὸ πλανῶ. ἀνθεμοείσιος, ἀπὸ τοῦ ἀνθεμόεις. τὸ δὲ ἡμερήσιος, οἱ μὲν ἄλλοι διὰ τῆς ει διφθόγγου καὶ ἴσως ἀπὸ τοῦ ἡμερεύω· ἡ παράδοσις διὰ τοῦ η, ὡς Ἰθάκη Ἰθακήσιος. Ἀρτίφρων. ὁ ὑγιὴς καὶ ἄρτιος τὰς φρένας. Ἀρτιεπής. ἀπηρτισμένος ἐν τῷ λέγειν. Ἀρτίστομος. σαφὴς καὶ ὁ ἡδὺ φθεγγόμενος. οὕτως Διονύσιος· ὁ δὲ ἦν κάτοινος ἤδη καὶ οὐκ ἀρτίστομος ἔτι. Ἀρτίτομος. ὁ νεωστὶ τεμνόμενος. ἀρτιτόμος δὲ ὁ νεωστὶ τέμνων. Ἀρτιδαεῖ. ἀρτιμαθεῖ. δαίω γὰρ τὸ μανθάνω. Ἄρτιος. ὁ ὁλόκληρος. Ἀρτήρ. γένος ὑποδήματος. Ἀρτίπους. ὁ ὑγιὴς καὶ ἄρτιος τοὺς πόδας. Ἄρτος. παρὰ τὸ αἴρειν, ὅ ἐστι καθʼ ἑκάστην προσφέρειν. Ἄῤῥυθμος. ἀδιατύπωτος, ἀκανόνιστος. ῥυθμὸς γὰρ ὁ τύπος. Ἀρύβαλλος. πλεκτόν τι βαλάντιον. ἢ μαρσίπιον. παρὰ τὸ ἀρύειν καὶ βάλλειν. Ἀρύστιχος. σκευάριόν τι. Ἀρχαιότυπος. παλαιὸς νόμος. Ἀρχέπλουτον. ἄρχοντα πλούτου. Ἀρχέτυπος. ὁ τὴν ἀρχὴν διδούς. Ἀρχισυνάγωγος. ὁ ἀρχηγός. Ἀρχίκλοπος. ὁ ἀρχαῖος κλέπτης. Ἀρχιμάγειρος. ἔφορος τῆς βασιλικῆς τραπέζης. Ἀρχηγέτης. ὁ ἄρχων. ἀρχιγέτης δὲ ὁ ἄρχων τοῦ Γετῶν ἔθνους, ι. Ἀρχός. ὁ ἡγεμών. σημαίνει δὲ καὶ τὸ ἔντερον τὸ προσκείμενον τῷ καλουμένῳ δακτύλῳ, πέρας ὂν τῶν ἐντέρων πάντων· εἴρηται δὲ παρὰ τὸ ἄρχειν τῶν ἐντέρων κάτωθεν. Ἀρωγός. βοηθὸς, λυτρωτής. Ἀῤῥίχους. κοφίνους. ἀπὸ τοῦ αἴρειν τὸν χοῦν. Ἀρέτας. κύριον. ὃς ἦν πενθερὸς Ἡρώδου. ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως. Ἀριμαθαῖος. ἑρμηνεύεται αἴρων. Ἀρίζηλος. πολυτίμητος. Θηλυκόν.Ἀρόσιμος. ἠροτριασμένος τόπος. καὶ ἀρόσιμος γῆ. Ἀρά. ἡ κατάρα. λέγεται καὶ ἡ εὐχή. παρὰ τὸ αἴρειν τὰς χεῖρας εὐχομένους. ἢ παρὰ τὸ ἀρύειν, τὸ ἐπικαλεῖσθαι, ἀρά. ἢ ἀπὸ τοῦ Ἄρεως βλαπτικοῦ ὄντος. Ἀραιήν. ἀσθενῆ, ἀδύνατον. ἀραιὴν χεῖρα. παρὰ τὸ ῥαίω τὸ φθείρω. καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἁραιή. ὅθεν καὶ δασύνεται. ἀπὸ οὖν τοῦ ῥαίω γίνεται ῥαιὸς, καὶ πλεονασμῷ τοῦ α ἁραιὸς καὶ ἁραιὴ, μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α. ὡς καὶ ἐπὶ τοῦ ῥέζω, ἕρδω. Ἀράχνη. τὸ ὕφασμα. Ἀραχωσία. χώρα. Ἄρβηλα. ὄνομα τόπου. καὶ ἀραβήλοις Ἀθηναίοις. Ἁρβύλη. εἶδος ὑποδήματος. παρὰ τὸ ἁρμόζεσθαι τοῖς ποσὶν, ἁρμύλη καὶ ἁρβύλη. Ἀργεννῇσι. λευκαῖς. Ἄργαλα. οἴκημα Μακεδονίας, ὃ θερμαίνοντες ἐν αὐτῷ λούονται. Ἀργίνη. ὄνομα πόλεως. Ἀργίννουσα. ὄνομα νήσου. Ἄργουσα. πόλις τῆς Εὐβοίας ἐν τῇ Χαλκιδικῇ κειμένη. Ἀργυρόπεζα. ἡ ἀργυροῦς πόδας ἔχουσα. πέζα γὰρ ὁ πούς. Ἀργυρᾶν. οὐκέτι ἀργυρῆν λέγομεν. σιδηρᾶν δὲ ὡς ἀργυρᾶν. Ἀργολογία. πᾶν ῥῆμα μὴ συντελοῦν πρὸς τὴν προκειμένην ἐν Χριστῷ χρείαν, ἀργόν ἐστι. Ἀργώ. ἡ ναῦς, ἀφʼ οὗ καὶ Ἀργοναῦται. εἴρηται δὲ, ὅτι Ἄργος αὐτὴν κατεσκεύασεν, ἢ ὅτι ἐν Ἄργει τῇ πόλει κατεσκευάσθη. Ἀρδεία. ποτισμός. Ἄρδις. ἡ ἀκὶς τοῦ βέλους, ἢ τὰ ἐκ χειρὸς ὅπλα. καὶ ἄρδεις πληθυντικὸν τὰς φαρέτρας. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω, ἦρμαι, ἦρται, ἄρτης· οὕτως καὶ ἄρτις καὶ ἄρδις. ἢ παρὰ τὸ ἄρης, ὃ σημαίνει τὸν σίδηρον, ἄρης καὶ ἄρδις καὶ ἄρδεις. Ἀρέθουσα. ὄνομα πηγῆς. Ἀρετή. διάθεσις ὁμολογουμένη, καὶ αὐτὴ διʼ αὐτὴν οὖσα αἱρετὴ, οὐ διά τινα φόβον ἢ ἐλπίδα, ἢ τὶ τῶν ἔξωθεν ἐν αὐτῇ. ἢ ἀρετή ἐστιν ἡ τῶν ἀποκειμένων ἐν ἡμῖν παρὰ Θεῷ φυσικῶν ἀγαθῶν κατʼ ἐντολὴν καὶ ἀρέσκειαν αὐτοῦ χρῆσις. καὶ κακία ὁμοίως. ἢ ἀρετή ἐστι διάθεσις βελτίστη ἢ ἕξις ἀρίστη ψυχῆς λογικῆς, καθʼ ἣν δυσκίνητος γίνεται πρὸς κακίαν. εἴρηται δὲ παρὰ τὸ ἀρέσκειν τῇ ἀληθείᾳ τὸ γινόμενον. Ἀρζανηνή. ὄνομα τόπου. Ἀρήνη. ὄνομα πηγῆς. Ἀρετή. παρὰ τὸ ἐρῶ τὸ ἐπιθυμῶ ἐρατὴ, καὶ κατὰ μετάθεσιν τῶν στοιχείων ἀρετὴ, ἡ ἐπέραστος κτῆσις, ἣν ἐροῦνται πάντες. ἢ παρὰ τὸ ἀρῶ, ἀρέσκω, ἀρεστὴ καὶ ἀρετὴ, ἡ πάντας ἀρέσκουσα. λέγεται καὶ ἀρετὴ ἡ κατὰ πόλεμον δύναμις, παρὰ τὸ ἄρην, ὃ σημαίνει τὸν πόλεμον. Ἀραρυίαις. ἠσφαλισμέναις. Ἀῤῥητουργία. ἡ αἰσχρουργία. Ἀριστοκρατία. ἡ κράτησις τῶν ἀρίστων. Ἀριστοτόκεια. ἡ ἀρίστους γεννῶσα. Ἀριστονομία. ἡ εὐνομία, ἡ τῶν ἀρίστων διανομή. Ἀρίσβη. πόλις Τρωϊκή. Ἀρήνη. πόλις τῆς Μεσσήνης. παρὰ τὸ ἄρω Ἀρήνη· εὐαροτρίοστος γάρ. ὡς οὖν ἀπὸ τοῦ σάσσω σασσήνη, καὶ λάμπω λαμπήνη, οὕτως καὶ ἄρω Ἀρήνη. Ἀρισκυδής. ἡ ἄγαν ὀργιζομένη. σκύζω γὰρ τὸ ὀργίζομαι. Ἀριστερά. ἀπὸ τοῦ ἄριστος, ἀριστερὸς, ἀριστερὰ, ὡς φόβος, φοβερὸς, φοβερά. ἔστι δὲ καὶ κατʼ εὐφημισμὸν, ὥσπερ καὶ εὐώνυμος λέγεται ἡ αὐτή. Ἀριστεραὶ χεῖρες παρὰ τῷ ἁγίῳ εὐαγγελίῳ οἱ σαρκικοὶ λογισμοὶ, δεξιὰ δὲ χεὶρ τὸ ἅγιον πνεῦμα. ὡς τό· μὴ γνώτω ἡ ἀριστερὰ, τί ποιεῖ ἡ δεξιά σου. τὰ γὰρ δεξιὰ μέρη τοῦ ἁγίου πνεύματος οὐδὲν τούτων φροντίζουσι, πιστεύοντα τῇ δεσποτικῇ φωνῇ· ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἄρκειος κεφαλή. ἡ τῆς ἄρκου. καὶ ἄρκειον κρέας, δίφθογγον. ἄρκιον δὲ τὸ ἱκανὸν καὶ ὠφέλιμον, ι. Ἄρκυς. δεσμὰ, δίκτυα. παρὰ τὸ ἁρπάζω ἅρπυον καὶ ἅρκυον. ἐπιτήδειον γὰρ ἔστι πρὸς τὸ ἁρπάζειν. ἢ παρὰ τὸ ἕλκω, ἕλκυον καὶ τροπῇ τοῦ ε εἰς α καὶ τοῦ λ εἰς ρ ἅρκυον. Ἄρκευθος. εἶδος φυτοῦ ἀκανθώδους, οὗ τὴν ὀδμὴν πάντα τὰ ἑρπετὰ ἀποστρέφονται. παρὰ τὴν ἀρὰν, ὅ ἐστι τὴν βλάβην, κεύθειν ἀράκευθος καὶ ἄρκευθος. ἢ διὰ τὸ ἔχειν τὰς ἀκάνθας κεκρυμμένας. Ἄρκος. παρὰ τὸ ἀρκῶ ἄρκος, ἡ ἐπαρκοῦσα ἑαυτῇ. φασὶ γὰρ αὐτὴν διαζῇν τὸν χειμῶνα ἐκτὸς ἐπεισάκτου τροφῆς. Ἁρματωλία. ἡ τῶν ἁρμάτων ἡνιοχεία. Ἁρμογή. εὐταξία. μαθόντες δὲ τὴν τῶν πολεμίων ἁρμογήν. Ἁρμονία. συμφωνία. Ἁρμαλία. ἡ τροφή. παρὰ τὸ τῇ ψυχῇ ἁρμόζειν. ἀρῶ γὰρ τὸ ἁρμόζω. ἢ παρὰ τὸ αἴρειν τὰ σώματα γίνεται ἁρμός. καὶ ὡς καθαίρω καθαρμὸς, οὕτως καὶ ἔρω ἁρμὸς, ἀφʼ οὗ καὶ παρωνύμως ἁρμία καὶ πλεονασμῷ τοῦ λ ἁρμαλία. ἢ τὸ δίκην ἅρματος φέρειν τὰ σώματα γίνεται ἁρμός. Ἀρνακίς. τὸ μετὰ τῶν ἐρίων δέρμα τοῦ ἀρνοῦ. Ἄρνη. πόλις Βοιωτίας. Ἄρουρα. κυρίως ἡ γῆ, ἡ πρὸς σπορὰν ἐπιτηδεία γῆ. παρὰ τὸ ἀροῦν. ἢ παρὰ τὸ ἀραιοῦσθαι τὴν γεωργουμένην γῆν. Ἅρπη. ἡ δρεπάνη, καὶ εἶδος ὀρνέου. παρὰ τὸ ἁρπάζω. Ἁρπεδόεσσα. κατὰ συγκοπὴν ἡ λέξις, παρὰ τὸ ἀρι συγκειμένη· πέπονθε δὲ, ἵνα μὴ σημαίνηται ἡ ἄγαν ὁμαλὴ ὁδός· ὁδοῦ γάρ ἐστιν ἐπίθετον. τινὲς δὲ φασὶν ἡ ἄγαν πεδινή. πέπονθε δὲ ὁμοίως τὸ ἔρθυρις· ἐρίθυρις γὰρ ἡ μεγάλη ὁδός. Ἁρπεδόνη. ἡ διὰ σπαρτίου θήρα. Ἅρπυιαι. δαίμονες ἁρπακτικαὶ, ἢ θύελλαι καὶ συστροφαὶ ἀνέμων. Ἄρσεων. βασταγμάτων. Ἀρτάβη. μέτρον Μηδικὸν σίτου· Ἀττικὸς μέδιμνος. Ἀρτυλία. διαθήκη. Ἄρτεμις. ἡ σελήνη. παρὰ τὸν ἀέρα τέμνειν. Ἀρτηρία. παρὰ τὸ τὸν ἀέρα τηρεῖν, τουτέστι τὸ πνεῦμα, ἀεροτηρία τὶς οὖσα· πνεύματος γάρ ἐστι δεκτική. Ἁρπαγή. ἡ βιαία κυρίως ἀφαίρεσις. Ἀρτιέπειαι. αἱ ἀπαρτισμένα καὶ τέλεια λέγουσαι. Ἀρύταινα. χαλκοῦν σκεῦος, ἐν ᾧ τὸ ἔλαιον ἐγχέουσιν εἰς τοὺς λύχνους. Ἀρχαιρεσία. ἡ περὶ ἀρχῶν ἐκλογή. καὶ ἀρχαιρεσίη τὸ πρὸς χάριν πολλῶν ζῇν, ἢ τὸ ἐπιδόσεις χρημάτων ποιεῖσθαι. οὕτως Ἡρόδοτος. Ἀρχή. ἡ ἐξουσία καὶ ἡ τιμή. ὡς τό· οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. ἀρχὴ ἡ μὲν φυσικὴ, ὡς λέοντος ἐν ζώοις καὶ ἀετῶν ἐν ὀρνέοις, ἡ δὲ χειροτονητὴ, ὡς ἐπὶ βασιλέως ἀνθρώπων. Ἀρχήν. τὰ πρῶτα, παρευθύ. Ναρσῆν μὲν γὰρ οὐδὲ τὴν ἀρχὴν ὑποστήσεσθαι ᾤοντο. Ἀρχή. τῶν γεγονότων αἰτία πάντων. Ἀρχιειρεσία. κωπηλασία. Ἀῤῥωδία. φόβος. Ἄῤῥωδος. ὄνομα πόλεως. Ἁρματοτροχία. ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ. Ἀρχή. ἡ πρώτη κίνησις. ὡς· ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν δίκαια. ἀπὸ γὰρ τῶν δικαίων πράξεων πρῶτον κινούμεθα εἰς τὸν μακάριον βίον. Οὐδέτερον.Ἄῤῥατον. ἰσχυρὸν, στερεόν. οὕτως Πλάτων. Ἀράχνειον νῆμα καὶ ἀράχνιον. τὰ ὑφάσματα τῆς ἀράχνης. οἷον· ἠΰτʼ ἀράχνια λεπτά—. παρὰ τὸ ἀραιὸν τὸ λεπτὸν, ἢ παρὰ τὸ ἀράσσω ἀράχνιον, ὡς δέμνω δέμνιον. ἢ τὸ ἐνηρμοσμένον. χνοῦς γὰρ ἐστὶν ὁ ἐνηρμοσμένος καὶ ὑφανθείς. Ἀραιόν. οὗ τὰ μόρια διάστασιν τινὰ πρὸς ἄλληλα ἔχει. πυκνὸν δὲ, οὗ τὰ μόρια ἐγγὺς ἀλλήλων κεῖται. τὸ δὲ ἀραιὸν οἱ πλείονες ψιλοῦσιν· οὐ δὲ δασύνεται, ὡς οἶμαι. Ἀργαριζεῖν. ἔθνος. Ἀργαῖον. τὸ Καισαρείας ὄρος. Ἄργεμον. τὸ κατὰ πάθος γενόμενον λεύκωμα ἐν τῷ ὀφθαλμῷ. παρὰ τὸ ἀργὸν, ὃ σημαίνει τὸ λευκόν. Ἀργυροκοπεῖον. ἐν ᾧ κόπτονται τὰ νομίσματα, ὃ νῦν τινὲς ἵμαντρον καλοῦσιν. Ἀργύφεον. μέλαν ἢ λαμπρόν. Ἀρδάνιον. κεράμιον, γάστρα, ὅθεν τὰ θρέμματα πίνει. Ἀργανθώνιον. ὄρος Κίου. ἀμφʼ Ἀργανθώνιον ὄρος προχοάς τε Κίοιο. Ἀργυρίδιον. διὰ τοῦ ι γράφεται, διὰ τοιαύτην αἰτίαν. ἐμάθομεν, ὅτι εἰσὶν παραγωγαὶ καὶ διὰ τοῦ διον καὶ ιδιον. καὶ εἰ μὲν τελευταία συλλαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώνου ἄρχεται, διὰ τοῦ ιδιον γίνεται ἡ παραγωγὴ καὶ φυλάσσονται αἱ τρίται συλλαβαὶ αἱ τελευταῖαι συνεσταλμέναι, οἷον γνώμη, γνώμης, γνωμίδιον· ψυχὴ, ψυχῆς, ψυχίδιον· ξίφος, ξίφους, ξιφίδιον. εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται, διὰ τοῦ διον γίνεται ἡ παραγωγὴ καὶ ἐκτείνεται ἡ τρίτη ἀπὸ τέλους συλλαβὴ, οἷον γραφεῖον, γραφείδιον· ἀγγεῖον, ἀγγείδιον. καὶ εἰ μὲν εὑρεθῇ τὸ ει ἢ τὸ ο, τὸ ι προσέρχεται· πόλεως, πολείδιον, ἕξεως, ἑξείδιον, βοὸς, βοείδιον. Ἀρητόν. τὸ βλαπτικόν. ἀπὸ τοῦ ἀρὰ, ἡ βλάβη. Ἄρθρον. μέρος λόγου πτωτικὸν προτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων, διʼ ὃ τρανωτέρα ἡ λέξις πέφυκε γίνεσθαι. ἄρθρου δὲ ἴδιον ἐστὶ τὸ τὴν δευτέραν γνῶσιν σημαίνειν· εἰ γὰρ εἴπῃς, ναῦς ἦλθε, δοκεῖς ἀγνοεῖν ποία· εἰ δὲ σὺν τῷ ἄρθρῳ τεθῇ, εἰς γνῶσιν παραλαμβάνεται ἡ ὑποκειμένη οὐσία τοῦ πράγματος. ἄρθρον δὲ τὸ προτασσόμενον παρὰ τὰ ἐν ἡμῖν ἄρθρα· ὥσπερ γὰρ τὰ ἄρθρα διορίζει τὰ ὑποκείμενα αὐτοῖς, οὕτως καὶ ταῦτα χωρίζει τὰς διαφορὰς τῶν πραγμάτων, διάρθρωσιν ἐμφαίνοντα. δοκεῖ γὰρ καὶ διαρθροῦν καὶ ποιεῖν τὸ ἐπιφερόμενον ὄνομα φανερὸν, πότερον ἄῤῥεν ἢ θῆλυ, καὶ πότερον ἐφʼ ἑνὸς ἢ ἐπὶ πλειόνων. ἄρθρα καὶ τὰ μέλη τοῦ σώματος. παρὰ τὸ αἴρω ἄρτρον καὶ ἄρθρον καὶ ἄρθρα· ὑπὸ τούτων γὰρ βασταζόμεθα. ἢ παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω, παρὰ τὸ ἀρηρέναι ἀλλήλοις. Ἄρθμια. φιλία. Ἡρόδοτος· Ἀθηναίων μὴ ἐόντων ἡμῖν ἀρθμίων. τὸ ἐόντων δὲ ἀντὶ τοῦ ὑπαρχόντων. Ἀρθρέμβολα καὶ ἀθρέμβολα. ἐργαλεῖα. ὄργανα τιμωρητικὰ τοῖς ἄρθροις ἐμβαλλόμενα. Ἄργμα. ἡ ἀπαρχή. παρὰ τὸ ἄρχω ἄργμα. Ἄριμα. ὄνομα ὄρους. Ἀριστερά. τὰ μωρά. δεξιὰ δὲ τὰ συνετά. Ἀριστεῖον. τὸ τοῖς ἀριστεῦσι διδόμενον ἔπαθλον. Ἀριφραδέα. δῆλα καὶ φανερά. Ἄριστον. ἀόριστόν τι ὄν· ἀόριστον γάρ ἐστι κατὰ καιρόν. Ἄῤῥηκτον. ἄσχιστον, ἰσχυρότατον. Ἄῤῥητον. ἄλεκτον. Ἄρκιον. τὸ ἱκανὸν καὶ ὠφέλιμον. Ἀῤῥεπές. ἀμετάκλιτον. Ἀῤῥενωπόν. ἄθελκτον, ἀθήλυντον, ἀνδρεῖον, ἀπαρέγκλιτον ὑφέσει πάσῃ. ἰστέον, ὅτι ὡς ἐπὶ γυναικῶν ἀνδριζομένων καὶ ἀῤῥενοφανῶν εἴρηται. Ἄρμενον. τὸ ἐν τῷ πλοίῳ. καὶ ἄρμενον τὸ ἡρμοσμένον. Ἀρού. ἐπίφθεγμα ναυτικόν. Ἄρπεζον. τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον. Ἀρτεμίσιον. τὸ τῆς Ἀρτέμιδος ἄγαλμα καὶ ἀκρωτήριον τῆς Εὐβοίας. Ἄρτιον. τὸ ὁλόκληρον. Ἀρτοπώλιον. ὁ τόπος, ἔνθα οἱ ἄρτοι πιπράσκονται. ἀρτοπολεῖον δὲ τὸ μαγκιπεῖον, ἐν ᾧ οἱ ἄρτοι γίνονται· μικρὸν καὶ δίφθογγον. Ἀρτιθαλῆ. νεόφυτα. Ἀῤῥυτίδωτον. μὴ ἔχον ῥυτίδας ἤτοι ζαρώματα, αἵ εἰσι γραμμαὶ γήρως σημαντικαί. Ἀρχαϊκόν. ἁπλοῦν, ἀφελὲς, ἄδοξον. Ἀρχαῖα. τὰ κεφάλαια τὰ τῶν χρεῶν. αὐτοί τε καὶ ἀρχαῖα καὶ τόκοι τόκων. Ἀρχαῖον τὸ κιθαρίζειν. ληρῶδες, ἀνόητον, οὐδὲν λόγου ἄξιον. Ἀρχέτυπον. πρωτότυπον. Ἀρχεῖον. χαρτοφυλάκιον, ἔνθα οἱ δημόσιοι χάρται κεῖνται, ἢ τὸ παλάτιον. Ἄρινον. τὸν νάπυ. τοῦ Ψελλοῦ· ἡ μίνθη τὸ ἡδύοσμον, ἄρινον δὲ τὸ νάπυ. Ἄροτρον. παρὰ τὸ ἀρῶ τὸ ἀροτριῶ, ὁ μέλλων ἀρόσω καὶ ἐξ αὐτοῦ ἄροτρον. Ἀρίζηλον. τὸ ἐν τῷ πολέμῳ ζηλωτόν. Ῥῆμα.Ἄραρέ με. ἤρεσέ με ταῖς φρεσὶν, ἢ ἥρμοσται. Ἄρασθαι. ἀπενέγκασθαι, ἢ λαβεῖν, φορτίσασθαι. μεῖζόν γε ὂν ἢ καθʼ ἑαυτὸν ἄρασθαι φορτίον. Ἀρασσόμενα. προσρηγνύμενα. κυρίως δὲ τὸ ἀράσσειν τὸ ἀποτέμνειν διὰ σιδήρου παρὰ τὸ ἄρης, ὅ ἐστι πόλεμος. Ἄραρε. δέδοκται, κέκριται. ἀρῶ τὸ ἁρμόζω, ὁ μέλλων ἄρω, αἰολικῶς ἄρσω, ὁ παρακείμενος ἦρκα, ὁ μέσος ἦρα καὶ κατὰ ἀναδιπλασιασμὸν ἀττικὸν ἄρηρα, ἡ μετοχὴ ἀρηρώς. —ὅ τε φρεσὶν ᾗσιν ἀρηρώς. δωρικῇ τροπῇ τοῦ η ἄραρα καὶ ἄραρεν. ἄραρε γὰρ ὅρκος ἐκ θεῶν μέγας. Ἀράμενοι. ἐπάραντες. Ἄρας. ἐπάρας. ὡς εἶδον τὸν νέκυν ἄραντας Ἀχαιούς. ἀείρω, ὁ μέλλων ἀερῶ, ὁ ἀόριστος ἤειρα, ὥσπερ ἤγειρα, ἡ μετοχὴ ἀείρας, καὶ κράσει τοῦ αε εἰς α μακρὸν γίνεται ἄρας. καὶ μένει τὸ ι προσγεγραμμένον, καὶ μὴ ἐκφωνούμενον διὰ τὸ μέγεθος τοῦ α. Ἀράβησεν. ἤχησεν. κυρίως ἡ ἐπὶ τὴν ἔραν καὶ τὴν γῆν βοή. ἔραβος καὶ ἄραβος, ἀραβῶ, ἀραβήσω. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ σιδήρου. παρὰ τὸ ἄρεα καὶ τὸ βοή. Ἄραιτο. λάβοι, κομίσειεν. ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις. Ἀρδαλῶσαι. μολύναι. εἰς οἷον ἐμπεπτώκασι τὸν ἄρδαλον. Ἄρδειν. ποτίζειν. ἀρδεύειν. Ἀραροίμην. ἁρμοσαίμην. Ἀραρίσκω. τὸ ἁρμόζω. Ἀρέσκω. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω. ὡς τελῶ τελέσκω, οὕτως καὶ ἀρῶ ἀρέσκω. τὸ γὰρ ἀρέσκον καὶ ἁρμόδιον, καὶ τὸ ἁρμόδιον ἀρεστόν. Ἀρεσόμεθα. ἐξιλεασόμεθα, θεραπεύσομεν, φιλοφρονησόμεθα. παρὰ τὸ ἀρῶ ἀρέσω. Ἀρήγω. βοηθῶ. παρὰ τὸν ἄρην, ὃ σημαίνει τὸν πόλεμον. ὥσπερ καὶ βοηθεῖν λέγεται τὸ ἐπὶ βοὴν θεῖν. βοὴ γὰρ καὶ ὁ πόλεμος ἀπὸ τοῦ παρεπομένου. ἀρήγω καὶ ἀρωγὸς, ὥσπερ καὶ ῥηγμὸς καὶ ῥαγμός. Ἀρημένος. βεβλαμμένος. Ἀρήρει. ἐνήρμοστο. Ἀρῆξαι. τὸ βοηθῆσαι. κυρίως δὲ τὸ πρὸς καιρὸν θεραπεῦσαι. ἰᾶσαι δὲ, τὸ παντελῶς θεραπεῦσαι. Ἀριστῶ. τὸ ἀρετῆς ἐπιμελοῦμαι. Προκόπιος· ἀμφότεροι δὲ οἱ μὲν θανατῶντες, οἱ δὲ ἀριστῶντες, ἐπὶ τοὺς πέλας πολλῷ ἴεντο. ἔστι δὲ καὶ ἀρεταίνω. Ἀρθμήσαντες. φίλοι γενόμενοι. καὶ ἀρθμῆσαι εἰς φιλίαν ἐλθεῖν. Ἀρκῶ. ἰσχύω, δύναμαι ὑπενεγκεῖν. καὶ τὸ βοηθῶ. Ἀρκυωρεῖσθαι. φυλάσσειν τὰς ἄρκυς. Ἁρμόζεται. συζεύγνυται, συνάπτεται. Ἀρνεῖσθαι. ἀπὸ τοῦ αἴρειν τὰς χεῖρας. παρὰ τὸ αἴρω, ἀρῶ, καὶ πλεονασμῷ τοῦ ν ἀρνῶ. Ἀρνύμεθα. ἀντὶ τοῦ καταλλασσόμεθα, ἢ προδιδόαμεν· ἐπειδὴ διὰ τῶν ἀρνῶν καὶ τῶν ἄλλων ζώων τὰς ἀμοιβὰς ἐποιοῦντο οἱ ἀρχαῖοι. καὶ οὐ μόνον διʼ ἀργυρίου τοῦτο ποιεῖν οἶδεν Ὅμηρος, ἀλλὰ καὶ διʼ ἑτέρων, οἷον· ἄλλοι μὲν χαλκῷ, ἄλλοι δʼ ἀνδραπόδεσσιν— ἀπὸ τοῦ μέρους τοῦ τετραπόδου τοῦ ἀρνοῦ τὴν λέξιν ἐπὶ τοῦ ἀμείβεσθαι ἔταττον. ἢ παρὰ τὸ αἴρω ἀρνῶ, ὡς ἴκω ἰκνῶ, οἴχω οἰχνῶ, ἄρνυμι, ἄρνυμαι καὶ ἀρνύμενος. Ἀροῦσιν. ὑψώσουσιν. Ἀροῦν. ἀροτριᾷν. ἀρόω, ἀρόσω, ὁ παρακείμενος ἤροον, ἤρουν, ἤροες, ἤρους, ἤροε, ἤρου, καὶ τὸ ἀπαρέμφατον ἀρόειν, ἀροῦν. παρὰ τὸν ἄρεα, τὸν σίδηρον. σιδήρῳ γὰρ τέμνεται ἡ γῆ. Ἁρπῶμαι. ἁρπάζω. δρεπάνῃ κέχρημαι. Ἁρπαλέσαι. ὁμιλῆσαι. Ἄρσαντες. ἁρμόσαντες ἢ καὶ βαστάξαντες. Ἀρτικροτεῖσθαι. συμφωνεῖσθαι. ἀρτικροτοῦνθʼ οἱ γάμοι, φησὶ Μένανδρος. Ἀρτᾷ. ἐπικρέμαται. καὶ ἀρτῶ ὁμοίως. Ἀρτύναντες. παρασκευάζοντες. Ἀρτύνω. ἁρμόζω ἢ εὐτρεπίζω. —πυκινὴν ἠρτύνετο βουλήν. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω. ἦρμαι, ἦρται, ἀρτὸς, καὶ ἀρτῶ, ἀρτύω, καὶ πλεονασμῷ τοῦ ν ἀρτύνω, ὡς ὀρῶ, ὀρούω. Ἀρυσάμενος. ἀντλήσας. Ἀρύω. τὸ ἀντλῶ καὶ βάλλω. παρὰ τὸ ἀρῶ, ὡς πλήθω πληθύω, ἐρῶ ἐρύω καὶ ἐρύσω, ἄνω ἀνύω καὶ ἀνύσω· οὕτως ἀρῶ ἀρύω καὶ ἀρύσω. —οὐκ ἀνύω φθονέουσα—. Ἀρήρει. ἐνήρμοστο. ἀρῶ τὸ ἁρμόζω, ὁ μέλλων ἀρῶ, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς μέσος ἦρα, καὶ ἀττικῶς ἄρηρα, καὶ ὁ ὑπερσυντέλικος ἠρήρει, καὶ ποιητικῶς ἀρήρει. Ἀρχαιρεσιάζειν. τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα. Ἀρῶ. ἐκτενῶ. Ἀρήμενος. βεβλημένος. κατεχόμενος. Ὅμηρος· ὕπνῳ καὶ καμάτῳ ἀρήμενος. Ἐπίῤῥημα.Ἄρα. συλλογιστικός ἐστι σύνδεσμος. καὶ ἀντὶ τοῦ δὴ, καὶ ὡς ἔοικε, καὶ ὡς φαίνεται. οὕτως Πλάτων. Ἀραρότως. ἁρμοζόντως ἢ παγίως καὶ ἑδραίως. Ἀραχὶ καὶ ἀρχί. ἐπιῤῥήματα. Ἀρτίως. ὑγιῶς. ὁλοκλήρως. λέγεται δὲ καὶ πρὸ μικροῦ ἢ ἀντὶ τοῦ νῦν. Ἀρμοῖ που. ἀρτίως. νεωστί. οὕτω Καλλίμαχος. Ἀρχαιοτρόπως. τουτέστιν ἀρχαιοτέροις ὀνόμασι χρῆσθαι. Ἀρχαίως. ἁπλῶς καὶ ἀκάκως· τοιοῦτοι γὰρ οἱ ἀρχαῖοι. οὕτως Δημοσθένης φησί. καὶ ἀρχαίως ἀντὶ τοῦ παλαιῶς. Ἄρα. καὶ ἀντὶ τοῦ τοιγαροῦν. τοῦ Ἀποστόλου· γινώσκετε ἄρα, ὅτι οἱ ἐκ πίστεως οὗτοι εἰσὶν υἱοὶ Ἀβραάμ. Τὸ Α μετὰ τοῦ Σ. Ἀρσενικόν.Ἀσαφής. μὴ φανερὸς, ἄδηλος, ἀνόητος. Ἄσβεστος. ὁ ἀκατάπαυστος. Ἀσηρώθ. ὄνομα κύριον. Ἀσηκόρος. ὁ ἀκηδιαστὴς, ἀσινὴς, ἀβλαβής. Ἄσκευον. ἀντὶ τοῦ ἀπαράσκευον, ἄνευ ὅπλων. καὶ ὁ θεολόγος· βίον ἄσκευον καὶ ἀπέριττον. Ἀσώδης. ἀδημονώδης. ἰατρικὴ ἡ λέξις. Ἀσκάλαφος. ὁ λίαν σκληρὸς, παρὰ τὸ ἄγαν ἀσκελὲς τῆς ἁφῆς. Ἀσκηθής. ὑγιὴς, ἀβλαβής. παρὰ τὸ σχέθω, κατὰ σύνθεσιν καὶ ἔκτασιν καὶ τροπῇ ἀσκηθής. ἡ μεταφορὰ δὲ ἀπὸ τοῦ ἀσκοῦ. τὸ δὲ ἀσκὸς ὁ μὴ ἐσχισμένος. παρὰ τὸ σχῶ, σχήσω, ἀσχὸς καὶ ἀσκός. Ἀσκάντης. ἡ εὐτελὴς κλίνη. ἡ μὴ κάννην ἔχουσα. οὕτως δὲ ἐκάλουν τὴν ψάδον. Ἀσκητής. ὁ ἐν τῷ κατὰ διάνοιαν κόσμῳ εὐσεβῶς καὶ δικαίως ἀναστρεφόμενος. Ἀσκαλαβώτης. ζωΰφιον ἐοικὸς σάβρᾳ ἐν τοῖς τοίχοις τῶν οἰκημάτων ἀνέρπων. ἢ καὶ ὁ ποντικὸς, καὶ ἡ νυμφίτζα. παρὰ τὸ ἀκαλῶς, ὅ ἐστιν ἡσύχως, βαίνειν, πλεονασμῷ τοῦ ς. Ἄσκαρμοι. ἀκοίμητοι. Ἀσκληπιός. ἰατρός. παρὰ τὸ τὰ ἀσκελῆ τῶν νοσημάτων ἤπια ποιεῖν. τὸ δὲ ἀσκελὲς παρὰ τὸ σκέλω, τὸ ἄγαν σκληραίνω, ὅθεν καὶ σκέλος. Ἀσμενέστατος. χαίρων καὶ ἄσμενος. ἥδω, τὸ εὐφραίνομαι, ἧσμαι, ἥσμενος ἡ μετοχὴ καὶ ἄσμενος. Ἀσπασμός. ἡ εὐχή. παρὰ τῷ Ἀποστόλῳ· ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρί. Ἀσπαστοί. ἄσμενοι, θεοειδεῖς. παρὰ δὲ τῷ Καλλιμάχῳ ἀσπαστὺς ἀπαστύος, τουτέστι προσηγορία, φιλία. Ἀσπόνδους. ἐχθροὺς, ἀγρίους, ἀδιαλλάκτους, μνησικάκους, ἀνελεήμονας, τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ἔλεον. Ἀσπιστής. πεζὸς ὁπλίτης, πολεμιστής. Ἀσπαλιεύς. ὁ ἁλιεύς. παρὰ τὸ τὴν ἅλα ἀσπάζεσθαι, ἢ παρὰ τὸ σπᾷν καὶ τὸ λίνον, τοῦ α ἢ πλεονασμὸν ἢ ἐπίτασιν σημαίνοντος. Ἄσπετον. πολύ. ἀλλʼ ἄσπετον χέασα. ἔστι ῥῆμα σπῶ. ὥσπερ παρὰ τὸ ἕπω τὸ ἀκολουθῶ. ἐξ οὗ τὸ σπᾶσθαι καὶ ἐπίσπεσθαι ποσί. ῥῆμα ὄνομα σπετὸς καὶ ἄσπετος, οἷον· —ἄσπετος αἰθήρ. οἱ δὲ παρὰ τὸ ἔπω, τὸ λέγω, φασὶν εἶναι, ἄσπετα, τὰ οὕτω πολλὰ καὶ μεγάλα, ὥστε καὶ ἄῤῥητα ὑπάρχειν. Ἀσταθμεύτους. ἀφορολογήτους. Ἄστομοι ἵπποι. σκληρόστομοι. ἄστομοι ἵπποι βίᾳ φέρουσιν. Ἀστόργους. ἀσπλάγχνους, ἀπηνεῖς, ἀφίλους. Ἀστικός. πολιτικός. Ἀστός. θαυμαστὸς, πολίτης. Ἀστεῖος. καλὸς, χαρίεις, τὸ ἦθος ἐπαινούμενος. λέγεται καὶ ὁ εὐάρεστος. Ἄστηνος. ὁ δυστυχὴς, ὁ πένης, ἀπὸ τοῦ στάσιν καὶ οἴκησιν μὴ ἔχειν. Ἀστυγείτων. ὁ πλησιόχωρος. Ἄστεκτος. ἀνυπομόνητος. Ἀστράγαλος, ὃν ἐθεάσατο Βαλτάσαρ, ὃς ἦν χεὶρ θεοῦ ζῶντος. ἀστράγαλος κυρίως τὸ σύνηθες λεγόμενον· καὶ ὁ σπόνδυλος τοῦ τραχήλου· καὶ βοτάνη οὕτως καλουμένη. ἀστράγαλος δὲ εἴρηται ἀπὸ τοῦ ἀστραβῆ καὶ ὀρθῶς φυλάττειν τὴν βάσιν. ἐπὶ τοῦ ποδὸς καὶ τοῦτο. ἐπὶ δὲ τῶν ἄλλων ὀστέων παρὰ τὸ ἐμπεπάρθαι καὶ μὴ στρέφεσθαι μήτε κινεῖσθαι, στερήσει τοῦ α. Ἀστισμὸς καὶ ἀστεϊμός. πιθανολογία. ἀποστῆναι ῥητορικῆς καὶ ποιητικῆς καὶ ἀστισμῶν. Ἀστρόβακος. ὁ ἀστρονόμος. Ἀστυβοώτης. ὁ κήρυξ ἐπιθετικῶς. ἀπὸ τοῦ ἐν ἄστει βοᾷν. Ἄσταχυς. στάχυς. ἄσταχυς σίταχυς τίς ἐστιν, ὁ τὸν σῖτον συνέχων. ἢ στῶ, στήσω, ἄσταχυς. Ἀστάνδαι. οἱ ἐκ διαδοχῆς γραμματοφόροι. Ἀστεμφής. ἀμετακίνητος, βέβαιος. Ἀστραβής. ἄτρεπτος. παρὰ τὸ στρέφω στρεφὴς καὶ ἀστραβής. Ἀστέρι ὀπωρινῷ. ἤγουν τῷ κυνάστρῳ. Ἀστὴρ καὶ ἄστρον διαφέρει. ἀστὴρ γὰρ ὁ Κρόνος καὶ οἱ ἄλλοι πλάνητες· ἄστρον δὲ ὁ Ὠρίων, ὃς κβ ἀστέρων ἐστὶ σύστημα. εἴρηται ἀστὴρ παρὰ τὸ μὴ ἔχειν στάσιν, ἀστατὴρ καὶ ἀστήρ. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἀπλανῶν. ζητεῖται δὲ, διὰ τί, ὥσπερ γίνεται κατὰ συγκοπὴν γαστρὸς, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀστὴρ ἀστέρος ἀστρός. καὶ ἔστιν εἰπεῖν, ὅτι αἱ συγκοπτόμεναι γενικαὶ μιμεῖσθαι θέλουσι τὰς ὀξυτόνους εὐθείας. ἐπεὶ οὖν ἡ ἀστέρος γενικὴ συγκοπτομένη οὐκ εὐθεῖα, ἵνα μιμήσηται, οὐ συγκόπτεται. εἰ δέ τις εἴποι, ἡ γαστέρος ὤφειλε συγκοπῇ γενέσθαι γαστρός· οὐ γὰρ ἔχει εὐθεῖαν, ἵνα μιμήσηται· ἔστιν εἰπεῖν, ὅτι τὸ γαστὴρ παραλόγως ὠξύνθη, τούτου χάριν παραλόγως ἀνεδέξατο τὴν συγκοπήν. διὰ τί δὲ, ὥσπερ γίνεται θυγατέρα θύγατρα, καὶ ἀνέρα ἄνδρα, μὴ τὸν αὐτὸν γίνεται μητέρα μήτρα; καὶ ἔστιν εἰπεῖν, τὸ μὲν μητέρα, ἵνα μὴ συνεμπέσῃ τῇ μήτρα εὐθείᾳ, ὃ σημαίνει τὴν πατρίδα. Ἀσύνθετος. ὁ ἀσύμφωνος, ὁ ταῖς συνθήκαις μὴ ἐμμένων. Ἀσυνδύαστος. ἀσύζευκτος, ἀσύμπλοκος. Ἀσύγκριτος. ὑπερέχων, μὴ συγκρινόμενος. Ἀσυντελής. ἀχρήσιμος, ἀσύμφορος. Ἀσύστατον. οὐ συνεστῶτα, οὐ δὲ πυκνὸν, ἀλλʼ ἀραιὸν, ἐν τῇ ποιήσει καὶ κομπώδη. ἢ ἀδιάθετον, ἀπιθάνως συντεθέντα. Ἀσύφηλος. ἄδικος, μάταιος, ἀπαίδευτος, ἄτιμος, ἀδόκιμος, ἀνόητος. παρὰ τὸ σοφὸς γίνεται σόφλος, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσοφλος, καὶ μεταβολῇ τοῦ ο εἰς υ ἀσύφηλος. ὡς ἄγορις ἄγυρις, καὶ ὄνομα ὄνυμα. Ἀσφάραγος. ὁ λαιμός. παρὰ τὸ ἀσπαίρω ἀσπάραγος καὶ ἀσφάραγος. τείνεται γὰρ ἐν τῷ λέγειν ὁ λάρυγξ. ὁ δὲ Ἡρωδιανὸς λέγει παρὰ τὸ σφαραγεῖν, ὅ ἐστιν ἠχεῖν· διʼ αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται· καὶ κατὰ πλεονασμὸν τοῦ α ἀσφάραγος. λέγεται δὲ καὶ τὸ ἐξ ἀκάνθων φυόμενον βλάστημα. ἔστι δέ τι καὶ βοτάνης εἶδος ἀσφάραγος πρὸς τὰς καθάρσεις ἐπιτήδειον. καὶ οἱ μὲν Ἀττικοὶ διὰ τοῦ φ τὴν λέξιν προσφέρουσιν, οἱ δὲ λοιποὶ, μὴ ἀκριβοῦντες, διὰ τοῦ π. Ἀσφάλαξ. παρὰ τὸ σπῶ γίνεται σπάλαξ, καὶ πλεονασμῷ τοῦ α ἀσφάλαξ κατὰ μετάθεσιν τοῦ π. Ἀσφοδελός. ὁ λειμών. Ἀσφόδελος δὲ, τὸ φυτόν. Ἄσχολος. ὁ μὴ εὐκαιρῶν. σχολὴ γὰρ ἡ ἐν τῇ λεγομένῃ συνηθείᾳ εὐκαιρία. Ἄσχετος. ὁ ἀκράτητος. παρὰ τὸ σχῆμι, ἀφʼ οὗ καὶ ἔσχηκα ὁ παρακείμενος, καὶ ἐσχέθην ὁ ἀόριστος, καὶ ὁ μέλλων σχήσω. ἐξ οὗ ἡ σχέσις. καὶ ὡς παρὰ τὸ τίθημι γίνεται θετὸς, ἴημι, ἐτὸς καὶ ἄφετος, δίδωμι, δοτὸς, οὕτω σχῆμι, σχετὸς καὶ ἄσχετος. Ἀσωπός. ποταμὸς Θηβαίων. Ἄσωτος. ἀκόλαστος, ἀσελγής. παρὰ τὸ σώζω, σώσω, σέσωκα, σέσωσμαι, σέσωσται, σωτὸς καὶ ἄσωτος. Ἀσκάλων. πόλις Συρίας. ἀπὸ τοῦ Ἀσκάλου ἀδελφοῦ Ταντάλου. ὁ πολίτης Ἀσκαλωνίτης. Ἀσυνέτους. τοὺς ἀσυνειδήτους λέγει ὁ Ἀπόστολος. ὧν οὐδὲν ἀφρονέστερον. Ἀσσύριος. ὁ Βαβυλώνιος. ἐξ οὗ καὶ Ἀσσύριος φλόξ. Ἀσιδηνός. ὁ ἀπὸ τῆς Ἀσίδος. Ἀσεβής. παρὰ τὸ σέβω, σεβὴς καὶ μετὰ τοῦ στερητικοῦ α ἀσεβής. οἱονεὶ ὁ μὴ σεβόμενος τὸν θεόν. εἰς τὸ α ψιλὴν διατί; τὸ στερητικὸν α ψιλοῦται πλὴν τοῦ ἅλυσις καὶ ἅδης. Ἀσαλής. ὁ ἀφρόντιστος. σάλη γὰρ ἡ φροντίς. Θηλυκόν.Ἀσάμινθος. ἡ πύελος, ὅ ἐστι λεκάνη, καὶ ὁ τόπος, ἐν ᾧ λούονται. παρὰ τὸ μινύθειν τὴν ἄσιν, ἤτοι τὸν ῥύπον τοῦ σώματος. Ἀσέλγεια. διάθεσις μὴ ἔχουσα ἢ μὴ φέρουσα ἄλγος ἀθλητικόν. Ἀσέβεια. ἀδικία περὶ τὸ θεῖον. Ἄσις. ἡ ἀκαθαρσία. καὶ ἄση. ἀσὴ δὲ κατὰ τοὺς ἰατροὺς ἡ ἀνερμήνευτος ποιότης, ἡ προηγουμένη τοῦ ἐμέτου. Ἀσία. πόλις Λυδίας, ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα. διὸ καὶ Ἀσία ἡ ἤπειρος, ἡ μὲν ἀπὸ Ἀσίου τοῦ Λυδοῦ, ἡ δὲ ἐκ τῆς Προμηθέως γυναικός. τὸ ἐθνικὸν Ἀσιεὺς καὶ Ἀσιανός. Ἀσιάτης. ἡ τρίχορδος κιθάρα εἴρηται, ὅτι ἐν τῇ Ἀσίᾳ, πόλει τῆς Λυδίας κειμένῃ ἐν Τμώλῳ, πρῶτον εὑρέθη, ἢ ἀπὸ Ἀσίου τινός. Ἀσίδα. στρουθοκάμηλον. Ἀσιχίνη. κύριον. Ἀσέλγη. πόλις, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. Ἀσκοπήρα. τὸ μαρσίπιον ἤτοι τὸ σακκοπάθνιον. Ἀσκαμωνία. βοτάνη ἰατρική. Ἀσκέραι. ὑποδήματα ἀττικά. Ἄσκιος ὕλη. δασεῖα. τὸ α κατʼ ἐπίτασιν. Ἀσπίς. θηρίον ὀφιοειδές. καὶ τὸ σκουτάριον. Ἄσπειστον ἔχθραν. μῖσος ἄσπονδον. Ἀσπασία. θαυμαστὴ, χαιρετιστική. Ἀσπάλαθος. εἶδος ἀκάνθης. Νίκανδρος. ἐν γὰρ ὄρει ῥάμνοι τὲ καὶ ἀσπάλαθοι. εἴρηται δὲ παρὰ τὸ σπῶ· σπάλαθος καὶ ἀσπάλαθος. Ἀσμωλή. ὀλίγη ἀναπνοή. οἶμαι, ὅτι ἀσθμωλὴ γράφεται. Ἀστειότης. φαιδρότης μετὰ λόγου. Ἀστιβής. ὁδὸς ἀτριβὴς, ἀπάτητος, ἄβατος. στίβος γὰρ ἡ ὁδός. Ἀστάρτη. ἡ θεὸς, ἡ Σελήνη. καὶ νῆσος Αἰθιοπίας. παρὰ τὸ ἄστρα ἀστράτη, ἢ παρὰ τὸ τοὺς ἀστέρας, καὶ κατὰ συγκοπὴν, ἀστάρτη, ἀσταρταῖος, ἀστάρτης. Ἀστέμβακτος. ἀκίνητος, ἢ βεβαία, ἢ τετιμημένη. εἴρηται δὲ κατὰ ἀπόφασιν τοῦ στεμβάξαι, ὅ ἐστιν ὑβρίσαι. Ἀστεροπή. ἡ ἀστραπή. παρὰ τὸ στερίσκειν τοὺς ὦπας διὰ τῆς ἀντιλαμπούσης λαμπάδος. ἢ παρὰ τὸ ὄπτω, ὄπτη, καὶ μετὰ τοῦ ἀστέρος ἀστεροπτὴ, καὶ ἀποβολῇ τοῦ τ ἀστεροπή. Ἀστραπή. ῥῆξις πυρὸς ἐκ νεφῶν περιτρίψεως. τὸ γὰρ πνεῦμα μετὰ βίας ἐκραγὲν τῶν νεφῶν καὶ τὸν ψόφον ποιῆσαν ἐκπυρωθὲν διὰ τὴν κίνησιν φλογῶδες γίνεται. ἰστέον δὲ, ὅτι ἡ αὐτὴ φύσις τοῦ πνεύματος, ἐν μὲν τῇ γῇ ἔστι σεισμὸς, ἐν δὲ τοῖς νέφεσι βροντὴ, περὶ δὲ τὴν γῆν ἄνεμος· πάντα γὰρ ταῦτα ἀναθυμίασις ἔστι ξηρά. Ἀστρατεία. ἡ εἰρήνη· ἐπεὶ ἐν εἰρήνῃ οὐ στρατεύονται. Ἀστρονομία. ἡ τῶν ἄστρων διανομή. πρῶτον Βαβυλώνιοι ταύτην ἐφεῦρον διὰ Ζωροάστρου, μεθʼ ὧν καὶ Ὀστάνης. Ἀστυπάλαια καὶ Ἀστυπαλία. μοῖρα τῆς Σάμου. εἴρηται, ὅτι Προκλῆς καὶ Ἐπομβρίων ἀποικίαν στείλαντες εἰς Σάμον πρὸς τοὺς ἐνοικοῦντας Κᾶρας κοινωνίαν θέμενοι ᾤκησαν πρὸς τὸν Σχήσιον ποταμὸν, καὶ εἰς δύο φυλὰς τὴν πόλιν διένειμαν, ὧν τὴν μὲν Σχησίαν ὠνόμασαν, τὴν δὲ Ἀστυπαλίαν ἀπὸ τοῦ παλαιοῦ ἐκεῖσε ὄντος ἄστεος. Ἀσυνθεσία. παράβασις συνθηκῶν. Ἀσσυρίηθεν. ἀπὸ τῆς Ἀσσυρίας. Ἀσφαλτῖτις λίμνη. ἔνθα ἡ ἄσφαλτος γίνεται. ἄσφαλτος δὲ ξηρίον ἐστὶ πίττῃ ὅμοιον. χρῶνται δὲ ταύτῃ καὶ οἱ ἰατροὶ, λέγουσι δὲ τὴν νάφθαν. Ἀσφάλτωσις. ἡ πίττωσις. Ἀσφάλεια. ἔγγραφος βεβαίωσις. Ἀστράβη. τὸ σαγμοσέλλιον. Ἀστάρτη. ἄγαλμα Ἀφροδίτης, τιμώμενον παρὰ Σιδωνίων. τοῦ ἄστρου δὲ τύπος· αὐτὸ τὸ ἄστρον ὁ ἑωσφόρος. ὅπερ Ἀφροδίτην ὀνομάζουσι. τὸ αὐτὸ καὶ παρὰ Μοαβιτῶν ἐτιμᾶτο. καὶ ὁ θεόλογος· τί φήσω πρὸς τοὺς Ἀστάρτην προσκυνοῦντας. ἢ τὸ Χαμὼς βδέλυγμα Σιδωνίων. Οὐδέτερον.Ἄσσα. ὅτε σημαίνει τὸ ὅσα καὶ ἅτινα, δασύνεται· ὅτε δὲ τὸ τινὰ, ψιλοῦται. Ἄσσαρ. εἶδος λαχάνου, ᾧ κέχρηνται οἱ ἰατροὶ εἰς θεραπείαν τῶν νοσούντων. Ἀσήμαντα. τὰ λεγόμενα ἀσφράγιστα· καὶ γὰρ σημεῖα τὰς σφραγίδας ἔλεγον. ἢ καὶ τὰ ἀφύλακτα. Ἄσημον. ἀτράνωτον. Ἀσήμιον. ὁ ἄργυρος. Ἀσυρῆ. ἀκάθαρτα. Ἀσσάριον. πεντανούμμιον ἢ δεκάνουμμον. Ἆσθμα. ἡ συνεχομένη πνοὴ καὶ συγκοπτομένη. παρὰ τὸ ἄω τὸ πνέω. Ἀσκελές. τὸ σκληρόν. Ἀσκώματα. τὰ ἐπιῤῥαπτόμενα δέρματα ταῖς κώπαις ἐν ταῖς τριήρεσι, διὰ τὸ μὴ εἰσφέρεσθαι τὸ θαλάσσιον ὕδωρ. Ἀριστοφάνης· ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων. καλοῦνται δὲ οὕτως καὶ αἱ γνάθοι ἀπὸ μεταφορᾶς τῶν χαλκευτικῶν ἀσκωμάτων, ἅτινα φύσαι χαλκευτικαὶ λέγονται. ἐπὶ τῶν τριήρεων δὲ, ὅτι ἀπὸ ἀσκῶν γίνονται. Ἀσκήματα. κατασκευάσματα ἢ καὶ τὰ παιδεύματα. ἀπὸ τοῦ ἄσκησις. Ἆσμα. ὕμνος, ᾠδή. Ἄσπετον. πολύ. Ἄστυ. πόλις. Ἄστρον. σῶμα πύρινον ἐν τῷ οὐρανῷ πεπηγὸς καὶ τῇ κύκλῳ φορᾷ φερόμενον. ἢ σύστημα πλειόνων ἄστρων, ἢ τὸ ἐπί τινα χρόνον συνιστάμενον ἐν μετεώρῳ, ὡς κομήτης. Ἀστυφέλικτον. ἀτίνακτον. Ἀσταγές. πολυσταγές. ἀσταγὲς ὕδωρ. Ἄστικτον. Ἀθηναῖοι τὸ ἐλεύθερον χωρίον ἐκάλουν, καὶ μὴ ὑποκείμενον χρήστῃ. εἴρηται, ὅτι τοῖς ὑποκειμένοις χρέεσι χωρίοις εἰώθασιν ἐγκαταπηγνύειν στήλην, ἣν ἐκάλουν ὅρον, ἐν ᾗ χρέος ἐγκεχάρακτο καὶ ὁ χρήστης, ἵνα μὴ πλανηθεὶς ἕτερος ἐπὶ καθαρῷ δανείσῃ. Ἄστυ. παρὰ τὸ ἄνω ἵστασθαι· οἱ γὰρ ἀρχαῖοι ἐφʼ ὑψηλοῦ τόπου ᾠκοδόμουν τὰς πόλεις. ἐκ δὲ τοῦ ἄστυ ἀστεῖος. σημαίνει δὲ τρία· ὁ ἐν ἄστει διατρίβων, ὁ διὰ χρηστὸν ἦθος ἐπαινούμενος, ὡς ὁ Μωϋσῆς, καὶ ὁ γελωτοποιός. Ἄστρια. οἱ ἀστράγαλοι. Καλλίμαχος· δέκα δʼ ἄστριʼ αἴνυτο λάτρον. Ἀσπαστόν. τὸ ἐπιθυμητόν. Ἀσύμβατον. πολέμιον. ἀφιλίωτον. Ἀσύμφορον. τὸ μὴ συμφέρον καὶ ἐνδεχόμενον. Ἀσυμφυῆ. ἀνοίκεια, ἀνόμοια. Ἀσυνάρτητον. ἀσυνάρμοστον. Ἀσύνθετον. τὸ μὴ ἐκ μερῶν τὴν συμπλήρωσιν τῆς οὐσίας καθʼ ὑπόστασιν ἔχον. Ἀσύντακτον. τὸ μὴ τεταγμένον, τὸ μὴ ἡνωμένον καὶ σύμμικτον, ἀλλὰ διεσπασμένον καὶ διῃρημένον. Ἄσχετον. ἀκράτητον. Ἀσχημάτιστον. ᾧ μὴ πρόσεστι χαρακτὴρ ἐκ διατυπώσεως σώματος. Ἀσώματον. τὸ μὲν τῷ ἀριθμῷ, ὡς οἱ ἄγγελοι, οἷον Μιχαὴλ, Γαβριήλ· ἀριθμῷ γάρ· τὰ δὲ οὒ, ὡς τὰ καθόλου. Ἀσσώριον. ὄρος Σάμου, καὶ πόλις Σικελίας. ὁ πολίτης Ἀσσωρῖνος. Ῥῆμα.Ἆσαι. κορέσαι. λέγεται δὲ καὶ τὸ δοξάσαι καὶ λέξαι. Ἀσελγαίνειν. πορνεύειν, ἀκολασταίνειν. παρὰ τὸ λέχος λεχαίνειν, τὸ λέχους ἐπιθυμεῖν. καὶ κατὰ τροπὴν λεγαίνειν. ἔνθεν Ἀρχίλοχος· λέχαι δὲ γυναῖκες. ἀντὶ τοῦ ἀκόλαστοι. λεγαίνειν οὖν, καὶ πλεονασμῷ ἐλεγαίνειν· καὶ κατὰ σύνθεσιν τῆς α ἐπιτάσεως, καὶ πλεονασμῷ τοῦ ς, ἀσελγαίνειν. ἔστι δὲ καὶ πόλις οὕτω καλουμένη Ἀσέλγη, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι, καὶ ἀλλήλοις ἐκοινώνουν. Ἀσθμαίνει. πνευστιᾷ, ἀναπνέει πυκνὰ καὶ ὀξέως. Ἀσθμάζει. ἀντὶ τοῦ ἀσθμαίνει. Ἀσκούμενος. γυμναζόμενος. Ἀσκήσασα. μετʼ ἐπιμελείας κοσμήσασα. Ἀσκαρίζειν. τὸ κινεῖσθαι. Ἀσκωλιάζειν. ἐφʼ ἑνὸς ποδὸς ἐφαλλόμενος. κυρίως δὲ τὸ ἐπὶ τῶν ἀσκῶν ἅλλεσθαι. ἕνεκα γὰρ τοῦ γέλωτα ποιεῖν εἰς ἀσκοὺς πεφυσημένους ἐνήλλοντο. Ἀσμενίζει. χαίρει, ἀγαπᾷ, προθυμεῖται. καὶ ἄσμενος ὁ χαίρων. ἥδω τὸ εὐφραίνομαι, ἧσμαι, ἡσμένος ἡ μετοχὴ καὶ ἄσμενος. Ἀσπάζεσθαι καὶ ὁ ἀσπασμὸς μάλιστα τὴν ἀγάπησιν καὶ φιλοφροσύνην δηλοῖ. χρῶνται δὲ καὶ ἐπὶ τοῦ προσαγορεύειν. Ἀσπαίροντες. σκαρίζοντες, κινοῦντες, ψυχοῤῥαγοῦντες. Ἀσπαλιεύειν. ἐκ τῆς ἁλὸς σπᾷν τοὺς ἰχθύας, ὅ ἐστιν ἁλιεύειν. παρὰ τὸ σπᾷν καὶ τὸ λίνον. τοῦ α ἢ πλεονασμὸν ἢ ἐπίτασιν δηλοῦντος. ὅθεν καὶ ἀσπαλιεὺς καὶ ἀσπαλιευτὴς, ὁ ἐκ τῆς ἁλὸς σπῶν τοὺς ἰχθῦς. Ἀστεΐζεται. ὡραΐζεται, ψεύδεται. Ἀστειοῤῥημονήσωμεν. εὐμορφολογήσωμεν. Ἀστροπολοῦντας. περὶ τὰ ἄστρα ἀναστρέφοντας τὴν διάνοιαν. Ἀστραβαλίζειν. ὁμαλίζειν, ἀπευθύνειν. καὶ στράβη τὸ σαγμοσέλλιον. Ἀσυνετῶ. μωραίνω. Ἀσφαλίσαι. φυλάξαι. ἀσφαλίζω γὰρ τὸ φυλάττω. Ἀσχάλλων. ἀδημονῶν, λυπούμενος, ὀλιγοψυχῶν, χαλεπαίνων. ὁ δὲ ἤσχαλεν ὡς παρευδοκιμούμενος. παρὰ τὸ ἄχω, ἀφʼ οὗ ἄχομαι, γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω, εἴδω εἰδάλλω καὶ ἰνδάλλω. καὶ πλεονασμῷ τοῦ ς ἀσχάλλω. ἐκ δὲ τοῦ ἀσχάλλω γίνεται παράγωγον ῥῆμα ἀσχαλῶ, τὸ τρίτον πρόσωπον ἀσχαλᾷ καὶ πλεονασμῷ τοῦ α ἀσχαλάα. ἢ παρὰ τὸ σχῶ, σχάλλω καὶ ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνάμεθα. Ἀστατοῦμεν. τουτέστι διωκόμεθα. Ἀποστολικὴ ἡ λέξις· κολαφιζόμεθα καὶ ἀστατοῦμεν. Ἀσχημονήσωμεν. ὑπὲρ τὸ περιττὸν καλλωπισώμεθα. πᾶν γὰρ τὸ περιττὸν, εἴτε ἐν λόγῳ, εἴτε ἐν πράγματι, ἀσχημοσύνην καὶ φλυαρίαν καλεῖ ὁ Πλάτων. φησὶ καὶ ὁ θεόλογος· καὶ τοῖς μὲν ἀσχημονήσωμεν μᾶλλον ἤπερ ἐμπρέψομεν. Ἐπίῤῥημα.Ἀσμένως. μετὰ χαρᾶς· ἡδέως. Ἀσπασίως. ἡδέως. περιχαρῶς. Ἀσπερχές. ἀδιαλείπτως, παρὰ τὸ σπέρχω, ὅ ἐστι σπουδάζω. Ἀσπουδεί. χωρὶς σπουδῆς. Ἀσπονδεί. χωρὶς φιλίας ἢ χωρὶς θυσίας. Ἀσκελές. ἀδιαλείπτως. Ἀσκαρδαμυκτί. χωρὶς τοῦ μύειν. Ἆσσον. πλησίον, ἐγγύς. Ἀσολοίκως. ἀφελῶς. Ἀστεμφέως. ἀμετακινήτως. παρὰ τὸ στέμβω, ὃ σημαίνει τὸ συνεχῶς κινῶ. ἢ παρὰ τὸ στρέφω, ἀστρεφὴς καὶ ἐλλείψει τοῦ ρ καὶ πλεονασμῷ τοῦ μ ἀστεμφὴς, ὅ ἐστιν ἀμετακίνητος. Ἀστικῶς. εὐσυνέτως, ἐμφρόνως. Ἀστενακτί. ἄνευ στενάγματος. Ἀστακτί. πολυδακρύτως. τὸν νεκρὸν παραπέμπων ἀστακτί. Ἀσυμφανῶς. ἐπικεκαλυμμένως, ἀδήλως, αἰνιγματωδῶς. Ἀσυνδυάστως. ἀσυμπλόκως, ἀσυζεύκτως, ἢ ἀσυναυλίστως. συνδυάζω γὰρ τὸ συναυλίζομαι, ὡς τό· οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ. Ἀσφαδάστως. συντόμως. σφαδάζειν λέγεται τὸ σπᾶσθαι καὶ σφακελίζειν. Τὸ Α μετὰ τοῦ Τ. Ἀρσενικόν.Ἀταρνεύς. πολίχνιόν τι καταντικρὺ Λέσβου κείμενον. Ἀτάσθαλος. μωρὸς, φλύαρος, ἁμαρτωλὸς, ἄδικος, παράνομος. ἀπὸ τοῦ θάλλειν ἄταις. παρὰ τὸ ἄτω τὸ βλάπτω, ἢ παρὰ τὸ τὴν ἄτην. ὡς οὖν δαίω, δαίδαλος, καὶ παρὰ τὸ αἴθω, αἴθαλος, οὕτω καὶ παρὰ τὸ ἄτω ἀτάζω, καὶ τροπῇ τοῦ ζ εἰς θ ἀτάσθαλος. Ἀταλάφρων. νήπιος. Ἄταλος ἢ ἀταλός. ὁ νήπιος. παρὰ τὸ τλῆναι, ταλὸς καὶ ἀταλὸς, ὁ μηδέπω δυνάμενος κακοπαθῆσαι. ἐξ αὐτοῦ ἀτάλλειν, καὶ ἀτιτάλλειν κατὰ ἀναδιπλασιασμόν. Ἀτάρβητος. ἄφοβος, ἀτρέμας. παρὰ τὸ τάρβος. ἢ ἀθαρβωτὸς, ὁ μὴ θαῤῥῶν βοὴν ὑπομεῖναι. Ἀτταγᾶς. εἶδος ὀρνέου. Ἀτέλεβος. ἀκρίς τις. Ἀτερμάτιστος. ἀβέβαιος, ἀθεμελίωτος. Ἀτέχνοις. πανούργοις, ἢ ἀπείροις. Ἀτέλεστος. ἀμύητος. Ἀτάλαντι Ἄρηϊ. ὁμοίῳ· ἰσοστασίῳ· ἰσοταλάντῳ. Ἀταρτηροῖς. βλαβεροῖς. Ἀτεράμων. οὐχὶ ἀτέραμνος. Ὅμηρος· —κῆρ ἀτέραμνον ἔθηκε. παρὰ τὸ τέρεν τὸ ἁπαλὸν, τεράμων ὁ ἁπαλὸς, καὶ ἀτεράμων ὁ σκληρός· τὸ οὐδέτερον ἀτέραμον καὶ πλεονασμῷ τοῦ ν ἀτέραμνον. Ἄτεγκτος. ἄβροχος, σκληρὸς, ἀμάλακτος. Ἅτερος. ἕτερος, ὁ εἷς τῶν δύο. Ἀτειρής. ὁ σκληρὸς, ὁ ἀδάμαστος, ὁ ἀκαταπόνητος. τέρω, ἀτερὴς καὶ ἀτειρής. ἢ παρὰ τὸ τέρεν ἀτερὴς καὶ ἀτειρής. Ἀτέραμνος. δυσέψανος. οὕτως φησὶ Πλάτων. Ἀττήλας. κύριον. οὗτος ἦν ἡγεμὼν τῶν Σκυθῶν. Ἄτιμος. ἀνήκουστος· καί μʼ ὁ Φοῖβος ἄτιμον ἐξέπεμψεν—. Ἀτιμότερος. εὐτελέστερος, ἀτεχνότερος. ἐρεῖς δὲ ἄκοντος ἀτιμότερόν με θήσεις. Ἀτιμώρητος. ἀβοήθητος, ἢ θαυμαστός. ἔστι δʼ ὅτε καὶ ὁ κακός. Ἀτιμάγελος. ὁ μὴ συναγελαζόμενος. Ἀτίθασσος. ἀνήμερος, ἄγριος. Ἀττικός. ὁ Ἀθηναῖος. παρὰ τὸ ἀκτὴ, ἀκτικὸς καὶ ἀττικός· ἀκτὴ γὰρ ἐκαλεῖτο ἡ Ἀττικὴ, ὅθεν καὶ Ἀκταῖοι οἱ Ἀθηναῖοι. Ἀτμός. ἀνάδοσις. παρὰ τὸ ἄω, τὸ πνέω, ὁ παρακείμενος ἦσμαι, ἀσμὸς καὶ ἀτμός. Ἄτολμοι. δειλοὶ, κατεπτηχότες. Ὅθʼ οὕνεκʼ εἰσὶν ἀδρανέστατοι ζώων, ψυχὰς ἄτολμοι, μοῦνον εἰδότες φεύγειν. Ἀτρεκέστατος. ἀληθέστατος. Ἀτρέμας. ἥσυχος, ἄφοβος. Ἄτρυτος. ἀκαταπόνητος. ἀπὸ τοῦ τρύω τρυτὸς καὶ ἄτρυτος. Ἄτρωτος. ἀνίκητος, ἄπληκτος. Ἀτραπός. τὸ ἀπόσταγμα τῆς σταφυλῆς, τὸ πρὸ τοῦ πατηθῆναι γινόμενον· τραπεῖν γάρ ἐστι τὸ πατῆσαι. ἀτραπὸς καὶ ἡ ὁδὸς ἐπὶ θηλυκοῦ. Ἄτρεστος καὶ ἄτρητος. ὁ ἄφοβος. Ἀτρόμητος. ἄφοβος. —οὐδʼ Ὀλύμπιος Ζεὺς ἀτρόμητος εἶδεν—. δηλοῖ δὲ τὸν ἄφοβον. Ἄτρακτος. γυναικεῖον ἐργαλεῖον, ἐφʼ οὗ τὸ νῆμα περιειλεῖται. ἀεὶ γὰρ ταράσσεται. ἢ ὅτι ἀτάρακτον τὸ νῆμα φέρει. ἀπὸ τοῦ ταράσσω οὖν γίνεται ἀτάρακτος καὶ ἄτρακτος. ἔστι καὶ ἀτρακτυλὶς εἶδος ἀκάνθης, ἀφʼ ἧς τοὺς ἀτράκτους ἐποίουν αἱ γυναῖκες τῶν ἀγροίκων. Ἄτλας. ὄρος Λιβύης, καὶ ὁ μυθευόμενος τὴν γῆν καὶ τὸν οὐρανὸν βαστάζειν. —καὶ σιδηρέους Ἄτλαντος ὤμους—. Ἀτμήν. ὁ δοῦλος. παρὰ τὸ τιμὴ ἀτιμὴν καὶ κατὰ συγκοπὴν ἀτμήν· οἷον ὁ ἄτιμος. ἢ πολυτίμητον τινὰ ὄντα ὑπὸ τῶν μαστίγων, ἐπιτάσει τοῦ α. ἀπὸ δὲ τοῦ ἀτμὴν ἀτμῶ. Ἄτυπος νοῦς. ὁ μηδὲν σωματικὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενος. οὐδὲ γάρ ἐστι σῶμα θεός. Ἀτρεύς. παρὰ τὸ τρεῖν τὸ φοβεῖσθαι. ὥσπερ παρὰ τὸ τρέφω τροφεὺς, οὕτω καὶ παρὰ τὸ τρέω γίνεται τρεὺς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρεύς. Ἀτρείδης. τὰ ἀπὸ τῶν εἰς ν, ξ, ψ, ρ, διὰ τοῦ ι γινόμενα ἐν τοῖς εἰς δης πατρωνυμικῶν· Μέμνων, Μέμνονος, Μεμνονίδης· Φοίνιξ, Φοινικίδης· Πέλοψ, Πελοπίδης· Νέστωρ, Νεστορίδης. καὶ τὰ ἀπὸ τῶν εἰς ος ληγόντων διὰ τοῦ ι· Πανάριστος, Παναριστίδης· Βῆλος, Βηλίδης. τὰ ἀπὸ τῶν εἰς ευς διὰ διφθόγγου· Ἀτρεὺς, Ἀτρείδης. τὰ ἀπὸ τῶν εἰς ος ἀττικῶν· Νηλεὺς, Νηλέως, Νηλείδης. τὰ ἀπὸ τῶν εἰς αιος· Ἐλκαῖος, Ἐλκείδης. τὰ ἀπὸ τῶν εἰς ης ἐχόντων τὴν γενικὴν εἰς ους, εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ι γράφεται· Εὐτυχὴς, Εὐτυχοῦς, Εὐτυχίδης· Ἀχαιμένης, Ἀχαιμένους, Ἀχαιμενίδης· εἰ δὲ μακρᾷ παραλήγεται, διὰ διφθόγγου· Ἡρακλῆς, Ἡρακλοῦς, Ἡρακλείδης, χωρὶς τριῶν, Θρασυμηδίδης, Διακηρίδης καὶ Θουκυδίδης· ταῦτα γὰρ μακρᾷ παραλήγονται. τὰ δὲ μὴ πατρωνυμικὰ διὰ τοῦ ι· Λητοΐδης, ὁ τῆς Λητοῦς, Δαναΐδης, ὁ τῆς Δανάης, Νιοβίδης, ὁ τῆς Νιόβης. ὅθεν τὸ Φιλομηλείδης κύριον λέγεται εἶναι· εἰ γὰρ ἦν μητρωνυμικὸν, διὰ τοῦ ι ἐγράφη ἄν. Ἀταινίωτος. ἀστεφάνωτος. Ἄτυφος. ἀκενόδοξος. Θηλυκόν.Ἀταυρώτη. ἁγνὴ, ἄμικτος. ταῦρος γὰρ τὸ αἰδοῖον τοῦ ἀνδρός. Ἀτασθαλία. κυρίως ἡ περὶ τὴν θαλείαν ἤτοι τὴν εὐωχίαν ἄτη· ὡς παροινία ἡ περὶ τὸν οἶνον ἀταξία. ἢ παρὰ τὸ ἄτῃ θάλλειν καὶ αὔξεσθαι. Ἀττάλεια. πόλις Λυδίας. ἀπὸ Ἀττάλου Φιλαδέλφου κτίσαντος αὐτήν. Ἀταλῇσιν. ἁπαλαῖς, νεογναῖς. Ἀττικάς. στεριζούσας τοῦ καιροῦ. Ἀτεκνία. ἡ ἀπαιδία καὶ ἡ λήθη. Δαβίδ· καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. ὡς διὰ τῶν τέκνων φυλαττομένης τῆς μνήμης. Ἀτέλεια. ἀλειτουργησία. Ἀτημέλεια. καταφρόνησις. Ἄτη. ἡ βλάβη. παρὰ τὸ τῶ τὸ λαμβάνω. οἷον· Κύκλωψ, τῆ, πίε οἶνον— ἐξ οὗ ὄνομα ῥηματικὸν τῆ καὶ στερήσει τοῦ α ἄτη. ἣν οὐκ ἄν τις λάβῃ. ἢ παρὰ τὸ ἄω τὸ βλάπτω. οἷον· ἄσαι με δαίμονος αἶσα κακή— ὁ μέλλων ἄσω, καὶ ἐξ αὐτοῦ ἄση ἡ βλάπτουσα τὴν ψυχήν. Ἀτμίς. ἀναθυμίασις, ἄκρον πυρός. Ἀτροπία. ἀλογία, ἀβουλία. Ἀτρακτυλίς. εἶδος ἀκάνθης, ἀφʼ ἧς τοὺς ἀτράκτους ἐποίουν αἱ γυναῖκες τῶν ἀγροίκων. Ἀτραπιτὸς καὶ ἀτραπὸς, ἡ ὁδός. παρὰ τὸ τρέπω, τρέψω, ὁ δεύτερος ἀόριστος ἔτραπον, γίνεται ῥηματικὸν ὄνομα τραπὸς, στερήσει τοῦ α καὶ κατὰ μετάθεσιν ἀτραπὸς, ἐξ ἧς ὁδοῦ οὐκ ἔστι τραπῆναι. ἢ ἡ πολύτροπος· εἰς πολλὰ γὰρ σχίζεται. γράφεται δὲ καὶ ἀταρπός. Ἀτραβατικάς. ξηραμπελίνας τὸ χρῶμα. τὸ γὰρ μέλαν ἄτρον καλοῦσιν οἱ Ῥωμαῖοι. ἢ ὅτι μετὰ τραβαίας ταύταις εἰώθεσαν χρῆσθαι· τραβαῖαι δὲ αἱ πολυτελεῖς χλαμύδες. Ἀτυφία. ἀκενοδοξία, ταπεινοφροσύνη. Ἀτρείδῃσι. πύλῃσιν. ἔχουσι τὸ ι κατὰ τὴν παραλήγουσαν. ἔστι γὰρ Ἀτρείδαις ἀρσενικὸν καὶ πύλαις θηλυκόν. δεῖ δὲ γινώσκειν, ὅτι παρὰ τῷ ποιητῇ πᾶσαι αἱ τοιαῦται δοτικαὶ τρέπουσι τὸ α εἰς η, εἴτε ἐπεκτεταμέναι εἰσὶν, εἴτε ἀνεπέκτατοι, οἷον· ἐν παλάμαις, ἐν παλάμῃσιν. ὁμοίως καὶ τὸ Ἀτρείδαισι, πύλαισι, κατʼ ἐπέκτασιν γίνεται, καὶ κατὰ τροπὴν ἰωνικὴν τοῦ α εἰς η, Ἀτρείδῃσι καὶ πύλῃσι. Ἅττα. ἅτινα. Ἄττα. ἀπόφθεγμά τι τιμητικὸν νέων πρὸς παλαιοτέρους. παρὰ τὸ ἄππα κατὰ Μακεδόνας, τροπῆς γενομένης τῶν δύο ππ εἰς δύο ττ. Οὐδέτερον.Ἀταμίευτον. ἀφύλακτον, ἀδιοίκητον. Ἀτάκτημα. ἀταξία. τοῦ μηδὲν ἀτάκτημα γενέσθαι περὶ τὴν ἀρχήν. Ἀτάρμυκτον. τὸ ἄφοβον. κυρίως δὲ τὸ μὴ μύον. Εὐφορίων· ἀτάρμυκτον τρέπεν ὄμμα. Ἀτέκμαρτον. ἀτελείωτον. Ἀτερμάτιστον. ἀβέβαιον, ἀθεμελίωτον. Ἀτέραμνα. τὰ μὴ ἑψόμενα ὄσπρια. Ἀτελεύτητον. οὐ πᾶν ἀτελεύτητον πάντως καὶ ἄναρχον. οἱ γὰρ ἄγγελοι καὶ αἱ ψυχαὶ ἀτελεύτητοι μὲν, οὐκ ἄναρχοι δέ. Ἀτηρόν. βλαβερόν. Ἄτλητον. τὸ ἀνυπομόνητον. τλητὸν γὰρ τὸ καρτερικόν. Ἄτοπα. πονηρὰ, ἀπρεπῆ. Ἄτομα. λεπτὰ, τὰ μὴ δυνάμενα τομὴν δέξασθαι. ἄτομον λέγεται τὸ μὴ τεμνόμενον, μὴ δὲ μεριζόμενον, ὡς ἡ στιγμὴ, καὶ τὸ νῦν, καὶ ἡ μονὰς, ἅτινα καὶ ἄποσα λέγεται. ἄτομον καὶ τὸ δύστμητον, τουτέστι τὸ δυσχερῶς τεμνόμενον, ὡς ὁ ἀδάμας λίθος καὶ τὰ τοιαῦτα. ἄτομον λέγεται καὶ τὸ εἶδος, ὅπερ οὐκ ἔτι εἰς ἕτερα εἴδη τέμνεται, ἤτοι τὸ εἰδικώτατον εἶδος, ὡς ἄνθρωπος, ἵππος καὶ τὰ τοιαῦτα. ἄτομον δὲ κυρίως λέγεται, ὅπερ τέμνεται μὲν κυρίως εἰς ψυχὴν καὶ σῶμα· ἀλλʼ οὔτε ἡ ψυχὴ καθʼ ἑαυτὴν ἔστιν ἄνθρωπος τέλειος, ἢ Πέτρος τέλειος, οὔτε τὸ σῶμα. περὶ τούτου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος· ὅπερ δηλοῖ τὴν ὑπόστασιν. ἄτομον τὸ ἐξ ἰδιωμάτων συγκείμενον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπʼ ἄλλου ποτὲ λεχθείη. δηλοῖ δὲ τὴν καθʼ αὑτὸ ὑπόστασιν, οἷον· Πέτρον, Παῦλον, ἢ τινὰ ἕτερον τῶν κατὰ μέρος ἀνθρώπων. Ἄτρον. τὸ μέλαν παρὰ Ῥωμαίοις. Ῥῆμα.Ἀτάλλων. τρέφων. παρὰ τὸ τλῶ, τλᾶς, καὶ ἄτλας, ἐξ αὐτοῦ ἀτάλλων. Ἀτενίζει. ἄκρως προσέχει. Ἄττειν. ὁρμᾷν. Ἀτέμβω. τὸ στερίσκω. παρὰ τὸ τέμω, ὅ ἐστι πρωτότυπον τοῦ τέμνω, γίνεται ἀτεμῶ καὶ ἐπενθέσει τοῦ β ἀτεμβῶ τὸ οὐ βλάπτω. Ὅμηρος· οὐ γὰρ καλὸν ἀτεμβεῖν. Ἀτίτηλλα. ἀνέθρεψα. καὶ ἀτιτάλλειν τὸ τιθηνεῖν, καὶ ἐκτρέφειν ἐκ νηπίου. Ἀτιμαστέον. περιφρονητέον. Ἀττικουργούμενον. τὸ κατὰ ἀττικὸν τρόπον εἰργασμένον. Ἀτιμάζω. τὸ καταφρονῶ, τὸ ἀναδύομαι. ταῦτά τοι οἱ Διόσκουροι οὐκ ἀτίμασάν οἱ φανῆναι πάλιν. Ἀτίζω. εἰ μὲν σημαίνει τὸ ὑπερορῶ, γίνεται παρὰ τὸ τίω, τὸ τιμῶ, καὶ ἀτίζω, πλεονασμῷ τοῦ ζ. εἰ δὲ σημαίνει τὸ βλάπτω, παρὰ τὸ ἄτω, ἀτίζω. Ἀτλητῶν. μὴ καρτερῶν, μὴ φέρων, δυσανασχετῶν. πάρειμʼ ἀτλητῶν. Ἀτροφῆσαν. μὴ τραφέν. Ἀτυζόμενος. αἰολικόν ἐστι· σημαίνει δὲ τὸ λυπούμενος, θορυβούμενος, ταρασσόμενος. Ἀτύω καὶ ἀτύσω. τὸ ταράσσω. Ἀτυχθείς. ὁ μὴ βουλόμενος τυχεῖν, ἀλλὰ ἀποστρεφόμενος εἰς τὸ διαμαρτεῖν. σημαίνει δὲ καὶ τὸ καταπλαγεὶς ἢ φοβηθείς. καὶ Ὅμηρος· —ὄψιν ἀτυχθείς. τεύχω τὸ ἐπιτυγχάνω, ὁ μέλλων τεύξω, ὁ δεύτερος ἀόριστος ἔτυχον, ἐτύχην, ἡ μετοχὴ ὁ τυχεὶς καὶ πλεονασμῷ τοῦ θ τυχθείς. ὡς χαμαλὸς χθαμαλός. καὶ μετὰ τοῦ στερητικοῦ α ἀτυχθείς. Ἀτυχῆσαι. ἀντὶ τοῦ ἀποτυχεῖν. οὕτως Πλάτων. Ἐπίῤῥημα.Ἀτὰρ δή. δηλαδή. ὁμοίως. πλὴν ὅμως καὶ ἀντὶ τοῦ δὴ ἢ διὰ τοῦτο. Ἀταλαιπώρως. ἀκοπιάστως. Ἀταρβήτως. ἀφόβως. καὶ ἀταρβητὶ ὁμοίως. καὶ ἀντὶ τοῦ ἀνειμένως. Σοφοκλῆς· ἐχθρῶν δʼ ὕβρις ἀταρβήτως ὁρμᾷ—. Ἀτεχνῶς. φανερῶς. Ἀτέχνως. ἀνεπιστημόνως. Ἄτερ. ἐκτὸς, χωρίς. Ἀτενῶς. ἀμεταστάτως. Ἀτενές. εὐθὺ, συνεχὲς, παντελῶς, καθόλου, παραχρῆμα, ἄγαν, ἰσχυρῶς, ἀφελῶς ἢ πάνυ προσεχῶς. Ἄτε. ἀντὶ τοῦ καθὰ, ἐπίῤῥημα· ψιλοῦται. Ἀτρεμεί. ἡσύχως. Ἀτριβί. χωρὶς τριβῆς. Ἀτρεκέως καὶ ἀτρεκεστάτως. ἀληθῶς. ἀπὸ τοῦ τρέχω, τρεχὴς καὶ ἀτρεκής. ὃν οὐδεὶς δύναται παραδραμεῖν, ἢ ὃ οὐδεὶς δύναται παραδραμεῖν, εὐφρονῶν. Ἀτημελήτως. ἀπρονοήτως, καταφρονητικῶς. Τὸ Α μετὰ τοῦ Υ. Ἀρσενικόν.Αὐαλέος. ὁ κατάξηρος. παρὰ τὸ αὔω τὸ ξηραίνω, αὖος καὶ αὐαλέος. Αὔγαρος. Ἐδέσσης βασιλεὺς, ὃς ἐπὶ Τραϊανοῦ βασιλέως ἦν καὶ δῶρα αὐτῷ προσῆξεν ἐκεῖσε ἀφιγμένῳ. Αὐγέας. Ἀθηναῖος κωμικός. τῶν δραμάτων αὐτοῦ ἄγροικος ..... Αὐδώδ. κριτὴς τοῦ Ἰσραὴλ ἐκ τῶν ἀλλοφύλων ἐν ἡμέρᾳ μιᾷ ἐν τῷ ἀροτροποδίῳ ἐπάταξεν ἄνδρας ἑξακοσίους. Αὐθάδης. θυμώδης, θρασὺς, ἀλαζὼν, ἑαυτῷ ἀδῶν καὶ ἀρέσκων. αὐτοάδης καὶ αὐθάδης. καὶ κλίνεται αὐθάδεος καὶ ἡ κλητικὴ αὐθάδες· παράλογον δὲ τὸ αὔθαδες. Αὐταίρετος. αὐτόβουλος, ἢ ὁ αὐτεπάγγελτος. Αὐθέκαστος. ἀκριβὴς καὶ σύντομος. ὅθεν καὶ λόγους αὐθεκάστους τοὺς σαφεῖς καὶ συντόμους λέγομεν. τινὲς δὲ καὶ τὸν παῤῥησιαστὴν καὶ αὐθάδη καὶ φίλαυτον. Αὔθαιμοι. οἱ ἀδελφοί. ὡς ἀπὸ τοῦ αὐτοῦ αἵματος. Αὐθιγενής. γνήσιος· αὐτόχθων. Αὐθέντης. φονεὺς ἢ ὁ ἑαυτὸν κτιννύων. αὐτοέντης τίς ἐστιν. ὁ ἑαυτὸν βάλλων τοῖς ἔντεσιν, ὅ ἐστι τοῖς βέλεσι. τὸ δὲ ἐν τῇ συνηθείᾳ ἔοικε παρὰ τὸ αὐτὸς καὶ τὸ ἔντης· ὁ ἑαυτὸν ἐπαφεὶς εἰς πάντα καὶ ὢν αὐτεξούσιος καὶ μὴ ἄλλου, ἀλλʼ ἑαυτῷ ὤν. Αὐλικούς. κιθαρῳδούς. Αὐλός. ὁ ἐπιμήκης φυσητήρ. αὐλὸν καμινευτῆρα τὸν φιλήνεμον. Αὐλῶνες. φάραγγες ἢ τόποι πλατεῖς, ἢ αὐλῶνες τὰ μεταξὺ φαράγγων στενὰ καὶ ἐπὶ μῆκος φερόμενα. Αὐλίκουρες. φύλακες. Αὖος. ξηρός. ἔστιν ὕω ῥῆμα τὸ βρέχω, καὶ στερήσει τοῦ α ἀΰω καὶ ἐν συναιρέσει αὔω, ἐξ οὗ αὖος. Αὖροι. οἱ λαγωοί. Αὐρηλιανός. βασιλεὺς Ῥωμαίων, τὰ πολέμια δεινῶς ἠσκημένος, ἀκάθεκτος δὲ τὴν γνώμην καὶ ὠμός. Αὔσονες. οἱ βασιλεῖς. παρὰ τὸ αὔσω τὸ τολμῶ. οἱ πάντα τολμῶντες τοῖς προστάγμασιν. Αὐσόνιος πόντος. ἡ Σικελικὴ θάλασσα. ἀπὸ Αὔσονος τοῦ Ὀδυσσέως καὶ Καλυψοῦς υἱοῦ ἐκεῖ βασιλεύσαντος. Αὐσονίων. Ἰταλῶν. Αὐτοτελής. τέλειος. Αὐτοῖσιν. ἀντὶ τοῦ αὐτοῖς. Αὐτολόχευτος. αὐτογέννητος. Αὐτόπτης. ὁ θεατής. Αὐτόχειρες. οἱ ἑαυτοὺς φονεύσαντες αὐτοχειρίᾳ ἢ τινάς. Αὐτεπάγγελτος. ὁ αὐτόκλητος. Αὐτόχθονες. πολῖται γνήσιοι. λέγονται δὲ καὶ οἱ Ἀθηναῖοι, ἢ ἐπεὶ τὴν χθόνα, ὅ ἐστι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο, ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺς ἐπήλυδας. Αὐτόνομος. ὁ αὐθαίρετος, ὁ αὐτόβουλος. Αὐτάρκης. αὐτοβοηθός. παρὰ τὸ αὐτὸς καὶ τὸ ἀρκῶ τὸ βοηθῶ. Αὐτόμολος. πρόσφυξ. Αὐτόσιτος. οἰκόσιτος. Αὐτόστοιχος. αὐτὸς ἑαυτῷ προσέχων. ὁ βουλόμενος ἐν τῷδε τῷ βίῳ ἀβέβηλον βίον πολιτεύεσθαι, αὐτόστοιχος ἐθέλει εἶναι. Αὐτοσφαγῆ. τὸν ὑφʼ ἑαυτοῦ ἀναιρούμενον. Αὐτήκοοι. οἱ μὴ ἐπιτασσόμενοι, αὐτοὶ δὲ ἑαυτῶν ἀκούοντες. Αὐτόδαξον. τρόπον αὐθάδη καὶ ὀργίλον, ἐπεὶ οἱ ὀργίλοι δάκνουσι τοῖς ὀδοῦσιν. Αὐτοκέλευστος. αὐθόρμητος. κρότος τὲ ἀθρόως οὐκ ἐκ παραγγέλματος, ἀλλʼ αὐτοκέλευστος ὡρμήθη. Αὐτοκράτωρ. δεσπότης, ἄρχων. ἑλληνικὴ ἡ φωνή. τάττεται δὲ ἐπὶ παντὸς τοῦ καταπολεμήσαντος καὶ κρατήσαντος τῶν πολεμίων. αὐτοκράτορα πάντα τὸν ἀνυπεύθυνον. παρὰ τὸ κρατῶ, κράτωρ καὶ αὐτοκράτωρ· ἢ παρὰ τὸ κραίνω κράτωρ καὶ ἐν συνθέσει αὐτοκράτωρ. αὐτοκράτορες ἀντὶ τοῦ· τούτων τῶν δογμάτων κρατοῦντες. Ἀριστοφάνης· τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν. Αὐτολήκυθος. ὁ πένης. παρὰ τὸ φέρειν ἑαυτῷ τὰς ληκύθους εἰς τὰ βαλανεῖα. Αὐτόφωρος. ὁ ὑφʼ ἑαυτοῦ ἐξελεγχόμενος καὶ πεφανερωμένος ὤν. Αὐτόματος. αὐτόκλητος. παρὰ τὸ μαστεύω, τὸ ζητῶ, μαστὸς, καὶ αὐτόματος, ὁ αὐτοζήτητος καὶ μὴ παρʼ ἑτέρου ζητηθείς. ἢ παρὰ τὸ μένω, τὸ προθυμοῦμαι. μέμαμαι, μέμαται, ματὸς καὶ αὐτόματος. Αὐτοφορβός. ὁ αὐτοφάγος. ἠξίωσαν δὲ τινὲς βαρύνεσθαι διὰ τὴν αὐτὸς ἀντωνυμίαν, ἥτις βαρύνει τὰ εἰς ος λήγοντα ἐν τῇ συνθέσει, ὡς αὐτόνομος. αὐτόνομος εἶναι βούλομαί σοι σύμμαχος. Αὐχμός. ξηρασία, ἀνομβρία. παρὰ τὸ αὔξω αὐχμός. κατὰ ἀντίφρασιν ὁ μὴ ποιῶν τὶ αὔξεσθαι. ὑγρότης γὰρ τρέφει. ἢ παρὰ τὸ αὔω τὸ ξηραίνω, ἐξ οὗ αὖος καὶ αὐαλέος, γίνεται αὐχμός. Αὐχήν. ὁ τράχηλος. παρὰ τὸ ἀχμὴν, ὁ κατάξηρος τόπος τοῦ σώματος. ἢ παρὰ τὸ ὄχω, ὀχὴν καὶ αὐχὴν, ὑφʼ οὗ ὀχεῖται ἡ κεφαλή. ἢ παρὰ τὸ αὐχεῖν καὶ γαυριᾷν γίνεται αὐχήν. γαυριῶντες γὰρ καὶ ἐπαιρόμενοι ἀνατείνομεν αὐτόν. Αὐλός. τὸ φωνητικὸν ὄργανον σημαίνει, καὶ τὸν εἰς εὐθὺ ἀνακοντισμὸν τοῦ αἵματος. —αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν αἵματος— σημαίνει καὶ περόνης μέτρον. αὐλοῖσι διδύμοισι πάροιθεν δαίδαλα ἧκεν. Αὐλός. καὶ τὸ στάδιον. Αὐθέκαστος. ὁ αὐστηρός. Θηλυκόν.Αὐαλέας. καταξήρους. Αὐγή. ἡ λαμπρότης. παρὰ τὸ ἄγω, ἀγὴ καὶ αὐγή. διʼ ἧς ἀγόμεθα. Αὐδὴ, ἡ φωνή. παρὰ τὸ αὐγὴ, αὐδὴ κατὰ τροπήν. διʼ ἧς αὐγάζεται καὶ φωτίζεται τὰ τοῦ νοῦ. Αὐδήεσσα. ὀνομαστὴ, ἔνδοξος, ὁμοιόφθογγος. Αὐθάδεια. θρασύτης· ἀλαζονεία, αὐταρέσκεια. καὶ αὐθαδία, διὰ τοῦ ἰῶτα. Αὐλῶπις. ἡ περικεφαλαία, ἡ παρατεταμένους ἔχουσα τοὺς ὦπας. Αὐλαία. τὸ τῆς σκηνῆς παραπέτασμα. Αὖλαξ. ἡ ἐπιμήκης τομὴ τῆς γῆς ἐξ ἀρότρου. Αὖλις. ἡ κοίτη. Αὐλαί. ἐπίνειον Κιλικίας πλησίον Ταρσοῦ. οἱ οἰκοῦντες Αὐλαιῶται. Αὐλή. τὸ νῦν ἀρχεῖον λεγόμενον, ὅπου ἀπήγοντο οἱ κατάκριτοι, καὶ τοὺς ἐκεῖσε ὑπηρέτας αὐλικοὺς ὠνόμαζον. Αὐλία. ἀντὶ τοῦ ἔπαυλις. οὕτως Λυσίας καὶ Αἰσχίνης. Αὔλειος. ἡ ἀπὸ τῆς ὁδοῦ πρώτη θύρα τῆς οἰκίας. Αὐλείους. θύρας. Αὔξη. ἡ αὔξησις. Αὔξησις. κίνησις περὶ τὸ τέλειον μέγεθος. Αὖρα. λεπτὴ πνοή. παρὰ τὸ ἀὴρ, ἄρα καὶ πλεονασμῷ τοῦ υ αὖρα· παρώνυμον κατὰ ἀντιστροφὴν ἀπὸ ἀρσενικοῦ εἰς θηλυκόν· ὡς ξυστὴρ ξύστρα, γαστὴρ γάστρα. δύναται καὶ ἀὴρ, ἀέρος, ἀέρα, αὖρα κατὰ κρᾶσιν. Αὐρόσχη. ἡ ἄμπελος. Αὐτάγητοι. αἱ ἑαυτὰς ἀγάμεναι. Αὐτάγγελος. ἡ ἀφʼ ἑαυτῆς ἀπαγγέλλουσα. αὐτάγγελος γὰρ ἡ δρῦς, αὐτή σοι φράσει. Αὐτοδίκη. ὅταν αὐτὸς διʼ ἑαυτοῦ τὶς δικάζεται. Αὐτονομουμένη πόλις. ἡ τοῖς αὐτοῖς νόμοις χρωμένη καὶ οὐχ ὑπακούουσα ἑτέροις. Αὐτοκάβδαλος ναῦς, ἢ αὐτοκάβδαλον σκάφος. αὐτοσχέδιον. κυρίως δὲ ἡ λέξις ἐπὶ τῶν ἀλφίτων εἴρηται· τὸ γὰρ, ὡς ἔτυχε, φυραθὲν ἄλευρον αὐτοκάβδαλον λέγεται. Αὐτοτελὴς δίκη. ἀφʼ ἧς οὐκ ἔστιν ἐκκαλέσασθαι ἐφʼ ἑτέραν. Ἀϋτή. ἡ βοή. Ἀϋτμή. ἡ ἀναπνοή. Αὐλαῖαι. αἱ δέῤῥεις τῆς σκηνῆς. τοῦ θεολόγου· τῶν αὐλαιῶν μὴ φείσῃ. Αὖλαξ. παρὰ τὸ αὐλὸς γίνεται αὖλαξ. αὖλαξ γὰρ λέγεται ἡ ἐπιμήκης τομή. αὐλὸς δὲ, πᾶν τὸ εἰς ὀξὺ λῆγον. Οὐδέτερον.Αὐγουστεῖον. ὀψοπώλιον. Αὐγοειδές. ἀστροειδές τι καὶ ἀΐδιον. ἔφασκε δὲ ὁ Ἰσίδωρος, ἐκεῖνο ἀκηκοέναι, ὡς ἔχει ἡ ψυχὴ αὐγοειδὲς ὄχημα. Αὐθαίρετον. αὐτοβούλητον. αὐτεπάγγελτον. Αὐθέκαστα. αὐτὰ καθʼ ἑαυτὰ γινόμενα. ἢ αὐτὰ τὰ γινόμενα, ἀκρίτως καὶ συντόμως καὶ ἀποτόμως. ἢ τὰ ἁπλᾶ καὶ ἀληθῆ αὐτοακριβῶς. Αὐθύπαρκτον. τὸ ἐν ἑαυτῷ καὶ μὴ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν. Αὖον. ξηρόν. Ἡσίοδος· αὖον ἀπὸ χλωροῦ τέμνειν—. Αὔτανδρον. σὺν αὐτοῖς ἀνδράσιν. Αὐτογένεθλον. τὸ αὐτογέννητον. Αὐτοδαῆ καὶ αὐτομαθῆ. τὰ ἐκ φύσεως καὶ μὴ ἐκ διδαχῆς. καὶ τὰ ὀρχήματα ἦεν αὐτοδαῆ. Αὐτοκίνητον. αὐτοφυές. τῷ δὲ Ἑρμείᾳ τῷ φιλοσόφῳ τὸ αὐτοκίνητον οὐ προσήνθει τῇ πολυμαθείᾳ. Αὐτοφυέστατον. μὴ ἐπίπλαστον ἔχον κάλλος. Αὐτόγυον. μέρος ἀρότρου. ἔστιν ὁ γύης καὶ τὸ γύον. γίνεται δὲ παρὰ τὸ γαῖα, γύη, ἵνʼ ᾖ ἡ γύη, τῆς γύης, καὶ μεταχθείσης τῆς γενικῆς εἰς εὐθεῖαν, ὁ γύης. Αὐτόπρεμνον. αὐτόῤῥιζον. Αὔταρκες. τὸ ἱκανῶς ἐξαρκοῦν. Αὐτόματον. αἰτία κατὰ συμβεβηκότος ἀόριστος, ἐν τοῖς ἕνεκα τινὸς κατὰ προαίρεσιν γινομένοις συμβαίνουσα. τὸν γὰρ λίθον πεσόντα γενέσθαι καθέδραν ἔτυχεν. Αὐτοκάβδαλον. μικρὸν σκάφος, ἀναυλόχητον· αὐτοσχέδιον, οὐδέπω ἐν ὅρμῳ καὶ λιμένι καταλεγόμενον. ναυλόχους γὰρ ἔλεγον τοὺς λιμένας. Αὐτούργητον. αὐτοφυές. Αὐτεξούσιον. ψυχῆς φρόνησις, ἔχουσα ἐπιτηδειότητα νεῦσαι πρὸς ἃς βούλεται πράξεις. ἢ αὐτεξούσιον, τὸ αὐτοδέσποτον· τὸ γὰρ ὑπὸ δεσπότην ὂν οὐκ ἔστιν αὐτεξούσιον· εἴγε αὐτεξουσιότης ψυχῆς νοερᾶς ἐστὶν ἡ ἀκώλυτος πρὸς ἀρετὴν ἢ κακίαν τοῦ ἐπιθυμητικοῦ ἡμῶν ῥοπή τε καὶ κίνησις· ἔνθα δὲ κακίας ἢ ἀρετῆς προσβολὴ οὐ γίνεται, ἐκεῖ οὐδὲ ἡ αὐτεξουσιότης τῆς ψυχῆς γνωρίζεσθαι δύναται. πῶς γὰρ ἂν καὶ φανήσεται ἡ αὐτεξουσίου προαίρεσις, ἔνθα προσβολὴ ἐναντίου οὐ γίνεται; μόνος τοίνυν ὁ τοῦ Χριστοῦ νοῦς, καὶ ἡ παναγία αὐτοῦ ψυχὴ ἄγνωστος καὶ ἄδεκτος πάσης προσβολῆς πονηρᾶς γέγονε. μορφὴ γὰρ δούλου ἦν χαλιναγωγουμένη καὶ δεσποζομένη ὑπὸ τοῦ καθʼ ὑπόστασιν ἡνωμένου αὐτῇ θεοῦ λόγου. διόπερ καὶ ἔλεγεν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρωπος· οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπʼ ἐμαυτοῦ οὐδέν. ὑπὲρ γὰρ τοὺς ὅρους καὶ νόμους τῆς ἡμετέρας φύσεως ὑποστὰς ἀσπόρως ὡς θεὸς, σῶμα καὶ ψυχὴ ὢν τῇ τοῦ δεσπότου νεύσει ἑτοίμως ὑπετάττετο, ὡς θεωθείς. Αὐχήματα. σεμνολογήματα. καυχήματα, κομπάσματα. Ῥῆμα.Αὐαίνεται. ξηραίνεται. Αὐθεντήσαντα. κύριον γενόμενον. μὴ ὀφείλειν αὐτὸν αὐθεντήσαντα τοὺς ὑπὸ ζώνην συνέχειν. Αὐλωνίζει. ἐν αὐλῶνι διάγει. Αὐλίζεται. κατασκηνοῖ. φυλάττεται. παρεμβάλλει. Αὐλιζόμενοι. ἀντὶ τοῦ κοιμώμενοι. οὕτως Ἀντιφῶν. Αὔσω. τὸ τολμῶ. Αὔσας. φωνήσας· βοήσας. Αὐδῶ. τὸ φωνῶ. Αὐτοβοᾷς. αὐτὸς ἑαυτῷ μαρτυρεῖς. Αὐτοματίζουσιν. αὐτόματοι παραγίνονται. Αὐτομαχεῖν. τὸ διʼ ἑαυτοῦ δικάζεσθαι καὶ μὴ διʼ ἑτέρου. Αὐχμῶντες. ῥυπῶντες. Αὐχμεῖς. αἰσχρῶς ῥυπαρὸς εἶναι δοκεῖς. Αὔω. τὸ φωνῶ καὶ τὸ ξηραίνω. παρὰ τὸ ἄω τὸ πνέω γίνεται αὔω, κατὰ πλεονασμὸν τοῦ υ. τὸ δὲ ξηραίνω, παρὰ τὸ ὕω τὸ βρέχω, μετὰ τοῦ στερητικοῦ α, ἀΰω, καὶ κατὰ συναίρεσιν αὔω· τὸ ἐξ ἀνομβρίας γινόμενον. σημαίνει δὲ καὶ τὸ καθεύδω. Ἐπίῤῥημα.Αὐθημερόν. αὐτῇ τῇ ἡμέρᾳ. Αὖθι. ἀντὶ τοῦ αὐτόθι. καὶ ἀντὶ τοῦ πάλιν. Αὖθις. ἐξ ἀρχῆς· ἐκ δευτέρου. σημειωτέον, ὅτι τὸ μὲν αὖθις ἀττικόν· τὸ δὲ αὖτις ὁμηρικόν. Αὐθωρόν. αὐτῇ τῇ ὥρᾳ. Αὐτῆμαρ. αὐτῇ τῇ ἡμέρᾳ. Αὐτίκα. μετʼ οὐ πολὺ, εὐθέως, παραχρῆμα. τὸ δὲ αὐτίκα μάλα ἀντὶ τοῦ εὐθύς. Αὐτόθεν. ἀντὶ τοῦ οἴκοθεν. Ἰώσηπος· δῶρα δὲ αὐτόθεν μὴ πέμπειν τῷ βασιλεῖ. Αὐτόθι. ἐν αὐτῷ τῷ τόπῳ. Αὐτοπαθῶς. οἴκοθεν, ἐξ ἰδίας προαιρέσεως. Αὐτόσε. ἐκεῖσε. λέγεται καὶ αὐτοῦσε. διάβασις δὲ οὐκ ἔστιν αὐτοῦσε ὅτι μὴ τῷ ζεύγματι. Αὐτοῦ. ἐπὶ τόπου. Ὅμηρος· στῆτʼ αὐτοῦ καὶ λαὸν ἐρυκάκετε πρὸ πυ-λάων. Αὖτε. πάλιν. καὶ αὖτε ἀντὶ τοῦ μετὰ ταῦτα. Αὐτομόλως. προδοτικῶς. Αὐτόχρημα. σχεδὸν εἰπεῖν. ἢ αὐτὸ τὸ πρᾶγμα. Αὐτοβοεί. αὐτῇ τῇ βοῇ· τὸ παραχρῆμα συντελεσθῆναι. Αὐτονυχί. αὐτῇ τῇ νυκτί. Αὐτάρ. ἐμοὶ δέ. ἐπεὶ δέ· μεταταῦτα. Αὐτοσχεδά. ἐκ τοῦ σύνεγγυς. —Μάρις δʼ αὐτοσχεδὰ δουρί. Αὐτοσχεδόν. σύνεγγυς. Αὐτίκα. ἐπίῤῥημα μεσότητος καὶ χρόνου δηλωτικόν. ὥσπερ παρὰ τὸ πολλὰ γίνεται πολλάκις, καὶ ὀλίγα ὀλιγάκις, καὶ δέκα δεκάκις, οὕτως καὶ παρὰ τὸ αὐτὰ αὐτάκι καὶ κατὰ ἀντίθεσιν αὐτίκα. Αὕτως. ἀντὶ τοῦ μάτην. σημαίνει δὲ καὶ τὸ ὁμοίως. ἔστι δὲ ἐτὸς ὁ ἀληθὴς, καὶ μετὰ τοῦ στερητικοῦ α ἄετος· καὶ ἀνεβίβασε τὸν τόνον· τὰ γὰρ εἰς ος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον ἐν τῇ συνηθείᾳ· καὶ κλίνεται ἀέτου, ἡ εὐθεῖα τῶν πληθυντικῶν οἱ ἄετοι, τῶν ἀέτων, καὶ ἐξ αὐτοῦ ἐπίῤῥημα μεσότητος ἀέτως, καὶ τροπῇ τοῦ ε εἰς υ αὕτως· τὸ γὰρ α καὶ ε εἰς τὴν αυ δίφθογγον τρέπεται. τὸ δὲ ὁμοίως ἀπὸ τοῦ οὕτως. ὡς δʼ αὕτως Μενέλαος—. Αὖτις. πάλιν. αὖθις δὲ διὰ τοῦ θ σημαίνει τὸ ὕστερον, ὡς ὁ Ἀμμώνιος ἐν τῷ περὶ ὁμοίων καὶ διαφόρων λέξεων τοῦ πολιτικοῦ λόγου τοῦ Πλάτωνος διαλαμβάνει. Τὸ Α μετὰ τοῦ Φ. Ἀρσενικόν.Ἀφάδιος. ὁ μὴ ἀρέσκων. ἁδεῖν γὰρ τὸ ἀρέσκειν. Ἀφάρτεροι. ταχύτεροι. ἀπὸ τοῦ ἄφαρ, ὃ σημαίνει εὐθέως. Ἀφαυρός. ὁ ἀσθενὴς, ὁ ἄγαν παῦρος καὶ ὀλίγος κατὰ τὴν δύναμιν. ἢ παρὰ τὸ φῶ τὸ λέγω, ὁ μέλλων φάσω, γίνεται φαρὸς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀφαρὸς καὶ πλεονασμῷ τοῦ υ ἀφαυρὸς, ὁ μὴ δυνάμενος διʼ ἀσθένειαν λέξαι. ἢ παρὰ τὸ φῶ, τὸ φαίνω, γίνεται παράγωγον φάω, οἷον· —φάε δὲ χρυσόθρονος—. καὶ ἐξ αὐτοῦ φάρος ὄνομα, καὶ κατὰ στέρησιν ἀφαρὸς καὶ πλεονασμῷ τοῦ υ ἀφαυρὸς, ὁ εὐτελὴς καὶ ἀλαμπής. Ἄφατοι. ἄλεκτοι, ἢ καταπληκτικοὶ, ἢ μεγάλοι. Ἀφέται. τόπος ἐν Ἀθήναις, ἔνθα ὁ στόλος τοῦ Ξέρξου ἐδυστύχησε διὰ λιμένων ἀνεπιτηδειότητα. Ἄφενος. ὁ πλοῦτος ἢ ὁ ἐνιαυσιαῖος καρπός. ἔνος δὲ ὁ ἐνιαυτὸς, ὅ ἐστιν ὁ χρόνος. ἐκ τούτου γίνεται συνθέσει ἄφενος καὶ πλεονασμῷ τοῦ ε ἀφενεὸς καὶ συγκοπῇ ἀφνεὸς καὶ ἀφνειός. Ἄφετος. ὁ ἀπολελυμένος. Ἀφελής. ὁ εὔκολος, ὃν ἄν τις ἕλοι διὰ τὴν εὐκολίαν. σημαίνει καὶ τὸν ὑγιῆ τὸ σῶμα, παρὰ τὸ μηδενὸς ἀφαιρεῖσθαι μέρος τοῦ σώματος. Ἀφιλότιμος. ταπεινὸς, ἢ ὁ μηδὲ ἐπὶ τοῖς καλοῖς οἷς πράττει τιμᾶσθαι βουλόμενος. Ἄφιπποι. χωρὶς ἵππων. τά τε ἄλλα καὶ ἄφιπποι γενόμενοι, ἀντὶ τοῦ πεζοί. Ἀφηνιαστής. ἀνυπότακτος. Ἀφήλικες. οἱ τὴν ἥβην μὲν ὑπεραναβάντες, ἥττους δὲ τῶν κε ἐτῶν· ὧν προΐστανται οἱ κουράτωρες. Ἀφήλικα. τὸν πρεσβύτην. τινὲς δὲ χρῶνται τῇ λέξει ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας παιδὸς, ὅπερ δεῖ φυλάττεσθαι. Ἀφλοισμός. ψόφος ποιὸς, ἢ ἀφρός. παρὰ τὸ ἀφρὸς ἀφροισμὸς καὶ ἀφλοισμός. ἢ παρὰ τὸ ἀφρίζω, ἀφροισμὸς καὶ ἀφλοισμὸς, κατὰ μεταβολὴν τοῦ ρ εἰς λ καὶ πλεονασμῷ τοῦ ο. ἢ παρὰ τὸ φλέω, φλοισμὸς καὶ ἀφλοισμός. Ἀφνειός. ὁ πλούσιος. Ἀφνήμων. πλούσιος. παρὰ τὸ ἄφενος γίνεται ἄφνος κατὰ συγκοπήν· ἐκ τούτου γίνεται ῥῆμα ἀφνῶ καὶ ἀφνήμων. Ἀφρήτωρ. ὁ μὴ συγγένειαν ἔχων. Ἄφροι. οἱ Καρχηδόνιοι. ἀπὸ Ἄφρου τοῦ τῆς Λιβύης βασιλεύσαντος. Ἄφρων καὶ ἄνους διαφέρει. καὶ ἄφρων ἐστὶν ὁ μὴ εἰδὼς τὸν ὄντως θεὸν, ὁ ἀμύητος τῆς σοφίας· ἄνους δὲ ὁ μὴ θέλων συνιέναι τὸ δέον, ὁ εἰδὼς μὲν τὸν θεὸν, περὶ τὰ γήϊνα δὲ μόνον ἐπτοημένος, μηδὲν οὐράνιον ἐννοῶν. ὡς τό· ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται. Ἀφρός. παρὰ τὸ φρῶ γίνεται φρὸς καὶ ἐπιτάσει ἀφρὸς, τὸ μετὰ σφοδρᾶς φορᾶς προϊέμενον. τὸ δὲ φρῶ παρὰ τὸ προϊῶ γίνεται, προῶ καὶ πρῶ καὶ φρῶ. Ἀφυής. ἀργὸς, δυσχερής. Ἄφυκα. ἀκαλλώπιστον. Ἀφυσμός. ἀπάντλησις. Ἄφωνος. ἄφθογγος. Ἄφοδος. ὁ ἔξω τῆς ὁδοῦ γενόμενος. ἔστι δὲ καὶ ἡ ἀναχώρησις, θηλυκόν. Ἀφέριστος τόπος. ὁ ἀκαλλώπιστος. Ἀφέλεος τόπος. ὁ ὁμαλός. Ἀφειδής. ὁ ἀνελεήμων. Ἀφιλέταιρος. ὁ ἀφειδῶς πρός τινα διακείμενος. Ἀφέστιος. ὁ ἔξωθεν τῆς οἰκίας. καὶ ὑφέστιος, ὁ ἔσωθεν τῆς οἰκίας. Θηλυκόν.Ἀφαδία. ἡ ἀπαρέσκουσα ἔχθρα. παρὰ τὴν ἀπὸ πρόθεσιν καὶ τὸ ἁδεῖν. Ἀφαίρεσις. ἡ ἐκ τῆς ἀρχῆς ἄρσις, οἷον ἐμὲ, μέ. Ἀφάροτος. ἡ ἀναροτρίωτος γῆ. φάρος γὰρ ἡ ἀροτρίωσις. ἢ παρὰ τὸ φάρσαι, ὅ ἐστι σχίσαι· καὶ γὰρ τοὺς εἰς δύο μέρη κεχωρισμένους χιτῶνας διαφάρους φαμέν. Ἄφαλος. περικεφαλαία μὴ ἔχουσα ἀσπιδίσκια ἢ τριχώσεις. Ἀφασία. ἀμουσία. παρὰ τὸ μὴ δύνασθαι λαλεῖν. Ἀφή. ἡ ψηλάφησις. ἡ χεὶρ καὶ ἡ χροιὰ τῆς λέπρας. Ἀφετηρία. ἀρχή. θύρα τοῦ ἱπποδρομίου· τὸ κάγκελον. Ἄφιξις. ἔλευσις. Ἄφοδος. ἀναχώρησις. ὡς καὶ ἔφοδος ἡ ἐπέλευσις. Ἀφοβία. ἕξις, καθʼ ἣν ἀνέκπτωτοι ἐσμὲν πρὸς φόβον. Ἀφορία. βλάβη τῶν καρπῶν τῆς γῆς, ἀκαρπία. Ἀφοσίωσις. θυσία, καθιέρωσις. Ἀφραδία. ἀβουλία. ἀπὸ τοῦ φράζω, ἔφραζον, φραδία καὶ ἀφραδία. Ἀφραστύες. ἀσυνεσίαι. Ἀφύαι. οἱ ἔγγραυλοι. Ἀφυΐα. ἡ πρὸς τὰ προκείμενα μαθήματα σκληρότης. Ἀφοσίωσις. τοῦ Ψελλοῦ· ἡ δέ γε ἀφοσίωσις ποίησις τῆς οὐσίας. Οὐδέτερον.Ἄφαντον φῶς. τὸ ἐκ πυρίτου λίθου. ἀλλʼ ἐν πετράσι πέτραν ἐκθλίβων μόλις ἐφὰν ἢ ἄφαντον φῶς. Ἀφανές. σκοτεινόν. Ἀφαίζημα. ἀνάθημα, δῶρον. Ἄφατον. ἄλεκτον, ἀμέτρητον, ἄῤῥητον, πολύ. Ἀφίδρυμα. ἱερὸν τὸ εἰς τὸν ναὸν εἴδωλον. Ἄφιππα. χωρία, ἐν οἷς ἂν μὴ ἐστὶν ἱππᾶσθαι. ὁ δὲ ἐκκλίνει πρὸς τὰ δυσχερέστατά τε καὶ ἀναντία καὶ ἄφιππα. Ἄφθιτον. τὸ ἄφθαρτον. Ἄφθονα. τὰ μὴ φθονούμενα, καὶ τὰ πολλά. Ἄφθαρτον. κυρίως τὸ ἀπαθὲς, καὶ ἄϋλον, καὶ ἀψηλάφητον. ἄφθαρτόν ἐστι τὸ ὑφʼ ἑτέρας οὐσίας βλαβῆναι μὴ δυνάμενον. ἄφθαρτόν ἐστι τὸ κατὰ πάντα ἄῤῥευστον καὶ ἀνενδεὲς καὶ ἄτρωτον. τὸ δὲ πανάγιον σῶμα τοῦ Χριστοῦ καὶ πέπονθε καὶ ἐτρήθη τοῖς ἥλοις καὶ τῇ λόγχῃ, καὶ αἷμα καὶ ὕδωρ ἐξήγαγε, καὶ ἐκ ζωῆς νεκρὸν γέγονε. λοιπὸν ἡνίκα ἀκούσῃς διδασκάλου λέγοντος, ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ ὑπάρχον πρὸ τοῦ σταυροῦ, νόησον, ὅτι κατὰ τὴν φθορὰν τῆς ἁμαρτίας λέγει τὸ ἄφθαρτον, ἤτοι ἀμίαντον, καὶ οὐ κατὰ λεπτότητα τινὰ καὶ ἀλλοτριότητα τῶν ἡμετέρων σωμάτων. Ἄφλαστα. τὰ ἀκροστόλια τῆς νηὸς, οἷον· ἄφλαστα καὶ φυσσῶνας ὀργυωμένους. κατὰ ἀντίφρασιν· ἄθλαστα γὰρ κατὰ μετάθεσιν τοῦ θ εἰς φ. ὅπερ λέγεται καὶ κορώνη. λέγεται κορώνη καὶ ἐπὶ τοῦ κρίκου τῆς θύρας· καὶ τὸ ἐν βίβλοις ἐπικαμπὲς σχῆμα. Ἀφόρδιον. ἡ ἀκαθαρσία καὶ τὸ ἄξιον ἀπελασίας. παρὰ τὸ ἀφορίζω ἀφορίζιον καὶ ἀφορίδιον καὶ κατὰ συγκοπὴν ἀφόρδιον, τὸ ἀφορίζεσθαι ἄξιον. Ἀφορολόγητον. τὸ μὴ τελοῦν φόρον. Ἀφόρητον. ἀβάστακτον, δεινόν. Ἄφραστον. ἀνεκδιήγητον. Ἀφροδίσιον. ἔργον Ἀφροδίτης. λαμβάνεται καὶ ἐπὶ τῶν λάγνων, καὶ ἐρωτικῶς περὶ τῆς συνουσίας καὶ σφοδρῶς διακειμένων. Ἀφριόεν. ἀφρωδῶς. ἀφριόεν κοναβηδὸν ἐπιπρίουσα γένειον. Ἄφυκτον. ὃ οὐκ ἔστιν ἐκφυγεῖν. Ἀφύσγετον. τὸ ἰλυῶδες καὶ συρφετόν. παρὰ τὸ ἀφύω, ἀφʼ οὗ τὸ ἀφύσσω. ὡς ὑλάω, ὑλάσσω, ὀδύω, ὀδύσσω. γίνεται ἀφύγετος, ὡς πήσσω, παγετὸς, καὶ πλεονασμῷ τοῦ ς ἀφύσγετος. ἢ παρὰ τὸ φεύγω, φευκτὸς, ὡς ἔχω, ἑκτός· καὶ κατʼ ἔνδειαν τοῦ ς φυκτὸς καὶ ἄφευκτος. Ἀφαιρέματα. τὰ ἀπὸ τῶν ἱερείων ἀφαιρούμενα μέρη, οἷον τὸ στηθύνιον, τὸν δεξιὸν βραχίονα καὶ τὸν λοβὸν τοῦ ἥπατος. τοῦ θεολόγου· ὅσα γε περὶ τῶν θυσίων κεκαθαρμένα καὶ ἀφαιρεμάτων νενομοθέτηται. θυσίαν νόει τὰ πρόβατα καὶ τοὺς μόσχους καὶ τρυγόνας καὶ τὰς περιστεράς· καθάρσια δὲ τὰ διὰ τοῦ αἵματος ἢ τῆς σποδοῦ καθαρτήρια. Ῥῆμα.Ἀφάσσας. ψηλαφήσας. παρὰ τὸ ἅπτω, ἁφὴ, ἀφῶ, ἀφάσσω, τὸ τῇ ἁφῇ ὑποβάλλω. ὡς μάσθλη, μασθλάσσω, καὶ ἀφάσσειν, ὁμοίως. Ἀφαγνίσαι. καθιερῶσαι. λέγεται δὲ καὶ τὸ συλῆσαι. Ἀφαιρεῖται. ἀποσπᾷ. Ἀφάψεις. ἐκδήσεις, κρεμάσεις. Ἀφάπτειν. προσκολλᾷν. Ἀφαυανθήσομαι. ξηρανθήσομαι. καὶ ἀφαύει ὁμοίως. τοὺς ἀλλοτρίους ἀμῶν στάχυς, τούτους ἐν ξήλῳ δήσας ἀφαύει. Ἀφάμαρτεν. ὁ δεύτερος ἀόριστος, ἁμαρτῶ, ἥμαρτον, ἥμαρτες, ἥμαρτεν. Ἀφέσθαι. ἀποσχέσθαι. Ἀφερπύσαι. βαδίσαι. λέγει δὲ τὴν ἥσυχον κλοπήν. Ἀφέξονται. ἀποστήσονται, παύσονται. Ἀφελχθείη. κωλυθείη. Ἀφέμενος. ἐάσας. συντάσσεται δὲ μετὰ γενικῆς. Ἀφέμενον. ἀποστάντα· ἀντιλέγοντα. Ἀφέξει. κωλύσει, ἀποστήσει. Ἀφέξομαι. παύσομαι. Ἀφεῖεν. συγχωρήσαιεν. Ἀφείκασιν· ἀφεικέναι· ἀφειότες· ἀφεῖσαν· ἀφεῖσθαι· ἀφεῖτο. δίφθογγα. Ἀφειδήσας. μὴ φεισάμενος. ἢ ὑπεριδὼν καὶ ὑπερφρονήσας. Ἀφείλοντο. ἀπεστέρησαν, ἥρπασαν, ἀνέσπασαν. Ἀφείλετο. οὐκ ἀφείλατο καὶ προεῖτο καὶ πάντα τὰ ὅμοια, ἐφʼ ὧν καὶ τὸ δεύτερον πρόσωπον διὰ τῆς ου συλλαβῆς καὶ τὸ πρῶτον διὰ τοῦ ο. ἐφʼ ὧν δὲ τὸ πρῶτον διὰ τοῦ α, τὸ μὲν δεύτερον διὰ τοῦ ω, τὸ δὲ τρίτον πάλιν διὰ τοῦ α. οἷον· ἐποιησάμην, ἐποιήσω, ἐποιήσατο, ἐγραψάμην, ἐγράψω, ἐγράψατο. ἐπὶ δὲ τῶν προτέρων· εἱλόμην, εἵλου, εἵλετο, ἠρόμην, ἤρου, ἤρετο. Ἀφέωκα. ἀφίημι, ἀφήσω, ἀφῆκα, πλεονασμῷ τοῦ ε ἀφέηκα, καὶ τροπῇ τοῦ η εἰς ω ἀφέωκα· τὸ παρακείμενον ἀφέμαι, τὸ τρίτον τῶν πληθυντικῶν ἀφένται καὶ πλεονασμῷ τοῦ ω ἀφέωνται. Ἀφήμενος. πόῤῥω καθήμενος. Ἀφηνιᾶσαι. τὸ ἀποσκιρτῆσαι. Ἀφηγῇ. ἄρχεις. Ἀφηγεῖσθαι. διηγεῖσθαι. Ἀφηβηκέναι. γηράσαι. Ἀφιζάνει. ἀπανίσταται τῆς καθέδρας. ἐφιζάνει δὲ τὸ κάθηται. Ἀφίκεται. παραγίνεται. Ἀφίγμεθα, ἀφῖκται καὶ ἀφίκοντο, ὁμοίως. Ἀφίκου. παρεγένου. Ἀφιέρωσεν. ἀνέθηκε τῷ θεῷ. Ἀφόωντα. ψηλαφῶντα. Ἀφοσιώσωμεν. τουτέστιν ὁσίως καὶ καθηκόντως ἀποπληρῶμεν, καὶ τελέσωμεν, καὶ ἀφιερώσωμεν. Ἀφοσιοῦται. πληροῦται. Ἀφοδεῦσαι. ἀναχωρῆσαι. Ἀφορῶντες. ἀποβλέποντες. Ἀφίκου. παρεγένου. ἥκω, ὁ δεύτερος ἀόριστος παθητικὸς ἱκόμην, ἵκου καὶ ἀφίκου. Ἀφίει. ἔστι ῥῆμα ἰῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ ὦ, κατὰ ἀναδιπλασιασμὸν ἰῶ. ὁ παρατατικὸς ἴουν, ἴεις, ἴει, καὶ ἀφίει. Ἀφίστασθαι. ἀποχωρίζεσθαι, ἀλλοτριοῦσθαι. βουλομένοις οὖν τῶν Μακεδόνων ἀφίστασθαι. Ἀφίστων. ἀπέτρεπον, ἀπεκώλυον. τοὺς δὲ βαρβάρους τῆς πολιορκίας ἀφίστων οἱ Ῥωμαῖοι. Ἀφραίνω. τὸ μωραίνω. ἐκ τοῦ φρὴν, φρενὸς, φραίνω καὶ ἀφραίνω. Ἀφροντιστεῖ. ἀμεριμνεῖ. Ἀφυστερίσαι. βραδύναι. Ἀφύσσων. ἀπαντλῶν. Ἀφυσσόμενοι. ἀφύσσω, ἀφύξω· γίνεται δὲ ἐκ τοῦ ὕω, τὸ βρέχω. ὁ μέλλων ὕσω καὶ ἐν συνθέσει ἀφύσσω, πλεονασμῷ τοῦ ς. τουτέστι τὸ ἀπὸ τινὸς ἐπιῤῥέοντος ἀπαντλᾷν καὶ ἀπαρύεσθαι. ἢ ἐκ τοῦ φύω, τὸ κρατῶ. ἔν τʼ ἄρα οἱ φῦ χειρί. μετὰ τοῦ ἐπιτατικοῦ α ἀφύω, ἀφύσσω, μεταγομένου τοῦ χρόνου εἰς ἐνεστῶτα. ἢ ἐκ τοῦ ἀρύω, τὸ ἀντλῶ, τροπῇ τοῦ ρ εἰς φ ἀφύω. Ἀφωρίσθω. μέγα καὶ ι. Ἀφοριζέσθω δὲ, μικρὸν καὶ ι. Ἀφορίσθητε. μονώθητε. Ἱερεμίας· καὶ ἀφορίσθητε, λέγει κύριος. Ἀφοσιοῦσθαι. πληροφορεῖσθαι. τοῦ θεολόγου· ὅσον ἀφοσιοῦσθαι τὸν καιρόν. Ἐπίῤῥημα.Ἄφαρ. εὐθέως. Ἀφαρεί. ἐσπουδασμένως καὶ ἀπερισκέπτως τὶ ποιεῖν. Ἄφνω. παρὰ τὸ ἀφανὴς ὄνομα γίνεται ἐπίῤῥημα ἀφανῶς, καὶ κατὰ συγκοπὴν καὶ ἀποβολὴν ἄφνω. Ἀφραδέως. ἀνοήτως. Ἀφύκτως. ἀναποδράστως. ὃ οὐκ ἔστιν ἐκφυγεῖν. Ἀφύρτως. ἀφειδῶς. Τὸ Α μετὰ τοῦ Χ. Ἀρσενικόν.Ἄχαζ. βασιλεὺς Ἱερουσαλήμ. ἑρμηνεύεται δὲ καὶ κατάσχεσις. Ἀχαΐας. οὗτος προφήτης ἦν ἐπὶ Ἱεροβοὰμ βασιλέως τῶν Ἑβραίων. Ἀχαιμένης. κύριον, ἀφʼ οὗ καὶ Ἀχαιμενίδαι οἱ Πέρσαι. Ἀχανής. ἄφωνος, μὴ κεχηνώς. παρὰ τὸ χαίνω χανὴς καὶ ἀχανής. Ἀχελῷος. ποταμὸς Ἀρκαδίας. σὺν τῷ ι· ἐπειδὴ εἴρηται κατὰ διάστασιν Ἀχελώϊος. ἢ ὅτι οἱ Βιωτεῖς τὴν ω δίφθογγον εἰς οι τρέπουσιν, οἷον· Ἀχελῶος Ἀχελοῖος, αἰδῶος αἰδοῖος, Κῶος Κοῖος. Ἀχείρωτος. ἀνίκητος, ἀήττητος, ἀκράτητος. Ἀχέρων. ποταμὸς ὁ ἐν ᾅδου. παρὰ τὸ ἐστερῆσθαι χαρᾶς τοὺς ἐκεῖ κατιόντας. ἢ ὁ τὰ ἄχεα καὶ τὰς θλίψεις ῥέων. Ἄχης. ὁ πένης. Ἀχήν. ὁ πτωχός. καὶ ἀχῆνες, οἱ μηδὲν ἔχοντες. ἢ παρὰ τὸ τὰ κενὰ τῶν σκεῶν ἠχεῖν. Ἀχήρας. κύριον. καὶ ὁ σκώληξ. καὶ ἀχώρας ὁμοίως. Ἀχηρής. ὁ λυπηρός· ἐκτάσει τοῦ α εἰς η. Ἄχνους. ἀγένειος, ἢ ὁ μὴ ἔχων χνοῦν ἤτοι χοῦν. Ἀχρεῖος. ὁ ἄχρηστος, ὁ ἔσχατος. ἐκ τοῦ χρεία. καὶ ὤφειλεν εἶναι ἄχρειος· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θηλυκὰ συντιθέμενα προπαροξύνονται, οἷον· πύλη, τρίπυλος· οὕτως οὖν χρεία, ἄχρειος. ὡς οὖν εἴπομεν, ἐκ τοῦ χρεία μετὰ τοῦ στερητικοῦ α ἀχρεῖος, οὗ μὴ ἔχει τις χρείαν, καὶ ἐξ αὐτοῦ ἀχρεῖον τὸ οὐδέτερον. ἀπὸ δὲ τοῦ ὀνόματος ἐπήχθη εἰς ἐπίῤῥημα ἀχρήϊος, κατὰ ἔκτασιν τοῦ ε εἰς η καὶ διάστασιν τοῦ ι. Ἀχειόγελως ἄνθρωπος. ὁ ἐπὶ τοῖς ἀχρήστοις καὶ μὴ σπουδαίοις γελῶν καὶ χαίρων. Ἄχνους. ἀγένειος. τίς τὸν ἄχνουν Ἑρμῆν σε παρʼ ὑσπλήγεσσιν ἔθηκε. Ἄχλαξ. ἡ λιθώδης καὶ ψαμμώδης ἄμμος, ἢ ὁ μικρὸς λίθος. Ἀχών. ἡ ἄμπελος. Ἀχώρ. τὸ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πιτυρῶδες. παρὰ τὸ ἄχνη, ἀχνὼρ, καὶ ἀποβολῇ τοῦ ν ἀχώρ. κλίνεται δὲ ἀχῶρος, ὡς ἰχὼρ ἰχῶρος, τοῦ σεσηπότος αἵματος. Ἀχιλεύς. κύριον. παρὰ τὸ ἄγω ἀγιλεὺς καὶ ἀχιλεύς· στρατηγὸς γὰρ ἦν. ἢ παρὰ τὸ χιλὸς, ὃ σημαίνει τὴν τροφὴν, χιλεὺς καὶ μετὰ τοῦ στερητικοῦ α ἀχιλεύς· οὐ γὰρ κοινῇ τροφῇ ἐχρᾶτο, ἀλλὰ μυελοὺς ἐλάφων ἤσθιεν. ἢ παρὰ τὸ ἄχος ἐμποιεῖν τοῖς Ἰλιεῦσιν. Θηλυκόν.Ἀχάνη. μέτρον Περσικόν. ὥσπερ καὶ ἡ ἀτάρβη παρʼ Αἰγυπτίοις. ἐχώρει δὲ μεδίμνους Ἀττικοὺς ν. Ἀχαΐα. ἡ Πελοπόννησος. Ἀχαΐνη. ἡ ἔλαφος. καὶ σκύτος ἀμφιδόρου στικτὸν ἀχαΐνεω. Ἀχερωΐς. ἡ λεύκη. Ἀχηνία. ἀπορία· πενία· πτωχεία. Ἀχθηδών. βάρος. καὶ κλίνεται ἀχθηδόνος. Ἀχθεινή. λυπηρά. ἀχθεινὰν δʼ εἶδε βουκτασίαν. Ἀχλύς. σκότος, ὁμίχλη, ζόφος, ἡ ἄγαν ἀλύουσα καὶ ἀποκρύπτουσα. παρὰ τὸ ἀλύω, τοῦ α ἐπιτατικοῦ ὄντος. ἢ παρὰ τὸ τὰς ὄψεις ἡμῶν ὀχλεῖν καὶ λυπεῖν. Ἄχνη. πᾶσα λεπτότης ὑγροῦ καὶ ξηροῦ. ἐπὶ μὲν ὑγροῦ· —ἀποπτύει δʼ ἁλὸς ἄχνην—. ἐπὶ δὲ ξηροῦ· κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας. παρὰ τὸ ἔχω ἐχήνη καὶ μετὰ τοῦ στερητικοῦ α ἀεχήνη τὶς οὖσα, ἡ μὴ δυναμένη ἔχεσθαι καὶ κρατεῖσθαι διὰ τὸ λεπτομερές. Ἀχνύς. ἡ λύπη. Ἀχράς. εἶδος ἀπίου, ἡ μηδέποτε ἐν χρείᾳ οὖσα. Ἀχρίνη. βαδυτάτη. Ἀχρυλίς. ἡ Φρυγία. Ἀχυρμιαί. οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα ἀποτίθενται. οἱονεὶ ἀχυριαί τινες οὖσαι καὶ πλεονασμῷ τοῦ μ ἀχυρμιαί. Ἀχαΐα. ἡ Ἑλλάς. ὅθεν καὶ Ἀχαοί. ἐπαρχία δέ τις ἐστὶν ἡ Ἀχαΐα, ὑφʼ ἣν ἦν ἡ Κόρινθος. Οὐδέτερον.Ἀχαρές. λυπηρὸν, μὴ τερπνόν. Ἀχανὲς πέλαγος. τὸ λίαν κεχηνός. Ἄχθος. βάρος. ἄχος τί ἐστι καὶ πλεονασμῷ τοῦ θ ἄχθος. Ἄχος. λύπη, σιωπὴν ἐπιφέρουσα. παρὰ τὸ μὴ διαχεῖσθαι ὑπὸ τῆς ἡδονῆς. ἢ παρὰ τὸ ἔχω, κατὰ ἀντίφρασιν, ὃ οὐ θέλει τὶς ἔχειν. ἢ παρὰ τὸ χῶ, τὸ χωρῶ, γίνεται χὼς καὶ μετὰ τοῦ στερητικοῦ α ἄχος. ἢ παρὰ τὸ χέω μετὰ τοῦ στερητικοῦ α ἡ μὴ διαχέουσα τὴν ψυχὴν, ἀλλὰ συνέχουσα. Ἄχραντον. ἀμίαντον· ἀμόλυντον. παρὰ τὸ χραίνω, χρανῶ, χραντὸς καὶ ἄχραντος. ἢ ἀχέραντον, οὗ μηδέπω χεὶρ ἥψατο. ἢ τὸ μήπω ἐν χρείᾳ γεγονός. Ἄχρονον φῶς. ὁ Χριστός. Ἄχρωμον. ἀναιδές. ἦν δὲ τὸ ἔργον αὐτοῦ ἄχρωμον. καὶ ἀχρώματος. Ἀχύνετον. πολύχυτον. —ἔνθα πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ. Ἄχαρον. ἡ ἀλλοιωθεῖσα καλάμη. ἀέχαρον τὶ ὂν, οὐδὲν ἔχον. Ἀχώρητον. τὸ πάντα μὲν περιγράφον, ὑπʼ οὐδένος δὲ περιγραφόμενον. Ἄχρονον. τὸ ἄκτιστον· κτιστὰ γὰρ τὰ ἐν χρόνῳ. Ῥῆμα.Ἀχέων. δυσφορῶν. Ἄχθεται. λυπεῖται. Ἀχθεσθήσῃ. λυπηθήσῃ. καὶ ἀχθέσῃ ὁμοίως. Ἄχθομαι. βαροῦμαι, ἀγανακτῶ. Ἀχθοφοροῦντας. βαστάζοντας καὶ φέροντας βάρος. Ἀχλύσαντος. σκοτισθέντος. Ἀχνύμενος. λυπούμενος. ἔστιν ἄχος, ἐξ οὗ γέγονε ῥῆμα ἀχῶ καὶ κατὰ παραγωγὴν ἀχύω καὶ πλεονασμῷ τοῦ ν ἀχύνω, ὥσπερ δύω δύνω καὶ θύω θύνω, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ν ἀχνύω. ἐκ δὲ τούτου παράγωγον ἄχνυμι, ὁ παθητικὸς ἄχνυμαι καὶ ἀχνύμενος. Ἀχνάσδημι. ἀχῶ ῥῆμα· παράγωγον ἀχάζω, ἀχάζημι, τροπῇ τοῦ ζ εἰς δ καὶ ς καὶ πλεονασμῷ τοῦ ν ἀχνάσδημι. Ἀχαίνειν. παίζειν. τοῦ Ψελλοῦ· αὔθαιμοι οἱ αὐτάδελφοι, ἀχαίνειν δὲ τὸ παίζειν. Ἐπίῤῥημα.Ἀχαρίστως. ἄνευ χάριτος. καὶ ἀχαρίστως τὸ αὐτό. Ἀχί. ἀντὶ τοῦ ῥαδίως. Ἄχρις. ἀντὶ τοῦ μέχρις, ἕως, κατὰ ἀποβολὴν τοῦ μ καὶ μετάθεσιν τοῦ ε εἰς α. καὶ ἄχρις ἀντὶ τοῦ καθόλου καὶ διόλου. Ὅμηρος· ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς ἄχρις ἀπηλοίησεν—. Τὸ Α μετὰ τοῦ Ψ. Ἀρσενικόν.Ἀψάλακτος. ἀπαθὴς, ἀτιμώρητος. ψάλακτον γὰρ τὸ ἄθικτον. Ἀψήκτῳ κοθόρνῳ. σκληρῷ, ἀμαλάκτῳ. Ἄψητος. ἀνυπότακτος. Ἁψίκορος. ὁ ταχέως εὐμετάβλητος, ἢ ὁ συντόμως κορεννύμενος. Ἄψυρτος. κύριον. καὶ Ἄψυρτοι, ἔθνος Σκυθικόν. Θηλυκόν.Ἀψεύδεια. ἡ ἀλήθεια. Ἁψίς. ἡ καμάρα, ὁ δεσμὸς καὶ τὸ τοῦ τροχοῦ ἐπικαμπὲς ξύλον. παρὰ τὸ ἅπτω, ἅψω, ἁψὶς, ἡ ἁπτομένη τῆς γῆς. Ἀψιμαχία. σύναψις ἢ ἀρχὴ μάχης. Ἀψιμισία. πρὸς ὀλίγον διαφορά. Ἄψινθος. πόλις Θρᾴκης. Ἀψινθὶς δὲ ἡ χώρα. Οὐδέτερον.Ἄψαυστον. τὸ ἀπροσπέλαστον. ψαύω γὰρ τὸ προσεγγίζω. Ἄψαιρον. τὸ μὴ ψαῖρον. ἄψερον δὲ τὸ ὑστεροῦν, ψιλόν. Ἀψεῖον. τόπος. Ἄψεα. κυρίως αἱ συναφαὶ τῶν μελῶν, καταχρηστικῶς δὲ καὶ τὰ μέλη. παρὰ τὸ ἅπτω, ἅψω, ἅψον καὶ ἅψεα, ἀπὸ τοῦ ἐφάπτεσθαι ἀλλήλοις. Ἀψήφιστον. τὸ μὴ ἰσῶσαι ἑαυτὸν τινὶ καὶ τὸ μὴ εἰπεῖν περὶ καλοῦ ἔργου· ὅτι κἀγὼ τοῦτο ἐποίησα. ὁ κατέχων τὸ ἀψήφιστον ἐν πᾶσι τοῦ ἐπιτελεῖν πᾶσαν τὴν γραφήν. Ἀψίνθιον. εἶδος βοτάνης. τινὲς δὲ τῶν κωμικῶν λέγουσιν αὐτὸ ἀσπίνθιον. ὃ οὐκ ἄν τις πίῃ. ἢ ἅπτω, ἅψω, οὗ οὐδεὶς ἅπτεται. Ῥῆμα.Ἅψαι. τὸ προσεγγίσαι. Ἀψακεῖν. ἀποτυχεῖν. Ἀψαυστεῖν. ἀνεπάφως ἔχειν. Ἁψαμένη. ἐξαρτήσασα, ἢ καὶ ἁπτομένη. Ἐπίῤῥημα.Ἀψαύστως. ἀνεπάφως. Ἀψεγέως. ἀμέμπτως. Ἀψοφητί. ἠρέμα· ἡσύχως. Ἄψοῤῥον. ὀπισθορμήτως. ὅ ἐστιν ἐπίῤῥημα μεσότητος, παρὰ τὸ ἂψ καὶ τὸ ὀρῶ τὸ ὁρμῶ, πλεονάζοντος τοῦ ρ ποιητικῶς. Ἄψ. εἰς τοὐπίσω. ἀπὸ τοῦ α, τοῦ σημαίνοντος τὸ ὀπίσω, ἂψ κατὰ πλεονασμὸν τοῦ ψ. Ἰάσων δὲ λέγει, εἶναι αὐτὸ ἄοψ, τὸ μὴ ὀπτόν· τὰ γὰρ ὀπίσω οὐ θεωρητά. ἄοψ οὖν καὶ ἄψ. Τὸ Α μετὰ τοῦ Ω. Ἀρσενικόν.Ἀῶος. ποταμὸς ἐν Κύπρῳ. Ἄωρος. ὁ παρὰ καιρὸν ἁρπασθεὶς, ἢ ὁ ἄφροντις· ὤρα γὰρ ἡ φροντίς. Ἀωρόλειος. ὁ φαλακρὸς, ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λειαινόμενος. τὸ αὐτὸ καὶ ὠμογέρων, ὁ παρʼ ἡλικίαν γηράσας. Θηλυκόν.Ἀωρία. σκοτία, μεσονύκτιον. Ἀώρησις. ἡ κρέμασις. Ἄωρες. αἱ γυναῖκες. παρὰ τὸ ὁμοῦ ἀρηρέναι καὶ συνηρμόσθαι τῷ ἀνδρί. Οὐδέτερον.Ἄωρον. ἄμορφον, ἀπρεπὲς, ἀχαρίτωτον, ἀνοίκειον, ἀσύμφορον. Ἄωρα. τὰ παρὰ καιρόν. Ἀωρότερον. ὁμοίως. Ἄωτον. μὴ ἔχων ὠτία. καὶ ἄωτον τὸ λεπτὸν ἄνθος, ἢ ἱμάτιον λινοῦν. καὶ ἄωτον τὸ δέρμα. κεκαλυμμένος οἰὸς ἀώτῳ. Ῥῆμα.Ἄωρτο. ἐκρέματο. Ἀωρῶ. τὸ ἀλογῶ καὶ οὐ φροντίζω. Ἀωτεύειν. ὑφαίνειν. Ἀωτῶ. ἀπανθίζω. Ἀωτεῖς. ἀντὶ τοῦ ἀπανθίζεις τὸν ὕπνον. καὶ Ὅμηρος· τί πάννυχον ὕπνον ἀωτεῖς. Ἀωτήσειεν. ὑπνώσειεν. Ἄω. τὸ πνέω. Ἐπίῤῥημα.Ἀωρί. τὸ παρὰ καιρὸν, ἢ ἀντὶ τοῦ ἀκαίρως, ἢ παρὰ τὸν δέοντα καιρόν.