Ξ. Τὸ Ξ μετὰ τοῦ Α. — Ἀρσενικόν. —Ξανθός. ὁ πυῤῥοειδής. Ξάνθος. ποταμὸς, καὶ ὄνομα ἵππου. Ξανθίκομος. ὁ ξανθόθριξ. — Θηλυκόν. —Ξανθὴ χολή. ἀναλογεῖ τῷ πυρὶ ξηροτάτη οὖσα καὶ θερμή. — Ῥῆμα. —Ξανθίζεσθαι. τὰς τρίχας κοσμεῖσθαι. Ξαίνω. τὸ τύπτω. Τὸ Ξ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —Ξεῖνος. ὁ ἀπὸ ξένης φίλος. ὥσπερ ἀπὸ τοῦ κενὸς γίνεται κεινὸς, οὕτω καὶ ἀπὸ τοῦ ξένος ξεῖνος. ξεῖνος ἅμʼ ἀντιθέῳ Πολυνείκει—. Ξεινοδόκον. Ὅμηρος τὸν τοὺς ξένους δεχόμενον· Σιμωνίδης δὲ καὶ Πίνδαρος καὶ ἄλλοι τινὲς τὸν μάρτυρα ἐδέξαντο. Σιμωνίδης· ξεινοδόκησέ τε λαβών. ἀντὶ τοῦ ἐμαρτύρησε. καὶ Πίνδαρος· ξενοδοκῶν δʼ ἄριστος χρυσὸς ἐν αἰθέρι λάμπων. Ξένος. ὁ πάσης ἰδίων καὶ ἀλλοτρίων σχέσεως φυγάς. καὶ ὁ ἀπὸ ἀλλοδαπῆς χώρας ἥκων. καὶ πεποίηται τοὔνομα παρὰ τὴν σκηνὴν, τὸν παρέχοντα τὴν σκέπην καὶ σκέπασμα, ἵνα ᾖ σκενὸς καὶ ξένος. ἢ παρὰ τὸ ἄγω, ἄξω, ἄξενος καὶ ξένος, ὃν ἄγει τὶς εἰς ἑαυτὸν καὶ ἀποδέχεται. ἢ παρὰ τὸ ἵξω, ἵξενος, καὶ ξένος. οὕτως Ὦρος ὁ Μιλήσιος. Ξένειος Ζεύς. ὁ φιλόξενος. Ξένων· Ξένωνος καὶ Ξένετος. ὀνόματα κύρια. Ξενών. τὸ νοσοκομεῖον. Ξέστης. ῥωμαϊκόν ἐστι τὸ ὄνομα. τὸν γὰρ παρʼ ἡμῖν ἓξ ἀριθμὸν λέγουσι σέξ· καὶ μέτρου τινὸς παρʼ αὐτοῖς τὸ ἕκτον λέγουσι σέξστον. διὰ δὲ εὐφωνίας τὸ σέξστης ξέστης λέγεται κατὰ μετάθεσιν τοῦ στοιχείου. οὕτω Φίλων. Ξένος. παρὰ τὸ ἔξω εἶναι τῆς πατρίδος. Ξενοφῶν. κύριον. παρὰ τὸ ξένος καὶ τὸ φόνος. ὁ ἐν τοῖς ξένοις τόποις φονευόμενος. — Θηλυκόν. —Ξενία. καταγώγιον· κατάλυμα· ἢ ξεναγωγία. Ξεστή. ἡ ἐξεσμένη καὶ ὡμαλισμένη. — Οὐδέτερον. —Ξεινήϊον. ξένιον. Ξενοδοχεῖον. οἴκημα ὑποδεχόμενον τοὺς ξένους. — Ῥῆμα. —Ξέειν. τὸ ἐξ ἐπιπολῆς καὶ κατὰ τὴν ἐπιφάνειαν κεχρῆσθαι τοῖς ὄνυξί τε καὶ μάστιξι. ξύειν δὲ, τὸ κατὰ βάθος. Ξεναγεῖται. καὶ ξεναγῶ, τὸ ξένον ὑποδέχομαι. Ξεναγίζω. τοὺς ξένους συνάγω. καὶ ξεναγῆσαι. Ξενιτεύω· Ξενόω· Ξενῶ· Ξενίζω. Τὸ Ξ μετὰ τοῦ Η. — Ἀρσενικόν. —Ξήϊος. κύριον. Ξηνός. ὁ κορμός. Ξηρὸς ἱδρώς. ὁ μὴ ὑπὸ λουτρῶν, ἀλλʼ ὑπὸ γυμνασίων καὶ πόνων γινόμενος. — Οὐδέτερον. —Ξηρίον. φυτὸν καὶ εἶδος βοτάνης ἰατρικόν. Ξηρόν. παρὰ τὸ ξῶ ῥῆμα, ἀπὸ μεταφορᾶς τῆς ὕλης τῶν ξύλων· εἴ τι γὰρ ἔξυσται, ξηρὸν γίνεται· καὶ κατὰ τροπὴν τοῦ η εἰς ε ξερόν. οὕτω Φίλων. — Ῥῆμα. —Ξηραλοιφεῖν καὶ ξηραλοιφῆσαι. τὸ ἄνευ τοῦ λούεσθαι ἀλείφεσθαι. μήποτε δὲ καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτρίβεσθαι οὕτως ἐλέγετο. Ξηραίνω. τὸ ψυχραίνω. αἰτιατικῇ. Τὸ Ξ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Ξίρις. φυτόν. Ξιφήν. ὁ φέρων ξίφος. τὸ δὲ ξίφος παρὰ τὸ ξαίνω. οὕτως εὗρον ἐν ὑπομνήμασιν Ἰλιάδος. Ξιφήρης καὶ ξιφηφόρος. ὁ κατέχων ξίφος. Ξιφίας. ἰχθύος ὄνομα. Ξιφιλῖνος· Ξιφῖνος. Ξι. τὸ στοιχεῖον. παρὰ τὸ ξέεσθαι ἐν τῷ γράφεσθαι τῶν ἄλλων πλέον, ἢ ὅτι ὡσεὶ ξύσματα εἰσὶν ἀπὸ σιδήρου ὁ τούτου ἦχος. Τὸ Ξ μετὰ τοῦ Ο.Ξουφορία. ἡ μυωξία. Ξόανον. τὸ εἴδωλον. Ξοῦθα. πυῤῥά. Τὸ Ξ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Ξύλοχος. ὁ σύνδενδρος τόπος. Ξύμμαχοι. οἱ σύμμαχοι. Ξυνωμότης. ὁ συνωμότης. Ξύνευνος καὶ ξυνευνέτης. τὸ ξὺν ἀντὶ τοῦ σύν. Ξύνθακος. συγκάθεδρος. Ξυνός. ὁ κοινός. οἶμαι, ὅτι συνὸς, ὁ συνὼν τινί. ἢ ξύνιος παρὰ τὸ συνιέναι τινί. ἢ παρὰ τὴν ξὺν πρόθεσιν. Ξυρός. τὸ ξυράφιον. ἢ τὸ ἠκονημένον ξίφος. Ξυσμός. ἡ κνησμονή. Ξυστός. τόπος ἀνειμένος ἀθλητῇ. ξυστὸς καὶ ὁ κοντὸς, ὅ ἐστι τὸ κοντάριον. — Θηλυκόν. —Ξυλεία. ἡ τῶν ξύλων σωρεία. ἀξυλία δὲ ἰῶτα. Ξυνουσία. ἡ συνουσία. Ξυνόαρος. ἡ γαμετή. Ξυνωμοσία. ξυνόμοσις δὲ μικρόν. Ξυνωρίς. ἡ δυάς. ἀρῶ τὸ ἁρμόζω· ξυνάορός τις ὢν, ὁ μετά τινος συναρμοζόμενος. καὶ τὸ θηλυκὸν ξυνωρίς. κατὰ κρᾶσιν τοῦ αο εἰς ω μέγα. Ξυστίδα. λεπτὸν ὕφασμα. — Οὐδέτερον. —Ξύλον. παρὰ τὸ ξύω· οὐδεμία γὰρ ὕλη πρὸς ξύσιν ἐπιτηδειοτέρα ξύλου. Ξυλήφιον. τὸ μικρὸν ξύλον. Ξύνθημα. τὸ σύνθημα. Ξυνῳδά. ὅμοια. Ξυνόν. τὸ κοινόν. Ξυνήϊα. κοινὰ πράγματα. παρὰ τὸ ξυνόν. τὸ κτητικὸν γὰρ ξύνειον, ὡς παρὰ τὸ κυνὸς κύνειον, καὶ διαιρέσει ἰωνικῇ ξυνέϊον καὶ τροπῇ τοῦ ε εἰς η ξυνήϊα, ἡ εὐθεῖα τῶν πληθυντικῶν. Ξύσματα. τὰ γράμματα. — Ῥῆμα. —Ξύει. γράφει. ὡς καὶ παρʼ Ὁμήρῳ. καὶ ξύσματα τὰ γράμματα. Ξυμβαίη. ἀντὶ τοῦ συμβαίη. Ξύμβλητον. συνέτυχον. Ξύμβληντο. συνεβάλλοντο. Νέστορι ξύμβληντο—. Ξυνιέναι. ἀντὶ τοῦ συνιέναι. Ξυνών. συνυπάρχων. Ξύνες. ἀντὶ τοῦ σύνες. Ξύνιον. ἤκουον. Ξυνίεις. νοεῖς. ἢ ἐνενόεις. Ξυνίασι. συνέρχονται. ἴημι, ὃ σημαίνει τὸ ἀπολύω, τὸ τρίτον τῶν πληθυντικῶν ἰεῖσι, καὶ ἰωνικῶς ἰέασι, καὶ κατὰ κρᾶσιν ἴασι, καὶ ἐν συνθέσει ξυνίασι. Ξυνέηκεν. ἀντὶ τοῦ ξυνῆκεν ἢ συνέβαλεν. ἴημι, ἤσω, ὁ παρακείμενος ἦκα, τὸ τρίτον ἦκε, καὶ πλεονασμῷ τοῦ ε ἔηκε, καὶ ἐν συνθέσει ξυνέηκε. Ξυμπονῆσαι. συνάρασθαι, συμβοηθῆσαι. Ξυνεχῶς. ἀντὶ τοῦ συνεχῶς. Ξῶθεν. ἀντὶ τοῦ ἔξωθεν.