Υ. Τὸ Υ μετὰ τοῦ Α. — Ἀρσενικόν. —Υ. τὸ στοιχεῖον. ὅτι αἱ ὑάδες τὸ πρόσωπον τοῦ ταύρου ἔχουσιν, ὡς ἐπιπλατυνόμενον ἀπὸ τοῦ μετώπου, λεπτυνόμενον δὲ ἐξ ἀμφοτέρων ἐπὶ τὰ κάτω. ὥσπερ καὶ τὸ γράμμα. Ὑαλής. εἰκαῖος· βλοσυρός. Ὕαλος. ὁ βόρβορος. ἐνίοτε δὲ καὶ τὸ λαμπρόν. Ὕαντες. ἔθνος κατοικήσαντες τὴν Βοιωτίαν. Ὕαντες. ἔθνος κατοικίσαντες τὴν Βοιωτίαν. Ὑαῖος. κύριον, δίφθογγον. υἱέως δὲ, τοῦ υἱοῦ, ψιλὸν καὶ μέγα. — Θηλυκόν. —Ὑάδες. ἀστέρες, οἵτινες ἐπὶ τῶν κεράτων τοῦ οὐρανίου ταύρου εἰσί. παρὰ τὸ ὕω, τὸ βρέχω. ὑετοῦ γὰρ παρασκευαστικαὶ εἰσὶ δύνουσαι. Ὕαινα. ζῶον. Ὑάμπολις. πόλις. Ὕαξις. πόλις. — Οὐδέτερον. —Ὑακίνθινον. ὑπομελανίζον. Ὅμηρος· λωτόν θʼ ἑρσήεντα ἠδὲ κρόκον ἠδʼ ὑάκινθον. Ὑάλινον, οὐχὶ ὑάλουν. καὶ τὴν ὕαλον θηλυκῶς ἐν τῷ ἄλφα λεκτέον, οὐχὶ ἐν τῷ ε. παρὰ τὸ ὕειν καὶ καθʼ ὁμοιότητα εἶναι τῆς γινομένης συστάσεως καὶ πήξεως τοῦ ὕδατος. Ὑαλόεν. τὸ διαφανές. Υ. τὸ στοιχεῖον. ὅτι παρεοικός ἐστι τῷ τῶν ὑδάτων προσώπῳ. Τὸ Υ μετὰ τοῦ Β. — Ἀρσενικόν. —Ὑβός. ὁ κυρτός. κυφός ἐστι, καὶ ἀποβολῇ τοῦ κ, καὶ τροπῇ τοῦ φ εἰς β, ὑβός. καὶ ὕβωσις, ἡ κύρτωσις, ἢ τὸ μετὰ τὴν κεφαλὴν πρὸ τῆς ῥάχεως πάθος. Ὑβριστάς. τοὺς θρασεῖς καὶ λοιδόρους λέγει ὁ Ἀπόστολος· ὑβριστὰς ὑπερηφάνους. — Θηλυκόν. —Ὑβάλη. δῆμος Ἀττικῆς. Ὕβλη. πόλις Σικελική. Ὕβρις. ἀδικία καταισχύνουσα. ὑπόβαρις τὶς οὖσα, ἡ βαροῦσα πάντας. Ὕβρισις. ἀτιμία. Ὑβριστεία. ἡ ὑβριοπάθεια. — Ῥῆμα. —Ὑβάλλειν. ἐμποδίζειν. Ὑβριοπαθῶ. Ὑβακίζειν. διαχωρίζειν ἀπʼ ἀλλήλων. Τὸ Υ μετὰ τοῦ Γ. — Ἀρσενικόν. —Ὑγιής. ὁλόκληρος. ὁ ἐν ὑγρῷ ὢν καὶ ζῶν, οἱονεὶ ὑγριὴς, καὶ ἀποβολῇ τοῦ ρ ὑγιής. ὅθεν διερὸς ὁ ζῶν, καὶ ἀλίβας ὁ νεκρός. οἶμαι δὲ παρὰ τὸ εὖ εἶναι σῶμα, ἢ παρὰ τὸ εὖ ἰαίνεσθαι. Ὑγρός. εὐκατάφορος· ὁ εἰς τὰς ἡδονὰς ῥευματιζόμενος. — Θηλυκόν. —Ὑγίεια. συμμετρία τῶν ἐν σώματι στοιχείων, θερμοῦ καὶ ψυχροῦ, ὑγροῦ καὶ ξηροῦ. ἢ ἡ ἀρίστη τοῦ σώματος διάθεσις. ὡς παρὰ τὸ εὐσεβὴς εὐσέβεια, οὕτω καὶ παρὰ τὸ ὑγιὴς ὑγίεια. καὶ παροξυνόμενον γράφεται διὰ διφθόγγου τῷ λόγῳ τῶν διὰ τοῦ ει θηλυκῶν. οἱ δὲ Ἀθηναῖοι ἐκτείνουσι τὸ α, καὶ καταβιβάζουσι τὸν τόνον, καὶ φυλάττουσι τὴν αὐτὴν γραφήν. ὡς ἱέρεια, ἱερεία. τοῦτο δὲ κατὰ κρᾶσιν τοῦ ι καὶ τῆς ει διφθόγγου γίνεται ὑγεία. — Οὐδέτερον. —Ὑγρὰ κέλευθα. διὰ θαλάσσης ὁδός. Ὑγρόν. ὕδωρ τι ὢν, οἷον τὸ ἔνυδρον. ἢ παρὰ τὸ ὕω, τὸ βρέχω, ὕσω, ὑρὸς, καὶ πλεονασμῷ τοῦ γ ὑγρὸς καὶ ὑγρόν. Τὸ Υ μετὰ τοῦ Δ. — Ἀρσενικόν. —Ὑδάσπης, καὶ Ὕδασπις, καὶ Ὑδάρνις. ποταμοί. Ὑδαρεύς. τοπικόν. Ὕδερος. νόσος. Ὕδης. συνετός. Ὑδίμαχος. κύριον. Ὑδός. ὁ ἀνεψιός. Ὑδρηλός. τόπος. Ὑδροπότης. ὁ πίνων ὕδωρ. Ὕδρωψ. νόσος. ἀφʼ οὗ καὶ ὑδρωπικός. — Θηλυκόν. —Ὕδη. φήμη. ᾠδή. Ὕδρα. θηρίον, ἐννέα κεφαλὰς ἔχουσα, ἣν ἐφόνευσεν Ἡρακλῆς. Ὕδρη. πόλις. Ὑδρεία. ἡ ὕδρευσις. ὑδρία δὲ, τὸ ἀγγεῖον, ι. κυρίως δὲ ὑδρία τὸ εἰς ὕδωρ εὔθετον ἀγγεῖον. Ὑδριάδες. νύμφαι. Ὑδρογοργόνη. Ὑδροῤῥόη. Ὑδατίδες. σταγόνες. τοῦ Ψελλοῦ· αἱ συνθῆκαι φύδερα, σταγόνες δʼ ὑδατίδες. — Οὐδέτερον. —Ὑδαρές. ἁπαλὸν, ὑδατῶδες. Ὕδας. τὸ ὕδωρ. Ὕδει. τῷ ὕδατι. Ὕδνον. .... Ὑδρίον. τὸ ἀγγεῖον. ὑδρεῖον δὲ, ἐν ᾧ ὑδρεύονται, δίφθογγον. Ὕδωρ. ἓν τῶν τεσσάρων στοιχείων ἐστὶ, ποίημα θεοῦ κάλλιστον. ἔστι δὲ ὑγρόν τε καὶ ψυχρὸν, βαρύ τε καὶ κατωφερὲς καὶ εὐδιάχυτον. τοῦτο δὲ μνημονεύει ἡ θεία γραφὴ, λέγουσα· καὶ σκότος ἦν ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. ἄβυσσος γὰρ οὐδὲν ἕτερον ἢ ὕδωρ πολὺ, οὗ τὸ τέλος ἀκατάληπτον ἀνθρώποις. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ὕω, τὸ βρέχω, ὕωρ καὶ πλεονασμῷ τοῦ δ ὕδωρ. — Ῥῆμα. —Ὕδειν. ὑμνεῖν. τρέχειν. λέγειν. Τὸ Υ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —Ὑετός ἐστι ψεκάδων ἄθροισμα. Ὑετός. ὄμβρος. καὶ ὑέτιον ὕδωρ. καὶ ὑετίζω. καὶ ὕεν ἀντὶ τοῦ ἔβρεχεν. — Οὐδέτερον. —Ὕεια. χοίρων κρέα. τὰ ὕεια κρέα καὶ τοὺς λέβητας. Τὸ Υ μετὰ τοῦ Η. — Ἀρσενικόν. —Ὑηνεύς. ὁ σκαιὸς, ὁ φλύαρος, ὁ ἀμαθής. καὶ ὑηνία. οὕτω Καλλίας. Ὑηνία. ἡ συγγένεια. καὶ ἡ σκαιότης. Τὸ Υ μετὰ τοῦ Θ. — Ἀρσενικόν. —Ὕθλος. ἡ φλυαρία. ἡ μωρία. ὑθλῶ, φλυαρῶ. Τὸ Υ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Ὑϊδοῦς. ὁ ἀνεψιός. ἢ τοῦ υἱοῦ υἱός. Υἱός. υἱὸς κυρίως ἐστὶ δευτερότης ὑποστάσεως ἐν ταυτότητι φύσεως· ἢ αὔξησις προσώπων ὁμογενής· ἢ πρόοδος φύσεως εἰς συγγένειαν γνωριζομένη. υἱὸς δὲ κυρίως εἴρηται, ὡς ἂν εἴποις οἷος· οἷος γὰρ ὁ πατὴρ τὴν οὐσίαν, τοιοῦτος καὶ ὁ μονογενὴς υἱός· εἴτε ἐξ ἀκτίστου ἄκτιστος, εἴτε ἐκ θνητοῦ θνητός. κατὰ δύο δὲ τρόπους εἴρηται πάλιν ἐπὶ θεοῦ ἡ υἱότης, φύσει καὶ χάριτι. φύσει υἱὸς ὁ θεὸς λόγος, κατὰ πάντα ὁμοούσιος ὢν τῷ πατρί· χάριτι δὲ καὶ οἱ δίκαιοι. Ὑός. ἄνευ τοῦ ι οἱ Ἀττικοί. λέγω δὲ, ὁπότε ἐν μιᾷ συλλαβῇ φωνήεντι ὑποτέτακται, ἐξαιρεῖ ὅλως, οἷον μύα, ὑὸς, εἰρηκῦα, πεποιηκῦα, κλαίειν καὶ τὰ ὅμοια. ὁπηνίκα δʼ ἐν συλλαβῶν διαζεύξει φωνήεντι ἕπεται, γράφεται μὲν, οὐ συνεκφωνεῖται δέ. κάδμη δʼ ἀνὴρ ἧ δακῶ παῖδα. Υἱωνός. ὁ τοῦ υἱοῦ υἱὸς, ἢ ὁ ἀνεψιός. καὶ υἱωνή. — Ῥῆμα. —Υἱώσας. υἱοποιήσας. Τὸ Υ μετὰ τοῦ Λ. — Ἀρσενικόν. —Ὑλακομόρων. κακοπαθούντων τῇ ὑλακῇ. ἢ ὑλακτικῶν. μόρος γὰρ ἡ κακοπάθεια. Ὑλλάγρις· Ὕλλας· Ὕλλαγνις, Ὑλλάγνιδος. ὀνόματα κύρια. Ὑλαῖος. κύριον. καὶ τόπος. Ὕλλος. ποταμὸς Λυδίας. Ὑλοτόμος. ὁ τὴν ὕλην καὶ ὄρος κόπτων. Ὑλωρός. ὁ τῆς ὕλης φύλαξ. — Θηλυκόν. —Ὑλακή. ἡ τῶν κυνῶν κραυγή. Ὕλη. πρᾶγμα ὑποκείμενον, ἐξ οὗ τι ἀποτελεῖται, καὶ εἰς ὃ ἀναλύεται. ἢ ὕλη τὸ ὄρος καὶ τὸ δάσος. παρὰ τὸ ὕεσθαι. τουτέστιν ἡ διʼ ὑγροῦ αὐξανομένη. Ὑλικὴ δυάς. πᾶν τὸ ὁρώμενον, ἐξ ὕλης καὶ εἴδους ἔχον τὴν σύστασιν, ὡς ἐγὼ, ἐξ ὕλης μὲν τῆς σαρκὸς, εἴδους δὲ τῆς ἀνθρωπείας μορφῆς. καὶ τόδε τὸ πρᾶγμα ἐξ ὕλης τοῦ ξύλου, εἴδους δὲ θύρας ἢ σκαμνίου ἢ τινὸς ἄλλου. ὑλικὴν δὲ δυάδα ὁ θεολόγος ἐκάλεσε τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν, βουλόμενος τῷ λογικῷ ὑποτάττειν αὐτά. Ὑλοκοῖτις. ἡ ἐν ὕλῃ κοιμωμένη. — Οὐδέτερον. —Ὑλῆεν ὄρος καὶ ὑλόεις τόπος, ὁ ἐν ὕλῃ. — Ῥῆμα. —Ὑλάζεσθαι. αὐλίζεσθαι. Ὑλιᾶσθαι. κινεῖσθαι. Τὸ Υ μετὰ τοῦ Μ. — Ἀρσενικόν. —Ὑμεδαπῶν. ἐγχωρίων. Ὑμήν. τὸ δέρμα. καὶ κλίνεται ὑμένος. ὑφὴν τὶς ἐστὶν ἀπὸ τοῦ ὑφασμοῦ. εἶναι ὑμένα λεπτότατον. Ὑμηττός. ὄρος τῆς Ἀττικῆς ὑψηλόν. ὄρος κείμενον ἐν μέσῳ δύο βουνῶν ὁμοίων. καὶ πρὸς αὐτὰ φάναι· ὑμᾶς ἡττῶ. ὅθεν καὶ τὸ ἐξ αὐτοῦ γινόμενον μέλι Ὑμήττιον λέγεται, εὔχρηστον πάνυ πρὸς ἰατρείαν καθεστηκός. Ὕμνος. δοξολογία μετʼ ἐκπλήξεως ἐπὶ τῇ θεωρίᾳ τῶν γινομένων παρὰ θεοῦ. ἢ ὕμνος ἐστὶν αἶνος ἐμμελὴς, ὡς οἶμαι. Ὑμέναιος ᾠδή. ᾆσμα γαμητικόν. — Θηλυκόν. —Ὑμήν. ὑμετέραν. — Οὐδέτερον. —Ὑμενῶδες. λεπτότατον καὶ οἷον εἰπεῖν ἀερῶδες. Ὑμνητόν. δοξολογικόν. καὶ ὕμνος, οἷον εἰπεῖν ὑπόμενός τις ὢν, καθὸ εἰς ὑπόμνησιν ἄγει τὰς τῶν ἐπαινουμένων πράξεις· οὐχ ὡς κᾀκείνων μὴ ὄντων ὕμνων, ἀλλʼ ὅτι τὰ ἄλλα προσῴδια προσιόντες ναοῖς ἢ βωμοῖς πρὸς αὐλὸν ᾖδον, τὸν δὲ ὕμνον πρὸς κιθάραν. οὕτως Δίδυμος. Τὸ Υ μετὰ τοῦ Ν. — Ἀρσενικόν. —Ὕνις, ὕννεως, καὶ ὑννίον. τὸ γεωργικὸν ἐργαλεῖον. ἀπὸ τοῦ δύνειν εἰς τὴν γῆν, ἀποβολῇ τοῦ δ. Τὸ Υ μετὰ τοῦ Π. — Ἀρσενικόν. —Ὑπασπιστής. δορυφόρος. Ὑπαγωγεύς. ἐργαλεῖον οἰκοδομικὸν, πτυάριον ἢ ἄλλό τι. Ὕπατος. ὑπερέχων, ὑψηλὸς ἢ βασιλεύς. παρὰ τὴν ὑπὸ πρόθεσιν τὴν δηλοῦσαν τὸ ὑπεράνω. ὑπότατος, ἐν συγκοπῇ ὕπατος. Ὕπαιθρος. ὑπὸ τὸν αἰθέρα ἢ τὸν ἀέρα διάγων, ἄστεγος, ἐναέριος. Ὑπερβερεταίου. τοῦ ὀκτωβρίου μηνός. Ὑπερφυής. ἔνδοξος, ἔντιμος. Ὑπέρακμος. ὁ ὑπερακμάσας. Ὑπερήμερος. ἐκπρόθεσμος. Ὑπερόριος. ὁ ἐκ τῶν ὁρίων ἐξόριστος. Ὑπερασπιστής. ὁ ὑπέρμαχος. Ὑπέρτατος. ὁ ὑπερέχων. Ὑπερίονος. τοῦ ἡλίου. ὑπερίων ὁ ὑπεράνω ἡμῶν ἰὼν καὶ τὸν κόσμον περιπολῶν. Ὑπέροπλος. ὑπερήφανος. ἀπὸ τῶν τὰ ὅπλα φορούντων. Ὑπερῆλιξ. ὑπερμεγέθης ἢ εὐμεγέθης. καὶ κατὰ τὸν χρόνον τῆς ἡλικίας τραχύτερος. Ὑπερφίαλος. ὁ ὑπερήφανος. παρὰ τὸ φῶ, οὗ παράγωγον φαίνω. ὁ ὑπερφαίνειν τῶν ἄλλων ἐπιχειρῶν, ἑαυτὸν δεῖξαι. ἐὰν δὲ παρὰ τὸ φῶ, τὸ λέγω, ὁ ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν λέγων καὶ ἐπαγγελλόμενος. ἢ ὁ παραβαίνων τοὺς ὅρκους διὰ τῶν φιαλῶν γινομένους. Ὑπέροφρυς. ὁ ἀλαζών· ὁ ἐπῃρμένος. Ὕπερος. τὸ ἰγδοκόπανον. καὶ ὕπερον. Ὑπερδεής. ἐνδεὴς ὑπερβαλλόντως. Ὑπεύθυνος. ἔνοχος. Ὑπείροχον. ὑπερέχοντα. προέχοντα. Ὑπηνέμιον. ὑπὸ τὸν ἄνεμον. Ὑπηνήτῃ. ἀκμαίῳ. ἄρτι γενειῶντι. ἀπὸ τῆς ὑπήνης. Ὕπνος. ἀργία αἰσθήσεων γενομένη ὑπὸ τῆς ἀνενεχθείσης ἀναθυμιάσεως ἐν τοῖς κοίλοις τοῦ ἐγκεφάλου ἐπὶ ἀναπαύσει τοῦ ζώου. Ὕπνος. θανάτου σκιά· καθημερινὴ μελέτη. ἢ ὕπνος ἐστὶν ἀτονία τοῦ αἰσθητικοῦ πνεύματος. Ὕπνος ἐστὶ λογικῆς ψυχῆς χωρισμὸς ἑκούσιος ἀπὸ τῆς ὄντως ζωῆς. ὕπνος οὐδὲν ἕτερον ἢ θάνατος πρόσκαιρος καὶ ἐφήμερος τελευτή. Ὕπνος. παρὰ τὸ ὑπονοστεῖν· ἐν αὐτῷ γὰρ αἱ αἰσθήσεις τοῦ ἀνθρώπου ὑποχωροῦσιν. Ὕποινος. μέθυσος. Ὑποβολιμαῖοι. οἱ ὑποβάλλοντες, οἱ ἐκποιηταί. ἢ οἱ ὑποβαλλόμενοι καὶ οἱ εἰσποιητοὶ, ἤτοι ὡς ἐπὶ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυτῶν ἀποβάλλουσιν αἱ γυναῖκες. Ὑπόφορος. ὑποτελής. ὑπεύθυνος. Ὕπουλος. δόλιος. ὁ φαινόμενος εἰρηνικός. ἐκ μεταφορᾶς τοῦ ἕλκους τοῦ ἐπιπολαίως ὑγιαίνοντος, ἔσωθεν δὲ ὄντος σεσημμένου. Ὑπόσπονδος. ὑπὸ φιλίαν ὑποτεταγμένος. Ὑπόνομος. ὀχετὸς, διώρυξ, κάναλος, ἀγωγός. Ὑπογραμμός. τύπος· μίμημα. Ὑποκριτής. δόλιος. Ὕποπτος. ὁ ἐν ὑπονοίᾳ ἐχθρός. Ὑπόδικος. ὁ ὑπεύθυνος. Ὑποδύτης. τὸ ἐσώτερον ἱμάτιον. Ὑπόπλεως. μεστὸς, πεπληρωμένος. Ὑπόπτερον. ταχὺν, ὡς διʼ ἀέρος πετόμενον. Ὑποχυτῆρες. τρυβλία, διʼ ὧν τὸ ἔλαιον ἐπιχέεται. Ὑπότροπος. ἐξ ὑποστροφῆς ἐπανεληλυθώς. Ὑποφῆται. διδάσκαλοι, ἱερεῖς, ὑπουργοὶ, διάκονοι, ἢ οἱ τὸ μέλλον φανερῶς ἐπιδεικνύοντες. Ὕπτιος. ἀναπεπτωκώς· ἐξηπλωμένος· ἢ ἐπὶ νῶτα κείμενος. παρὰ τὸ ὄπτω, τὸ βλέπω, ὄπτιος καὶ ὕπτιος, μεταβολῇ τοῦ ο εἰς υ. τὰ γὰρ ὕπτια εὐθεώρητα. Ὑπερηφάνους. τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφʼ οἷς ἔχουσι φυσωμένους λέγει ὁ Ἀπόστολος. — Θηλυκόν. —Ὑπάτη. ἡ χορδή. Ὑπαγωγή. ἡ ἀπάτη. ὑπαγωγὴ καὶ ἡ ὑποχώρησις. καὶ ταῖς ναυσὶ σκέπη καὶ προσόρμισις. οἷον ὕφορμός τις. Ὑπεροψία. ἡ ὑπερηφανία. Ὑπερηφανία. οἴδημα ψυχῆς ἰσχυρῶς πεπληρωμένον. ἢ καταφρόνησις κλήσεως ἀγαθῶν, ἢ προσποίησις, ἢ πάθος καρδίας. ἢ ψεκτὸν ὕψωμα, ἢ ὀφθαλμῶν μετεωρισμός. Ὑπεροχή. ἐξοχή. Ὑπέρθεσις. ἀναβολή. Ὑπερμέτρησιν. εἴτουν κατάληψιν. Ὑπεροπλίαις. ὑπερηφανίαις. Ὑπὲρ φύσιν. οἷον ὁ τοῦ Χριστοῦ τόκος. κατὰ φύσιν ὁ γάμος, παρὰ φύσιν ἡ πορνεία. Ὑπέρα. τὸ ἐξηρτημένον τοῦ ἱστοῦ σχοινίον, ὃ ἀνίεται καὶ ἐκτείνεται. παρὰ τὸ ὑπεράνω εἶναι. Ὑπερβασία. κυρίως ἐπὶ τῶν ὑπερβαινόντων τοὺς ἰδίους ὅρους. τοῦτο καὶ ἐπὶ τῆς ὑπερηφανίας· δοκοῦσι γὰρ οἱ ὑπερήφανοι ποιεῖν τὸ ὑπὲρ αὐτούς. —ὑπερβασίης ἀλεγεινῆς. Ὑπερῴα. ὁ οὐρανίσκος. παρὰ τὸ ὑπʼ αὐτὴν ὁρμᾶσθαι τὴν τροφήν· ἐρωὴ γὰρ ἡ ὁρμή. ἢ μετενήνεκται ἀπὸ τῶν ὑπερώων οἰκοδομημάτων, τῶν μετεωρισμένων ὑπὲρ τὴν ἔραν, ὅ ἐστι τὴν γῆν. Ὑπήνη. αἱ ὑποκάτω τοῦ γενείου τρίχες. ἀπὸ τοῦ ὑπεῖναι καὶ ὑποκεῖσθαι τῷ γενείῳ. οἱ δὲ παρὰ τὸ ἴημι, οὗ ὁ μέλλων ἤσω, ἤνη καὶ ὑπήνη. παρὰ τὴν ἔσιν τῶν τριχῶν. ἐν δὲ τῷ ῥηματικῷ εὗρον, ὅτι σημαίνει μύστακα, γένειον, πώγωνα, καὶ τὴν ἄνω τοῦ χείλους τρίχωσιν. Ὑπηρεσία. κυρίως, ἔνθα καθέζονται οἱ ἐρέττοντες. Ὑπόνοια καὶ ὑπονοεῖν. ἡ ὑπὸ πρόθεσις ἐντελοῦς διαθέσεως ἔλλειψιν δηλοῖ. ὑπονοεῖν οὖν ἐστι τὸ μὴ τελείως νοεῖν τὸ προκείμενον. Ὑποτύπωσις. ὑπόδειγμα, ὑπογραμμὸς, χαρακτὴρ, λόγος. Ὑπὸ οὐλήν. ὑπὸ δόλον. ὥς φησι Δημοσθένης. Ὑπόκρισις. ἦθος πεπλασμένον. πικρία λανθάνουσα. Ὑπόμνησις. ἀνάληψις ἐκ λήθης τινὸς συμβεβηκότος. Ὑποταγή. ἀδιάκριτος πειθὼ τοῦ ὑποτασσομένου. Ὑπόληψις. ἡ παχυμερὴς γνῶσις, καὶ ἡ εἰκασία, καὶ ἡ δόξα, καὶ ἡ ὑπόνοια. Ὑποθῆκαι. παραινέσεις. Ὑποβάθρα. θεμέλιον. Ὑπόθεσις. αἰτία. περιοχή. ὑποθέσεις δὲ ἔθος τοῖς ἀνδράσι τὰς ἀρχὰς λέγειν τὰς ἀναποδείκτους, ἃς καὶ ἀξιώματα καλοῦσιν. ὑποθέσεις δὲ λέγουσι καὶ ἃ ἔχοντα ἀπόδειξιν χωρὶς τῆς οἰκείας ἀποδείξεως λαμβάνουσί τε καὶ ὑποτίθενται, ὡς δείξοντες αὐτὰς ὕστερον. Ὑποστιγμή. σημεῖον διανοίας μηδέπω ἀπηρτισμένης, ἀλλʼ ἔτι ἐνδεούσης. Ὑπόκρισις. ἡ τῶν ὑποκειμένων σωμάτων ἢ πραγμάτων μίμησις. Ὑποφητεία προφητείας διαφέρει, ὅτι ἡ μὲν προφητεία πρὸ τοῦ γενέσθαι λέγει τὰ ὕστερον γενησόμενα, ἡ δὲ ὑποφητεία ἐν τῷ γίνεσθαι λέγει, ἢ μετὰ τὸ γενέσθαι τὸ γενόμενον ἢ γινόμενον. λέγει περὶ τούτου αὐτοῦ τὰ παρεστῶτα ἢ καὶ τὰ ὅσον οὔπω ἐπελευσόμενα. Ὑπογραφή. λόγος σύντομος, δηλωτικὸς συμβεβηκότων. Ὑπόῤῥηνος. ἔγγυος. ὑπόῤῥηνος αἴξ. ῥὴν γὰρ τὸ πρόβατον. Ὑπόστασις. ὑπόστασις κατὰ τὴν ἐκκλησιαστικὴν καὶ ἀποστολικὴν παράδοσιν τὸ πρόσωπον, ἤγουν ὁ χαρακτὴρ, ὡς φησὶν ὁ Ἀπόστολος τὸν υἱὸν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ· τουτέστι πρόσωπον ὁμοούσιον τοῦ χαρακτῆρος καὶ τῆς ὑποστάσεως αὐτοῦ τοῦ πατρός. πρόσωπα δὲ καὶ χαρακτῆρας λέγομεν ἐπὶ θεοῦ, ἀσώματα καὶ ἀσχημάτιστα. πρόσωπον ἤγουν ὑπόστασίς ἐστι κατὰ τοὺς ἁγίους πατέρας τὸ ἰδικὸν παρὰ τὸ κοινόν. κοινότης γάρ ἐστιν ἡ φύσις ἑκάστου πράγματος· ἴδιαι δέ εἰσιν αἱ ὑποστάσεις, οἷόν τι λέγω. φύσις ἤγουν οὐσία μία ἡ θεότης, ὑποστάσεις δὲ τρεῖς, πατὴρ, υἱὸς καὶ ἅγιον πνεῦμα. τρία πρόσωπα ἤγουν χαρακτῆρες, μία δὲ οὐσία καὶ γένος. ἐὰν οὖν εἴπῃς, φυλάξαι ἡμᾶς ἡ θεότης, ὅλην τὴν ἁγίαν τριάδα ἐσήμανας· εἰ δὲ εἴπῃς, μεθʼ ἡμῶν ὁ υἱὸς τοῦ θεοῦ, μίαν τῶν τριῶν ὑποστάσεων εἶπας, καὶ οὐχ ὅλην τὴν θεότητα. τρεῖς ὑποστατικαὶ ἰδιότητες εἰσὶν ἐπὶ τῆς θεότητος· τὸ ἀγέννητον τοῦ πατρὸς, τὸ γεννητὸν τοῦ υἱοῦ, καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου πνεύματος. οὐ γάρ ἐστι γεννητὸς ὁ πατὴρ, οὐδὲ ἐκπορευτὸς ὁ υἱὸς, οὐδὲ γεννητὸν τὸ πνεῦμα τὸ ἅγιον. πενταχῶς δὲ εἴρηται ἡ ὑπόστασις· ὑπόστασις· πρόσωπον· χαρακτήρ· ἄτομον, καὶ ἴδιον. φύσις δὲ λέγεται, οἷον ἀγγελιότης. ὑποστάσεις δὲ καὶ αἱ ἰδικαὶ ἑκάστου προσηγορίαι, ἤγουν Μιχαὴλ, Γαβριήλ. ὡσαύτως φύσις ἐστὶ μία καὶ κοινὴ, ἡ ἀνθρωπότης· ὑποστάσεις δὲ, Πέτρος καὶ Παῦλος καὶ τὰ λοιπὰ πρόσωπα τῆς ἀνθρωπότητος, καὶ οἱ χαρακτῆρες. ἡ οὖν φύσις κυρία ἐστὶ καὶ αἰτία καὶ γεννητικὴ τῶν ἐν αὐτῇ ὑποστάσεων. καὶ διὰ τοῦτο ὑποστάσεις λέγονται ὡς ὑπὸ τὴν φύσιν ἱστάμεναι, τὴν αὐτῶν πηγήν. ἐὰν εἴπῃς, καλὴ φύσις ὁ ἄγγελος, ὅλην τὴν οὐσίαν αὐτῶν ἐσήμανας· εἰ δὲ εἴπῃς, μέγας ἐστὶν ὁ Γαβριὴλ, ὑπόστασιν μίαν ἐκ πάντων ἐδήλωσας. ὁ ἄνθρωπος ἐλεεινὸς, ἰδοὺ ἡ οὐσία ὅλη· Καῒν δὲ καὶ Ἰούδας ὑποστάσεις εἰσί. πάλιν ἐὰν εἴπῃς, τὸ πετεινὸν ἐλαφρὸν, ἰδοὺ ἡ οὐσία· εἰ δὲ εἴπῃς, περιστερὰ ἢ τρυγὼν, ὑποστάσεις εἰσί. τὸ κτῆνος, ἰδοὺ πᾶσα ἡ κτηνώδης οὐσία· ὁ δὲ λέων καὶ ὁ ἵππος, ὑποστάσεις καὶ χαρακτῆρες καὶ πρόσωπα λέγονται. οὐ μόνον δὲ ἐπὶ νοερῶν καὶ ἐμψύχων καὶ λογικῶν ὁ αὐτὸς κανὼν τῶν ὅρων ἁρμόζει, ἀλλὰ καὶ ἐπὶ πάσης ἀψύχου καὶ ἀναισθήτου καὶ ἀκινήτου φύσεως, οἷόν τι λέγω. ἐὰν εἴπωμεν, ὅτι ὁ θεὸς ἐποίησε τὸ φῶς, ἰδοὺ τὴν οὐσίαν ἁπάντων τῶν φωστήρων ἐσημάναμεν. αὕτη λοιπὸν ἡ οὐσία τέμνεται εἰς τὰς ὑποστάσεις αὐτῆς, οἷον σελήνη, ἄστρα καὶ τὰ λοιπά. ὁμοίως καὶ ἐπὶ ἀνέμων· ἐὰν εἴπῃς πνεῦμα, πᾶσαν τὴν φύσιν ἐδήλωσας τῶν ἀνέμων· εἰ δὲ εἴπῃς νότος ἢ βοῤῥᾶς, ὑποστάσεις εἰσίν. ὡσαύτως τὸ πῦρ μία οὐσία ἐστὶ, τέμνεται δὲ εἰς ὑποστάσεις, ἤγουν λύχνους, κηροὺς, λαμπάδας, καμίνους. τὴν ἁγίαν οὖν σάρκα τοῦ Χριστοῦ οὐ λέγομεν πρόσωπον, ἀλλʼ οὐσίαν, ἵνα σημάνωμεν, ὅτι ὅλην τὴν φύσιν ἡμῶν ἀνέλαβε καὶ ἔσωσεν ὁ Χριστός. εἰ γὰρ εἴπωμεν αὐτὴν ὑπόστασιν, ἕνα τινὰ ἄνθρωπον εὑρισκόμεθα λέγοντες, ὅτι ἀνέλαβε καὶ ἔσωσεν ὁ Χριστός. πλὴν οὐ λέγεται ὑπόστασις, ἐφόσον ἀχώριστός ἐστι τοῦ θεοῦ λόγου ἡ σάρξ· ὑπόστασις γὰρ τὸ κεχωρισμένον πρόσωπον λέγεται. ἐνυπόστατον μέντοι αὐτὴν λέγομεν, οὐ μὴν ὑπόστασιν· τὸ γὰρ ἐνυπόστατον τὸ ἐνυπάρχον ἐστὶν, ὥσπερ ἀνυπόστατον τὸ μὴ ἔχον ὕπαρξιν ἤτοι οὐσίαν· οἷον τὸ ἐνύπνιον ἀνούσιον καὶ ἀνύπαρκτον καὶ φαντασιῶδες. καὶ ὅπως ὁριστικῶς εἴπωμεν, ἀνυπόστατον καὶ ἀνύπαρκτον καὶ ἀνούσιόν ἐστι τὸ ῥήματι μὲν πολλάκις λεγόμενον, ἐν οὐσίᾳ δὲ καὶ ὑποστάσει μὴ γνωριζόμενον, οἷον ὁ ᾅδης, ὁ θάνατος, ἡ νόσος. πάλιν ἐνούσιον λέγομεν ἢ αὐτὸ τὸ ὂν ἢ τὸ ἐν οὐσίᾳ γνωριζόμενον ἰδίωμα· οἷον ἐνούσιον ἐστὶν ἀνθρώπου τὸ λογικὸν καὶ φθαρτόν. ὁμοίως καὶ τὸ ἐνυπόστατον κατὰ δύο τρόπους λέγεται· ἢ τὸ κατʼ ἀλήθειαν ὑπάρχον, ἢ τὸ ἐν ὑποστάσει ἰδίωμα, ὡς ἐν τῷ θεῷ πατρὶ τὸ ἀγέννητον, ἐν δὲ τῷ υἱῷ τὸ γεννητὸν, ἐν δὲ τῷ ἁγίῳ πνεύματι τὸ ἐκπορευτόν. καὶ αὖθις· ὑπόστασίς ἐστιν οὐσία μετά τινων ἰδιωμάτων τῷ ἀριθμῷ τῶν ὁμοειδῶν διαφέρουσα. τουτέστι πρόσωπον ὁμοούσιον τοῦ χαρακτῆρος καὶ τῆς ὑποστάσεως τοῦ πατρός. πρόσωπα δὲ λέγομεν ἐπὶ θεοῦ ἀσώματα καὶ ἀσχημάτιστα. τοῦ πατρὸς δὲ ἴδιον τὸ ἀγέννητον, τοῦ υἱοῦ τὸ γεννητὸν, τοῦ ἁγίου πνεύματος τὸ ἐκπορευτόν· κοινὸν δὲ ἡ θεότης καὶ ἡ βασιλεία. τρεῖς δὲ ὑποστάσεις ἐπὶ τῆς θεότητος ὡμολόγει· πατέρα, υἱὸν καὶ πνεῦμα ἅγιον. ὑπόστασίς ἐστι πᾶν τὸ ἰδίῳ προσώπῳ ἐμφαινόμενον. ὑπόστασίς ἐστιν οὐσία ἰδιάζουσα τοῖς χαρακτηριστικοῖς ἰδιώμασιν. ὑπόστασίς ἐστιν ἐνούσιος ἰδιότης. ὑπόστασίς ἐστι περιγραφὴ τὶς, ἑνὸς γνωριστικὴ πρὸς τὰ ὁμοειδῆ, κατὰ τὴν ἰδιότητα τὸ ἀκοινώνητον ἔχουσα. ὑπόστασίς ἐστιν οὐσία μετὰ οἰκείων ἰδιωμάτων ἀριθμῷ τῶν ὁμοειδῶν διαφέρουσα. ὑπόστασις λέγεται παρὰ τὸ ὑφεστάναι. τὸ τῆς ὑποστάσεως ὄνομα παρὰ τῇ θείᾳ γραφῇ τριχῶς λέγεται· τὸ καθʼ ἑαυτοῦ ὑπάρχον, οἷον· μνήσθητι, τίς μου ἡ ὑπόστασις· τὸ πλῆθος τῶν ὁμονοούντων, οἷον τό· ἐξῆλθον ἄνδρες ἀπὸ τῆς ὑποστάσεως τῶν ἀλλοφύλων· τὸ ἐνούσιον, οἷον τό· ἐν τῇ ὑποστάσει τῆς καυχήσεώς μου. ὑπόστασις καὶ πρόσωπον ταὐτό ἐστιν· ἄμφω γὰρ μερικόν τε καὶ ἴδιον, ὡς ἐφʼ ἑαυτῶν τὴν περιγραφὴν, ἀλλʼ οὐκ ἐν πλείοσι τὴν κατηγορίαν φυσικῶς κεκτημένων. ὑπόστασιν λέγομεν τὸ καθʼ ἑαυτοῦ ὑφεστὸς καὶ ἐν οὐδενὶ ἑτέρῳ συνθεωρούμενον, ὅπερ καὶ ἄτομον καλοῦσι τινές. ἄθροισμα δὲ συμβεβηκότων τοῦτο ἂν εἴη, ἅπερ ἅμα πάντες θεωροῦμεν, ὧν τὸ ἄθροισμα οὐδὲν πρόσεστιν ἑτέρῳ, πλὴν τοῦ ἑνὸς ᾧ πρόσεστι. ὑπόστασις ἐστὶ τὸ καθʼ ἑαυτὸ μόνον ὑφεστὸς, παντὸς δὲ ἑτέρου κεχωρισμένον, ἤτοι τὸ ἰδίοις τισὶ περιγεγραμμένον ὑποστατικοῖς γνωρίσμασιν. ὑπόστασις ἐστὶ τὸ καθʼ ἑαυτὸ διωρισμένον συνεστός. ὑπόστασις ἐστὶ πρᾶγμα ὑφεστός τε καὶ οὐσιῶδες, ἐν ᾧ τὸ ἄθροισμα τῶν συμβεβηκότων, ὡς ἐν ἑνὶ ὑποκειμένῳ πράγματι καὶ ἐνεργείᾳ, ὑφέστηκεν. ὑπόστασις ἐστὶν οὐσία μετὰ ἰδιωμάτων ἀριθμῷ τῶν ὁμογενῶν διαφέρουσα. ἐν ὑποστάσει δὲ τὸ καθʼ ἑαυτὸ οὐδαμῶς ὑφιστάμενον, ἐν ἄλλοις δὲ θεωρούμενον, ὡς εἶδος ἐν τοῖς ὑπʼ αὐτῷ ἀτόμοις. ἢ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γένεσιν συντιθέμενον. ὑποστάσεως ἴδιόν ἐστι τὸ καθʼ ἑαυτὴν ὁρᾶσθαι, καὶ τῶν ὁμοειδῶν κατʼ ἀριθμὸν διαστέλλεσθαι. Ὑπόστασίς ἐστι συνδρομὴ τῶν χαρακτηριστικῶν ἰδιωμάτων, τὸ ἄτομον καὶ τὸ ἰδικόν· τουτέστι τὸν δεῖνα ἄνθρωπον ἐκ τοῦ κοινοῦ διαστέλλουσα. ἢ συνδρομὴ τῶν περὶ ἕκαστον ἰδιωμάτων. ἢ διὰ τῶν χαρακτηριστικῶν ἰδιωμάτων ἐν τῷ τινὶ παριστῶσα καὶ διαγράφουσα τὸ κοινὸν καὶ ἀπερίγραπτον τῆς φύσεως. Ὑποστατικὴ οὖν ἕνωσίς ἐστιν ἡ τὰς διαφόρους οὐσίας ἤγουν φύσεις εἰς ἓν πρόσωπον καὶ μίαν τὴν αὐτὴν ὑπόστασιν συνάγουσά τε καὶ συνδέουσα. ὑποστατικὴ διαφορὰ τυγχάνει λόγος, καθʼ ὃν ἡ κατὰ ἄθροισμα τῶν ἐνθεωρουμένων ἰδιωμάτων κοινῶν τῆς οὐσίας ἑτερότης τέμνουσα κατὰ ἀριθμὸν ἄλλου ἀπʼ ἄλλου τὴν τῶν ἀτόμων ποιεῖται πληθύν. Ὑπιωγή. ἡ σκέπη. Ὑπυή. ἡ ἐξοχή. Ὑπώρεια. ἡ τοῦ ὄρους πλαγία σκοπιά. Ὑπωμοσία. τὸ ὑπερτίθεσθαι δίκην ἤγουν ἀναβάλλεσθαι. Ὑπόνοιαι πονηραί. οἷον δόξαι, δόγματα νόθα. οὕτως ὁ Ἀπόστολος. Ὑποτύπωσιν. ὑπόδειγμα, ἀπόδειξιν. ὁ Ἀπόστολος· πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπʼ αὐτῷ. — Οὐδέτερον. —Ὕπαρ ἐγρηγορός. ὀπτασία ἀληθής· ἀλήθεια οὐκ ἐν ὀνείρῳ. ἔστιν ὦ ῥῆμα, ὃ δηλοῖ τὸ ὑπάρχω. ἀφʼ οὗ ῥήματος ὄνομα ἂρ, ὡς σθένω σθέναρ, ἔδω ἔδαρ καὶ εἶδαρ, καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὕπαρ. Ὑπαὶ δείους. ὑπὸ φόβου. Ὑπέμβρυον. τὸ ἐπὶ τῇ θηλαζούσῃ νεογνόν. ἢ παρὰ τὸ ἔσω εἶναι βροτοῦ. Ὑπερτενές. ὑψηλόν. Ὑπέρτερον. ἀνώτερον, ὑπερέχον. Ὑπέρχολον. θυμῶδες. Ὑπερφυές. μεγαλεῖον. Ὑπέρβιον. ὑπερήφανον. Ὑπέρινον. λεπτόν. ἔστι ῥῆμα ἰνῶ, τὸ ἐκκενῶ. ὅθεν λεπτύνω καὶ ὀξύνω. ἐντεῦθεν ὑπέρινος, ὁ κατάξηρος, ἢ ὁ κενόσαρκος. Ὑπερῷον. οἴκημα ὑψηλόν· ἢ ἀνώγεον. ἐκ τοῦ οἶος, ὃ σημαίνει τὸν μόνον, καὶ τῆς ὑπὲρ προθέσεως ὑπεροῖον, καὶ αὐξήσει τοῦ ο εἰς ω μέγα ὑπερῶον. καὶ μένει τὸ ι προσγεγραμμένον. Ὑπερθετικόν. τὸ σύγκρισιν τοῦ πρωτοτύπου ἀσυγκρίτως δηλοῦν. Ὑπερεύχιον. Ὑπερώσιον. ἄπειρον. Ὕπαντρον. ὑπὸ σπήλαιον. Ὕπαιπα. τόπος. Ὑπεύχιον. ὑπερώσιον. ἄπειρον. Ὑπήτρια. οἱ μαστοί. Ὑπόβολον. ὑποκείμενον πρὸς δάνειον. Ὑπόγραμμα. ᾧ τοὺς ὀφθαλμοὺς ὑπογράφουσιν. Ὑπόγυον. ἐγγύτερον. τὸ νεωστὶ γινόμενον, τὸ πρόσφατον, τὸ πρὸ ὀλίγου. ἀπὸ τοῦ γυῖα, ὃ σημαίνει τὰς χεῖρας· διὰ γὰρ τῶν χειρῶν ἀποτελοῦνται τὰ ἔργα. ἢ παρὰ τὸ γύη, ὃ σημαίνει τὴν γῆν. ὁ μὲν οὖν ἀγὼν ὑπόγυος. Ὑπόδειγμα. σημεῖον. Ὑποζύγια. ὄνους ἢ ἡμιόνους. Ὑπομάζιον. τὸ θηλάζον βρέφος. Ὑποτίτθια. τὰ θηλάζοντα βρέφη. Ὑπόπυον. ἕλκους γέμον. Ὑπότριμμα. ἄλειμμα κατεσκευασμένον ἔκ τε φοινίκων καὶ μέλιτος καὶ ἄλλων τινῶν ἀρτυμάτων. ἀπὸ τῆς τρίψεως τῆς ἐν αὐτοῖς γινομένης. Ὑποχόνδρια. τὰ ὑπὸ τὸν λαγόνα. Ὑποκείμενον. αὐτὴ ἡ οὐσία. καθʼ ὑποκείμενον δὲ λέγει, ὅταν τὰ καθόλου τῶν μερικῶν κατηγορῆται. ὡς τὸ χρῶμα τοῦ λευκοῦ· καθʼ ὑποκειμένου γὰρ καὶ συνωνύμως κατηγορεῖται. ἐν ὑποκειμένῳ δὲ, ὡς ἐν ταῖς οὐσίαις τὰ συμβεβηκότα, οἷον ὡς τὸ λευκὸν ἐν τῷ κύκνῳ. διττὸν δὲ τὸ ὑποκείμενον· τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. καὶ πρὸς ὕπαρξιν μὲν ὑποκεῖσθαι λέγουσι τὴν οὐσίαν τοῖς συμβεβηκόσι· πρὸς κατηγορίαν δὲ τὰ μερικὰ τοῖς καθόλου. Ὑπώπια. τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιδνώματα. ἢ τραύματα, ἃ ἐν τῷ πυκτεύειν γίνεται. Ὕπαφρον. τὸ κρύφιον λέγει ὁ Ἱπποκράτης. καὶ ὁ Ψελλός· ὕπαφρον μὲν τὸ κρύφιον, πέζας τὰ πρὸς τοὺς πόδας. — Ῥῆμα. —Ὑπάγει. ἐξαπατᾷ. Ὑπάγουσιν. ἀντὶ τοῦ προάγουσιν. οὕτω Δημοσθένης. Ὑπακτέον. πορευτέον. ἐκ τοῦ ἄγω ἀκτέον. Ὑπαντιάζει. ὑπαντᾷ. Ὑπαΐξας. ὁρμήσας. Ὑπάρχει. οὐχ ἁπλῶς δηλοῖ τὸ εἶναι, ἀλλὰ τὸ πάλαι εἶναι, καὶ οἷον προϋπάρχειν. δηλοῖ δὲ καὶ τὸ ἄρχειν, οἷον· ὑπάρχειν μάχῃ. Ὑπαινίττεται. αἰνιγματωδῶς ἐμφαίνει. Ὑπειδόμενος. ὑφορώμενος. ἀπὸ τοῦ εἴδω. Ὑπειπεῖν. τὸ ὑπαγορεύειν. καὶ ὑπείπομεν ἀντὶ τοῦ προείπομεν. Ὑπεζωσμένος. περιβεβλημένος, ἐπισυρόμενος. Ὑπενόστησεν. ὑπανεχώρησεν. Ὑπέθηκε τὴν οὐσίαν ὁ δανειζόμενος· ὑπέθετο δʼ ὁ δανείζων. Δημοσθένης· ὑποθεὶς δὲ τὴν οὐσίαν τὴν ἐμαυτοῦ. Ὑπέδυ. ὑπεισῆλθεν. Ὑπενέγκοι. ὑπομείνῃ ἢ ἀνέξεται. ἢ ἀντὶ τοῦ καταδέξεται. Ὑπέσχετο. ἐπηγγείλατο. Ὑπερορᾷ. παραβλέπει. Ὑπερηνορεόντων. τῶν ὑπερεχόντων τῇ ἠνορέῃ καὶ τῇ δυνάμει καὶ τῇ ἀνδρείᾳ, τουτέστιν ἀνδρείων. ἢ τῶν ὑπὲρ δύναμιν φρονούντων. Ὑπερμαζᾷ. ὑπερτρυφᾷ· πλουτεῖ· στρηνιᾷ. μάζα γὰρ ἡ τροφή. Ὑπερφέρων. ὑπεράνω γενόμενος. Ὑπερφρονῶν. καταφρονῶν. Ὑπερώησαν. ὑπεχώρησαν. Ὑπερωρίσθη. ἐκ τῶν ὁρίων ἐξωρίσθη. Ὑπερανεστηκώς. ὑπερβεβηκώς. Ὑπερασπιῶ. ὑπερμαχῶ. Ὑπερηγάσθη. ἐθαυμάσθη. Ὑπέρκεισαι. ὑπερβάλλεις. Ὑπισχνεῖται. ἐπαγγέλλεται. Ὑπογενειάζων. λιτανεύων, παρακαλῶν. ἐκ τοῦ γενείου ἁπτόμενος. Ὑποθήσομαι. διδάξω. Ὑποκαθεῖναι. οἷον παύσασθαι χαλεπαίνοντα καὶ πραότερον γενέσθαι. ὑποκαθεῖναι τὰς ὀφρῦς· τὸ γὰρ ἄνω τείνειν τὰς ὀφρῦς ὀργῆς ἐστι σημεῖον. Ὑποκαθεῖσθαι. χαλᾶσθαι. ὑποκαθῆσθαι δὲ τὸ ὑποκαθέζεσθαι, ἦτα. Ὑποκρίνεσθαι. τὸ ἀποκρίνεσθαι ἔλεγον οἱ παλαιοί. καὶ ὑποκριτὴς ἐντεῦθεν ὁ ἀποκρινόμενος τῷ χορῷ. Ὑπολαβών. νοήσας. ἢ ἀποκριθείς· ἀντειπών· ἀντικρούσας. ἀμφότερα δὲ ἀπὸ τοῦ λήβω, τὸ λαμβάνω. Ὑπολαιμίσας. σφάξας. Ὑπολογισάμενος. ἐνθυμηθείς. Ὑποκορίζεται. σμικρύνεται. εὐτελίζεται. Ὑποκοριζόμενοι. κολακεύοντες· διασύροντες· ὑποκρινόμενοι. ὁ δὲ Δημοσθένης ἀντὶ τοῦ εὐφήμως λέγοντες ἐχρήσατο. καὶ τὸ ὑποκοριστικῶς λέγειν. Ὑπονομεύοντες. ἀντὶ τοῦ ὑπονόμους ὀρύττοντες. Ὑποσμύχει. ὑποκαίει. Ὑποσμήχει δὲ, ἀντὶ τοῦ καθαίρει, η. Ὑποστειλάμενος. ὑποκρυψάμενος. Ὑποστέλλεται. ὑποπτήσσει· δειλιᾷ· εὐλαβεῖται. ἢ ἀναδύεται, καὶ ὑποκρίνεται, καὶ φεύγει, καὶ δολιεύεται. Ὑποσκελίσει. ἀπατήσει. καὶ ὑποσκελισθήσεται ἀντὶ τοῦ ἀπατηθήσεται καὶ ἐμποδισθήσεται. Ὑποσταίη. ὑπόσχοιτο. Ὑποπτήσσει. φοβεῖται, δειλιᾷ. Ὑποδραμών. ὑπελθών. Ὑπουργεῖ. ὑπηρετεῖ. Ὑπόρωρεν. ὀρῶ τὸ ὁρμῶ· ὁ μέσος παρακείμενος ὦρα, ὁ παρατατικὸς ὄρωρα, καὶ τὸ τρίτον ὄρωρεν καὶ ὑπόρωρεν. Ὑπνοῦν τὸν θεὸν γέγραπται, ὅταν μακροθυμεῖ. ὡς τὸ, ἵνα τί ὑπνοῖς, κύριε; Ὑπωπιάζω. ἀπὸ τοῦ ἰπῶ, τὸ βλάπτω. ἰπούμενος ταῖς συμφοραῖς. ἀπὸ τοῦ ἰπῶ ἰπάζω καὶ ἐν ὑπερθέσει πιάζω. τοῦ δὲ πιέζω ἀναλογώτερόν ἐστι τὸ πιάζω, τροπῇ δὲ τοῦ α εἰς ε πιέζω. Ἴωνες μὲν καὶ Ἀττικοὶ πιέζω λέγουσιν· οἱ δὲ Δωριεῖς πιάζω. τὸ δὲ ἰπῶ γέγονε παρὰ τὸ ἶπος, ὃ σημαίνει τὴν παγίδα τῶν μυῶν. Ὑπωπτευκώς. ὑπολαβών. Ὑποτύφοντας. ὑποφλέγοντας, ὑποκαίοντας. Ὑποτιθέμενος. συμβουλεύων. ὁ Ἀπόστολος· ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλῶς, ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ. Ὑπωπιάζω. δαμάζω. — Ἐπίῤῥημα. —Ὑπένερθεν. κάτωθεν. Ὑπόδοντα. κρυφίως. Ὑπέρευγε. καλῶς ἀπεκρίθητε. Ὑπούλως. δολίως. Ὑποβλήδην. ὑποβαλών. λόγος ὑποκρουστικὸς ἔτι λέγοντος τινός. ἔστι ῥῆμα βλῶ. γίνεται δὲ ἀπὸ τοῦ βάλλω, κατὰ συγκοπήν. ὁ μέλλων βλήσω. ἀπὸ τούτου γίνεται ἐπίῤῥημα βλήδην καὶ ἐν συνθέσει ὑποβλήδην. ἤγουν τὸ ὑποβαλεῖν λόγον, μηδέπω τὴν ὁμιλίαν τοῦ διαλεγομένου τελέσαντος. Ὑπερκοσμίως. ἀγγελικῶς. τοῦ θεολόγου· μὴ κοσμικῶς, ἀλλʼ ὑπερκοσμίως. Τὸ Υ μετὰ τοῦ Ρ. — Ἀρσενικόν. —Ὑριδύς· Ὑριεύς· Ὕρτακος· Ὑῤῥοιάδης. ὀνόματα κύρια. — Θηλυκόν. —Ὕῤῥα. κύριον. Ὑῤῥίη καὶ Ὑῤῥίνη. πόλεις. Ὑρκανία. χώρα καὶ τόπος. καὶ Ὑρμίνη. Ὑῤῥίδα. σπυρίδα. καὶ ὑρισσὸς, ἀγγεῖον πλεκτὸν, εἰς ὃ σῦκα ἐμβάλλουσιν. Τὸ Υ μετὰ τοῦ Σ. — Ἀρσενικόν. —Ὑσσάκους. τοὺς πασσάλους φησὶν Ἀριστοφάνης. Ὑσήτηρος. ῥυπώδης. Ὕσκανις. ποταμός. Ὑσμινίας. κύριον. Ὑσσός. τὸ δόρυ. τὸ κοντάριον. Ὗς. ὁ χοῖρος ἢ συάγρος. εἰ μὲν παρὰ τὸ σύω, τὸ ὁρμῶ, σῦς καὶ ἀφαιρέσει τοῦ ς ὗς· εἰ δὲ ἀπὸ τοῦ ὕεσθαι, οὐκέτι ἀποβολῇ τοῦ ς. καί· ὗς διὰ ῥόδων. ἐπὶ σκαιῶν τάττεται ἡ παροιμία. Ὕστατος. ὁ ἔσχατος, ὁ ὕστερος. παρὰ τὴν ὑπὸ πρόθεσιν ὑπότατος, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ ς ὕστατος. Ὕστερος. ὥσπερ παρὰ τὴν πρὸ πρότερος, οὕτως καὶ παρὰ τὴν ὑπὸ ὑπότερος καὶ ὕστερος. προόντος γὰρ ἑτέρου λέγεταί τις ὕστερος. ὥστε πλεονασμός ἐστι τοῦ ς. Ὕσπληξ. φραγγέλιον. ἀφετηρία. βούκεντρον. ἢ μύωψ ὁ πλήσσων τοὺς βοῦς. εἴρηται ἀπὸ τῶν τριχῶν τῶν ὑείων γίνεσθαι. οἶμαι δὲ ἀφετηρία ἐκ τοῦ ἐκεῖσε πλήσσεσθαι τῇ μάστιγι τοὺς ἵππους. ἢ παρὰ τὴν ὑπὸ πρόθεσιν ὑπόπληξ, καὶ συγκοπῇ τῆς πο συλλαβῆς καὶ πλεονασμῷ τοῦ ς ὕσπληξ. ὕσπληξ καὶ ὁ σιδηροῦς ὀχεὺς, ὃν λάμναν καλοῦσιν. — Θηλυκόν. —Ὕσκα. ὀψάριον καὶ ξύλον, ἐν ᾧ ἅπτεται τὸ πῦρ. Ὑσμίνη. ἡ μάχη. Ὑστεροβουλία. μεταμέλεια. Ὑστριχίς. ζῶον. ὑστρηχὶς δὲ μάστιξ ἡ ἐξ ὑείων τριχῶν. η τὸ στρη. καὶ ὕστρηξ ὁμοίως. Ὕσχη. εἶδος βοτάνης. Ὑσοίπη. ὁ ῥύπος. τοῦ Ψελλοῦ· ὑσοίπηρος ὁ ῥυπαρὸς, ὑσοίπη γὰρ ὁ ῥύπος. — Οὐδέτερον. —Ὕστατον. τὸ ἔσχατον. Ὑστέλειον. ὄρος. καὶ Ὑστερεῖον. Ὕσσωπον καὶ ὁ ὕσσωπος. βοτάνη καθαρτικὴ τῶν κατὰ στόμαχον πεπλεγμένων φλεγμάτων, διὰ τὴν ἐν αὐτῷ θερμότητα. — Ῥῆμα. —Ὑσθῆναι καὶ ὑσθῆσαι καὶ ὕσθην. ἀντὶ τοῦ ἐβράχην. Ὑστερήσαντες. Ὑστερούμεθα. ἀντὶ τοῦ ἐλαττούμεθα παρὰ τῷ θεῷ. οὔτε, ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. Τὸ Υ μετὰ τοῦ Φ. — Ἀρσενικόν. —Ὕφασις. ποταμός. Ὑφηγητής. ἐξηγητής. — Θηλυκόν. —Ὕφαλος πέτρα. ἡ ὑπὸ τῆς θαλάσσης κεκρυμμένη, ἥτις ὕδωρ ὀλίγον ἐπικείμενον ἔχουσα γίνεται τοῖς πλέουσι κινδύνου παραίτιος. καὶ ὕφαλος φάτις, ἡ κρυφία φαντασία. Ὕφασις. ὑπόβασις· ταπείνωσις· ὑποκατάβασις· ἔνδοσις. Ὑφή. ἡ πλοκή. καὶ ὑφὲν, συνάφεια ἐκ δύο λέξεων συγκειμένη. ὠνόμασται δὲ ὑφὲν παρὰ τὸ ἑνοῦν τὰς λέξεις, καὶ ἐν τῷ ἅμα ποιεῖν αὐτὰς ἀναγινώσκεσθαι. καὶ ὑφὲν ἀντὶ τοῦ ὁμοῦ. Ὑφεδρίαν. τὴν κάτω καθέδραν λέγει ὁ Θεολόγος, ἤγουν τὸν τοῦ πρεσβυτέρου βαθμόν. προεδρίαν δὲ τὴν ἐπισκοπήν. — Ῥῆμα. —Ὑφέντες. ἵημι, ὁ δεύτερος ἧν, ἡ μετοχὴ εἵς, ἕντος, ἕντες, καὶ ὑφέντες. Ὑφειμένον. ταπεινόν. ὑποβεβηκός. δευτερεῦον. ὑποχείριον. Ὑφειμένος. ἐνδεδυμένος. Ὑφεξαίρειν. λαμβάνειν. ἐπαίρειν. Ὑφεῖται. συγχωρεῖται. Ὑφηγοῦμαι. διηγοῦμαι· ἐξηγοῦμαι. Ὑφήναι. ἀντὶ τοῦ ὑφάναι. Ὑφίει. συνεχώρει. Ὑφιείς. ὑπενδούς. Ὑφεῖναι. ἐνδοῦναι. Ὑφιέντες. ἐλαττοῦντες. ὑποσυγκαταβαίνοντες. Ὑφείλετο. κατέσχεν. Ὑφιζάνοντι. ὑποκαθημένῳ. Ὑφόωσιν. ἀντὶ τοῦ ὑφαίνουσιν. Ὑφαίνω. παρὰ τὸ εἷς, ὃ σημαίνει τὸν ἀριθμὸν, γέγονεν αἱνῶ, καὶ μετὰ τῆς ὑπὸ προθέσεως καὶ ἐν συνθέσει ὑφαίνω. οἱ γὰρ ὑφαίνοντες τὰ διῃρημένα καὶ κεχωρισμένα εἰς ἓν μάλιστα σπεύδουσιν ἄγειν. οὕτω Θεόγνωστος. Ὑφωρώμην. ὑπενόουν. Τὸ Υ μετὰ τοῦ Ψ. — Ἀρσενικόν. —Ὑψαύχην. ὁ ἀλαζὼν, ὁ ὑψηλόφρων. Ὑψήγορος. μεγαλήγορος. Ὑψηλόφρων. ἐπῃρμένος. Ὑψηχής. ὁ ὑψαύχην. Ὑψηχέες. παρὰ τὸ εἰς ὕψος ἐμφέρειν τῶν ποδῶν τὸν ἦχον. —ὑψηχέες ἵπποι. Ὑψίζυγος. ὁ ἐν ὕψει ἔχων τὴν καθέδραν, καὶ πάντων ὢν κυβερνήτης. ζυγὸς δὲ ἡ καθέδρα τῶν κωπηλατῶν. ἢ καὶ ὁ ἐν ὕψει ζυγοστατῶν καὶ ταλαντεύων τὰς μοίρας. λέγουσι δὲ τὸν Δία οἱ Ἕλληνες. Ὑψιβρεμέτης. ὁ ἐν ὕψει βροντῶν. βρέμω γὰρ τὸ ἠχῶ. Ὑψίκομος. ὁ ἐν ὕψει θάλλων, ἢ ὁ ἐν ὕψει τὴν κόμην ἔχων. Ὑίζων. ὄνομα ποταμοῦ. Ὑψιπέτης. ὁ εἰς ὕψος πετόμενος. ὑψιπετὴς δὲ, ὁ ἀπὸ ὕψους πεσών. Ὑψιστάριος. ὁ τὸν ὕψιστον καλῶν. — Θηλυκόν. —Ὕψωσις. ἔπαρσις. Ὑψηγορίαν. τὴν ὑψηλὴν θεολογίαν. ὁ θεολόγος φησίν. — Οὐδέτερον. —Ὑψηρεφές. μεγάλην ἔχον σκιὰν καὶ σκέπην. Ὑψηλόν. τὸ πλεῖστον ἀπέχον τοῦ μέσου. Ὑψιπέτηλον. εἰς ὕψος ἔχον τὰ φύλλα. Ὕψος. παρὰ τὸ ὄπτω, τὸ βλέπω, ὄψος, καὶ τροπῇ Αἰολικῇ τοῦ ο εἰς υ ὕψος. ὡς καὶ ὅμοιον ἕμιον. ἀφʼ οὗ ἐστιν ὁρᾷν. Ὑψῶ. μεγαλύνω, δοξάζω. καὶ ὑψώσω. Ὕψι. ἐφʼ ὕψους. Ὑψόθι. ὑψόσε. Ὑψοῦ. ἀντὶ τοῦ ἐφʼ ὕψους.