eul_wid: yem-aas
DOI 10.5281/zenodo.20335421

Lexicon: Letter Τ by Pseudo-Zonaras

Τ. Τὸ Τ μετὰ τοῦ Α. — Ἀρσενικόν. —Ταγός. ὁ ἡγεμών. Ταγὼς δὲ, κύριον, μέγα. Ταγὴν, ταγῆνος. τὸ τηγάνιον, ἰωνικῶς. Ταγήν. τὸ κόσκινον. Ταγηνίας. πέμματα ἐστὶν ἀπὸ τηγάνων, ἐκ στέατος ὑγροῦ καὶ τυροῦ, καὶ μέλιτος καὶ σταφίδος. καὶ ἡ ταγηνία. Τάλαρος. ὁ καλαθίσκος, ὁ εἰς τυρὸν ἐπιτήδειος. Τάλως. κύριον. Ταλαίπωρος. ἐπίπονος, ἄθλιος. παρὰ τὸ τάλος καὶ τὴν ὥραν. ταλάωρος καὶ ταλαίπωρος. Τάλας. ὁ ἄθλιος, ὁ καρτερικός. παρὰ τὸ τάλλω, τὸ κακοπαθῶ. καὶ Ἡσίοδος· ἐτρέφετʼ ἀτάλλων. ἀντὶ τοῦ μὴ κακοπαθῶν. Ταδεήλ. ἀγαθὸς κύριος. Τακερός. οἰκτρός. κατάξηρος. Τακτικοῖς. στρατιώταις. Ταμεσίχροα. τμητικὸν τοῦ χρωτός. παρὰ τὸ ταμῶ, ταμέσω. Ταμίας. ὁ κελλάριος· ὁ δεσπότης. ἀπὸ τοῦ τετμῆσθαι αὐτῷ τὴν ἐξουσίαν. ἢ παρὰ τὸ τέμνειν αὐτὸν καὶ ἀπομερίζειν τοῖς ἄλλοις. καὶ ταμειοῦχος, ὁ διοικητής. τοῦτο δίφθογγον. Τάναϊς. ποταμός. καὶ Τάνις. ἢ Τάνις πόλις Αἰγυπτιακὴ, ἐν ᾗ τὰ βασίλεια τοῦ Φαραώ. Ταλασιουργός. ὁ ἐξαμμιττοποιός· ὁ βλαττᾶς, ἢ ὁ ἱερουργός. Ταντάλειοι. τρομικοί. Ταώς· καὶ ταὼν, ταῶνος. ὄρνεον, ὅ φασιν εἶναι βασιλέα πάντων τῶν πτηνῶν. Ταών. παρὰ τὸ τείνειν τὸ χρύσειον οὐραῖον. Τανηλεγής. ὁ μακρὸν κοίμημα ἔχων, τουτέστιν αἰώνιον. παρὰ τὸ λέγω, τὸ κοιμῶμαι, καὶ τὸ ταναὸν, ταναλεγὴς καὶ τανηλεγής. ἢ παρὰ τὸ τῆλε, ταλαλεγὴς καὶ τανηλεγής. Ταλαπείριος. ὁ ὑπομονητικός· ὁ ταλάπηρος. καὶ ταλασιουργός. Τάπητας. ἐπιβόλαια ἢ στρώματα. παρὰ τὸ θάλπω, θάλπις, καὶ μεταθέσει τοῦ θ εἰς τ, καὶ ἀποβολῇ τοῦ λ, τάπις. Ταπεινός. ὡς ἀπὸ τοῦ ὄνος γίνεται ὀνεινὸς, οὕτω καὶ ἀπὸ τοῦ ἔδαφος ἐδαφεινὸς, καὶ ἀποβολῇ τοῦ ε, καὶ τροπῇ τοῦ δ εἰς τ, καὶ τοῦ φ εἰς π, ταπεινός. ἢ παρὰ τὸ πέδον πεδεινὸς, καὶ συγκοπῇ καὶ τροπῇ ταπεινός. ἢ παρὰ τὸ πάτος γίνεται, οἱονεὶ ὁ πατούμενος, καὶ ἐκεῖθεν πατεινὸς καὶ ἐν ὑπερβιβασμῷ ταπεινός. ἢ παρὰ τὸ τάπης, τάπητος, ταπητεινὸς, καὶ συγκοπῇ ταπεινός. Ταξίαρχος. ἡγεμών. Ταρσός. ἢ τὸ πλάτος τοῦ ποδὸς, ἢ τὸ ἄκρον τῆς χειρός. παρὰ τὸ ταρσαίνεσθαι, ὅ ἐστι ξηραίνεσθαι. ἄσαρκον γὰρ τὸ πρὸς τοὺς δακτύλους μέρος. Ταρσὸς καὶ ὄνομα πόλεως ἐν Κιλικίᾳ. Τάρταρος. ὁ κατώτατος τοῦ ᾅδου τόπος. οἱ δὲ τὸν περὶ τὰ νέφη τόπον. Τάῤῥοθος. βοηθός. Τάρις. ποταμός. Ταξίλοι. ἔθνος. Τάοχοι. ἔθνος. Ταῦροι. Σκυθικὸν ἔθνος. οἵτινες τιμῶσιν, ὡς οἱ Αἰγύπτιοι, τοὺς βοῦς καὶ Ἄπιν. Ταῦρος. ὁ ὑπὸ τῶν Ἀχαιῶν τόπος ὠνόμασται παρὰ τὴν τάσιν. Ταυρομενίτης. τοπικόν. Τάφος. ὅπου τίθεται τὰ λείψανα. παρὰ τὸ θῶ καὶ τιθῶ παράγωγον θάπτω. καὶ πάλιν τροπῇ τοῦ θ εἰς τ καὶ τοῦ π εἰς φ τάφος. περιττὸν γὰρ τὸ τ ἐν τῷ ῥήματι. Ταχυπῶλος. ὁ ταχεῖς πώλους ἔχων. Τάμισος. ἡ πιτύα. τοῦ Ψελλοῦ· ὀῤῥὸς τὸ γάλα πέφυκε, τάμισος ἡ πιτύα. Ταρσός. ὁ καλαθίσκος. καὶ τὸ πλατὺ τῆς κώπης. Ταλαιπείριος. τληπαθής. Ὅμηρος· —ἱκέτην ταλαιπείριον ἀντιάσαντα. — Θηλυκόν. —Ταβερνῶν. καπηλείων. Ταβιθά. κύριον. Ταϊφά. πόλις Αἰγύπτου. ἐξ ἧς καὶ Ταϊφάλη. Ταννία. ὁ στέφανος. παρὰ τὸ ταννύω. οὕτως Ὦρος ὁ Μιλήσιος. Ταλασία. νεουργία. Τάλις. ἡ νύμφη. Τανυγλώχιν. ἡ μακρὰς γωνίας ἔχουσα. Τάξις. ἀκολουθία. Τάξις ἐστὶν ἐργασία ὁμοιότητος πρὸς ἄλληλα πάντων τῶν ὄντων καὶ συμμετρία, γινομένη αἰτία κοινωνίας τῶν πρὸς ἄλληλα παντὸς τοῦ ὄντος. Ταρφειαί. πυκναί. Ταραχή. παρὰ τὸ ῥᾷον χεῖσθαι. γίνεται παρὰ τὸ ταράσσω. Ταραντιναρχίαι. δύο ἴλαι ἱππέων, ἀνδρῶν διακοσίων πεντηκονταέξ. Ταραντιναὶ βαφαί. οἶμαι τὰ ἁλιουργὰ λέγειν. ἢ ἀπὸ ὀστρέου. ἢ ταραντεινὸν τὸ λεπτὸν ὕφασμα. οὐ πάντως πορφυροῦν, ὥς τινες ὑπέλαβον. Ταυτότης. κατὰ τρεῖς τρόπους λαμβάνεται. ἔστι γὰρ ταυτὸν τῷ γένει, ὡς ὅταν εἴπωμεν ταυτὸν εἶναι τῷ γένει τὸν ἄνθρωπον καὶ τὸν ἵππον, καθὸ ἀμφότερα ζῶα εἰσίν. ἔστι ταυτὸν καὶ τῷ εἴδει, ὡς ὅταν τὸν Πέτρον καὶ τὸν Ἰωάννην ταυτὸν λέγωμεν εἶναι τῷ εἴδει, καθὸ ἀμφότεροι ἄνθρωποι εἰσί. πάλιν ταυτόν ἐστι καὶ τῷ ἀριθμῷ, ὡς ὅταν εἴπωμεν τὸν Πέτρον ἑαυτῷ ταυτὸν εἶναι. καὶ ἡ διαφορὰ γὰρ τριχῶς λαμβάνεται. ἔστι γὰρ διαφορὰ τῷ γένει, καὶ διαφορὰ τῷ εἴδει, καὶ διαφορὰ τῷ ἀριθμῷ. ταυτότης πάλιν ἐστὶν ἀπαραλλαξία, καθʼ ἣν ὁ τοῦ σημαινομένου λόγος τὸ πάντη κέκτηται μοναδικὸν, μηδενὶ τρόπῳ διαφορᾶς γνωριζόμενον. Ταλαεργός. ὁ τὴν γῆν ἐργαζόμενος. βοῦς ταλαεργούς. Ταναόν. τὸ πῦρ. τὸ διὰ λεπτότητα τεινόμενόν τε καὶ διεκπίπτον διὰ τῶν σπέκλων. Τάφρος. τὸ παρὰ τὸ τεῖχος ὄρυγμα. πλεονασμῷ τοῦ τ, παρὰ τὸ ἀποφέρεσθαί τι ἐν τῷ σκάπτεσθαι. ἄφερος καὶ ἄφρος καὶ τάφρος. ἢ παρὰ τὸ φέρω, ἄφρος καὶ τάφρος. Ταχυπλόων. γοργυπλόων. ταχυπλόων νηῶν. Τάγηνον. τοῦτο οἱ Ἰώνων τινὲς τήγανον λέγουσι. ἀπὸ τοῦ τήκω, τήκανον, καὶ τήγανον, καὶ καθʼ ὑπέρθεσιν τάγηνον. Ταίναρον· καὶ Ταιρώνιον. ἀκρωτήριον. Τάλαντον. λίτραι ρκεʹ. παρὰ τὸ ταίνω ῥῆμα, ὃ κατὰ ἀναδιπλασιασμὸν τιταίνω. ὡς καὶ τὸ ταινία. καὶ ὡς φαίνω, φαντὸς καὶ ἄφαντος, καὶ χραίνω, χραντὸς καὶ ἄχραντος, οὕτω ταίνω, ταντὸς καὶ τὸ οὐδέτερον ταντὸν, καὶ πλεονασμῷ τοῦ αλ τάλαντον, καὶ ἐν συνθέσει ἀτάλαντον ἀντὶ τοῦ ὁμοτάλαντον. ἢ παρὰ τὸ ταλαὸν καὶ ὑπομονητικὸν τοῦ βάρους. σημαίνει δὲ ζυγὸν καὶ ἄλλα πολλά. Ταληθά. κοράσιον. Τανυηκές. τὸ μακρόν. τὸ μέχρι πολλοῦ ἧκον. τὸ τεταμμένην ἔχον τὴν ἀκὴν, ἢ αἰχμὴν ἠκονημένην. Τανύφλοιον. μακρόφλοιον. Ταρπέϊνον. ὄρος. Ταριχευτόν. πᾶν τὸ παττόμενον ἅλατι. καὶ τάριχος παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἴσχνεσθαι. ἢ παρὰ τὸ γάρη ἔχειν, τροπῇ τοῦ γ εἰς τὸ ταῦ. Ταριχευτὸν ὄψον. ὁ καλούμενος λάρδος. ἢ τὸ ἀπόκτιν. Τάῤῥωμα. ἡ κωπηλασία. Ταυτόν. ὅμοιον. Ταῦ. τὸ στοιχεῖον. Τάγματι. ἀξιώματι. καὶ ὁ Ἀπόστολος· ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι. τοῦτο δὲ λέγει, ἐν οἷς ἐστιν, ἄξιος ἔσται. — Ῥῆμα. —Ταινιοῦται. στεφανοῦται. Ταλαντεύουσι. σταθμίζουσι. ζυγοστατοῦσι. Ταλαντουμένην. τὴν δὲ γῆν ταλαντουμένην ἀνωμάλως σείεσθαι μὲν ὑπʼ ἐκείνων· μεταφορικῶς δὲ ἀπὸ τῶν ζυγῶν, ἐπεὶ ὁ ζυγὸς τάλαντον λέγεται. καὶ ὑπερταλαντᾷν τὸ ὑπερβαρεῖν. Τάλλω. κακοπαθῶ. Ταλανίζει. ἄθλιον ἀποκαλεῖ. Τάμῃς. κόψῃς. Τανύσας. ἁπλώσας. Τάρπημεν καὶ ταρπήομεν. ἀντὶ τοῦ ἐκορέσθημεν. Ταρχύσουσι. θάψουσιν. ἀπὸ τῆς ταραχῆς τῆς ἐν τοῖς νεκροῖς γενομένης ἐν τῷ θάπτειν αὐτούς. Ταρβῶ. τὸ φοβοῦμαι. παρὰ τὸ ταράσσειν τὴν βοήν. Ταράσσειν. παρὰ τὸ ῥῶ, τὸ φθείρω, ῥάσσω καὶ ταράσσω. Ταριχεύειν καὶ ταριχεύσειν. τὸ τήκειν καὶ ξηραίνειν. Ταφρεῦσαι. σκάψαι· ὀρύξαι. Ταφών. θαμβηθείς. ἐκπλαγείς. ἢ θαυμάσας. ἔστι δὲ δεύτερος ἀόριστος ἐκ τοῦ θήπω, τὸ θαυμάζω, ἔθαπον, καὶ ἔταφον, καὶ ἰωνικῶς ταφών. ἡ μεταφορὰ ἐκ τῶν τάφων. καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα διὰ τὸ ἐπεισερχόμενον ἡμῖν δεινόν. καὶ τάφος, ἡ ἔκπληξις, ἀπὸ τῆς ὁμοίας ἐτυμολογίας. — Ἐπίῤῥημα. —Ταυρηδόν. δίκην ταύρου. Ταύτητοι. οὕτως, ἢ διὰ τοῦτο. ταυτὶ δὲ ἀντὶ τοῦ διὰ ταῦτα, ι. Τάχα. ἀντὶ τοῦ ταχέως. Τὸ Τ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —Τεινῳδός. παρὰ τὸ ἐκτείνειν τὴν ᾠδήν. Τέκτων. λεπτουργός. Τεκτόσαγες. ἐθνικόν. Τέκμωρ. τέλος· τεκμήριον. καὶ ὁ υἱός. παρὰ τὸ τέκω, τέκωρ, καὶ πλεονασμῷ τοῦ μ τέκμωρ. Τελλὴν, Τελλῆνος, καὶ Τέλις, Τέλιδος. ὀνόματα κύρια. Τελαμών. ὁ ἀναφορεὺς λῶρος τῆς ἀσπίδος. Τελχῖνες. φθονεροὶ δαίμονες. βάσκανοι. παρὰ τὸ θέλγειν καὶ ἐξαπατᾷν ἡμᾶς. Τελῶναι. οἱ ἀδικηταί. οἱ καταλλάκται. οἱ τὰ τέλη ἀγοράζοντες. τελώνης ἐστὶ καὶ ὁ τὰς ὑπαντήσεις ὠνούμενος τῶν δημοσίων συντελειῶν. Τελεσφόρος. τέλειος μάντις. ἐγγαστρίμυθος. Τέμμικες. οἱ νεωτοί. Τεναγώδης. τόπος ἐλαφρὸς, ὕδατι καλυπτόμενος καὶ σκεπόμενος, οἷον εἰπεῖν βορβορώδης. Τενέαιθος. ὄνομα ποταμοῦ. Τένθης. ὁ γαστρίμαργος. Τένοντας. τραχήλους· τὰ διατεταμένα νεῦρα. ἀπὸ τῆς τάσεως. Τέο. ἀντὶ τοῦ τίνος. Τερέβινθος. εἶδος φυτοῦ. Τερμιόεις. ὁ μέγας. καὶ τερμιόεσσα, ἡ ἀποτερματίζουσα καὶ οἷον μεγάλη. Τερατοσκόπος. μάντις. Τερπικέραυνος. ὁ τοῖς κακοῖς τερπόμενος. ἢ τὸν τερπόμενον τοῖς κεραυνοῖς. ἢ τὸν τοὺς ἐναντίους τρέποντα τῷ κεραυνῷ. Τεριναῖος κόλπος. πέραμα τῆς Τύρου. Τειρεσίας. κύριον. ὃς ἦν μάντις. Τετράρχης. ὁ υἱὸς τοῦ Ἡρώδου τοῦ ἀνελόντος τὰ βρέφη. ὡς τὸ τέταρτον μέρος τῆς βασιλείας τοῦ πατρὸς αὐτοῦ διέπων. Τέττα. προσφώνησις τιμητικὴ νεωτέρου πρὸς παλαιότερον. ἀπὸ τοῦ ἄττα κατὰ ἀναδιπλασιασμὸν τέττα. Τέττιξ. παρὰ τὸ τάττω, τάττιξ καὶ τέττιξ. ὁ τεταγμένον ἔχων τὸν καιρὸν τοῦ ᾄδειν. Τελαμών. ὁ ἀναφορεὺς τῆς ἀσπίδος λῶρος. ἢ τὸ ξίφος. παρὰ τὸ ταλάσσω, ταλαμὼν, καὶ τροπῇ τοῦ α εἰς ε τελαμών. ἢ ὁ πλατὺς ἱμὰς τῆς ἀσπίδος, ἀφʼ οὗ ἤρτηται ἡ ἀσπίς. ἀπὸ τοῦ τείνεσθαι τὸν ἱμάντα. Τεύτονες. οἱ Ῥωμαῖοι. Τετράτρυφον. τέσσαρα ἔχοντα κλάσματα. Ἡσίοδος· ἄρτον δειπνήσας τετράτρυφον ὀκτάβλωμον. Τελμισσός. ὄνομα ποταμοῦ. — Θηλυκόν. —Τεῆς. τῆς σῆς, τῆς ἰδίας. Τειρεσία. ἡ μαντεία. καὶ Τειρεσίας, κύριον· ὃς ἦν μάντις. Τελετή. μυστηρίων ἀποτέλεσις, τελείωσις ἢ θυσία μυστηριώδης. ὁ δὲ Μιλήσιος Ὦρος λέγει, ὅτι τελετὰς καλοῦμεν τὰς ἐπὶ μείζους καὶ μετά τινος παραδόσεως τελετὰς τῶν εἰς αὐτοὺς δαπανημάτων ἕνεκεν. τελεῖν γὰρ τὸ δαπανᾷν. Τελεταρχία. ἡ τῶν τελετῶν ἢ τῶν τελουμένων ἄρχουσα. Τελμισός. πόλις. Τερμησὸς δὲ, η. Τέμικος. ὄνομα πόλεως Κρητικῆς. Τέρεντος. ὄνομα πόλεως. Τέρμινθος καὶ τέρμινθα. ἐμφερὲς λίνῳ φυτὸν, ἐξ οὗ πλέκεσθαι φασὶν ὁρμιὰς χρειώδεις ἐς τὰ πάντα καὶ πρὸς ἀλεξιφάρμακα. λέγεται καὶ τέργυνθος. Τεσσαρακονταετηρὶς, καὶ τριακονταετηρίς. ἡ διὰ τεσσάρων δεκάδων συνισταμένη ἢ τριῶν ἀρίθμησις. Τερατολογία. ψευδολογία· οἷον θαυμαστὰ καὶ παράδοξα μυθεύουσα. Τερθρεία. ἡ λεπτολογία. ἔστι γάρ τοι σχοινίον ἐν τοῖς πλοίοις λεπτὸν, ὃ καλεῖται τέρθρον. οἷον τέρετρον· διατετρύπηται γὰρ, καὶ τὰ ἄκρα τῶν σινδονίων. ἐκεῖνο δὲ λέγομεν, ἀφʼ οὗ ἤρτηται τοῦ ἱστοῦ ἡ κεραία. ἄλλοι δὲ τερθρείαν λέγουσι τὴν φλυαρίαν, τὴν ἐν δύο μέρεσι καλουμένην μάχην. τερθρία δὲ, ἡ πνοὴ, ι. Τετάρτην φυλακήν. τὴν τριωρίαν λέγει ἤτοι τὴν τρίτην ὥραν τὴν μετὰ τὴν ἐννάτην ὥραν τῆς νυκτός. Τετρακτύς. ταύτην οἱ Πυθαγορικοὶ ἐτίμων διὰ τὰ τέσσαρα στοιχεῖα, τὸ πῦρ, τὸν ἀέρα, τὸ ὕδωρ, τὴν γῆν, ἐξ ὧν καὶ τὰ σώματα συνίσταται. Τευθίς. φάγοις δὲ καὶ πόπανα καὶ τὰς τευθίδας ἀμυγδάλων γέμοντα καὶ κωναρίων. Τεχνολογία. περιποίησις τῆς τῶν λόγων φύσεως ἐπὶ σκοπῷ τοῦ περιγενέσθαι. Τέχνη. ὁ δόλος. Τέχνη. μέθοδος ἐνεργοῦσα τῷ βίῳ τὸ συμφέρον. ἢ νοημάτων σύστημα κατατετριμμένον. ἢ κτῆμα τιμιώτατον καὶ κατὰ πολὺ χρησιμώτατον τοῖς πᾶσιν ἀνθρώποις τοῖς ἐν τῷ βίῳ. ἢ σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένον. σύστημα δέ ἐστι τὸ πλῆθος, οἱονεὶ ἑκάστου τεχνίτου τὸ ἐργαλεῖον. ἐκ καταλήψεων δὲ, ἤτοι ἐξ ἐφευρέσεων. οὐ γὰρ ἀθρόως αἱ τέχναι εὕρηνται, ἀλλʼ ἄλλος ἄλλό τι εὗρεν· ὁ μὲν, τρύπανον· ὁ δὲ, τὸ εἰς κάλλος ἀποξέειν τὰ ξύλα. καὶ ταῦτα πάντα ὁμοῦ συνελθόντα ἀπετέλεσαν τὴν τέχνην. ἐγγεγυμνασμένον δέ ἐστι τὸ οἱονεὶ φανερὸν καὶ δεδοκιμασμένον. γυμνάσαι γὰρ λέγομεν τὸ εἰς φῶς ἀγαγεῖν. τέχνη δὲ, παρὰ τὸ τεύχω, τὸ κατασκευάζω. γίνεται τευχάνη, καὶ ἐν συγκοπῇ τέχνη. διχῶς δὲ ἡ τέχνη· λογικὴ καὶ πρακτική. καὶ λογικὸς καλεῖται, ὅστις μετὰ λόγου πράττει, οἷον γραμματικὸς, ῥήτωρ· πρακτικὸς δὲ, ὅς τι μετὰ τῶν λοιπῶν μερῶν τοῦ σώματος καὶ τῶν χειρῶν, οἷον τέκτων, χαλκεὺς καὶ τὰ ὅμοια. διαφέρει δὲ ἡ λογικὴ τῆς πρακτικῆς, ὅτι τὴν μὲν λογικὴν μόνος ὁ ἄνθρωπος ἐπίσταται, τὴν δὲ πρακτικὴν καί τινα τῶν ἀλόγων ζώων. Τευκτήν. κατασκευαστήν· χειροποίητον. — Οὐδέτερον. —Τέγος. δωμάτιον, στέγη. Τέγεον. τόπος. καὶ Νέμεον, τόπος. Τέθριππον. τὸ ἐκ τεσσάρων ἵππων ἅρμα. Τείρεα. τὰ ἄστρα. παρὰ τὸ εἴρω, τὸ λέγω, εἴρεα, καὶ πλεονασμῷ τοῦ τ τείρεα· καὶ γὰρ τὰ ἄστρα σημαίνουσι σημασίαν τινά. ἢ παρὰ τὸ τέρας, τὸ σημεῖον. ἢ παρὰ τὸ τείρω, τὸ καταπονῶ· πολλοὶ γὰρ κατεπόνθησαν ἀστρόβλητοι, ὥσπερ καὶ ἐμβρόντητοι. Τειχίδιον. τὸ μικρὸν τεῖχος. καὶ τειχίον. Τεκμήριον. σημεῖον ἀναμφίβολον, ἀληθινόν. ἢ σημεῖον δεικνύμενον διὰ συλλογισμοῦ. Τέκμαρ. τὸ ἐκ μαρτυρίας ἀναγκαίου συλλογισμοῦ τὸ μετέπειτα δῆλον δεικνύον. ὡς τὸ, πολέμιοι ἔρχονται, κονιορτὸς γὰρ ἐφάνη. Τέκεα. τὰ τέκνα. τὸ τέκος, τὰ τέκεα. Τέκνον. παρὰ τὸ τέκω τέκανον καὶ συγκοπῇ τέκνον. Τέλματα. τὰ πηλώδη καὶ παχέα. ἤτοι τὰ πηλώδη καὶ τελευταῖα τοῦ ὕδατος. Ἰσαῖος δὲ εἶπε τὰ γεωργήσιμα χωρία. Τέλος. οὗ ἕνεκα τὰ ἄλλα, αὐτὸ δὲ οὐδενὸς ἕνεκα. Τελεταρχικόν. τὸ τελειοποιόν. Τέμενος καὶ τεμένη. ναός. ἢ τόπος ἀποτετμημένος εἰς δόξαν θεοῦ. παρὰ τὸ τέμνω, τέμνη, καὶ τέμενος, πλεονασμῷ τοῦ ε. Τέμπος. τὸ ὕψος. ἢ τέμπεα τὰ οἰκήματα. ἢ τέμπη αἱ καταδύσεις. ἢ τὰ στενὰ τῶν ὀρέων. ἢ τὰ σύνδενδρα. οἱονεὶ τρέπη τινὰ ὄντα, τὰ μετατροπὰς καὶ κάμψεις ἔχοντα. Τενάγη. πηλώδη πελάγη. ἢ διάβροχοι καὶ κάθυγροι τόποι. ἢ ἰλὺς ἐπιπολάζοντος ὕδατος τοῦ πηλοῦ καὶ βοτάνης ἐπιφαινομένης τῷ ὕδατι. παρὰ τὸ τέγγω, τὸ βρέχω, τέγγανος καὶ ἐν ὑπερθέσει τέναγος, ὁ ὑπόβροχος τόπος. Τεόν. τὸ σὸν, τὸ ἴδιον. Τέρας. πρᾶγμα ὑπὲρ τὸ θαῦμα καὶ ἔκπληξιν τοῖς ὁρῶσι παρέχον. ἢ τὸ παρὰ φύσιν γινόμενον. οἷον τὸ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ ἐγεῖραι νεκρούς. καὶ τεράστιον. Τέρμα. τὸ τέλος. Τερθρίον. τὸ σχοινίον. καὶ τέρθρον. Τέραμνον. ἁπαλόν. καὶ ἀτέραμνον, τὸ σκληρόν. Τέρεν. ἁπαλὸν, τρυφερόν. παρὰ τὸ θέρω, θέρεν καὶ τέρεν, τὸ ὥσπερ τεθερασμένον καὶ διακεχυμένον. τίθεται δὲ καὶ ἐπὶ τοῦ ἁπαλοῦ. παρὰ τὸ διακεχύσθαι καὶ μὴ τραχὺ εἶναι. Τερετίσματα. ᾠδαὶ ἀπατηλαὶ καὶ θελκτικαί. ἢ ᾄσματα ἔκλυτα. ἀπὸ μεταφορᾶς τοῦ τέττιγος ἢ τῆς χελιδόνος. Τέρετρον. τὸ τρύπανον. ἔστι ῥῆμα τρῶ, τρᾷς, ὅπερ ἀπὸ τοῦ τείρω κατὰ συγκοπήν. παρὰ τὸ τείρω τέρτερον, ὡς φέρω φέρτερον, καὶ παρὰ τὸ λέγω, τὸ κοιμῶμαι, λέκτρον. δηλοῖ δὲ τὸ τρῶ τὸ κόπτω, ἔνθεν τὸ τρῶσαι, ὃ δηλοῖ τὸ διακόψαι τὸν τοκετόν. Τετραθέλυμνον. τετράπτυχον, τέσσαρας θέσεις ἔχον. Τέτταρα. ἀντὶ τοῦ τέσσαρα. Τέτρασιν. ἐκ τοῦ τέσσαρσι, τέτταρσι καὶ καθʼ ὑπερβιβασμὸν τέτρασι. Τέτρωρον. ἡ ἅμαξα, τὸ ἅρμα, ἡ καρούχα. Τετραμερές. τὸ σῶμα ἐκ τεσσάρων στοιχείων ὥσπέρ τις κόσμος συνιστάμενον. Τεῦχος. τὸ σκεῦος, ἡ κατασκευή. Τεχνητόν. τὸ τεχνασθὲν καὶ κατασκευασθέν. καὶ τεχνηέστατον. Τέλος. δύο ἐφιππαρχίαι ἱππέων ἀνδρῶν δισχιλίων τεσσαρακονταοκτώ. Τέρεν, καὶ τέρην ἐπὶ ἀρσενικοῦ. παρὰ τὸ τείρω, τὸ καταπονῶ. — Ῥῆμα. —Τέγγει. βρέχει. Τεθηλότα. θάλλοντα. Τεθνειῶτος. θανόντος. καὶ τεθνειώς. Τεμμαχίζειν, καὶ τεμμαχίζεται. τὸ τέμνειν καὶ μερίζειν. Τεθηπότες. ἐκπεπληγμένοι. ἀπὸ τοῦ θήπω, τὸ θαυμάζω καὶ ἐκπλήττομαι. Τεθολωμένος. τίθεται καὶ ἐπὶ χαρᾶς καὶ λύπης. Τείρεται. καταπονεῖται, δαμάζεται. Τεκταίνω. τὸ κατασκευάζω. Τεκμαίρω. τὸ κατασκευάζω. ἀλλὰ καὶ τὸ σημειοῦμαι. ἀπὸ τοῦ τέκμωρ. Τελέθουσι. γίνονται. Τελεῖ. ὑπάρχει. Τελεσθῆναι. καὶ τὸ ἀναλωθῆναι. οὕτως Ἀντιφῶν. Τελεῖν. καὶ ἀντὶ τοῦ δαπανᾷν. Τελισκόμενος. τελειούμενος, πληρούμενος, ἐνθουσιῶν. Τελεσιουργεῖ. τὸ ἔργον τελειοῖ. Τέρσεσθαι. ξηραίνεσθαι. παρὰ τὸν τέρσω μέλλοντα αἰολικῶς κατὰ τροπὴν τοῦ ς εἰς τ. Τέρπεσθαι. μετάθεσίς ἐστι τοῦ ρ, παρὰ τὸ τρέπεσθαι καὶ μετάγεσθαι τὴν ψυχὴν ἀπὸ τῶν βιωτικῶν φροντίδων καὶ θορύβων. Τετριγότας. τρίζοντας. Τερετίζειν. μουσικῶς φωνεῖν. κιθαρίζειν. Τέτλαθι. ὑπόμεινον. Τεταρπόμενος. ἀντὶ τοῦ τερφθείς. Τετελεσμένον. πεπληρωμένον. Τετρακταϊσμένα. ἤγουν ἐπεσκοπημένα· δεδοκιμασμένα· ἐξητασμένα. Τετυφωμένοι. ἐπῃρμένοι. ὑπερηφανευόμενοι. Τετρυχωμένος. καταπεπονημένος· δεδαμασμένος. Τετραμμένοι. τραπέντες. ἢ προσέχοντες ἑαυτοῖς. Τέτρηρεν. ἐτρύπησε. Τέτορεν. ἔκοψε. Τεταγών. τείνας. παρὰ τὸ τάζω, τὸ τείνω καὶ ἕλκω. ὁ μέλλων τάξω, τέταγα, ὁ δεύτερος ἀόριστος ἔταγον, ἡ μετοχὴ ταγὼν, καὶ κατὰ ἀναδιπλασιασμὸν τεταγών. Τεταργανωμένην. συμπεπλεγμένην καὶ συνειλουμένην. ἡ γὰρ παρʼ ἡμῖν σαργάνη παρὰ τοῖς Ἀττικοῖς ταργάνη καλεῖται. καὶ τὸ συνειλεῖσθαι τεταργανῶσθαι λέγουσι. Τετάχαται καὶ τετύχαται. τεύχω, τεύξω, τέτευχα, καὶ τὸ παθητικὸν τρίτον πρόσωπον τοῦ παρακειμένου τέτευκται, καὶ Ἰακῶς τετεύχαται. τὸ δὲ τετάχαται ἀπὸ τοῦ τάζω, τάξω, ὁμοίως Ἰακῶς. Τετιημμέναι. τετιμωρημέναι. τεταλαιπωρημέναι. ἀπὸ τοῦ τίω, τὸ τιμωρῶ, τιῶ, περισπώμενον ῥῆμα. Τετιήσθων. τετιμήσθωσαν. ἀπὸ τοῦ τίω, τὸ τιμῶ. Τέτλαθι. ὑπόμεινον. ἀπὸ τοῦ τλῶ, τλῆμι, τὸ πληθυντικὸν τλάμεν, τὸ προστακτικὸν τλάθι, καὶ διπλασιασμῷ τέτλαθι. Τετραχίζειν. ἐπὶ τετάρτου μέρους τι ποιεῖν. οὕτως Ἀριστοφάνης. Τετρηχυῖα. τραχεῖα καὶ θορυβώδης. ἢ τεταραγμένη. ἀπὸ τοῦ ταράσσω. Τέτυκται. κατεσκεύασται. Τετύκοντο. παρεσκευάζοντο. τεύχω, ὁ δεύτερος ἀόριστος ἔτυχον, ὁ παθητικὸς ἐτυχόμην, ἐτυχόμεθα, τὸ τρίτον ἐτύχοντο καὶ κατὰ ἀναδιπλασιασμὸν τετύχοντο, καὶ τροπῇ τοῦ χ εἰς κ τετύκοντο. Τεύχω. τὸ κατασκευάζω. Τεύξεται. κατασκευασθήσεται. Τευτάζειν. πραγματεύεσθαι, ἢ σκαιωρεῖσθαι, ἢ στρατεύεσθαι, καὶ πολὺ διατρίβειν ἐν ταυτῷ. ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. σημαίνει δὲ καὶ τὸ σπουδάζειν, καὶ τὸ ἡσυχάζειν, καὶ τὸ φλυαρεῖν. παρὰ δὲ τῷ Ψελλῷ τευτάζειν τὸ πλανᾶσθαι· τηλαύγημα λέπρας ἀρχὴ, τευτάζειν τὸ πλανᾶσθαι. Τελέθωσι. τελευτήσωσι. Ἡσίοδος· εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσι. Τεμπειόθεν. ἀπὸ Τεμπείας. Τετραποδητί. Τὸ Τ μετὰ τοῦ Η. — Ἀρσενικόν. —Τηθαλώδης. γυναικοκρατής. Τήϊοι. οἱ ἀπὸ τῆς Τήου νήσου. Τηλεβόας καὶ Τηλαμός. ποταμοί. Τηλίκος. μικρός. Τηλέκλειτος. ὁ ἔνδοξος. Τηλεκλητὸς δὲ, ὁ πόῤῥωθεν καλούμενος, η τὸ κλη. τηλεκλητῶν ἐπικούρων. Τηλεδαπός. ὁ πόῤῥω ἔχων τὸ ἔδαφος καὶ τὴν πόλιν. παράγωγόν ἐστι διὰ τὸ δάπος, παρὰ τὸ τῆλε τηλεδαπός· ὡς ἡμέων ἡμεδαπός. Τηλίας καὶ τηλία. Ὦρος ὁ Μιλήσιος τὴν περιφέρειαν τοῦ κοσκίνου λέγει. παρὰ τὸ σῶ, τὸ σείω καὶ κινῶ. σῶ, σήθω, ἀφʼ οὗ ὄνομα σηλία καὶ τηλία, τροπῇ τοῦ ς εἰς ταῦ. Τηλύγετος. καταχρηστικῶς ἀγαπητός· μονογενής. κυρίως δὲ τηλύγετοι καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὅ ἐστιν ἐκ γεροντικῆς ἡλικίας σπαρέντες. τὰ γὰρ μετὰ τὴν ἀπόγνωσιν τῆς παιδοποιΐας γεννώμενα μᾶλλον ἀγαπᾶται. Τῆνος. κύριον. καὶ ὄνομα νήσου. Τήνιος. ἀπὸ τῆς Τήνου νήσου. Τήρων. ὁ νέος στρατιώτης. ἢ νεόλεκτος στρατός. Τητινός. ὁ χθεσινός. καὶ τῆτες ἀντὶ τοῦ χθές. Τηλαυγής. λαμπρός· μακρόθεν αὐγάζων. τηλαυγὴς καὶ τὸ λεπτότατον ἴχνος τῆς λέπρας, διʼ οὗ καὶ πόῤῥωθεν ὁρᾶται καὶ δήλη ἐστί. — Θηλυκόν. —Τήβεννα. μανδύας. καὶ πόλις. Τήθη. ἡ τροφός. Τηκεδόνος. τῆς τήξεως. Τῆλις. εἶδος σπέρματος. τίλλις δὲ, τὸ ἀγγεῖον, ἰῶτα. Τῆλος. ὄνομα κύριον λιμένος καὶ πόλεως. Τηλαύγεια. ἡ ἀπὸ μακρόθεν αὐγάζουσα λαμπρότης. Τῆνος. νῆσος. καὶ Τῆος. Τηραβένη. πόλις. καὶ Τηρητίνη. Τητθίς. ἡ τροφός. Τημῇ. ἀντὶ τοῦ ἐμῇ. καὶ ἔχει τὸ ι κατὰ τὴν λήγουσαν, κατὰ δὲ τὴν ἄρχουσαν οὔ. Ὅμηρος· ἀμφὶ δέ τοι τημῇ κλισίῃ. ἔστι δὲ τῇ ἐμῇ, καὶ ἐκθλίβεται τὸ ι τοῦ τῇ ἄρθρου, καὶ κιρνᾶται τὸ ἦτα καὶ ε εἰς τὸ η, καὶ ἔστι χωρὶς τοῦ ι. Τήλεφις. πόλις. καὶ Τηλέφειον τραῦμα. — Οὐδέτερον. —Τήθεα. τὰ ὄστρεα. Τηθίον. ὁ μαστός. Τήκεα καὶ τήκεννα. τὰ καλτίκια. Τημελές. ἐπιμελές. Τήνεα. τὰ σκόροδα. — Ῥῆμα. —Τῆ. τὸ λάβε καὶ δέξαι. σημαίνει δὲ καὶ τὸ ταύτῃ, καὶ τὸ ἐνταῦθα. ἔστι τάω, τῶ, τὸ δέχομαι, τὸ δεύτερον τάεις, τὸ τρίτον τάει καὶ κράσει τοῦ α καὶ ε εἰς η Δωρικῶς τῆς καὶ τῆ. τούτου ὁ παρατατικὸς ἔταον, ἔταες, ἔταε, καὶ τὸ προστακτικὸν τάε, τᾶ, καὶ τροπῇ Δωρικῇ τοῦ α εἰς η τῇ Τήκω. τὸ δαμάζω. Τηλεθόων. αὐξάνων. καὶ τηλεθόωσα, πάνυ θάλλουσα. καὶ τηλεθάοντας. παρὰ τὸ θάλλω, θάλλοντας. δύναται καὶ παρὰ τὸ θαλέθω καὶ μεταθέσει τοῦ θ εἰς τ ταλεθάοντας καὶ τροπῇ τοῦ α εἰς η τηλεθάοντας. οὐ γὰρ ἔγκειται τὸ τήλεας. Τημελῶ. τὸ φροντίζω. Τηρῶ. παρὰ τὸ θέω τηρῶ· ὅπου γὰρ τρέχει τὶς, ἐκεῖ θεωρεῖ. ἢ παρὰ τὸ οὐρῶ, τὸ φυλάσσω, πλεονασμῷ τοῦ ταῦ τουρῶ καὶ τροπῇ τοῦ ου εἰς η τηρῶ. καὶ τὸ τυρὸς παρὰ τὸ τηρῶ· γάλα γὰρ τηρούμενον ὁ τυρός. Τητῶ. τὸ στερίσκω. καὶ τητώμενος, καὶ τητᾷ. Ἡσίοδος· σὺ μὲν αἰτεῖς ἄλλον, ὁ δʼ ἀρνεῖται, σὺ δὲ τητᾷ. ἔστι τάω καὶ σημαίνει τὸ ζητῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν τατάω, τατῶ, καὶ τὸ τρίτον τητᾶται. ὡς πειρῶμαι, πειρᾷ, πειρᾶται. — Ἐπίῤῥημα. —Τηρητέον. δεῖ τηρεῖν. Τηλαυγῶς. λαμπρῶς. Τῆλε· τηλόσε· τηλόθι καὶ τηλοῦ. παρὰ τὸ τέλος, τηλοῦ· τὰ γὰρ ἐπὶ τέλους συντείνοντα μεγεθύνονται. Τηλεδαπῶς. μακρὰν ἀφεστηκώς. Τῆμος· τημοῦτος. ἀντὶ τοῦ τηνικαῦτα. Τήμερον. ἀντὶ τοῦ σήμερον. Τηνεί. ἀντὶ τοῦ ἐκεῖσε. Τηνάλως. ἀντὶ τοῦ μάτην. Τηνικαῦτα. τότε. Τῆτες. ἀντὶ τοῦ χθές. Τὸ Τ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Τίγρης. ποταμός. καὶ κλίνεται Τίγρητος. τίγρις δὲ, τὸ ζῶον, ι, καὶ κλίνεται τίγριδος. Τιτάν. καταχθόνιος δαίμων, τιμωρητικός. ἐτυμολογεῖται δὲ παρὰ τὸ τίω, τὸ τιμωρῶ. Τιβὴν, τιβῆνος. τοῦ τρίποδος. Τιθώης. κύριον. Τιμηταί. οἱ πρῶτον τιμώμενοι. Τίννοι. ἐθνικόν. Τίς. ἀντὶ τοῦ οὐδείς. ὡς τό· τίς ἔγνω νοῦν κυρίου; Τίτανος. ἄσβεστος. Τιτθοί. οἱ μασθοί. ὅτι ἐπιστηθίδιοί τινές εἰσιν. ἢ οἱ ἐντιθέμενοι ἐν τοῖς στόμασιν. Τίτλος. σανίδιον. Τιτυμνοῦ. μικρᾶς ἡλικίας. Τίρυνς, Τίρυνθος. ὄνομα πόλεως. Τῖφος. ὁ κάθυγρος τόπος. ἀπὸ τοῦ τύφεσθαι, ὅ ἐστι πύθεσθαι ἐν ὑλώδεσι τόποις. Τίφως δὲ, ὄνομα ποταμοῦ, μέγα. ἔνιοι δὲ Τίφυς γράφουσι. Τίς. ἀντὶ τοῦ οἷος. ὁ Ἀπόστολος· τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν. ἀντὶ τοῦ, οἷος ἦν, ὅτι οὕτω ταχέως ἐῤῥύη. Τιναγμός. ὅταν σείηται ἡ γῆ. — Θηλυκόν. —Τιάρα. κορυβάντιόν τι, ὃ ἐφόρει ὁ ἀρχιερεὺς ἐπὶ τὴν κεφαλὴν, ἢ ἣν οἱ βασιλεῖς ὀρθὴν ἐφόρουν παρὰ Πέρσαις, οἱ δὲ στρατηγοὶ κεκλιμένην. Τιβέρη. πόλις. καὶ Τιβεριάδος θάλασσα. Τιθήνας. τροφούς. ἡ εὐθεῖα ἡ τιθήνη. παρὰ τὸν τιτθὸν, ὃ σημαίνει τὸν μαστὸν, γίνεται τιτθήνη, καὶ ἀποβολῇ τοῦ ἑνὸς τ τιθήνη. ἢ παρὰ τὸν θήσω μέλλοντα τὸν σημαίνοντα τὸ τρέφω, ὄνομα ῥῆμα θήνη καὶ διπλασιασμῷ τιθήνη. Τίθις. ἡ τοῦ πατρὸς ἀδελφή. Τιθωνός. ἡ ἡμέρα. παρὰ τὸ τιθασσὸν, ὃ σημαίνει τὸ ἥμερον. Τιμή. δόξα μετὰ δόσεως, ὡς πρὸς εὐεργετήσαντα γινομένη. Τιμήσεως. ζημίας. Τιμωρία. ζημία μετὰ πληγῶν. Τῖος. πόλις κατὰ Παφλαγονίαν, ἀνὰ μέσον Ἀμάστριδος καὶ Ποντοηρακλείας. ὁ πολίτης Τίϊος, καὶ Τῖος κράσει τῶν δύο ιι εἰς ι μακρόν. ὡς Χίϊος, Χῖος. Τιτηνίς. ἀρχαία. Τίτθη καὶ τιτθύς. ἡ τροφός. Τιτθεία. ἡ μαίευσις. Τιτώ. ἡ ἡμέρα. Τίτιδας. τὰς περὶ τὴν καρδίαν φλέβας λέγει ὁ Ἱπποκράτης. καὶ ὁ Ψελλός· τίτιδας φλέβας λέγουσι τὰς περὶ τὴν καρδίαν. — Οὐδέτερον. —Τιλφωσαῖον. ὄρος. καὶ Τιλφάσιον. Τιμαλφέστατον. πολυτελέστατον. Τίμημα. ἡ ζημία καὶ ἡ καταδίκη. καὶ ἐτιμήσαντο ἀντὶ τοῦ ἐζημίωσαν καὶ κατεδίκασαν. Τίμημα. καὶ τὸ ἐνέχυρον καὶ τὸ κεφάλαιον. εἴρηται καὶ ἐπὶ τῆς τιμωρίας. Τιταιρώνιον. ἀκρωτήριον. Τιταρήσιον. ὄρος. Τίφη. ἄλση. Τιφωσαῖον. ὄρος. — Ῥῆμα. —Τιθηνῆσαι. θρέψαι. Τιθαιβώσω. τὸ τρέφω. καὶ τιθαιβώσσοντο, ἐπιμελείας ἠξιοῦντο. κυρίως δὲ ἐπὶ τῶν μελισσῶν λέγεται. παρὰ τὸ τιθέναι τὴν βόσιν. καὶ Ὅμηρος· —ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι. Τιθήμενος. τρεφόμενος. Τιθασσεύω. ἡμερῶ. Τίθετι. ἰστέον, ὅτι τὸ προστακτικὸν τῶν εἰς μι διχῶς κανονίζεται, καὶ ἐκ τοῦ παρατατικοῦ, ὥσπερ καὶ τὰ ἀπὸ τῶν εἰς ω κανονίζονται, καὶ ἀπὸ μετοχῶν, οἷον ἀπὸ τοῦ ἵστημι, ἵστης, ἵστη, καὶ τὸ προστακτικὸν ἵστη. καὶ τὸ ἐμπίπλημι, πίπλη. ἀπὸ δὲ τοῦ ἵστημι, ἵστη. οὕτως καὶ ἀπὸ τοῦ τιθεὶς, τιθέντος, τίθετι. Τιμιουλκῶν. τιμιουλκῶν τὸν σῖτον, ἀντὶ τοῦ βαρυτιμῶν. Τιμαλφούμενος. τιμὴν εὑρίσκων. ἄλφειν γὰρ τὸ ζητεῖν. Τίνω καὶ τιννύω. τὸ ἀνταποδίδωμι. Τίννυσθαι. παρὰ τὸ τίνω, τὸ ἀποδίδωμι, γέγονε τιννύω, τίννυμι, καὶ ἐκεῖθεν τίννυσθαι. σημαίνει δὲ τὸ τιμωρεῖσθαι. Τίνω. τὸ ἀποδίδωμι. διὰ τοῦ ι. ἀπὸ τοῦ τίω πλεονασμῷ τοῦ ν. τὸ γὰρ ν πέφυκε πλεονάζειν ἐν τοῖς ῥήμασιν, οἷον θύω θύνω, δύω δύνω, πίω πίνω. οὕτως οὖν καὶ τίω τίνω. καὶ τὸ μὲν πίω εὕρηται μακρὸν καὶ βραχὺ, τὸ δὲ πίνω μακρὸν ἀεί. Τινάσσω. τὸ σείω. ἐκ τοῦ τιταίνω, ὃ σημαίνει τὸ ἕλκω, τιτανῶ ὁ μέλλων, καὶ αἰολικῶς τιτάνσω, καὶ ἀποβολῇ τοῦ τ καὶ ἐν ὑπερβιβασμῷ τινάσσω. ἢ παρὰ τὸ ἲς, ἰνὸς, ἰνάσσω καὶ τινάσσω. Τίσομαι. τιμωρήσομαι, ἢ ἀνταποδώσω. Τίσειαν. τίω, τὸ τιμωρῶ καὶ ἐκτιννύω, ὁ μέλλων τίσω, τὸ εὐκτικὸν τίσειαν, ὡς τύψειαν. καὶ Ὅμηρος· τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσι. Τισικούντων. μαχομένων· διαλεγομένων. Τιταίνω. τὸ ἐκτίνω καὶ ἕλκω. παρὰ τὸ ταίνω καὶ κατὰ ἀναδιπλασιασμὸν τιταίνω. Τιτρῶ. τὸ τρυπῶ. Τιτυσκόμενος. ἐπιτηρῶν, καταστοχαζόμενος. σημαίνει καὶ τὸ ἑτοιμάζειν. Ὅμηρος· ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο—. ἔνιοι δὲ ἐπὶ τοῦ ψυχικῶς στοχάζεσθαι. οἷον· τιτύσκετο φρεσὶν ᾗσιν. οἶμαι δὲ, ἀμφότερα ἀπὸ τοῦ τεύχω γίνεται. ὁ δεύτερος ἀόριστος ἔτυχον, καὶ ἐξ αὐτοῦ κατὰ διπλασιασμὸν τετύκω καὶ τιτύσκω. τὸ δὲ τιτύσκω, εἰ μὲν σημαίνει τὸ βλέπω, γίνεται ἀπὸ τοῦ θεῶ, θεάσω, καὶ συγκοπῇ θῶ καὶ τῶ, κατὰ παραγωγὴν τύω, ὁ μέλλων τύσω, καὶ πλεονασμῷ τοῦ κ τύσκω, καὶ μετάγεται εἰς ἐνεστῶτα διὰ τὸ μηδέποτε εὑρίσκεσθαι βαρύτονον μέλλοντα εἰς κ λήγειν, καὶ κατὰ ἀναδιπλασιασμὸν τιτύσκω. τὸ δὲ σημαίνω. παρὰ τὸ σκευάζω ἀπὸ τοῦ τεύχω. Τίω. τιμῶ. ἐξ οὗ καὶ τιμή. τίω, τὸ τιμωρῶ. καὶ ἐξ οὗ καὶ τιμωρία. τίω, τὸ ἀνταποδίδωμι. ἐξ οὗ καὶ τό· δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει. Τί μήν. κατάφασιν δηλοῖ. ἀντὶ τοῦ, πῶς γὰρ οὔ; διατί γὰρ οὔ; Τὸ Τ μετὰ τοῦ Λ. — Ἀρσενικόν. —Τλήμων. καρτερικός. Τληπαθής. καρτερικὸς ἐν τοῖς πάθεσι. Τληπόλεμος. κύριον. — Θηλυκόν. —Τλητή. ὑπομονητική. καὶ τλῆσις. — Ῥῆμα. —Τληπαθεῖν. ταλαιπωρεῖν. Τλῆσαι. καρτερῆσαι. Τλῆθι. καρτέρησον. Τλημονεῖν. καρτερεῖν. Τλῆ. ἀντὶ τοῦ ἔτλη. Τὸ Τ μετὰ τοῦ Μ. — Ἀρσενικόν. —Τμήδας καὶ Τμῶλος. κύριον. — Θηλυκόν. —Τμῆσις. ἡ διαίρεσις. — Οὐδέτερον. —Τμητά. τὰ δυνάμενα διαιρεῖσθαι κατὰ πλάτος. — Ῥῆμα. —Τμάγειν. ἐκ τοῦ τμήγω, τὸ χωρίζω. Τμώμενος. τεμνόμενος. — Ἐπίῤῥημα. —Τμήδην. ἀντὶ τοῦ τμητικῶς. Τὸ Τ μετὰ τοῦ Ο. — Ἀρσενικόν. —Τοῖος. τοιοῦτος. Τοῖο. τοιούτου καὶ τούτου. Τοιχωρύχος. ὁ κλέπτης ὁ ὀρύσσων τὸν τοῖχον. τοιχορύκτης δὲ, μικρόν. Τοῖχος. ἀπὸ τοῦ στείχω. θέλει εἶναι στοῖχος, καὶ ἀποβολῇ τοῦ ς τοῖχος. Τοκήων. γονέων. καὶ τοκέων. ἡ εὐθεῖα ὁ τοκεύς. Τολερῖνοι καὶ Τολιστήβογοι. ἐθνικά. Τολμητίας. ὁ θρασὺς, ὁ τολμηρός. Τολμήεις. ὁ καρτερικός. Τοναῖος. ἰσχυρός. καὶ ὁ δρόμος τοναῖος ἦν. Τόνος. ἡ δύναμις. ἢ τόνος ἐστὶν ἀπήχησις φωνῆς ἐναρμονίου. ἢ κατὰ ἀνάτασιν ἐν τῇ ὀξείᾳ, ἢ κατὰ ὁμαλισμὸν ἐν τῇ βαρείᾳ, ἢ κατὰ περίστασιν ἐν τῇ περισπωμένῃ. τόνοι δὲ εἰσὶ τρεῖς, ὀξὺς, βαρὺς, περισπώμενος. κυρίως δὲ δύο, ἡ ὀξεῖα καὶ ἡ περισπωμένη. ἡ γὰρ βαρεῖα συλλαβικῶς τόνος ἐστὶ καὶ οὐ κυρίως. ἁπλοῖ δὲ τόνοι ἡ ὀξεῖα καὶ ἡ βαρεῖα· σύνθετος δὲ, ἡ περισπωμένη· συντίθεται δὲ ἐξ ὀξείας καὶ βαρείας. τόνοι δὲ λέγονται, διότι πρὸς αὐτοὺς τείνομεν τὰς φωνὰς, καὶ τὴν φωνὴν εὐρυτέραν ποιοῦμεν. ἢ παρὰ τὸ τείνω, τὸ τανύω. ἢ τόνος ἐστὶν ἐπίτασις ἢ ἄνεσις· ἢ μεσότης συλλαβῶν εὐφωνίαν ἔχουσα. Τομίας. ὁ εὐνοῦχος. Τομεύς. ὁ κόπτων. Τοξότης. Τόρνος. ξύλον στρογγύλον. παρὰ τὸ τείρω, τορῶ, καὶ τόρνος. Τοῦ. σημαίνει ἡ λέξις, τίνος ἕνεκα. τάσσεται δὲ ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου. Τόπος γνώσεως ἐστὶ νοῦς· καὶ νοῦ τόπος γνῶσις θεοῦ. — Θηλυκόν. —Τοιᾶσδε. τοιαύτης. Τοκάς. ἡ γεννῶσα. Τολύπη. εἶδος βοτάνης. ἢ ἐργασία, μηχανή. ἢ ἄμπελος ἀγρία καὶ βοτάνη δηλητήριος. Τορώνη. πόλις. — Οὐδέτερον. —Τό. ποιητικὴν σχέσιν σημαίνει. —τόδʼ ἱκάνω. καὶ ἔστι αἰτιατικὴ πτῶσις ἰσοδυναμοῦσα τῇ εἰς προθέσει. Τόδε μοι. ἀντὶ τοῦ τοῦτο δή. Τοδί. τοῦτο. Τολύπευμα. τὸ κατασκευαστὸν καὶ πεφιλοτιμημένον ἔριον. Τοπεῖον. σχοινίον τὸ δεσμεῦον τοὺς ἄνδρας. Τὸ ἄντικρυς. οὐ μόνον ἐπὶ τοῦ ἐναντίου, ἀλλὰ καὶ ἐπὶ τοῦ σαφοῦς. καὶ ἡ ἀσπὶς οὐ μόνον ἐπὶ τοῦ ὄφεως, ἀλλὰ καὶ ἐπὶ τοῦ ὅπλου, ὅ ἐστι σκουτάριον. Τοπάζιον. λίθος διαυγέστατος καὶ ὑποχλωρίζων, ἐν Τοπάζῳ, πόλει Ἰνδικῇ, εὑρισκόμενος· ὃς τριβόμενος ἐν ἰατρικῇ ἀκόνῃ οὐκ ἐρυθρὸν ἀποδίδωσι κατὰ τὸ χρῶμα χυμὸν, ἀλλὰ γαλακτώδη· ἐμπίπλησι δὲ κρατῆρας, ὅσους ἂν ἐθέλῃ ὁ ὑποτρίβων, καὶ οὔτε τῷ σταθμῷ, οὔτε τῇ περιφερείᾳ ἐλαττοῦται, ὃ καὶ παράδοξον. Τοὔλαιον. τὸ ἔλαιον. Τό. ποιητικὴν σχέσιν σημαίνει. τόδʼ ἱκάνω. καὶ ἔστιν αἰτιατικὴ πτῶσις ἰσοδυναμοῦσα τῇ εἰς προθέσει. Τὸ λοιπόν. ἀντὶ τοῦ ἐπίλοιπον. καὶ παρὰ τῷ Ἀποστόλῳ τὸ λοιπὸν ἀντὶ τοῦ ἀποχρώντως· τὸ λοιπὸν οὖν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ. τὸ ἐρωτῶμεν ἀντὶ τοῦ παρακαλοῦμεν. Τονόω, τονῶ. τὸ ἐνδυναμῶ. Τονθορύζω. ὑπόπτως λαλῶ. ὑποψιθυρίζω, ἠρέμα γογγύζω. παρὰ τὸ θροῦς, ὁ θόρυβος, γίνεται θροΰζω, καὶ ἐν ὑπερθέσει θορύζω, καὶ κατὰ ἀναδιπλασιασμὸν θονθορύζω καὶ τονθορύζω. Τολυπεύειν. κατεργάζεσθαι. Τοξοποιεῖν. ἀντὶ τοῦ τὰς ὀφρῦς σκυθρωπάζειν. Τοπῶ. τὸ ὑπονοῶ. καὶ τοπάζω. καὶ τοπαστέον, ὑπονοητέον. Τορεύει. γλύφει, τορνεύει. καὶ τορῶ, τὸ τρυπῶ. — Ἐπίῤῥημα. —Τοι. σύνδεσμος παραπληρωματικὸς, κόσμου ἕνεκεν παραλαμβανόμενος. Τοιγαροῦν. διὰ τοῦτο. Τοιγάρτι. τούτου γὰρ ἕνεκεν. ἢ τούτου χάριν. Τοίνυν. διὰ τοῦτο. Τοὔμπαλιν. εἰς τοὐπίσω. παρὰ τὸ ἔμπαλιν κατὰ κρᾶσιν. Τοὐπίκλην. .... Τόφρα. τηνικαῦτα. ἐπὶ τοσοῦτον. ἀνταποδοτικὸν ἐπίῤῥημα. Τοτέ. ἀντὶ τοῦ ποτέ. Τουτί. τοιοῦτο. Τουτοΐ. τουτονί. τὸ λοῦτρον τουτοῒ λοῦτρον ἄντικρυς ᾅδου καὶ τῶν βασιλείων τούτου ἐπάξιον. Τὸ Τ μετὰ τοῦ Ρ. — Ἀρσενικόν. —Τραπεζίτης. ὁ καταλλάκτης. τραπεζείτης δὲ κύων, ὁ τὰς ψιχίας ἐσθίων ὑποκάτω τῆς τραπέζης, δίφθογγον. Τράχηλος. παρὰ τὴν τραχύτητα· ὀστώδης γάρ ἐστιν. ἢ παρὰ τὸ διʼ αὐτοῦ χέειν τὸν χιλὸν, ὅ ἐστι τὴν τροφήν. Τραυλός. παρὰ τὸ θραύω. ἢ παρὰ τὸ ἀγείρω καὶ τὸ αὐλός. ὁ παρατεθραυσμένος καὶ καταπεπονημένος τὴν φωνήν. Τρέχνος. στέλεχος· κλάδος· φυτόν· βλάστημα. Τρήνικος. ὄνομα ποταμοῦ. Τριέσπερος Ἡρακλῆς. διὰ τὸ τριπλασιάσαι τὴν νύκτα μισγόμενον τῇ αὐτοῦ μητρὶ Ἀλκμήνῃ τὸν Δία, οὐκ ἐπιθυμίας, ἀλλὰ παιδοποιΐας ἕνεκα. Τρίποδα. λέβητα ἐν Δελφοῖς ἐπὶ τρίποδος κείμενον, ἐν ᾧ ἐμαντεύετο ὁ Ἀπόλλων. Τρίβωνες. τὰ περιβλήματα· τινὰ ἐρυθρὰ, φοινικὰ καὶ φαία. τὰ μὲν ἐρυθρὰ καὶ φοινικὰ ἦσαν τῶν ῥητόρων, τὰ δὲ φαιὰ τῶν φιλοσόφων. καὶ τριβώνιον ἔνδυμα φιλοσόφου ἔχον σημεῖα, ὡς γράμματα ἐπίσημα· ὡς τοῖς πολιτευομένοις τὸ νῦν σκαραμάγγιον. Τριήναρχος. ὁ τῶν πολεμικῶν πλοίων ἄρχων. Τρικάρηνος. τρικέφαλος. τρικάρηνος κύων. Τριγλώχινι. τρεῖς ἀκίδας ἔχοντι, τριγώνῳ. Τριβωλιμαῖος. ὁ πανοῦργος. ἢ ὁ κατατετριμμένος καὶ ἔμπειρος τῶν κακῶν. τριοβολιμαῖος δὲ, ὁ τριῶν ὀβολῶν ἄξιος. Τριακονταετὴς, καὶ τριακονταέτης. καὶ ἐπὶ μὲν τοῦ καιροῦ καὶ τοῦ χρόνου βαρύνεται, ὅ ἐστι τριακονταέτης· ἐπὶ δὲ τοῦ μετέχοντος τοῦ χρόνου ὀξύνεται, τριακονταετής. καὶ πενταετὲς παιδίον λέγομεν, καὶ πενταετὴς ἄνθρωπος. ἐπὶ δὲ τοῦ χρόνου· οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες—. Τρόπος. τὸ ἦθος. καὶ ὁ τροπωτήρ. παρὰ τὸ τρέπειν τὰς κώπας. Τροπωτῆρες. ἱμάντες ἐν τοῖς πλοίοις, ἐν οἷς αἱ κῶπαι περὶ τοὺς σκαλμοὺς περιδέονται. Τρόφις. ὁ ἀδελφός. Τροχός. παρὰ τὸ τρέχειν τροχός. ὡς παρὰ τὸ δραμεῖν δρόμος. λέγεται δὲ καὶ ὁ τροχὸς, δρόμος. Τροχαλόν. ἐπικαμπῆ. ἀπὸ μεταφορᾶς τοῦ τροχοῦ. ὡς ὀξὺν ἐν τῷ δρόμῳ. ἀναγκάζεται γὰρ ὁ γέρων ὑπὸ ψύχους τρέχειν ἐπὶ τὸν θερμὸν οἶκον. ἢ τροχαλὸς ὁ κυρτὸς καὶ ἐπικαμπής. Ἡσίοδος· —τροχαλὸν δὲ γέροντα τίθησι. Τρύγοιπος. ὁ διυλιστήρ. Τρωγλοδύται. οἱ εἰς πέτρας εἰσδυόμενοι. Τρώκτης. ἀπατεών. παρὰ τὸ τρώγω, τρώξω, τρώκτης. Τρῳούς. τοὺς Τρωϊκούς. ἔχει τὸ ι προσγεγραμμένον. ἔστι Τρὼς, ὁ Τρωϊκὸς, καὶ ἀποβολῇ τοῦ κ Τρωϊοὺς, τὸ πληθυντικὸν, καὶ κατὰ συναίρεσιν Τρῳούς. Τρίπους. καὶ ὁ γέρων. Ἡσίοδος· τότε δὲ τρίποδι βροτῷ ἶσοι. — Θηλυκόν. —Τραγορίγανον. εἶδος βοτάνης, ἥνπερ οἱ ἐσθίοντες πολλάκις γίνονται κατωφερεῖς. Νίκανδρος· Πολλάκις δʼ ἀγροτέρης τραγοριγάνου ἠδὲ γάλακτος. Τράμις. εἶδος ζώου. Τρασίαι. ὁ τόπος, ἔνθα τὰ σῦκα ξηραίνεται. παρὰ τὸ τερσαίνειν, τὸ ξηραίνειν. ὁ δὲ Σοφοκλῆς ἐν τῷ ἑτέρῳ Ἀμφιαράῳ ἐπὶ τῆς ἅλω τέθεικε τὴν λέξιν. Αἰλιανός· ἐν ταῖς τρασίαις κυλίειν φασὶ καὶ τῶν ἰσχάδων τὰς περιπαρείσας. Τράφηξ. ἡ ὑπόβλαστος βάσις. καὶ τὸ τῆς νεὼς χεῖλος, ἐφʼ ᾗ οἱ σκαλμοὶ τίθενται, καὶ τὸ ξύλον, ὅπου τιθέασι τὸν ἄρτον. ὡς παρὰ Λυκόφρονι. Τράπεζα. κατὰ ἀποβολὴν τῆς τε συλλαβῆς· ἔστι γὰρ τετράπεζα, ἡ τέσσαρας πέζας ἔχουσα. πέζα γὰρ ὁ ποῦς. ὅτι καὶ αἱ τῶν παλαιῶν τράπεζαι τετράγωνοι ἦσαν. Τραγῳδία. ποίημα ἐπιτάφιον, ὅπερ ποιοῦντες οἱ παλαιοὶ τράγους ἀντὶ μισθοῦ ἐλάμβανον. διαφέρει δὲ ἡ τραγῳδία τῆς κωμῳδίας, ὅτι ἡμῖν τραγῳδία λύει τὸν βίον, ἡ δὲ κωμῳδία συνίστησι. Τραφερά. ἡ ξηρὰ γῆ. ἡ πεπηγυῖα ὡς πρὸς τὴν θάλασσαν. τρέφω γὰρ τὸ πηγνύω. καὶ θρέξαι τὸ πῆξαι. Τριακάς. χωρίον ἔξω τῆς Κωνσταντινουπόλεως λεγόμενον αἱ τριακάδες. καὶ ἡ διὰ θανάτου ἡμέρα τριακὰς ἐλέγετο. Τριάς. κατὰ μὲν τὴν φυσικὴν ἀκολουθίαν μονάδων σύνθεσις· κατὰ δὲ τὴν θεϊκὴν οὐσίαν ὑπεράριθμος ὕπαρξις. Τριμερής. ἡ ψυχὴ ἡ ἐν αὐτῷ προτυποῦσα τὴν τρισάγιον τριάδα, ὥσπερ ἐν σώματι τινὶ μέλλουσαν ἐν τῷ νεκρωθέντι κόσμῳ φανερωθῆναι, καὶ τούτων τὴν θεογνωσίαν ζωοποιῆσαι. τριμερῆ δὲ λέγει τὴν ψυχὴν, ὥσπερ τινὰ στοιχεῖα νοερὰ ἔχουσαν τὰ ἑαυτῆς μέρη, διʼ ὧν καὶ συνίσταται, τουτέστι τὸ λογικὸν, τὸ ἐπιθυμητικὸν καὶ θυμικόν· ὅπως διὰ μὲν τοῦ λογικοῦ λογίζεται τὴν ἀρετὴν, διὰ δὲ τοῦ ἐπιθυμητικοῦ ἀγαπᾷ τὸν θεὸν, διὰ δὲ τοῦ θυμικοῦ ὀργίζεται τοῖς δαίμοσιν ἀνδριζομένη κατʼ αὐτῶν. ὥσπερ οὖν ἀδύνατον σῶμα εἶναι μὴ ἔχον τέσσαρα στοιχεῖα, οὕτως ἀμήχανον εἶναι ψυχὴν μὴ ἔχουσαν τρία μέρη, διʼ ὧν καὶ συνέστηκε. τριμερὴς δὲ εἴρηται, οὐχ ὡς μέρη ἔχουσα, ἀσώματος γάρ ἐστιν, ἀλλὰ διὰ τὰς ἐνεργείας, δηλονότι τὸ λογικὸν, τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. Τρίτην. τρίτην ἡμέραν λέγουσιν, οὐχὶ τρίτης ἡμέρας, οὐδὲ τρίτη ἡμέρα. Ξενοφῶν· χθὲς δὲ καὶ τρίτην ἡμέραν ταυτὸ τοῦτʼ ἔπραττον. Μένανδρος· ἡμέραν τρίτην ἐπενόμασεν ἡμῖν. Ἀντιφῶν· ἐχθὲς μετὰ πέντʼ ἔπινον ἡμέραν τρίτην μεθʼ ἑπτά. οὐκέτι δὲ ἀπὸ τρίτην ἡμέραν, ὥσπερ νῦν σολοικίζουσι τινὲς, ἀλλʼ ἀπὸ τρίτης ἡμέρας. καὶ τρίτον ἔτος λέγουσιν, οὐχὶ τρίτῳ ἔτει. Φερεκράτης· πότε σὺ ἤκουσας αὐτοῦ πρὸ πέρυσι ἔτος τρίτον. ἐνίοτε δὲ προστιθέασι τοῦτο καὶ τουτὶ, οἷον, τρίτον ἔτος τοῦτο. ἐπειδὰν ἀπὸ τοῦ παρόντος χρόνου λογίζονται καὶ μὴ ἀπό τινος παρῳχηκότος. καὶ Δημοσθένης· τρίτον ἢ τέταρτον ἔτος τουτὶ ὡραῖον τεῖχος πολιορκῶν. ἄνευ δὲ τοῦ προκεῖσθαι τὸ τοῦτο καὶ τουτὶ, κοινὸν καὶ τοῦ παρεληλυθότος χρόνου ἐστί. Τριτογένεια. φοβερὰ, καταπληκτική. Τριμηθοῦς. πόλις κατὰ Κύπρον. Τριήρεις. πλοῖα πολεμικά. καλοῦνται καὶ λίβερνοι. Τριφυλία. ἡ ἐν Πελοποννήσῳ. ἀπὸ Τριφύλης τῆς Κλύτου μητρὸς, ἀλλʼ οὐκ ἀπὸ Τριφύλου τοῦ Λυκάονος. Τρίχες. παρὰ τὴν τραχύτητα, τραχέες τινὲς οὖσαι. οἱ δὲ ἀπὸ τοῦ τρίζειν ἐν τῇ κουρᾷ. οἱ δὲ ἀπὸ τοῦ πλήθους. οἱ δὲ ἀπὸ τοῦ τρύχεσθαι καὶ ἀφαιρεῖσθαι συνεχῶς. Τρήρων, τρήρωνος. λέγεται δὲ ἡ δειλὴ περιστερά. παρὰ τὸ τρέω τρεερὸς καὶ κατὰ συναλοιφὴν τρηρὸς καὶ παρώνυμον τρήρων. ὡς ἁβρὸς, ἅβρων. Τροχιάς. πορείας. τρίβους. ἐργασίας. Τροιζήν. χώρα. καὶ κλίνεται Τροιζῆνος. Τροπή. ἀποσκίασμα, ἀλλοίωσις. Τροπή. δίωξις. Τροπαὶ τοῦ ἡλίου. πρώτη μὲν ἡ ἐαρινή. ἐν αὐτῇ γὰρ ἐποίησεν ὁ θεὸς τὰ σύμπαντα. καὶ δηλοῖ τὸ μέχρι νῦν ἐν αὐτῇ τῶν ἀνθέων τὴν βλάστησιν γίνεσθαι. ἥτις καὶ ἰσημερινὴ τροπή ἐστι. δώδεκα γὰρ ὡρῶν τήν τε ἡμέραν καὶ τὴν νύκτα καθίστησιν. αὕτη ἐκ τῆς μέσης τῆς ἀνατολῆς τοῦ ἡλίου συνίσταται, εὐκραὴς οὖσα, αἵματος αὐξητικὴ, θερμὴ καὶ ὑγρὰ ὑπάρχουσα, καὶ διʼ αὐτῆς μεσιτεύουσα τῷ χειμῶνί τε καὶ τῷ θέρει, τοῦ μὲν χειμῶνος θερμοτέρα καὶ ξηροτέρα, τοῦ δὲ θέρους ψυχροτέρα. διατείνει δὲ αὕτη ἡ ὥρα ἀπὸ μαρτίου εἰκάδος πρώτης μέχρι ἰουνίου εἰκοστῆς τετάρτης. εἶτα ὑψουμένης τῆς τοῦ ἡλίου ἀνατολῆς ἐπὶ τὰ βορειότερα μέρη, ἡ θερινὴ τροπὴ διαδέχεται, μεσιτεύουσα τῷ τε ἔαρι καὶ τῷ μετοπώρῳ, ἐκ μὲν τοῦ ἔαρος τὸ θερμὸν ἔχουσα, ἐκ δὲ τοῦ μετοπώρου τὸ ξηρόν· θερμὴ γάρ ἐστι καὶ ξηρὰ, καὶ τὴν θερμὴν αὔξει χολήν. αὕτη μὲν μεγίστην τὴν ἡμέραν ἔχει ὡρῶν πεντεκαίδεκα, τὴν δὲ νύκτα πάνυ σμικροτάτην, ὡρῶν ἐννέα διάστημα ἔχουσαν. καὶ αὕτη δὲ διατείνει ἀπὸ ἰουνίου εἰκοστῆς τετάρτης μέχρι σεπτεμβρίου εἰκοστῆς πέμπτης. εἶτα πάλιν εἰς τὴν μέσην ἀνατολὴν τοῦ ἡλίον ἐπανιόντος, ἡ μετοπωρινὴ τροπὴ τὴν θερινὴν ἀμείβει, μέσως πως ἔχουσα ψύξεώς τε καὶ θέρμης, ξηρότητός τε καὶ ὑγρότητος, καὶ μεσιτεύουσα τῇ τε θερινῇ καὶ τῇ χειμερινῇ τροπῇ, ἐκ μὲν τῆς θερινῆς τὸ ξηρὸν, ἐκ δὲ τῆς χειμερινῆς τὸ ψυχρὸν ἔχουσα· ψυχρὰ γάρ ἐστι καὶ ξηρά· καὶ τὴν μέλαιναν αὔξει χολήν. αὕτη πάλιν ἰσημερινὴ ὑπάρχει, ἐκ δώδεκα ὡρῶν τήν τε νύκτα καὶ τὴν ἡμέραν ἔχουσα. διατείνει δὲ αὕτη ἀπὸ σεπτεμβρίου κεʹ μέχρι δεκεμβρίου κεʹ. τοῦ δὲ ἡλίου ἐπὶ τὴν μικροτέραν καὶ χθαμαλωτέραν ἤτοι μεσημβρινὴν ἀνατολὴν κατιόντος, ἡ χειμερινὴ ἐπιλαμβάνεται τροπὴ, ψυχρά τε καὶ ὑγρὰ τυγχάνουσα, μεσιτεύουσα τῇ τε μετοπωρινῇ καὶ τῇ ἐαρινῇ, ἐκ μὲν τῆς μετοπωρινῆς τὸ ψυχρὰν ἔχουσα, ἐκ δὲ τῆς ἐαρινῆς τὸ ὑγρὸν κεκτημένη. αὕτη δὲ σμικροτάτην ἡμέραν ἔχει, ὡρῶν ἐννέα, τὴν δὲ νύκτα μεγίστην, ὡρῶν πεντεκαίδεκα, φλέγματος αὐξητική. διατείνει δὲ μέχρι εἰκοστῆς πρώτης μαρτίου. σαφῶς δὲ ὁ δημιουργὸς προενοήσατο, ὡς ἂν μὴ ἐξ ἄκρας ψυχρότητος ἢ θερμότητος ἢ ὑγρότητος ἢ ξηρότητος ἐπὶ τὴν ἄκραν ἐναντίαν ποιότητα χαλεποῖς περιπέσωμεν ἀῤῥωστήμασι· σφαλερὰς γὰρ τὰς αἰφνιδίους μεταβολὰς οἶδεν ὁ λόγος. Τροπολογία. ἀλλοίωσις ἑτέρου πρὸς ἕτερον κατατὶ, τουτέστι καθʼ ἓν τῶν ὑποκειμένων τριῶν, νοήματος, λέξεως καὶ μέλους. γίνεται δὲ ἡ τροπολογία ἢ κατὰ νόημα, ἢ κατὰ λέξιν, ἢ κατὰ μέλος. καθʼ οἷον οὖν τῶν προλεχθέντων τούτων γένηται, κατʼ ἀλλοίωσιν γίνεται. Τροπηλίς. ἡ τῶν σκορόδων δέσμη. ἀπὸ τοῦ εἰλεῖσθαι. τροπαλὶς ἦν, καὶ ἐτράπη τὸ α εἰς η. Ἀριστοφάνης Ἀχαρνεῦσι· σκορόδων τροπαλίδος. Τροφαλίς. ἐπὶ τοῦ τυροῦ. παρὰ τὸ τρέφω, τὸ πήσσω. ὡς τὸ ἔλπω ἐλπὶς, κρέω κρεκὶς καὶ κερκὶς, οὕτω τρέφω τροφὶς καὶ πλεονασμῷ τοῦ α καὶ τοῦ λ τροφαλίς. Τροφή. παρὰ τὸ τρέφω, τὸ πήσσω. ἡ πηγνύουσα καὶ εὐσταθῆ ποιοῦσα τὰ σώματα. τροπὴ καὶ ἡ ἀγωγὴ καὶ ἡ παιδεία. Πλάτων· ὑπὸ τῷ σοφωτάτῳ Χείρωνι τεθραμμένος. ἀντὶ τοῦ πεπαιδευμένος. Ὅμηρος δὲ πεπαιδεῦσθαι λέγει τὸν Ἀχιλλέα ἀντὶ τοῦ τετράφθαι. Τρυμαλιά. ἡ τρύπα. Τρύξ. ἡ τρύγη. Τρυτάνη. ἡ στάθμη, τὸ ζύγιον. παρὰ τὸ εἰς τρία ἑστάναι, τριτάνη καὶ τρυτάνη, τροπῇ τοῦ ι εἰς υ. Τρυφή. ἡ διακλῶσα τὰ σώματα. τρύψαι γὰρ τὸ κλάσαι. Ὅμηρος· διατρυφὲν ἔκπεσε χειρός. Τρίφαλλος. τρεῖς φαλλοὺς ἔχουσα. φαλλὸς δὲ ὁ λόφος τῆς περικεφαλαίας. τρίφαλλος ἀσπίς. Τρῳάς. Τρωϊκὰς γυναῖκας. ἐπεὶ εὕρηται κατὰ διάστασιν Τρωϊάδας γυναῖκας. Τρυφαλίς. τυροῦ τμῆμα. τοῦ Ψελλοῦ· ἱππάκη τυρὸς ἵππειος, τρυφαλὶς τυροῦ τμῆμα. Τριβή. σημαίνει τέσσαρα· ἡ ἀργία· ἡ πεῖρα· τὸ σχολεῖον· καὶ ἡ παλαίωσις τοῦ ἱματίου. Τρυγών. παρὰ τὸ τρύζω, τὸ γογγύζω. καὶ κλίνεται τρυγόνος. — Οὐδέτερον. —Τρέτραθρα. φυτά· νέα. Τριηράρχημα. τὸ εἰς τριηραρχίαν ἀνάλωμα, μετὰ τὸν τῆς τριηραρχίας χρόνον. Τρίγληνα. λαμπρά. Τριβολεκτράπελα. σκληρὰ, ἀπόκροτα, ἀπόβλητα. Τριψείδιον. ....... Τρισόλβιον. τρισμακάριστον. Τριτημόριον. τοὺς ἓξ χαλκοῦς τοῦ ὀβολοῦ εἴρηκε Φιλήμων. Τρίτον. ἡμίδραχμον. τὰς δύο ἥμισυ δραχμὰς οἱ παλαιοὶ τρίτον ὀνομάζουσι. Τριβώνιον. ἔνδυμα φιλοσόφου, ἔχον σημεῖα, ὡς γράμματα. Τρίχινον. παρὰ τὸ τρύχω, τὸ καταπονῶ καὶ ἐλαττῶ τὸ σῶμα. Τρίχαπτον. τὸ βαμβύκινον ὕφασμα. Τραύξανα. τὰ ἀπὸ τῆς φάτνης ἀποπίπτοντα τῶν ἵππων, ἢ τῶν βοῶν, ἢ τῶν ἄλλων κτηνῶν λείψανα, ἤτοι τὰ ξηρὰ ξύλα. Τρόπαιον. νικητήριον. Τρόφι. τὸ εὐτραφές. τρόφι κῦμα. ἀπὸ τοῦ τρόφιμον γίνεται κατὰ πάθος. ἔστι δὲ ἄκλιτον, ὡς τὸ ἄλφι καὶ τὸ ἔρι καὶ τὸ κρῖ. Τροχανόν. τριετές. Τροχαντῆρες. μέρος τι τῆς νεώς. Τρυβλίον. σκουτέλλιον. Τρύμα. ἡ ταλαιπωρία. Τρύμα. πόνος. Τρωγάλια. οἱ ἐρέβινθοι. Τραῦμα. λύσις τῆς τοῦ σώματος συνεχείας κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης. — Ῥῆμα. —Τραπέουσι. πατοῦσι. παρὰ τὸ τρέφω, τὸ πήσσω. καὶ τραφερὴ ἡ πεπηγμένη γῆ. Τρακταΐζω. τὸ λευκαίνω καὶ κατασκευάζω. ἀπὸ τοῦ τράκτου κηροῦ. Τρέφεσθαι. πήγνυσθαι, συνίστασθαι. περὶ ψυχῆς. Τρέψασκον. ἀντὶ τοῦ ἔτρεψαν, ἰωνικῶς. τρέψασκον ἀνόμους. Τρέσαι. ἐκφοβῆσαι. Τρήσας. τρυπήσας. Τριαχθῆναι. ἀντὶ τοῦ τρὶς πεσεῖν. Τριάσσω καὶ τριάττω. τὸ νικῶ. ἐκ μεταφορᾶς τῶν παλαιστῶν, ἐν τρισὶ πάλαις τὴν νίκην καρπουμένων. καὶ τρίακτος, ὁ ἀήττητος. Τριβωνευόμενοι. ἀντὶ τοῦ τεχνάζοντες. τρίβων γὰρ ὁ ἔμπειρος. καίτοι σοι τὰ τοιαῦτα τριβωνότερα καὶ ἀκριβέστερα. Τροπώσομαι. νικήσω, ὑποτάξω. Τροχηλατεῖ. ἐλαύνει. Τροχιλεύειν. πλανᾶσθαι. Τρύγει. ξηραίνεται. Τρυγῷ καὶ τρυπῷ. Ὅμηρος· ὡς δʼ ὅτε τις τρυπῷ δόρυ νήϊον ἀνήρ. τὸ εὐκτικὸν τρυγάοιμι, τρυγῷμι, τρυγῷοι, τρυγῷ. πῶς ἄν τις ὄμφακα τρυγῷ. οὕτως Ὦρος ὁ Μιλήσιος. Τρύχεται. δαμάζεται. ἔστι ῥῆμα τρῶ καὶ δηλοῖ τὸ βλάπτω καὶ κακῶ. οὗ παράγωγον τρόω. οἶνός σε τρώει μελιειδής. τοῦ τρῶ ἄλλο παράγωγον τρύω καὶ πλεονασμῷ τοῦ χ τρύχω. Τρυτᾷν. τρίβειν. Τρυχωθείς. πιεσθείς. Τρώγω. παρὰ τὸ τρῶ, τὸ βλάπτω, παράγωγον τρώγω. σημαίνει δὲ τὸ κατεργάζεσθαι, καὶ μὴ ἐᾷν ἅτινα ἄν τις τρώγῃ ὑγιᾶ. Τρωέζειν. συνουσιάζειν. Τρωπᾶσθαι. ἀντὶ τοῦ τρέπεσθαι. Ἀλλὰ πάλιν τρωπᾶσθαι—. τρέπω, τρωπῶ, ὡς στρέφω, στρωφῶ. — Ἐπίῤῥημα. —Τρίχα. ἀντὶ τοῦ τριχῶς. βαρύνεται. τὰ γὰρ εἰς ως ἐπιῤῥήματα, εἰ ἔχει ἄλλο ἐπίῤῥημα εἰς α λῆγον μὴ συνεμπίπτον ὀνόματι, πάντοτε βαρύνεται. διχῶς, δίχα· σαφῶς, σάφα· τριχῶς, τρίχα. καὶ τριχῆ. Τριχθά. εἰς τρία μέρη. Τρίς. ἀντὶ τοῦ ἐκ τρίτου. τρεῖς δὲ ἐπὶ ἀριθμοῦ, ὡς τό· τρεῖς ἄνθρωποι. καὶ ἀντὶ τοῦ φοβεῖς. δίφθογγον. Τριστοιχεί. Τροπικῶς. μεταφορικῶς. Τὸ Τ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Τυκανήτης. Τύλος. ἡ νενεκρωμένη σάρξ. Τύμβος. ὁ τάφος. παρὰ τὸ τύφεσθαι ἐκεῖ τὸ νεκρὸν σῶμα, τουτέστι καίεσθαι. Τύντλος. ὁ πηλώδης τόπος. Τύπος. ὑπόδειξις ἀφανοῦς προσδοκωμένη, μιμητικῶς τὸ μέλλον προϋπεμφαίνουσα, ὡς ἡ πέτρα τὸν Χριστόν. Τύραννος. ἔστι ῥῆμα τρύω, τὸ καταπονῶ, κατὰ παραγωγὴν τρύανος καὶ ἐν ὑπερβιβασμῷ τύραννος, κατὰ πλεονασμὸν ἑτέρου ν. τὰ γὰρ εἰς νος ὀνόματα διʼ ἑνὸς ν γράφεται, οἷον, γέρανος, στέφανος. πλὴν τοῦ τύραννος. Τύπης. πλήκτης. Τυφώς. ἡ ἐκ δαιμόνων πύρωσις. Τυτθός. ὁ μικρός. κυρίως δὲ τὸ τυτθὸν, τὸ ἐπιτίτθιον βρέφος. τιτθὸς γὰρ ὁ μαζὸς, ὅθεν καὶ τυτθὴν λέγουσιν ὀλίγην ἢ μικράν. Τῦφος. ἡ ἀλαζονεία. ἡ ἄναψις τῆς καρδίας, ἣν ἐγείρει κουφότης. παρὰ τὸ τύφω, τὸ καίω. ὅθεν καὶ τὸ υ μακρὸν, καὶ περισπᾶται. Τυφεδανός. τετυφωμένος καὶ ἀσθενής. οἷον, καπνὸς τυφεδανός. ἐκ τοῦ τύφω. Τυφών. σφοδρότατος καὶ λαβρότατος ἄνεμος ἐκνεφίας οὕτω καλούμενος. Τυφῶνα. τὸν κατὰ θάλασσαν, ὑφʼ οὗ τὰ πλοῖα φθείρονται. τυφῶνα οὐ τὴν ἐκ τοῦ ἀέρος φλόγα λέγει ὁ Πλάτων, ἀλλὰ τὴν ἐκ τῆς ἀναθυμιάσεως συστροφὴν πρὸ τοῦ ἐκπυρωθῆναι. Τυφώς ἐστιν ἑλικοειδὴς κίνησις ἀέρος ζοφώδους ἄνωθεν ἐπὶ γῆς τεταμένη. Τύχος. ὄρυξ. Τύχων. ὁ Ἑρμῆς. Τύπον. ὅρον, κανόνα. καὶ ὁ Ἀπόστολος· εἰς ὃν παρεδόθητε τύπον διδαχῆς. ἢ καὶ εἰκόνα. τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. — Θηλυκόν. —Τυκάνη. ᾧ ἀλφῶσι. Τύλη. τὸ τύλιον. Τυμπανιστριῶν. μελῳδουσῶν. Τυπὴ καὶ τυπίς. ἡ πληγή. ἀπὸ τοῦ τύπτω. Τυρεία. ἡ πανουργία, ἡ κατασκευή. Τύχη. αἰτία κατὰ συμβεβηκὸς ἀόριστος ἐν τοῖς ἕνεκα τινὸς κατὰ προαίρεσιν γινομένοις συμβαίνουσα. τὸν γὰρ ὀρύσσοντα χρυσίον εὑρεῖν ἔτυχε. Τύνη. ἀντὶ τοῦ σὺ, Δωρικῶς. καὶ γάρ εἰσιν ἀντωνυμίαι κατʼ ἐπέκτασιν γινόμεναι. παρὰ τὸ ἐγὼ ἐγώνη, οὕτως καὶ σὺ σύνη, καὶ τροπῇ τύνη. Τυπάς. ἡ σφύρα. Τυμβάς. ἡ φαρμακίς. τοῦ Ψελλοῦ· τυπὰς ἡ σφύρα πέφυκε, τυμβὰς ἡ φαρμακὶς δέ. — Οὐδέτερον. —Τυλόν. τὸ αἰδοῖον. Τύμμα. ἡ τύψις. Τύμπανον. ἐκ δερμάτων ἐστὶ γινόμενον. παρὰ τὸ τύπτω τύπανον καὶ πλεονασμῷ τοῦ μ τύμπανον. ἢ τύμπανον ἐστὶ τὸ τοῦ δημίου ξύλον, ᾧ τοὺς παραδιδομένους διεχειρίζετο. ὅθεν καὶ τυμπανίζεται, ὅ ἐστι ξύλῳ πλήσσεται, ἐκδείρεται, κρέμαται. Τύμπανον νοητόν. νέκρωσις ἑκούσιος σώματος, καὶ σωφροσύνης ποιητική. — Ῥῆμα. —Τυγχάνω. τεύχω, τυγχάνω, ὡς φεύγω, φυγγάνω, ἐρεύγω, ἐρυγγάνω. παραγωγή ἐστιν ἄρα, οὐ πλεονασμός. ὡς ἥδω, ἁνδάνω. Τυμβοχοῆσαι. χωστοῦ τάφου ἀξιῶσαι. Ἀρίσταρχος· τὸ γὰρ πλῆρες τυμβοχοῆσαι. Τυμπανίζεται. ξύλῳ πλήσσεται. ἢ ἀποδέρεται τὴν κεφαλήν. ἢ ἀποκεφαλίζεται. Τυντλάζειν. εἰς πηλὸν ἐμβαίνειν. ἢ αὐτὸ καὶ αὐτὸ λέγειν. ἢ ἐπιῤῥαίνειν. Τυπτήσεις καὶ τυπτῶ. παρὰ Ἀριστοφάνει. Τυρεύει. κατασκευάζει· πανουργεύει. Τυρβάζω. σπεύδω. μεριμνῶ, φροντίζω. Τύφεται. καίεται, καὶ καπνίζεται. Τύψειαν. οἱ Αἰολεῖς τὰ εὐκτικὰ τοῦ ἀορίστου πρώτου διὰ τοῦ εια προσφέρουσι· τὸ γὰρ τύψαιμι τύψειαν λέγουσι καὶ τὸ ποιήσαιμι ποιήσειαν. Τυποῦνται. πλάττονται. τοῦ Θεολόγου· ἢ πρὸς ἀρετὴν τυποῦσθαι τοὺς νέους, ἢ πρὸς κακίαν. Τὸ Τ μετὰ τοῦ Ω. — Ἀρσενικόν. —Τωβήτ· Τωβίας· Τωβίτης. ὀνόματα κύρια. Τωτίλλας· Τωτιλλίας. ὀνόματα κύρια. Τωθασμός. χλεύη, ψόγος, ἐμπαιγμός. Τωφάνης. κύριον. — Θηλυκόν. —Τὼ χεῖρε. Ἀττικόν ἐστι. σύνηθες γὰρ τοῖς Ἀττικοῖς, κεχρῆσθαι τοῖς ἀρσενικοῖς ἄρθροις ἐν τοῖς θηλυκοῖς ὀνόμασι. διὸ καὶ Ὅμηρος· τὼ βάτην τρήρωσι πελειάσιν—. ἀντὶ τοῦ αὗται. καὶ ὁ Σοφοκλῆς· ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι. ἀντὶ τοῦ ταύτας τὰς κασιγνήτους. — Οὐδέτερον. —Τᾠκίδιον. τὸ οἰκίδιον. Τωϋτόν. τὸ αὐτό. — Ῥῆμα. —Τωθάζω. ἀπατῶ· ὑβρίζω· ἐμπαίζω· χλευάζω· ψέγω. ἀπὸ τοῦ θὼψ, ὃ σημαίνει τὸν κόλακα. ἐκ τούτου γίνεται θωπάζω, καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν καθʼ ὑπερβιβασμὸν τωθάζω. Τῷ τοι. διὰ τοῦτο. καὶ τῷ. Ὅμηρος· τῷ νῦν μνηστήρων ἔα βουλήν τε νόον τε.