Σ. Τὸ Σ μετὰ τοῦ Α. — Ἀρσενικόν. —Σαβάδιος. ἐπώνυμον τοῦ Διονύσου. καὶ σαβοὶ, ἐπίφθεγμα βακχικόν. Σάγαρις. ποταμὸς Φρυγίας. ἀπὸ Σαγάρου τοῦ υἱοῦ Μήδου. οὕτως Ὦρος ὁ Μιλήσιος. Σαγγάριος. ποταμὸς Φρυγίας, ὅτι Σάγγαν τινὰ ἀσεβηθέντα εἰς τὴν Ῥέαν μετέβαλεν εἰς τοῦτο τὸ ὕδωρ, καὶ ἀπὸ τούτου τὸν τόπον κληθῆναι. οὕτω φλυαροκοποῦσιν οἱ ἄφρονες Ἕλληνες. Σαβελλιανοί. ἀπὸ Σαβελλίου. οὗτοι τριώνυμον ἔλεγον μίαν ὑπόστασιν ἐν θεότητι, τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν καὶ πνεῦμα δογματίσαντες οἱ παράφρονες, συναναιροῦντες τὰς τρεῖς ὑποστάσεις, ὅ ἐστι συγχέοντες, ἓν πρόσωπον λέγοντες τὰ τρία. Σαβά. Αἰθιοπικὸν ἔθνος. Σαδδουκαῖοι. αἵρεσις Ἰουδαίων. λέγουσι μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον, μήτε πνεῦμα. παχύτεροι γὰρ οὗτοι καὶ περὶ τὰ σωματικὰ ἐπτοημένοι. Σαδδουκαῖοι δὲ ἑρμηνεύονται δίκαιοι. σέδεκ γὰρ ἡ δικαιοσύνη. Σακεσφόροι. ὁπλοφόροι, ἀσπιδοφόροι. ἀπὸ τοῦ σάκος, ὅ ἐστιν ἀσπίς. τὸ δὲ σάκος, ἀπὸ Σάκων, τῶν πρῶτον εὑρόντων. ἢ ἀπὸ τοῦ σάγων· σάγος καὶ σάκος. Σακέσπαλος. πολεμικός. ἀπὸ τοῦ πάλλειν καὶ κινεῖν τὴν ἀσπίδα. Σαλάγγων. ὄνομα ποταμοῦ. Σάλος. ὁ κλύδων. ἡ τῶν κυμάτων κίνησις. Σάνδυξ. χρῶμα κόκκινον. Σακερδώς. κύριον. καὶ κλίνεται σακερδῶτος. σακέρδιος δὲ ὁ ἱερεὺς, ῥωμαϊστί. ὁ τὰ σάκρα ἕρδων. σάκρον δέ ἐστι τὸ δημοσίᾳ ἀφιερωθέν. Σαπρὸς καὶ σαπρία, ὁ ἀφανισμός. ἀπὸ τοῦ σήπω, ὡς λέπω λεπρός. Σάρβηλος. κύριον. Σαρδιαίων. ἐθνικόν. Σαρδόνιος γέλως. ὁ καθʼ ὑπόκρισιν. καὶ σάρδιον, βοτάνη δηλητήριος, ἥτις ἅπαν τὸ σῶμα τοῦ φαγόντος αὐτὴν σπασμῷ ὑποβάλλει, ὡς καὶ τῶν χειλέων συσταλέντων τοὺς ὀδόντας γυμνοῦσθαι καὶ γέλωτος φαντασίαν παρέχειν τοῖς ὁρῶσιν. ἔνιοι δὲ ἐφύβριον ὀνομάζουσι τὸν σαρδόνιον γέλωτα. ἔστι δὲ καὶ λίθος οὕτω καλούμενος. Σάτυροι καὶ Βάκχαι. τὰ ἐν ἀνθρώποις αἰσχρὰ καὶ ἀκόλαστα πάθη. Σάτυρος. χορευτὴς τοῦ Διονύσου. παρὰ τὸ σάθη σάθυρος καὶ σάτυρος. ὡς ἅλμη ἁλμυρός. κατωφερὲς γάρ ἐστι τὸ γένος τῶν Σατύρων. καὶ σάτυρος ζῶον. Σατράπης. βασιλεὺς, ἢ ἄρχων, ἢ στρατηγός. Σαυρωτήρ. ὅπου ἐμπήγνυται τὸ σίδηρον τοῦ δόρατος. παρὰ τὸ σταυροῦσθαι καὶ ὀρθοῦσθαι ἐπʼ αὐτῷ τὸ δόρυ, σταυρωτὴρ τὶς ὢν, καὶ ἀποβολῇ τοῦ τ σαυρωτήρ. Σαρκικός. ὁ πνεύματος καὶ ψυχῆς πάντη που ἀμελῶν. Σακερδώς. κύριον. καὶ σακερδὼ, ὁ αἴλουρος. Σαβαώθ. κύριος δυνάμεων, στρατιῶν. Ἡσαΐας· εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα. Σατᾶν. ὁ ἀντικείμενος τῇ Ἑβραίων φωνῇ. — Θηλυκόν. —Σάγη. τὸ σάγμα, περιβόλαιον, σκέπη. Σαγήνη. τὸ δίκτυον. σαγίνη δὲ, τὸ ὅπλον, ι. Σάϊς. πόλις. καὶ κλίνεται Σάεως. Σαῖνα. τὸ αἰδοῖον. ἡ μοῖρα. Σαῖπος. ἡ ἁλιευτικὴ ἐλαία. Σάλπιγξ. παρὰ τὸ σαλπίζω. τοῦτο παρὰ τὸ ἔπω, τὸ λέγω, ἔψω, ἒψ, ὀπὴ, ὀπίζω, καὶ μετὰ τοῦ σέλας, ὃ σημαίνει τὴν λαμπηδόνα, σελαπίζω, καὶ σάλπιγξ. Σαλαμβάδες. αἱ θυρίδες, αἱ ἀεὶ ἐν σάλῳ οὖσαι. ἢ παρὰ τὸ διʼ αὐτῶν εἰσβαίνειν τὸ φῶς. Σαμβύκη. εἶδος ὀργάνου. Σαλαμίς. ὄνομα πόλεως. ἀπὸ Σαλαμῖνος τινὸς Ἀσωποῦ θυγατρός. Σαμάρεια. ἀπὸ τοῦ σήματος τοῦ Ἄρεως, ὅτι ἐν αὐτῷ Ἄρης Ἀσκαλάφῳ τῷ υἱῷ τύμβον ἔχευε, ἐν ᾧ καὶ ἐπίγραψεν οὕτως· Σῆμʼ Ἄρεως ἕτοιμον βεβοημένον Ἑλλάδι φήμῃ ..οὕνεκʼ Ἄρης τέκνον ἔχωσε πόλιν. Σαβέτ. ἐστὶν ἡ ἀνάπαυσις. ἐξ οὗ τὸ σάββατον. Σανίς. τὸ ἐπίμηκες ξύλον. οἱονεὶ τετανὶς, παρὰ τὸ τετάσθαι. Σαπφώ. παρὰ τὸ σαφής. ἢ παρὰ τὸ σάφω Σαφὼ, ὡς καλύψω Καλυψὼ, κλώθω Κλωθὼ, καὶ πλεονασμῷ τοῦ π Σαπφώ. ἢ παρὰ τὸ σαφῶ, τὸ σαφηνίζω. Σαργάνη. σχοινίον. ἔστι δὲ καὶ εἶδος σπυρίδος. παρὰ τὸ σάγος σαγάνη καὶ πλεονασμῷ τοῦ ρ σαργάνη. Σάρισσα. εἶδος ὅπλου. Σαρωνὶς καὶ Σαρωνικὸν πέλαγος, ἐπειδὴ Σάρων τὶς κυνηγὸς ἐπιδιώκων ἐκεῖσε κατεκρημνίσθη εἰς θάλασσαν. Σάρξ. αἷμα πεπηγὸς ἀπὸ φύσεως. ἢ στοιχείων συνδρομή. σάρξ ἐστιν οὐσία ῥευστὴ ἐξ αἵματος καὶ φλέγματος καὶ χυμοῦ καὶ χολῆς συνισταμένη, ἤγουν ἐξ ἀέρος καὶ γῆς καὶ πυρὸς καὶ ὕδατος, τουτέστιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ, ὑγροῦ. ὁ ἥλιος τὸ θερμὸν καὶ ζωτικόν· ὁ ἀὴρ τὸ ψυχρόν· ἡ γῆ τὸ ξηρόν· τὸ ὕδωρ τὸ ὑγρόν. σύρκα λέγουσιν οἱ Αἰολεῖς τὴν σάρκα, διὰ τὸ σύρεσθαι ἀπʼ αὐτῆς τὸ δέρμα. Σαρκὸς ἀπόθεσις. ἡ σαρκικὴ ἡδονή. Σάρδις. πόλις. ὡς παρὰ τὸ ὄφιες καὶ πόλιες κράσει τοῦ ε καὶ ι εἰς ι μακρὸν γίνεται αἱ πόλις καὶ οἱ ὄφις, οὕτω καὶ παρὰ τὸ Σάρδιες γίνεται Σάρδις, καὶ οἱ πολῖται καὶ ἡ πόλις. τί οὖν; οἱ πολῖται Σάρδις λέγονται καὶ οὐ Σαρδινοί; πῶς οὖν καὶ οἱ πολῖται καὶ ἡ πόλις Σάρδις λέγεται; οὐχ ἡ πόλις καὶ οἱ πολῖται Σάρδις λέγονται, ἀλλʼ ὅτι ἀμφότερα διὰ τοῦ ι γράφεται, καὶ Σάρδις καὶ Σαρδινοί. καὶ Σάρδεις, τὸ δεις δίφθογγον, ὡς καὶ αἱ πόλεις. Σατραπεία. ἀξίωμά τι. Σαλώμη. κύριον. ἑρμηνεύεται δὲ εἰρήνη. τοῦτο δὲ εἴη ψυχὴ νικήσασα τὰ πάθη καὶ ἀποβαλοῦσα, καὶ εἰρήνην τελείαν ἀπʼ αὐτῶν ἄγουσα. καὶ ὁ θεολόγος· κᾂν ἡ ἄλλη Μαρία κᾂν Σαλώμη. — Οὐδέτερον. —Σαβέκ. χρυσολάχανον. Σαΐτιν. μέτρον τὶ οἴνου. Σάκεα. αἱ ἀσπίδες. σάκαια δὲ ἑορτὴ, δίφθογγον. Σάκρον καὶ σάκρα παρὰ Ῥωμαίοις, τὰ ἱερὰ πράγματα. ἢ σάκρον ἐστὶ τὸ δημοσίᾳ ἀφιερωθέν. Σάμνιον. τόπος. Σαπώριον. τόπος. Σαραπεῖον. τὸ τοῦ Σαράπιδος ἱερόν. Σαράβαρον. ἐσθὴς Περσική. ἄλλος ἑρμηνεύει τὸ σάτον, τὸ λεγόμενον χοίνικα ἢ δεκάλιτρον. ἔνιοι δὲ τὸ βρακίον λέγουσι. Σαρδόνιον πέλαγος. Σάτον. μόδιος· κούμουλος. — Ῥῆμα. —Σαγηνεύει. περιλαμβάνει. ἀγρεύει. Σαίρει. φιλοκαλεῖ· κοσμεῖ. Σάξαι. ἐπιφορτίσαι· στρῶσαι. Σαρκάζειν. μετὰ πικρίας καὶ θυμοῦ γελᾷν. Σαρισσοφοροῦσιν. ἀπὸ τοῦ σαρίσσης ἀκοντίου. Σαρούμενος. σπαραττόμενος. οὕτως Λυκόφρων. Σαλαΐζω. θρηνῶ. Σαλπίζειν. ἔθος ἦν τοῖς Ἰουδαίοις διὰ σαλπίγγων ἐπὶ τὸ αὐτὸ τοὺς ἐνδεεῖς ἀθροίζειν, ἡνίκα διανέμειν τὶ εἰς αὐτοὺς ἐβούλοντο. οὕτως ὁ ἅγιος Κύριλλος. Σαφηνίζω. ἑρμηνεύω. καὶ σαφήσας καὶ σαφηνίσας. Σάττω. φορτίζω. Σαώζει. ἀντὶ τοῦ σώζει. Σαίνω. τὸ κινῶ. τὸ θέλγω. καὶ παρὰ τῷ Ἀποστόλῳ σαίνεσθαι, τὸ οἷον θορυβεῖσθαι καὶ ταράττεσθαι. εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. — Ἐπίῤῥημα. —Σαφῶς. φανερῶς· εὐκόλως· ἀληθῶς. Τὸ Σ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —Σέας. σκώληκας. οὐχ εὕρηται ἡ εὐθεῖα ἐν χρήσει, ἀλλʼ αἱ πλάγιαι. παρὰ Ἀριστοφάνει· ὑπὸ τῶν σέων καμπτόμενος. ἡ εὐθεῖα τῶν πληθυντικῶν, σέας, σεῖς. Σέβερος. ὁ εὐσεβής· ὁ δίκαιος. Σεβοείμ. κύριον. Σεβαστεινός. τοπικόν. καὶ Σεβαστειηνὸς, κύριον, διὰ διφθόγγου καὶ η. Σέθεν. ἀντὶ τοῦ σοῦ. καὶ σέο ἀντὶ τοῦ σοῦ. ποιητικῶς. Σείριος. ὄνομα ἀστέρος. ἢ ὁ ἥλιος. Σήριος δὲ κύριον, η. σείριος δὲ παρὰ τὸ εἴρω, τὸ λέγω. γίνεται εἴριος καὶ σείριος. λέγει γὰρ καὶ μηνύει ἡμῖν τὸν καιρὸν τοῦ θέρους. Σειρομάστης. ἡ λόγχη. Σειρομάστης. ὁ λῶρος, ἢ εἶδος ἀκοντίου. Σείραιος. οἶνος ὁ ἐκ γλεύκους ἑψημένος ἢ γλυκύς. Σεισμός. κίνησις γῆς ὑπὸ πνεύματος ἔνδον ἀπολειφθέντος καὶ βιαίως ῥυθέντος διὰ τὸ κωλυθῆναι περὶ τὰ κοῖλα. σισμὸς δὲ, ὁ βρασμὸς καὶ ἦχος, ι. ἀπὸ τοῦ σίζω, τὸ ἠχῶ. Σειληνός. ὁ Διόνυσος. παρὰ τὸ σείεσθαι ἐν τῷ ληνῷ. Σειλινὸς δὲ, ὁ γέρων, καὶ Σειλινοὶ, οἱ τῶν Σατύρων γέροντες. παρὰ τὸ σεσηρέναι καὶ χαίρειν. γίνεται σέρινος καὶ μεταθέσει τοῦ ρ καὶ πλεονασμῷ τοῦ ι Σειλινός. ἢ παρὰ τὸ σείεσθαι λίαν Σειλινὸς, ὁ γέρων. Σελαγισμός. ἡ φρυκτωρία, ἡ λαμπηδών. παρὰ τὸ σέλας. Σελασμός. ἡ ἀλαζονεία. Σεμνός. ἔντιμος· ἐνάρετος· μέγας· ἔνδοξος. παρὰ τὸ σέβω σεμνὸς, ὁ σεβασμοῦ ἄξιος. Σεννάτωρ. ὁ τῶν Ῥωμαίων ἡγεμών. καὶ κλίνεται σεννάτωρος. Σέῤῥιφος. ὁ ἐπτερωμένος μύρμηξ. καὶ ὁ ἥλιος. Σεραφείμ. δυνάμεις ἅγιαι δοξολογικαὶ κυρίου. ἐπὶ μὲν ἑνικοῦ δίφθογγον, ἐπὶ δὲ πληθυντικοῦ ι. Σεύετος. ὁ κοχλίας. Σείριος. ὁ κυνόαστρος. γράφεται καὶ κύναστρος. Σέβαλα. ἡ ἔκπληξις. — Θηλυκόν. —Σελευκίς. ὄρνεον ἔνυδρον. Σέϊς. πόλις. καὶ κλίνεται Σέως. Σειουντία. χώρα. Σειρικία. κύριον. Σειρά. ἅλυσις. παρὰ τὸ εἴρω, τὸ συμπλέκω. γίνεται εἰρὰ, καὶ πλεονασμῷ τοῦ ς σειρά. Σεισάχθεια. τὸ βάρος. παρὰ τὸ ἀποσείεσθαι τὸ ἄχθος. σημαίνει δὲ καὶ τὸ χρέος. Σελάγησις. ἡ λαμπηδών. Σελάπυρος. ἡ λαμπρότης. Σελασία. ἡ Ἄρτεμις. παρὰ Λάκωσι. Σελήνη. τὸ φέγγος. ἥτις μετὰ τῶν ἀστέρων ἐτάχθη φωτίζειν τὴν νύκτα, οὐχ ὡς τῇ ἡμέρᾳ πάντοτε ὑπὸ γῆν ὄντες· εἰσὶ γὰρ καὶ ἐν ἡμέρᾳ ἀστέρες ἐν τῷ οὐρανῷ ὑπὲρ γῆν· ἀλλʼ ὁ ἥλιος τούτους ἅμα καὶ τὴν σελήνην τῇ φαιδροτέρᾳ αἴγλῃ ἀποκρύπτων οὐκ ἐᾷ φαίνεσθαι. τοῖς φωστῆρσιν οὖν τούτοις τὸ πρωτόκτιστον φῶς ὁ δημιουργὸς ἐναπέθετο, οὐχ ὡς ἀπορῶν ἄλλου φωτὸς, ἀλλʼ ἵνα μὴ ἐκεῖνο ἀργὸν μείνῃ τὸ φῶς σελήνη παρὰ τὸ σέλας ἀεὶ νέον ἔχειν, ὅθεν καὶ ἔνος ὁ ἐνιαυτός· σέλας δὲ παρὰ τὸ σαλεύεσθαι τῇ πνοῇ. Σελίς. πτυχίον. ἢ καταβατὸν βιβλίου. Σέλγη. πόλις. Σέληρα. νῆσος. Σεμεχωνίτης. λίμνη. Σεμίδαλις. παρὰ τὸ σμῶ, τὸ καθαίρω, καὶ τὸ ἅλις, ἡ ἅλις σμωμένη. τὸ πάνυ σμῆμα, οἱονεὶ τὸ λεπτομερέστατον. οὕτως Ὦρος ὁ Μιλήσιος. Σεννώ. πόλις. Σέρις. τὸ σέλινον. καὶ κλίνεται σέρεως. — Οὐδέτερον. —Σείριον. καυστικόν. ἀπὸ τοῦ σείριος. ἢ ἀπὸ τοῦ σειραίνω, τὸ ξηραίνω. Σειρήνια μέλη. γλυκύτατα. Σεῖστρον. παίγνιον. καὶ σεῖστρος, εἶδος βοτάνης. Σέλινα. βοτάνη εὔοσμος. Σέκτον. τὸ ἄθροισμα τῶν πλουσίων. Σέλας. λαμπηδών. παρὰ τὸ σαλεύεσθαι τῇ πνοῇ. Σελμών. ὄρος. ἑρμηνεύεται ἀνταπόδοσις. ἔστι δὲ φωνὴ Ἑβραϊκή. Σεμνεῖον. τὸ μοναστήριον. Σεμιράμεια τείχη. διφθόγγιζε. Σεπτόν. ἅγιον, ἔντιμον. παρὰ τὸ σέβω. — Ῥῆμα. —Σεβασμιάζειν. εὐσεβεῖν. Σειραίνω. τὸ ξηραίνω. παρὰ τὸν σείριον τὸν ἀστέρα. Σειράζω. ἅλυσιν ἕλκω. Σείω. ἔστι σῶ ῥῆμα, καὶ ἐξ αὐτοῦ σέω καὶ σείω. καὶ ἐκ τοῦ σῶ γίνεται καὶ τὸ σήθω, τὸ κοσκινίζω. Σελάσκω. λάμπω. Σεμνυνόμενος. κομπάζων, μέγα φρονῶν. Σεσῃρότα. κεχῃνότα· χαίροντα· γελῶντα· παίζοντα. Σεύω. τὸ ὁρμῶ καὶ τὸ διώκω. παρὰ τὸ σῶ, σεύω. Τὸ Σ μετὰ τοῦ Η. — Ἀρσενικόν. —Σηγώρ. πόλις καὶ ὄρος. Σῆθος καὶ σηθιανός. κύρια. Σῆθος. ὄνομα ποταμοῦ Σκυθίας. Σηκός. ὁ ναὸς, καὶ ἡ τῶν προβάτων ἔπαυλις. στηκός τίς ἐστι, καὶ γὰρ σταθμός ἐστιν. ἀπὸ τοῦ ἵστασθαι ἐν αὐτῷ τὰ ἀγάλματα. Σηκοκόρος. ὁ τοῦ ναοῦ ἐπιμελούμενος. Σηκουάνοι καὶ Σηκολάκιοι. ἔθνη. Σηλώμ. κύριον καὶ ὄρος. Σήμαιθος. ὄνομα ποταμοῦ. Σημάντορος. ἡνιόχου. Σῆπες. οἱ σκώληκες. ἡ εὐθεῖα ὁ σὴψ, τοῦ σηπός. Σῆρες. οἱ σκώληκες. Σήρ. ὁ σκώληξ. καὶ κλίνεται σηρός. καὶ σηρικὰ ἱμάτια, τὰ μεταξωτά. Σήριος. κύριον. Σήραγγες. κοιλώδεις τόποι, ἢ λάκκοι, ἢ τὰ χάσματα τῆς γῆς. ὁ σήραγξ, τοῦ σήραγγος. Σής. ὁ σκώληξ. καὶ κλίνεται σητός. Σητάνειος. ὁ καθαρὸς ἄρτος. Σηών. κύριον. ὃς ἦν βασιλεὺς τῶν Ἀμοῤῥαίων, πλούτῳ καὶ στρατοπέδῳ περιβόητος. μονόκλιτόν ἐστι. — Θηλυκόν. —Σήκονις. χώρα. Σηκυία. τὸ σηκυιαστήριον. Σηλυβρία. πόλις. ἀπὸ Σήλυος τοῦ Θρᾳκός. Σημασία. δήλωσις καὶ φανέρωσις. Σημαία. τὸ φλάμουλον. Σηστός. πόλις. Σήσαμος. τόπος. Σητήνη. τόπος. Σῆται. ὄνομα χώρας. Σήτη καὶ Σηταία. κύριον. Σηπία. εἶδος ἰχθύος. Σιππία δὲ, τόπος, ι. Σήφη. πόλις. — Οὐδέτερον. —Σήγιστρον. τὸ τῶν ἀλόγων σκέπασμα. Σήμαντρα. αἱ σφραγίδες. Σημεῖον. συμβόλαιον τὴν ἀναφορὰν ἡμῖν ποιοῦν πρὸς ἐκεῖνο, οὗ ἐστι τὸ σημεῖον. ὡς τὸ, κονιορτὸς ἐφάνη, ἔρχονται οἱ πολέμιοι. ἢ σημεῖον τὸ οὐκ ἔξω τῆς φύσεως ὄν. οἷον τὸ ἰάσασθαι ἄῤῥωστον καὶ τὰ τοιαῦτα. ἢ οὗ μέρος οὐδέν. καὶ σημεῖον τὸ κέντρον. Σῆμα. τὸ σημεῖον καὶ ὁ τάφος. Σηρηνίου. τοῦ κιβωτίου. Σησάμιον καὶ σησαμοῦντα. τὰ ψαιστά. Σησαμούντεια τείχη. Σήταιον. τόπος. Σηταῖον. σεσημμένον. — Ῥῆμα. —Σήθω. τὸ κοσκινίζω. Σημαίνω. προστάσσω. δεικνύω. Σητώμενος. ..... Σήκαθεν. ὡς εἰς σηκὸν κατεκλείσθησαν. Τὸ Σ μετὰ τοῦ Θ.Σθεναρός. ἰσχυρός. παρὰ τὸ σθένος, ὃ σημαίνει τὴν δύναμιν. τὸ δὲ σθένος παρὰ τὸ ἵστημι, στήσω. στένος καὶ σθένος. Τὸ Σ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Σιβύλλειος λόγος. ὁ τῆς Σιβύλλης. Σιγαλόεις. λαμπρὸς, πεποικιλμένος. καὶ σιγαλόεντα. παρὰ τὸ στίζω, στιγαλόεντα, καὶ σιγαλόεντα ἀποβολῇ τοῦ ταῦ. Σίντος. ὁ κάκιστος διάβολος, ὁ ἐμφωλεύων ἐν τοῖς ὕδασι. Σιγηλός. ὁ σιωπηλός. Σίαλος καὶ πτύαλος διαφέρει. ὁ μὲν γὰρ σίαλος αὐτομόλως ῥεῖ, ὁ δὲ πτύαλος τὸ ἀποπτυόμενον κατὰ προαίρεσιν διὰ τὴν τῶν χειλέων ἐπίπτηξιν. ἔστι καὶ σίαλος ὁ εὐτραφὴς σῦς. παρὰ τὸ ἅλις σεσιτεῦσθαι, ἢ παρὰ τὸ ἀφρὸν προΐεσθαι, ὃν λέγουσι σίαλον. καὶ σίαλος τὸ πτύσμα. Σίζε. ἐπίφθεγμα ἐπὶ κυνηγετῶν. Σίκερα. πᾶν τὸ περὶ τὸν οἶνον μέθυσμα. κυρίως τὸ ἐκ φοινίκων κατεσκευασμένον. Σιλός. ὁ μωρός. Σίμβλος. ἡ τροφὴ τῶν μελισσῶν. Σινάμορον. πορνικόν. καὶ σινάμορος, ὁ κακόσχολος. καὶ σιναμορουμένη ἀντὶ τοῦ γαμουμένη. Σίδειος. ὁ τῆς σίδης καρπός. σίδη δὲ ὁ τῆς ῥοιᾶς φλοιός. Σιδήτης. ὁ ἀπὸ Σίδης πόλεως. ἔστι δὲ αὕτη μία τῶν κατὰ τὴν Παμφυλίαν πόλεων μητρόπολις. Σίκλος. οἱ τέσσαρες ὀβολοί. Σίκιννις. κύριον. καὶ εἶδος ὀρχήσεως. Σικανοί. οἱ Σικελοί. ἀπὸ ἡγεμόνος Σικανοῦ. Σιλωάμ. ἑρμηνεύεται ἀπεσταλμένος. Σίλουρος. ἰχθύς. Σιληνός. ὁ μωρός. καὶ σίλλος. Σίλαρος. ποταμός. Σιμός. παρὰ τὸ σίγμα σιγμός· καὶ γὰρ τοῦ σιμοῦ ἡ ῥὶς δοκεῖ τοῦ ς τὸν τύπον μιμεῖσθαι. τὸ δὲ σίγμα διὰ τοῦ ι γράφεται, ἐπειδὴ τὰ εἰς α λήγοντα ὀνόματα τῶν στοιχείων ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι. α. β. γ. δ. ε. καὶ σιμότης ἡ ἐν ῥινὶ κοίλανσις. Σίμων. κύριον. ἑρμηνεύεται ὑπακοή. ἂν Σίμων ᾖς Κυρηναῖος. Σιμόεις. ποταμός. Σίπαλος. ὁ εὔμορφος. Σιρός. ὁ λάκκος. ἢ βαθύτατον ὄρυγμα. Σισίννιος. κύριον. Ἀῤῥιανὸς δὲ καὶ Ἀππιανὸς, ὁ Σισίννης, τοῦ Σισίννου. Σιτησμός. ἡ διατροφή. ἐπισιτισμὸς δὲ, ι. Σιφλός. τυφλός· ἀσθενής· ἐπίψογος· μωμητός. σιφλὸς δὲ κυρίως ὁ σεσινωμένος τοὺς ἴλλους, καταχρηστικῶς δὲ καὶ ἐπὶ ἄλλου μέρους τοῦ σώματος, πλεονασμῷ τοῦ φ. Σιφνεύς. ὁ ἀσπάλαξ. Σίφων. παρὰ τὸ σίζω, τὸ ἦχον ἀποτελῶ. Σιχθοί. οἱ σαθροί. Σικυιός. ὁ πέπων. τοῦ Ψελλοῦ· ὁ πέπων δέ γε σικυιὸς, ὁ δὲ βρυτὸς πόμα τι. — Θηλυκόν. —Σιαγόνες. ὅτι σείονται περιαγόμεναι. ἢ παρὰ τὸ σιγᾷν. ἐν αἷς ἐστι σιγᾷν καὶ λέγειν ἀνοιγομέναις. ἢ παρὰ τὸ τὰ σῖτα ἄγνυσθαι διʼ αὐτῶν. Σιγύνη. ἡ μικρὰ ἀσπίς. Σιδηρᾶν ὡς ἀργυρᾶν περισπῶμεν. Σικύνη, Σίκινις καὶ Σική. ὀνόματα πόλεων. Σικουΐα. χώρα. Σικανία. ἡ Σικελία. Σιλουντία. χώρα. Σίλφη. ὁ σκώληξ. Σιμαί. αἱ μέλισσαι. Σιμότης. κοίλανσις ἐν ῥινί. Σίννις. ὄρνεον ἁρπακτικόν. Σινώπη. πόλις. ἀπὸ Σινώπης τῆς Ἀσώπου θυγατρός. ὁ δὲ Ἄνδρων φησὶ, μίαν τῶν Ἀμαζόνων φυγοῦσαν εἰς πόντον παρὰ τοῦ βασιλέως τοῦ τόπου, πίνουσάν τε πλεῖστον οἶνον προσαγορευθῆναι Σινώπην. μεταφραζόμενον δὲ τοῦτο σημαίνει τὴν πολλὰ πίνουσαν. Σίντη. βλαπτική. Σιπύη. τὸ κανίσκιον. ἢ ἡ ἀρτοθήκη. Καλλίμαχος· ἐκ δʼ ἄρτους σιπύηθεν ἅλις κατέθηκεν ἑλοῦσα. εἴρηται οἱονεὶ σιτοΰνη τὶς οὖσα διὰ τὸ ἐν αὐτῇ τὰ σιτία ἐμβάλλεσθαι. Σιπία. τόπος, ι. σηπία δὲ, ὁ ἰχθὺς, η καὶ ι. Σιπυληνή. ἡ Δημήτηρ. Σισύρα. ἡ γοῦνα. Σίσυς. τὸ εὐτελὲς ἱμάτιον. Σισύρνα δὲ, τὸ ἄτρυχον ἱμάτιον. Σιταρίς. ὄρνεον. Σιτάρκησις. τὸ ἀρκοῦν βρῶμα. Σιωπή. παρὰ τὸ σιγὴ καὶ τὴν ὄπα, τὴν φωνὴν, γίνεται σιγηοπὴ, καὶ ἀποβολῇ τοῦ γ καὶ κράσει τοῦ η καὶ ο εἰς ω μέγα σιωπή. ὡς ὀγδοήκοντα, ὀγδώκοντα. Σίκιννις. εἶδος ὀρχήσεως. ἀπὸ Σικανοῦ τοῦ Ἀθηνῶν βασιλέως. οἱ δὲ ἀπὸ τοῦ παιδαγωγοῦ τῶν Θεμιστοκλέους παίδων. — Οὐδέτερον. —Σίγειον. ἀκρωτήριον. Σῖγμα. τὸ στοιχεῖον. παρὰ τὸ σίζω, τὸ ἠχῶ, ἀπὸ τῆς παρὰ τὸν φθόγγον δυνάμεως. Σιγίλλιον. ....... Σιδηροῦν καὶ πορφυροῦν. ὁμοίως καὶ χρυσοῦν καὶ ἀργυροῦν. Σίκημα. πόλις. ἡ τῷ Ἰωσὴφ ὑπὸ τοῦ Ἰακὼβ καταληφθεῖσα. Σίκυα. τὰ ἀγγούρια. καὶ σικυήλατον. ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ. Σίλφιον. βοτάνη χωνευτήριος. Σίμβλα. τὰ ἀγγεῖα τῶν μελισσῶν. παρὰ τὸ συμβεβλῆσθαι ἄλλο ἐπʼ ἄλλο, οἷον συμβλήϊα τινὰ ὄντα. οἷον· λείβων ἐκ δάπεος σιμβλήϊα ἔργα μελισ-σῶν. ἢ ὅτι σιμὰς ἐκάλουν οἱ ἀρχαῖοι τὰς μελίσσας. αἱ γὰρ μέλισσαι πρὸς σύγκρισιν τῶν σφηκῶν ἀμβλύτερα ἔχουσι τὰ κέντρα. ἤγουν ἐν αἷς αἱ σιμαὶ μολῶσι. Σιμικίνθιον. τὸ περὶ τοὺς πόδας σανδάλιον. τινὲς δὲ τὸ φακιόλιον. κυρίως δὲ τὸ ῥινόμακτρον, ὅ ἐστι τὸ μυξομάνδηλον. Σῖτα καὶ σιτία. τὰ βρώματα. Σίον. ἡ βοτάνη. Σιείρ. ὄρος. Σίελ. σκοτοδίνη. καὶ ἀντὶ τοῦ σκοτοδινιῶ. οὕτω λέγουσιν οἱ Συρακούσιοι. Σινᾶ. ὄρος, ὅπερ τῇ Ἀῤῥάβων γλώσσῃ Ἄγαρ καλεῖται. Σίραιον. τὸ ἕψημα. Σίνηπι. παρὰ τὸ σίνειν τοὺς ὦπας. — Ῥῆμα. —Σιβυλλαίνω. ἐκθειάζω. Σιγῶ. παρὰ τὸ σιγὴ σιγῶ, ὡς τιμὴ τιμῶ. Σίζω. τὸ ἠχῶ. ὠνοματοπεποίηται. ὀνοματοποιΐα δέ ἐστι φωνῆς μίμησις πρὸς τὴν ποιότητα τοῦ ὑποκειμένου. Σιλαίνω. μωραίνω. καὶ τὸ κολακεύω τοὺς ἵππους. Σιλλογραφῆσαι. μιμολογῆσαι. Σίνω. τὸ βλάπτω. Σινιάσαι. πειράσαι. Σίκρητα. παρὰ Ῥωμαίοις κριτήρια. Σιτῶ. τὸ διατρέφω. καὶ σιτῆσαι. ἐπισιτίζω δὲ, ι. σιτῶ γὰρ, οὐκ ἐπισιτῶ. Σιφλώσειεν. ἤτοι μωμητὸν ποιήσειεν. ἢ βλάψειεν. ἔστι γὰρ φλῶ, τὸ ὁρμὴν ἔχω. ὅθεν καὶ οἰνόφλυξ. ἢ ἀπὸ τοῦ σιφλὸς γίνεται σιφλῶ. Σιτωνῶ. σῖτον ἀγοράζω. καὶ σιτῶναι, οἱ τὸν σῖτον ὠνούμενοι καὶ καπηλεύοντες. Σινέσκοντο. ἔβλαπτον. Ὅμηρος· οἳ σφέας σινέσκοντο, βίῃφι δὲ φέρτεροι ἦσαν. Τὸ Σ μετὰ τοῦ Κ. — Ἀρσενικόν. —Σκαρθμός. κατὰ διάλεκτον ὁ πούς. τὸν δʼ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον ἵπποι. ὅ ἐστιν εὐκίνητοι, ταχεῖς. εἴρηται δὲ σκαρθμὸς παρὰ τὸ σκαίρω, σκαρμὸς, καὶ πλεονασμῷ τοῦ θ σκαρθμός. ὥσπερ ἐπὶ τοῦ ἄρσω, ἁρμός. ἐπὶ δὲ τοῦ πλοίου, παρὰ τὸ μὴ ἐᾷν τὴν ναῦν σκαίρειν. Σκαλμός. περὶ ὃν δεσμοῦσι τὰς κώπας πάσσαλον. ὑποσκαλμὶς δὲ ἡ τοῦ σκαλμοῦ βάσις. Σκαπανήτης. ὁ σκαφεύς. καὶ σκαπανεύς. Σκαιός. πονηρός· κακός· φαῦλος· ἀριστερός. καὶ σκαιὸς ὁ ἀμαθής. σκαιότατος ὅστις τὸ κιθάρισμʼ ἐμάνθανε παῖς ὢν δυοῖν μηνῶν— καὶ πάλιν· ὦ σκαιὲ καὶ ἀπαίδευτε—. Σκελετός. ὁ κατάξηρος. παρὰ τὸ σκεῖλαι, τὸ ξηράναι. Σκείρων. ὄνομα λῃστοῦ. Σκήρων δὲ, ἐθνικὸν, η. Σκέλυθρος. ὁ ταπεινός. Σκηπτοῦχος. ὁ τοῦ βασιλέως σκηπτοφόρος. ἢ ὁ βασιλεύς. Σκηπτός. ὁ κεραυνός. Σκιπιωρός. ὁ κατάσκοπος. καὶ σκίπων. Σκίπων. ἡ βακτηρία. παρὰ τὸ σκιρίπτω, ἀποβολῇ τοῦ ρ καὶ τοῦ τ καὶ συγκοπῇ. Σκίμπους. τὸ μέσον τοῦ κραββάτου· μεταφορικῶς δὲ καὶ ὅλος ὁ κράββατος. ἀπὸ τοῦ σκηνὴ καὶ τὸ ποὺς γίνεται σκηνίπους καὶ συγκοπῇ σκίμπους. λέγεται δὲ καὶ σκίμπος χωρὶς τοῦ υ, ὡς ἀρτίπος, ἀελλόπος. σκηνίπους τὶς ὢν, ὁ σκηνῶν τῷ σώματι. Σκίῤῥος. ὁ γύψος. καὶ σκιῤῥίται οἱ γυψεμπλάσται. Σκνιπὸς καὶ σκνιφός. ὁ μικρολόγος καὶ φειδωλός. παρὰ τοὺς σκνίπας καὶ τὴν τούτων σμικρότητα. Σκνίπες. ζῶα εἰσὶ βραχύτατα, ὅμως ἀργαλεώτατα, οὐ γὰρ μόνον κνησμοὺς ἐμποιοῦσιν ἀηδεῖς, ἀλλὰ καὶ εἰς τὸ ἐντὸς βιάζεται διὰ τῶν μυκτήρων καὶ ὤτων. σίνεται δὲ καὶ κόρας ὀφθαλμῶν, εἰ μὴ φυλάξαιτό τις. Σκοῖος. ὁ σκολιός. Σκοπός. ὁ προορῶν. ἢ προπορευόμενος τοῦ στρατοῦ. ᾧ στοιχοῦσι πάντες καὶ ἀκολουθοῦσι. σκοπὸς καὶ τὸ σημάδιον. σκοπός ἐστι καὶ τὸ διὰ τέλος σπουδαζόμενον. ἢ σκοπός ἐστι τὸ προσεπινοούμενον τέλος. σκοπός ἐστι τῆς πρακτικῆς, τὸ καθᾷραι τὸν νοῦν καὶ ποιῆσαι τοῦτον παντὸς πάθους ἀπαράδεκτον. Σκόλοψ. ὀξὺ ξύλον, ὅπερ ἐπήγνυον τῷ τείχει. παρὰ τὸ κολάπτω κόλοψ καὶ σκόλοψ. ἢ παρὰ τὸ σχίζω σχόλοψ καὶ σκόλοψ, τὸ διεσχισμένον καὶ ἀπωξυμμένον ξύλον. σκόλοπες καὶ αἱ τῶν φοινίκων ἀκμαί. σκόλοψ καὶ ὁ πειρασμός. ὡς τό· ἐδόθη μοι σκόλοψ τῇ σαρκί. Σκόπελος. ὁ ὑψηλὸς τόπος, ἀφʼ οὗ ἐστι τὰ κύκλῳ σκοπεῖν. Σκρινιάριος. ὑπογραφεύς. Σκυθρωπός. στυγνός· λυπηρός. Σκύμνος. ὁ τοῦ λέοντος σκύλαξ. Σκύλλος. κυρίως ἐπὶ κυνὸς νεογνοῦ. εἴρηται δὲ ἀπὸ τοῦ ἐπισχεῖν τὴν ὑλακήν· σχύλαξ τις ὤν. Σκληρός. παρὰ τὸ σκλῶ μονοσύλλαβον, ὅπερ ἀπὸ τοῦ σκέλλω, τὸ ξηραίνω. Σκώληξ. ὁ μὴ ἔχων κῶλον, ἤγουν ὀστοῦν, κατὰ ἀντίφρασιν. Σκῶπες. γένος ὀρνέου. Σκώψ. ὄρνεον κόβαλον καὶ μιμηλὸν, ὅμοιον γλαυκί. φασὶ δὲ ἀπὸ τοῦ ζώου τούτου τὸ σκώπτειν εἰρῆσθαι. τινὲς δὲ κακόφωνον λέγουσι τὸ ὄρνεον. παρὰ τὸ σκαιὰν ἔχειν ὄπα. οὕτως Ὦρος ὁ Μιλήσιος. Σκύμνος. τὸ τοῦ λέοντος σκυλάκιον. παρὰ τὸ σκύζω, τὸ ὀργίζομαι. σκυμνὸς δὲ ἐπὶ τῶν ἄλλων ζώων. Σκωπτηλός. γελαστής. Σκυτοδέψης. δερματολέκτης· ὁ τὰς βύρσας κατασκευάζων. — Θηλυκόν. —Σκαπάνη. ἡ δίκελλα. Σκλαβινία. ἡ Βουλγαρία. Σκαμμωνία. βοτάνη. Στηπτουχία. βασιλείας κληρουχία. Σκίλλα. ἡ βοτάνη. Σκάνδεια. πόλις. Σκαιά. ἡ ἀριστερά. Σκαιωρία. σκευωρία· κατασκευή· ἐπιβουλή. Σκειρωνία πέτρα. ἡ τοῦ Σκείρωνος λῃστοῦ. Σκηνή. ἡ κατοικία. παρὰ τὸ σχῶ, τὸ κρατῶ· σχηνὴ καὶ σκηνὴ, ἡ κρατοῦσα καὶ φυλάττουσα ἡμᾶς. σκηνὴ καὶ τὸ δρᾶμα καὶ ἡ ὑπόκρισις. Σκῆψις. ἡ πρόφασις. σκέψις ἐστὶ, καὶ τροπῇ τοῦ ε εἰς η σκῆψις· οἱ γὰρ προφασιζόμενοι σκέπτονται, τί εἴπωσι. σημαίνει δὲ καὶ τὴν ἐκ μελέτης ψευδομαρτυρίαν. Σκληραγωγία. ἄσκησις. Σκοπιά. ὑψηλὸς τόπος. Σκοτομήνη. ἡ ἀσέληνος νύξ. Σκοτόμαινα. νύξ ἐστιν, ἐν ᾗ μαίνεται καὶ ἀκαταστεῖ τὰ οὐράνια. Σκύδνος. ἡ λοιδορία· ἡ ὀργή· ἡ σκυθρωπότης. Σκυτάλη. ἐργαλεῖον σκυτοτομικόν. καὶ ἡ ἀβίνα. Σκυταλίδες. οἱ κόνδυλοι τῶν δακτύλων. Σκιά. παρὰ τὸ κίω, τὸ ἀκολουθῶ· κιὰ καὶ σκιὰ ἐπενθέσει τοῦ ς. καὶ σκιὰ ὁ τύπος παρὰ τῷ Ἀποστόλῳ· σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, ὅ ἐστι τύπον. — Οὐδέτερον. —Σκαμβόν. στρεβλόν. Σκαληνόν. γεωμετρικὸν σχῆμα. Σκανδάληθρα. τὰ ἐν ταῖς παγίσιν ἐπικαμπῆ ξυλάρια. Σκέμμα. ἡ σκέψις. Σκῆπτρον. ῥάβδος βασιλική. παρὰ τὸ σκήπτεσθαι, ὅ ἐστιν ἐπερείδεσθαι ἐν αὐτῷ. Σκηνώματα. οἶκοι· τόποι. ἢ καὶ τὰ σώματα. Σκῆνος. σῶμα. οἰκητήριον. Σκηνοῤῥαφεῖον. τὸ δερματοῤῥαφεῖον. καὶ σκηνοῤῥάφος. Σκηπάνιον. ἡ ῥάβδος. Σκόλυμον. τὸ λάχανον. Σκόλυμος. βοτάνη. Σκότος. οὐκ οὐσία τίς ἐστιν, ἀλλὰ συμβεβηκός· φωτὸς γάρ ἐστι στέρησις. Σκότος. ἀπὸ τοῦ σκιάζειν. Ἡρακλείδης δὲ ὁ Ποντικὸς ἀπὸ τοῦ προσκόπτειν τὸν πορευόμενον ἐν αὐτῷ. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ σχέθειν ἡμᾶς. ὅ ἐστιν ἐπισχεῖν ἡμᾶς πολλάκις προϊέναι. Σκύλα. τὰ τῶν νεκρῶν λάφυρα. λάφυρα δὲ τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανόμενα. Σκύβαλον. οἷον κυσίβαλόν τι ὂν, τὸ τοῖς κυσὶ βαλλόμενον καὶ ῥιπτόμενον. Σκύτος. τὸ δέρμα. καὶ σκυτοδέψης. παρὰ τὸ ξύω ξυτὸς, εἶτα κατὰ διάλυσιν τῶν στοιχείων καὶ καθʼ ὑπερβιβασμὸν τοῦ ς σκύτος, τὸ ξυόμενον. Σκῶλον. ἐμπόδιον· σκάνδαλον. καὶ σκῶλος, εἶδος ἀκάνθης, ἣ πυρωθεῖσα ἐντονωτέρα γίνεται. λέγεται δὲ παρὰ τὸ σκέλλω, τὸ ξηραίνω. ἡ ὑπὸ πυρὸς ἐξηραμμένη. Σκῶμμα. ἡ λοιδορία γέλωτος χάριν. πρόσκομμα δὲ μικρόν. Σκώρ. τὸ κόπρον. τῶν καθʼ ἡμᾶς σοφιστῶν ὁ ἐνδοξότατος ἔν τινι τῶν λόγων τῶν ἑαυτοῦ γέγραφε τὸ σκάτος, ἀγνοήσας, ὅτι ὀρθὴ πτῶσις ἐστὶ τὸ σκὼρ, αἱ δὲ πλάγιαι τοῦ σκατὸς καὶ τῷ σκατί. Ἀριστοφάνης· καὶ σκὼρ ἀεὶ νῶν. ὄντως οὖν σκατοφάγου τὸ ἁμάρτημα. Σκότος λεπτόν. τὴν ἀπὸ τῆς ἀθυμίας σκότωσιν ἄχρι τοῦ ἐγκεφάλου διαδυομένην λέγει ὁ θεολόγος. — Ῥῆμα. —Σκάζει. χωλεύει. Σκανδαλίσει. ὑβρίσει. ὡς ἐν τῷ εὐαγγελίῳ· ὡς δʼ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Σκαρδαμύττειν καὶ σκαρδαμύσσειν. πυκνὰ τοὺς ὀφθαλμοὺς ἀνοίγειν καὶ κλείειν, ἤτοι καμμύειν. παρὰ τὸ μύω μύσσω γίνεται παράγωγον, ὡς ἀφύω ἀφύσσω, καὶ παρὰ τὸ σκαίρειν καὶ κινεῖν τὴν συνεχῆ κίνησιν τοῦ βλεφάρου, ἃ δὴ τὸ μύειν παρέχουσιν. τὸ δὲ σκαίρω ἀποβολῇ τοῦ ς καίρω καὶ διπλασιασμῷ καρκαίρω. —κάρκαιρε δὲ γαῖα πόδεσσιν. οἷον ἐν κινήσει καὶ ταραχῇ ἐγένετο ἡ γῆ διὰ τὸ πλῆθος τῶν σειόντων αὐτὴν ποδί. σκαίρω οὖν καὶ καίρω ἀποβολῇ. ὅθεν σύνθετον τὸ σκαρδαμύσσειν. ἀποβολῇ τοῦ ς λέγεται καὶ καρδαμύττειν. ἀμφότερα παρὰ τὸ κινεῖν καὶ μύειν τὰ βλέφαρα. Σκαίροντα. σκιρτῶντα· πηδῶντα. παρὰ τὸ σκῶ σκαίρω, ὥσπερ παρὰ τὸ σπῶ σπαίρω. Σκεδάσας. σκορπίσας. καὶ σκεδάζω ἀπὸ τοῦ χέω, χέδω, καὶ σκέδω. Σκελετίζεται. κατάξηρος γίνεται. καὶ σκελητεύω. παρὰ τὸ σκεῖλαι, τὸ ξηράναι. Σκηριπτόμενος. στηριζόμενος. Σκήπτεται. προφασίζεται. Σκίδναται. διασκορπίζεται. καὶ σκιδνῶ. ὡς κερῶ, κιρνῶ, οὕτως σκεδῶ, σκιδνῶ, ἐξ οὗ παράγωγον τῶν εἰς μι σκίδνημι. Σκιαγραφούμενον. τὸ ἀμυδρῶς καὶ ὀλιγοστῶς καταλαμβανόμενον. Σκιῤῥωθέν. σκληρυνθέν. Σκιμαλίσαι. κυρίως τὸ μέσον τὸν δάκτυλον εἰς τὸν πρωκτὸν τοῦ ὀρνέου ἐμβαλεῖν. Σκοτοδινιάσας. σκότους καὶ ἴλιγγος πληρωθείς. Σκορδίνασθαι. τὸ παρὰ φύσιν τὰ μέλη ἐκτείνειν, μετὰ τοῦ χασμᾶσθαι διακλώμενον. γίνεται δὲ περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν χασμώδεις ὄντες ἐκτείνωσι τὰς χεῖρας. οἷον κοροδίνασθαι· δονεῖσθαι ἀπὸ κόρου ὕπνου ἢ τροφῆς. ἢ καροδίνασθαι, παρὰ τὸ δονεῖσθαι τὴν κεφαλήν. Σκυβαλίζεται. ἐξουθενεῖται· εὐτελίζεται. Σκυλεύσας. προνομεύσας. Σκυδμαίνειν. τὸ σκυθρωπάζειν καὶ ὀργίζεσθαι. κυρίως ἐπὶ τῶν λεόντων ὀργιζομένων ἐπὶ τοῖς ἀφαιρουμένοις αὐτῶν σκύμνοις. ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον συστολῆς τοῦ σκύλλου, ὅ ἐστι δέρμα, ὃ συμβαίνει ἐπὶ τῶν ὀργιζομένων. Σκυζομένην. λυπουμένην, ὀργιζομένην. καὶ σκύζεσθαι παρὰ τοὺς Σκύθας, οἵτινες ὀργιλώτατοι ὄντες τὸ ἐπισκύνιον καθέλκουσι. Σκυθρωπάσαι. στυγνάσαι. πλεονασμῷ τοῦ ρ· σκυθωπάσαι γάρ ἐστι, παρὰ τὸ Σκυθικοὺς ἔχειν ὦπας. Σκύλλεις. παρασπᾷς. ἐνοχλεῖς. Σκληρύνει. σκληρὸν καὶ ἀπειθῆ εἶναι συγχωρεῖ. καὶ ὁ Ἀπόστολος· ἄρα οὖν ὃν ἂν θέλει, ἐλεεῖ, ὃν δὲ θέλει, σκληρύνει· ἐλεεῖ δὲ τὸν ἄξιον ἐλέους καὶ τοῦ ἐλεεῖσθαι. Σκοπεύσω. θεωρήσω. Τὸ Σ μετὰ τοῦ Μ. — Ἀρσενικόν. —Σμερδαλέος. καταπληκτικός. Σμέρδις, Σμέρδιος, καὶ Σμερδίης. ὀνόματα κύρια. Σμίνδαρος. κύριον. καὶ Σμινδαρίδης. πατρωνυμικόν. Σμίνθουροι. τὰς οὐρὰς σείοντες. Σμῶδιξ. ὕφαιμος πληγὴ, ἢ μώλωψ. παρὰ τὸ σμῶξαι, τὸ πατάξαι κατὰ Ἴωνας. ἢ ἀπὸ τοῦ σμῶ, σμώσω, παράγωγον σμώζω, σμῶδιξ. — Θηλυκόν. —Σμερδνή. καταπληκτική. Σμῆλος. νῆσος. Σμίλα. ἡ δίκελλα. καὶ τὸ σμιλάριον. Σμίλαξ. φυτὸν ἀκανθῶδες, ἢ ἡ λεγομένη περιπλοκάς. Σμινύη. ἐργαλεῖον γεωργικόν. Σμύρνα. πόλις. καὶ Σμύρνηθεν, ἀπὸ Σμύρνης. Σμύρνα. φυτόν. Σμύραινα. ἰχθύς. Σμώνη. ἡ τοῦ ἀνέμου πληγή. ἀπὸ τοῦ σμῶ ῥήματος τοῦ σημαίνοντος τὸ πλήσσω. τὸ σμῶ, μέγα. ὡς τὸ ζῶ, ζώνη. — Οὐδέτερον. —Σμῆνος. τὸ τῶν μελισσῶν πλῆθος. ἢ τὸ μελισσόβοτον. ἢ τὸ πλῆγμα. ἀπὸ τοῦ σμῶ τοῦ σημαίνοντος τὸ πλήσσω. Σμῆγμα. τὸ καθάρισμα. σαπώνιον. μίγμα δὲ, ι. — Ῥῆμα. —Σμαραγεῖν. ἠχεῖν. τινὲς ἐπὶ τοῦ λάμπειν τιθέασι. καὶ σμάραγδος ὁ λαμπρὸς λίθος. παρὰ τὸ μαίρω, τὸ λάμπω, μάραγδος καὶ σμάραγδος. οἷον· —σμαραγεῖ δέ τε λειμών. Σμήχω. τὸ καθαίρω. σμύχω δὲ, τὸ καίω, ψιλόν. Σμιλεύω. τέμνω. Σμῶ. τὸ καθαίρω. καὶ σμῶ, τὸ πλήσσω. Σμῶξαι. τὸ πατάξαι κατὰ Ἴωνας. — Ἐπίῤῥημα. —Σμερδαλέως. καταπληκτικῶς· φοβερῶς. Σμύρνηθεν. ἀπὸ Σμύρνης. Τὸ Σ μετὰ τοῦ Ο. — Ἀρσενικόν. —Σοαιμίς. κύριον. Σόεμος δὲ, ψιλόν. Σοβαρός. αὐθάδης. Σόθρυς. ὄρος. Σοιβίδας καὶ Σοιμίδας. κύρια. Σολήν. ποταμός. καὶ κλίνεται Σολῆνος. σωλὴν δὲ, τὸ σωληνάριον, μέγα. Σόλος. ὁ δίσκος. παρὰ τὸ σῶ, τὸ ὁρμῶ καὶ κινῶ. ἀπὸ γὰρ τοῦ σῶ, τὸ σείω, ὁ μέλλων σώσω, καὶ ῥῆμα ὄνομα κατὰ συστολὴν τοῦ ω σὸς, καὶ πλεονασμῷ τοῦ λ σόλος. Σολοικισμός. ὁ τοῦ σώου λόγου αἰκισμός. διαφέρει δὲ ὁ βαρβαρισμὸς τοῦ σολοικισμοῦ, ὅτι ὁ βαρβαρισμὸς ἐν λέξει γίνεται, ὁ δὲ σολοικισμὸς ἐν λόγῳ· τὸ γὰρ περὶ μίαν λέξιν ἁμαρτάνειν βαρβαρισμός ἐστι, τὸ δὲ περὶ πλείονας σολοικισμός. Σουβί. τόπος. Σοφονίας. κύριον. Σοφιστής. κυρίως ὁ σοφιζόμενος καὶ προϊστάμενος τῆς διατριβῆς. Ὅμηρος· ὄφρʼ εὖ γινώσκοις ἠμὲν θεὸν ἠὲ σοφιστήν. Σουσίας. ὁ ἵππος κατὰ Σύρους. Σοφός. παρὰ τὸ σέβω. τὸν γὰρ σοφὸν πάντες σεβόμεθα. ἢ παρὰ τὸ σῶα φάσκειν, κατὰ τροπὴν τοῦ ω εἰς ο. — Θηλυκόν. —Σοβαραί. λαμπραί. Σοβάς. ἡ πόρνη. ἀπὸ τοῦ σοβῶ, τὸ κινῶ. Σόβηρα. πόλις. Σογδιανὴ καὶ Σουγδινή. χώρα. Σολία. πόλις κατὰ τὴν Κύπρον. σωλεία δὲ, ἡ τοῦ οἴκου, μέγα καὶ δίφθογγον. Σοποευτῖτις θεά. ἡ ἔφορος τῆς μανίας. Σοφηνή. πόλις. Σοφία. γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. τὸ θεωρεῖν λόγους σωμάτων καὶ ἀσωμάτων. ἢ νοῦς καὶ ἐπιστήμη τῶν τιμιωτάτων τῇ φύσει. — Οὐδέτερον. —Σομφῶδες. βουνῶδες, ἢ χαῦνον. Σομόρ. μέτρον γῆς. Σόμορα. τόπος. Σολοίκια. τὰ ἐνδύματα. Σολοίμνιζε. πόλις ἐν τῇ Ἀσίᾳ ὑπὸ τὴν μητρόπολιν Ἔφεσον διακειμένη. Σουδάριον. λεπτόν τι σκέπασμα ἐκ λίνου συνυφασμένον. Σοῦσα. τὰ λείρια παρὰ Φοίνιξι. καὶ σοῦσον τὸ κρίνον κατὰ Φρύγας. σουσίαν δὲ τὸν ἵππον λέγουσιν οἱ Σύροι. Σούσινον μύρον. τὸ κρίνον. ἢ οὕτως· σούσινον μύρον, ὅ ἐστι κρίνον. — Ῥῆμα. —Σοβῶ. τὸ κινῶ καὶ μαίνομαι. Σολοικίζειν. οὐ μόνον τὸ κατὰ φωνὴν καὶ λόγον χωρικεύεσθαι, ἀλλὰ καὶ ἐπὶ ἐνδυμάτων, ὅταν τις χωρικῶς ἐνδιδύσκηται, ἢ ἀτάκτως ἐσθίῃ, ἢ ἀκόσμως περιπατῇ, ὥς φησι Ζήνων. Σοφίζεσθαι. καταψεύδεσθαι. Σοφιστομανοῦσιν. ἤγουν ἐκ περισσοῦ σπουδάζουσι καὶ ἐπιθυμοῦσιν ἔχειν οἱ σοφισταὶ καὶ διδάσκαλοι εὐφυεῖς μαθητὰς καὶ πολλούς. Τὸ Σ μετὰ τοῦ Π. — Ἀρσενικόν. —Σπάδων. ὁ εὐνοῦχος. παρὰ τὸ σπᾶσθαί τι μέρος αὐτοῦ. καὶ σπαδωνισμὸς ὁ εὐνουχισμός. Σπεκιῶσος. ὄνομα κύριον. Σπερμολόγος. ὁ τὰ σπέρματα συλλέγων. Σπεκουλάτωρ. ὁ δήμιος. Σπερχειός. ὄνομα ποταμοῦ. Σπένδις. κύριον. καὶ κλίνεται Σπένδιος. Σπεράτος. κύριον. Σπευριεὺς καὶ Σπατῖνος. κύρια. Σπινθήρ. λαμπηδών. οἷον σπορεὺς τὶς ὢν τοῦ θέροντος πυρός. πεποίηται τὸν τοῦ πατρὸς ἔχων λόγον, παρὰ τὸ σπεῖραι. Σπῖλος. ῥύπος, μολυσμός. Σπλήν. ἀπὸ τοῦ εἰς αὐτὸν ἐπισπᾶσθαι τὰ φαυλισθέντα τῶν ὑγρῶν. Σπαρτίον. τὸ σχοινίον. καὶ κλῆρος. καὶ στέργει σπάρτα, ἥνπερ ἔλαχε. Σπόγγος. διὰ τὸ ἀποσπᾷν τὰ ὑγρά. Σπυριδωνάκης. κύριον. Σπόκιλλος. κύριον. Σπῶρος. ὄνομα κύριον. Σπῆλυξ. τὸ σπήλαιον. καὶ κλίνεται σπήλυκος. Σπάδων. τὸ σπάσμα. τοῦ Ψελλοῦ· σπάδονα δὲ τὰ σπάσματα, πάθος δέ τι χιόνην. — Θηλυκόν. —Σπάθη. τὸ ὑφαντικὸν ἐργαλεῖον. παρὰ τὸ κατασπᾷν τὴν κρόκην. Σπεῖρα. ἡ σύναξις, πλῆθος στρατευμάτων. ἔστι δὲ καὶ σύνταγμα διακοσίων ἀνδρῶν. Σπεῖσις. ἡ σπονδή· ἢ ἡ θυσία. Σπήλυγγες. τὰ βεβρωμένα τῶν πετρῶν. παρὰ τὸ σπᾷν. Σπιλάδες. αἱ ὕφαλοι πέτραι. οἷον ἀποσπάδες. ἢ ὅτι τὸ κατʼ αὐτὰς μέρος μελαίνεται. Σποδιὰ καὶ σποδός. ἡ στακτή. παρὰ τὸ σβέω, σβέσω, σβεδὸς καὶ σποδός. ἡ ἀμαυροῦσα τὴν φλόγα. Σπονδάς. συνθήκας. ὅρκια. ἢ θυσίας καὶ ἐκχύσεις οἴνου. Σπώδιγξ. ἡ πληγή. — Οὐδέτερον. —Σπέκιον. εἶδος ἱματίου. Σπέος. τὸ σπήλαιον· ἀφώτιστόν τι οἴκημα. παρὰ τὴν σβέσιν τοῦ φωτός· οἷον σβέος τὶ ὂν καὶ σπέος· τὸ πολὺ γὰρ τοῦ φωτὸς ἐστέρηται· τροπῇ τοῦ β εἰς π. ὡς παρὰ τὸ σβέω, σβέσω, σβεδὸς καὶ σποδός. καὶ σπὲς τὸ σπήλαιον, καὶ σπεῖον τὸ σπήλαιον, καὶ σπῆϊ τῷ σπηλαίῳ. Σπέκλον. ἡ ὕαλος. Σπάργανον. παρὰ τὸ σπαράσσω, σπαράγανον καὶ σπάργανον. Σπείρημα. τὸ τοῦ ὄφεως εἵλιγμα. παρὰ τὸ σπειρῶ, τὸ εἱλίσσω. σπείρημα καὶ τὰ ἱμάτια, παρὰ τὸ ἐνσπείρεσθαι καὶ συστρέφεσθαι αὐτοῖς. καὶ σπεῖρον τὸ ἱμάτιον. Σπωλήτιον. τόπος. — Ῥῆμα. —Σπανίζεται. λείπεται, ὑστερεῖται. Σπασάμενος. ἑλκύσας. Σπαθᾷν. τὸ σπαταλᾷν. καὶ παρὰ τοῖς ῥήτορσι σπαθᾷν τὸ ἀφειδῶς ἀναλίσκειν. Σπαίρω. ψυχοῤῥαγῶ. Σπέρχει. σπουδάζει, κατεπείγεται, σπεύδει καὶ συστρέφει. ἴσως ἀπὸ τοῦ περιέχει· συμπεριέχει καὶ κατὰ συγκοπὴν σπέρχει. Σπερμαίνω. γεννῶ. Σπένδω. ἀναιρῶ. ὡς τό· ἐγὼ δὲ ἤδη σπένδομαι. παρὰ τὸ σπείω σπένδω. παράγωγον καὶ οὐ πλεονασμός. ὥσπερ κυλίω κυλίνδω, καὶ ἀμείρω ἀμέρδω. Σπένδεται. θύεται. φύεται, φιλιοῦται. Σπένδομαι. φιλιοῦμαι. Σπένδοντος. προσφέροντος πίστιν ἢ σπονδήν. ἔστι δὲ καὶ τὸ φιλιοῦσθαι. σπονδὰς γὰρ ἐκάλουν τὰς ἐπὶ τῶν πολεμίων συμβιβάσεις. Σπειρόμενος σῖτος. μικρόν. σπειρώμενος δὲ ὄφις, ὅ ἐστιν ἐντυλισσόμενος, μέγα. Σπείρω. παρὰ τὸ σπῶ· ἅμα γὰρ καταβληθῆναι τὴν σπορὰν, σπᾶται ὑπὸ τῆς γῆς τὸ χωρῆσαν εἰς αὐτήν. ὡσαύτως καὶ ἐπὶ τῶν θηλειῶν. Σπείσω. θύσω. Σπεῖσαι. παρὰ τὸ σπίσαι, ὅ ἐστι ποτίσαι τὴν γῆν τῷ οἴνῳ. Σπληνιῶντες. ..... Σπώμενος. συντριβόμενος. Σπένδομαι. ἀποθνήσκω. θυσίαν μέλλω καὶ σπονδὴν ἐμαυτὸν προσφέρειν Χριστῷ. ὁ Ἀπόστολος· ἀλλʼ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ τῇ λειτουργίᾳ. Σπειρηδόν. περιπεπλεγμένως. Σποράδην. ἐσπαρμένως. Τὸ Σ μετὰ τοῦ Τ. — Ἀρσενικόν. —Σταθμός. τὸ σταθμίζον. τὸ σταθμιζόμενον. ἡ μάνδρα τῶν προβάτων. σταθμὸς κατὰ Ἡρόδοτον καὶ Ξενοφῶντα μίλια εἰκοσιοκτὼ ἥμισυ. καὶ σταθμοὶ ἀντὶ τοῦ παραστάδες. Σταλαγμός. ἔστι στῶ, οὗ παράγωγον στάσω, ὁ μέλλων στάξω. ὡς φράζω φραγμὸς, οὕτω στάζω σταλαγμὸς κατὰ πλεονασμὸν τῆς συλλαβῆς. ἐκ δὲ τοῦ στάσσω γίνεται κατὰ πλεονασμὸν τῆς αλ συλλαβῆς σταλάσσω. Στάληξ. ὁ σταλαγμός. στάλιξ δὲ, ὁ σκόλοψ, ἰῶτα. Στατώριος. ὁ σκολιός. Σταμῖνες. τὰ καταστρώματα τῆς νηός. ἐφʼ ὧν ἱστάμεθα. Ἀρίσταρχος δὲ ὀρθὰ ξύλα λέγει στήμοσιν ἐοικότα. Στατήρ. τὸ νόμισμα. παρὰ τὸ ἵστημι, στήσω, στατήρ. οἱ δὲ ἀρχαῖοι ἐπὶ τοῦ δανείζειν. ὀβολοστάτας οὖν οἱ Ἀττικοὶ τοὺς ὀλίγα δανείζοντας ἔλεγον ὑπερβολικῶς. ὁ γὰρ στατὴρ ἐπενοήθη τῷ βίῳ πρὸς δανεισμὸν καὶ ἀπόδοσιν. καὶ στατῆρες οἱ χρεῶσται. Στατῆρα. τινὲς νομίζουσι λίθον πολύτιμον εὑρισκόμενον κατὰ Συρίαν, οἱ δὲ ἐξάγιον τέταρτον νομίσματος. Σταυρὸς Χριστοῦ ἐστι πέρας ἐπιδόσεως καὶ κοπὴ ἁμαρτιῶν. σταυροὺς ἔλεγον οἱ παλαιοὶ ὀρθὰ ξύλα παρὰ τὴν στάσιν, ἅπερ ἔξωθεν περιτίθεται ταῖς αὐλαῖς πρὸς τὸ μὴ στενοχωρεῖσθαι τὰ ζῶα ἐν τοῖς συφεοῖς. καὶ ὁ παρʼ ἡμῖν δὲ σταυρὸς παρὰ τὴν στάσιν καὶ τὸ εὖρος, οἷον ὁ μῆκος καὶ πλάτος ἔχων. Σταθηρός. ἰσχυρός. Σταίτιος. ἄρτος ἐξ ἀλεύρου. καὶ σταιήτιος, καὶ σταιήτης, καὶ σταιτίτης. Στεναγμός. παρὰ τὸ στενάζω· τοῦτο παρὰ τὸ στενάχω· τοῦτο παρὰ τὸ στένω. Στερεός. τὸ στεῤῥὸς τοῦ στερεὸς ἐστὶ συγκοπή. στερὸς καὶ πλεονασμῷ τοῦ ρ στεῤῥός. ἐμοὶ δὲ δοκεῖ μᾶλλον τὸ στερεὸς ἀπὸ τοῦ στεῤῥὸς εἶναι, κατὰ πλεονασμὸν τοῦ ε. τὰ γὰρ εἰς ναι ἀπαρέμφατα ποιεῖ εἰς ρος ὀνόματα ἰσοσύλλαβα. οἷον μυῆναι μυαρός· διῆναι διερός· ῥυπῆναι ῥυπαρός· στηθῆναι σταθερός· στῆναι στερὸς, καὶ πλεονασμῷ τοῦ ρ στεῤῥὸς, καὶ τοῦ ε πάλιν στερεός. οὕτως Ὦρος ὁ Μιλήσιος περὶ πάθους. Στελεὸς καὶ στειλειός. τὸ ἀξινοκράτημα. Στεντόρειος. λόγος φωνητικός. ἀπό τινος Στέντορος ὀνομαζομένου, ὃς μεγαλοφωνότατος ὑπῆρχε. Στήμων. τὸ στημόνιον. παρὰ τὸ στῶ, στήσω, στήμων. ὡς φιλῶ, φιλήσω, φιλήμων. Στίχος. ἡ ἐπίστιχος τάξις. Στικτέος. καρτερικός. ἀπὸ τοῦ στίζω, τὸ μαστίζω. Στιγματίας. ὁ οἰκέτης. ὡς στιζόμενος καὶ μαστιζόμενος, οἷα ἀχρήσιμος. Στόλος. κυρίως ἀποστέλλειν ἐστὶ τὸ διὰ νηὸς ἐκπέμπειν. ὅθεν καὶ στόλος ὁ πολλῶν νηῶν ἀπόπλους. Στῶλος δὲ ὄνομα πόλεως, μέγα. Στολυξώδης. μικρολόγος. Στόνυξ. τὸ εἰς ὀξὺ λῆγον. καὶ κλίνεται στόνυχος. Στοχασμός. παρὰ τὸ στείχω στοχάζω. στοχασμὸς δὲ λέγεται καὶ στοχάζειν, τὸ πρὸς εὐθεῖαν ὁδὸν τὸν λογισμὸν ἀπευθύνειν. Στόμαχος. διʼ οὗ καταπίνομεν τὴν ὑγρὰν καὶ ξηρὰν τροφήν. ἤτοι στόμα ἐστὶ τῶν χεομένων, ἢ ὅτι τὰ ἀπὸ τοῦ στόματος εἰς τοῦτον χεῖται. ἢ σιτόμαχος, ὁ τοῖς σιτίοις μαχόμενος· θλίβουσι γὰρ αὐτόν. ἢ ὁ θλίβων ἔμπαλιν ταῦτα. Στρατόνικος· Στράτων, Στράτωνος. ὀνόματα κύρια. Στρατός. τὸ συνεστραμμένον πλῆθος τῶν πολεμούντων. παρὰ τὸ στρέφω, ἔνθεν ἔστραπται, στραπτὸς καὶ στρατός. Στρόβιλος. εἶδος ὀρχήσεως. Στρόφος. στρέμμα, πλέγμα. Στρυφνός. ὁ στύφων. καὶ τὸν οἶνον ἔπινε τὸν στρυφνόν. καὶ βοτάνη τις. Στριφνός. ἐσφιγμένος· στερεός. παρὰ τὸ στρύφω, στρυφνὸς καὶ στριφνός. Στρόβιλος. ὁ ἄνεμος. Στρόβηλος δὲ ἡ νῆσος, η. παρὰ τὸ στρέφω, στρόφιλος καὶ στρόβιλος. Στρουθός. παρὰ τὸ μετὰ οἴστρου θέειν. Στρυμών. ὄνομα κύριον. καὶ ποταμὸς Στρυμὼν, καὶ κλίνεται Στρυμόνος. Στρῶβες. ἔθνος. Στρωτήρ. τὸ πλέγμα, τὸ ἀπὸ τῶν παπύρων εἰς σκηνὰς καὶ καλύβας πεποιημένον. Στυγητός. μισητός. Στυγνός. κατηφὴς, λυπηρός. ὡς παρὰ τὸ ἔπιθον πιθανὸς, οὕτω στύγω, ἔστυγον, στυγανὸς, καὶ συγκοπῇ στυγνός. οἱ δὲ παρὰ τὴν Στύγα φασὶν εἰρῆσθαι. οἱ γὰρ ἀρχαῖοι τὰ ἀηδῆ καὶ λυπηρὰ ἀπὸ τῶν ψυχρῶν κατονομάζουσι· τὴν γὰρ Στύγα, λίμνη ἔστιν αὕτη ἐν τῷ ᾅδῃ, μυθεύονται Ἕλληνες ψυχρότατον ἔχειν ὕδωρ. ὁμοίως καὶ τὸ στυγεῖν. Στύλος. ὡς παρὰ τὸ πλήθω πλῆθος, οὕτω στῶ, στύω, στύσω, στύλος. καὶ χῶ, χύσω, χυλὸς, ὀξυτόνως· τὰ γὰρ ῥηματικὰ ταῦτα ὀνόματα διαφόρως τονίζεται. Στύραξ. τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθαμεν. καὶ Θουκυδίδης φησί· στυρακίῳ ἀκοντίῳ ἀντὶ τοῦ βαλάνου χρησάμενος εἰς τὸν μοχλόν. ἢ ὁ καλούμενος σαυρωτήρ. ἢ ἡ τοῦ δόρατος ἀρχὴ, ἐφʼ ᾗ στηρίζεται. καὶ στυρακίζειν, τὸ κεντρίζειν, ἀπὸ τοῦ στύρακος. Στρόφος. ὁ τῆς πήρας κρεμαστήρ. παρὰ τὸ ἐστράφθαι. καὶ πᾶν τὸ στρεφόμενον. Στωμύλος. κομψός· πιθανολόγος. ἢ ὁ μετὰ γέλωτος ἐμπαίζων τινὰ καὶ διασύρων. Στόρθηξ. ἡ ἐπιδορατίς. Στροφέα. σπόνδυλον. τὸν ὀδόντα λέγει ὁ Ἱπποκράτης. τοῦ Ψελλοῦ· στροφέα δέ γε σπόνδυλον φησί που τὸν ὀδόντα. — Θηλυκόν. —Σταγὼν, σταγόνος. παρὰ τὸ στῶ ῥῆμα, οὗ παράγωγον στάζω. Στραγγαλιάς. ὁ μὲν Ἀκύλας διαπλοκάς· σκολιότητας δὲ ὁ Σύμμαχος· ὁ δὲ Θεοδοτίων διεστραμμένα ἡρμήνευσεν. Σταφυλή. παρὰ τὸ στάζω καὶ τὸ φίλον. ἡ ἀποστάζουσα τὸ φίλον πᾶσιν ἀνθρώποις. Στακτή. τὸ λεπτότατον τῆς σμύρνης. Σταχάνη. ἡ τρυτάνη Δωρικῶς. παρὰ τὴν στάσιν. Στεροπή. ἡ ἀστραπή. ἐγὼ ἀστεροπὴν οἶδα τὴν ἀστραπήν· εἰ μὴ ἐστὶν ἀποβολῇ τοῦ α ποιητικόν. Στερίφη. ἄγονος· στεῖρα. Στεριφόπεπλος. ἡ μικρὸν πέπλον καὶ ἱμάτιον ἔχουσα. Στεῖρα. ἡ στερουμένη τοῦ τίκτειν. ἢ ἡ τοῦ κυῆσαι στάσιν ἔχουσα. παρὰ τὸ στῶ στείω. ὡς σῶ σείω. καὶ ἐκεῖθεν στεῖα καὶ στεῖρα. Στίβος. ἡ ὁδός. ἀπὸ τοῦ στίβω, τὸ περιπατῶ. Στιβή. βοτάνη. Στιβάς. παρὰ τὸ στοιβάζω. καὶ στιβάσι λαμπροτέραις ἀνακλιθῶμεν ὠστίναις τε. λέγεται καὶ ἡ κλίνη. Στιλπνότης. ἡ λαμπρότης. ἡ λαμπηδών. καὶ στιλβηδὼν, στιλβηδόνος. Στίξ. ἡ τεσσαράκοντα ἀνδρῶν στάσις ἢ τάξις. Στιγμή. διανοίας ἀπηρτισμένης σημεῖον. γίνεται δὲ στιγμὴ ἀπὸ τοῦ στίζω, στίξω, στιγμή· ἵστησι γὰρ τὴν φωνήν. τὸ δὲ ἀπηρτισμένης ἀντὶ τοῦ πεπληρωμένης. στιγμαὶ δὲ εἰσὶ τρεῖς· τελεία, μέση καὶ ὑποστιγμή. καὶ τελεία ἔστι διανοίας ἀπηρτισμένης σημεῖον· μέση δὲ σημεῖον πνεύματος ἕνεκεν παραλαμβανόμενον, τουτέστι χάριν ἀναπνοίας· ὑποστιγμὴ δέ ἐστι σημεῖον διανοίας μηδέπω ἀπηρτισμένης, ἀλλʼ ἔτι ἐνδεούσης σημεῖον. διαφέρει δὲ στιγμὴ ὑποστιγμῆς χρόνῳ· ἐν μὲν γὰρ τῇ στιγμῇ πολὺ τὸ διάστημα, ἐν δὲ τῇ ὑποστιγμῇ παντελῶς ὀλίγον. στιγμαὶ δὲ κατὰ Νικάνορα ὀκτώ· τελεία· ὑπερτελεία· ἀτελής· ἄνω πρώτη· ἄνω δευτέρα· ἀνυπόκριτος· ἐνυπόκριτος· ὑποδιαστολή. διαφέρει δὲ στιγμὴ τῆς ὑποδιαστολῆς, ὅτι ἡ μὲν στιγμὴ μόνην τὴν φωνὴν διΐστησιν, ἡ δὲ ὑποδιαστολὴ ἅμα τὴν φωνὴν καὶ τὴν διάνοιαν. στιγμὴ δὲ παρὰ τὸ στίζω, σιγὴ ἢ στιγὴ, καὶ πλεονασμῷ τοῦ μ στιγμή. τὸ δὲ στίζω παρὰ τὸ στῶ, στίζω. ὡς φοιτῶ φοιτίζω. ὁ δὲ Φιλόξενος τὸ ἐν τῇ ἀναγνώσει ἀναφορᾶς στάσιν ποιεῖν. Στοργή. φιλία ἔμμονος. παρὰ τὸ στέργειν, τὸ ἐμμένειν. Στοιβάς. ἡ στρωμνή· ἢ τρυφῆς θρύψις. παρὰ τὸ στοιβάζω. Στοιχείωσις. ἡ πρωτομάθησις καὶ ἡ διατύπωσις καὶ ἡ διάταξις καὶ ἡ ὁδηγία. ἢ στοιχείωσίς ἐστιν ἡ ἐκ διαφόρων συντεθεῖσα μονοειδὴς θεωρία. Στρατιά. τὸ πλῆθος. καὶ πόλις. καὶ ἐπίθετον Ἀθηνᾶς. στρατεία δὲ, ἡ στράτευσις, δίφθογγον. Στραγγαλιάς. διαπλοκάς· διεστραμμένας δολιότητας. Στραγγαλίδες. τὰ δύσλυτα ἅμματα. ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγγετε. Στράγξ. ἡ ἐπισχεθεῖσα ῥύσις. παρὰ τὸ στάζω, στάξω, στὰξ, καὶ πλεονασμῷ τοῦ γ καὶ ρ στράγξ. Στρέβλη. παρὰ τὸ στρέφω, στρέψω, στρέβλη. ὡς στήσω, στήλη. καὶ στρεβλὸν τὸ στραβόν. οὕτως Εὔπολις. Στροφάλιγξ. ἡ συστροφή. ὡς παρὰ τὸ λάϊγξ λάϊγγα, οὕτω στρέφω, στρόφος, στρόφιγξ, καὶ πλεονασμῷ τοῦ γ καὶ τῆς αλ συλλαβῆς στροφάλιγξ, καὶ στροφαλίζω. στρόφος δὲ λέγεται ὁ τῆς πήρας κρεμαστὴρ, παρὰ τὸ ἐστράφθαι. καὶ πᾶν τὸ στρεφόμενον. Στροφή. ἡ ἀστραπή. Στρόφιγξ. τὸ τῆς θύρας στροφίγγιον. ὃ καὶ θαιρὸς λέγεται. Στροφίς. ἡ δυναμένη πάντη στρέφεσθαι. Στρυφνοτέρα νόησις. ἤγουν στερεωτέρα. Στρωμνή. παρὰ τὸ στορέσω, ὃ σημαίνει τὸ στρώσω, γίνεται στερεμνὴ, καὶ συγκοπῇ στρωμνή. Στὺξ, Στυγός. λίμνη ἐν τῷ ἅδῃ κατὰ Ἕλληνας. Στῶλος. πόλις Θρᾴκης. Στίβη. ψύχος· πάχνη. τοῦ Ψελλοῦ· σκυτάλη τὸ φραγέλλιον, στίβη, ψύχος καὶ πάχνη. — Οὐδέτερον. —Στάδιον. ὁ ὀρθὸς δρόμος. παρὰ τὴν στάσιν· ἑστῶτες γὰρ ἔθεον. οἱ δὲ περιττὸν τὸ ς· λέγουσι γὰρ εἶναι τάδιον, παρὰ τὴν ἐν τῷ δρόμῳ τάσιν. οὕτως Ὦρος ὁ Μιλήσιος. Στάδιον. ὁ τόπος τοῦ ἀγῶνος. καὶ μέρος τι τοῦ λεγομένου μιλίου· ἑπτὰ γὰρ στάδια ποιοῦσι μίλιον ἕν. λέγεται στάδιον καὶ τὸ ἁπλῶς ἵστασθαι καὶ ἀκινητίζειν. Σταθευτόν. τὸ μὴ λίαν ὀπτόν. Σταθερόν. τὸ μέσον τῆς ἡμέρας, τὸ μεσημβρινὸν, ὅτε ἵσταται ὁ ἥλιος· ἧττον γὰρ δοκεῖ τότε κινεῖσθαι. Στελέχη. οἱ κλάδοι. καὶ στέλεχος, ὁ κορμὸς τοῦ δένδρου. ὁ στέλεγχις. Στελγίσματα. ἀποξύσματα. στελγίδες γὰρ αἱ ξύστραι αἱ τοῦ σώματος τὰς πληγὰς ἀποξύουσαι. κᾂν πρὸς τὸ γυμνάζεσθαι καὶ παλαίειν δέῃ τὴν στελγίδα καὶ τὴν λήκυθον, οἴσει δὲ ἡδέως. ἔνιοι δὲ στελεγγίδας γράφουσι. καὶ στελεγγιποιὸς ὁ χαλκεὺς καὶ ποιῶν τὰς στελεγγίδας. ἄλλοι στλεγγιδοποιός. ἢ στελεγγὶς τὸ κτένιον. Στέαρ πυροῦ. ἡ σεμίδαλις. καὶ στέαρ τὸ πεπηγμένον λίπος. παρὰ τὴν στάσιν καὶ πῆξιν. Στέμμα. τὸ προσειλημμένον ἔριον τῷ θαλλῷ. Στέφος. ὁ στέφανος. Στεγανώτερον. στερεώτερον. τὸν στεγανὸν ἐμάλαττεν οὐρανόν. Στέρνον. τὸ στῆθος. ἀπὸ τῆς στεῤῥότητος. ἔνθεν αἱ μὴ τίκτουσαι στεῖραι λέγονται. καὶ στεῖρα ἡ τρόπις. Στερέμνιον. ἰσχυρόν· δυνατόν. Στέρφος. τὸ δέρμα. παρὰ τὴν στρυφνότητα καὶ πυκνότητα. ἢ παρὰ τὸ ἐρέθειν καὶ ἐρέφειν, ὅ ἐστι σκεπάζειν τὸ σῶμα. ἔρεφος καὶ στέρφος. οἱ δὲ παρὰ τὸ στέφειν, ὅ ἐστι σκεπάζειν τὸ σῶμα, στέφος, καὶ στέρφος πλεονασμῷ τοῦ ρ. στέρφεσιν αἰγείοισιν ἐζωσμένους ἐξ αὐ-χένος. Στῆθος. παρὰ τὸ ἑστακέναι. διότι ἕστηκεν ἀσάλευτον. ἢ ὅτι ἐν αὐτῷ τὸ ἡγεμονικὸν ἕστηκεν. ἢ ὅτι διʼ αὐτοῦ τὰ σιτία διωθεῖται. Στηθύνιον. μέρος τὶ τοῦ στήθους. καὶ τὸ ὑποκοριστικόν. Στειπτόν. τὸ βάσιμον. ἀπὸ τοῦ στείβω, τὸ περιπατῶ. Στίγματα. αἱ πληγαί. Στίμμι. εἶδος βάμματος. Στίφος. τὸ πλῆθος. Στίπυον. τὸ τῆς ἐλαίας ὀστοῦν. Στόμα. ἀπὸ τοῦ τέμω, τεμῶ, τέτομα, τόμα, καὶ στόμα προσθέσει τοῦ ς. Στραγγαλῶδες. διεστραμμένον. Στρατόπεδον. δύο σημαίνει, τὸ στράτευμα καὶ τὸν τόπον τοῦ στρατεύματος. στρατόπεδον ἐποίησαν, ἀντὶ τοῦ σκηνάς. Στρόφιον. τὸ τῆς γυναικὸς ἐνώτιον. ἢ τὸ στρογγύλον ζωνάριον. Ἀριστοφάνης· τὸ στρόφιον ἤδη λύομαι. Στρώφιος. τόπος. Στύπος. κορμός· στέαρ. Στυρόν. τὸ μύρον. Στοιχεῖα. Ἀθηναῖοι μὲν τὰ γράμματα φασὶν, γραμματικοὶ δὲ πῦρ, ὕδωρ, ἀέρα, γαῖαν, ἐξ ὧν τὰ σώματα συνίστανται, καὶ εἰς ἃ ἀναλύεται. ἰστέον, ὅτι τὰ στοιχεῖα τριχῶς ἑρμηνεύονται· πόῤῥω, προσεχῆ, καὶ προσεχέστατα. πόῤῥω μὲν, ὡς τὸ πῦρ, ἡ γῆ, τὸ ὕδωρ, καὶ ὁ ἀήρ· προσεχῆ δὲ, τὸ θερμὸν, τὸ ψυχρὸν, τὸ ξηρὸν, καὶ τὸ ὑγρόν· προσεχέστατα δὲ, τὸ αἷμα, τὸ φλέγμα, ἡ ξανθὴ χολὴ, καὶ ἡ μέλαινα, ἅτινα διὰ τὴν ἄκραν αὐτῶν οἰκείωσιν προσεχέστατα ὀνομάζονται. στοιχεῖον ἐστὶ σύστασις οὐσίας κατʼ ἐναντιότητας ἑκατέρας. στοιχεῖον ἐστὶν οὐσία ἁπλῆ, κτίσεως τετάρτης μοῖρα. καὶ ὁ Ἀπόστολος Παῦλος· οὐκέτι γινώσκομεν Χριστὸν κατὰ σάρκα. τουτέστιν, οὐκέτι ἐστὶν ἐν οὐσίᾳ ῥευστῇ. ἡ ἁπλῆ δὲ καὶ ἄποιος οὐσία πάντη ἀπαθής ἐστι, ἐξάπτουσα τὸ ἑαυτῆς βούλημα εἰς ἀγγέλους, εἰς ψυχὰς, εἰς ἕτερα νοητὰ καὶ ἀθάνατα, εἰς αἰσθητὰ, εἰς γῆν, εἰς ὕδωρ, εἰς πῦρ, εἰς ἀέρα, εἰς ψυχρὸν, εἰς ξηρὸν, εἰς ὅ τι ἂν βούληται. στοιχεῖον ἐστὶ καὶ ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή· ἢ φωνῆς Ἑλληνίδος φθόγγος ἐλάχιστος. διατί εἶπεν ἀμερής; ὅτι οὐ μερίζεται, ὡς ἡ συλλαβή. παρέπεται δὲ τῷ στοιχείῳ τέσσαρα· ὄνομα, σχῆμα, χαρακτὴρ, δύναμις. στοιχεῖον δὲ εἴρηται παρὰ τὸ στοιχῶ, τὸ ἐν τάξει πορεύομαι. Στυπεῖον. παρὰ τὸ τύπτω τυπεῖον, καὶ πλεονασμῷ τοῦ ς στυπεῖον. — Ῥῆμα. —Σταθεύειν. τὸ μὴ λίαν ὀπτῆσαι, ἀλλὰ πυρὶ χλιᾶναι. Στέγει. ὑπομένει. Στέργει. φιλεῖ· ἀγαπᾷ. ἢ ἐμμένει. Στέρεσθαι καὶ στερίσκειν. τὸ ἀποστερεῖν. Στενολεσχεῖ. λεπτολογεῖ. Στέλλω. τὸ εὐτρεπίζω καὶ κοσμῶ. ἀποστέλλω δὲ, ἡ πρόθεσις περισσόν τι δηλοῖ. ἤγουν ἐκπέμπω τοῦ προετοιμάσαι καὶ κοσμῆσαι καὶ διευθετῆσαι πάντα. Στερνιζόμεθα. ἀγαπητῶς δεχόμεθα. ἢ ἀντὶ τοῦ ἐγκαρδίως φιλοῦμεν. στέρνα γὰρ τὰ στήθη. Στεῦται. ὑπισχνεῖται· διαβεβαιοῦται. παρὰ τὸ στῆθος. οἱονεὶ ἐν τοῖς στήθεσι διανοεῖται· ἐκεῖ γὰρ τὸ λογιστικὸν καθʼ Ὅμηρον· στῆθος δὲ πλήξας κραδίην ἐνίπαπε μύ-θῳ. Στείχω. τὸ ἐν τάξει πορεύομαι. διὰ διφθόγγου· ἀνεφάνη γὰρ τὸ στοιχεῖον. ἐξ οὗ καὶ ἀντίστοιχον. Στείβω. τὸ περιπατῶ. στιβεύω δὲ ι. ἀπὸ τοῦ στίβος, ἡ ὁδός. Στεῖλαι καὶ μεταστεῖλαι. ἀπὸ τοῦ στέλλω. στέλλε δὲ ψιλόν. Στηλιτεύσας. παραδειγματίσας. ἀπὸ τῆς στήλης. Στημονίζω. λεπτύνω. Στίζεται. μαστίζεται. Στιχίζω. στίχους γράφω. Στοιχίζω δὲ, τὸ περικυκλῶ, δίφθογγον. Στορέσας. ὑποστρώσας. κατακοιμίσας· καταπραΰνας. Στοιβάζω. συνάγω. Στοιχίζω. κυκλῶ. πολλὰ κακά μοι περιεστοίχισας. Στρηνιᾷν. ἀτακτεῖν. καὶ στρηνιῶντες. παρὰ τὸ στερεῖν καὶ ἀποσπᾷν τὰς ἡνίας. ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων. καὶ ὁ Ἀπόστολος· ὅταν καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσι. Στροβούμενος. συστρεφόμενος. στρωφῶ δὲ καὶ στρωφώμενος, μεγάλα. Στροβοῦντα. συστρέφοντα. μεταβάλλοντα. Στραγεύει. διαβάλλει. οὐκ εὐθὺς πορεύεται. Στρατολογῶ. τὸ στρατεύω. Στρέψασα. καὶ ἀντὶ τοῦ κλέψασα. πολλοὺς δὴ θυλάκους καταστρέψασα ἐμούς. Στρεφεδίνηθεν. συνεστράφησαν. Στυφελίξαι. διασεῖσαι· ταράξαι· πατάξαι. Στελλόμενοι. ἀντὶ τοῦ περιστελλόμενοι καὶ ἀσφαλιζόμενοι. στελλόμενοι τοῦτο, ἵνα μή τις ὑμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ. — Ἐπίῤῥημα. —Στοιχηδόν. κατὰ τάξιν. Τὸ Σ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Συβότης. ὁ χοιροβοσκός. Συγγραφεύς. ὁ τὰ ἐφʼ ἑαυτοῦ γεγονότα συγγραψάμενος. Σύγκελλος. ἀξίωμα. Σύγκλυδες. γείτονες. Συηνίας. αἰσχρός· σκαιός· ἀμαθής. Συλλήπτωρ. βοηθός· ἀντιλαμβανόμενος. παρὰ τὸ λήβω, τὸ λαμβάνω. Συμμίας. κύριον. Συμφυλετῶν. συγγενῶν· ὁμοεθνῶν. Συμφοιτητήν. τὸν συμμαθητὴν λέγει ὁ Σόλων. συμφιλολόγον δὲ δεινῶς βάρβαρον καὶ Αἰγύπτιον. Συνασπισμός. ἡ συνάφεια, ἡ βοήθεια. Σύναιχμος. ὁ σύμμαχος. Σύναιμος. ὁ ἀδελφὸς, ὁ τοῦ αὐτοῦ αἵματος. Συνίστωρ. ὁ συνεπιστήμων. Συνέριθος. ὁ βοηθός. Σύνδεσμος. λέξις συνδέουσα διάνοιαν μετὰ τάξεως, καὶ τὸ τῆς ἑρμηνείας κεχῃνὸς δηλοῦσα· κεχῃνὸς δέ ἐστι τὸ διακεχωρισμένον. εὑρέθη δὲ ὁ σύνδεσμος πάντων τῶν τοῦ λόγου μερῶν ἔσχατος, διὰ τὸ εἶναι αὐτὸν συνδετικὸν πάντων τῶν τοῦ λόγου μερῶν. παρέπεται δὲ τῷ συνδέσμῳ τρία· εἶδος, σχῆμα καὶ τόνος. δεσμὸς δὲ συνδέσμου διαφέρει, ὅτι ὁ μὲν δεσμὸς εἰς ἓν χαρακτηρίζεται, ὁ δὲ σύνδεσμος εἰς πολλά. κατὰ πόσους δὲ τρόπους διαφέρει ὁ ἤτοι σύνδεσμος τοῦ μὲν συνδέσμου; κατὰ δύο· ὅτι ὁ μὲν ἤτοι ποιητικός ἐστιν, ὁ δὲ μὲν συνήθης· καὶ ὅτι ὁ μὲν ἤτοι μέσος παράκειται, ὁ δὲ μὲν κατʼ ἀρχὰς τίθεται. ὁ ἀλλὰ δὲ σύνδεσμος ἀντὶ τοῦ καὶ παραλαμβάνεται· οἷον, ἡμέρα μέν ἐστιν, ἀλλὰ τὰ νέφη οὐχ ὁρῶ. εἰσὶ δὲ καὶ σύνδεσμοι παραπληρωματικοὶ, ἐκ τοῦ πλεονάζειν ἔχοντες τινὰ ὀνομασίαν· πολλοὶ γὰρ αὐτῶν κατὰ πλεονασμὸν ἀναπληροῦσι τὴν φράσιν. οἱ δὲ ἐναντιωτικοὶ σύνδεσμοι δηλοῦσι τὸ ἐναντίον τῇ δυνάμει τοῦ πράγματος· οἷον, ἀσθενὴς μὲν ἐγὼ, σὺ δὲ ἰσχυρὸς, καὶ ὅμως ἀσθενὴς ὢν σὲ τὸν ἰσχυρὸν ἔτυψα. Συντακτήριοι. οἱ ἐν ἐξόδοις τῶν πόλεων ἐπὶ τῶν ἀρχόντων ἀποχαιρετισμοί. οἷος καὶ ὁ τοῦ μεγάλου πατρὸς Γρηγορίου τοῦ θεολόγου συντακτήριος λόγος. Συρφετός. ἄχυρα ἢ φρύγανα, ἢ ἄλλα τινά. ὥσπερ παρὰ τὸ ὕω ὑετὸς, πνίγω πνιγετὸς, οὕτω σύρω συρετὸς, καὶ πλεονασμῷ τοῦ φ συρφετός. Συσσιτισμός. ἡ συντροφία, ἤτοι τὸ συνέρχεσθαι εἰς τὸ ἄριστον. καὶ συσσίτια. Σῦς. ὁ χοῖρος. παρὰ τὸ σείω, τὸ ὁρμῶ· ὁρμητικὸν γὰρ τὸ ζῶον. σῦς, καὶ ἀποβολῇ τοῦ ς ὗς. ἢ παρὰ τὸ ὕεσθαι, τὸ βρέχεσθαι. ὕω, ὕσω, ὗς. καὶ γὰρ ἐπὶ τοῖς ὕδασι τέρπεται. καὶ πλεονασμῷ τοῦ ς σῦς. βραχὺ τὸ υ τῆς γενικῆς, ἐπειδὴ τὰ εἰς υς περισπώμενα συστέλλουσι τὸ υ ἐπὶ τῆς γενικῆς· μῦς, μυὸς, δρῦς, δρυὸς, σῦς, συὸς, καὶ ὗς, ὑός. Συφεός. ἡ τῶν χοίρων μάνδρα. Συρμαϊσμός. βρωμάτιόν τι ἐστὶ διὰ στέατος καὶ μέλιτος· καὶ ἔστι πρὸς κάθαρσιν ἐπιτήδειον. ἔστι δὲ καὶ πόμα διʼ ὕδατος καὶ ἁλῶν. — Θηλυκόν. —Σύναρσις. βοήθεια· συγκρότησις. Συβήνη. ἡ δερματίνη αὐλοθήκη. ἢ ἡ φαρέτρα. Συβαριτική. τρυφηλή. καὶ ἡ τράπεζα ἦν συβαριτική. τρυφηταὶ γὰρ οἱ Συβαρῖται. Σύγκρασις. ποτὲ μὲν τὴν ἕνωσιν δηλοῖ· ποτὲ δὲ τὴν σύγχυσιν. Σύγκρισις. ἡ τῶν πρωτοτύπων ἐπαύξησις. τύποι δὲ τῶν συγκριτικῶν τρεῖς· ὁ εἰς τερος, οἷον ὀξύτερος, βραδύτερος· καὶ ὁ εἰς ων καθαρὸν, οἷον καλλίων, βελτίων· ὁ εἰς σων, οἷον κρείσσων, ἥσσων. Συγκοπή. ἡ ἐκ τῆς μέσης ἄρσις. οἷον κατάκτανε κάκτανε. Συζυγία. συνέλευσις καὶ συμφωνία δύο συλλαβῶν εἰς μίαν συλλαβήν. ἢ ἡ ἀκόλουθος ῥημάτων κλίσις. Συήνη. ὄνομα πόλεως. Συηνία. ἡ σκαιότης, ἡ αἰσχρότης, ἡ ἀμαθία. Συκῆ. τὸ δένδρον. παρὰ τὸ σύω, τὸ ὁρμῶ, ἢ τὸ σεύω, τὸ ὁρμῶ. Συκοφαντία. μέμψις οὐκ ἀληθής. Συκομοραία. δένδρον. Συλλαβή. συμπλοκὴ στοιχείων κατάλληλος, ὑφʼ ἕνα τόνον καὶ ἓν πνεῦμα ἀδιαστάτως ἀγομένη. ἢ ἄσημος φωνὴ, συγκειμένη ἀπὸ φωνήεντος καὶ ἀφώνου, ἢ ἀφώνου καὶ φωνήεντος. Σύμφασις. δύο ἢ πλειόνων περὶ τοῦ αὐτοῦ πράγματος ὁμοία λύσις· ἤγουν συγκατάθεσις καὶ συνομολογία. Συμμαχίς. πόλις καὶ ναῦς. Συμμορία. ἡ πληθὺς, ἢ ἡ συνέλευσις, ἢ ἡ φατρία, ἢ τὸ σύνταγμα. ὁ δὲ Δημοσθένης ἑξήκοντα ἄνδρας ἔχειν λέγει τὴν συμμορίαν· Ὑπερίδης δὲ πεντεκαίδεκα. Συμφυΐα. ἕνωσις τῶν συμπεπλεγμένων εἰς ἓν σύνθημα ὁμοφυῶν. Συναλοιφή. συνέλευσις καὶ συμφωνία δύο συλλαβῶν, εἰς μίαν συλλαβὴν ἕνωσις καὶ μεταβολή. συναλοιφὴ ἐστὶ καὶ ἡ σύγχυσις ἢ συνίζησις· εἴτουν εἰπεῖν πραγμάτων διαφόρων σύμμιξις. Συνίζησις. ἡ συνέλευσις. Σύνθεσις. ἡ ἐξ ἄλλου καὶ ἄλλου εἰς ἓν ποίησις. καὶ ἡ διαιρετῶς ἢ ἀδιαιρέτως ἢ συγκεχυμένως ἢ οὕτως. Σύνθετος γνῶσις ἐστὶν ἡ κατʼ αἴσθησιν πεῖρα τῶν αἰσθητῶν, ὡς κατὰ φύσιν ἔχουσα ἡδονὴν διὰ τὴν γέννησιν καὶ πόνον διὰ τὴν φθοράν. Συνημοσύνας. συνθήκας. ἵνʼ ᾖ συνέδρους παρὰ τὴν ἕσιν. Σύννοια. σύννευσις ἐννοιῶν, ἢ τοῦ νοῦ πρὸς τὰ νοηθέντα σύννευσις. ἢ νοημάτων σύνοδος. συννεύσεως δὲ ἔργον ἐστὶ πάντα τὰ συντελοῦντα ἡμῖν πρὸς τὸν σκοπὸν ἁρμοδίως. Σύνεσις. λογικὴ διάγνωσις, ἢ κρίσις ὀρθὴ περὶ τῶν ὑφʼ ἑτέρων λεγομένων, αἱρετῶν ἢ φευκτῶν. Σύνεσίς ἐστιν, ἀφʼ ἧς κρίνομεν καλῶς τὰ ὑπὸ ἄλλων λεγόμενα, περὶ ὧν ἐστὶν ἡ φρόνησις ἐπιτακτική. Συναίνεσις. ἡ συμφωνία. Συναυλία. ἡ συμφωνία. Συνολκήν. ἤγουν ἀναληπτικὴν ἢ ἀναπνευστικήν. Συνάφεια. ἡ μίξις. παρὰ τὴν σὺν πρόθεσιν καὶ τὸ ἁφή. ἡ σὺν δὲ πρόθεσις τὸ ὁμοῦ δηλοῖ. Σύριγγες. οἱ ποιμενικοὶ αὐλοί. ἢ σύριγξ τὸ ἐπίμηκες καὶ κοῖλον. ἢ σύριγγες ἀντίθετοι, ὅτι ἐξ ἐναντίας αὐταῖς ἡ τούτων παράθεσις. ἐπὶ μελισσῶν τοῦτο ὡρήσεις. Συρία. ἡ πλησίον τῆς Σινώπης γῆ ἕως Ἀπαμείας καὶ ἔτι κάτω. ἡ κειμένη πρὸς τῇ θαλάσσῃ τῇ Ποντικῇ τῇ φερομένῃ ἐπὶ Περσίδα καὶ Ἰνδίαν καλεῖται Συρία. διὰ τὸ συρῆναι αὐτὴν ὑπὸ κατακλυσμοῦ μερικοῦ γενομένου. Ἀσσυρία δὲ, ἡ ἐγγὺς τῆς Συρίσης γῆς οὖσα, ἥτις ἐστὶν ἡ Σινώπη. παρὰ τὸ μὴ σύρεσθαι. λέγουσι δὲ τὴν Σινώπην ἔχειν ἔξω ἐπὶ τῆς θαλάσσης καὶ εἶναι χερόνησον καὶ ἰσθμόν. Συστατικαὶ ἐπιστολαί. αἱ ἐγχειριζόμεναι κληρικοῖς ἢ λαϊκοῖς ἀφωρισμένοις, ἢ ἀναγνώσταις ἐν ἑτέρᾳ πόλει ἀπιοῦσι. Σύνταξις. δευτέρων πραγμάτων ἕνωσις. καὶ τὸ λαμβάνειν καὶ ποιεῖν τὰ δέοντα. Συνωμοσία. τὸ κατά τινων βουλεύσασθαι, καὶ ἀλλήλους ὅρκοις συνδῆσαι, μὴ ἀποστῆναι τοῦ ἀτόπου βουλεύματος, μέχρις ἂν τοῦτο ἐκτελεσθείη. Σύνθεσις. ἀρχὴ διαστάσεως. ἰστέον δὲ, ὡς αἱ σύνθετοι φύσεις ὡς σύνθετοι πεφύκασιν εἶναι καὶ εὐδιάλυτοι, ὥς φησιν ὁ μέγας Γρηγόριος, ὅτι σύνθεσις ἀρχὴ διαστάσεως. διὰ τοῦτο γοῦν τὰ σώματα τῶν ἀνθρώπων καὶ ζώων εὔφθαρτα καὶ εὔθνητα τυγχάνει, ὡς ἐκ τῶν τεσσάρων στοιχείων συγκείμενα, καὶ οἱονεὶ τῶν στοιχείων ἐναντίως ἐχόντων πρὸς ἄλληλα καὶ στασιαζόντων. τὰ δὲ ἁπλᾶ καὶ ἀσύνθετα τῶν πραγμάτων εὐδιάμονα, καὶ ἕως τῆς συντελείας ἀκατάλυτα μένει· οἷον ψυχὴ ἀνθρώπου, ἥλιος, φῶς, φωστῆρες, ἀὴρ, ὕδατα, πῦρ, πνεῦμα, καὶ πάντα τὰ ἁπλᾶ καὶ ἑνιαῖα καὶ ἀμιγῆ καὶ ἀσύνθετα. ὅθεν καὶ τὰ φυτὰ καὶ τὰ δένδρα, ὡς διὰ τῶν τεσσάρων στοιχείων συνιστάμενα, λέγω δὴ γῆς καὶ ὕδατος, ἡλίου καὶ ἀέρος, καὶ αὐτὰ οὐκ ἀγήρατα οὐδὲ ἄφθαρτα οὔτε ἀμάραντα, ἕως ἔξω διαμένει, ἀλλὰ θνήσκει, καθὰ καὶ τὰ σώματα, ὥσπερ καὶ ἡ γῆ συνίσταται. ποίησον δὲ πλίνθον ἐκ γῆς καὶ ὕδατος, καὶ εὐχερῶς διαφθείρεται. Σύνεσις. ἐπίληψις τῶν πραγμάτων. ὡς τό· σύνες τῆς κραυγῆς μου. Συστατικῶν. παραθετικῶν. ἢ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς. — Οὐδέτερον. —Συβόσιον. τὸ χοιρομάνδριον. Συγχαρητικόν. τὸ μετὰ χαρᾶς. Σύγκριμα. τὸ μὴ παρεμποδίζεσθαι τοῦτο τὸ δημιούργημα ὑφʼ ἑτέρου, καὶ τὸ ἄλλο ὑπʼ ἄλλου, ἀλλʼ εἰς ἑνὸς κόσμου δημιουργίαν συνίστασθαι. ὁ γὰρ ἀὴρ διὰ τῆς ἐν αὐτῷ μανότητος καὶ ἀραιότητος τὰς ἡλιακὰς ἀκτῖνας οὐ παρεμποδίζει, οὐδὲ οἱ ἀτμοὶ τῆς γῆς, οἳ συνιστῶσι νεφέλας, καὶ ἕτερα τοιαῦτα. Συγγενές. τὸ οὐδαμῶς διαφέρων τοῦ ἑτέρου ἢ κατὰ βελτίωσιν ἢ κατὰ μείωσιν, ἀλλʼ ὁμοίως ἔχον. ἢ συγγενές ἐστι τὸ ἐκ τοῦ αὐτοῦ γένους ὁμοτρόπως ὑπάρχον. Συμβεβηκός. ὃ γίνεται καὶ ἀπογίνεται, χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Συμβεβηκός. ὃ τὸ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον, καὶ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν. οἷον τὸ λευκὸν ἐν τῷ σώματι ἐστὶν καὶ οὐκ ἔστι μέρος τοῦ σώματος, καὶ ἀδύνατον τὸ λευκὸν χωρὶς τοῦ σώματος εἶναι. Συμβεβηκὸς ἐστὶν, ὃ οὔτε γένος, οὔτε εἶδος, οὔτε διαφορὰ, οὔτε ἴδιον, ἀεὶ δὲ ἐν ὑποκειμένῳ ἐστὶν ὑφιστάμενον. συμβεβηκός ἐστι τό τε χωριστὸν καὶ ἀχώριστον· οἷον θερμότης, ψυχρότης, λευκότης, μελανότης, ἡ ἐν ῥινὶ γρυπότης καὶ ἡ ἐν ὀφθαλμῷ γλαυκότης. συμβεβηκός ἐστι τὸ γινόμενον καὶ ἀπογινόμενον· οἷον ἡ νηπιότης γίνεται καὶ ἀπογίνεται διὰ τελειότητα· ἡ ὑγεία ὁμοίως μεταβάλλεται καὶ ἡ νόσος, καὶ ἡ θερμότης καὶ ἡ ψυχρότης· καὶ ἁπλῶς τὸ παραλλαγῆναι δυνάμενον συμβεβηκὸς λέγεται. Συμβόλαιον. τὸ γραμματεῖον. ἀφʼ οὗ καὶ συμβολαιογράφος. Σύμβολον. συμβαλλόμενον πρᾶγμα πράγματι, καὶ ἐξομοιούμενον κατά τι, διαφέρον δὲ κατὰ πολλά. Σύμβολον. συγκατάθεσις λογισμοῦ πρὸς τὰ ὑφʼ ἑτέρου τεινόμενα, ἢ ἀφʼ ἑαυτοῦ ὁμολογούμενα. ὅθεν καὶ σύμβολον λέγομεν τὸ πιστεύω εἰς ἕνα θεόν. σύμβολα νίκης λέγομεν καὶ τοὺς κλάδους τῶν ἐλαιῶν. Συμπέρασμα. δύο ἄκρων ἁρμοδίων πρὸς ἄλληλα συνέλευσις· οἷον ἵνα θελόντων ἡμῶν δεῖξαι, ὅτι ὁ ἄνθρωπος οὐσία ἐστὶ, ποιῶμεν συλλογισμὸν τοιοῦτον· ὁ ἄνθρωπος ζῶον ἐστί· τὸ ζῶον ἔμψυχον· τὸ ἔμψυχον οὐσία· ὁ ἄνθρωπος ἄρα οὐσία ἐστίν. ἰδοὺ τὸ ἄνθρωπος οὐσία, δύο ἄκρα εἰσὶν, ἀλλὰ καὶ ἁρμοδίως συνελθόντα. ἐὰν δὲ εἴπωμεν, ὅτι ὁ ἄνθρωπος λευκός ἐστι, τὸ λευκὸν χρῶμα ἐστὶν, ἄνθρωπος χρῶμα ἐστὶ, τοῦτο τὸ συμπέρασμα ἀνάρμοστόν ἐστιν, ἐπειδὴ ἀπὸ συμβεβηκότος καὶ οὐσίας συνεπέρανε. δῆλον δὲ, ὅτι ἀπὸ τῶν κακιζομένων συμπερασμάτων αἱ ἀρχαὶ πταίουσι. καὶ δῆλον ἡμῖν ἐστι τοῦτο καὶ ἀπὸ τῆς περὶ τοῦ ὀργάνου καὶ τοῦ κινοῦντος Ἀπολλιναρίου τοῦ δυσσεβοῦς χρήσεως· ἐπειδὴ γὰρ ἀπὸ ἐμψύχου καὶ ἀψύχου ἤρξατο, διὰ τοῦτο κακῶς συνεπέρανε. Συνωδά. ὅμοια, σύμφωνα. Σύνθημα. γνώρισμα, σημεῖον, φλάμουλον. βάνδον. Συνηρεφῆ. σύσκια, ἢ ἐστεγασμένα. ἀπὸ τοῦ ἐρέφω, τὸ σκέπω, τὸ στέγω καὶ κοσμῶ. Σύντριμμα. θραῦσις. Συνέδριον. τὸ δικαστήριον. Συνεκτικώτατον. κεφαλαιωδέστατον. ἢ προδηλότατον καὶ ἀληθέστατον. Σύνθετον. τὸ ἐξ ἑτεροειδῶν πραγμάτων συγκείμενον. Σύντονον. δυνατόν. Συνεκφαντικόν. τὸ συνεκφαῖνον τῇ τέχνῃ εἴτε γραμματικὸν εἴτε φιλόσοφον. Συνώνυμον. τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν. οἷον ξίφος, μάχαιρα, φάσγανον, σπάθη. ὅπερ καλεῖται καὶ πολυώνυμον. Συνώνυμα. ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός. οἷον ζῶον ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς. καὶ πάλιν συνώνυμος κατηγορία λέγεται, ὅταν καὶ τὸ ὄνομα δέχεται καὶ τὸν ὁρισμὸν ἀπαραλλάκτως. Σύρβον. ἡ ὀπώρα. Σύστημα. πλῆθος, συναγωγή. ἢ τὸ ἐκ πολλῶν καὶ διαφόρων γινόμενον ἕν. Σύρτις. πέλαγος. Συσσήμιον. .... Σύστρεμμα. στασιαστῶν πλῆθος. Σύφαρ. οὐχ ἁπλῶς τὸ γῆρας, ἀλλʼ ὡς ἐπιγέννημα γήρως καὶ τῆς ἐσχάτης ἡλικίας, τὸ κατερυσσομένον. Σύμφυτον. τὸ συμμέτοχον. καὶ ὁ Ἀπόστολος· εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ. Σύμμορφον. τὸ ἰσόμορφον. καὶ ὁ Ἀπόστολος· συμμόρφους τοῦ υἱοῦ αὐτοῦ. κατὰ χάριν δὲ λέγει συμμόρφους. — Ῥῆμα. —Συγγενειάζω. συγγενιῶ δὲ, τὸ γνησίως ἔχω, ι. Συγκαταθέσθαι, οὐχὶ συνθέσθαι χρὴ λέγειν. Συγκρίναι. παραβαλεῖν. ἀντιθῆναι. Συγκρίνον. συγχέον. Συηνεῖν. τὸ ἀμαθῶς καὶ σκαιῶς καὶ αἰσχρῶς ἀναστρέφεσθαι. Συθείς. ὁρμήσας. καὶ σύω, τὸ ὁρμῶ. Συμπαρομαρτήσας. συνακολουθήσας. Συμπτύσσει. συγκλείει. ἀπὸ τῆς πτυχός. Συμπεριφέρεσθαι. συγκινεῖσθαι, ἄγεσθαι. Συνιέντες. γνόντες. καὶ συνιείς. Συνιῶν. ὁ νοῶν. καὶ συνιὼν, ὁ συνελθών. Συνεῖμεν. ἀντὶ τοῦ συνέγνωμεν. Σύνες. νόησον· γνῶθι. Συνῆκαν. ἀντὶ τοῦ συνέγνωσαν. Συνῆκεν. ἐνόησε. Συνιζῆσαι. συγκαθεσθῆναι· συνελθεῖν. Συναποῤῥωγότα. συνδιασπασθέντα. Συνάψω. ἁρμόσω. Συναίρομαι. ἀντὶ τοῦ συλλαμβάνομαι καὶ συμβοηθῶ. Σύνθεο. ἐπάκουσον. Συνελόντα φάναι. συντόμως εἰπεῖν. Συνεπόδισας. ἐσκέλλισας. Συνεῤῥάγησαν. διεκόπησαν. Συναιρόμενος. συνεργούμενος. Συνέτισον. σόφισον. Συνεστηκός. τὸ συνηγμένον. Συνειλήχασι. συνηθροίσθησαν. Συνεισέφρησε. συνεισήνεγκε. Συνείπετο. συνηκολούθει. Συνειστιᾶτο. συνευωχεῖτο. Συντελεσθείς. ἀφανισθείς. καταποντισθείς. Συντελεσθήτω. συμπληρωθήτω. Συνοίσει. κομίσει. τὸ δὲ κομίσει ἀντὶ τοῦ ἐπιμελεθήσεται. Συνήδομαι. ὁμολογῶ, ὡς καλῶς ἔχον τι. Συνδυάσω. συναυλισθῶ. Συνοχωκότες. συμπεπτωκότες. συνοχηκὼς καὶ τροπῇ τοῦ ἦτα εἰς ω συνοχωκότες καὶ συνοχωκότε. Συρμαΐζειν. βρωμάτιόν τι ἐστὶ διὰ στέατος καὶ μέλιτος, ὅπερ λέγεται συρμαϊσμός. καὶ ἔστι πρὸς κάθαρσιν ἐπιτήδειον. ἔστι δὲ καὶ πόμα διʼ ὕδατος καὶ ἁλῶν. Αἰγυπτιακὴ δὲ ἡ λέξις. Συμφειρόμενος. μιγνύμενος. Συνοχωκότα. εἰσδεδυκότα. Συμπιλοῦσι. συσφίγγουσιν. οἱ δὲ χεῖρας καὶ γόνατα συμπιλοῦσι πρὸς ἑαυτούς. Συσσείσει. ἐπὶ τοῦ ἐξακούστου εἴρηται. Συνεργεῖν. τὸ συλλειτουργεῖν φησὶν ὁ Χρυσόστομος. καὶ ὁ Ἀπόστολος· ἀσπάσατε Πρίσκυλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ. Συνίστησι. βεβαιοῖ· δικαιοῖ· δείκνυσι. καὶ ὁ Ἀπόστολος· συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεός. — Ἐπίῤῥημα. —Συλλήβδην. ὁμοῦ· συντόμως· ἢ συλλαβών· ἀθρόως. ἐκ τοῦ λήβω, λήψω, παθητικὸν λήψομαι, λήβδην ἐπίῤῥημα καὶ συλλήβδην. Συνεκδοχικῶς. συλληπτικῶς. Συναΐγδην. ὁρμητικῶς. Συνεκτικῶς. προδήλως, ἀληθῶς, ἢ κεφαλαιωδῶς. Συνεπτυγμένως. ἡνωμένως· συνηγμένως. Συστάδην. ὁμοῦ. Τὸ Σ μετὰ τοῦ Φ. — Ἀρσενικόν. —Σφακελισμός. διασπασμὸς σώματος. ἢ σῆψις σώματος. ἢ ἡ παραπληξία. ἢ σῆψις τοῦ μυελοῦ. γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπασμός. λέγεται δὲ καὶ σφάκελος ὁ μικρὸς τῆς χειρὸς δάκτυλος. λέγεται καὶ ὁ σφιγμὸς καὶ ὁ παλμός. Σφᾶς. αὐτούς. Σφαιρωτήρ. ὁ ἱμὰς τοῦ ὑποδήματος· ὁ λῶρος. Σφέτερος. ὁ ἡμέτερος. Σφετερισμός. ἡ ἰδιοποίησις. Σφηκώδεις. οἱ εὔζωνοι. καὶ οἱ κάτισχνοι τοῖς σώμασι· καὶ γὰρ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυνηγμένην ἔχουσι. καὶ σφῆκες καὶ σφηκίσκοι τὰ μικρὰ εἰς ὀξὺ συνημμένα ξύλα. καὶ σφὴξ, σφηκός. Σφηνοπώγων. ὁ σπανός. Σφήττιος. κύριον. Σφίσιν. αὐτοῖς. Σφόνδυλος. παρὰ τὸ ἐσφίχθαι. Σφοδρίας. κύριον. Σφυγμός. ὁ παλμός. ἢ ζέσις φλεβός. παρὰ τὸ σφύζω, τὸ ὁρμῶ. Σφῶν. τῶν δύο, ἢ ἀντὶ τοῦ αὐτῶν. Σφῶε. ὑμᾶς. Σφῶϊν. ὑμῖν. καὶ νῶϊν, ἡμῖν. Σφάκελος. φλεγμονή· φθορά· νέκρωσις· κάκωσις παντοία. — Θηλυκόν. —Σφακτηρία. πόλις. Σφαλερά. ἐπικίνδυνος. Σφαίρισις. καὶ σφαιρίστρα, τὸ πῶμα. Σφηκία. εἶδος σφηκῶν. Σφῇσιν. αὐταῖς. Σφενδόνη. παρὰ τὸ σπένδω, τὸ ἀναιρῶ, σπενδόνη καὶ σφενδόνη. ἢ παρὰ τὸ σφάζω. ἢ παρὰ τὸ σπεύδω. καὶ ἡ περιφέρεια τοῦ δακτύλου. — Οὐδέτερον. —Σφαγεῖον. εἰς ὃ τὸ αἷμα τῶν σφαζομένων ἱερείων ἐδέχοντο. σφάγιον δὲ, τὸ θῦμα, ι. Σφεδανόν. σφοδρόν· εὐκίνητον· ἐπακτικόν· ἐπεστραμμένον. οἷον σφενδονικὸν, ἀπὸ τῆς σφενδόνης. ἢ σύντομον. ἀφʼ οὗ καὶ σφὴν καὶ σφίγγα. οἱ δὲ σπευστικῶς. παρὰ τὸ σπεύδειν, σπεδανὸν καὶ σφεδανόν. Σφεοβδόν. δασύ· πολυανθές. Σφέτερον. τὸ ἴδιον. Σφέλας. τὸ ὑποπόδιον. παρὰ τὸ φλᾶσθαι ἐν αὐτῷ τὰ γόνατα, ὅ ἐστι θλᾶσθαι καὶ κάμπτεσθαι. Σφυρά. τὰ περὶ τοὺς ἀστραγάλους ἄνω. παρὰ τὸ συνεσφίχθαι. Σφυροκοπεῖον. .... Σφωΐτερον. ἡμέτερον. — Ῥῆμα. —Σφαλεῖεν. ἐκτραπεῖεν. Σφαδάζειν. διεγείρειν. βράζειν· διαπίμπρασθαι. ἢ τὸ δυσθανατεῖν. καὶ ματαίως σπᾶσθαι. τὸ σφαδάζειν, καὶ ματάζειν, καὶ βοράζειν ἔχουσι τὸ ι προσγεγραμμένον, ὅτι ἀπὸ τοῦ σφαδαΐζειν καὶ ματαΐζειν καὶ βοραΐζειν γίνεται. Σφάζω. ἀπὸ τοῦ φῶ, τὸ δηλοῦν τὸ ἀναιρῶ, οὗ παράγωγον φημί. ὅθεν φατὸς καὶ ἀρηΐφατος, καὶ πέφαται, πεφάσθαι. φῶ, φάζω, καὶ προσθέσει τοῦ ς σφάζω. Σφῶ. σφάζω. Σφακελίζοντες. διασπῶντες. πηδῶντες. ὑποτρέμοντες. Σφεδανῶ. θανατῶ. Σφενδονῆσαι. ἐκδιῶξαι. Σφῆλαι. πλανῆσαι. Σφηκόω, σφηκῶ καὶ σφηκῶσαι. τὸ δῆσαι. Σφηνούμενος. στρεβλούμενος· βασανιζόμενος. Σφριγᾷ. νεάζει· ἀκμάζει· αὔξει. Σφύζω. ὁρμῶ. κινοῦμαι. — Ἐπίῤῥημα. —Σφαιρηδόν. δίκην σφαίρας. Σφηττόθεν καὶ Σφηττοῖ. τοπικά. Τὸ Σ μετὰ τοῦ Χ. — Ἀρσενικόν. —Σχέτλιος. ἄδικος· ἄθλιος. ἢ καὶ ὁ δύσφημος. Σχῖνος. ὁ τρώκτης. καὶ τὸ φυτὸν, ὃ γίνεται ἐν τοῖς καθύδροις τόποις. ἔστι δὲ τὸ ἔνδον αὐτοῦ εὐστόμαχον. Σχολαίῳ. ἀργῷ. σχολαίῳ ποδί. Σχοῖνος. εἶδος χόρτου. καὶ σχοινοφόρον πεδίον. — Θηλυκόν. —Σχαδόνες. τὰ τῶν κηφήνων κηρία. καὶ ζῶον ἄπτερον καὶ ἄπουν. Σχέσις. κοινωνία δύο ἢ πλειόνων πραγμάτων κατά τι. οἷον ὁ ἄνθρωπος καὶ τόδε τὸ ζῶον σχέσιν ἔχει, καθὸ ζῶα ἀμφότερα. κατὰ τρόπους δὲ τέσσαρας γίνεται ἡ σχέσις. ἢ γὰρ κατὰ τύχην, ὡς δεσπότης πρὸς δοῦλον· ἢ κατὰ πρός τι, ὡς φίλος πρὸς φίλον· ἢ κατὰ φύσιν, ὡς πατὴρ πρὸς υἱόν· ἢ κατὰ τέχνην, ὡς μαθητὴς πρὸς διδάσκαλον. Σχετικὴ διαφορὰ ἐστὶν ἡ τὸ ἓν θέλημα γνώμης ἑτερότητι διατέμνουσα κίνησις. ἢ γνώμης ἑτερότης, ἢ θελημάτων ὁμοιότης. καὶ διαίρεσις διαθέσεως. Σχετικὴ ἕνωσις ἐστιν ἡ τὰς διαφόρους γνώμας εἰς ἓν συνάγουσα, ἢ φιλικὴ συνδιάθεσις, ἢ θελημάτων ὁμονοητικὴ σύμπνοιά τε καὶ ἐπίνευσις. σχετικὴ ἕνωσις ἐστὶν ἡ ἐξ ὑποστάσεως εἰς ὅλου τινὸς κατὰ δύναμιν γενομένη σύνθεσις· ἥτις τὴν τῶν μερῶν ἑαυτῆς μετὰ τὴν ἕνωσιν ἐν εἴδει καὶ σχήματι σωζομένην οὐκ ἔχει τὸ σύνολον ὕπαρξιν, ἀλλʼ ἠφανισμένην ὁμοῦ καὶ πεφυρμένην καὶ ἄγνωστον, καὶ τῶν κατʼ αὐτὴν συνδεδραμηκότων οὐδεμίαν οὐδαμῶς κέκτηται διαφορὰν, τὴν οὐσιώδη τούτων ἰδιότητα διασημαίνουσαν· οἷον ὡς ἐπὶ τῶν κατὰ τάξιν ἤχων ἢ πραγμάτων ἐστὶν ἰδεῖν, καὶ πάντων ἁπλῶς ὧν κατὰ τέχνην εἴρηται λόγος. ἐκεῖνα γὰρ ὑποστατικῶς ὄντα καὶ καθʼ ἑαυτὰ γνωριζόμενα· πᾶν γὰρ τὸ αἰσθήσει ὑποπίπτον οὐσία πάντως μετά τινος ἢ τινῶν ἰδιωμάτων ἐστὶν, ὅπερ ὑπάρχει σαφῶς ἡ ὑπόστασις· καὶ τὴν πρὸς ἄλληλα κατὰ σύνθεσιν ποιούμενα συνδρομὴν ἐξαφανίζει πάντῃ τὸ ἐν ᾧ καθʼ ἑαυτὰ ὄντα τὸ πρὶν ἐγνωρίζετο τὸ σχῆμα καὶ εἶδος τῶν ὑποστατικῶν ἰδιωμάτων τελείως ἀπογινόμενον· καὶ ἄλλο παρʼ ἐκεῖνο διὰ τῆς ἐν τῷ πυρὶ χώνης καὶ τήξεως ἀποτελεῖ, μηδεμίαν τοῦ προτέρου σημείωσιν ἢ δήλωσιν καθʼ ὁπωσοῦν παρεχόμενον. ὁ γοῦν θεήλατος Νεστόριος τὴν μὲν καθʼ ὑπόστασιν ἕνωσιν ἀπηρνεῖτο, ἐφλυάρει δὲ, ὅτι ἡ ἁγία Μαρία ἐγέννησε ψιλὸν ἄνθρωπον, πρὸς ὃν εἶχεν ὁ θεὸς ἐξ αὐτῆς γεννήσεως φιλικὴν διάθεσιν. καὶ ὡμολόγει μὲν ἕνωσιν, οὐχ ὑποστατικὴν δὲ, ἀλλὰ σχετικήν. ὅθεν οὐ μίαν ὑπόστασιν ὁ δείλαιος ἐδογμάτιζεν, ἀλλὰ δύο διῃρημένας μετʼ ἀλλήλων καὶ κατὰ τὴν οὐσίαν καὶ κατὰ τὴν ὑπόστασιν, ἡνωμένας δὲ ἀλλήλαις κατὰ φιλίαν, ἢ ταυτοβουλίαν, ἢ γνωμικὴν διάθεσιν, ἢ ὅσα τοιαῦτα ἐληρῴδει ἐκεῖνος. Σχίδαξ. τὸ σχίσμα. Σχίσις. ἡ χώρισις. σχῆσις δὲ, ἡ κράτησις, η. ἐκ τοῦ σχῶ, τὸ κρατῶ. Σχοῖνος. τὸ σχοινίον. καὶ μέτρον γεωμετρικὸν ἑξήκοντα σταδίων, ὥς φησιν Ἡρόδοτος. Σχολή. ἡ φροντὶς, ἢ τὸ μηδὲν δρᾷν, ἢ καὶ τὸ περί τι σχολάζειν. καὶ ἀντὶ τοῦ βραδέως. σχολῇ γʼ ἂν ἄλλό τι φανείη μέγα καὶ σπουδῆς ἄξιον. Σχέσις. δύναμις συνδετικὴ τῶν ὁμογενῶν. Σχίδαξ. τὸ ἐσχισμένον ξύλον. παρὰ τὸ σχίζω. — Οὐδέτερον. —Σχέδος. παρὰ τὸ χέω, χέδος καὶ σχέδος, οἱονεὶ τὸ διαχέον καὶ διαμερίζον τὰς λέξεις. Σχέδιον. τὸ ἐξ ἑτοίμου πρόχειρον. ἢ τὸ ἐν ὀλίγῳ καὶ σύντομον. Σχέμα. τὸ ὄχημα. Σχέτλιον. ὀδυνηρόν· λύπης ἄξιον. Σχετλιαστικὰ ἐπιῤῥήματα. τὰ ἐξ αὐτοπαθείας γινόμενα ἐπιφθέγματα. οἷον, παπαὶ, ὅ ἐστι φεῦ. Σχῆμα. τῶν μαθηματικῶν, σωμάτων ἀποπεράτωσις. λέξεων ποσότης, ὑφʼ ἕνα τόνον καὶ ἓν πνεῦμα ἀδιαστάτως ἀγομένη ἐν ἁπλότητι ἢ συνθέσει. Σχιστά. ὅσα κατὰ μῆκος διαιρεῖσθαι δύνανται. Σχόλιον. ἡ ἑρμηνεία. διὰ τὸ κατὰ σχολὴν περιτίθεσθαι πρὸς σαφεστέραν ἑρμηνείαν τῶν δυσνοήτων νοημάτων ἢ ῥημάτων. Σχοινίσματα. τὴν σκηνήν. τὴν ἐξ ἐθνῶν ἐκκλησίαν. τὸν κλῆρον. Σχῆμα. τὸ μὴ μόνιμον ἢ καὶ βέβαιον, ἀλλʼ ἄχρις ὄψεως. καὶ ὁ Ἀπόστολος· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. ὅ ἐστι παρέρχεται. — Ῥῆμα. —Σχεδιασθεῖσα. παραχρῆμα ῥηθεῖσα. Σχέθε. ἐκ τοῦ σχῶ γίνεται σχέθω. ὡς φλέγω φλεγέθω, ἀμύνω ἀμυνάθω. ὁ παρατατικὸς ἔσχεθον, ἔσχεθες, ἔσχεθε, καὶ τὸ προστακτικὸν σχέθε. καὶ κλίνεται ἄχρι τοῦ παρατατικοῦ. Σχετλιάζει. δυσφορεῖ. καὶ ἀντὶ τοῦ δυσφημεῖ. Σχήσειν. κωλύσειν. Σχίνεσθαι. λευκαίνεσθαι. ἀπὸ τοῦ σχίνου, ὃς διαμασσώμενος λευκαίνει τοὺς ὀδόντας. Σχοίης. λάβῃς. δύνασαι. καὶ σχεῖν. Σχῶ. τὸ κρατῶ. — Ἐπίῤῥημα. —Σχεδόν. πλησίον· πέλας· ἢ ἐκ χειρός. παρὰ τὸ σχέσιν ἔχειν ἄλλο πρὸς ἄλλο. Σχολῇ. βραδέως· μόλις. Τὸ Σ μετὰ τοῦ Ω. — Ἀρσενικόν. —Σῶκος. Κουρήτων πατήρ. Σῶκος. τὸ σωκάριον. ἐπίθετον τοῦ Ἑρμοῦ. ἤτοι ὁ ἰσχυρός. Σῶος. ὁ ὑγιής. Δίδυμος σὺν τῷ ι λέγει. ἀπὸ τοῦ ὁ σῶς τοῦ σῶς γίνεται σῷος. τὰ γὰρ ἀπὸ τῶν εἰς ως διὰ τοῦ ῶος παραγόμενα σὺν τῷ ι γράφεται. οἷον ἥρως ἡρῷος, Μίνως Μινῷος. οὕτως οὖν καὶ σὼς σῷος. Σωπάτηρ· Σώπατρος· Σώπιθος. κύρια. Σώπολις. κύριον. Σώρανος· Σωρᾶς· Σώρηξ. κύρια. Σωρός. τὸ πλῆθος. καὶ σωρεός. ἀπὸ τοῦ ἐν αὐτῷ σωρεύεσθαι τὰ σώματα. ἢ παρὰ τὸ ἔσω ὠρεῖν, ὅ ἐστι φυλάσσειν, σωρεύω. σωρεύω, σωρεὸς, ὡς φωλεύω, φωλεὸς, καὶ λοχεύω, λοχεός. ὥστε τὸ σωρεὸς οὐκ ἀπὸ τοῦ σωρὸς ἐν πλεονασμῷ, ἀλλὰ τὸ σωρὸς ἀπὸ τοῦ σωρεὸς κατὰ ἔνδειαν. σορὸς δὲ, ἡ τῶν λειψάνων, μικρόν. παρὰ τὸ σεσηρέναι τὰ σώματα ἐν αὐτῷ. ἢ παρὰ τὸ εἴρω, τὸ κωλύω, σορὸς, ὁ κωλυτικός. Σωρός. τὰ εἰς ρος λήγοντα δισύλλαβα τῷ ω παραλήγοντα, μὴ ὄντα ἐπίθετα, βαρυτονεῖται. Ὦρος· Δῶρος· Φλῶρος· Βῶρος. σεσημείωται τὸ Σωρὸς ὀξυνόμενον. τὰ δὲ ὀξυνόμενα ἐπιθετικά εἰσι. χλωρός· μωρός· ψωρός. Σωσίας· Σωφάρ· Σωφάς. ὀνόματα κύρια. Σωφρονιστής. νουθετητής. καὶ σωφρονιστῆρες οἱ ἔσωθεν τῶν ἄλλων ὀδόντων, διὰ τὸ φύεσθαι παρὰ τὴν τοῦ φρονεῖν ὥραν, παρὰ τὸ εἰκοστὸν ἔτος. καὶ Ἀριστοτέλης καλεῖ αὐτοὺς κρατῆρας. Σώφρων. ὁ ὑγιὴς τὸν νοῦν. καὶ ὁ Ἀπόστολος· ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν. — Θηλυκόν. —Σωλεά. ἡ τοῦ οἴκου. Σωρήχ. ἐκλεκτή. ὡς τὸ, ἄμπελος σωρήχ. κατὰ Σύμμαχον ἐκλεκτήν. Σώρα. πόλις. Σωρεῖτις. διάνοια ἀπὸ ὀνόματος. Σωρεία. τὸ πλῆθος. Σωσάννα. κύριον. Σώσπα. σωτηρία. Σώτειρα. ἡ σώζουσα. Σωφανηνή. τόπος. Σωφροσύνη. καθαρότης. ἐγκράτεια. σωφροσύνης ἔργον ἐστὶ τὸ βλέπειν ἀπαθῶς τὰ πράγματα, κινοῦντα ἐν ἡμῖν φαντασίας ἀλόγους. — Οὐδέτερον. —Σωκάριον. ἡ σχοῖνος. Σώμανα. τόπος. Σῶμα. κατὰ μὲν τοὺς ἔξω πᾶν τὸ τριχῆ διάστατον, ἤγουν τὸ ἔχον μῆκος καὶ πλάτος καὶ βάθος ἤτοι πάχος. κατὰ δὲ τὴν ἐκκλησιαστικὴν παράδοσιν πᾶν τὸ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι γινόμενον. καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια. τὰ οὖν ἐπουράνια οὐκ ἔχουσι πάχος. καὶ πᾶσα μὲν σὰρξ σῶμα λέγεται, οὐ πᾶν δὲ σῶμα σὰρξ ὀνομάζεται· οἱ γὰρ ἀστέρες σώματα ἐπουράνια εἴρηνται, οὐ μὴν καὶ σάρκες ἐπουράνιαι. διττῶς δὲ εἴρηται τὸ σῶμα· ποτὲ μὲν ὑλικὸν, ποτὲ δὲ λεπτόν. σῶμα ὑλικόν ἐστι τὸ διʼ ἁφῆς καὶ κρατούμενον καὶ φθορᾷ ὑποκείμενον· σῶμα δὲ λεπτόν ἐστι τὸ ἀνέπαφον καὶ ἀψηλάφητον. δεῖ δὲ εἰδέναι, ὅτι πᾶν σῶμα ἀνθρώπινον ἐκ τῶν τεσσάρων στοιχείων συνίσταται, τὰ δὲ τῶν ζώων σώματα ἐκ τῶν τεσσάρων χυμῶν. στοιχεῖα δέ εἰσι ταῦτα· γῆ, ἥτις ἐστὶ ξηρὰ καὶ ψυχρά· ὕδωρ, ὅπερ ἐστὶ ψυχρὸν καὶ ὑγρόν· ἀὴρ, ὅς ἐστι θερμὸς καὶ ὑγρός· πῦρ, ὅ ἐστι θερμὸν καὶ ξηρόν. χυμοὶ δὲ τέσσαρες οὗτοι εἰσίν· μέλαινα χολὴ, αἷμα, φλέγμα, καὶ ξανθὴ χολή. ἀναλογοῦσι δὲ τοῖς τέσσαρσι στοιχείοις· ἡ μὲν μέλαινα χολὴ τῇ γῇ· ξηρὰ γάρ ἐστι καὶ ψυχρά· τὸ φλέγμα τῷ ὕδατι· ψυχρὸν γάρ ἐστι καὶ ὑγρόν· τὸ αἷμα τῷ ἀέρι· ὑγρὸν γάρ ἐστι καὶ θερμόν· ἡ δὲ ξανθὴ χολὴ τῷ πυρί· θερμὴ γάρ ἐστι καὶ ξηρά. ἰστέον δὲ καὶ τοῦτο, ὅτι οἱ μὲν καρποὶ ἐκ τῶν στοιχείων συνίστανται, οἱ δὲ χυμοὶ ἐκ τῶν καρπῶν· τὰ δὲ τῶν ζώων σώματα ἐκ τῶν χυμῶν, καὶ εἰς αὐτὰ ἀναλύεται· πᾶν γὰρ συντιθέμενον εἰς τὰ αὐτὰ ἀναλύεται, ἐξ ὧν συνετέθη. Σῶμα. πᾶν τὸ θεωρούμενον ἢ καὶ κρατούμενον ὑπὸ τῆς ἁφῆς τοῦ ἀνθρώπου σῶμα λέγεται· οἷον λίθος. πᾶν δὲ θεωρούμενον, μὴ κρατούμενον δὲ, λέγεται πρᾶγμα· ὡς ὁ ἀὴρ, ὁ καπνὸς, ὁ αἰθήρ. καὶ πᾶν τὸ μήτε θεωρούμενον μήτε κρατούμενον ὑπὸ τῆς ἁφῆς τοῦ ἀνθρώπου, ἀλλὰ τὸ νῷ, λέγεται πνεῦμα, οἷον θεὸς, ἄγγελος, ψυχή. Σῶμα μαθηματικόν. τὸ μῆκος καὶ τὸ πλάτος καὶ βάθος ἔχον, μὴ μέντοι ἁφῇ καὶ θέᾳ ὑποπίπτον. Σῶμα. πᾶν τὸ τεθνηκός. τὸ δὲ ζῶν δέμας λέγεται, διὰ τὸ τὴν ψυχὴν ἐν αὐτῷ συνδεδέσθαι, ὥς φησιν Ὅμηρος. Σῶμα. συνδρομὴ στοιχείων. οἱονεὶ δῶμα ὂν τῆς ψυχῆς. ὅθεν καὶ σκήνωμα λέγεται. Πλάτων δὲ λέγει, ὅτι σῆμα ἐστὶ, τουτέστι τάφος· ὥσπερ γὰρ ἐντέθαπται ἡ ψυχὴ τῷ σώματι. Σῶν. τὸ ὑγιές. δηλοῖ δὲ καὶ τὸ σωζόμενον. Σώζω. ὥσπερ ἀπὸ τοῦ ἕω, τὸ καθέζομαι, γίνεται ἕζω, οὕτω καὶ ἀπὸ τοῦ σώω, ὃ σημαίνει τὸ ὑγιαίνω, γίνεται σώζω. οὐκ ἔδει ἔχειν τὸ ι· ἡ μέντοι παράδοσις ἔχει τὸ ι, ἐφʼ ὅσον ἔχει τὸ ζ. καὶ ἔστιν εἰπεῖν, ὥσπερ ἀπὸ τοῦ ἄνθρωπος ἀνθρωπίζω, οὕτω καὶ ἀπὸ τοῦ σῶος σωΐζω καὶ κατὰ συναίρεσιν σώζω. Σωκῶ. τὸ βοηθῶ, καὶ ἰσχύω. καὶ σώζειν. Σῶμαι. ἕρπω. Σωράσαι. σβέσαι. Σῶτα. ἔρχεται. Σωτάζω. τὸ σώζω. Σώχω. τὸ τρίβω. καὶ σώχω. Σώω. τὸ ὁρμῶ. Σωφρονίσαι ἕτερον, ι. σωφρονῆσαι δὲ, ἀντὶ τοῦ σώφρων γενέσθαι, η.