Ψ. Τὸ Ψ μετὰ τοῦ Α. — Ἀρσενικόν. —Ψακροπόδης. ἐπίθετον. καὶ κλίνεται ψακροπόδου. Ψαλμός. λόγος μουσικός. ὅταν εὐρύθμως κατὰ τοὺς ἁρμονικοὺς λόγους πρὸς τὸ ὄργανον κρούηται. ἢ ᾠδὴ θεῷ προσφιλής. Ψαλμοί. καὶ αἱ διὰ σώματος πράξεις αἱ εἰς δόξαν θεοῦ ἀποδιδόμεναι. ὅταν ὑπὸ τοῦ λόγου ἡρμοσμένοι μηδὲν ἐκμελὲς ἀποτελῶμεν ἐν τοῖς κινήμασιν. Ψαλμῳδός. ἀπὸ τοῦ ἀείδω ἀοιδὸς, καὶ ἐξ αὐτοῦ ψαλμαοιδὸς καὶ κατὰ κρᾶσιν ψαλμῳδός· τὰ γὰρ παρὰ τὸ ἀοιδὸς συγκείμενα διὰ τῆς οι διφθόγγου γράφεται. Ψαμμήνιτος· Ψαμμήτιχος. κύρια. Ψάρος. ὄρνεον. καὶ ψὰρ, ψαρός. καὶ ψαρὸς ὁ ποικίλος. Ψαφαρός. αὐχμηρὸς, κακόχρους, λεπτός. καὶ ψαφαρώτατος. — Θηλυκόν. —Ψακάς. ἡ ῥανίς. Ψάμμαθος. ἡ παραθαλάττιος ἄμμος. παρὰ τὸ ψαύεσθαι ὑπὸ τῆς θαλάσσης. ψάμμος, καὶ ἄμμος ἀποβολῇ τοῦ ψ. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ἄμμος πλεονασμῷ τοῦ ψ. Ψαίκαλον. ἀρνίον. καὶ ψαίκαρον. Ψαιστόν. εἶδος μελιττούσης. ἢ πόπανον. ἢ πλάτυσμα στέατος στρογγύλον, εἰς θυσίαν διδόμενον. Ψαλτήριον. ὀρθὸν ξύλον καὶ ἀπαρέγκλιτον. χορδαὶ δὲ ἐν τούτῳ δέκα ἐτείνοντο. ἑκάστη δὲ τῶν χορδῶν εἰς τὸ ἀκροτελεύτιον τοῦ ψαλτηρίου διῃρημένως ἐναπεσφίγγετο. αἱ δὲ ἀρχαὶ τῶν χορδῶν καθίεντο ἄνωθεν. δέκα γὰρ κόλαβοι εἴτουν πασσαλίσκοι πρὸς τὸν πῆχυν τοῦ ψαλτηρίου στρεφόμενοι ἔτεινόν τε τὴν χορδὴν καὶ ἐχάλων, πρός τε τὸν ῥυθμὸν τῆς ἁρμονίας καὶ πρὸς τὸ τοῦ ψαλτηρίου βούλημα. ἢ ψαλτήριον τροπικῶς καὶ ὄργανον ἡρμοσμένον μουσικῶς, εἰς ὕμνους τοῦ θεοῦ ἡμῶν, ἣ τοῦ σώματος ἐστὶ κατασκευή. ἢ ψαλτήριον νοητόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευματικῆς κινούμενος γνώσεως. — Ῥῆμα. —Ψαίρειν. τὸ τινάσσειν. τὸ ταχύνειν. ἀπὸ τοῦ αἰψηρὸς, ὁ ταχύς. σημαίνει δὲ καὶ τὸ ψαύειν καὶ τὸ κινεῖν. Ψακάζει. ῥαίνει. Ψαλάξεις. κρούσεις. ψηλαφήσεις. κιθαρίσεις. Ψάλλειν. ἐπὶ τῶν χορδῶν τῆς λύρας. παρὰ τὸ ψῶ, οὗ παράγωγον ψαύω καὶ ψάλλω. Ψᾷν. ὁμαλίζειν. Ψαῦσαι. προσεγγίσαι. Τὸ Ψ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —Ψεδνός. μαδαρός. παρὰ τὸ ἑψῆσθαι. Ψένις· Ψενόσιρις· Ψένωφις. κύρια. Ψευδάνωρ. κύριον. καὶ κλίνεται Ψευδάνορος. Ψευδηγόρος. ὁ ψευδολόγος. Ψευδοπροφήτας. οὐ τοὺς αἱρετικὸς αἰνίττεσθαί μοι δοκεῖ, ἀλλὰ τοὺς βίου μὲν ὄντας διεφθαρμένου, προσωπεῖον δὲ ἀρετῆς περικειμένους, οὓς ἐπιθέτας καλοῦσιν οἱ πολλοί. Ψεφηνός. σκοτεινός. οὐκ ἐπιφανής. ψέφος γὰρ τὸ σκότος. ἦν δὲ καὶ ὁ ἀνὴρ ψεφηνός. — Θηλυκόν. —Ψευδηγορία. ἡ ψευδολογία. — Οὐδέτερον. —Ψέλλια. κόσμος τὶς καὶ καλλωπισμὸς περὶ τὰ ἄκρα τῶν χειρῶν. Ψεκάς. ὁ σταλαγμός. Ψεῦδος. ἀπόφασις λέγουσα τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον, καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον. ἢ φαντασία τις παρὰ τὸ μὴ ὂν ἐγγινομένη τῇ διανοίᾳ, ὑφεστῶτος τοῦ μὴ ὑπάρχοντος. Ψέφος. τὸ σκότος. καὶ ψεφαῖον τὸ σκοτῶδες. Ψεῦδος. παρὰ τὸ φεύγω, φεῦδος καὶ ψεῦδος. — Ῥῆμα. —Ψεκάζει. δροσίζει. Ψέγει. μέμφεται. Ψελλίζει. τραυλίζει. Τὸ Ψ μετὰ τοῦ Η. — Ἀρσενικόν. —Ψηνᾶς. ἐπίθετον. Ψηνός. ὁ φαλακρός. παρὰ τὸ ψῶ. ἢ παρὰ τὸ ψήσω ψηνός. Ψῆνες. οἱ τῶν φοινίκων καρποὶ καὶ οἱ κλάδοι. καὶ ὄνομα ἰχθύων. καὶ τὰ ἐν τοῖς ὀλύνθοις γινόμενα κωνώπια. — Θηλυκόν. —Ψηλαφία. ἡ ψηλάφησις. Ψῆττα. ὄνομα ἰχθύος. καὶ ψῆσσα. Ψηφίδες. οἱ μικροὶ λίθοι. Ψῆφος. ἡ κρίσις. ἡ ἀπόφασις. καὶ ψηφηφορία. — Οὐδέτερον. —Ψήγματα. αἱ τοῦ χρυσίου ἶνες. Ψησσίον. ὄνομα ἰχθύος. — Ῥῆμα. —Ψηάλαι. ψῆλαι. ψᾶλαι. Ψηκτρίζω. Ψηλαφῶ. ἡ μεταφορὰ ἀπὸ τῶν μήλων. μῆλα δὲ τὰ πρόβατα. μηλαφῶ οὖν τὸ ἐφάπτομαι τῶν μήλων. τροπῇ τοῦ μ εἰς ψ ψηλαφῶ. ἢ παρὰ τὸ ψῶ, τὸ προσεγγίζω, καὶ τὸ ἁφῶ, τὸ ψηλαφῶ, ἁφῶ καὶ ψηλαφῶ. Ψηνίζω. φαλακρίζω. Ψηνίξαι. κινῆσαι, ξύσαι ἢ σοβῆσαι. Ψῆσαι. ὁμαλίσαι. Ψήχω. τὸ ὁμαλίζω. Τὸ Ψ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Ψίδων. κύριον. καὶ κλίνεται Ψίδωνος. Ψιθυρισμός. ἀπαῤῥησίαστον φθέγμα καὶ λαθραία κακολογία. παρὰ τὸ ψίω, τὸ λεπτύνω, καὶ τὸ θύρα. σημαίνει δὲ καὶ τὰ χείλη, περιφραστικῶς. Ψίθυρ. λέγεται καὶ ψίθυρος. οἷον ψίθυρ, ψίθυρος, ψιθύρου. ὡς μάρτυς, μάρτυρος, μαρτύρου. τὸ δὲ ψίθυρ παρὰ τὸ ψοῖθος, ὃ σημαίνει τὴν λοιδορίαν. ἢ παρὰ τὸ ψίω, τὸ λεπτύνω, καὶ τοῦ θύρα. σημαίνει δὲ τὰ χείλη, περιφραστικῶς. Ψιλίας. κύριον. Ψιλός. ὁ γυμνός. παρὰ τὸ ψῶ, τὸ λεπτύνω. ἢ παρὰ τὸ ψίω, ὃ σημαίνει τὸ ἅπτομαι. εὐχερῶς γάρ τις ἅπτεται τοῦ ψιλοῦ καὶ ψιλότητος. Ψίττακος. κύριον. καὶ ὄνομα πτηνοῦ. — Θηλυκόν. —Ψιάς. ἡ δρόσος. Ψιλή. ποιότης συλλαβῆς, καθʼ ἣν ἄκροις χείλεσι τὸ φθέγμα προφέρεται. παρὰ τὸ ψῶ, τὸ λεπτύνω. ἐξ οὗ καὶ ψιλὸν στρατιώτην λέγει τὸν ἄοπλον καὶ γυμνόν. εἴτουν τὸν ἀσθενῆ καὶ ἀδύνατον. ἢ παρὰ τὸ ψίω, τὸ ἅπτομαι, ψιλὸς καὶ ψιλή· εὐχερῶς γάρ τις ἅπτεται τοῦ ψιλοῦ. Ψινάδες. αἱ ἄμπελοι. Ψὶξ, ψιχός. ἡ ψιχία. Ψιττάκη καὶ ψιττάκια. ὑποδήματα γυναικείου εἴδους. Ψιλὰ λέγονται τὸ γ, τὸ κ, τὸ π καὶ τὸ τ, ἐπειδὴ ψιλουμένου φωνήεντος ἐπιφερομένου εἰς δασὺ τρέπεται. οἷον· αὐτίχʼ ὁ μὲν ἐπορεύετο. Ψῖ. τὸ στοιχεῖον. ὅτι συριγμόν τινα ἔχει ἡ τούτου ἐκφώνησις. καὶ ὅτι ὁ συριγμὸς οὐκ ἔστιν ἄλλό τι ἢ μόνον ψ. ἄλλοι δὲ, ὅτι ἑνὸς ψαύει χρόνου διπλοῦν ὄν. Ψινύθιον. φαῦλον, ἢ καὶ ψευδές. Ψιχίον. ..... Ψιθυρίζειν. τινὲς ὀνοματοποιεῖσθαι φασὶν, ὡς τό· κρίκε δὲ ζυγόν. καί· σίζε ὁ ὀφθαλμός. κυρίως δὲ ἐπὶ τῶν ψευδομένων τὸ ψιθυρίζειν λαμβάνεται. Ψιμμυθίζω. καλλωπίζω. Ψίσω. ποτίσω. ἐξ οὗ καὶ ψιὰς, ἡ κατʼ ὀλίγον κατερχομένη δρόσος. Ψίω. ἐμβρωματίζω. ἢ τὸ λεπτύνω. ἢ τὸ ἅπτομαι. Τὸ Ψ μετὰ τοῦ Ο. — Ἀρσενικόν. —Ψοίθης. ὁ ἀλαζών. Ψοῖθος. σποδός. εὗρον καὶ διὰ τοῦ υ ψιλοῦ τὸ ψύθος. σημαίνει δὲ τὴν λοιδορίαν. Ψολόεις κεραυνός. ὁ ὀξέως φερόμενος καὶ ἅμα τῷ ψαύειν ὀλλύμενος. Ψόφος. κτύπος. Ψοφοδεής. δειλός. παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φόβον, καὶ τὸ ψόφος. Ψόαι, ψοιαὶ καὶ ψύαι. αἱ λαγόνες ἢ τὰ νῶτα. παρὰ τὸ ψαύω. ἡ ἐπιψαύουσα σὰρξ καὶ ἐπιπολῆς οὖσα τοῖς ὀστέοις. οὕτως Εἰρηναῖος. Ψολοκομπία. ἀλαζονεία. Ψοφοδεές. δειλόν. Ψοφῶ. τὸ ἠχῶ. Τὸ Ψ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Ψύδαξ ἢ ψύδραξ. τὸ ἐπὶ τοῦ σώματος ἐξάνθημα. Ψυκτήρ. ὅπου τὰς ὀπώρας ψυχρίζουσιν ἢ καὶ τὰς κύλικας, ἤτοι τὰ ποτήρια νίζουσι. Ψυλλεῖς. ἐθνικόν. Ψυχρὸς λόγος. ἀσθενὴς, μηδὲν χρήσιμον ἔχων. παρὰ τὸ ψύχος ψυχηρὸς καὶ ἐν συγκοπῇ ψυχρός. Ψυχικός. ὁ τὰ τῆς σαρκὸς φρονῶν. ψυχικὸς ἄνθρωπος οὐκ οἶδε τὰ τοῦ πνεύματος. Ψυχόλεθρος. ὁ ἀπολλύων τὰς ψυχάς. τὰ διὰ τοῦ ὄλεθρος συγκείμενα διὰ τοῦ ω γράφεται, οἷον ἀνώλεθρος, βιώλεθρος, ἐπώλεθρος καὶ τὰ ὅμοια, πλὴν τοῦ ψωμόλεθρος καὶ ψυχόλεθρος. Ψύαι. αἱ λαγόνες, ἢ τὰ νῶτα, ἢ μέρος τι τοῦ σώματος. Ψυχή. εἴρηται μὲν ἐν τῇ γραφῇ τῇ παλαιᾷ διττῶς ἡ ψυχή· τουτέστιν ἡ λογικὴ καὶ ἡ ἄλογος. ἡ λογικὴ τῶν λογικῶν, καὶ ἡ ἄλογος τῶν κτηνῶν καὶ τῶν λοιπῶν ἐμψύχων. ψυχὴ λογική ἐστιν οὐσία νοερὰ ἀνώνυμος καὶ ἀγνώριστος, λεπτὴ, ἄϋλος καὶ ἀσχημάτιστος, εἰκὼν θεοῦ καὶ τύπος σώματος, ζωτικὴ καὶ συστατική. εἴρηται δὲ ψυχὴ διὰ τὸ ψύχειν ἤτοι διὰ τῶν οἰκείων ἐνεργειῶν ζωοποιεῖν τὸ σῶμα. ψυχὴ ἄλογός ἐστιν ἡ τοῦ αἵματος ζωτικὴ καὶ θερμαντικὴ καὶ κινητικὴ διὰ πνεύματος ὑλικὴ ἐνέργεια. ψυχὴ κτηνώδης ὑλικὴ, ἐνεργητικὴ καὶ αἰσθητικὴ καὶ σώματος συστατική. ψυχῆς ἐνέργειαι, ὄρεξις λογικὴ εἴτουν θέλησις, βούλησις, ζήτησις, σκέψις, βούλευσις, κρίσις, ὁρμὴ, χρῆσις καὶ παῦσις. ἡ πρώτη τοῦ νοὸς κίνησις λέγεται ὄρεξις. ἡ ὄρεξις περί τι νοήσασα λέγεται νόησις. ἡ νόησις ἐπιμείνασα καὶ τυπώσασα τὴν ψυχὴν ἐπὶ τὸ νοούμενον λέγεται ἐνθύμημα καὶ λόγος. ἡ ἐνθύμησις βασανίζουσα ἑαυτὴν διὰ τοῦ ἐπιλογισμοῦ λέγεται φρόνησις. ἡ φρόνησις πλατύνουσα ἑαυτὴν ποιεῖ τὸν διαλογισμὸν, ἐνδιάθετον λόγον ὀνομαζόμενον. οὗτος γεννᾷ τὸν προφορικὸν λόγον. τούτοις πᾶσιν ἕπεται τὸ αὐθεξούσιον. καὶ συμμαρτυρεῖ ἡ συνείδησις. ψυχῆς δυνάμεις· νοῦς· διάνοια· δόξα· φαντασία· αἴσθησις· βούλησις· προαίρεσις· θυμὸς καὶ ἐπιθυμία. ψυχή ἐστιν οὐσία γεννητὴ, οὐσία ζῶσα, καὶ τῶν αἰσθητῶν ἀντιληπτικὴν διʼ ἑαυτῆς ἐνιεῖσα, ἕως ἂν ἡ δεκτικὴ τούτου συνίσταται φύσις. εἴρηται δὲ παρὰ τὸ ψύχω, τὸ ζωοποιῶ. ἢ παρὰ τὸ ψύχος, ὅ ἐστι πνεῦμα. Ὅμηρος· ψύχεος ἱμείρων. ἀντὶ τοῦ πνεύματος. Ψυχή ἐστιν οὐσία ἀσώματος, αὐτοκίνητος, θείας ὑμνῳδὸς δόξης. ψυχή ἐστιν οὐσία ἄϋλος καὶ ἀθάνατος. ψυχή ἐστιν θυμὸς καὶ ἐπιθυμία. ὅπερ λέγεται θυμικὸν καὶ ἐπιθυμητικόν. — Οὐδέτερον. —Ψυλεῖον. βοτάνη. Ψυχρὰ ῥήματα. κακοὶ λόγοι. Ψύχος. τὸ πνεῦμα. Ὅμηρος· ψύχεος ἱμείρων. Ψυχαγωγεῖ. ἀναψύχει. Ψυχάζουσι. πρὸς τὸ ψυχρὸν διατρίβουσι πνεῦμα. Ψυχουλκούμενος. τὴν ψυχὴν ἑλκόμενος. Ψύχω. τὸ ζωογονῶ. Ψυλαφᾷ. μικρῶς πως ἐπισπείρεσθαί σοι ἄρχεται. Τὸ Ψ μετὰ τοῦ Ω. — Ἀρσενικόν. —Ψωμός. διὰ τὸ παρὰ τῶν ὀδόντων ψήχεσθαι καὶ τρίβεσθαι. ἢ παρὰ τὸ ψῶ, τὸ λεπτύνω. Ψωμόλεθρος. πολυφάγος. ἀπὸ τοῦ ὀλλύειν τὸν ψωμόν. — Θηλυκόν. —Ψῶα. ἡ δυσωδία. ἄτλητον ἐπὶ ψῶαν πνείεσκον. Ψῶρα. παρὰ τὸ ψῶ, οὗ παράγωγον ψαύω. ἐπειδὴ οἱ τῷ πάθει ἐνεχόμενοι πολλὴν ἔχουσιν ὁρμὴν ἐπὶ τὸ ψᾷν καὶ κνήθειν τὰ ἑαυτῶν πεπονθότα μέρη καὶ μέλη. Ψώζα. ἡ δυσωδία. καὶ νόσος τις. Ψωραλέα. ἡ ψωριῶσα. Ψωθίαν. τὴν ὑποκάτω τοῦ ἄρτου. Ψωμολεθρία. ἡ πολυφαγία. Ψωφίς. πόλις. Ψωφιλία. χώρα. καὶ Ψωφίλιοι, ἔθνος. Ψωμιεῖ. θρέψει. Ψώχοντες. τρίβοντες. Ψῶ. τὸ λεπτύνω.