Φ. Τὸ Φ μετὰ τοῦ Α. — Ἀρσενικόν. —Φαγῶνα. φίλαυτον καὶ ἄπληστον. ἔστι δὲ Σύρων ἡ λέξις. Φαέθων. ὁ ἥλιος. καὶ κλίνεται φαέθοντος. ἀπὸ τοῦ φάος. Φαίδιμος. λαμπρός. παρὰ τὸ φαίνω, φαίνιμος καὶ φαίδιμος. Φαινόλης. χιτὼν ἱερατικός. οἱ δὲ παλαιοὶ ἐφεστρίδα. ἢ φαινόλης, ὁ ἀπατεών. καὶ φαινόλιον, ἱμάτιον. καὶ ὁ ἀρχιερατικὸς χιτών. Φαινόπους. ὁ λευκόπους. Φακεέ. κύριον. Φάκελος. φορτίον ξύλων. Φακός. ὁ ὠμὸς, ὀξύνεται. φακῆ δὲ, ἡ ἑψηθεῖσα, περισπᾶται. ἀπὸ γὰρ τοῦ φακέα φακῆ, ἡ τὰ φάη κακοῦσα. ἐγὼ εὗρον τὸ φακκὸς διὰ δύο κάππα. Φαιστός. ἄκρα τὶς, ἢ ἀκρωτήριον ἐν Κρήτῃ. Φαλός. αἰδοῖον ἀνδρικὸν ἐκ ξύλου πεποιημένον, ὅπερ ἐν τῇ τοῦ Διονύσου ἑορτῇ φοροῦντες οἱ Ἕλληνες ἐχόρευον. φαλοὶ καὶ τὰ ἀσπιδίσκια καὶ ὁ λόφος τῆς περικεφαλαίας· ὅθεν καὶ τρίφαλος ἀσπίς. Φανότατα. λαμπρότατα. Φανοπεὺς καὶ Φανοτεύς. ὀνόματα κύρια. Φαρμουθί. ὁ ἀπρίλλιος μὴν παρὰ Ῥωμαίοις. Φαρισαῖοι. οὗτοι ἄκραν ἀρετὴν ἐπετήδευον. ἐνήστευον γὰρ δὶς τοῦ σαββάτου, δευτέραν καὶ πέμπτην· ἀπεδεκάτουν τὴν δεκάτωσιν· ἀπαρχὰς ἐδίδων τριακοντάδας τὲ καὶ πεντηκοντάδας· τὰς δὲ θυσίας καὶ τὰς εὐχὰς ἀσφαλεστάτας ἀπετίννυον· ἐκάθευδον δὲ ἐπὶ στενῶν σανίδων ἢ ἐπʼ ἀκανθῶν ἢ ἐπὶ καχλήκων, διὰ τὸ δῆθεν μὴ παθεῖν τι σωματικὸν, ἢ κλαπῆναι διʼ ὀνειράτων καὶ εἰς ῥύσιν πεσεῖν σώματος. ἀλλὰ γὰρ καὶ εἱμαρμένη καὶ ἀστρονομία παρʼ αὐτοῖς σφόδρα ἐχρημάτιζεν. ἐλέγοντο δὲ φαρισαῖοι διὰ τὸ ἀφωρισμένοι εἶναι ἀπὸ τῶν ἄλλων διὰ τὴν νεμομισμένην παρʼ αὐτοῖς ἀκριβεστάτην πολιτείαν. φαρὲς γὰρ κατὰ τὴν ἑβραΐδα γλῶτταν ἀφορισμὸς ἑρμηνεύεται, ἢ διακοπή· διέκοψε γὰρ τὴν φυσικὴν τάξιν ὁ φαρές. Φασέκ. κατὰ Ἰουδαίους τὸ λεγόμενον φάσκα, ὅπερ δηλοῖ τὴν ἐξ Αἰγύπτου διάβασιν. Φαρυγγίνδην. ὡς ἀριστίνδην. σκώπτοντες γὰρ τὴν γαστριμαργίαν τῶν χορευτῶν οἱ Ἀττικοὶ οὕτως λέγουσι. Φάσις. φήμη· λόγος· φωνή. ἔστι δὲ καὶ ποταμὸς ἐνδοτέρας τῆς Σκυθίας οὕτω καλούμενος Φάσις, ὃς λέγεται Φεισών. Φατειός. ὁ λεχθῆναι δυνάμενος. Φαινόμενον κυρίως λέγεται τὸ τῇ ὄψει ἀντιληπτόν. ὅθεν διαφανῆ σώματα μόνα κυρίως τὰ δίοπτα λέγεται. Φαῦλος. πονηρός. ἐλάχιστος κακός. παρὰ τὸ φῶ, τὸ φαίνω, φαύσω, φαῦλος, ὡς παύσω παῦλος, ὁ ἐπʼ αἰσχροῖς πράγμασι διάδηλος καὶ φανερός. Φαωφί. Ἑβραϊκὸν ὄνομα. καὶ μηνός. Φάλανθοι. οἱ φαλακροί. ἄνθος γὰρ ἡ λευκὴ θρίξ. Φαλακρός. ὁ τὸ ἄκρον ἔχων φαλόν. ἢ παρὰ τὸ φάος φάλων. — Θηλυκόν. —Φαγέδαινα. νόσος λοιμική. Φάλαγγες. στίχες, τάξεις. οἱ δὲ τὸ ἐκ πλειόνων τάξεων ὁπλιτικὸν πλῆθος. οἷον πέλανες τινὲς οὖσαι. παρὰ τὸ πέλας, ὅ ἐστιν ἐγγὺς ἀλλήλων. Φαλέη. τὰ πετρώδη. Φαληριόεσσα. εὐτραφής. καὶ Φάληρα, τόπος. Φαλκωνίλλα. κύριον. Φαντασία. δύναμις φαντασιῶν ἀνατυπωτική· ἢ πάθος τῆς ἀλόγου ψυχῆς ὑπὸ φανταστοῦ τινὸς γινόμενον. ἢ ἡ περὶ τῶν ἐν τῷ ἡγεμονικῷ τύπῳ τῆς φανταστικῆς δυνάμεους ἐνέργεια. Φάραγξ. ἀπὸ σπαράσσω, σπάραξ, καὶ τροπῇ φάραγξ. ἔστι δὲ τὸ ἀπόσπασμα τῆς γῆς· ἢ τὸ χάσμα καὶ ἡ κοιλάς. Φαρέτρα. βελοθήκη. ἀπὸ τοῦ φέρειν καὶ κομίζειν τὰ τιτρώσκοντα. Φαρέα καὶ Φαρίν. πόλις. Φαεσίμβροτος. ἡ φῶς τοῖς ἀνθρώποις φέρουσα. Φάσις. φήμη, λόγος. ἔστι δὲ καὶ ποταμὸς ἐνδότερον τῆς Σκυθίας, οὕτω καλούμενος. φάσις λέγεται καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅτε τις ἀποφαίνηται τῶν δημοσίων ἔχοντά τινα μὴ πριάμενον. λέγεται δὲ ἐπὶ τῶν ὀρφανῶν οἴκων τῶν ἐπιτροπευομένων· ἔφαινεν αὐτὸν ὁ βουλόμενος πρὸς τὸν ἄρχοντα. Φαῦσις. αὐγή· φέγγος· λαμπρότης. Φαυλία. ὁ κότινος. καὶ ἁπλῶς εἶδος ἐλαίας. Φατρία. συγγένεια. σύνταγμα. ἢ κακοθελὲς διαβούλιον. καὶ συμφωνία τινῶν ἐπὶ πράξεσι φαύλαις. κυρίως δὲ φατρία ἐστὶ τὸ τρίτον μέρος τῆς φυλῆς. Φαρέτρα. παρὰ τὸ φέρειν καὶ κομίζειν τὰ τιτρώσκοντα. Φάτνη. παρὰ τὸ φαγεῖν φάγη καὶ φάτνη τροπῇ τοῦ γ εἰς τ. ἢ παρὰ τὸ πατῶ, τὸ ἐσθίω, πάτνη καὶ φάτνη. — Οὐδέτερον. —Φαγύλιον. μαρσίπιον. Φαιδρόν. τερπνὸν, χαριοπρόσωπον. Φαικάσιον. τὸ ὑπόδημα. Φαινόλιον. ἱμάτιον ἢ ἀρχιερατικὸς χιτών. Φαιόν. τὸ μέσον λευκοῦ καὶ μέλανος. Φαινώματα. τὰ φαντασίαν ἀποτελοῦντα, οὐ μέντοι ὄντα γέ που τῇ ἀληθείᾳ. Φάη. οἱ ὀφθαλμοὶ, ὅτι ἐξ αὐτῶν φῶς προχεῖται. Φαεινόν. λαμπρόν. Φάλον. τὸ προμετωπίδιον ἀνάστημα τῆς περικεφαλαίας. εἰσὶ γάρ τινες ἧλοι λαμπροὶ ἕνεκα κόσμου τῆς περικεφαλαίας. φαλὸν γὰρ τὸ λαμπρόν. ὅθεν καὶ φαλακρὸς, ὁ ἔχων φάλιον τὸ κάρα. —κόρυθος φάλον—. Φαλαικὸν καὶ φαλαινόν. ποίημα αὐτοσχέδιον. Φανταστόν. τὸ τῇ φαντασίᾳ ὑποπίπτον. ὡς αἴσθησις καὶ αἰσθητόν. Φανταστικόν. δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα. Φάρος. ἱμάτιον περιβόλαιον. ἀπὸ τοῦ φέρεσθαι, οἷον φέρος τὶ ὄν. καὶ Φάρος ἡ νῆσος ἡ πρὸ τῆς Αἰγύπτου. ἔχει δὲ καὶ ἄλλον λόγον ἐπὶ τοῦ προφαινομένου τοῖς πλέουσι πύργου. εἴτε παρὰ τὸ φῶς ἀνάπτειν τοῖς πλέουσιν. ἢ παρὰ τὸ φάω, φάσω, Φάρος. ὁ δὲ Μιλήσιος Ὦρος λέγει, ὅτι τῇ Καρίᾳ προσπελάσαντος Ἀλεξάνδρου ἡ Ἑλένη παρεκάλει τινὰ Φάρον κυβερνήτην, Κᾶρα τῷ γένει, διασῶσαι αὐτὴν εἰς Λακεδαίμονα. καὶ τοῦτον ἀπολαβόντα αὐτὴν ἀποῤῥιφῆναι εἰς Αἴγυπτον, ἔνθα ὑπὸ ὄφεως πληγέντα ἀποθανεῖν. θάψασα δὲ, ἀπʼ αὐτοῦ Φάρον ὠνόμασε. Φάρμακον. παρὰ τὸ φέρειν ἄκος, φέρακον τὶ ὄν. ἐπὶ δὲ τοῦ κακοῦ, παρὰ τὸ φέρειν ἄχος. Φάσματα. εἴδωλα, φαντασίαι. Φασκώλιον. ἱμάτιον ἢ σακούλιον. Φάριον πέλαγος. τὸ ἐν Φάρῳ. Φατνώματα. σανιδώματα. Φάσγανον. ξίφος. παρὰ τὸ σφάζω, σφάσγανον καὶ ἐν ὑπερθέσει φάσγανον. ἢ σπάγανον τὶ ὂν, παρὰ τὴν σπάσιν. ἢ παρὰ τὸ φᾶσθαι, ὅ ἐστι φονεύεσθαι. Φαάνθη. ἐφάνη. καὶ φάανθεν, ἀόριστος πρῶτος. ἔστι φαίνω, ὁ ἀόριστος πρῶτος ἐφάνθην, ἐφάνθη, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐφάνθησαν, καὶ πλεονασμῷ τοῦ α καὶ ἀφαιρέσει τοῦ ε φάανθεν. Φάγωμεν. ἀνθυπότακτόν ἐστι. φάγομαι δὲ, μικρόν. Φαῖμεν. εἴποιμεν. εὐκτικόν. ἔστι ῥῆμα φῶ, φὰς ἡ μετοχὴ, φάντος, φαῖμεν. Φαίνω. ἀπὸ τοῦ φαείνω, ἀποβολῇ τοῦ ε, καὶ συναιρέσει τοῦ ι, φαίνω. ὡς ἀείρω, αἴρω. Φάναι. εἰ μὲν παροξύνοιτο, βραχὺ τὸ α, καὶ ἔστιν ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς μι. εἰ δὲ περισπᾶται, μακρὸν τὸ α, καὶ ἔστιν ἀόριστος δεύτερος τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων, ἀπὸ τοῦ φαίνω. σημαίνει δὲ τὸ εἰπεῖν. Φαρμάξας. ἰατρεύσας, ἀποστήσας. ἀπατήσας. γοητεύσας. Φαρμακοῦται. ἐπαστοῦται, καταγοητεύεται. φαρμακοῦται φαρμακευομένη. παρὰ σοφοῦ. Φάσθαι. φημὶ, ὁ μέλλων φήσω, ὁ μέσος δεύτερος ἀόριστος ἔφην, ἔφασο, ἔφατο, καὶ τὸ ἀπαρέμφατον φάσθαι. Φαυλίζει. εὐτελίζει. ἢ διάδηλον καὶ φανερὸν ποιεῖ τοῖς αἰσχροῖς πράγμασι. Φαρυγγίζειν. ἀπὸ τοῦ φάρυγξ. τὸ δὲ φάρυγξ ἀπὸ τοῦ φέρω, διʼ οὗ φέρεται τὸ πνεῦμα. καὶ ἔστι παρώνυμον. φέρω, φέρος καὶ φάρος, κἀκ τούτου φάρυγξ. Ὦρος δὲ λέγει, διʼ ἧς φέρεται ἡ ἰγγὴ, τουτέστιν ἡ φωνή. — Ἐπίῤῥημα. —Φαλαγγηδόν. κατὰ τάξιν. Τὸ Φ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —Φειδωλός. ἀνελεήμων· σκιφός. ὡς ἁμαρτῶ ἁμαρτωλὸς, οὕτω φείδομαι φειδωλός. Φειδήλιος· Φειδύλος· Φειδίας· Φειδιππίδης. ὀνόματα κύρια. Φεισών. ποταμός. καὶ Φεινειός. Φέρτερος. βελτίων· ἰσχυρότερος. Φέριστος. κράτιστος· ἔξοχος. Φερεσάκης. ὁ ἀσπίδα φέρων. Φερέοικος. ὁ κοχλίας. Φερεφάτης. ὁ τὰς μαντείας φέρων. Φερέγγυος. ἀξιόπιστος, ἐγγυητής. Φερεζαῖοι. ἔθνος. Φερέσβιος. ὁ ζωοποιός. φερέβιος καὶ πλεονασμῷ τοῦ σ φερέσβιος. Φεραυγής. λαμπρός. τὸν φεραυγῆ φωσφόρον. Φέροξ. βαρβαρικὸν ὄνομα. Φέναξ. ὁ ἀπατεών. Φέψαλος. ὁ σπινθὴρ ὁ ἀναφερόμενος ἐκ τῶν καιομένων ξύλων. Φελώνην. ἱμάτιον ἐνταῦθα λέγει ὁ Ἀπόστολος. τινὲς δὲ τὸ γλωσσοκόμον, ἔνθα τὰ βιβλία ἔκειτο. τί δὲ αὐτῷ τῶν βιβλίων ἔδει, μέλλοντι ἀποδημεῖν πρὸς θεόν; — Θηλυκόν. —Φειά. πόλις. Φειδήνη. πόλις. Φειδώ. πρόνοια. φεισμονή. εὐσπλαγχνία. ἐλεημοσύνη. σημαίνει δὲ καὶ τὴν φροντίδα. Ὅμηρος· οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων γίνεται—. Φενάκη. ἡ ἀπάτη. Φεραί. πόλις. Φέρμη. πόλις. καὶ Φέργη. Φέρνη. ἡ προίξ. παρὰ τὸ φέρειν ὄνησιν, ἢ ἀπὸ τοῦ φέρεσθαι αὐτήν. τινὲς φερνὴ γράφουσιν. — Οὐδέτερον. —Φείδειον ἔργον. τὸ τοῦ Φειδίου. Φελλέα. τὰ πετρώδη καὶ αἰγίβοτα χωρία. ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέου. Φελόνιον. .... Φέρετρον. ἡ τῶν νεκρῶν κλίνη. Φέριστον. τὸ ἐξοχώτατον, κάλλιστον καὶ θαυμαστόν. Φέρνιον. ἡ σπυρίς. Φευκτόν. μισητὸν, φυγῆς ἄξιον. — Ῥῆμα. —Φείδομαι. παρὰ τὸ φεύγειν τὸ δοῦναι. ἢ παρὰ τὸ φεύδω, καὶ μόνον φεύδομαι καὶ τροπῇ τοῦ υ εἰς ι φείδομαι. Φένω. τὸ φονεύω. φαίνω δὲ, τὸ λάμπω καὶ δεικνύω, δίφθογγον. Φενακίζειν. τὸ ἀπατᾷν. ὅπερ οἱ ἀρχαῖοι φηνίζειν ἔλεγον. πεποίηται τὸ ὄνομα κατʼ ἐναλλαγὴν γράμματος, παρὰ τὴν πηνίκην. ἡ δέ ἐστι περίθετος κόμη διαπατῶσα τοὺς πολλούς. ἢ παρὰ τὸ φηλοῦν πεποίηται ὅπέρ ἐστι τὸ ἀπατᾷν. καὶ φήληκας δὲ φαμὲν τὰ διαπατῶντα τὰς ὄψεις σῦκα, ὡς εἴη πέπειρα. Φειδαλφιτῶ. τὸ τῶν ἀλεύρων φείδομαι. Φέρβειν. τρέφειν. Φέροντας. ἀντὶ τοῦ λαμβάνοντας. οὕτως Ἀριστοφάνης. — Ἐπίῤῥημα. —Φεῦ. σχετλιαστικὸν ἐπίῤῥημα. Φειδωμένως. φειδωλῶς· σκνιφῶς. Τὸ Φ μετὰ τοῦ Η. — Ἀρσενικόν. —Φηγεύς. κύριον. Φήγινος. δρύϊνος. Φηγός. ἡ δρῦς. ἢ πεύκη. Φήληκας. τὰ διαπατῶντα τὰς ὄψεις σῦκα, ὡς εἴη πέπειρα. ἀπὸ τοῦ φηλῶ, τὸ ἀπατῶ. καὶ φήληξ, ὁ ἀπατεὼν, καὶ φηλήτης. Φηνέας. κύριον. Φῆνος. ὄνομα ποταμοῦ. τὸ δὲ ἐπίθετον ὀ. .. δηλῶν δὲ τὸν λαμπρὸν, ἀπὸ τοῦ φανὶς γέγονε. Φῆστος· Φήσινος. ὀνόματα κύρια. — Θηλυκόν. —Φηδήλα. πόλις. Φηνόη. κύριον. Φήνη. ζῶον πετόμενον. Φήμη. λόγος, ἀγγελία. Φηρά. πόλις. καὶ Φηρή. καὶ Φηρωνία. καὶ Φηρήτης, τοπικόν. Φηρίς. ἡ τροφὴ θεῶν. — Οὐδέτερον. —Φήγιον. τόπος. Φήνειον. ὄρος. — Ῥῆμα. —Φημί. τὸ λέγω. ἀπὸ τοῦ φῶ, τὸ λέγω. Φῇναι. δεῖξαι. φῆναι ἀντὶ τοῦ εἰπεῖν. ἢ δεύτερος ἀόριστός ἐστιν, ὡς ἔστιν στῆναι, ἢ πρῶτος, ὡς ἔφαν, φάναι καὶ ἰωνικῶς φῆναι, ὡς τὸ μιάναι, μιῆναι. Φηλῆσαι. ἀπατῆσαι. καὶ φηλῶ. Φῆς. Ἀρίσταρχος περισπᾷ, ἵνʼ ᾖ ἐκ τοῦ ἔφης. διὸ καὶ χωρὶς τοῦ ι γράφεται. σημαίνει δὲ τὸ λέγεις. φῇς σὺν τῷ ι. φημί. φῇς ἔχει τὸ ι καθʼ ἱστορίαν ἤγουν κατὰ παράδοσιν. τότε γὰρ τῇ ἱστορίᾳ χρώμεθα, ἡνίκα τὶ κατὰ παράδοσιν γράφεται. ὥσπερ τὸ, Σκείρων. Ἀρίσταρχος δὲ τὸ φῆς περισπᾷ καὶ τὸ ι οὐ γράφει· λέγει γὰρ, ἐὰν εἶχε τὸ ι, ἐνεστὼς ὤφειλεν εἶναι. Φῇσιν. ἡνίκα προπερισπᾶται, ἔχει τὸ ι. ἔστι δὲ, ἐὰν φῶ, ἐὰν φῇς, ἐὰν φῇ, καὶ ἐπʼ ἐκτάσει τῆς σι συλλαβῆς, ἐὰν φῇσι, καὶ φυλάττει τὸ ι. πρόσκειται ἡνίκα προπερισπᾶται. ἡνίκα δὲ ὀξύνεται, οὐκ ἔχει τὸ ι, οἷον φησίν. φῇσιν ἐλεύσεσθαι. Φήσειν. ἀντὶ τοῦ εἰπεῖν. καὶ φῆσαι. Τὸ Φ μετὰ τοῦ Θ. — Ἀρσενικόν. —Φθεῦϊς. κύριον. Φθεῖρα. ἀπὸ τοῦ φθείρω γέγονε φθεὶρ, ὁ ἀπὸ φθορᾶς σωματικῆς γινόμενος. Φθῖος. κύριον. Φθισήνωρ. κύριον. ἔστι δὲ καὶ ὁ τοὺς ἄνδρας ἀναιρῶν καὶ διαφθείρων. Φθισικός. φθόϊς. κύρια. Φθόνος. πάθος λύπης ἐπὶ τῇ τοῦ πέλας εὐπραγίᾳ. παρὰ τὸ φθάνειν. οὕτως Ὦρος ὁ Μιλήσιος. εἰ δὲ βάσκανος, παρὰ τὸ τοῖς φάεσι καίνειν. ἐγὼ δὲ παρὰ τὸ φόνος, πλεονασμῷ τοῦ θ. Φθογγήεις. παρὰ τὸ φθογγὴ, τὸ δὲ φθογγὴ παρὰ τὸ φθέγγω. τὸ ο μικρὸν διατί; τὰ ἔχοντα τὸ ε ἐγκείμενον, ἐν τοῖς ῥήμασιν, ἔχουσιν τὸ ο ἀντιπαρακείμενον. — Θηλυκόν. —Φθίσις. ἡ φθορὰ, ἢ νόσος τις. Φθία. πόλις. οἱ πολῖται Φθιῶται καὶ Φθῖοι. Φθινάς. νόσος. Φθινοπωρίς. ἡ κολυμβιὰς ἐλαία. Φθισίμβροτον. διαφθείρουσαν τὸν ἄνδρα. φθίω, φθίσω, φθισίμβροτον. Φθόη. ἡ νῦν φθίσις λεγομένη. ἢ ὄνομα πάθους ἐξ αἵματος ἀγωγῆς. Φθοῖς. εἶδος πλακοῦντος. τὸ πληθυντικὸν τὰς φθοῖς. Φθορά. ἐστι κίνησις ἐκ τοῦ ὄντος εἰς τὸ μὴ εἶναι. Φθορά. ἡ διάζευξις τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. διαφθορὰ, ὅταν ἄλλη οὐσία διʼ ἑτέρας ἀφανίζεται, ὥσπερ τὸ σῶμα ἀπὸ τῶν σκωλήκων. καταφθορὰ, ἡ παντελὴς ἀπώλεια. εἴρηται μὲν ἡ φθορὰ κατὰ δύο τρόπους ἐν τῇ γραφῇ· τουτέστι σωματικῶς καὶ ψυχικῶς. ὡς ὅταν λέγῃ· καὶ εἶδε κύριος ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη τῇ ἁμαρτίᾳ. καὶ πάλιν περὶ ἀνθρώπων, ὅτι διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. λοιπὸν ἡνίκα ἀκούσῃς διδασκάλου λέγοντος, ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ πρὸ τοῦ σταυροῦ ὑπάρχειν, νόμισον, ὅτι κατὰ φθορὰν τῆς ἁμαρτίας λέγει αὐτὸ ἄφθαρτον ἤτοι ἀμίαντον, καὶ οὐ κατὰ λεπτότητα τινὰ καὶ ἀλλοτριότητα τῶν ἡμετέρων σωμάτων. ἄφθαρτον γὰρ κυρίως ἐστὶ τὸ ἀπαθὲς καὶ ἄϋλον καὶ ἀψηλάφητον. ἄφθαρτον ἐστὶ τὸ ὑφʼ ἑτέρας οὐσίας βλαβῆναι μὴ δυνάμενον. ἄφθαρτον ἐστὶ τὸ κατὰ πάντα ἄῤῥευστον καὶ ἀνενδεὲς καὶ ἄτρωτον. τὸ δὲ πανάγιον σῶμα τοῦ Χριστοῦ καὶ πέπονθε καὶ ἐτρώθη τοῖς ἥλοις καὶ τῇ λόγχῃ, καὶ αἷμα καὶ ὕδωρ ἐξήγαγε, καὶ ἐκ ζωῆς νεκρὸν γέγονε. φθαρτὸν δέ ἐστι πᾶν τὸ τοῦ θανάτου δεκτικὸν, καὶ ζωῆς χωριστικόν. φθορὰ δὲ φύσεως ἐστὶν, ὥς φησιν ὁ τὰ θεῖα πολὺς Διονύσιος, ἀσθένειά τε καὶ ἔλλειψις τῶν φυσικῶν ἕξεών τε καὶ ἐνεργειῶν καὶ δυνάμεων. τινὲς δὲ εἶπον, ὅτι δυνάμει μὲν φθαρτὸν ἦν τὸ πανάγιον σῶμα τοῦ Χριστοῦ, τουτέστι δεκτικὸν φθορᾶς· ἐνεργείᾳ δὲ διετηρήθη ἐν τῷ μνήματι ὑπὸ τῆς θεότητος τοῦ λόγου ἄφθαρτον. φθορὰ, λύσις τῆς συνεχείας τοῦ φυσικοῦ εἴδους. οὐ ταυτὸν δὲ φθορὰ καὶ φθαρτὴ οὐσία. ἡ μὲν γὰρ φθορὰ καὶ διάλυσιν σημαίνει τῶν συντεθέντων καὶ ἡρμοσμένων· ἡ δὲ φθαρτὴ οὐσία τὸ ὑποκείμενον δηλοῖ πρᾶγμα, ᾧ καὶ ἡ φθορὰ ἐνδεχομένως ἐπισυμβαίνει. — Οὐδέτερον. —Φθέγμα. Ὦρος ὁ Μιλήσιος διʼ ἑνὸς γ· ὁ δὲ Ἡρωδιανὸς διὰ δύο. καὶ ἴσως παρὰ τὸ φθέγγομαι. Φθιτόν. τὸ φθαρτόν. φθινόπωρον. Φθινόπωρον. χρόνος, ἐν ᾧ τὸ ξηρὸν ἐπικρατεῖ. — Ῥῆμα. —Φθάνει. προϊκνεῖται· προλαμβάνει. παρὰ τὸ φθίνω. Φθάμενος. φθάσας. ἀπὸ τοῦ φθῶ, φθῆμι, ὁ παθητικὸς ἐνεστὼς φθάμαι. τὸ δὲ φθῶ ἀπὸ τοῦ φθίω, τὸ φθείρω. οἱ γὰρ καταλαμβάνοντες φθείρουσι τὸν δρόμον, καὶ ἐλαττοῦσι τὸ καταλαμβάνειν. Φθάσαντα. ἐγγίσαντα. Φθαίῃσι. φθάσει. Φθέγγεσθαι. πλεονασμῷ τοῦ θ. ἔστι παρὰ τὸ φέγγος, ὅ ἐστι φῶς. παρὰ τὸ εἰς φῶς τὰ τοῦ νοῦ ἄγειν. Φθίω. τὸ φθείρω. Φθίνει. καὶ φθινύθω, τὸ φθείρω. Φθίμενος. πεφθαρκώς. ἀπὸ τοῦ φθίμι, ἡ μετοχὴ φθίμενος. Φθῶ. τὸ καταλαμβάνω. Ὅμηρος· φθῆ σε τέλος θανάτοιο— ἀντὶ τοῦ καταλάβοι σε. Φθαρῇ. μετενεχθῇ. καὶ ὁ Ἀπόστολος· μήπως φθαρῇ τὰ νοήματα ἡμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς Χριστόν. Τὸ Φ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Φιαρός. ὁ λαμπρός. παρὰ τὸ φάος. καὶ φιαρή. φιαρὴ τῆμος ἄνεσχεν ἕως. Φιλομειδής. ὁ φιλόγελως. Φιλαπεχθήμων. ὁ ἔχων πρὸς τοὺς φίλους μισητῶς. Φίλερις. μάχιμος. φιλόνεικος. ἀναιδής. Φιλέταιρος. ὁ τοὺς φίλους ἀγαπῶν. Φιλέψιος. κύριον, ἢ καὶ ὁ φιλοπαίγμων. ἔψια γὰρ τὰ ἀπὸ λόγων παίγνια. Φίλοιφος. ὁ πόρνος. Φιλοπότης. ὁ φιλῶν πότους καὶ συμπόσια. φιλοπώτης δὲ, ὁ φιλῶν πολλὰ πίνειν, μέγα. Φίλαυτος. ὁ κενόδοξος· ὁ ἑαυτὸν δῆθεν φιλῶν καὶ πάντα πράττων ἑαυτοῦ χάριν. καὶ φιλαυτία, ἡ τοῦ σώματος ἄλογος φιλία. τὸ φίλαυτος καὶ φιλαυτία παρʼ οὐδενὶ τῶν ἐλλογίμων. οὐκ οἶδας, τί λέγεις, ἄνθρωπε. τίς γὰρ ἐλλογιμώτερος τοῦ μεγάλου Βασιλείου ἢ τοῦ ἁγίου Μαξίμου; Φιμός. ὁ χαλινός. παρὰ τὸ σφίγγω, σφιγγὸς, σφιγμὸς καὶ φιμός. Φινεές. κύριον. Φίσκος. δημόσιον ταμιεῖον. Φιτρός. ὁ κορμός. παρὰ τὸ φυτὸν φυτερὸς καὶ φιτρὸς τροπῇ τοῦ υ εἰς ι. Φιλήδονοι. οἱ ἀντικαταλλασσόμενοι τοῦ θείου πόθου τὸ αἰσχρόν. ὁ Ἀπόστολος· φιλήδονοι μᾶλλον ἢ φιλόθεοι. Φίλος. παρὰ τὸ πίνω πίνος καὶ φίλος. — Θηλυκόν. —Φιάλη. τὸ ποτήριον. Φίαλις. τόπος. Φιλαδέλφεια. πόλις. φιλαδελφία δὲ, ι. Φιλοτησία. δεξίωσις, φιλία. ἢ ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν, τὸ λοιπὸν παράσχοι φίλῳ, καὶ τὴν φιάλην χαρισάμενος. Φιλοτιμία. δωρεά. λέγεται καὶ ἡ μεγαλοψυχία. ἢ ἡ κενοδοξία. ἀπὸ τοῦ φιλεῖν τὴν τιμήν. Φιλοπονία. ἡ σπουδαία ἐργασία. Φιλοφροσύνη. δεξίωσις. Φιλομήλα. ὄνομα ἰχθύος. Φίλυρα. τόπος. καὶ φυτὸν ἔχον φλοιὸν βίβλῳ παπύρου ὅμοιον. Φιλόστοργοι. φιλίαν τηροῦντες. Φιάλη. παρὰ τὸ πίνω, κατὰ μετάθεσιν τοῦ π εἰς φ, πιάλη τὶς οὖσα. — Οὐδέτερον. —Φιδίτειον. τόπος. Φιδίτια δὲ, ἑορτὴ, ἰῶτα. Φιλομήλιον. τόπος. Φιλητόν. ἀγαπητὸν, ἀγαθόν· ἡδύ· χρήσιμον. Φίκιον. ὄρος. Φιμινάλια. βρακία. περίσκελλα. Φίτυμα. γέννημα. καὶ φίτυσις. Φίλτρον. ἀπὸ τοῦ φίλω, βαρυτόνως, φίλτρον. ἢ ἀπὸ τοῦ φιλῶ, φίλητρον, καὶ ἐν συγκοπῇ φίλτρον. Φίλτερον. ἀπὸ τοῦ φίλος, φιλώτερος, ἐξ οὗ καὶ τὸ θηλυκὸν φιλωτέρα, τὸ οὐδέτερον φιλώτερον, καὶ κατὰ συγκοπὴν φίλτερον. πᾶν δὲ συγκριτικὸν εἰς ρος λῆγον ὑπὲρ δύο συλλαβάς ἐστι. τὸ μέντοι φίλτερον, καίτοι ὑπὲρ δύο συλλαβὰς ὂν, διαφωνεῖ ὡς πρὸς τὰ συγκριτικά. Φιλόσοφον καὶ φιλοσοφία. ἠθῶν κατόρθωσις μετὰ δόξης τῆς περὶ τῶν ὄντων εὐσεβοῦς. Φίλον, φίλος καὶ φιλία. φίλον ἐστὶ τὸ προσφιλές· φίλος δὲ ὁ βουλευόμενος καὶ πράττων τὰ ἀγαθὰ τῷ φίλῳ, ἢ τὰ φαινόμενα ἐκείνου ἕνεκα, ἢ ὁ συναλγῶν καὶ συγχαίρων τῷ φίλῳ, ἢ ὁ φιλῶν καὶ ἀντιφιλούμενος. φίλος δὲ εἴρηται ἀπὸ τοῦ γινομένου κατὰ τὸ φιλεῖν ἤχου. τὴν φιλίαν οἱ παλαιοὶ εἰς τρία τινὰ διείλοντο εἴδη. καὶ τὸ μὲν αὐτῆς διὰ τὸ ἡδύ· τὸ δὲ διὰ τὸ χρήσιμον· τὸ δὲ διʼ αὐτὸ τὸ καλὸν εἶπον συνίστασθαι. καὶ τὰ μὲν δύο τῆς φιλίας εἴδη, τῆς τε διὰ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, μὴ πάνυ συμπαραμένειν. καὶ εἰκότως· τῶν γὰρ φιλητῶν ἐκλελοιπότων, τοιαῦτα γὰρ πάντα τῆς ῥοῆς ἔκγονα, ἀνάγκη τούτοις καὶ τὴν φιλίαν συνδιαλύεσθαι. τὴν δέ γε διὰ τὸ καλὸν φιλίαν, ἐπειδὴ μόνιμον τῷ φιλητῷ συμπαρεκτείνεσθαι πάντως ἀκόλουθον. Φῖ. τὸ στοιχεῖον. φαιὸν γὰρ τὸ μέλαν· μέλαν δέ ἐστι τὸ σκοτεινόν. οὕτω καὶ τοῦτο κατὰ τὴν ἐκφώνησιν κακόφωνόν ἐστι. — Ῥῆμα. —Φιλοφρονηθῆναι. δεξιωθῆναι. Φιλοκρινεῖ. δικάζει, καὶ ἐξετάζει περιέργως. Φιλοτιμεῖται. ἐπιδαψιλεύεται· μεγαλοφρονεῖ· σπουδάζει· ἀγαπᾷ. Φιλοσοφεῖν. σπουδάζειν. ἢ πονεῖν. ἢ ἡσυχάζειν. Φιλεῖ. ἀγαπᾷ. καὶ ἀντὶ τοῦ τέρπεται. φιλεῖ γάρ πως. Φίλαι. ἀντὶ τοῦ φιλοφρόνησον καὶ φίλησον. Ὅμηρος· —νῦν αὖτέ με φίλαι, Ἀθήνη. Φιτύω. τὸ γεννῶ καὶ τὸ φυτεύω. ἀπὸ τοῦ φυτεύω κατὰ ἀποβολὴν τοῦ ε τοῦ ἐν τῇ παραληγούσῃ, καὶ τροπῇ τοῦ υ εἰς ι τοῦ ἐν τῇ ἀρχούσῃ. Φιλοτιμούμεθα. ἢ σπουδάζομεν, ἢ καυχώμεθα. οὕτως ὁ Ἀπόστολος· διὸ καὶ φιλοτιμούμεθα, εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες. Τὸ Φ μετὰ τοῦ Λ. — Ἀρσενικόν. —Φλαμίνιος. ὄνομα κύριον. Φλεγίας. ὄνομα ἀετοῦ. Φλεγύας. ἐθνικόν. καὶ Φλέγυες. Φλήναφος. φλύαρος μωρολόγος. παρὰ τὸ φλύω, τὸ ἀναζέω. —ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα. φλέω οὖν καὶ φλύω, ὡς ῥέω, ῥύω, ἐξ οὗ καὶ ῥύσις καὶ ῥύαξ. παρὰ δὲ τὸ φλέω γίνεται φλενὸς ὄνομα, ὡς τέρπνω, τερπνὸς, καὶ μεταθέσει τοῦ ε εἰς η φληνὸς, τοῦτο δὲ προσλαβὼν τὸ φῶ ῥῆμα, ὃ σημαίνει τὸ λέγω, ἀφʼ οὗ τὸ φημὶ, ἀποδείκνυσι ῥῆμα, τὸ φληναφῶ, ὄνομα δὲ, τὸ φλήναφος. Φλογμός. καῦμα. Φλοῖσβος. ἡ ταραχή. καὶ ὁ ἦχος τῆς θαλάσσης. καὶ φλοισμὸς ὁμοίως. Φλοιός. τὸ φλούδιον. Φλόνος. φυτόν. καὶ φλῶμος, βοτάνη, ᾗ καὶ ἀντὶ τοῦ ἐλλυχνίου χρῶνται. ἡ αὐτὴ δὲ καὶ θρυαλλίς. Αἰλιανός· ἐμβαλὼν δὲ εἰς τὴν λίμνην φλώμου φύλλα ἢ κάρυα, ἀπώλεσε τοὺς γυρίνους ὁ τῶν μελισσῶν δεσπότης ῥᾷστα. Φλῶρος, Φλωράτιος καὶ Φλωρέντιος. ὀνόματα κύρια. Φλογμός. ἡ φλεγμονὴ παρὰ τῷ Γαληνῷ. φησὶ δὲ καὶ ὁ Ψελλός· φλογμός ἐστιν ἡ φλεγμονὴ, χελύσειν δὲ τὸ δήσειν. — Θηλυκόν. —Φλέβες. ἀπὸ τοῦ τὸν χυμωδέστερον χυμὸν περιέχειν, τουτέστι τοῦ αἵματος. φλέβες οὖν παρὰ τὸ διʼ αὐτῶν βαίνειν τὸ φλογῶδες. Φλεδονεία. πόλις. φλεδονεία καὶ ἡ φλυαρία, ἀπὸ τοῦ φλεδονεύω. φλεδονεία καὶ φλεδονεύεται ἀπὸ τοῦ φλύω. καὶ φλεδὼν, ἡ φλυαρία, ἀπὸ τοῦ φλέω, ὃ καὶ φλύω λέγεται. Φλιοῦς. πόλις. Φλιά. παρὰ τὸ θλίβω, θλίψω, θλιὰ καὶ φλιά. ὡς θηρσὶ, φηρσί. φλιὰ δέ ἐστι τὸ πλάγιον τῆς θύρας. ἢ παραστὰς, ὅπου τὶς ἵσταται καὶ ἐπερείδεται. Φλόγειαι γλῶσσαι. φλόγιον δὲ, πῦρ, ι. Φλυκτίδες. τὸ ἀπὸ πυρὸς φύσημα. ὁ καλούμενος ἄνθραξ. ἢ ἡ ὄγκωσις. Φλύκταιναι. φυσαλίδες. ἢ τὰ ἐκ τοῦ ὑετοῦ γενόμενα οἰδήματα. Φλωρεντεία. πόλις. Φλωρεντία δὲ, κύριον, ἰῶτα. Φλεγμονή. ὄγκος πυρώδης, συῤῥυέντων ἐπὶ τὸ ἀσθενὲς μέρος τῶν ὑγρῶν καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός. — Οὐδέτερον. —Φλαῦρον. κοῦφον, ἢ τὸ μικρὸν κακόν. φαῦλον δὲ, τὸ μέγα κακόν. Φλέγμα. παρὰ τὸ φλέγω, φλέξω, φλέγμα κατὰ ἀντίφρασιν· ψυχρότατον γάρ ἐστι. τὸ φλέγμα ἀναλογεῖ τῷ ὕδατι, ψυχρὸν ὂν καὶ ὑγρόν. Φλέσιον. τόπος. Φλόγιον πῦρ. τὸ φλέγον. φλόγειον δὲ ἅρμα, καὶ φλόγειαι γλῶσσαι, δίφθογγον. Φλέγμα. ἡ πύρωσις. τοῦ Ψελλοῦ· τινὲς δὲ καὶ τὴν πύρωσιν ὀνομάζουσι φλέγμα. Φλᾷν. καταθλάττειν. Φλεβάζοντες. βρύοντες. ἀπὸ τοῦ φλέω. ἢ ἀπὸ τῶν φλεβῶν. Φλέγει. καίει καὶ φλέει. Φλεδονῶ. φλυαρῶ. καὶ φλεδονεύεται. Φλοιδούμενος. καιόμενος, βρασσόμενος. Φλύειν. καίειν, ἀναζεῖν. ὅθεν ἡ ἐκ θερμότητος ἀνάζεσις λέγεται φλυκτὸς, ὡς ἀπὸ τοῦ φλύω. Τὸ Φ μετὰ τοῦ Ν. — Ἀρσενικόν. —Φνί. κύριον. φνεὶ δὲ, μίμημα φωνῆς, δίφθογγον. Τὸ Φ μετὰ τοῦ Ο. — Ἀρσενικόν. —Φόβος. προσδοκία κακοῦ, ἢ συστολὴ δειλίας ἀπροσδοκήτου. φόβος θεῖος ἐστὶ τῆς μελλούσης ἐπὶ πλημμελήμασι τιμωρίας προφυλακτικὴ ἐπὶ παρόντι κακῷ μεταμέλεια. ἰστέον, ὅτι διαιρεῖται ὁ φόβος εἰς ἕξ· εἰς ὄκνον· εἰς αἰδῶ· εἰς αἰσχύνην· εἰς κατάπληξιν· εἰς ἔκπληξιν, καὶ εἰς ἀγωνίαν. ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνεργείας· αἰδὼς δὲ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλλιστον δὲ τοῦτο τὸ πάθος· αἰσχύνη δὲ φόβος ἐπὶ αἰσχρῷ πεπραγμένῳ· οὐδὲ τοῦτο ἀνέλπιστον εἰς σωτηρίαν· κατάπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας· ἀγωνία δὲ φόβος διαπτώσεως ἤγουν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν τῆς πράξεως ἀγωνιοῦμεν. Φοῖβος. ὁ Ἀπόλλων. ἢ μάντις. ἢ καθαρός. παρὰ τὸ φάος καὶ τὸ βιός· ὅ ἐστιν ὁ λαμπρὸν τόξον ἔχων. ἢ παρὰ τὸ φάος καὶ τὸν βίον. ἢ παρὰ τὸ φοιβάζειν, ἤγουν μαντεύεσθαι. οἱ δὲ παρὰ τὸ φοίβας, ὃ σημαίνει τὰς κόμας. καὶ Φοιβήϊος, καὶ Φοιβίδας, καὶ Φοιβιάδης. Φοιδέρατος. ἀξίωμα. Φοιβόληπτος. ὁ μαινόμενος. Φοινικελίτης. ὁ ἀπατεών. Φοίνικες. πρότερον Φοίνικες ᾤκουν ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ, κἀντεῦθεν αὐτοῖς τὸ Φοινίκων ὄνομα· φοινικῆ γὰρ τὴν χροιὰν ἀπὸ τῶν παρακειμένων αὐτῇ πετρῶν πορφυρῶν οὐσῶν. διὸ καὶ ἐρυθρὰ λέγεται. ἐντεῦθεν μεταστάντες καὶ Συρίας τὰ κατὰ θάλασσαν κατασχόντες ὁμοίως ἐκαλοῦντο Φοίνικες, οὐκέτι δὲ ἐπωνύμως. παρὰ γοῦν τὸ φοινικὸν, τὸ ἐρυθρὸν ἢ πυῤῥὸν, γίνεται παρωνύμως Φοίνιξ. Φοινός. ἐρυθρός· πυῤῥός· φόνιος. ἢ μέλας. παρὰ τὸ φόνος φονὸς ὀξυτόνως, καὶ πλεονασμῷ τοῦ ι φοινός. Φοιτηταί. μαθηταί. Φολιδωτός. λεπιδωτός. φολιδωτὸς χιτών. Φολκός. ὁ στραβός. παρὰ τὸ τὰ φάη παρέλκεσθαι. Φοντήϊος. κύριον. Φόνος. ἀπὸ τῆς φυσήσεως καὶ τοῦ ἤχου τοῦ γενομένου ἐν τῇ χύσει τοῦ αἵματος. ἢ παρὰ τὸ φένω, τὸ φονεύω. Φοξίδας. κύριον. Φοξός. ὁ ὀξυκέφαλος. ἢ ὁ διεστραμμένος τὰ φάη, ἢ τῷ φάει. ἢ παρὰ τὸ τὰ ἐν τῷ φάει καὶ τῷ πυρὶ ἐστραμμένα ἀγγεῖα ἐν τῷ ὀπτᾶσθαι εἴρηται. ἀπὸ τῶν κεραμεικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ὠξυμμένων, καθά φησι καὶ Σιμωνίδης· αὕτη δὲ φοξόχειλος Ἀργείη κύλιξ. Φορολόγος. ἀπαιτητής. Φόρτος. γόμος. Φορμός. ὁ καλαθίσκος. ἢ ψίαθος. καὶ φορμίσκος. ἢ φορμίσκος τὸ σχοινίον. οἶμαι δὲ, τὸ ἐκ παπύρων λέγουσιν ἢ βρύλλων ἢ φοινίκων. Φόρκυς. δαίμων θαλάσσιος. παρὰ τὸ φέρεσθαι ὠκέως. ὡς καὶ Νηρέα παρὰ τὸ ῥᾳδίως ῥεῖν. Φοινήεις. φονευτικός. καὶ φοῖτος, ἡ μανία, καὶ φοιτόληπτος, ὁ μαινόμενος. Φοινικιστής. ὁ βαφεύς. Φοῖνιξ. τὸ δένδρον. Φόνον. τὴν μέχρι ἀναιρήσεως κίνησιν λέγει ὁ Ἀπόστολος· μεστοὺς φθόνου, φόνου. — Θηλυκόν. —Φόβη. ἡ θρὶξ τῆς κεφαλῆς. παρὰ τὸ φοβεροὺς εἶναι τοὺς κομῶντας· οἱ γὰρ παλαιοὶ τῶν ἀνθρώπων οὕτω φοβερὰν ἐνόμιζον τὴν κόμην, ὥστε καὶ φόβην αὐτὴν προσηγόρευσαν. Φοβέστρα. ἡ ἄθλησις. Φοῖβαι. αἱ καθαραὶ καὶ λαμπραὶ τρίχες. παρὰ τὸ φάος καὶ τὸν φόβον. καὶ φοιβάδες αἱ κόμαι. ἔχει τὸ ι· ἀπὸ γὰρ τῆς φοιβαΐδος ἐστί. Φοινίκη. ἡ Συρία ἀπὸ Φοίνικος τινὸς τὸ ὄνομα λαβοῦσα. Φοίνισσα. ἡ ἀπὸ Φοινίκης. Φοιτεία. ἡ μάθησις. Φοιτία. ἡ πορεία. ἀπὸ τοῦ φοιτῶ, τὸ παραγίνομαι. φυτεία δὲ, ἡ φύτευσις, ψιλὸν καὶ δίφθογγον. Φολίδες. αἱ λεπίδες τοῦ ὄφεως. παρὰ τὸ λέπω, λεπὶς, ὑπερθέσει πολὶς, καὶ τροπῇ τοῦ π εἰς φ φολίς. καταχρηστικῶς δὲ καὶ τὰ μικρὰ πτερά. Φόναι. φόναι καλοῦνται οἱ τόποι, ἔνθα τινὲς ἀναιροῦνται. Φονεία. ἡ φόνευσις. φονῆα δὲ, τὸν φονέα, η. Φορά. κίνησις ἀπὸ τόπου εἰς τόπον. ἢ ἡ ὁρμή. περιφορὰ δὲ, ἡ ἐν αὐτῷ τόπῳ ὁρμή. Φορβάδων. νομάδων. Φορβειά. ὁ χαλινός. ἢ καπίστριον. Φορίνη. τὸ ἀνθρώπινον δέρμα. παρὰ Ἀντιφῶντι. Φόρμιγξ. ἡ κιθάρα. παρὰ τὸ προηγεῖσθαι τῆς οἴμης, ὅ ἐστι τῆς ᾠδῆς, φόρμη καὶ φόρμιγξ. Φορτίς. ἡ φορταγωγὸς ναῦς. καὶ ὁ θεόλογος· πλήρης παιδεύσεως ἡ φορτίς. τοῦτο λέγει· πλήρης τῶν καλῶν ἀγωγίμων ἡ τοῦ ἁγίου Βασιλείου ψυχή. — Οὐδέτερον. —Φοβερά. ὅσα ἐφʼ ἑτέρων γινόμενα ἢ μέλλοντα ἐλεεινά ἐστι. Φόβητρον. φόβημα. Φοινικοῦν. πυῤῥὸν ἢ μέλαν. Φοινικήϊα γράμματα. ἀπὸ Φοίνικος τοῦ Ἀγήνορος τοῦ εὑρόντος αὐτά. Φορητόν. ὑπομονητικόν. φορυτὸς δὲ, τὸ πλῆθος, ψιλόν. Φορεῖον. τὸ βάσταγμα τὸ οὕτω λεγόμενον. φώριον δὲ, κλέμμα, μέγα καὶ ι. Φοσσάτον. ὁ στρατός. — Ῥῆμα. —Φοιτῶ. ὁρμῶ, παραγίνομαι. ὡς παρὰ τὸ πόρος πορῶ καὶ πορεύομαι παράγωγον, οὕτω καὶ παρὰ τὸ ὁδὸς γίνεται ὁδῶ, καὶ τροπῇ τοῦ δ εἰς τ ὁτῶ, καὶ πλεονασμῷ τοῦ φ καὶ ι φοιτῶ. Φοινίξαι. αἱμάξαι. πυρῶσαι. βάψαι. ἀπὸ τοῦ φοίνικος, ὅτι πυῤῥός ἐστιν. ἢ ἀπὸ τοῦ φόνου. Φοδέραι. ὀρύξαι. Φολύνει. πιμπλᾷ. Φολύσσω. ἐξαλείφω. Φονῶντες. φοινικῶς πνέοντες ἢ φρονοῦντες. φωνοῦντες δὲ, ἀντὶ τοῦ βοῶντες, μέγα. Φορύνετο. τῷ αἵματι ἐφυρᾶτο, ἐμολύνετο. καὶ φορύνω. Φορμοκοιτεῖν. τὸ ἐπὶ ψιάθου κεῖσθαι. Φόσαι. ὀρύξαι. Φουλκίζω. ....... Φόωντα. ψηλαφῶντα. οἱ δὲ λαμπρύνοντα. Ὅμηρος· καὶ ἀγκύλα τόξα φόωντα. — Ἐπίῤῥημα. —Φοράδην. φερόμενος· ὁρμητικῶς· ἢ βαστακτικῶς. Τὸ Φ μετὰ τοῦ Ρ. — Ἀρσενικόν. —Φράδμονος. τοῦ ἐμπείρου. Φράτορος. συγγενοῦς. Φράρης. κύριον. Φράτορες. διδάσκαλοι, πατέρες ἢ συγγενεῖς. κατὰ τὴν Ῥωμαίων διάλεκτον. οἶμαι δὲ παρὰ τὸ φατρία, ἢ παρὰ τὸ φράζειν. Φραγμός. καὶ ὁ νόμος. τὸν νόμον ἀεὶ εἴωθεν ἡ θεία γραφὴ καλεῖν φραγμόν. ὡς τό· τί διεκόπη διὰ σὲ φραγμός. περὶ τοῦ νέου δὲ λαοῦ τοῦτο φασὶν εἰρῆσθαι· παραγενόμενος γὰρ οὗτος τὸν νόμον κατέλυσε. Φρενόλειπτος. ὁ ἀναίσθητος. ὁ δὲ φρόνιμος, η. Φρεώρυξ καὶ φρεωρύχος. ὁ τὰ φρέατα ὀρύσσων. φρεορύκτης δὲ, μικρόν. Φρενήρης. φρόνιμος. καὶ ὁ παράφρων. Φρενόληπτος. ἀναίσθητος. Φρικαλέων. περιφόβων. Φριτηγέρνης. κύριον. Φριμαγμός. ὁ χρεμετισμός. Φριξότριχα. τὰς τρίχας ὀρθοῦντα. Φρίξος. κύριον. καὶ πόλις. Φρόνιμος. φρῶ ἐστι ῥῆμα, ὅπερ ἀπὸ τοῦ προΐω γέγονε, πρῶ καὶ φρῶ κατὰ συγκοπὴν καὶ τροπήν· ἀφʼ οὗ ὄνομα ῥηματικὸν φρὼν, καὶ ἐν συνθέσει σώφρων καὶ εὔφρων· οὗ παράγωγον φραίνω· ἐξ οὗ καὶ τὸ φρήν. τοῦ οὖν φρὼν ὀνόματος ἡ γενικὴ φρονὸς, οὗ παράγωγον φρόνιμος· καὶ ἡ φρόνις παρʼ Ὁμήρῳ· —κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. ἐκ τοῦ φρόνησιν κατὰ συγκοπὴν φρόνιν. ὁ δὲ Μιλήσιος Ὦρος ἐκ τῆς φρὼν φρονὸς γενικῆς φρόνις, καὶ ἡ αἰτιατικὴ τὴν φρόνιν. Φρουρός. ὁ φύλαξ. παρὰ τὸ προορᾷν. Φρονιματίας. ὁ μωρός. Φρυαγμός. ἠχὴ τὶς ἀσημοτάτη, πνεύματι ῥαγδαίῳ συμμιγὴς, διὰ τῆς τῶν ἵππων καὶ ἡμιόνων ῥινὸς ἐκπίπτουσα. δρῶσι δὲ τοῦτο μάλιστα, ὅταν παραιτούμενοι ὦσι τὰς τῶν τιθασσευόντων θεραπείας. Φρυμός. τὸ ζῶον. Φρύνοι. οἱ βάτραχοι. Φράτηρ. παρὰ τὸ φράτωρ, ὃ σημαίνει τὸν ἀδελφόν. ἢ παρὰ τὸ πατὴρ, πράτηρ καὶ τροπῇ τοῦ π εἰς φ φράτηρ. — Θηλυκόν. —Φράσις. ἑρμηνεία τὶς τῶν ἀσαφῶν. ὅθεν καὶ οἱ Σαδδουκαῖοι ἠρώτων τὸν κύριον φράσαι αὐτοῖς τὴν παραβολὴν ταύτην, ἤγουν ἑρμηνεῦσαι. εἴρηται δὲ παρὰ τὸ φρῶ, ὅπερ ἐκ τοῦ προϊῶ. φρῶ οὖν τὸ φράζω, ὡς φοιτῶ φοιτάζω. Φραδμοσύνη. ἡ ἐμπειρία. Φρεατία. ἡ ὄρυξις. Φρενῖτις. νόσος. Φρήν. φρόνησις. νοῦς. ἀπὸ τοῦ προϊῶ, πρῶ καὶ φρῶ, φρὴν, ἀφʼ ἧς προΐεται τὰ βουλεύματα. Φρήτρα. φατρία· συγγένεια. φήτρα, καὶ πλεονασμῷ τοῦ ρ φρήτρα. καὶ φρήτρη κατὰ μετατροπήν. Φρίκη. τρόμος. Φρίξ. ἡ ἐξ ἐπιπολῆς κίνησις τοῦ τρόμου. ἢ φρίκα τὴν ἐπιφάνειαν τοῦ ὕδατος. φρὶξ γὰρ ἡ εὐθεῖα. ἀπὸ τοῦ φρίξω μέλλοντος, ἀποβολῇ τοῦ ω, φρίξ. ὡς τὸ ἁρπάζω, ἁρπάξω, ἅρπαξ. Φρόνησις. ἀκρίβεια νοός. ἢ δεινότης τῶν συντεινόντων πρὸς σωφρονισμὸν σκοποῦσα. ἢ ἀρετὴ τοῦ δοξαστικοῦ μέρους τῆς ψυχῆς. φρονήσεως μὲν ἔργον τὸ στρατηγεῖν πρὸς τὰς ἀντικειμένας δυνάμεις, καὶ τῶν μὲν ἀρετῶν ὑπερασπίζειν, πρὸς δὲ τὰς κακίας παρατάττεσθαι, τὰ δὲ μέσα πρὸς τοὺς καιροὺς διοικεῖν. φρόνησις δὲ εἴρηται παρὰ τὸ φέρειν ὄνησιν. ἰστέον, ὅτι τέσσαρες ἀρεταί εἰσιν· φρόνησις, ἀνδρεία, σωφροσύνη καὶ δικαιοσύνη· ἃς καὶ μεμαθήκαμεν παρὰ τοῦ δικαίου Γρηγορίου. καὶ φρονήσεως μὲν ἔργον ἔλεγεν εἶναι τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας δυνάμεις δίχα τῶν λόγων· τούτοις γὰρ ὑπὸ τῆς σοφίας μόνης δηλοῦσθαι παρέδωκεν. ἀνδρείας δὲ, τὸ ἐγκαρτερεῖν τοῖς ἀληθέσι, καὶ πολεμούμενον μὴ ἐμβατεύειν εἰς τὰ μὴ ὄντα. τὸ δὲ παρὰ τοῦ πρώτου γεωργοῦ δέχεσθαι σπέρμα καὶ ἀπωθεῖσθαι τὸν ἐπισπορέα τῆς σωφροσύνης ἴδιον ἀπεκρίνατο. δικαιοσύνη δὲ, τὸ κατʼ ἀξίαν ἑκάστῳ λόγους ἀποδιδόναι, τὰ μὲν σκοτεινῶς ἀπαγγέλλουσα, τὰ δὲ διʼ αἰνιγμάτων σημαίνουσαν, τὰ δὲ καὶ φανεροῦσαν πρὸς ἀσφάλειαν τῶν ἁπλουστέρων. Φρυγανεία. ἡ ξυλεία, καὶ ἡ ξύλευσις. Φρυγία. χώρα. Φρυκτωρία. δᾳδουχία, λαμπαδουχία. εἴτουν φυλακὴ νυκτερινὴ, ἢ λαμπάς. — Οὐδέτερον. —Φραγέλιον. σειρὰ ἐκ σχοινίου πεπλεγμένη, ἣ καλεῖται μάστιξ. καὶ Φράγελοι, ἔθνος Ἰταλικόν. Φρέαρ. ἀπὸ τοῦ φρῶ, τὸ δὲ ἀπὸ τοῦ προϊῶ καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ π εἰς φ πρῶ καὶ φρῶ. ὅθεν φρέαρ, ὡς σθένω, σθέναρ· πρόεισι γὰρ τὴν τῶν ὑδάτων ῥύμην. καὶ φρείατα, τὰ φρέατα. Φροίμια. τὸ προοίμια. Φρόνημα. βούλημα. θέλημα. φρόνιμα δὲ ἐπὶ πληθυντικοῦ, ι. Φροντιστήριον. μοναστήριον, ἢ διατριβή. μοναστήριον οἱ Ἀττικοὶ σεμνεῖον καλοῦσι. Φροῦδα. ἀφανῆ· ἄφαντα. ἐκ τοῦ ὁδὸς καὶ τῆς πρὸ προθέσεως, πρόοδος, καὶ κατὰ συναλοιφὴν τῶν δύο οο προῦδος καὶ φροῦδος, ὁ προπορευόμενος καὶ ἀφανὴς, ἤγουν ὁ μὴ φαινόμενος. Φρούριον. κάστρον, ὀχύρωμα. οὐκ ἀπὸ τοῦ φρουρός· φρουρεῖον γὰρ ἦν διὰ τῆς ει διφθόγγου. Φρύαγμα. κίνημα ἄτακτον. — Ῥῆμα. —Φράζω. ἐκ τοῦ φρῶ, ὅπερ ἐκ τοῦ προϊῶ. φρῶ οὖν τὸ φράζω. ὡς φοιτῶ φοιτάζω, καὶ βῶ βάζω, οὕτως οὖν καὶ φρῶ φράζω. τῶν γὰρ νοηθέντων ἔκδοσιν καὶ δεῖξιν διὰ τοῦ φράζεσθαι ποιούμεθα. Φράζω. τὸ λέγω. καὶ φράσαι τὸ ἑρμηνεῦσαι. καὶ φράσαντος. Φρεναπατᾶ. χλευάζει, διαπαίζει. Φρενιτιᾷ. Φριμάσσω. ἀναπηδῶ. χρεμετίζω. Φριμαγμένος. κολοβὸς τοῖς ἱματίοις. Φρίσσω. τὸ φοβοῦμαι. Φρίσσειν. κυρίως τὸ ἐξορθοῦν τὰς τρίχας. οἷον θρίσσειν καὶ φρίσσειν. παρὰ τὸ θρὶξ, τριχός. Φρονεῖν. σημαίνει καὶ τὸ νοεῖν, καὶ τὸ φρόνημα ἔχειν. Φρουρεῖ. φυλάσσει. Φρυγόων. φεύγων. Φρυκτωρῶ. λάμπω. Φρυάττειν. καταπλήττειν. Φρυασσόμενοι. ἐπαιρόμενοι. ἀπὸ τοῦ φρυάσσω ῥήματος. Φραγγελλωθῇς. μαστιχθῇς. Φρασάμενος. σκεψάμενος. Τὸ Φ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Φυλάσιοι. οἱ ἐμφύλιοι. Φυλέτης. ὁ ὁμογενής. Φυλεύς. ἀλώπηξ. Φύλιψ. ἡ θρίξ. Φύξηλις. ὁ φευγοπόλεμος. Φυτοκόμος. γεωργός· κηπωρός. Φυτοσκάφος. ὁ τὰ φυτὰ παρασκάπτων. φυτόσκαφος δὲ, ἡ γῆ, ἡ τὰ φυτὰ ἐσκαμμένα ἔχουσα. Φυτάλμιος Ζεύς. φοιτάλμιος δὲ Ποσειδῶν, ὁ ἐν τῇ ἅλμῃ φοιτῶν, δίφθογγον. Φυλιστιείμ. τόπος. — Θηλυκόν. —Φυγαδέμνιος. ἡ παρθένος. ἀπὸ τοῦ φεύγειν τὰ δέμνια, ὅ ἐστι τὴν κοίτην καὶ τὴν στρωμνήν. Φυζακινή. δειλή. Φύζα. ἡ μετὰ δέους φυγή. ἀπὸ τοῦ φεύγειν. Φυή. ἡ βλάστησις. ἡ αὔξησις ἡλικίας. παρὰ τὸ φύω. Φύλοπις. ἡ μάχη. παρὰ τὸ ὁμοῦ τὰ φῦλα ἔχειν. οἷον φύλομις τὶς οὖσα, τροπῇ τοῦ μ εἰς π. Φύξις. ἡ φυγή. Φύσα. ἀλώπηξ. Φύσκη. τὸ παχὺ ἔντερον. ἡ γαστήρ. εἴρηται δὲ ἀπὸ τοῦ πεφυσῆσθαι πληρουμένου λίπους ἀλφίτων καὶ αἵματος. Φύσῃ. τῇ μητρί. καὶ φύσσῃ, τῇ κενοδοξίᾳ. Φυσίζωος. ἡ τὰ πρὸς τὸ ζῇν φέρουσα. παρʼ Ὁμήρῳ δὲ διὰ τοῦ ο μικροῦ γράφεται. σημαίνει δὲ καὶ ὄνομα τόπου. Φύσις. φύσις καὶ οὐσία καὶ μορφὴ ὁμοῦ ἡ αὐτή ἐστιν, ὡς ὑπόστασις καὶ πρόσωπον ταυτό ἐστι. καὶ ἡ μὲν οὐσία ἤτοι φύσις τὸ κοινὸν χαρακτηρίζει, ἡ δὲ ὑπόστασις ἤτοι τὸ πρόσωπον τὸ ἴδιον ἑκάστου σημαίνει. ὡς φέρω εἰπεῖν ἐπὶ ἀνθρώπων· Πέτρος καὶ Παῦλος μιᾶς καὶ τῆς αὐτῆς φύσεως, ὑποστάσεων δὲ διαφόρων· καὶ κοινωνοῦσι μὲν ἀλλήλοις κατὰ τὴν φύσιν, διαιροῦνται δὲ κατὰ τὰς ὑποστάσεις ἤτοι κατὰ τὰ πρόσωπα. ἡ φύσις ἐστὶ τὸ καθολικὸν πρᾶγμα καὶ περιεκτικὸν τῶν κατʼ αὐτὴν ὑποστάσεων. ἢ οὕτως· ἀληθὴς ὕπαρξις πραγμάτων, ὡς εἶναι οὐσίαν, φύσιν καὶ μορφὴν ἓν καὶ τὸ αὐτὸ πρᾶγμα. φύσεις δὲ ὁμολόγει ἐπὶ τῆς οἰκονομίας δύο, θεότητα καὶ ἀνθρωπότητα, ὡς εἶναι τὸν αὐτὸν θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον. ὡσαύτως καὶ φυσικὰς θελήσεις καὶ ἐνεργείας ἐπὶ Χριστοῦ δύο ὁμολόγει, θεϊκὴν μίαν καὶ ἀνθρωπίνην μίαν. θέλημα δὲ θεϊκὸν, τὸ καθαίρειν τοὺς λεπροὺς, ὡς τό· θέλω καθαρίσθητι. καὶ θέλημα ἀνθρώπινον, τὸ αἰτῆσαι πνεῖν, ὃ ἐπὶ τοῦ σταυροῦ γέγονεν. ἐνέργεια πάλιν θεϊκὴ, τὸ σωθῆναι πάντας ἀνθρώπους καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· ἐνέργεια δὲ ἀνθρωπίνη, τὸ ὁδοιπορῆσαι, τὸ κοπιάσαι καὶ τὰ τοιαῦτα. φύσις τοίνυν κατὰ τὸ φρόνημα τῆς ἐκκλησίας ἀληθὴς πραγμάτων ὕπαρξις. κατὰ Ἀριστοτέλην καὶ τοὺς λοιποὺς Ἕλληνας πολυτρόπως ἡ φύσις ὁρίζεται· οὕστινας ὅρους οἱ ἀπὸ Σεβήρου κρατοῦντες, ἀπεπλανήθησαν. Φύσις ἐστὶ κατὰ τὸν Ἀπόστολον πᾶν τὸ ἐν ἀληθείᾳ ὂν καὶ οὐκ ἐν φαντασίᾳ λεγόμενον. φύσιν γὰρ λέγει ἡ ἐκκλησία τὴν τῶν ὑπαρχόντων ἀλήθειαν, ἤγουν τὸ τούτων ἐνούσιον. φύσις δὲ εἴρηται διὰ τὸ πεφυκέναι καὶ εἶναι, ὥσπερ καὶ οὐσία, ὡς οὖσα ἐν ἀληθείᾳ καὶ γνωριζομένη. φύσις δὲ καὶ οὐσία καὶ γένος καὶ μορφὴ ἓν καὶ τὸ αὐτό ἐστιν ἐν τοῖς ἐκκλησιαστικοῖς δόγμασιν. ὥσπερ ὁ ἄρτος, τὸ ψωμίον καὶ τὸ βουκίν. διὸ καὶ τὸ ἔμφυτον καὶ τὸ ἐνούσιον ταυτό ἐστι. τετραχῶς δὲ εἴρηται ἡ φύσις, ὡς ἔφην· οὐσία καὶ φύσις καὶ γένος καὶ μορφή. φύσις ἁπλῆ πολυσήμαντόν ἐστι. δηλοῖ γὰρ καὶ θεὸν καὶ ἄγγελον καὶ ψυχὴν καὶ νοῦν· ὁμοίως καὶ τὸ ἄληπτον. ἀλλὰ καὶ τὸ ληπτὸν, ὁμοίως καὶ κρατητὸν, σημαίνει πολλὰ, πάντα γὰρ τὰ ὁρώμενα. Φύσις θεοῦ ἄπειρος καὶ ἀόριστος. καὶ ἄπειρος μὲν, καθὸ πέρατι οὐχ ὑπόκειται· ἀόριστος δὲ, ἐπείπερ ὁρογραφίᾳ οὐχ ὑπογράφεται. καὶ τοῦτο ἀποδεικτέον οὕτως. πάντα τὰ ὑπὸ χρόνον καὶ ἀρχῇ ὑπόκειται καὶ πέρατι· ἀρξάμενα γὰρ τοῦ εἶναι φθάνουσι καὶ εἰς τὴν τοῦ μὴ εἶναι κατάπαυσιν. ταῦτα δὲ δημιουργήματα ὄντα εἰκότως καὶ περιγράφονται· ὃ γὰρ τῷ χρόνῳ περινοεῖται, τοῦτο δὴ καὶ πεπόσωται· ποσούμενον δὲ καὶ πεποίωται· ὑπὸ δὲ τὴν ποιότητα γινόμενον καὶ εἰς ὅρον χωρεῖ. ὅρον τὸν ἐπὶ τῶν σωμάτων, λέγω δὴ τῆς περιγραφῆς. καθὼς δηλοῦσι καὶ τὰ ὁροθέσια. ἀλλὰ μὴν καὶ αὐτὰ τὰ ἀσώματα, ἄγγελοι φημὶ καὶ ψυχαί. καὶ εἰς τόπον διαφεύγουσι καὶ ὕλην καὶ παχύτητα σώματος. ἀλλʼ οὖν ὅμως ὑπὸ περιγραφήν εἰσι καὶ ὅρῳ τινὶ περιέχονται. καὶ ἀρχὴν οὖν ἔχουσι τῆς ὑπάρξεως, οὐ χωροῦσι δὲ εἰς τὸ τέλος. Φύσις καὶ οὐσία καὶ μορφὴ καὶ γένος ἓν κατὰ τοὺς ἁγίους πατέρας καὶ τὸν ἀληθῆ λόγον ταυτόν ἐστιν, ἡ τῶν ὄντων οὖσα ποιότης. τάττονται δὲ καὶ κατὰ τοῦ εἴδους. Φύσις ἐστὶν ἡ ἀρχὴ καὶ αἰτία τοῦ κινεῖσθαι καὶ ἠρεμεῖ, ἐν ᾧ ὑπάρχει πρώτως κατʼ αὐτὸ καὶ μὴ κατὰ συμβεβηκός. Φύσις ἐστὶν ὄνομα δηλωτικὸν τῆς ἁπλῆς τῶν ὄντων κινήσεως. πάντα γὰρ ἐν κινήσει ὄντα ὁρᾶται. φύσις ἡ πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη. Φύσις ἐστὶν, ἐν ᾧ τὸ εἶναι τῆς οὐσίας λαμβάνεται. φύσις λόγου, καὶ φύσις χρόνου, καὶ φύσις ψεύδους κατὰ τὸν μέγαν Βασίλειον. Φύσις ἐστὶ ἡ μορφὴ καὶ τὸ εἶδος κατὰ τὸν θεολόγον Γρηγόριον. Φύσις θυμοῦ τὸ τοῖς δαίμοσι μάχεσθαι καὶ ὑπὲρ ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι. Φύσις ἐστὶν ἡγεμὼν καὶ αἰτία αὐξητικὴ διὰ τροφῆς, τηρητικὴ τοῦ καθʼ ἑαυτὴν συστήματος. Φύσις ἐστὶν ἡ φύουσα καὶ συνέχουσα ἐν τῷ γενικωτάτῳ τὸ ζῇν. Φύσις ἐστὶν αὐθυπόστατος ὕπαρξις ἀνελλιπῶς σώζουσα τὰ οἰκεῖα γνωρίσματα. φύσις ἐστὶν ὁλότης ἀνενδεὴς πάντων τῶν ἐν οἷς πέφυκεν ἐνθεωρεῖσθαι. Φύσις ἐστὶν ἡ ἀεὶ ὡσαύτως ἔχουσα καὶ μὴ ἐξισταμένη τῆς οἰκείας ἀμετρίας, κᾂν ἐν ἀτόμοις διακρίνηται. Φύσις ἐστὶν ἀναλλοίωτος, ἀντεχομένη τῶν οἰκείων ἰδιωμάτων, καὶ οἵα τίς ἐστι παραδεικνύουσα. Φύσις ἐστὶ κατὰ τοὺς ἔξω φιλοσόφους δύναμίς τις θεία ἐνδεδυκυῖα τῇ ὕλῃ, ἀρχὴ ἠρεμίας καὶ κινήσεως. ἡ γὰρ ἀληθῶς φύσις τοῦτό ἐστι. Φύσιν πολλάκις καλοῦμεν τὸ τοιῶσδε πεφυκέναι, καὶ οὐκ αὐτὴν πάντως τὴν οὐσίαν. φύσιν δὲ πάλιν ὡς τὰ πολλὰ τὴν οὐσίαν καλεῖν σύνηθες, καὶ μάλιστα τοῖς ἡμετέροις διδασκάλοις. φέρεραι δὲ πολλάκις τὸ τῆς φύσεως ὄνομα καὶ κατὰ ἀνυπάρκτων. ταῦτα φύσεις ἔχοντα οὐσίαι εἰσί. Φύσιν καλοῦσιν αὐτὴν τὴν ἁπλῶς τῶν ὄντων κίνησιν. αὕτη δὲ πεντάτροπος· ἢ γὰρ νοερὰ τυγχάνει, ἢ λογικὴ, ἢ αἰσθητικὴ, ἢ φυτικὴ, ἢ ἄψυχος. καὶ νοερὰ μὲν, ὡς ἐπὶ τῶν ἀγγέλων, ἐξ αὐτῶν τῶν νοημάτων ἀλλήλοις συγγινομένων. λογικὴ δὲ ἐπὶ τῶν ἀνθρώπων, διʼ ὀνομάτων καὶ ῥημάτων τὰ ἀφανῆ τῆς ψυχῆς κινήματα. Φύσει. ἀντὶ τοῦ ἀληθῶς καὶ γνησίως. ὁ Ἀπόστολος· τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί. Φυταή. γένεσις. Φυταλιῆς. ἀμπελοφύτου γῆς. παρὰ τὸ φυτεύειν. Φύτλη. ἡ συγγένεια. οὐσία. Φυσιώσεις. ὀφρυώσεις. ὠφρυῶντο γὰρ κατὰ Παύλου τιμῶντες τοὺς ψευδαποστόλους οἱ Κορίνθιοι. — Οὐδέτερον. —Φύγελλα. τόπος. Φύκος. τὸ φυκάριον, καὶ τὸ χορτῶδες τῆς θαλάσσης. καὶ φύκια, τὰ βρύα, ἢ θαλάσσης ζῶα. ἢ ὁ ἀφρός. παρὰ τὸ φύω. Φυλακεῖον. τὰ δὲ σύνθετα διὰ τοῦ ι, οἷον ὀπωροφυλάκιον, πλὴν τοῦ σιτοφυλακεῖον. Φῦλα. τὰ ἔθνη· τὰ γένη. ἡ ἐκ πολλῶν ἄθροισις. ἀπὸ μεταφορᾶς τῶν φύλλων. Φυλλεῖον. τῶν λαχάνων τὸ ἕωλον καὶ φαῦλον. Φῦμα. ἡ βλάστησις. Φυσικόν. τὸ ἐν τῇ φύσει κείμενον. ἢ τὸ κατὰ κοινὴν καὶ καθολικὴν συνήθειαν λεγόμενον. ἢ τὸ ἀψευδῶς γνωριζόμενον. Φύστα. τὰ ἀναπεφυρμένα μέλιτι ἄλφιτα. Φυτάλμια. τὰ βάντα. Φύτειον. τόπος. Φυτωρεῖον. ὁ κῆπος, ἢ φυτουργεῖον. Φυλιστιείμ. τόπος. Φύστα καὶ φύστη ἐπὶ θηλυκοῦ. ἡ ὑδατώδης μάζα. καὶ ὁ Ψελλός· φύστη εἶδος πέφυκε μάζης ὑδατουμένης. Φύλλον. παρὰ τὸ φύω. — Ῥῆμα. —Φῦ. ἀντὶ τοῦ προσεπέλασε τῇ χειρὶ καὶ προσήγγισεν. ἀπὸ τοῦ φύω, φῦ. Φύει. βλαστάνει. Φυῆναι. γεννηθῆναι. Φυλοκρινῶ. φυλὰς καὶ γενεὰς διαχωρίζω. Φύρει. μιγνύει. Φυσιολογεῖ. φύσεως λόγους ἐξαγγέλλει. Φυσιοῦται. ἐπαίρεται. Φυσόμενον. τὸ μέλλον φῦναι. φυσώμενον δὲ, τὸ ἐπαιρόμενον, μέγα. Φύσας. γεννήσας. Φυταλίζει. πλησιάζει. Φυτεύει. κηπεύει. Φυτεύω. παρὰ τὸ φύω. ἢ τὸ φυτὸν, φυτεύω. τὸ δὲ φυτὸν παρὰ τὸ φύω. Φυλάσσου. ἀντὶ τοῦ παραιτοῦ. ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις. — Ἐπίῤῥημα. —Φύρδην. συγκεχυμένως. ἀναμίξ. Τὸ Φ μετὰ τοῦ Ω. — Ἀρσενικόν. —Φωλεός. ὁ σκοτεινὸς τόπος. παρὰ τὸ ἀπολωλέναι τὸ φῶς ἐκεῖσε. φωλεὸς καὶ τὸ παιδευτήριον, ὥς φασιν οἱ Ἴωνες. ὅθεν καὶ ἀποφώλιοι, οἱ ἀπαίδευτοι καὶ οἱ ξένοι. Φῶνος. ὁ μεγαλόφωνος. Φώρ. ὁ κλέπτης. καὶ κλίνεται φωρός. παρὰ τὸ φὲρ καὶ φὼρ μεταθέσει τοῦ ε εἰς ω. ὁ τὰ ἀλλότρια φέρων. Φώριοι. οἱ ἔλεγχοι. Φωριαμός. τὸ κιβώτιον. παρὰ τὸ φάρη. ἡ τῶν φαρῶν δεκτική. ὁ δὲ Ἡρωδιανὸς παρὰ τοὺς φῶρας· ἐπειδὴ πρὸς φυλακὴν τούτων παρεσκεύασται. φαραμὸς καὶ τροπῇ τοῦ α εἰς ω φωραμὸς, ὡς θάκος θῶκος καὶ κράζω κρώζω, καὶ πλεονασμῷ τοῦ ι φωριαμός. Φώς. ὁ ἀνήρ· ὁ ἄνθρωπος, ὁ μόνος τὰ τῆς διανοίας φωτίζων τῷ λόγῳ. ἢ παρὰ τῷ φῶ, τὸ λέγω. λογικὸν γὰρ ζῶον ὁ ἄνθρωπος. καὶ κλίνεται φὼς φωτός. Φώσσων, φώσσωνος. τοῦ ἀρμένου. καὶ φωσσώνιον, τὸ ἄρμενον. ἢ λινοῦν τὶ σινδόνιον. ἢ τὸ πεφυσημένον ἱστίον τῆς νηός. φώσσωνας ὀργυιωμένους. Φωκυλίδης. κύριον. Φωστήρ. ὁ ἥλιος. τῇ τετάρτῃ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν φωστῆρα τὸν μέγαν, ἤτοι τὸν ἥλιον, εἰς ἀρχὴν καὶ ἐξουσίαν τῆς ἡμέρας· διʼ αὐτοῦ γὰρ ἡ ἡμέρα συνίσταται. ἡμέρα γάρ ἐστιν ἐν τῷ τὸν ἥλιον ὑπὲρ γῆν εἶναι· καὶ διάστημα ἡμέρας ἐστὶν ὁ ἀπὸ ἀνατολῆς μέχρι δύσεως ὑπὲρ γῆν τοῦ ἡλίου δρόμος. καὶ τὸν φωστῆρα τὸν ἐλάσσω ἡ γραφὴ λέγει τὴν σελήνην καὶ τοὺς ἀστέρας, οἵτινες εἰς ἀρχὰς καὶ ἐξουσίας τῆς νυκτὸς ἐτάχθησαν τοῦ φωτίζειν αὐτήν· νὺξ δέ ἐστιν ἐν τῷ τὸν ἥλιον ὑπὸ γῆν εἶναι. διάστημα δὲ νυκτὸς ὁ ἀπὸ δύσεως μέχρι ἀνατολῆς ὑπὸ γῆν τοῦ ἡλίου δρόμος. εἰσὶ δὲ καὶ ἐν ἡμέρᾳ ἀστέρες ἐν τῷ οὐρανῷ ὑπὲρ γῆν· ἀλλʼ ὁ ἥλιος τούτους ἅμα καὶ τὴν σελήνην τῇ σφοδροτέρᾳ αἴγλῃ ἀποκρύπτων, οὐκ ἐᾷ φαίνεσθαι. τοῖς φωστῆρσι τούτοις τὸ πρωτόκτιστον φῶς ὁ δημιουργὸς ἐναπέθετο, οὐχ ὡς ἀπορῶν ἄλλου φωτὸς, ἀλλʼ ἵνα μὴ ἀργὸν ἐκεῖνο μείνῃ τὸ φῶς· φωστὴρ γάρ ἐστιν οὐκ αὐτὸ τὸ φῶς, ἀλλὰ φωτὸς δοχεῖον. ἐκ τούτων τῶν φωστήρων ἑπτὰ πλανήτας φασὶν ἐναντίαν τοῦ οὐρανοῦ κινεῖσθαι αὐτοὺς κίνησιν. τὸν μὲν γὰρ οὐρανόν φασιν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς κινεῖσθαι, τοὺς δὲ πλανήτας ἐκ δυσμῶν ἐπὶ ἀνατολάς. συμπεριφέρειν δὲ τὸν οὐρανὸν τῇ ἑαυτοῦ κινήσει ὡς ὀξυτέρᾳ τοὺς ἑπτὰ πλανήτας, ὧν τὰ ὀνόματα ταῦτα· Ζεύς· Ἄρης· Ἥλιος· Ἑρμῆς· Σελήνη· Ἀφροδίτη καὶ ὁ Κρόνος. εἶναι δὲ καθʼ ἑκάστην ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανήτων. τρέχουσι δὲ δρόμον ἄληκτον, ὃν ὁ δημιουργήσας ἔταξεν αὐτοῖς· καὶ ἐθεμελίωσεν αὐτὰ, ὥς φησιν ὁ Δαβίδ· σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας. ἐν γὰρ τῷ εἰπεῖν ἐθεμελίωσας ἐδήλωσε τὸ πάγιον καὶ ἀμετάβλητον τοῦ εἱρμοῦ καὶ τῆς τάξεως τῆς ὑπὸ θεοῦ δοθείσης αὐτοῖς. ἔταξε δὲ αὐτοὺς εἰς ἡμέρας καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτούς· καὶ γὰρ διὰ μὲν τοῦ ἡλίου αἱ τέσσαρες τροπαὶ συνίστανται. Φώταυγος. ὁ ἥλιος. σημαίνει καὶ ἀπαύγασμα τοῦ φωτὸς εἶναι τὸν Χριστὸν τοῦ πατρός. — Θηλυκόν. —Φῷδες. ἔχει τὸ ι προσγεγραμμένον. καὶ τῆς φῳδὸς ὀξυτόνως, ὡς δᾳδός. εἴρηται παρὰ τὸ φῶς, ὅπερ ταυτόν ἐστι τῷ πυρί. καὶ σημαίνει τὰ ἐν τοῖς σκεύεσι γινόμενα ἐκκαύματα ἀπὸ τοῦ πυρός. ἔχει δὲ τὸ ι. εὕρηται δὲ κατὰ διάστασιν φωΐδες. δισύλλαβον δὲ λέγει Γεώργιος ὁ Χοιροβοσκός. καὶ Ἀριστοφάνης ἐν Πλούτῳ· —πλὴν φῴδων ἐκ βαλανείου. ἢ φῷδες αἱ τοῦ πυρὸς θάλψεις. καὶ φῶδον, τὸ καῦμα. Φώκεα. πόλις. καὶ Φώκεια. Φώκη. εἶδος ἰχθύος. Φωλάς. εἶδος νόσου. καὶ φωλεία, τὸ τῆς ἄρκτου πάθος. Φωνή. ἡ λαλιά. παρὰ τὸ φῶ καὶ τὸ νοῦς. ἡ τὰ ἐν τῷ νῷ φωτίζουσα. Φωταυγία. ..... Φωψίς. πόλις. Φωνή. οὐ πᾶς λόγος, ἀλλὰ πᾶν ὃ ψόφον διʼ ἀκοῆς ἐμποιεῖ. Φωΐδες. τὰ φλογίσματα. τοῦ Ψελλοῦ· φωΐδας τὰ φλογίσματα· καταφορὰν δὲ κῶμα. — Οὐδέτερον. —Φώριον. τὸ κλέμμα. Φῶς. τὸ λάμπον. ἤτοι παρουσία πυρώδης ἐν τῷ διαφανεῖ. ἢ χρῶμα τοῦ διαφανοῦς κατὰ συμβεβηκός. κατὰ συμβεβηκὸς δὲ εἶπεν, ὅτι μὴ παθητικῶς ἀναδέχεται τὸ διαφανὲς τὴν πρὸς αὐτὸν ποιὰν τοῦ φωτίζειν πεφυκότος ἐστὶν, ὡς ποτὲ μὲν πεφωτίσθαι, ποτὲ δὲ οὔ. διὸ οὐκ οἰκεῖον αὐτὸ χρῶμα, ἀλλὰ κατὰ σχέσιν, τὸ φῶς, ὥσπερ τῶν ἄλλων κεχρωσμένων. ἐν ἐκείνοις γὰρ μένει τὸ χρῶμα ὡς οἰκεῖον ὄν. ἐπὶ δὲ τοῦ φωτὸς οὐχ οὕτως. καὶ ἄλλως· ἐντελέχεια τοῦ διαφανοῦς ᾗ διαφανές. εἴρηται δὲ φῶς παρὰ τὸ φῶ, τὸ λάμπω. ἐξ οὗ γίνεται φάος, καθʼ ὑπερβιβασμὸν τοῦ ο φόας, καὶ συναιρέσει φῶς, ὥσπερ κρείττοα κρείττω. φῶς καὶ ἡ γνῶσις τῆς δικαιοσύνης. Φωτίγγιον. ὄρνεον. Φῶς. παρὰ τὸ φῶ, τὸ φαίνω, φάος, καὶ κράσει τοῦ αο εἰς ω μέγα φῶς. — Ῥῆμα. —Φῶ. τὸ λέγω. καὶ τὸ λάμπω. Φωγύνω. τὸ φρύγω. Φῴζω. τὸ καίω, σὺν τῷ ι. Στράττις· ἀλλʼ εἰ μέλλεις ἀνδρείως φῴζειν. Φωλεύειν. τὸ ἐν τοῖς παιδευτηρίοις διατρίβειν. φωλεοὶ γὰρ τὰ παιδευτήρια. Φωνεῖν. βοᾷν. φονᾷν δὲ, τὸ φονικῶς πνέειν, μικρόν. Φωρῶ. τὸ ὑπονοῶ. Φωραθῶσιν. ἐλεγχθῶσιν. καὶ φωραθεὶς ἀντὶ τοῦ ἐλεγχθεὶς ἢ εὑρεθείς. ἀπὸ τῆς φὼρ εὐθείας, ὃ σημαίνει τὸν κλέπτην. ὅθεν καὶ φωρᾷν, τὸ ἐρευνᾷν καὶ ἐκζητεῖν, καὶ φωράσας ἀντὶ τοῦ διερευνήσας. Φωτίσαντος. φανερώσαντος. ὁ Ἀπόστολος· φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου.