eul_wid: yem-aao
DOI 10.5281/zenodo.20335421

Lexicon: Letter Ο by Pseudo-Zonaras

Ο. Τὸ Ο μετὰ τοῦ Α. — Ἀρσενικόν. —Ὀάρσης. κύριον. Ὀαρισμοί. διάλογοι. — Θηλυκόν. —Ὀαριστύς. ἡ ὁμιλία. Ὄαροι. αἱ γυναῖκες. καὶ ὀάρων. Ὄασις, Ὀάσεως. ἡ Αἰγυπτία. — Οὐδέτερον. —Ὄα. τὰ ἀκρόδρυα. Ο. τὸ στοιχεῖον. παρὰ τὸ ἐμφερῆ εἶναι τὴν ἐκφώνησιν· κατὰ γὰρ περίκλασιν φωνῆς ἐκφωνεῖται τὸ ὄνομα τοῦ στοιχείου. — Ῥῆμα. —Ὀαρίζω. τὸ γυναικὶ διαλέγομαι καὶ ὁμιλῶ. οἱονεὶ ὁμοαρίζω. παρὰ τὸ ὁμοῦ ἀρηρέναι τῷ γάμῳ καὶ συνηρμόσθαι. Τὸ Ο μετὰ τοῦ Β. — Ἀρσενικόν. —Ὀβριμοεργός. μεγαλουργὸς, ἰσχυρός. Ὀβελίας. ἄρτος ὁ εἰς ὀβελοὺς ὠπτημένος. Ὀβελὸς καὶ ὀβελίσκος. αἱ σοῦβλαι. οἱονεὶ ὀφελίσκος τὶς ὢν, ὁ εἰς μῆκος ὀφελλόμενος, τουτέστιν αὐξανόμενος καὶ ἐλαυνόμενος. ἢ παρὰ τὸ βάλλω, βέλος. ἢ παρὰ τὸ βάλλω τὸ μὲν οὐδέτερον βέλος, τὸ δὲ ἀρσενικὸν βελὸς καὶ πλεονασμῷ τοῦ ο ὀβελὸς, ὁ ἐοικὼς βέλει. οὕτω Ἡρωδιανός. Ὀβελισμός. ἡ μέτρησις. Ὀβελός. ἀθετήσεως συμβόλιον. Ὀβολός. ἡ φόλις. — Θηλυκόν. —Ὀβριμοπάτρα. ἰσχυρὸν καὶ γενναῖον πατέρα ἔχουσα. — Οὐδέτερον. —Ὄβριμον. ἰσχυρὸν, γενναῖον. παρὰ τὸ βρι ἐπιτατικὸν μόριον γέγονε παράγωγον βριμὸν, καὶ πλεονασμῷ τοῦ ο ὄβριμον. ὡς ἐν τῷ τρύγη, ὀτρύγη. Ὄβρυζον. χρυσίον, τὸ πολλάκις ἑψηθὲν, τὸ καθαρώτατον. Ὀβελίζω. μετρῶ, ὀβολοστατῶ. Τὸ Ο μετὰ τοῦ Γ. — Ἀρσενικόν. —Ὄγκος. ἡ ἔπαρσις. ἢ τὸ πάχος. Ὀγδοηκοντούτης. .... Ὄγμιος. ὁ Ἡρακλῆς. Ὄγμος. ἡ τάξις. ἢ ἐπίστιχος φυτουργία τῶν δένδρων καὶ κατὰ τάξιν ἀγωγή. ὥσπερ γὰρ παρὰ τὸ δαΐζω γίνεται δαϊγμὸς, καὶ παρὰ τὸ φράζω φραγμὸς, οὕτω καὶ παρὰ τὸ ἀγμὸς ὄγμος μεταθέσει τοῦ α εἰς ο αἰολικῶς καὶ παροξυτόνως. ἢ παρὰ τὸ ἔχω ἐχμὸς καὶ ὀχμός· παρὰ τὸ ἔχεσθαι ἄλλο ἐπʼ ἄλλου καὶ πρὸς ἄλληλα ἔχειν τὴν σχέσιν. κυρίως δὲ ὄγμος ἡ τομὴ τοῦ ἀρότρου· παρὰ τὸ οἴγεσθαι τὴν γῆν ὑπὸ τοῦ ἀροῦντος. Ὅμηρος δὲ ἐπὶ τῆς εὐθείας τάξεως τοῦ θερισμοῦ φησὶν, οἷον· ὄγμον ἐλαύνωσιν—. Ὄγναρις. κύριον. Ὀγχηστής. ὁ Ποσειδῶν. Ὀγχηστός. ὄνομα λιμένος. Ὄγκος. ἡ ἀγκίς. — Θηλυκόν. —Ὀγδοηκόντορος ναῦς. Ὄγκαι. πόλις ἐν Ἀρκαδίᾳ. Ὀγκίς. ἡ γωνία, ἡ ἀγκίς. Ὄγχη. σκίπτον. βακτηρία. Ὄγαλα. τόπος. Ὄγκειον ἢ ὀγκίον. ἀγγεῖον, ἐν ᾧ τὰ σιδηρᾶ βέλη ἀποτιθέασιν. ὄγκους γὰρ τὰς ἀγκίδας λέγουσιν. ὡς εἶδε νεῦρόν τε καὶ ὄγκους—. Ὀγυρόν. ἱμάτιον. Τὸ Ο μετὰ τοῦ Δ. — Ἀρσενικόν. —Ὀδαξισμός. τρισμὸς ὀδόντων ἢ δῆξις. Ὅδε. ἀντὶ τοῦ οὗτος. Ὁ δεῖνα. ὥσπερ τὸ Νεάπολις δύο ὀνόματα εἰσὶν καθʼ ἑνὸς ὑποκειμένου, οὕτως καὶ τὸ ὁ δεῖνα δύο ἀντωνυμίαι εἰσὶ καθʼ ἑνὸς ὑποκειμένου. τινὲς δὲ λέγουσιν, ὅτι μία λέξις ἐστὶ καὶ οὐ δύο. οἵτινες κακῶς λέγουσιν· εἰ γὰρ ἦν μία λέξις, οὐκ ὤφειλε κατὰ πτῶσιν ἐναλλάττεσθαι ἢ ἄρχειν, οἷον ὁ δεῖνα, τοῦ δείνατος, τῷ δείνατι. τῆς γὰρ μίας λέξεως φυλάσσεται ἐν τῇ κλίσει ἡ ἀρχὴ, οἷον· φιλάνθρωπος, φιλανθρώπου, φιλανθρώπῳ. τοῦτο διὰ τῆς ει διφθόγγου γράφεται, οὕτως ἐχούσης τῆς παραδόσεως, καὶ ἴσως πλανηθείσης ἐκ τοῦ τινὰς λέγειν, ὅτι μία λέξις ἐστίν· οἱ γὰρ λέγοντες, ὅτι μία λέξις ἐστὶ, λέγουσι, παρὰ τὸ ὅδε ἀντωνυμίας ἐστὶν, οἷον· Ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει— γέγονεν ὁ δέϊνα καὶ ὁ δεῖνα. Ὁδελός. ὁ ὀβελίσκος. Ὀδοντομάχης. ὁ σῦς. Ὅδουρος. ὁ κακοῦργος· ὁ τὴν ὁδὸν φυλάσσων. Ὁδοῖος. ἐνεδρεύων. Ὅδησθος. κύριον. Ὁδηγός. ὁ προπομπός. Ὁδίτης. ὁ ὁδοιπόρος. Ὀδίος. κύριον. Ὁδοιδόκος. ὁ λῃστής. ἀπὸ τοῦ δοκεῖν καὶ ἐπιτηρεῖν τὴν ὁδόν. Ὀδόακρος. κύριον. Ὀδολάμ. ὄνομα ἐστὶ σπηλαίου. Ὀδούς. ὡς παρὰ τὸ λέγω γίνεται λόγος, οὕτως καὶ παρὰ τὸ ἔδω ὀδούς. ὀξύνεται ὡς μετοχή· αἱ γὰρ εἰς ους μετοχαὶ ὀξύνονται. — Θηλυκόν. —Ὁδεία. ἡ ὅδευσις. Ὁδηγία. ἡ προπομπή. Ὀδμή. ἡ εὐωδία. παρὰ τὸ ὄζω ὀδὴ καὶ ὀδμή. Ὁδός. ἡ στράτα. παρὰ τὸ ἕω, τὸ πέμπω, ὁδός. ὡς σβέω σβεδὸς καὶ σβοδὸς καὶ σποδός. Ὁδῷ γήρως· ἐπὶ γήραος οὐδῷ. ἐπʼ ἐξόδου τοῦ γήρως, ὅτε ἤδη πεπέραται ὁ βίος καὶ διεξελήλυθε διʼ αὐτοῦ. Ὅδρα. ὁ ὀφθαλμός. Ὄδρυσσα. πόλις. Ὀδύνας. λύπας. παρὰ τὸ ἔδειν τὴν ψυχήν. Ὁδὸς καὶ ἡ διδασκαλία. ὁδὸς καὶ ἡ οἰκονομία. καὶ ὁ Ἀπόστολος· καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. — Οὐδέτερον. —Ὄδεα. τὰ ἐφόδια. Ὀδυνήφατον. τὸ φθεῖρον καὶ παῦον τὰς ὀδύνας. φάρμακον ὀδυνήφατον. Ὀδόντιον. ἡ βοτάνη. καὶ τὸ τοῦ στόματος. — Ῥῆμα. —Ὀδαξήσας καὶ ὀδακτήσας. Ὁδίων. βαδίζων. ὁδοστατήσας. Ὀδυνώμενος. ὠδυνημένος δὲ μέγα. Ὁδεύειν. οὐδὲ παρʼ ἑνὶ τῶν ἐλλογίμων εὑρίσκεται. Ὁδοιδοκῶ. τὰς ὁδοὺς ἐπιτηρῶ. ἢ λῃστεύω. Ὀδυρομένους. κλαίοντας. Ὀδακτάζειν. τὸ δάκνειν. Ὀδεῖν. ἀγοράζειν. Ὀδύρομαι. ἐπὶ ἐνεστῶτος. παρὰ τὸ ὀδύνω, ὃ σημαίνει τὸ τήκομαι καὶ καταπονοῦμαι. τοῦτο παρὰ τὸ ἔδω, τὸ ἐσθίω. ἐξ οὗ γίνεται ὀδοὺς, ὀδύνω καὶ ὀδύρομαι. ὀδύρωμαι δὲ ἐπὶ μέλλοντος, μέγα. Ὄδωδα. ἐκ τοῦ ὄζω. ὁ μέσος παρακείμενος ὦδα, καὶ ἀττικῶς ὄδωδα. — Ἐπίῤῥημα. —Ὀδάξ. τοῖς ὀδοῦσι δακτικῶς. παρὰ τὸ δάζω, δάξω, κατὰ ἀποβολὴν τοῦ ω δὰξ, καὶ πλεονασμῷ τοῦ ο δάξ. Ὁδοιπορικῶς. ἐπίῤῥημα. ὡδοιπωρηκὼς δὲ ἐπὶ παρακειμένου, μέγα καὶ η. Τὸ Ο μετὰ τοῦ Ε.Ὀεργίλος. κύριον. Τὸ Ο μετὰ τοῦ Ζ. — Ἀρσενικόν. —Ὀζάν. κύριον. Ὀζίας. κύριον. ἑρμηνεύεται δὲ καὶ ἰσχύς. Ὄζηλις. ὄνομα τόπου. Ὀζηλίς. ἡ βοτάνη. Ὀζόλαι. ἔθνος. ἡ εὐθεῖα ὁ Ὀζόλης. Ὄζος. ὁ κλάδος ἢ τὸ ἐγκαθήμενον καὶ πεπαρμένον ξύλον. παρὰ τὸ ἕζω, τὸ κάθημαι. ὦσχος δὲ ὁ κλάδος, μέγα. Τὸ Ο μετὰ τοῦ Θ. — Ἀρσενικόν. —Ὄθης. εὐνοῦχος. Ὀθνεῖος. ξένος. Ὀθρυονεύς. κύριον. Ὀθριάδης. κύριον. καὶ κλίνεται Ὀθριάδου. Ὀθρύς. λόφος ἢ ὄρος Θεσσαλίας. Ὀθρὺν καὶ ποταμὸν ἱερὸν ῥόον—. Ὄθων, Ὄθωνος. κύριον. — Θηλυκόν. —Ὀθία. ἅμαξα ἡμιονική. Ὀθνείαν. ξένην. Ὀθόνη. λεπτότατον ὕφασμα. παρὰ τὸ ὄθω, τὸ συστρέφω καὶ κινῶ, ὅθεν τό· οὐδʼ ὄθομαι κοτέοντος— ἀντὶ τοῦ οὐ κινοῦμαι, οὐκ ἐπιστρέφομαι. δύναται δὲ λέγεσθαι καὶ παρὰ τὸ ὄθμα, τὸ ὄμμα, ὀθμόνη καὶ ὀθόνη, ἀποβολῇ τοῦ μ. — Οὐδέτερον. —Ὀθνεῖον. ξένον. ὡς παρὰ τὸ ἄριστος ἀριστεῖον, οὕτως καὶ παρὰ τὸ νόθος νοθεῖον, καὶ ὀθνεῖον, μεταθέσει τοῦ ν. Ὀθόνια. ὑφάσματα. Ὀθώνεια δὲ τὰ τοῦ Ὄθωνος, μέγα καὶ δίφθογγον. Ὄθομαι. ἀποστρέφομαι. καὶ ὄθεο ἀντὶ τοῦ ἐπιστροφὴν ποιοῦ. Ὅθι. ὅπου. ἔστιν ὁ ἄρθρον, καὶ κατʼ ἔκτασιν τοῦ θι ὅθι. Ὄθως. ταχέως. Τὸ Ο μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Οἴακες. τὰ ἐν χερσὶ τῶν ἰθυντηρίων ἠρτημένα ξυλάρια τοῖς πηδαλίοις, διʼ ὧν περιάγεται τὰ πηδάλια. παρὰ τὸ οἴω, τὸ κομίζω. Οἰδίπους. οἰδῶ, οἰδήσω, οἰδησίπους καὶ οἰδίπους διὰ τοῦ ι. τὰ γὰρ ἀπὸ βαρυτόνων μελλόντων γινόμενα διὰ τοῦ ι γράφεται, ἢ διὰ τοῦ ο μικροῦ, ἐνίοτε δὲ καὶ διὰ τοῦ ε ψιλοῦ. οἷον· στήσω, Στησίχορος· πράξω, Πραξιφάνης· μίξω, μιξόθριξ· πέρσω, Περσεφόνεια. οὕτως οὖν καὶ οἰδήσω οἰδησίπους καὶ ἐν συγκοπῇ οἰδίπους. οὕτω Θεόγνωστος. Οἴαγρος. κύριον. Οἰβάδης· Οἴβαλος· Οἰβάλης· Οἰβάρης· Οἰβῆλος· Οἰβώτας. ὀνόματα κύρια. Οἰετέας. κύριον. Οἵ ἑ. οἵτινες αὐτόν· τοῦτο γὰρ σημαίνει τὸ ἕ. Ὀϊζυρός. ἐπίπονος, ἄθλιος, ταλαίπωρος, χαλεπὸς, ἄψυχος. καὶ ὀϊζὺς ἡ ταλαιπωρία. παρὰ τὸ ἵζω, τὸ κάθημαι, γίνεται ἰζὺς, ὡς ἥδω ἡδύς· καὶ μετὰ τοῦ α τοῦ δηλοῦντος τὸ κακὸν γίνεται ἀϊζὺς, ἡ κακῶς καὶ δυστυχῶς ἱζάνουσα τοῖς ἀνθρώποις· καὶ τροπῇ τοῦ α εἰς ο ὀϊζύς· ὡς ἄρχω, ὄρχαμος. ἐκ δὲ τοῦ ὀϊζὺς γίνεται ὀϊζύω καὶ ἐξ αὐτοῦ ὀϊζυρός. ὁ δὲ Ἀπολλώνιος λέγει, ὅτι ἔστιν οἲ ἐπίῤῥημα σχετλιαστικὸν ἢ θρηνητικόν. ἐκ τούτου γίνεται οἴζω, ὡς λίαν λιάζω καὶ αἲ αἰάζω. ἐκ δὲ τοῦ οἴζω γίνεται ὀϊζύω κατὰ διάλυσιν, καὶ ὀϊζυρός. Οἶκτος. ὁ ἔλεος, ἢ τὸ εὖ τι δρᾶσαι τὸν πεπονθότα. Οἴκτιστος. ἐλεεινός. Οἰκτρός. ἐλεεινός. Οἰκτίρμων. ἐλεήμων. Οἰκουρός. ὁ φροντίζων τοῦ οἴκου. Οἰκότριψ. ὁ οἰκογενὴς δοῦλος. Οἰκῆας. οἰκέτας, δούλους. οἶμαι ἀπὸ τοῦ οἰκεὺς, ὡς Ἀχιλῆας ἀπὸ τοῦ Ἀχιλλεύς. Οἰκέτης. ὁ δοῦλος. Οἶκος. παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ· εἰς ὃν χωρούμεθα. Οἰκειακός. ὁ οἰκεῖος. οἰκιακὸς δὲ, ὁ ἐν τῷ οἴκῳ, ι. Οἶμος. ἡ ὁδός. παρὰ τὸ οἰμῶ, τὸ ὁρμῶ. Οἰνόφλυξ. μέθυσος, ὁ εἰς τὸν οἶνον ὁρμῶν. φλύειν γὰρ τὸ ὁρμὴν ἔχειν πρός τι. Οἶνος. ἔστιν ὕδωρ ἀπʼ ἀμπέλου πεποιημένον. οἴνους τις ὢν, ὁ οἰήσεως καὶ πλάνης αἴτιος τοῦ νοῦ γινόμενος. Οἰνοχόος. ὁ πιγκέρνης. Οἶος. ὁ μόνος. παρὰ τὸ ἴος, ὃ σημαίνει τὸ αὐτό· πλεονασμῷ τοῦ ο οἶος. Οἰσοφάγος. ὁ λαιμὸς ἢ ἕτερόν τι ἐντὸς τοῦ λαιμοῦ οὕτω καλούμενον. ἀπὸ τοῦ οἴω, τὸ κομίζω. Οἰστός. φορητὸς, εὐκόμιστος. ἀπὸ τοῦ οἴω, τὸ κομίζω. οἰστὸν ἄχθος ἐπωμάδιον φέροντες. Οἶστρος. ἐρεθισμὸς, πύρωσις. ἢ ζωΰφιόν τι τοὺς βόας ἐρεθίζον ἐν τῷ καύσωνι. οἶστρος καὶ ἡ μανία. Οἰστροπλῆγα. τῇ μανίᾳ πεπληγμένον. Ὀϊστός. τὸ βέλος. παρὰ τὸ ἵημι, τὸ πέμπω, γέγονεν ὀϊστὸς, πλεονασμῷ τοῦ ο. ἢ παρὰ τὸ οἴσω, τὸ φέρω, γέγονεν ὀϊστὸς καὶ οἰστὸς, ἐξ οὗ καὶ τὸ ὀϊστεύων. Οἶτος. θρῆνος· μόρος· θάνατος. παρὰ τὸ οἲ καὶ μοὶ στεναγμοῦ ἐπιῤῥήματος. ἢ παρὰ τὸ οἴσω οἰστὸς καὶ οἶτος. Ὀΐων. τῶν προβάτων. Ἀρίσταρχος καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης δισυλλαβεῖ, ὡς αἰγῶν, Ἀριστόνικος δὲ τρισυλλαβεῖ. ὁ μέντοι Πτολεμαῖος οὐχ ὑγιῆ τὴν αἰτίαν ἐπιφέρει τῆς δισυλλάβου ἀναγνώσεως· λέγει γὰρ, ὅτι ἡ εὐθεῖα μόνη ἐστὶν οἶς. ἀλλʼ οὐδέποτε ὁ ποιητὴς μονοσύλλαβον εἶπε τὴν εὐθεῖαν, ἀλλὰ δισύλλαβον. οἷον· τοῖσι δʼ ὄϊς— καὶ τὰς πλαγίους, εἰ μὴ κωλύει κατὰ μέτρον, κατὰ διάστασιν, ὄϊος καὶ ὄϊν καὶ ὄϊες. ἕνεκα δὲ μέτρου —οἰὸς ἀώτῳ. τουτέστι προβάτου ἄνθει ἤτοι ἐρίῳ. καὶ ἄλλως τὸ ὄϊς δισύλλαβον ἀναλογώτερόν ἐστι τοῦ μονοσυλλάβου. πολλὰ γάρ εἰσι λήγοντα ἐπʼ εὐθείας εὑρεῖν εἰς τὸ ις, οὐδὲν δὲ εἰς τὸ οις, εἰ μὴ μόνον τὸ οἶς παρὰ Ἀττικοῖς, καὶ τὸ φθοῖς. Οἰωνοσκόπος. ὁ διʼ ὀρνέων μαντευόμενος· οἰωνοὶ γὰρ τὰ ὄρνεα. Οἰωνόβρωτος. ὑπὸ ὀρνέων βρωθείς. Οἰωνός. ὁ γύψ. παρὰ τὸ οἴω, τὸ μονῶ, γέγονεν οἰωνός· φασὶ γάρ τινες, ὅτι χωρὶς μίξεως πεφύκασι πολλάκις τίκτειν ἐξ ἀνέμου θερμασίας καὶ τῶν τοῦ ἡλίου ἀκτίνων. Οἰηματίας. ὁ κενόδοξος. ἀπὸ τοῦ οἴεσθαι εἶναί τις. Οἰκουρός. οἰκονομικός. οἰκουροὺς ἀγαθὰς ὑποτασσομένας ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται. — Θηλυκόν. —Οἰάγρα. πόλις. Οἰαξίς. χώρα. Οἷα. ἡ ὁποῖα. Οἰβωνία. τόπος. Οἰδήσεις. αἱ φλεγμοναί. Οἴησις. ἔπαρσις. κενοδοξία. Ὀϊζύς. ἡ κακοπάθεια. καὶ ὀϊζύω, τὸ ταλαιπωρῶ. Οἰκονομία. κυρίως μεγέθους συγκατάβασις. τὸ τῆς οἰκονομίας μυστήριον. Οἰμωγή. ὁ θρῆνος. παρὰ τὸ οἴμοι. Οἶμος. ἡ ὁδός. παρὰ τὸ οἰμῶ, τὸ ὁρμῶ. Οἴμη. ἡ ᾠδή. παρὰ τὸ ἐν ταῖς οἴμαις, τουτέστι ταῖς ᾠδαῖς, ψάλλεσθαι. οἴμη καὶ ἡ ῥάβδος ἡ ὁρμῶσα εἰς εὐθὺ ἐν τῷ φύεσθαι. Οἰνοφλυγία. ἡ μέθη. Οἴσχη. ἡ ἄμπελος. Οἰσύα. εἶδος δένδρου. καὶ οἰσυΐναις ῥάβδοις, ὅ ἐστι συκομοραίαις. Οἰκτέα. ἐξοχή. Οἴτη. ὄρος. Οἰκονομίαν. χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν. οὕτως ὁ Ἀπόστολος· εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν. οἰκονομία καὶ ἡ πρόῤῥησις καὶ ἡ ἀποκάλυψις. οἰκονομία τῆς χάριτος. — Οὐδέτερον. —Οἴδημα. ὄγκωμα. Οἶδμα. τὸ κῦμα. ἀπὸ τοῦ οἰδαίνω. καὶ οἴδματα τὰ ἐπάρματα, τὰ φυσήματα. ἀπὸ τοῦ οἰδήματος κατὰ συγκοπήν. Ὀϊζυρότερον. τὸ ταλαιπωρότερον. παρʼ Ὁμήρῳ δὲ μέγα τὸ ρω. Οἴημα. ἡ ἔπαρσις. Οἰήϊον. τὸ πηδάλιον τῆς νηὸς, ἀφʼ οὗ φέρεται ἡ ναῦς. παρὰ τὸ οἴω, τὸ κομίζω καὶ φέρω· ὁ μέλλων οἴσω, καὶ ἐξ αὐτοῦ οἴϊον καὶ πλεονασμῷ τοῦ η οἰήϊον. ἢ παρὰ τὸ οἴαξ, οἴακος, γέγονεν οἰήκιον καὶ κατʼ ἔλλειψιν τοῦ κ οἰήϊον. οἴαξ δέ ἐστιν ὁ κανὼν, διʼ οὗ τὸ πηδάλιον φέρεται. παρὰ τὸ οἴω, τὸ κομίζω. Οἰκονομικὸν πρᾶγμα. οὐ πάντως ὀφεῖλον γίνεσθαι, γινόμενον δὲ διὰ σωτηρίαν. ὡς Παῦλος περιέτεμε τὸν Τιμόθεον. Οἰκόπεδον. ἔρημον κατάπτωμα οἴκου. Οἶμα. τὸ ὅρμημα. παρὰ τὸ οἰμῶ, οἴμημα καὶ οἶμα. Οἰνοπωλεῖον. ἔνθα ὁ οἶνος πιπράσκεται. Οἷον. μέγα, θαυμαστόν· ὁποῖον. ἢ οἷον ἀντὶ τοῦ ὡσανεὶ καὶ ὥσπερ. οἷοι, μόνοι. ἢ δυνατοί. οἷός τέ εἰμι ἀντὶ τοῦ δυνατός εἰμι. Οἰσυπηρόν. ῥυπαρόν. Οἰταῖον. ὄρος. καὶ Οἰταῖος ὁ ἀπὸ τῆς Οἴτης. παρὰ Παρθενίῳ. Οἴφιον. μέτρον τι. Οἰνοκάχλαινον. γύναιον τὸ φίλοινον. καὶ ὁ Ψελλός· γυναῖκα δὲ τὴν φίλοινον οἰνοκάχλαινον λέγε. Οἰκεῖον. τὸ ἴδιον καὶ προσφυὲς, καὶ κατάλληλον καὶ ἁρμόζον. — Ῥῆμα. —Οἰακοστροφεῖ. κυβερνᾷ, πηδαλιουχεῖ. Οἴγει. ἀνοίγει. Οἰδάνει καὶ οἰδαίνει. εἰς ὕψος αἴρεσθαι ποιεῖ. ὀγκοῦται. πληροῦται ὑπὸ τῆς ὀργῆς. ἀπὸ μεταφορᾶς τῶν οἰδημάτων ἤγουν τῆς φλεγμονῆς. παρὰ τὸ οἰδῶ, ὅπερ ἀπὸ τοῦ οἴω. Οἴεσθαι. ὑπονοεῖν· ὑπολαμβάνειν. καὶ οἴει. Οἶδα. γινώσκω. Οἶμαι. νομίζω. ὑπολαμβάνω. Οἰμώζειν. θρηνεῖν. παρὰ τὸ οἴμοι θρηνητικόν. Οἰόμεθα. νομίζομεν· ὑπολαμβάνομεν. Οἴσει. κομίσει. Οἰστεύσας. τοξεύσας. Οἰστρηλατούμενοι. πυρούμενοι. Ὀϊσάμενος. ὑπολαβών. —ὀϊσάμενος δόλον εἶναι πόῤῥω που διέτριβεν. Οἴσετε. φέρετε. παρὰ τὸ οἴσω, τὸ ὁρμῶ. τὸ δὲ οἴσω οὐκ ἔστι μέλλων. ἰστέον δὲ, ὅτι τοῦ φέρειν μέλλων οὐκ ἔστι, τοῦ δὲ οἴσω ἐνεστὼς οὐκ ἔστι, πλὴν ἔθος τῷ ποιητῇ μετάγειν ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα. οὕτως ἔχει καὶ τὸ ἄξετε. διαφέρει δὲ τὸ οἴσω καὶ οἰσόμενος. οἴσομεν γὰρ καὶ ἑτέρῳ. οἴσατε δʼ ἄρνʼ ἕτερον—. οἰσόμενος δὲ, ἑαυτῷ. Οἶσθα. γίνωσκε. οὐκ ἔστιν οἰδῶ ῥῆμα περισπώμενον, καὶ ἄλλο εἴδω, βαρύτονον. τούτου βαρύνεται ὁ μέσος παρακείμενος, οἶδα, κατʼ Αἰολεῖς, ὡς λέγει Ἡρωδιανός. τοῦ δὲ παρακειμένου ὁ μέλλων εἰδήσω. παράγωγον εἴδημι, τὸ δεύτερον εἴδης, καὶ κατʼ ἐπέκτασιν τῆς θα συλλαβῆς εἴδησθα καὶ κατὰ συγκοπὴν τοῦ δη καὶ τροπῇ τοῦ ε εἰς ο οἶσθα. ἢ ἔστι εἴδω, βαρύτονον, ὁ μέσος παρακείμενος οἶδα, καὶ αἰολικῶς τὸ οἶδα οἴδημι λέγουσι, τὸ δεύτερον οἴδης καὶ κατʼ ἔκτασιν τῆς θα συλλαβῆς οἴδησθα καὶ οἶσθα. Οἴχεται. πορεύεται. φθείρεται. Οἰχνεῖν. πορεύεσθαι. ἀμφίβολον, ἢ παρὰ τὸ ἴχνος, ἰχνῶ καὶ πλεονασμῷ τοῦ ο οἰχνῶ, ἢ παρὰ τὸ οἴχω, οἰχνῶ, ὡς ὀρέγω, ὀριγνῶ, σκέδω, σκεδνῶ. Οἰνοκαγχλᾷν καὶ οἰνοκαγχλαίνειν καὶ οἰνοκάγχλαινα, γυνὴ ἡ φίλοινος. Ὀϊζύω. κακοπαθῶ. ἔστιν οἲ ἐπίῤῥημα σχετλιαστικὸν, καὶ ἐξ αὐτοῦ ῥῆμα οἴζω, καὶ κατὰ διάλυσιν ὀΐζω, καὶ ἐξ αὐτοῦ ὀϊζύω, καὶ ὀϊζύς. Οἰῶ. τὸ μονῶ. Οἰωνίζεσθαι. ἀπὸ ὀρνέων τὸ μέλλον στοχάζεσθαι. — Ἐπίῤῥημα. —Οἷα. καθά. ὥσπερ. Οἷ. ἀντὶ τοῦ ὅπου. οἷ τὰ κέρατα εἴη. Οἰκτρῶς. ἐλεεινῶς. Οἴκαδε. εἰς τὸν οἶκον. Οἴκοι. ἐν οἴκῳ. Οἰκειακῶς. ἀντὶ τοῦ οἰκείως. Οἰκονομικῶς. ἐπὶ τοῦ Χριστοῦ κατὰ τρεῖς δύναται νοεῖσθαι τρόπους. τουτέστιν ἢ ὡς χάριν τῆς οἰκονομίας, ὡς ὅταν λέγωμεν οἰκονομικῶς· ἐθήλασε καὶ ἐνηπίασε, καὶ ηὔξησε, καὶ ἐκοιμήθη, καὶ ἐπείνησε καὶ ἐδίψησε. τουτέστι κατὰ φύσιν τῆς σαρκὸς τῆς οἰκονομίας αὐτοῦ λέγομεν. πάλιν οἰκονομικῶς καὶ ὅτε γίνεται πρᾶγμα οὐ πάντως ὀφεῖλον γίνεσθαι, γίνεται δὲ διὰ συγκατάβασιν καὶ σκοπὸν σωτηρίας τινῶν, ὡς ὅταν Παῦλος ὁ Ἀπόστολος περιέτεμε τοῦ Τιμόθεον, βουλόμενος ἐπισπάσασθαι Ἰουδαίους· διὸ καὶ συνήγνισεν αὐτόν. καὶ ἡ περιτομὴ δὲ τοῦ Χριστοῦ κατὰ τοῦτον τὸν τρόπον γέγονεν οἰκονομικῶς, ἵνα μὴ φανῇ καταλύειν τὸν νόμον. ἔστι δὲ πάλιν οἰκονομικῶς, ὅταν ἦλθεν εἰς τὴν συκῆν ἀπὸ πρωΐας πεινῶν καὶ ἐξήρανεν αὐτήν· καὶ ὅτε ἦλθε πρὸς τοὺς μαθητὰς νυκτὸς περιπατῶν ἐπὶ τῶν ὑδάτων διά τινας οἰκονομίας ἀποκρύφους. οἱ οὖν αἱρετικοὶ ἀφέντες τὸ κατὰ τούτους τοὺς τρόπους νοεῖν, τὸ οἰκονομικῶς τὸ ὡς ἐν φαντασίᾳ καὶ δοκήσει γινόμενον λέγουσιν. Οἰμωκτί. μετὰ θρήνου. Τὸ Ο μετὰ τοῦ Κ. — Ἀρσενικόν. —Ὀκλαδίας. τὸ σελλίον. Ὄκνος. ῥαθυμία. οἱονεὶ ἄκινός τις ὢν, καὶ συγκοπῇ ἄκνος, καὶ τροπῇ τοῦ α εἰς ο ὄκνος. Ὀκουλούμ. τὸν ὀφθαλμὸν λέγουσιν οἱ Ῥωμαῖοι. Ὀκρίβας. ὁ ἄμβων. καὶ κλίνεται ὀκρίβαντος. ἡ εὐθεῖα τῶν πληθυντικῶν ὀκρίβαντες, ἐφʼ ὧν ἄκρων ἑστᾶσιν οἱ ὑποκριταὶ, οἱονεὶ ἀκρίβαντες τινὲς ὄντες. διὰ τὸ ἄκρον γράφεται διὰ τοῦ ἰῶτα, ὡς ἀργὸν ἀργικέραυνος. Ὀκριόεις. ὁ τραχὺς λίθος. ὀκρίας δὲ τὰς πέτρας φησὶν Ὅμηρος· —ὀκρίας ἠνεμοέσσας. παρὰ τὸ ἄκρος καὶ τὴν ἐξοχήν. ἔστιν ἄκρος, κατὰ πλεονασμὸν τοῦ ι ἢ κατὰ παραγωγὴν γίνεται ἄκριος, ὡς Αἰτωλὸς Αἰτώλιος καὶ Βοιωτὸς Βοιώτιος. ἐκ δὲ τοῦ ἄκριος γίνεται ἀκριόεις, ὡς βροτὸς βροτόεις, καὶ τροπῇ τοῦ α εἰς ο τὸ θηλυκὸν ὀκριόεσσα. Ὀκριόεις. χαλεπός. μισητός. ἢ κρύους καὶ φόβου ποιητικός. παρὰ τὸ ἄκρον ἀκριόεις καὶ ὀκριόεις. ὁ ἀκρότατος φόβος. ἢ παρὰ τὸ κρύος, κρυόεις, καὶ πλεονασμῷ τοῦ ο ὀκρυόεις. Ὀκρίδας. κύριον. Ὀκτάβλωμος. εἰς ὀκτὼ δήγματα τρωγόμενος. ὀκτάβλωμος ἄρτος. Ὀκτωκαιδεκαέτης. — Θηλυκόν. —Ὀκλαδία. τὸ σελλίον. καὶ ὀκλαδίας ἀρσενικόν. Ὄκλασις. ἡ λύπη. ἀπὸ τοῦ ὀκλάζω. Ὀκλίς. κύριον. Ὀκρισία. κύριον. Ὄκρα. τόπος. Ὀκρυόεσσα. φρικτὴ, μισητὴ, χαλεπὴ, ἢ ποιητικὴ φόβου. Ὁκοῖον. ἀντὶ τοῦ ὁποῖον. Ὀκτάκνημα. τὰ ὀκτάραβδα. κνῆμαι γὰρ αἱ ἐντὸς τῶν τροχῶν ῥάβδοι, αἱ πρὸς τῇ χοινικίδι. Ὀκείλει. προσπελάζει. Ὀκλαδιᾷ καὶ ὀκλάζει. χωλεύει. εἰς γόνυ κάμπτεται. παρὰ τὸ ἐγκλᾷν καὶ ἐγκάμπτειν τὰ γόνατα ἐν τῷ καθέζεσθαι. ἐκ δὲ τοῦ κλῶ κλάσω γίνεται ῥῆμα ὄνομα κλὰς καὶ δωρικῶς κλὰξ, ὡς δὰξ καὶ ὀδάξ. Ὀκνῶ. δειλιῶ, δέδοικα. Ὀκνείω. οὐκ ἔστι πλεονασμός· λέγουσι γάρ· ἔστιν ὀκνῶ, κατὰ Ἴωνας ὀκνέω καὶ πλεονασμῷ τοῦ ι ὀκνείω. οὐκ ἔστι δὲ οὕτως, ἀλλὰ κατὰ παραγωγὴν, ὡς παρὰ τὸ θάλπω γίνεται θαλπωρὴ καὶ θαλπείω, ῥῆμα, οὕτως οὖν καὶ ὀκνῶ ὀκνείω, ὡς καὶ ῥιγείω, καὶ βρώσω, βρωσείω. Ὀκρυόω. τὸ λοιδορῶ. — Ἐπίῤῥημα. —Ὅκως. ἀντὶ τοῦ ὅπως. Τὸ Ο μετὰ τοῦ Λ. — Ἀρσενικόν. —Ὄλβιος. πλούσιος, εὐδαίμων, μακαριστὸς, ὁ ἐν μηδενὶ ἐνδεὴς ὤν. οἱονεὶ οὔλιός τις ὤν· οὖλον γὰρ ἐνταῦθα τὸ ὑγιές. ἢ παρὰ τὸ ὄλβος, ὅ ἐστιν ὁλόκληρος καὶ τέλειος. τοῦτο παρὰ τὸ ὅλος, πλεονασμῷ τοῦ β ὄλβος. Ὀλβιόδαιμον. ἐπὶ κλητικῆς. ἀντὶ τοῦ ὦ εὐτυχέστατε τῷ πλούτῳ. Ὀλετῆρες. φονεῖς, ἀφανισταί. παρὰ τὸ ὄλλω, τὸ φθείρω. Ὀλεσίοικος. ἀπώλεια καὶ ἀφανισμὸς τοῦ οἴκου. ὁ ταύτης δὲ ἀνὴρ ὀλεσίοικος ἦν. ἀπὸ τοῦ ὄλλω, τὸ φθείρω. Ὀλέσιος. κύριον. Ὀλίγωρος. ἀμελὴς, μικρόψυχος. παρὰ τὴν ὤραν, ὃ σημαίνει τὴν φροντίδα. τὸ δὲ ὀλίγον ἐπὶ τοῦ οὐδαμῶς. ἢ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς. Ὀλιγοδεής. ὁ ὀλίγου χρῄζων. Ὀλιγογνώμων. ὁ ὀλίγωρος. Ὀλίζονες. οἱ λόγοι. καὶ ὀλίζονος ἀντὶ τοῦ μικρᾶς καὶ εὐτελοῦς καὶ ὀλίγης. παρὰ τὸ ὀλίγον, ὀλίζον. Ὁλκός. ἰσχυρὰ φορά. παρὰ τὸ ἕλκω ὁλκός. ὡς φέρβω, φορβός. ὅθεν καὶ ὁλκάδες αἱ νῆες, καὶ ὁλκοὶ οἱ τόποι, διʼ ὧν ἐλαύνονται αἱ νῆες. Ὁλκός. καὶ ἡ τοῦ ὄφεως οὐρά. Ὁλκός. καὶ τὸ βάρος. φέρων ὁλκὸν χρυσοῦ βαρυτάλαντον. Ὅλμος. ἐπὶ τοῦ κορμοῦ τῶν ἡμετέρων σωμάτων. διὰ τὴν εὐρυχωρίαν ἀποκεκλιμένων τῶν χειρῶν ὅλμῳ ἐοικώς. ὅλμος δʼ ὡς ἔσσευε βαλὼν κυλινδόμενος. ὅλμος δέ ἐστι κοῖλος λίθος, εἰς ὃν κόπτουσιν ὄσπρια καὶ ἄλλα τινὰ, ἢ ἐν ᾧ πτίσσουσι τὰς κριθὰς καὶ τὰ παχύτερα τῶν μυρεψικῶν καταλεαίνουσι. τὸ δὲ τύπτον τὰς κριθὰς ὕπερον λέγεται, ὅ ἐστιν ἰγδοκόπανον. Ὄλολυς. ὁ τὸ ὀλολύζειν ἀποδεχόμενος. Ὀλότροχος καὶ ὀλοιότροχος. ὁ στρογγύλος λίθος. Ὀλοφυρμός. κοπετὸς, θρῆνος, μετὰ τιλμοῦ τῶν τριχῶν. Ὀλολυγμός. θρῆνος μετὰ κραυγῆς καὶ ἤχου. Ὅλος. ἅπας. εἰ μὲν εἴη ἐπὶ ψυχῆς καὶ διανοίας, μεγάλα, ἐπὶ δὲ σώματος, μικρά. ὅλος ἀνάπηρος. Ὀλμειός. ποταμός. Ὅλοψος. οἰκτρός. Ὀλυμπιονίκης. ἐν παλαίστρᾳ γενναιότατος, ἢ ὁ νενικηκὼς κατὰ τοὺς ὀλυμπιακοὺς ἀγῶνας ἐκαλεῖτο. Ὀλύμπιος. οὐράνιος· θαυμαστός. Ὄλυμπος. ὁ οὐρανός. ὡς τό· —ὀλύμπια δώματʼ ἔχοντες. ἔστι καὶ ὄρος οὕτω καλούμενον. ὄλυμπος δὲ ὁ οὐρανὸς, ἀπὸ τοῦ εἶναι ὁλολαμπής. Ὄλυρος. τραχύς. Ὀλοθρευτοῦ. δύναμιν τινὰ λέγει ὁ Ἀπόστολος τιμωρόν. καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. Ὀλιγόψυχος. ῥάθυμος· ἀναπεπτωκώς. — Θηλυκόν. —Ὀλιζῶνα. τραχεῖαν. Ὀλέτειρα. ἀπὸ τοῦ ὄλλω, τὸ φθείρω. Ὀλιγαρκία. Ὀλιγοδεΐα. ἀπὸ τῆς ἐνδείας. ὀλιγοδέεια δὲ ἐπὶ τοῦ φόβου, δίφθογγον. Ὀλιοσσόνην. λευκήν. Ὀλοή. ἡ ὀλεθρία. καὶ ὀλοιή. ἡ ὀλεθρία. παρὰ τὸ ὄλλω, τὸ φθείρω, ἢ τὸ ὀλῶ, ἐξ οὗ καὶ τὸ ὀλλύω, γίνεται ὀλοὸς, ὀλοὴ, ὡς θοὸς, θοὴ, καὶ πλεονασμῷ τοῦ ι ὀλοιή. Ὀλιγαρτία. ἡ τοῦ σίτου ἔνδεια. Ὁλκάδες. αἱ νῆες. Ὄλισθος. ὀλισθρά. Ὀλολυγή. φωνὴ γυναικῶν, ἣν ποιοῦνται ἐν τοῖς ἱεροῖς εὐχόμεναι. ἢ ἁπλῶς ὁ μετὰ ἤχου κλαυθμὸς καὶ θρῆνος. παρὰ τὸ ὀλολύζω. τοῦτο παρὰ τὸ ὀλῶ, ὀλύω, ὀλύζω, καὶ κατὰ ἀναδιπλασιασμὸν ὀλολύζω. Ὁλότης. ἡ ὁλοκληρία, ἢ περὶ οὗ ὁ λόγος ἐστὶ, διʼ ἑαυτῆς γνωρίζουσα. Ὄλπις. ἡ λήκυθος. Καλλίμαχος· —περὶ σκαιοῖο βραχίονος ἔμπλεον ὄλπιν. εἴρηται παρὰ τὸ οἱονεὶ ἐλαιόπιν τινὰ, ἢ παρὰ τὸ διʼ ἑαυτῆς ὀπιπεύεσθαι, ὅ ἐστιν ἐπιτηρεῖσθαι καὶ διαφυλάττεσθαι τὸ ἔλαιον. Ὀλυμπιάς. ἡ τετραετία. Ὄλυνθος. ἡ ὠμὴ συκῆ. κυρίως δὲ ἐπὶ τῆς ἀγρίας συκῆς. ἀπὸ τοῦ ὀλλύω, τὸ φθείρω. Ὀλυμπία. ὁ ἐν Ἤλιδι τόπος. φασὶ γὰρ τὸν Δία ἡσθέντα τὸν τόπον ἑαυτῷ ὡς κλῆρον κατασχεῖν ὁμωνύμως τοῦ ὀνόματος τοῦ οὐρανοῦ. ὄλυμπος γὰρ ὁ οὐρανὸς προσαγορεύεται. — Οὐδέτερον. —Ὀλλάρια. τὰ χυτροπώλια. ἔνθα πιπράσκονται αἱ χύτραι. Ὀλίγου δεῖν. μικροῦ δεῖν, σχεδόν· συντόμως. Ὀλοόν. τὸ ὀλέθριον. Ὀλοφώϊον. τὸ ὀλέθριον, τὸ δόλιον, τὸ χαλεπόν. παρὰ τὸ τοὺς φῶτας ὀλλύειν, ἤγουν τοὺς ἄνδρας φθείρειν. Ὀλολύγιον. ἀπὸ τῆς ὀλολυγῆς. Ὀλεσίκρανον. φθορὰ κρανίου. Ὀλύμπια. ἑορτὴ παρʼ Ἕλλησι μείζων τῶν ἄλλων παρʼ αὐτοῖς ἑορτῶν. καὶ ὁ νικήσας ἐν αὐτοῖς τοὺς ὀλυμπιακοὺς ἀγῶνας ἐπίσημος ἦν ἐντεῦθεν, καὶ παντελῶς ἐφημίζετο. — Ῥῆμα. —Ὀλέκει. φονεύει. καὶ ὀλέκεσθαι τὸ ἐπιστρόφως καὶ ἐῤῥωμένως ἐπʼ αὐτοὺς ἐπιστρέφεσθαι. Ὄλλει. φθείρει. Ὄληαι. ὀλεσθῇς. Ὀλιγαρχούμενοι. ὑπʼ ὀλίγων ἀρχόμενοι. τρεῖς δέ εἰσι πολιτεῖαι· βασιλεία, ὀλιγαρχία καὶ δημοκρατία. Ὀλιγοδρανέων. ὀλίγον ἰσχύων. Ὀλιγηπελέων. ὀλίγον ἰσχύων. Ὀλισθαίνει. ἐκπίπτει. Ὀλινύειν. ἀργεῖν· λήγειν. Ὁλοκαρπούμενον. ὅλον προσφερόμενον. Ὀλολύζω. θρηνῶ μετὰ κλαυθμοῦ καὶ κραυγῆς. Ὀλοφυρόμενος. ἀποδυρόμενος· κλαίων· θρηνῶν. κυρίως δὲ τὸ μετὰ τιλμοῦ τῶν τριχῶν κλαίειν. Ὀλλόμενος. ἀπολλύμενος. Ὀλλύω. τὸ φθείρω. οἱ μὲν παρὰ τὸ ὄλω, ὀλύω, πλεονασμῷ τοῦ λ, οἱ δὲ παρὰ τὸ ὄλλω. Ὄλωλα καὶ ἀπόλωλα καὶ ὀλώλαμεν. ἀντὶ τοῦ ἀπεθάνομεν. καὶ ἀπολώλαμεν. — Ἐπίῤῥημα. —Ὁλικῶς. ἐξ ὅλου. Ὁλοτελῶς. τελείως. ἐξ ὁλοκλήρου. Ὅλως. παντελῶς. ὅλως ὀψιμαθὴς, ὅλως σοφιστὴς, μεγάλως. ὅλος ἀνάπηρος, μικρόν. Τὸ Ο μετὰ τοῦ Μ. — Ἀρσενικόν. —Ὅμαδος. ὁ θόρυβος. ἡ κραυγή. οἱονεὶ ἅμαυδός τις ὤν· παρὰ τὸ ὁμοῦ πολλὰ αὐδεῖν. Ὁμαίμων. ὁ γνήσιος ἀδελφός. Ὁμαίχμιος. ὁ μέσος. Ὄμβρος ἐστὶν ἀθρόον ὕδωρ ἐκ νεφῶν ἐκκρινόμενον. Ὁμέστιος. σύνοικος· ἐγκάτοικος· ὁμόοικος. Ὁμῆλιξ. ὁ συνηλικιώτης. Ὅμηρος. κύριον. ὅμηρος καὶ ὁ πλησιόχωρος. παρὰ τὸ συνεῖναι τοῖς λαμβάνουσιν. οἷον ὁμοῦ συνόντων. Ὁμηρῖται. ἐθνικόν. Ὅμιλος. ἐπὶ μὲν τοῦ πολέμου, παρὰ τὸ ὁμοῦ τὰς ἴλας ἐμβάλλειν, ὅ ἐστι τὰς συστροφάς· ἐπὶ δὲ τῆς ἀναστροφῆς τοῦ πλήθους ἤγουν τοῦ ὄχλου, παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. Ὄμφαξ. ἡ ὠμὴ σταφυλή. οἱονεὶ ὠμόφαξ τις ὢν, καὶ συγκοπῇ ὄμφαξ. Ὁμογενῶν. συγγενῶν. Ὁμόγνιος. ἀδελφός. ἢ ὁ γνήσιος συγγενής. ὁμογνίου αἵματος. Ὁμοδίαιτος. ὁμοτράπεζος. Ὁμόδουλος. ὁ σύνδουλος. τὸ ὁμόδουλον πῦρ. Ὁμόθυμος. ὁ ὁμόφρων, ὁ τῆς ὁμοίας ψυχῆς καὶ καρτερίας. Ὁμοούσιος. ὁ ἐξ αὐτῆς τῆς τοῦ ὑποκειμένου οὐσίας ὑπάρχων. Ὁμόσιτος. ὁμοδίαιτος. Ὁμοσπόνδους. τοὺς ὁμοφύλους. ἀπὸ τοῦ σπένδω, τὸ φιλιοῦμαι. Ὁμόσφυρος. ὁ ἀδελφός. διὰ τὸ περὶ τὰ αὐτὰ, τὰ σφυρὰ τῆς μητρὸς πεσεῖν γεννηθέντα. Ὁμοφυής. ὁ ὁμογενής. Ὄμπνιος. τρόφιμος. Ὀμφαλός. κυρίως ἐπὶ τοῦ ἡμετέρου σώματος κατὰ τὸ μέσον εἴρηται. παρὰ τὸ ὀμπνεῖν, ὅ ἐστιν ἀναπνεῖν, γίνεται ὀμπναλὸς καὶ ὀμφαλὸς κατὰ τροπὴν τοῦ π εἰς φ, καὶ ἀποβολῇ τοῦ ν. ὀμφαλός ἐστι, διʼ οὗ τὸ ἔμβρυον ἀναπνεῖ· τὸ γὰρ βρέφος κατὰ γαστρὸς ὂν παρὰ αὐτὸν εἰλεῖται καὶ ἀναπνεῖ καὶ τρέφεται. ἢ παρὰ τὸ φαλῷ ἐοικέναι· ἐκκρεμὴς γάρ ἐστιν ἐν ἀρχῇ πρὸ τῆς ἀποτομῆς. εἴρηται δὲ μεταφορικῶς καὶ ἐπὶ ζυγοῦ καὶ ἀσπίδος καὶ ἄλλων τινῶν. Ὁμοίϊος. ὅμοιος. πλεονασμῷ τοῦ ι, ὡς γελοῖος γελοίϊος. Ὁμώλακες. ὁμοαύλακες, ὅμοροι. ὤλακα γὰρ τὴν αὔλακα λέγουσιν οἱ Δωριεῖς. Ὁμωρόφιος. ὁ ὁμόστεγος. Ὅμορος. γείτων. πλησιόχωρος. — Θηλυκόν. —Ὁμήγυρις. συνάθροισμα. παρὰ τὸ ὁμοῦ ἀγείρεσθαι καὶ συναθροίζεσθαι. Ὁμηλικιῶτις. ἡ συνῆλιξ καὶ ὁμῆλιξ. Ὁμηρεία. ἡ τοῦ ὁμήρου, καὶ ἡ συναλλαγὴ καὶ ἀντιπρόσοψις. Ὁμίχλη. σκότος· ἀορασία. ἢ παχὺς καὶ ὑγρὸς ἀήρ. οἱονεὶ ὁμοΐλη τις οὖσα. παρὰ τὸ ὁμοῦ καὶ τὴν εἵλησιν τῶν νεφῶν, ὁμίλη, καὶ πλεονασμῷ τοῦ χ ὁμίχλη. Ὀμίχησις. ἡ οὔρησις. Ὁμοκλή. ἡ ἀπειλή. ἔστι ῥῆμα κλῶ, τὸ φωνῶ καὶ λέγω. τὸ δὲ κλῶ ἀπὸ τοῦ καλῶ γίνεται κατὰ συγκοπήν. ἐκ τοῦ οὖν κλῶ καὶ τοῦ ὁμοῦ γέγονεν ὁμοκλῶ καὶ ὁμοκλή. οἱονεὶ ἡ ὁμοῦ πᾶσι λεγομένη. οἷον· —μετὰ δὲ Τρώεσσιν ὁμόκλα. ἀντὶ τοῦ πᾶσιν ἐφώνει καὶ ἔλεγεν. ὅθεν καὶ τὸ ἐνικλᾷν ἀντὶ τοῦ ἀντιλέγειν. τὴν γὰρ ἐν πρόθεσιν ἀντὶ τῆς ἀντὶ εὑρίσκομεν. ὡς παρὰ τῷ Σοφοκλεῖ· ἐγὼ δʼ Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω. ἀντὶ τοῦ ἀντιστάτην. Ὀμόλη. ὄνομα ὄρους. Ὁμοφροσύνη. ἡ ὁμόνοια. Ὄμπνοια. ἡ ὁμόπνοια. ἢ ἀναπνοή. Ὀμφή. θεία φήμη, θεία φωνή. ἢ θεῖος ὄνειρος. παρὰ τὸ φῶ, τὸ φαίνω, καὶ τὸ ὂν γέγονεν ὀμφὴ, τροπῇ τοῦ ν εἰς μ. ἡ τὸ ὂν φαίνουσα. Ὀμβριμαῖον. ὕδωρ. Ὁμήρειον ἔπος. τὸ τοῦ Ὁμήρου. Ὅμηρα. τὰ ἕνεκεν εἰρήνης διδόμενα ἐνέχυρα. Ὁμοιομερές. οὗ τὸ μέρος τῷ ὅλῳ ὁμοιοῦται. ἢ καὶ τὸ ἄλλοις καὶ τῷ ὅλῳ ὁμωνύμως λεγόμενον. Ὁμοιώματα. ὑφεστώτων μιμήματα. οἷον ἡλίου, σελήνης, ἀνθρώπων, θηρίων. Ὄμοργμα. ἀποπίασμα. Ὁμόστολον. τὸ σύμμορφον τῇ ψυχῇ. Ὁμόνομον. τὸ ἔχον τὴν αὐτὴν νομήν. Ὁμοούσιον. τὸ αὐτὸν κατὰ τὸ ὑποκείμενον. ἢ τὸ μηδαμῶς καὶ ἀπαραλείπτως ἐνδεὲς τοῦ ἑτέρου. ἢ τὸ ἀπαράλλακτον κατὰ τὴν οὐσίαν. Ὁμοούσιον. τὸ τῆς αὐτῆς οὐσίας καὶ ἐνεργείας ἶσον ἀπαραλλάκτου ὑπάρχον, ὥσπερ ἄνθρωπος ἀνθρώπου, ἄγγελος ἀγγέλου, καὶ ζῶον ζώου, καὶ φλὸξ φλογός· ἐν διαφόροις μὲν ὑποστάσεσιν, ἐν μιᾷ δὲ οὐσίᾳ ὄντα. ὁμοούσιον δὲ λέγεται, ὅτι μίαν οὐσίαν καὶ δύναμιν κέκτηται. πενταχῶς δὲ εἴρηται τὸ ὁμοούσιον· ὁμοούσιον συγγενές· ὁμογενές· ὁμοφυὲς καὶ ὁμόφυλον. ἢ ὁμοούσιον ἐστὶ τὸ τῇ δυνάμει ἐν τῇ αὐτῇ οὐσίᾳ ἔλαττον. οἷον λίθος σαθρὸς καὶ λίθος ἀκρότομος· ξύλον φοίνικος καὶ ξύλον ἐβένινον· σὰρξ ἰχθύος καὶ σὰρξ καμήλου. ἑτεροούσιον δέ ἐστι τὸ κατὰ πάντα τρόπον τοῦ ἑτέρου ἀνόμοιον, ὡς πῦρ καὶ ὕδωρ, καὶ ἄνθρωπος καὶ ἄγγελος, καὶ πηλὸς καὶ ἥλιος, πρὸς χλόην. Ὁμοϋπόστατον. τὸ εἰς μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν ἄλλως συντεθειμένον, διάφορον δὲ τὸ αὐτὸ κατὰ τὴν οὐσίαν τυγχάνον, ὡς ἐπὶ ψυχῆς ἔχει καὶ σώματος καὶ τῶν ἄλλων, ὅσα φύσεως ἑτερότητι διαφέροντα καθʼ ὑπόστασιν ἥνωται. Ὁμώνυμα. ὁμώνυμα λέγεται, ὧν ὄνομα μὲν κοινὸν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. οἷον οἱ Σίμωνες· καθὸ μὲν Σίμωνες ὁμώνυμοι. ἀναγκαίως οὖν εἴρηται κατὰ τοὔνομα. ὁ γὰρ λόγος ὁ σημαινόμενος ὑπὸ τοῦ ὀνόματος ἕτερος. ἄλλος γὰρ ὁ Κανανίτης Σίμων μετὰ τῆς διαφορᾶς, καὶ ἄλλος ὁ ζηλωτής. οὐδὲν δὲ ἀδύνατον τὰ αὐτὰ πράγματα ὁμώνυμά τε εἶναι καὶ συνώνυμα κατʼ ἄλλο μέν τι καὶ ἄλλο καὶ οὐ κατὰ τὸ αὐτό. Ὁμώνυμον ὄνομά ἐστι τὸ κατὰ πολλῶν ὁμωνύμως τιθέμενον, οἷον ἐπὶ μὲν κυρίων, ὡς Θωμᾶς ὁ Λεββαῖος καὶ Θωμᾶς ὁ δίδυμος· ἐπὶ δὲ προσηγορικῶν, ὡς κύων θαλάσσιος καὶ κύων χερσαῖος. Ὁμοούσιον. τὸ τῆς αὐτῆς οὐσίας ἄλλο τυγχάνον, διάφορον δὲ τὸ αὐτὸ κατὰ τὴν ὑπόστασιν ὄν· ὡς ἐπί τε ἀνθρώπου καὶ τῶν ἄλλων ἔχει εἰδῶν. — Ῥῆμα. —Ὁμαρτεῖν καὶ ἁμαρτεῖν. ἀμφότερα ἐπὶ τοῦ ἐπιτυχεῖν καὶ ἀκολουθεῖν· τὸ δὲ δεύτερον καὶ ἐπὶ τοῦ συμπράξαι. οἷον· τὼ δʼ ἐξ οἴκου βῆσαν ἁμαρτήσαντες ἅμʼ ἄμφω. εἴρηται παρὰ τὸ ἄρω βαρύτονον, ὁ μέλλων αἰολικῶς ἄρσω, ὄνομα ῥῆμα ἀρτὸς, καὶ ἐξ αὐτοῦ ῥῆμα ἀρτῶ, καὶ ἐν συνθέσει μετὰ τοῦ ἅμα ἐπιῤῥήματος τοῦ δηλοῦντος τὸ ὁμοῦ γίνεται ἁμααρτῶ καὶ ἐν συγκοπῇ ἁμαρτῶ. καὶ ὁμαρτήσαντες ἀντὶ τοῦ ἁρμόσαντες. Ὀμβροβλυτῶ. ὑετὸν καταχέω. Ὀμβρήσας. ὑετήσας· καταχέας. ὀμβρίζω δὲ ἐπὶ ἐνεστῶτος, ι. Ὀμῇ. ἀντὶ τοῦ ὀμνύεις. Ὁμηρῆσαι. ἀγγελίας ποιῆσαι. ὁμηρίσαι δὲ τὰ τοῦ Ὁμήρου εἰπεῖν, ι. Ὁμηρῶ. περὶ διαλλαγῆς λαλῶ. Ὁμηρῶ. συντυγχάνω. Ὁμιλεῖ. συναναστρέφεται. Ὀμιχεῖν. οὐρεῖν καὶ χεῖν τὴν ἀμίδα. οἷον ἀμιδαχεῖν. ἔστι δὲ καὶ βαρύτονον, ὀμίχω, ὁ μέλλων ὀμίξω, καὶ παρʼ Ἱππώνακτι· ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλλησεν. Ὀμνύω. παρὰ τὸ ὁμῶ, ὁμονύω, καὶ ἐν συγκοπῇ ὀμνύω. Ὀμόρξασθαι. ἐκμάξασθαι. καὶ ὀμόργνυσιν ἀντὶ τοῦ ἀπομάττει καὶ ἀποπιάζει. ἀπὸ τοῦ ἀμέλγω τρπῇ τοῦ α καὶ τοῦ ε εἰς τὸ ο καὶ τοῦ λ εἰς τὸ ρ, πλεονασμῷ δὲ τοῦ ν γίνεται ὀμόργνω καὶ ὀμοργνύω. Ὀμόσαι. ἀντὶ τοῦ ὀμνύναι. ὁμόσε ἀντὶ τοῦ ὁμοῦ, ψιλόν. Ὁμορῶ. γειτονῶ· πλησιάζω. Ὁμοκλήσας. ἀπειλήσας. Ὁμοστιχάει. ὁμοῦ πορεύεται. Ὀμφακίζω καὶ ὀμφακισμός. Ὁμωθῆναι. ἀντὶ τοῦ ὁμοιωθῆναι καὶ οἰκειωθῆναι καὶ εἰς ὁμόνοιαν ἐλθεῖν. Ὀμωμοσμένος καὶ ὀμωμοκὼς, ὀμωμοκέναι. ὀμόσας δὲ τὰ δύο μικρά. Ὁμηρείως. ἀντὶ τοῦ ὁμηρικῶς. Ὁμιλαδόν. ἀντὶ τοῦ ὁμοῦ καὶ κατὰ τάξιν. Ὁμόσε. ἀντὶ τοῦ ὁμοῦ. Ὁμῶς. ἀντὶ τοῦ ὁμοίως. Τὸ Ο μετὰ τοῦ Ν. — Ἀρσενικόν. —Ὀνησιφόρος. κύριον. καὶ ὁ ὠφέλειαν φέρων. Ὄναγροι. ζῶα κατάξηρα καὶ διψώδη. Ὀνήσιμος. κύριον. καὶ ὠφέλιμος. Ὀνηγήσιος. ὀνηλάτης. Ὀνείδιος λόγος. ὁ ὀνειδιστικός. Ὄνειρος. παρὰ τὸ ὀνῶ, τὸ ὠφελῶ, ὄνειρος. ὡς πέπω πέπειρος, ἀΐσσω αἴγειρος, μάσσω μάγειρος. ὄνοιρος δὲ δωρικῶς, ο καὶ ι. Ὀνομαστός. περιβόητος, ἔνδοξος. Ὄνος βρωμώμενος. βρῶμον ἐσθίων. ἔστι δὲ εἶδος σπέρματος. Ὀνώρατος· Ὀνώριος· Ὀνώριχος. ὀνόματα κύρια. — Θηλυκόν. —Ὀνεία. ἡ ἰδέα τοῦ ὄνου. Ὀνειρωξία. ὀνειροσχελία. οἰνοφλυγία. Ὄνησις. ἡ ὠφέλεια. ὤνησις δὲ ἡ ἀγορασία, μέγα. Ὀνησιδώρα. κύριον. καὶ ἡ γῆ ἡ παρέχουσα καὶ δωρουμένη ὠφέλειαν. Ὄνθος. ἡ κόπρος τῶν βοῶν. Ὄνος. παρὰ τὴν ὄνησιν τὴν ἐξ αὐτῆς γινομένην ἐν τοῖς ἔργοις. Ὄντωσις. ἡ αὔξησις. Ὄνυξ. παρὰ νύσσω, νύξω, νύξ· καὶ πλεονασμῷ τοῦ ο ὄνυξ. ἢ παρὰ τὸ ἀνοίγω, ἀνοίξω, ἄνυξ καὶ ὄνυξ, διʼ οὗ ἀνοίγεται ἡ σὰρξ καὶ ἀραιοῦται. — Οὐδέτερον. —Ὄν. πρᾶγμα αὐθυπόστατον ἢ ἐνυπόστατον· ἐνυπόστατον δὲ ἐνταῦθα νοεῖται τὸ ἐν ἑτέρῳ ἔχον τὸ εἶναι. Ὀνείατα. τὰ βρώματα καὶ πάντα τὰ ὠφελοῦντα. ὡς παρὰ τὸ οὐτήσω γίνεται ὠτειλὴ τροπῇ βοιωτικῇ τοῦ η εἰς τὴν ει δίφθογγον, οὕτως παρὰ τὸ ὀνήσω γίνεται ὄνειαρ, ὀνείατος, κατὰ τροπὴν βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον. Ὄνειαρ. τὸ ὄφελος. Ὄνεια κρέα. ὄνων κρέα. Ὀνεῖον. τόπος, ἐν ᾧ οἱ ὄνοι. Ὀνείδη. χλευάσματα. μέμψεις. Ὀνίδιον. τὸ ἀειδούριον. Ὄνομα. τὸ ἑκάστου τῶν ὑποκειμένων ἢ πραγμάτων κοινὴν οὐσίαν σημαῖνον. ἢ ὄνομά ἐστι μέρος λόγου πτωτικὸν προτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων καὶ ὑποτασσόμενον. ἢ ὄνομά ἐστι μέρος λόγου πτωτικὸν σῶμα ἢ πρᾶγμα σημαῖνον· σῶμα μὲν, οἷον λίθος· πρᾶγμα δὲ, οἷον παιδεία. παρέπεται δὲ τῷ ὀνόματι πέντε· γένη, εἴδη, σχήματα, ἀριθμοὶ, πτῶσις. διότι καὶ τελικὰ ἀρσενικῶν ὀνομάτων στοιχεῖα εἰσὶ πέντε· ν ξ ρ ς ψ. ἢ ὄνομά ἐστι φωνὴ σημαντικὴ θέσει. — Ῥῆμα. —Ὄναιντο. ὠφεληθεῖεν. καὶ ὄναιο. Ὀνοτάζων. ἐκφαυλίζων. Ὀνειροπολεῖ. φαντάζεται. ὡς ἐν ὀνείρῳ βλέπει. Ὀνειρώττει. ὀνείρους βλέπει. Ὀνειδιῶ. ἀττικὸς μέλλων. Ὀνίναι. ὠφελῆσαι. καὶ ὀνίναιτο καὶ ὀνίνημι. Ὀνομῄνω. ἀντὶ τοῦ ὀνομάσω. ἀπὸ τοῦ ὀνόματος ὀνομῄνω. τὸ ῥῆμα ὀνομαίνω, ὀνομανῶ, ὡς πῆμα, πημαίνω, πημανῶ. Ὀναίμην. ἀντὶ τοῦ ἀπολαύσαιμί σου. φησὶν ὁ Ἀπόστολος· τῶν κατορθωμάτων ἴδοιμί σε πλουτοῦντα ἐν ἅπασι πνευματικοῖς ἀγαθοῖς. ὁ Ἀπόστολος· ἐγώ σου ὀναίμην ἐν κυρίῳ. Ὀνῶ. τὸ μέμφομαι. καὶ ὀνοτάζω, τὸ ὑβρίζω. Ὀνομαστί. ἐξ ὀνόματος. Ὄντως. ἀληθῶς. ὄντος δὲ, τοῦ ὑπάρχοντος. καὶ ὄντος τοῦ θεοῦ, μικρόν. καὶ ὀντότης, ἀπὸ τοῦ ὄντος. Τὸ Ο μετὰ τοῦ Ξ. — Ἀρσενικόν. —Ὀξυήκοος. ὁ ὀξέως ἀκούων. Ὀξυδερκής. ὁ ὀξέως καὶ ταχέως βλέπων, δέρκω γὰρ τὸ βλέπω. Ὀξυωπέστερος. ὁ ὀξέως καὶ ταχέως βλέπων. Ὀξύῤῥοπος. ὀξέως μετατρεπόμενος. Ὀξύς. γοργός. Ὀξύριγχος. ὄρνις. Ὀξυβελής. ὁ ὀξέως βάλλων. ἢ ὁ ταχέως βαλλόμενος. Ὀξυηκοώτατος. ὁ ὀξέως ἀκούων. Ὀξύβαφος. οὐχὶ ὀξυβάφος. Ὀξόγαρος. βάρβαρον. ὀξύγαρος γάρ. ὀξύγαρον οἰνηρὸν ἔτι κεκτήσεται. Ὀξοάθρης καὶ Ὀξαώθρης. κύρια. Ὀξεῖα. ποιότης συλλαβῆς ἀνειμένον ἔχουσα φθόγγον. ὠνόμασται δὲ ὀξεῖα ἐκ μεταφορᾶς τῶν ὀξέων δοράτων, ἢ διὰ τὸ τοὺς ὀξεῖς ἥλους μιμεῖσθαι. Ὀξυχολία. ἔξαψις καρδίας παραυτίκα ὀρεγομένη κακῶσαι τὸν κακώσαντα. Ὀξυδέρκεια. τὸ ὀξέως βλέπειν. ὀξυδορκία δὲ, ι. Ὀξυρευγμία. ὅταν ἡ τροφὴ ἐποξίσῃ. οἶμαι, ὅτι ὀξερευγμία γράφεται. — Οὐδέτερον. —Ὄξος. τὸ παρʼ ἡμῖν. Ὦξος δὲ, ὄνομα τόπου ἢ ποταμοῦ, μέγα. Ὀξύῤῥοπον. τὸ ὀξέως ῥέπον καὶ μετατρεπόμενον. Ὀξύπρωρον. ὀξεῖαν ἔχων τὴν πρώραν. Ὄξος. ὡς παχὺς γίνεται πάχος, καὶ ταχὺς τάχος, οὕτως καὶ παρὰ τὸ ὀξὺς ὄξος, τουτέστιν ὁ εἰς ὀξὺ καταβεβληκὼς οἶνος, ἐπειδὴ τέμνει καὶ κεντρίζει τὴν γεῦσιν. οἱ δὲ Κυρηναῖοι τὸ ὄξος εἶδος φασὶ, καὶ ἄλλοι γλυκάδιον. Τὸ Ο μετὰ τοῦ Π. — Ἀρσενικόν. —Ὀπαδός. ὁ ἀκόλουθος. ὡς παρὰ τὸ πέμπω γίνεται πομπὸς, καὶ παρὰ τὸ φέρβω φορβὸς, οὕτως καὶ παρὰ τὸ ἕπω ὀπὸς, ἐξ οὗ παράγωγον ὀπάζω. ἐκ τοῦ οὖν ὀπάζω, ὀπάσω, γίνεται ὀπαδὸς, ὡς φράζω, φράσω, φραδή. ἐκ δὲ τοῦ ὀπαδὸς κατὰ μετάθεσιν ὀπηδός. Ὁπαῖρος. ὁμοπάτριος. Ὀπάονας. δούλους, ἀκολούθους. Ὄπιος. κύριον. Ὀπικοί. ἔθνος. Ὁπλότεροι. οἱ νεώτεροι. ἐπεὶ πρὸς ὅπλων ἀναίρεσιν εἰσίν. ἀπὸ τῶν ὅπλων οὖν ὁπλότεροι. Ὀπός. τὸ γαλακτῶδες τῆς συκῆς, καὶ ἡ πυτία, ἢ ᾧ χρῶνται τινὲς ἀντὶ πυτίας. Ὀπουχέα. ὀμφάκιον. Ὀπτήρ. ὁ σκοπός. — Θηλυκόν. —Ὀπαῖα. κεραμὶς τὴν ὀπὴν ἐπικλείουσα. Ὄπασις. δόσις· παροχή. Ὀπή. ἡ νυκτερὶς, καὶ ἡ τρύπα. Ὀπίς. τὸ αἰδοῖον. Ὄπις. ἡ ἐξόπισθεν ἑπομένη τίσις ἢ ἡ ἐπιστροφή. Ὀπισθότονος. ἐναντίον κύρτωμα. Ὀπικία. χώρα. Ὁπλή. ἡ τῶν κτηνῶν ὄνυξ. οἱονεὶ ἁπλὴ τὶς οὖσα, τροπῇ τοῦ α εἰς ο, ὡς ἄρχαμος, ὄρχαμος. καὶ ὁπλέων τῶν ὅπλων. Ὁπλοσμένα. ἡ Ἥρα. Ὁποῖα ἦν. οἷα ὑπῆρχεν. Ὀπτανία. ἡ ἀπόβλεψις. Ὀπωπή. ἡ ὅρασις· ἡ πρόσοψις. παρὰ τὸ ὄπτω γίνεται ὀπὴ, ὡς κόπτω, κοπὴ, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ ἔκτασιν ὀπωπή. Δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δʼ ἀπελείπετʼ ὀπωπή. Ὀπτιλέτιν. ἱερὸν Ἀθηνᾶς. — Οὐδέτερον. —Ὀπίμια. τὰ λάφυρα. Ὀπίσιον. αἰδοῖον γυναικός. καὶ ἀνδρεῖον ἰσχίον. Ὅπλα. παρὰ τὸ ὀφέλλω, τὸ αὔξω. ὄφλα καὶ ὅπλα. τὰ κατὰ μῆκος ἐξελαυνόμενα ἐπὶ τοῦ ἄκμονος. Ὀπτανεῖον. μαγειρεῖον, ἢ ὁ φοῦρνος. Ὀπωροφυλάκιον. ἐν ᾧ ἡ ὀπώρα φυλάσσεται. Ὀπτόν. παρὰ τὸ ὄπτω, τὸ βλέπω. οἱονεὶ τὸ συνεχῶς ἐποπτευόμενον. — Ῥῆμα. —Ὀπάζει. παρέχει. Ὀπηδεύω. ἀκολουθῶ. —ἠΰτε μῆλα ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆϊ. Ὀπάων. ἀκολουθῶν. παρὰ τὸ ὀπάζω. Ὀπτανόμενος. βλέπων. Ὀπτόμενος. ὠπτημένος δὲ, μέγα. Ὀπύει. γαμεῖ. Ὄπωπα. εἶδον. ἀπὸ τοῦ ὄπτω ὦπα καὶ ὄπωπα. τούτου δὲ οἱ κοινοὶ μέσοι παρακείμενοι, φημὶ δὴ τοῦ ὦπα καὶ τῶν λοιπῶν, οὐχ εὑρίσκονται ἐν χρήσει, ὡς λέγει ὁ Χοιροβοσκός. ὠπώπειν δὲ ἐπὶ ὑπερσυντελίκου μέγα καὶ δίφθογγον. Ὀπιπτεύοντα. ἐποτρύνοντα. ἐπιτηροῦντα. Ἡσίοδος· νείκεʼ ὀπιπτεύοντʼ ἀγορῆς ἐπακούειν ἐόντα. Ὀπίζεο. ἐπιστροφὴν ποιοῦ. — Ἐπίῤῥημα. —Ὅπη. ἀντὶ τοῦ ὁπηνίκα. Ὄπιθεν καὶ ὄπισθεν. διχῶς. εἰ μὲν ὄπιθεν, ἀπὸ τοῦ ὀπίσω· ὀπίσωθεν καὶ συγκοπῇ τῆς σω συλλαβῆς ὄπιθεν· εἰ δὲ ὄπισθεν, ἀποκοπῇ τοῦ ω. Ὀπίσω. παρὰ τὸ ἐπὶ ὀπίσω, ὡς παρὰ τὸ ἐξ ἔξω καὶ εἰς εἴσω. τροπῇ τοῦ ε εἰς ο ὀπίσω. Ὁπότε. χρονικὸν ἐπίῤῥημα. Τὸ Ο μετὰ τοῦ Ρ. — Ἀρσενικόν. —Ὀρεύς. ὁ ἀείδαρος ἢ ὁ ἡμίονος. παρὰ τὸ ἐν ὄρεσι μᾶλλον δύνασθαι ἐργάζεσθαι. Ὀρεωκόμος. ὁ ἐπιμελητὴς τῶν ἡμιόνων ἢ τῶν ἀειδάρων. Ὀρεσκῷος. ὁ ἐν ὄρεσι διαιτώμενος. κείω, ὃ σημαίνει τὸ κοιμῶμαι. ἀπὸ τοῦ κείω ὀρεσίκοιος καὶ συγκοπῇ καὶ τροπῇ τοῦ ο εἰς ω ὀρεσκῷος. καὶ μένει τὸ ι προσγεγραμμένον. τὰ διὰ τοῦ ωος ὑπὲρ δύο συλλαβὰς ἔχει τὸ ι κατὰ τὴν παραλήγουσαν καὶ προπερισπᾶται. οἷον Ἀχελῷος, Μινῷος, πατρῷος, ἡρῷος, ὀρεσκῷος. οἷς συνεξηκολούθησε ἀθῶος, χωρὶς τοῦ κολωὸς, ὃ σημαίνει τὸν θόρυβον. Ὀρθόδοξος καὶ ὀρθοδοξία. ἀψευδὴς περὶ θεοῦ καὶ κτίσεως ὑπόληψις ἢ ἔννοια περὶ πάντων ἀληθής. ἢ δόξα τῶν ὄντων, καθάπερ εἰσίν. Ὄρθρος. παρὰ τὸ αἴρειν, καὶ ὀρθίους ἡμᾶς ποιεῖν λεχήρεις ὄντας. Ὀρθός. ἐκ τοῦ ὄρω, ὄρσω, ῥηματικὸν ὄνομα ὀρτὸς καὶ ὀρθός. Ὀρειβάσιος. ὁ ἐν τῷ ὄρει βαίνων. Ὀρείχαλκος. εἶδος ὕλης οὕτω καλούμενον, ἥτις νῦν οὐχ εὑρίσκεται. ἄλλοι δὲ λέγουσιν, ὅτι χείμευσις ἐστὶ χαλκοῦ, τοῦ νυνὶ εὑρισκομένου λευκοῦ χαλκοῦ. Ἡσίοδος· ὃς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ. Ὅρκος. παράληψις τοῦ θείου, ἐπὶ πίστιν τοῦ λεγομένου ἢ πραττομένου. παρὰ τὸ εἴργειν τοὺς παραβαίνοντας. ὄργος καὶ τροπῇ τοῦ γ εἰς κ ὅρκος. Ὅρμος. ὁ λιμήν. —τὴν δʼ εἰς ὅρμον προσέρυσαν—. παρὰ τὸ ἕρμα, τὸ ἀσφάλισμα, γίνεται ὅρμος. ὅθεν καὶ ὁρμίσαι, τὸ ἐν ἀσφαλείᾳ εἶναι τὴν ναῦν. ἐπὶ δὲ τοῦ κοσμίου, παρὰ τὸ εἴρω, τὸ συμπλέκω, ἐξ οὗ καὶ ὁρμιὰ καλεῖται ἡ σειρὰ, πρὸς ἣν τὸ ἄγκιστρον ἐπησφάλισται δεδεμένον. Ὁρμίσκος. ὁ περιτραχήλιος κόσμος. Ὁρμαθός. τὸ πλῆθος, ἡ τάξις. Ὄροβος. εἶδος κριθῆς. οἱονεὶ ὁ ἐρεπτόμενος ὑπὸ τῶν βοῶν. Ὅρος. λόγος σύντομος, δηλωτικὸς τῆς ὑποκειμένης οὐσίας τῷ πράγματι. ἢ δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. ὅροι δὲ λέγονται ὡς ὁράσεις καὶ ὀφθαλμοὶ τῶν πραγμάτων τυγχάνοντες, καὶ ὡς ὁρίζοντες ἤτοι περικλείοντες συντόμως τὴν τοῦ ὀνόματος δύναμιν. οἷον ἀνθʼ οὗ λέγομεν, ὅτι ἄνθρωπος ἐστὶν οὐσία ἐκ σαρκὸς καὶ ψυχῆς καὶ λόγου καὶ αἵματος καὶ στοιχείων ἑτέρων πλειόνων· περιορίζομεν οὖν ταῦτα διὰ τοῦ ὅρου, λέγοντες, ὅτι ἄνθρωπος ἐστὶ ζῶον λογικὸν καὶ θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ὅρος τῶν ὅρων ἐστὶν ὁ πάντα μὲν ὁρίζων, αὐτὸς δὲ ὑπʼ οὐδενὸς ὁριζόμενος, ὅς ἐστι μόνος ὅρος τῶν ὅρων θεός. ἀόριστόν ἐστι τὸ κατʼ οὐσίαν θεός· δυσόριστον ἐστὶ τὸ μὴ καθόλου, ἀλλʼ ἐκ μέρους γινωσκόμενον, οἷον τὸ ξύλον τῆς ζωῆς. τρία εἰσὶν ἐν ἀνθρώποις ἀγνώριστα καὶ ἀόριστα· θεός· ἄγγελος καὶ ψυχὴ, μόνῳ τῷ θεῷ γινωσκόμενα κατʼ οὐσίαν· λοιπὸν ὁ καλῶς διαπορῶν πρὸς τὸν ἐναντίας· οὕτως λέγει. τί ὅρος καὶ τί τὸ ἀόριστον καὶ τί τὸ δυσόριστον καὶ τί τὸ εὐόριστον, εὐόριστον δέ ἐστι τὸ ψηλαφώμενον καὶ φθειρόμενον, οἷον ὁ ἄρτος καὶ τὰ ὅμοια. ὅριον ἐστὶν ἀνυπόστατος ἢ ἀνυπέρβατος στάσις· ἀόριστόν ἐστι τὸ μόνον ἄκτιστον, θεός· δυσόριστον δὲ τὸ κτιστὸν καὶ ἀόρατον, ἄγγελος, ψυχὴ, δαίμων. Ὅρος. ἔστι λόγος ἐπέκεινα ἑαυτοῦ προελθεῖν τὸ πρᾶγμα, οὗ ἐστι, μὴ συγχωρῶν, διὰ τὸ ἐν αὐτῷ καὶ μόνον γνωρίζεσθαι. Ὅρος κακίας. ἡ πρὸς τὸ τέλος τῶν γινομένων ἐν τῇ φύσει δυνάμεων ἐνεργείας ἔλλειψις. ἢ ὅρος κακίας ἡ τῶν φυσικῶν δυνάμεων κατʼ ἐσφαλμένην κρίσιν ἐπʼ ἄλλων περὶ τὸ τέλος ἀλόγιστος κίνησις. ὅρον πάλιν καλεῖ ὁ Ἀριστοτέλης, εἰς ὃν ἀναλύεται ἡ πρότασις. οἷον ἐστὶ πρότασις· Σωκράτης βαδίζει. αὕτη ἡ πρότασις ἀναλύεται εἰς Σωκράτην ὅρον ὄντα καὶ εἰς τὸ βαδίζειν πάλιν ὅρον. Ὁριστὸν δέ ἐστι τὸ ἐπιδεχόμενον ὅρον, ὡς ἔχον ὕπαρξιν καὶ ἰδιοπεποιημένον. οἷον· ἄνθρωπος· ἵππος. ὡσαύτως δὲ καὶ τὸ ἀγαθόν. ἀόριστον δὲ τὸ ἀνείδεον καὶ ἀνύπαρκτον. ὡς τό· οὐκ ἄνθρωπος· οὐχ ἵππος· οὐκ ἀγαθόν. ὁμοίως ἀόριστόν ἐστι τὸ ἁπλῶς λεγόμενον καὶ μὴ σημαῖνον τὸ τί ἢ τὸ ποσόν. ὡς ἵνα εἴπωμεν χρῶμα καὶ μὴ εἴπωμεν λευκὸν ἢ μέλαν, ἢ ἄνθρωποι καὶ μὴ εἴπωμεν πόσοι. Ὅρος. ὁ τὸ ὂν τὶ εἶναι δηλῶν, ἢ λόγος ἐκ τῶν καθόλου καὶ κοινῶν ἴδιόν τι ἀποτελῶν. οἷον ἄνθρωπος, ζῶον, λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. καὶ ἰδοὺ ἐκ τῶν καθόλου καὶ κοινῶν ἴδιόν τι ἀπετέλεσε. τουτέστι τὸν ἄνθρωπον. καὶ ἐκ μὲν τῶν καθόλου ἐστὶ ζῶον, ἐκ δὲ τῶν κοινῶν τὸ λογικόν. οὐ μόνον γὰρ ὁ ἄνθρωπος ἐστὶ λογικὸν, ἀλλὰ καὶ ἄγγελοι καὶ δαίμονες. εἴληπται δὲ ὅρος ἀπὸ τῶν τῆς γῆς ὁροθεσίων. ὥσπερ γὰρ τὰ ὁροθέσια χωρίζει τήν τε γῆν ἀπὸ τῆσδε, καὶ ἑκάστης τὸ ἴδιον φυλάσσει, τὸν αὐτὸν τρόπον καὶ ὁ ὅρος τοῦ ἀνθρώπου χωρίζει τὸν ἄνθρωπον ἀπὸ τοῦ ἵππου καὶ τῶν ὁμοίων. γίνεται δὲ ἀπὸ τοῦ εἴρω, τὸ συνάπτω καὶ συμπλέκω. ὡς σπείρω σπόρος, οὕτως καὶ εἴρω ὅρος. ἐπὶ δὲ τοῦ οὐδετέρου τὸ ὄρος τὸ ἀπὸ γῆς εἰς ὕψος αἰρόμενον. ἢ παρὰ τὸ ὄρω, τὸ ὁρμῶ, παράγωγον ὀρούω, γίνεται ὄρος. καὶ περισπώμενον λέγεται ὀρῶ. ἔνθεν τὸ εἰκὸς, ὀρεῖται. ἢ παρὰ τὸ ὁρᾷν εἰς ὕψος διʼ αὐτοῦ. Ὁρισμός. δήλωσις πράγματος διὰ λόγου, οὗ χωρὶς οὐδὲ τί ἐστιν, οὐδʼ ὅτι ἐστὶ, γνωρίζεται. Ὀρόδαμνος καὶ ὄρπηξ. ἐπὶ τοῦ κλάδου. παρὰ τὸ ὀρούειν κατὰ τὴν αὔξησιν. Ὅρπηξ. ὁ κλάδος. παρὰ τὸ ἕρπειν καὶ ὀρούειν εἰς ὕψος πεποίηται. κλίνεται ὅρπηξ ὅρπηκος. Ὀρτάλιχος. ὁ νεοσσός. παρὰ τὸ γλίχεσθαι ὀρούειν καὶ πέτεσθαι. Ὀρυγμαδός. θόρυβος, τάραχος, κραυγή. ὁ ἐν ὄρει γινόμενος. παρὰ τὸ ὄρος καὶ τὸ ὁμαδὸς, ὅ ἐστιν ὁ θόρυβος. οἱ δὲ φασὶ παρὰ τὸν θόρυβον, θορυβάξω, θορύβαγδος, καὶ μεταθέσει τοῦ β εἰς τὸ μ καὶ ἀποβολῇ τοῦ θ ὀρυμαγδός. καὶ ἐπὶ τοῦ ἁπλῶς θορύβου. Ὀρφανός. ὁ μή τινα ἔχων βοηθόν. παρὰ τὸ ὄροφος ὀροφανὸς καὶ ὀρφανός. Ὄρχαμος. ὁ ἡγεμών. παρὰ τὸ ἄρχω ἄρχαμος καὶ ὄρχαμος. ὡς πάρδαλις ἡ δορά. καὶ πόρδαλις τὸ ζῶον. Ὄρχατος. ἡ ἐπίστιχος φυτεία. διʼ ἧς διερχόμεθα. διαφέρει ὀρχὸς ὀρχάτου. ὀρχὸς γάρ ἐστιν ὁ βόθρος, πρὸς ὃν ἐντίθεται τὸ φυτὸν πρὸς μοσχείαν. παρὰ τὸ ὀρύσσω. ὄρυχον τινὰ ὄντα. καὶ Ἀριστοφάνης τὸ μεταξὺ τῶν φυτῶν μετόρχμιον ἐκάλεσεν ἐν τοῖς Γεωργοῖς. ὁ δὲ Ἡσίοδος ὄρχον λέγει τὴν ἐπίστιχον τῶν ἀμπέλων φυτείαν. —παρὰ δέ σφισιν ὄρχος χρύσεος ἦν—. Ἀπίων δὲ ἐτυμολογεῖ παρὰ τὸ ὄρυσθαι τὴν γῆν πρὸς φυτείαν. Ὀργιῶνες. οἱ θύται. παρὰ τὰ ὄργια, ὅ ἐστι τὰ θεῖα μυστήρια. Ὀῤῥός. τὸ γάλα. Ὅροι. οἱ ἀριθμοί. Ὀριτρόφος. ὁ ἐν ὄρει τρεφόμενος, ἰῶτα. γράφεται διὰ τὸ τ καὶ τὸ ρ. — Θηλυκόν. —Ὅρασις. διὰ τὸ τοὺς ὅρους, τουτέστι τὰ πέρατα τῶν σωμάτων, καταλαμβάνειν. Ὀργή. θυμὸς ἐμμένων ἢ πάθος δαιμονιῶδες. Ὀργή. τρόπος. οὕτως Θουκυδίδης. Ὀργυιά. τὸ ἐξηπλωμένον μέτρον τῶν χειρῶν ἢ τὴν ἔκτασιν τῶν χειρῶν σὺν τῷ πλάτει τοῦ στήθους. παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰ γυῖα, ὅ ἐστι τὰς χεῖρας. Ὀρειβασία. Ὄρεξις. ἐπιθυμία. ἢ τοῦ ἐπιθυμητικοῦ τῆς ψυχῆς μέρους κίνησις. Ὀρθωσία. Ὁρμή. ὄρεξις ἐνεργητικὴ τῶν ἐφʼ ἡμῖν πρακτέων. ἢ ὁρμή ἐστιν ἔμμονος λύπη καὶ διαρκὴς πρὸς τὴν τῶν ἠδικηκότων ἀντίδοσιν. Ὁρμὴ καὶ ἡ κίνησις. Ὀροφή. ἡ στέγη. Ὀρομηλίς. τὸ ἀγριόμηλον. Ὀῤῥωδία. ὁ φόβος. Ὀρτή. ἀπὸ τοῦ ἑορτὴ κατὰ συγκοπήν. Ὀρφνή. σκοτεινὴ νὺξ ἢ μέλαινα. νύκτα διʼ ὀρφναίην—. παρὰ τὸ ἐρέφω, τὸ σκέπω, γίνεται ὀροφὴ καὶ ὀρφνὴ κατὰ πλεονασμὸν τοῦ ν καὶ συγκοπήν. Ὁρκωμοσίαν. τὸ ἀμετάθετον λέγει ὁ Ἀπόστολος· ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· ὤμοσε κύριος τῷ Δαβὶδ καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεύς. — Οὐδέτερον. —Ὄργανον. παρὰ τὸ ὀρέγω ὀρέγανον καὶ ὄργανον. Ὄργια. τὰ ἱερὰ μυστήρια. κυρίως δὲ τὰ Διονυσιακὰ διὰ τὸ ἐν ταῖς ὀργάσιν αὐτὰ ἐπιτελεῖσθαι. ἢ διὰ τὸ ὀργᾷν καὶ ἐπιθυσιάζειν. ὀργὰς δέ ἐστι γῆ ἐν Μεγάροις οὕτω καλουμένη. Ὄργανον. δοῦλος ἄψυχος. Ὀρεικὸν ζεῦγος. ἀειδουρικὸν ἢ ἡμιονικόν. Ὄρθιον. ὄρος. Ὄρθριον. τὸ ὀρθρινόν. Ὁρακήσιον. τόπος. Ὅριον. ἀνυπέρβατος στάσις. ὄρειον δὲ πρέμνον, δίφθογγον. Ὀρίγανον. βοτάνη. ὤφειλε διὰ διφθόγγου γράφεσθαι. καὶ γὰρ παρὰ τὸ ὄρει δοτικὴ καὶ τὸ γάνος, ὃ σημαίνει τὴν χαρὰν, γέγονεν ὀρίγανον. τὸ γὰρ ὀρίγανον ἐν τῷ ὄρει χαίρει. ἢ ἐκ τοῦ ὁρᾷν καὶ τοῦ γανῶ, τὸ λαμπρύνω· ὁρᾷν γὰρ καλῶς ποιεῖ τὸ ὀρίγανον. ὁ δὲ γραμματικὸς Θεοδόσιος λέγει, διὰ τοῦ ι γράφεται, ἐπειδὴ παρὰ τὸ ῥιγῶ γίνεται ῥίγανον καὶ πλεονασμῷ τοῦ ο ὀρίγανον, οἱονεὶ τὸ ψύχον τινὰ κατὰ ἀντίφρασιν· θερμαίνει γάρ. Ὅρκιον σκῆπτρον. καθʼ οὗ ὤμνυον. Ὁρμητήριον. ὁρμιστήριον δὲ, ι. Ὄρνεον. παρὰ τὸ ὀρούειν. ἢ παρὰ τὸ αἴρεσθαι. Ὀροπύγιον καὶ οὐροπύγιον. Ὁριστόν. τὸ ἐπιδεχόμενον ὅρον, ὡς ἔχον ὕπαρξιν καὶ ἰδιοπεποιημένον, οἷον· ἄνθρωπος, ἵππος. ὡσαύτως δὲ καὶ τὸ ἀγαθόν. Ὀρεικόμενος. ἡμιοναγός. Ὁρατή. ῥύμη. Ὀρειγάνη. σαργάνη. Ὀρσηλία. ὀρχήστρια. Ὀραδά. λίαν γαλακτώδη. Ὄραες. γυναῖες. Ὀρειγανοειδές. τὸ ὕσσωπον. — Ῥῆμα. —Ὀρέγω. παρέχω. Ὀρέγεται. ἐπιθυμεῖ. Ὄρεσθαι. ἔρχεσθαι. Ὀρεχθεῖ. στενάζει. Ὀρειοκομῶ. ὀρέων καὶ ἀειδάρων καὶ ἡμιόνων ἐπιμελοῦμαι. Ὀρέχθεον. διετείνοντο. παρʼ Ὁμήρῳ. Ὁρῇ. ἀντὶ τοῦ ὁρᾷ. οὕτως Πλούταρχος. Ὄρθαι. ἀντὶ τοῦ διεγερθῆναι. ἀπὸ τοῦ ὄρω, ὄρσω, ὦρκα, ὦρμαι, ὦρται. ὦρται μὲν μέγα κῦμα— τὸ ἀπαρέμφατον ὦρθαι, καὶ κατὰ συστολὴν ὄρθαι. πρὶν ὄρθαι παρὰ ναῦφι—. Ὀρνυμένους. ἐπεγειρομένους· εὐτρεπιζομένους. Ὀριγνᾶται. ἐπιθυμεῖ. καὶ ὀριγνώμενος. Ὀρίνεται. διεγείρεται. Ὀρίνω. τὸ διεγείρω καὶ ταράσσω. παρὰ τὸ ὄρω ὀρίνω. Ὁρκωμοτῶ. ὁρκομοσάμενος δὲ ὅλα μικρά. Ὀρμώμενος. προθυμούμενος. ὡρμημένος δὲ μέγα. Ὀρούω. τὸ ὁρμῶ. ὄρω, ὀρύω. ὡς πλήθω, πληθύω, πηδῶ, πηδύω, οὕτως ὄρω, ὀρύω, καὶ πλεονασμῷ τοῦ ο ὀρούω. Ὀρόμενος. διεγειρόμενος. Ὁρώμενος δὲ, ὁ βλεπόμενος, μέγα. Ὁρόωντες. ἀντὶ τοῦ ὁρῶντες. Ὁρόῳτε. ἀπὸ τοῦ ὁράοιτε, ὁρῷτε, πλεονασμῷ ὁρόῳτε. νῦν δὲ φίλως οὐχ ὁρόῳτε—. Ὀροθύνω. τὸ παρορμῶ καὶ διεγείρω καὶ ἐρεθίζω. παρὰ τὸ ὀρόθω ὀροθύνω. ἢ παρὰ τὸ ὄρω, ὀρῶ, καὶ τὸ θύνω γίνεται ὀροθύνω, ὡς πλήθω πληθύνω. Ὄρσο. ἐγέρθητι. καὶ ὄρσεο. ὄρω τὸ διεγείρω, ὁ μέλλων ὄρσω, καὶ μετῆλθεν εἰς ἐνεστῶτα καὶ ἐγένετο ὄρσω, ὄρσομαι, ὠρσόμην, ὤρσεο, καὶ τὸ προστακτικὸν ὄρσεο, συστολῇ. Ὀρταλίζειν. παρὰ τὸ ὄρω, τὸ διεγείρω. ὁ παθητικὸς παρατατικὸς ὦρμαι, τὸ τρίτον ὦρται, ῥῆμα ὄνομα ὀρτὸς, ἀφʼ οὗ καὶ περισπώμενον ὀρτῶ, καὶ παράγωγον ὀρτίζω καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ὀρταλίζω. δηλοῖ δὲ κυρίως ἡ λέξις τὸ ἀναῤῥίπτειν τὰ νήπια τῶν παιδίων. οἱονεὶ ὀρούειν εἰς ὕψος. κατεχρῶντο δὲ τῇ λέξει καὶ ἐπὶ τοῦ ἄλλην ἡντιναοῦν ποιεῖσθαι κίνησιν. ὡς Ἀριστοφάνης, οἷον· ἀνορτάλιζες κακερουτίαν— ἀντὶ τοῦ ἀναῤῥίπτειν ἐποίεις. Ὁρίζει. νομοθετεῖ. ἵστησιν. ὅρον δίδωσιν. Ὀρχήσασθαι. τὴν τάξιν τῆς φυτείας ὄρχους εἰώθασι λέγειν οἱ ποιηταὶ, καὶ οἱ ὀρχησταὶ ἐντεῦθεν, ὅτι κατὰ τὴν τῶν βοτρύων συγκομιδὴν ἐν τοῖς τόποις ἐπειδὰν ἔτυχον τρυγῶντες, ἀπήρχοντο τῷ θεῷ χορεύοντες, καθάπερ κωμῳδοί. ἐξ οὗ καὶ τὸ ὀρχῶ, ὀρχήσω, ὀρχήσασθαι. οἱ δὲ παρὰ τὸ ὀρέγειν, ὅ ἐστιν ἐκτείνειν τὰς χεῖρας, κατὰ τροπὴν τοῦ γ εἰς χ. τρία δέ εἰσιν εἴδη τῆς ὀρχήσεως· πυῤῥίχη, ἣν ἠσκοῦντο οἱ Κρῆτες πρὸς ἄσκησιν τῶν πολεμικῶν μετὰ τῶν ὅπλων ὀρχούμενοι· σίκιννις, ἥτις ἐστὶν ἱερατική· καὶ ὁ κορδακισμὸς, αἰσχρός τις ὢν καὶ μᾶλλον κωμικοῖς ἁρμόδιος. Ὀρῶ. τὸ διεγείρω καὶ ὁρμῶ. περισπωμένως. καὶ ὄρω, τὸ διεγείρω. καὶ ὁρῶ, τὸ βλέπω. Ὀρωρέχαται. ἐκτέτανται. καὶ ὀρορεχότες. Ὄρωρε. διηγέρθη· τεθύμωται. καὶ ὄρωρα. ὀρῶ. ὁ μέσος παρακείμενος ὦρα καὶ ἀττικῶς ὄρωρα καὶ καθʼ ὑπερβιβασμὸν ὤρορα. Ὁρώη. εὐκτικόν. Ὀρώρει. ποιητικῶς. Ὀῤῥωδῶ. τὸ φοβοῦμαι. παρὰ τὸ ῥῶ, τὸ ὑγιάζω, ἐξ οὗ καὶ ἔῤῥωμαι, παράγωγον ῥώζω καὶ μεταθέσει τοῦ ζ εἰς δ ῥωδῶ, ὡς μύζω, μυδῶ, χάζω, χαδῶ, ἔνθεν τὰ κεχανδότα πλεονασμῷ τοῦ ν, καὶ ἐρίζω, ἐριδῶ, ἔνθεν τό· —ἐριδήσασθαι Ἀχαιούς. ῥωδῶ οὖν καὶ πλεονασμῷ τοῦ α ἀῤῥωδῶ. καὶ παρʼ Ἡροδότῳ· τὴν ψυχὴν ἀπεμάχετο ἀῤῥωδέων. καὶ τροπῇ τοῦ α εἰς ο ὀῤῥωδῶ, τὸ μὴ ἐῤῥῶσθαι τὴν ψυχὴν ἀπὸ φόβου. οὕτως Φίλων ἐν τῇ περὶ Ἰάδος διαλέκτῳ. Ὁρισθέντος. ἀποδειχθέντος, ἀποφανθέντος. καὶ ὁ Ἀπόστολος· τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει. Τὸ Ο μετὰ τοῦ Σ. — Ἀρσενικόν. —Ὅς. ἀντὶ τοῦ ὅστις. καὶ ὃς ἀντὶ τοῦ ὡς οὐδεὶς ἄλλος. τοῦτο δὲ λέγεται κατʼ ὑπερβατόν. Ὅς. ἄρθρον ὑποτακτικόν. σημαίνει δὲ ἀντωνυμίαν κτητικὴν τρίτου προσώπου. ἐμὸς, σὸς, ὅς. σημαίνει δὲ καὶ ἀντωνυμίαν ἰσοδυναμοῦσαν τῷ οὗτος. δύναται δὲ σημαίνειν καὶ τὴν αὐτός. ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλου—. ἔστι δὲ ἀορίστου μορίον ὑποτακτικὸν δηλοῦν τὸ ὅστις, οἷον· ὃς ἂν ἔλθῃ, μεινάτω με. Ὄσσε. οἱ ὀφθαλμοί. παρὰ τὸ ὄπτω, ὄσσω, ὄσσος, ὁ ὀφθαλμός. καὶ τὸ δυϊκὸν ὄσσε. τὸ πληθυντικὸν ὄσσων. Ὁσεϊάς. ὄνομα Ἑβραϊκόν. καὶ Ὁσαΐας. Ὀσήϊος. κύριον. Ὄσιρις. καὶ ὁ Ὀσίρειος νεώς. Ὅσιος. παρὰ τὰ θεῖα δίκαιος. παρὰ τὸ ἅζω, τὸ σέβομαι, γίνεται ἅσιος καὶ ὅσιος. διὸ καὶ διὰ τοῦ ι γράφεται. οἷον ἀσπάζω, ἀσπάσιος, ἀλέξω, ἀλέξιος. κτήσω. κτήσιος, μνήσω. μνήσιος. τὸ δεξιὸς καὶ ἀνεψιὸς κατὰ τὸν τόνον μόνον διήλλαξεν. τὰ ἀπὸ μελλόντων διὰ τοῦ ιος γινόμενα διὰ τοῦ ἰῶτα γράφεται, οἷον ἅζω, ἅσω, ὅσιος. Ὄσκιος. κύριον. Ὀσροηνός. ἀπὸ τόπου. Ὀστιάριος. Ὀστεολόγος. ὁ συλλέγων τὰ ὀστᾶ. — Θηλυκόν. —Ὄσσα. θεία φήμη· καὶ κληδὼν, ἢ μαντεία. οἶμαι, ὅτι παρὰ τὸ ὄπτω. Ὀσροηνή. τόπος. Ὀσταφὶς καὶ ἀσταφίς. πλεονασμῷ τοῦ ο καὶ τοῦ α. σπάνιον δὲ τὸ σταφὶς, σχεδὸν γὰρ ἡ χρῆσις ἀσταφὶς ἔχει. τὸ δὲ ὄπις σημαίνει τὴν μῆνιν. παρὰ τὸ ἕπεσθαι καὶ ἀκολουθεῖν τοῖς ἁμαρτάνουσιν. ἐξ οὗ καὶ —φύλοπις αἰνή. καί· —θεῶν ὄπιν οὐκ ἀλέγοντες. Ὄστλιγγες. αἱ λαμπηδόνες. οἷον· ὄστλιγγες μαλεροῖο πυρός—. παρὰ τὸ ὄσσε καὶ τὸ ἴλιγγα, ὀσσίλιγγες τινὲς οὖσαι, καὶ ὄστλιγγες κατὰ συγκοπήν. ἢ παρὰ τὸ περὶ τὰ ὀστώδη μέρη τῆς κεφαλῆς εἰλεῖσθαι καὶ συνηθροῖσθαι. Ὀστία. ἡ θύρα. Ὄσφρησις. ἀέρος μετάληψις ἢ διάκρισις ἀτμῶν. καὶ ὀσφράδιον ἐπὶ οὐδετέρου. Ὀσφύς. τὰ πλησίον τοῦ γλουτοῦ, ἢ ἡ ῥάχις, ἢ ἡ ψύα. ὡς μὲν Ἀριστοτέλης, ἡ ἴση πρὸς τὰ ἄνω ἐμπεφυκυῖα· ἰσόφυς τὶς οὖσα. ὡς δὲ Ἀπολλόδωρος, οἱονεὶ ὀστοφυής τις οὖσα· ὀστώδης γάρ ἐστιν. Ὀσσεία. ἡ μαντεία. ὁσία δὲ ἡ κηδεία καὶ ἡ ταφὴ, ι. Ὁσιότης. παρὰ τὸ ὅσιος. τὸ δὲ ὅσιος παρὰ τὸ ἅζω, τὸ σέβομαι. τὸν γὰρ ὅσιον πάντες σεβόμεθα. — Οὐδέτερον. —Ὅσον. πολὺ, πάνυ, ἢ ἀντὶ τοῦ ὁπόσον. Ὅσον ὅσον. ταχὺ, μετʼ ὀλίγον. Ὁσημέραι. πάντοτε, καθʼ ἡμέρας. Ὄστρεον. μυάκιον θαλάσσιον. Ὄσπριον. παρὰ τὸ σπείρω, σπόριον, καὶ καθʼ ὑπερβιβασμὸν ὄσπριον. Ὀσπήτιον. Ὀστέον. παρὰ τὸ στῶ, στέον καὶ ὀστέον. τὸ αἴτιον τῆς στάσεως. παρὰ τὸ ἵστημι. καὶ ὀστέϊνον καὶ ὀστοῦν. Ὄστρεον καὶ ὄστρειον. — Ῥῆμα. —Ὀσσεύεσθαι. κληδονίζεσθαι. Ὀσσόμενος. προορῶν. Ὄσσετο. προεώρα. —ὄσσετο θυμός. τουτέστι κατὰ ψυχὴν προσεδέχετο. οἷον ἡ κατʼ ἐπίνοιαν γνῶσις. μετείληπται ἀπὸ τῶν ὄσσων. Ὀστοφαγεῖν. ὀστέα ἐσθίειν. καὶ ὀστηφαγεῖν. Ὀστεολογεῖν. ὀστᾶ συλλέγειν. Τὸ Ο μετὰ τοῦ Τ. — Ἀρσενικόν. —Ὁτέοισιν. ἀντὶ τοῦ οἷστισιν. Ὅτῳ. ἀντὶ τοῦ ᾧτινι. καὶ ὅτεῳ. Ὄτλιοι. οἱ πλόκαμοι. Ὄτλος. ὁ πόνος· ὁ μοχλός. ὁ καρτερικός. ἢ καὶ ὁ μόσχος. Ὄτριχας. ὁμοιότριχας. Ὀτρηρός. ταχὺς, δραστικὸς, σπουδαῖος. παρὰ τὸ ὀτρύνω ὀτρυρὸς καὶ τροπῇ τοῦ υ εἰς η ὀτρηρὸς, ὁ διʼ ἑαυτοῦ παρωξυμμένος πρὸς τὸ ἐνεργεῖν ἢ διʼ ἑτέρων. ὁ δὲ Φίλων λέγει, ὅτι παρὰ τὸ τρῶ, τὸ φοβοῦμαι, τρέω, ῥηματικὸν ὄνομα τρεερὸς, ὡς φαίνω, φανερὸς, σφάλλω, σφαλερὸς, καὶ τήκω, τηκερός. καὶ κράσει τῶν δύο εε εἰς η γέγονε τρηρὸς, ὁ δειλὸς, ἀφʼ οὗ καὶ παρώνυμον τρήρων, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρὸς, ὁ μὴ δειλὸς, ἀλλὰ δραστικὸς καὶ ἐῤῥωμένος τὴν γνώμην, καὶ κατὰ μετάθεσιν τοῦ α εἰς ο ὀτρηρός. παρὰ δὲ τὸ τρῶ γίνεται τρεὺς καὶ μετὰ τοῦ στερητικοῦ α Ἀτρεύς. Ὄττοβος. ψόφος, ἦχος. διὰ τὸ ἀσαφὲς τῆς λέξεως ἤγουν τοῦ λέγειν. ἢ ἡ διὰ τῶν ὤτων βοή. ὄτοβος ἄπληστα ὀρώρει. — Θηλυκόν. —Ὀττεία. ἡ μαντεία. Ὀτρειΐα. πόλις. — Ῥῆμα. —Ὀττοτύζειν. βοᾷν, ἠχεῖν. Ὀτρύναι. παροξύναι. — Ἐπίῤῥημα. —Ὅτι ῥά. ὅτι δή. Ὅτι οἱ. ὅτι αὐτῷ. Ὁτιοῦν. τὸ τυχόν. Ὀττοτοῖ. ἀντὶ τοῦ φεῦ. Ὀτραλέως. σπουδαίως. παρὰ τὸ τρέω, τὸ φοβοῦμαι, ἀφʼ οὗ καὶ ὀτρηρὸς, ὄνομα ῥηματικὸν γίνεται τρεὴς, καὶ κατὰ συναλοιφὴν τοῦ ε καὶ η καὶ πλεονασμῷ τοῦ ο ὀτρής. ἀφʼ οὗ ἐπίῤῥημα εἰς ως, ὡς εὐτυχὴς, εὐτυχῶς, εὐγενὴς, εὐγενῶς, οὕτως ὀτρὴς, ὀτρῶς καὶ ὀτρέως, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ὀτραλέως. Ὅτʼ ἄν. ἐπίῤῥημα οὐ δύναται εἶναι. τὰ γὰρ εἰς αν ἐπιῤῥήματα ἐκτείνεται, οἷον ἄγαν, λίαν, πάμπαν. τὸ δὲ ὅτʼ ἂν δύο μέρη λόγου εἰσὶν, ὅτε ἄν. ὁμοίως καὶ τὸ ὁπότʼ ἄν. Ὁτέ. ἀντὶ τοῦ τοῦτο. Ὅ. ἀντὶ τοῦ ὅτι. Ὅμηρος· ὃ θαρσαλέως ἀγόρευεν. Ὅ. ἀντὶ τοῦ οὗτος. Ὅ. ἀντὶ τοῦ ὅπερ. Τὸ Ο μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Οὐδείς. ἰσοδυναμεῖ τῷ οὔτις. δύο μέρη λόγου εἰσὶ, τό τε οὒ καὶ τὸ δείς. οὐ γάρ ἐστι σύνθετον. εἰ γὰρ ἦν σύνθετον, ἔμελλε πρὸ μιᾶς ἔχειν τὸν τόνον. πᾶν γὰρ ὄνομα μονοσύλλαβον ἀναβιβάζει τὸν τόνον, χωρὶς τοῦ πτὼξ, πολυπτώξ. λέγει δὲ ὁ Φίλων, ὅτι πᾶσα εὐθεῖα πληθυντικὴ εἰς ες λήγουσα δισσύλλαβος περισπᾶται κατὰ τὴν γενικὴν, οἷον ἄνδρες, ἀνδρῶν. ἡ δὲ παράδοσις ἀντίκειται· πάντες γὰρ οἱ ῥήτορες οὐδένων βαρυτόνως ἀναγινώσκουσιν. Οὐετορῆγοι. ἔθνος. Οὐήτιοι καὶ Οὐήϊοι. ἐθνικά. Οὐλαμός. τάξις στρατιωτικὴ, συνεστηκυῖα ἐκ τεσσαράκοντα ἀνδρῶν. παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. ὅθεν καὶ τὰς τρίχας οὔλας φαμέν. Οὐλαπισμός. ὁ οὐρανίσκος. Οὖλιξ. οὐρανίσκος. Οὖλον. ὁ ὀλιγόθριξ. ἢ οὐλός. Οὖλος. ὁ ὀλέθριος. παρὰ τὸ ὄλλω, ὀλλύω, καὶ οὖλος. σημαίνει δὲ καὶ τὸν προσηνῆ καὶ ὁλόκληρον. ὡς τό· οὖλον ἄρτον ἑλών—. δηλοῖ καὶ τὴν τῶν τριχῶν διαστροφήν. Οὐλκαῖοι. ἔθνος. Οὐμός. ὁ ἐμός. Οὐνιγάρδαι. ἐθνικόν. Οὖννοι. οἱ Οὖγγροι. Οὐρανός. σῶμα φυσικὸν, ἐν τῇ ἐσχάτῃ τοῦ παντὸς περιφορᾷ τὴν κύκλῳ κίνησιν ἔχον. ἢ περιοχὴ ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων. ἐντὸς γὰρ αὐτοῦ αἵ τε νοεραὶ τῶν ἀγγέλων δυνάμεις καὶ πάντα τὰ αἰσθητὰ περικλείονται καὶ περιορίζονται· μόνον δὲ τὸ θεῖον ἀπερίγραπτόν ἐστι, πάντα πληροῦν καὶ πάντα περιέχον καὶ πάντα περιορίζον, ὡς ὑπὲρ πάντα ὂν καὶ πάντα δημιουργῆσαν. εἴρηται δὲ οὐρανὸς παρὰ τὸ ὁρεῖν καὶ φυλάσσειν τὰ πάντα. Οὐρανίσκος. ὑποκοριστικὸν ὑπὸ τοῦ σωματικοῦ μέρους, οἱονεὶ ὁ μικρὸς οὐρανὸς, ὅτι μετεωρότερος ἐστὶ τῆς εὐρυχωρίας τοῦ τόπου, ἀπὸ μεταφορᾶς τοῦ ἐν ὅλῳ τῷ κόσμῳ οὐρανοῦ. Οὖρος. ὁ ἐπιτήδειος ἄνεμος. παρὰ τὸ ὀρούειν καὶ ὁρμᾷν. Οὐρός. κυρίως ὁ φύλαξ ὁ ἐπὶ τῶν ὁρίων τεταγμένος καὶ προορῶν, ὃς καὶ φρουρὸς καλεῖται. οἱονεὶ πρόορος τὶς ὢν, καὶ κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον προυρὸς, ὡς νόος νοῦς, καὶ τροπῇ τοῦ π εἰς φ φρουρός. Οὐρούς. ὀξυτόνως πρὸς ἀντιδιαστολὴν τοῦ ἀνέμου. σημαίνει δὲ τὰ νεώρια, ἤγουν τὰ ταφροειδῆ ὀρύγματα, καὶ περιορίσματα τῆς νηὸς, διʼ ὧν αἱ νῆες καθέλκονται εἰς τὴν θάλασσαν. οἷον· οὐρούς τʼ ἐξεκάθαραν. ἀπὸ τοῦ διʼ αὐτῶν ὀρούειν καὶ ὀρμᾷν τὰ σκάφη καθελκόμενα εἰς τὴν θάλασσαν. Οὐρῆας. ἀειδάρους, ἡμιόνους. παρὰ τὸ ἐν ὄρεσι μᾶλλον δύνασθαι ἐργάζεσθαι. οἷον ὀρεὺς, ἐξ οὗ ἡ γενικὴ οὐρῆος. Οὐρίαχον. τὸ ἄκρον τοῦ δόρατος ἢ τὸ ὄπισθεν μέρος, ὃ καὶ σαυρωτὴρ καλεῖται. ἀπὸ τοῦ ὀρούειν καὶ τοῦ ἰάχω. ὁρμῶν γὰρ τὸ ξίφος καὶ πλῆττον κτύπον ποιεῖ. οὕτως εὗρον ἐγώ. Οὐτιδανός. ὁ ἀσθενὴς ἢ ὁ οὐδενὸς λόγου ἄξιος. ἀπὸ τοῦ οὔτις οὔτιδος, τοῦ συγκειμένου ἀπὸ τῆς οὐ ἀποφάσεως καὶ τοῦ τις. Οὑτοσί. ἀντὶ τοῦ οὗτος. τοῦτο παραγωγὴ καὶ ἀντωνυμία, καὶ οὐ πλεονασμός. αἱ τοιαῦται γὰρ ἀντωνυμίαι ἐπεκτάσεις εἰσὶ καὶ οὐ πλεονασμός. Οὑτινοσοῦν. οἵου δήποτε. Οὐεσπασιανός. κύριον. — Θηλυκόν. —Οὐβέδαινα. ὄνομα θεᾶς. Οὐδένεια. ἀπάτη, ὕβρις, ἐξουδένωσις. Οὐδὸν εἰς λαύρην. τὴν δημοσίαν ὁδόν. λαύρην δὲ ὁ Φίλων τὴν ῥύμην φησὶ, διʼ ἧς ὁ λαὸς ῥεῖ, καὶ οὐδὸς τὸ κατώφλοιον. ἢ οὐδὸν εἰς λαύρην, τὴν στενὴν ὁδόν. Οὐλή. ἡ τοῦ τραύματος συνούλωσις. Οὔλη. ἡ ὀλεθρία. Οὐλή. τὸ ὑγιασθὲν τραῦμα. παρὰ τὸ οὔλω, τὸ ὑγιαίνω. οὖλέ τε, καὶ μάλα χαῖρε—. οἱονεὶ τὴν ὅλην ἀναλαβοῦσα σάρκα. ὁ δὲ Ἡρωδιανὸς, παρὰ τὸ εἰλῶ, τὸ συστρέφω, γίνεται οὐλὴ, ἡ συνεστραμμένη σάρξ. τὸ γὰρ ἐναντίον ἀπὸ τοῦ διελκῦσαι ἕλκος λέγεται. ἢ οὐλὴ ἡ συναχθεῖσα σάρξ. παρὰ τὸ ἔλω, ὀλὴ καὶ οὐλή. Οὖλαι καὶ οὔλη. —οὔλη δʼ ἐπενήνοθε λάχνη. εἰσὶ δὲ καὶ αἱ ἑλικοειδεῖς τρίχες. οὔλην δὲ λέγει τὴν ἁπαλὴν καὶ τρυφεράν. παρὰ τὸ εἰλεῖσθαι. ὡς ἐξ ἐναντίας αἱ ἄλλαι τέτανες λέγονται, παρὰ τὸ τετάνθαι. βαρύνεται δὲ καὶ οὖλος ἀρσενικῶς. —οὔλων τε ταπήτων. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα, μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον, πόλος, στόλος, δοῦλος, κοῖλος. οὕτως οὖν καὶ οὖλος. πρόσκειται μὴ ἔχοντα ἄλλο σύμφωνον, διὰ τὸ μοχλός. τὸ μέντοι θολὸς ὀξύνεται. Οὐλοχύτας. κριθάς. οἱονεὶ ὀλάς. εἰσὶ δὲ καὶ κριθαὶ μετὰ ἁλῶν μεμιγμέναι, ἃς ἐπέχεον τοῖς ἱερουργουμένοις ζώοις πρὸς τὸ θύεσθαι. ἤτοι πολυπληθεῖς, ἢ μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως· πρινὴ γὰρ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν δημητριακὸν καρπὸν, οὕτω σώας αὐτὰς ἤσθιον, ὅθεν ὁλὰς αὐτὰς φησὶν ὁ ποιητής. Οὐρά. κυρίως ἐπὶ λέοντος. παρὰ τὸ ὄρω, τὸ διεγείρω καὶ ὁρμῶ, παρορμητική τις οὖσα, ὀρὰ καὶ οὐρά. Οὔρησις. ἀπὸ τοῦ οὐρεῖν. οὔρισις δὲ ἡ τοῦ ἀνέμου πνοή, ι. Οὐσία. πρᾶγμα αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. Οὐσία. γένους σημασία, πλειόνων εἰδῶν περιληπτικὴ, ἢ τὸ κατʼ ἰδίαν ὕπαρξιν ὑφεστὸς καὶ μὴ ἐν ἄλλῳ τὸ εἶναι ἔχον. Οὐσία. ἡ κοινὴ τῶν ὄντων φύσις, καθʼ ἣν καὶ τὰ ἄτομα καὶ τὰ εἴδη ἀλλήλοις κοινωνοῦσι, καὶ ὑπὸ τὸν αὐτὸν ὅρον τῆς οὐσίας ἀναφέρονται. Οὐσία. ἡ ἑκάστου ὕπαρξις καὶ τὸ θελητικόν. Οὐσία μερική. λόγος μὴ γνωρίζων ἐν ἑαυτῷ τὴν διὰ τοῦ ὄντος ὕπαρξιν. ἢ πρᾶγμα ἀνύπαρκτον. ἢ λόγος ἄναρθρος καὶ ἀσήμαντος. Οὐσία. τὸ ἐξ ἴσου πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος ἀγομένοις θεωρουμένη. Οὐσίας ἴδιον τὸ ἐν πᾶσι καὶ πάντων φυσικῶς κατηγορεῖσθαι τὲ καὶ προφαίνεσθαι. Οὐσία καὶ φύσις ταὐτά ἐστιν. ἄμφω γὰρ κοινὰ καὶ καθόλου. ὡς κατὰ πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ κατηγορούμενα καὶ μήποτε καθʼ ὁτιοῦν ἑνὶ προσώπῳ περιοριζόμενα. Οὐσία ἐστὶ τὸ αὐτὸ καὶ ἓν ἀριθμῷ, τῶν ἐναντίων ἀνὰ μέρος δεκτικόν. τοῦτον τὸν ὅρον οἱ ἔξω ἐπὶ τῆς μερικῆς οὐσίας ὡς ἐπίπαν ἔθηκαν. Οὐσία ἐστὶν ἡ καθʼ ὑποκειμένων τῶν ὑποστάσεων λεγομένη, καὶ ἐν πάσαις αὐταῖς ἐπίσης καὶ ὁμοτίμως θεωρουμένη. Οὐσία ἐστὶν ὄνομα κοινὸν καὶ ἀόριστον κατὰ πασῶν τῶν ὑπʼ αὐτῇ ὑποστάσεων ὁμοτίμως φερόμενον, καὶ συνωνύμως κατηγορούμενον. Οὐσία ἐστὶ τὸ οὐχ ἑνὶ μόνῳ, ἀλλὰ καὶ πολλοῖς καὶ διαφόροις τῷ ἀριθμῷ ἐνυπάρχον καὶ οὐ τινὶ μὲν πλέον, τινὶ δὲ ἔλαττον ἐνθεωρούμενον. Οὐσία ὄνομα σημαντικὸν τυγχάνει τῆς ἁπλῶς τῶν ὄντων ὑπάρξεως, τουτέστι τοῦ ἁπλῶς εἶναι τῶν ὄντων. εἶναι γὰρ λέγεται καὶ ἄγγελος καὶ λίθος καὶ τὰ λοιπὰ πάντα. τοῦ ὄντος οὖν ἁπλῶς εἶναι καὶ κοινῶς πάντων μετέχουσι σημαντικόν ἐστι τὸ τῆς οὐσίας ὄνομα. Οὐσία ἐστὶ τὸ διόλου ὑφεστὼς καὶ ἑτέρου μὴ δεόμενον εἰς τὸ εἶναι. Οὐσίαν οὖν καλοῦσι τὴν ἁπλῶς τῶν ὄντων ὕπαρξιν. Οὐσίαν ὁρίζονται πᾶν τὸ αὐθυπόστατον καὶ μηδενὸς ἑτέρου πρὸς τὸ εἶναι δεόμενον. Οὐσία ἐστὶ κυρίως καὶ πρώτως πᾶν, ὅπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. Οὐσία ἐστὶ πᾶν, ὅτιπερ ὑπάρξει καὶ πράγματι ὑφεστὸς, καὶ ἀληθῶς ἔχει τὸ εἶναι. Οὐσιώδης διαφορά ἐστι λόγος, καθʼ ὃν ἡ οὐσία ἤγουν φύσις ἀμείωτός τε καὶ ἄφυρτος, ἄτρεπτος ὁμοῦ καὶ ἀσύγχυτος διαμένει, καὶ τὴν πρὸς ἄλλο κατʼ εἶδος ἕτερον εἰς μίαν ὑπόστασιν ποιουμένη σύνοδον καὶ οὐδόλως τῆς κατὰ φύσιν ἐξισταμένη θέσεως. Οὐσιώδης ἕνωσις ἐστὶν ἡ τοὺς διαφόρους κατὰ ἀριθμὸν καὶ πολλὰς ὑποστάσεις εἰς μίαν καὶ τὴν αὐτὴν οὐσίαν συνάγουσα. Οὐσία. ὕπαρξιν σημαίνει. ἡ οὖσα καὶ ὑπάρχουσα ἀεί. παρὰ τὴν ὢν μετοχήν. ὡς παρὰ τὸ γέρων γερουσία, καὶ ἑκὼν ἑκούσιος, οὕτως καὶ ὢν οὔσιος, καὶ τὸ θηλυκὸν οὐσία. εἴ τι οὖν ἄλλο ταυτὸν ὑπάρχει κατὰ τὴν οὐσίαν, οὐ ταυτὸν ὑπάρχει καὶ κατὰ τὴν ὑπόστασιν. καὶ εἴ τι διαφορὰν ἔχει πρὸς ἄλλο κατὰ τὴν ὑπόστασιν, τοῦτο ἕνωσιν ἔχει πρὸς τὸ αὐτὸ κατὰ τὴν οὐσίαν. καὶ εἴ τι ἓν καὶ ἡνωμένον ἄλλῳ τυγχάνει κατὰ τὴν οὐσίαν, οὐχ ἑνοῦται, ἀλλʼ ἡνωμένον τὸ αὐτὸ τυγχάνει κατὰ τὴν ὑπόστασιν. εἴ τι οὖν ἄλλῳ καθʼ ἕνωσιν συντεθὲν ταυτόν ἐστι κατὰ τὴν ὑπόστασιν, τουτέστιν ὑπόστασις μετʼ αὐτοῦ γέγονε μία, ἕτερον τὸ αὐτὸ κατὰ τὴν οὐσίαν ὑπάρχει. καὶ εἴ τι ἓν καὶ ἡνωμένον ἄλλῳ τυγχάνει κατὰ τὴν ὑπόστασιν, τοῦτο οὐχ ἓν οὔτε ὁμοιογενές ἐστι τὸ αὐτὸ κατὰ τὴν οὐσίαν. καὶ εἴ τι συντεθειμένον ἄλλῳ διαφορὰν ἔχει κατὰ τὴν οὐσίαν, τοῦτο ἕνωσιν ἔχει πρὸς τὸ αὐτὸ κατὰ τὴν ὑπόστασιν. ἰστέον, ὡς ἡ ἐκκλησιαστικὴ συνήθεια, ἅπερ οἱ ἔξωθεν εἴδη καὶ γένη καλοῦσιν. οὐσίας καὶ φύσεις προσηγόρευσε, καὶ ταυτὸν ὡρίσατο εἶναι φύσιν καὶ οὐσίαν. Οὔτησις. ἡ τρῶσις. — Οὐδέτερον. —Οὖας. σημαίνει τὸ οὖς παρὰ τὸ αὔω, τὸ φωνῶ, αὖος, καὶ τροπῇ τοῦ α εἰς ο οὖας, τὸ τῆς φωνῆς ἀντιληπτικὸν αἰσθητήριον. καὶ κλίνεται οὔατος, ὡς δέρας δέρατος, καὶ γῆρας γήρατος. καὶ κατὰ ἀποβολὴν τοῦ υ ὄας καὶ κράσει οὖς. καὶ κατὰ Δωριεῖς ὦς. τὸ δὲ οὖς ἄκλιτόν ἐστι. Οὐδενόσωρα. τὰ οὐδεμιᾶς φροντίδος ἄξια. Οὐδέτερον. τὸ μὴ ὂν ἐκ τῶν αὐτῶν προϋποκειμένων γενῶν, λέγω δὴ τοῦ ἀρσενικοῦ καὶ θηλυκοῦ. Οὐδέτερον γένος, ᾧ προτάσσεται κατʼ εὐθεῖαν καὶ ἑνικὴν πτῶσιν ἄρθρον τὸ τό· οἷον τὸ ξύλον, τὸ βῆμα, τὸ δένδρον, τὸ ἄλογον. Οὔθατα. οἱ μαστοί. τὸ οὖθαρ, τοῦ οὔθατος. —οὖθαρ ἀρούρης. τὸ λιπαρώτατον καὶ κάρπιμον καὶ κάλλιστον τῆς γῆς. ἀπὸ τοῦ θῶ, τὸ τρέφω, ἢ ἀπὸ τοῦ θάλλω κατὰ πλεονασμὸν τῆς ου συλλαβῆς γίνεται οὖθαρ. Οὖλον. σημαίνει τρία· τὸ ὁλόκληρον, τὸ ὀλέθριον, καὶ τὸ καμπύλον. ἐξ οὗ γίνεται καὶ οὐλόθριξ, ὁ τὰς τρίχας τῆς κεφαλῆς ἔχων σγούρας. Οὖλον. ἡ συνέχουσα τοὺς ὀδόντας σάρξ. ὠνόμασται δὲ διὰ τὸ τρυφερόν· οὖλον γὰρ τὸ ἁπαλόν. ἢ παρὰ τὸ εἰλεῖσθαι περὶ τοὺς ὀδόντας· τρόπῳ γάρ τινι τειχῶν τάξιν ἐπέχει, εἰς διακράτησιν τῶν ὀδόντων. ἢ παρὰ τὸ οὐλὴν ἔχειν ἐκ τῆς γενομένης διακρατήσεως ἢ καὶ ἀποκοπῆς τῶν φυομένων ὀδόντων. Οὔρεα. τὰ ὄρη. Ὅμηρος· οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα. Οὖσα. τὰ ἀπόγεια σχοινία, ἐν οἷς προσδεσμεῖται ἡ ναῦς πρὸς τῇ γῇ. οἱονεὶ οἶσα τινὰ ὄντα, παρὰ τὸν οἴσω μέλλοντα, ὃ δηλοῖ τὸ κομίζω, οἶσα καὶ οὖσα. Οὐσιῶδες. ὃ παρὸν μὲν σώζει, ἀπὸν δὲ φθείρει, ὡς ἐπὶ τοῦ λογικοῦ. — Ῥῆμα. —Οὐ διακρίνεται. οὐκ ἀμφιβάλλει. Οὐκ ἐδειμάτωσεν. οὐκ ἐφόβησεν. Οὐκ ἀπινύσσειν. οὐκ ἀσυνετεῖν. ἀπὸ τοῦ πνέω γίνεται πνύω, ἐξ οὗ παράγωγον πινύω, ἀφʼ οὗ τὸ πινυτός. ὁ μέλλων πινύσσω καὶ μετὰ τοῦ στερητικοῦ α ἀπινύσσειν. Οὐκ ἀρετᾷ. ἀντὶ τοῦ οὐκ ἀρετοῦνται, οὐκ ἀρετῆς μεταλαμβάνουσιν. οὐκ ἀρετᾷ κακὰ ἔργα—. ἀπὸ τοῦ ἀρετῶ, ἀρετᾷς, ἀρετᾷ. —ἀρετᾶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ. Οὐκ ἔγριξεν. οὐκ ἐφθέγξατο. Οὐκ ἐρίσει. οὐ φωνήσει. Οὐκ ἐτυλώθη. οὐκ ἐτραυματίσθη. Οὐκ ἐφάτην. ἀντὶ τοῦ οὐκ εἶπον. δυϊκῶς. Οὐλομένη. ὀλεθρία. Οὐ μὴ πρόωμαι. οὐ παραχωρήσω. οὐ προδώσω. Οὐ μή σε ἀνῶ. ἀντὶ τοῦ οὐ μή σε ἐάσω. Οὐ προκρίνει. οὐκ ἐμποδίζει. οὐ βλάπτει. Οὐραγῶ. τὸ ἔσχατον τῆς στρατιᾶς ἄγω. Οὐριοδρομεῖ. ἐπιτηδείως πλέει. Οὐκ ἐξορχήσῃ. ἀντὶ τοῦ οὐκ ἐπιδεικτικῶς οὐδὲ θεατρικῶς δημοσιεύσεις. Οὐ συνῆκεν. οὐκ ἔμαθεν. Οὐτῶ. τὸ τιτρώσκω. καὶ οὐτάζω. ἄδηλον τὸ οὐτάζω, ἀλλʼ ἔστιν εἰπεῖν, ὅτι, ὥσπερ παρὰ τὸ σκεδῶ σκεδάζω, ἀνιῶ ἀνιάζω, οὕτως καὶ παρὰ τὸ οὐτῶ οὐτάζω. ἐξ οὗ καὶ οὔτημι, ἀνουτητί. οὐκ ἄρα πλεονασμὸς, ἀλλὰ παραγωγή. οὕτως Ἡρωδιανὸς περὶ πάθους. Οὐτήσας. τρώσας. Οὐτάμενος. ὡς ἱστάμενος. παρὰ τὸ οὐτῶ παράγωγον εἰς μι οὔτημι, καὶ ἡ μετοχὴ οὐτάμενος, ὡς κιχράμενος. ἢ ἀπὸ τοῦ οὐτάζω, ἐξ οὗ καὶ τὸ οὔτασε καὶ τὸ ἀπαρέμφατον οὐτάσαι. οὐτάσαι οὐδὲ λαβεῖν—. ἐξ οὗ ὁ παθητικὸς παρακείμενος οὔτασμαι, οὔτασαι, οὔτασται. οὔτασται δʼ Ὀδυσεύς—. καὶ ἡ μετοχὴ οὐτασμένος. καὶ κατʼ ἀποβολὴν τοῦ ς οὐτάμενος. διὰ τὴν ἀποβολὴν τοῦ ς παροξύνεται. λέγεται δὲ οὐτασμένος. οὔτʼ αὐτοσχεδίην οὐτασμένος—. Οὖτα. ἀπὸ τοῦ οὐτάζω. ὁ ἀόριστος οὔτασε καὶ κατὰ συγκοπὴν οὖτα. οὖτά με Τυδέος υἱός. Οὐκ ἀσχημονεῖ. οὐδὲν τῶν εὐτελῶν τὲ καὶ ταπεινῶν τῆς τῶν ἀδελφῶν ὠφελείας ἕνεκα παραιτεῖται δρᾶσαι, ἄσχημον τὴν πρᾶξιν ὑπολαμβάνουσα. Οὐ διαφέρομαι. οὐ ζυγομαχῶ. οὐκ ἐνίσταμαι. τοῦ Θεολόγου· οὐ διαφέρομαι. ἀλλὰ σέ γε κεντριζέτω καὶ τοῦτο πρὸς τὸ φιλάνθρωπον. — Ἐπίῤῥημα. —Οὐά. χλεύης ἐπίῤῥημα προσεναντιωματικόν. ἀντὶ τοῦ ὦ καὶ εὖ. Οὐδαμῶς. ἐπίῤῥημα μεσότητος. ἔστιν ὄνομα ἀμὸς ἰσοδυναμοῦν τῷ τὶς δωρικῶς. καὶ Ὅμηρος· τῶν ἀμόθεν. καὶ οὐδαμῇ θηλυκὸν, ὅπερ γέγονεν ἐκ τοῦ οὐδαμῶς ἐπιῤῥήματος. ὡς ἄλλα, ἄλλῃ, καὶ ἐκείνως, ἐκείνῃ. καὶ ἔχει τὸ ι, ὡς ἀπὸ δοτικῆς. καὶ δηλοῖ, ὅτι ἀπὸ τοῦ ταύτῃ ἐπιέναι καὶ οὐχὶ αὕτη λέγεται. Οὐδαμῇ. ἀντὶ τοῦ οὐδαμῶς. ἔχει τὸ ι, ὡς ἀπὸ δοτικῆς. Οὗ ἕθεν. οὗ τινος ἕνεκα. Οὐκ ἐπιδεικτικῶς. οὐ θεατρικῶς· οὐ κενοδόξως. Οὐκοῦν. ὄντως· πάντως· διὰ τοῦτο. Οὔκουν. ἀντὶ τοῦ οὐδαμῶς. Οὔτι. ἀντὶ τοῦ οὐδαμῶς. Οὐκί. ἀντὶ τοῦ οὐδαμῶς. τὸ μὲν οὐχὶ κατʼ ἐπέκτασιν, ἢ κατὰ πλεονασμόν· τὸ δὲ οὐκὶ κατὰ πλεονασμὸν μόνον. αἱ γὰρ ἐκτάσεις διὰ δασέων γίνονται καὶ οὐ διὰ ψιλῶν· οὐῒ, οὐχὶ καὶ οὐκί. Οὐχ ἥκιστα. μάλιστα. οὐκ ἔλαττον. Οὔ. ἀντὶ τοῦ οὐδαμῶς. Οὗ. ἀντὶ τοῦ ὅπου. Οὗ. ἀντὶ τοῦ αὐτοῦ. τὸν βίον οὗ κατέστρεψεν. Τὸ Ο μετὰ τοῦ Φ. — Ἀρσενικόν. —Ὀφάρυνχος. κύριον. Ὀφαταί. ἱερὰ στολή. Ὀφέλτης· Ὀφέλτας· Ὀφέλλιος καὶ Ὀφελλίας. κύρια ὀνόματα. Ὀφθαλμοί. ἀπὸ τοῦ παρέχειν ἅπαντα ὀφθῇναι. κατὰ δὲ ἐνίους, οἷον ὀφαλλοί τινες ὄντες, κατὰ τροπὴν τοῦ ἑνὸς λ εἰς τὸ μ. ἐξ ὧν ἐνάλλεται ἡ ὄψις. ἢ ὀπῶν θάλαμοι ὄντες. κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ φ εἰς μ ὀφθαλμοί. Ὀφίων. πάθος τι. Ὀφιόδηκτος καὶ ὀφεώδηκτος. Ὀφνεί. κύριον. Ὀφφικιάλιος. Ὄφις. παρὰ τὸ ὄπτω, τὸ βλέπω· ὁ γὰρ ὄφις κοιμώμενος ἀνεῳγμένους ἔχει τοὺς ὦπας. — Θηλυκόν. —Ὀφειλή. τὸ χρέος. παρὰ τὸ ὀφείλω. σπανίως δὲ εὑρίσκεται ἐν χρήσει. Ὀφιώδης. ὡς ὀφιώδη πέτραν τινά. Ὀφρύες. ἤτοι ὀποφρύες, οἱ τὴν ὦπα φρουροῦντες, ἀπὸ δὲ τῶν ὄμβρων καὶ τῶν καταφερομένων ἱδρώτων, ὡς μὴ ἐπʼ αὐτοὺς φέρεσθαι. ἢ ὀποφύες τινὲς ὄντες, κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ ρ. — Οὐδέτερον. —Ὀφείλημα. τὸ δάνειον. παρὰ τὸ ὀφέλλω, τὸ αὔξω. ὅθεν καὶ ὀφείλημα, τὸ αὐξανόμενον ἐν τῷ τόκῳ. Ὀφείδιον. .... Ὄφελος. ἄκλιτον ἐστὶν, ἐπειδὴ τὰ διὰ τοῦ ελος ὑπὲρ δύο συλλαβὰς οὐκ ἔστιν οὐδέτερα. οἷον ζάφελος, ἄγγελος, πέμπιλος. τὰ γὰρ διὰ τοῦ ελος οὐδέτερα δισύλλαβα εἰσὶν, οἷον τέλος, σκέλος, βέλος. ἐπεὶ οὖν τὸ ὄφελος ὑπὲρ δύο συλλαβὰς εἰς λος ἐστὶν οὐδέτερον, τούτου χάριν μὴ ἔχον τι μιμήσασθαι, ἄκλιτόν ἐστι. Ὀφφίκιον. — Ῥῆμα. —Ὄφελες. ἔστι ῥῆμα κατὰ παντὸς ἀριθμοῦ φερόμενον. ὡς δὴ μὴ ὄφελον νικᾷν— καί· ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι— μὴ ὄφελες λίσσεσθαι—. Καλλίμαχος ἐπίῤῥημα εὐκτικὸν ὄφελε· ὤφελε μηδʼ ἐγένοντο θοαὶ νῆες—. τὸ ὄφελον ὅταν παρῳχημένον ἢ εὐκτικὸν ἔχῃ ἔμπροσθεν, διὰ τοῦ ο μικροῦ γράφεται, ὡς τό· ὄφελον ἐγένετο ταῦτα· καί· ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου· ὅταν δὲ ἔχῃ ἔμπροσθεν ἀπαρέμφατον, διὰ τοῦ ω μεγάλου γράφεται, ὡς τό· ὤφελον ποιῆσαι τόδε. ἀπαρέμφατον δέ ἐστι τὸ μὴ παρεμφαῖνον ἤγουν δηλοῦν μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς. ὄφελον, μικρὸν, ὡς μὴ ὤφελον, μέγα, ὡς ὄφελον, μικρόν. ἢ τὸ ὤφελον, εἴτε ῥήματα εἴτε ἐπιῤῥήματα ἐστὶν, ἀπαρεμφάτῳ συντάσσεται ῥήματι καὶ τοῖς προσώποις τὰ ἑνικὰ καὶ τὰ πληθυντικά. ὁμοίως καὶ διὰ τοῦ ο μικροῦ. Ὀφελτρεύουσι. κοσμοῦσι· καλλύνουσιν. ὀφελτρεύουσι πέδον. Ὀφθαλμιῶντας καὶ ὀφθαλμιάσαι. πάσχειν τοὺς ὀφθαλμούς. Ὄφλω. χρεωστῶ. ἀπὸ τοῦ ὀφείλω κατὰ συγκοπήν. ὅθεν καὶ βαρύνεται. Ὀφλισκάνω. χρεωστῶ. Ὀφρυώττω. ὑπερηφανεύομαι. Ὀφρυάζειν. τὸ ταῖς ὀφρύσι νεύειν. Ὀφειλόμενον. μικρόν. ὠφειλημένον, μέγα. Ὄφελον. σημαίνει τὸ εἴθε. Ὀφέλλει. αὔξει. Ἡσίοδος· ἡ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει. Ὄφρα. ἀντὶ τοῦ ὅπως. τὰ ἐπιῤῥήματα συμπεσόντα συνδέσμοις οὕτω διακρίνονται ἐν τῇ συντάξει. εἰ μὲν ὑποτακτικὸν ἐπιφέρει, σύνδεσμός ἐστι· εἰ δὲ ὁριστικὸν, ἐπίῤῥημα. ὄφρα, σύνδεσμος καὶ ἐπίῤῥημα. ὄφρα μὲν ἠὼς ἦν— ἰδοὺ ἐπίῤῥημα. —ὄφρα πεποίθῃς. ἰδοὺ σύνδεσμος. Τὸ Ο μετὰ τοῦ Χ. — Ἀρσενικόν. —Ὄχανος. ὁ λῶρος τῆς ἀσπίδος. παρὰ τὸ ἔχεσθαι. Ὀχεύς. ὁ λῶρος τῆς ἀσπίδος. παρὰ τὸ ἔχω ὀχεύς. ἢ ὀχεύς ἐστιν ὁ συνέχων καὶ σφίγγων τὴν κεφαλὴν δεσμὸς ἢ ἱμάς. Ὀχετηγός. ὁ ὑδροφόρος. ἢ ὁ ὑδραγωγός. Ὀχετός. ῥύαξ· σωληνάριον. Ὄχεσφι. οὐδέτερον ἐστίν. ὁ μὲν Δίδυμος λέγει· γέγονεν ἀπὸ τῆς ὄχεσι καὶ ὄρεσι δοτικῆς τῶν πληθυντικῶν κατʼ ἐπένθεσιν τοῦ φ. ὁ δὲ Τρύφων λέγει, ὅτι οὐ δύναται ἀπὸ τῆς δοτικῆς γενέσθαι, ἐπειδὴ γενικῆς σημασίαν ἐπέχουσι· τὸ γὰρ κατʼ ὄρεσφι ἀντὶ τοῦ ἐκ τῶν ὀρῶν, καὶ ὄχεσφι ἀντὶ τοῦ ἐκ τοῦ ἅρματος. γίνεται δὲ οὕτως. ὥσπερ ἀπὸ τοῦ θεόφατον γίνεται θέσφατον, ὃ σημαίνει τὸ ἐκ θεοῦ λεγόμενον, κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ ς, οὕτως ἀπὸ τοῦ ὄρεος καὶ ὄχεος ἑνικῆς γενικῆς γίνεται ὄρεσφι καὶ ὄχεσφι κατὰ συγκοπὴν καὶ πλεονασμόν. Ὄχθοι. οἱ τραχεῖαι καὶ δύσβατοι πέτραι. Ὄχλος. ὁ συνεστραμμένος λαός. παρὰ τὸ χλῶ, τὸ πληθύω, καὶ ῥηματικὸν ὄνομα κατʼ ἐπένθεσιν τοῦ ο ὄχλος. ἐκ δὲ τοῦ χλῶ καὶ τὸ καχλάζω κατὰ ἀναδιπλασιασμόν. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ἔλω, τὸ στρέφω, κατὰ πλεονασμὸν τοῦ χ, ἔχλω, ἀφʼ οὗ ῥηματικὸν ὄνομα ὄχλος. Ὄχος. τὸ ἅρμα. παρὰ τὸ ἔχω. ἢ παρὰ τὸ ἔχεσθαι. — Θηλυκόν. —Ὀχή. ἡ τροφή. Ὀχετηγία καὶ ὀχετεία. ἡ ἄρδευσις. Ὀχεία. ἡ μίξις. Ὄχθη. κρημνὸς, ἢ τὰ χείλη τοῦ ποταμοῦ τὰ ἐξέχοντα. παρʼ ὄχθας Σαγγάροιο. παρὰ τὸ ἔχω ὄχος, καὶ τὸ θηλυκὸν ὄχη, καὶ πλεονασμῷ τοῦ θ ὄχθη. οὕτως Ἡρωδιανός. Ὄχνη. εἶδος φυτοῦ. οἷον ἀχόη καὶ ὄχνη κατὰ πλεονασμόν. ἔστι δὲ ἄλλη ἑτέρα, ἥτις ἄπιος καλεῖται, οἱονεὶ ἡ ἥκιστα πίνουσα. Ὀχυρίς. ἰσχυρὰ καὶ ὀχυρά. — Οὐδέτερον. —Ὄχημα. ἀνάβασις· ἅρμα. Ὄχεα. τὰ ἅρματα. Ὀχύρωμα. τὸ φρούριον. — Ῥῆμα. —Ὀχθήσας. στενάξας. κακοπαθήσας. παρὰ τὸ ἄχθω βαρύτονον, ἀφʼ οὗ περισπωμένως ἀχθῶ, ἐξ οὗ καὶ τὸ ἠχθέθην καὶ ἤχθημεν καὶ ἀπήχθημεν. ἀχθήσας οὖν καὶ ὀχθήσας κατὰ τροπήν. Ὀχλεῦντο. ἐκινοῦντο. Ὀχλίζω. τὸ κινῶ, ἢ τὸ μετακινῶ. ὅθεν καὶ μοχλὸς ὁ μὴ ἐῶν κινεῖσθαι τὰς θύρας. οἷον· ὀχλίζων λάϊγγας ἐρυκέμεν ὅρμον ἱκέσθαι, ὅρμον πετραίῳ στόνυχι τρίψε σφυρόν. στόνυξ δὲ λέγεται τὸ εἰς ὀξὺ λῆγον. Ὀχμάζει. βαστάζει· μάχεται. ἐκ τοῦ ἔχω ὀχμὸς καὶ ὀχμάζω, προσθέσει τοῦ μ. Ὀχούμενος καὶ ἐποχούμενος. ὁ ἐπιβαίνων, ὁ καβαλλικεύων. — Ἐπίῤῥημα. —Ὄχα. ἀντὶ τοῦ πάνυ καὶ ἐξόχως. Τὸ Ο μετὰ τοῦ Ψ. — Ἀρσενικόν. —Ὀψαρτυτής. ὁ μάγειρος. Ὀψιμαθής. ὁ βραδυμαθής. Ὀψοποιός. ὁ μάγειρος. Ὄψ. ἡ φωνή. καὶ κλίνεται ὀπός. ὢψ δὲ ὁ ὀφθαλμὸς, μέγα. — Θηλυκόν. —Ὀψιμάθεια. βραδυμάθεια. Ὄψις. διάκρισις χρωμάτων καὶ σχημάτων καὶ ὄγκων. παρὰ τὸ ἅπτω, τὸ συνάπτω, ἅψις καὶ ὄψις. ἡ διὰ τῶν ὁρατῶν ψαῦσιν ποιουμένη πρὸς κατανόησιν. ἢ παρὰ τὸν ὄψω μέλλοντα. Ὄψις. ἡ θεωρία. Ὄψις. ἡ αἴσθησις τοῦ ὀφθαλμοῦ, διʼ ἧς ἀντιλαμβανόμεθα τῶν ὁρατῶν. ὅθεν φαμέν· ἀνεκόπη ἡ ὄψις τῶν ὀφθαλμῶν, ἤγουν ἡ ὅρασις. Ὄψις. καὶ ὁ ὄνειρος. ὡς ἔστιν εὑρεῖν, ὡς ἐπιστᾶσα θεία ὄψις τῷ ἁγίῳ παρεγγυᾶται. Ὀψίας. οἷον ἑψία τις οὖσα. παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, ἕψω, ἑψία, ἡ ὄπισθεν οὖσα καὶ ἐπακολουθοῦσα ἀπὸ τῶν ἔργων. ὀψίας δὲ γενομένης. ὅθεν καὶ πρωΐα τὸ ἐναντίον λέγεται κατάστημα, παρὰ τὸ προϊέναι ἐπὶ τὰ ἔργα. Ὀψοδεΐα. ἡ ἔλλειψις τῶν ὄψων. ὀψοδεία δὲ, δίφθογγον. — Οὐδέτερον. —Ὀψαρίδιον. τὸ μικρὸν ὀψάριον. Ὄψεον. μέρος τοῦ σώματος. Ὀψιγέννητα. βραδυγέννητα. καὶ ὀψιαίτατον καὶ ὀψιτελέστατον. Ὄψιμον. βραδυχρόνιον. Ὀψίκιον. ..... Ὄψον. προσφάγιον. κυρίως δὲ λέγεται πᾶν τὸ πυρὶ κατασκευαζόμενον. παρὰ τὸ ἕψον τι ὂν, ἢ παρὰ τὸ ὀπτῆσαι ὠνόμασται. Ὀψώνια. κέρδη, χαρίσματα, σιτηρέσια. καὶ ὀψώνια ὁ καρπός. ἀποστολικὴ ἡ λέξις· τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος. — Ῥῆμα. —Ὄψεαι. ἀντὶ τοῦ θεάσῃ καὶ ὄψει. Ὀψείω. ἐπιθυμῶ ἰδεῖν. Ὀψείοντες. ἰδεῖν θέλοντες· ὀπτικῶς ἔχοντες. ἐκ τοῦ ὄψω παράγωγον ὀψείω. τὰ γὰρ τοιαῦτα γίνεται καὶ ἀπὸ ἐνεστώτων καὶ μελλόντων. οἷον ὀκνῶ ὀκνείω, ὄψω ὀψείω. ἕως δὲ τοῦ παρακειμένου τὰ τοιαῦτα κλίνονται. Ὄψονται. ἀντὶ τοῦ σχῶσιν ἢ καὶ ἀπολαύσωσιν. ὡς τό· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. Ὀψέ. μόλις· βραδέως. Ὀψὲ σαββάτων. ἐσχάτων τῶν ἡμερῶν. ἔθος γὰρ Ἑβραίοις τὴν ὅλην ἑβδομάδα μίαν ἡμέραν καλεῖν.