Χ. Τὸ Χ μετὰ τοῦ Α. — Ἀρσενικόν. —Χαλκός. κατὰ προσθήκην τοῦ χ, δωρικῶς, ἀλκὸς καὶ χαλκός· ἐπεὶ πρὸς ἀλκὴν εὔθετός ἐστιν. ἢ παρὰ τὸ ἔχειν ἀλκήν. Χαλίφρων. ἀνόητος. μωρός. παρὰ τὸ χαλᾷν τὴν φρένα. κυρίως δὲ ὁ ἐν μέθῃ εὐφραίνων. χάλις γὰρ ὁ ἄκρατος οἶνος, παρὰ τὸ χαλᾷν καὶ ἀνιέναι ἀραρυίας τὰς φρένας. Χαλινός. παρὰ τὸ χαίνειν, ὅτι διʼ αὐτοῦ χαίνειν γίνεται. ἢ παρὰ τὸ ἲς, ἰνὸς, καὶ τὸ χαλῶ γίνεται χαλινός. Χαλκώδοντος. Χαλκηδόνιος. τοπικόν. Χαιρέας. ποταμός. Χαῖρις. κύριον. Χαιρωνεύς. ὁ ἀπὸ Χαιρωνείας πόλεως. Χαμαίζηλοι. ταπεινοί. Χαμέρ. ὄνομα κύριον. καὶ Χαμὼς, εἴδωλον, βδέλυγμα. Χαναναῖοι. οἱ μὴ ἕτοιμοι διὰ τὴν ἀπείθειαν πρὸς ταπείνωσιν ἑρμηνευόμενοι. Χάονες. ἐθνικόν. καὶ χάονας, ἄρτους κριθίνους. Χαροπός. εὐόφθαλμος, περιχαρής. Χαρακηνός. τοπικόν. Χαμερπής. ταπεινός. μικρόφρων. τοῦ Θεολόγου· μηδὲ ἀλογίστως μηδὲ χαμερπῶς. Χάρης. κύριον. καὶ κλίνεται Χάρητος. Χαραδριός. ὄρνις. παρὰ τὸ τὰς χαράδρας δεδιέναι. ἢ τὸ ἐναντίον παρὰ τὸ ἐν αὐταῖς ἐνοικεῖν. ἐξ οὗ καὶ τὸ ὄνομα κέκτηται. Χάρακα. περίφραγμα τειχομαχίας, ἑλεπόλεις. καὶ χάραξ τὰ σιδήρια τὰ τεμνόμενα καὶ χαρασσόμενα, ὅθεν καὶ χάρακας καλοῦμεν τοὺς ὀξυνομένους καλάμους ἢ τὰ ξύλα. διαφέρει δὲ ὁ χάραξ καὶ ἡ χάραξ. τὸ μὲν γὰρ ἀρσενικὸν δηλοῖ τὸ στρατόπεδον, ἢ τείχισμά τι καὶ περίφραγμα. ὡς Δημοσθένης καὶ Μένανδρος· πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν—. θηλυκὸν δὲ τὸ τῆς ἀμπέλου. οἷον. ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον. Χαρίεις. τὰ εἰς εις ὀνόματα διὰ τοῦ εντος κλινόμενα οὐ θέλουσι τῷ ι παραλήγειν, ἀλλʼ ἢ τῷ η, ὡς ἐπὶ τοῦ τιμήεις, ἢ τῷ ο, ὡς ἐπὶ τοῦ ἀνεμόεις, ἢ τῷ α, ὡς ἐπὶ τοῦ σκιάεις, ἢ τῷ ω, ὡς ἐπὶ τοῦ κητώεις. ὅθεν τὸ χαρόεις ἀναλογώτερόν ἐστι τοῦ χαρίεις. Χάρτης. παρὰ τὸ γῶ, τὸ χωρῶ, γάρτης καὶ χάρτης, ὁ χωρητικὸς τῶν ἐγγεγραμμένων. Χαυλιόδους, καὶ χαυλιόδων. κεχαλασμένους ἔχων τοὺς ὀδόντας, ἐξέχοντας ἢ διέχοντας. ἢ κατὰ ἐναλλαγὴν τοῦ ρ εἰς λ· ὁ κεχαραγμένους ἔχων τοὺς ὀδόντας, ὁ τραχύνων καὶ χαράσσων. Χαῦνος. ἀπὸ τοῦ χαίνω χᾶνος καὶ πλεονασμῷ τοῦ υ χαῦνος. Χαλεπός. δύσκολος. ἀπὸ τοῦ χαλέπτω. ὡς τό· Χρυσὲ κακῶν ἀρχηγὲ, βιοφθόρε, πάντα χαλέπτων. ἐκ τούτου χαλεπαίνω, κατὰ ἀποβολὴν τοῦ τ. — Θηλυκόν. —Χάλαζα. ὁλοπαγὲς ὕδωρ ὑπὲρ γῆς πεπηγός. ἢ ἀθρόα ἐκ νεφῶν εἰς ὕδωρ μεταβολὴ καὶ πῆξις ἀπὸ τῆς ἐναποκειμένης ἐντὸς ψυχρότητος, διὰ τὴν ἐκτὸς θερμότητα. Χαλκὶς, Χαλκίδος. ὄνομα πόλεως. Χαλκίς. καὶ ἡ γλαῦξ. Χαιρώνεια. πόλις. Χαιρώνη. τόπος. Χαιός. ἡ ῥάβδος. Χαίτη. ἡ θρίξ. παρὰ τὸ κρατῶ κράτη καὶ ἀποβολῇ τοῦ ρ, καὶ τροπῇ τοῦ κ εἰς χ, καὶ πλεονασμῷ τοῦ ι χαίτη. Χαμεύνα. ταπεινὴ καὶ εὐτελὴς κλίνη. καὶ χαμευνία, ἡ ξηροκοιτία. Χαμαιτυπίς. ἡ πόρνη. Χάρις. δωρεὰ, χάρισμα. εὐμένεια· οἰκείωσις. Χαράδραι. μικροὶ ῥύακες. ἢ τοῦ ὕδατος ὑποῤῥοαί. ἢ κρημνοί. Χαρά. διάθεσις ἡδονῶν ἐπιτυχοῦσα. ἢ εὕρησις ἡδονῶν. Χάρμη. ἡ μάχῃ. κατʼ εὐφημισμόν. Χάρυβδις. ἡ ἀναπινομένη θάλασσα περὶ τὰ Γάδειρα καὶ πάλιν ἐπαναστρέφουσα. παρὰ τὸ εἰς χάος κατάγειν καὶ ὄλεθρον. οἱονεὶ εἰς χάος βαίνειν. Χαρίεσσα καὶ χαριτόεσσα. Χάρις. χαρά. παρὰ τῷ Ἀποστόλῳ· ἵνα δευτέραν χάριν ἔχητε. Χαναναίαν. τὴν Παλαιστίνην, ἤγουν τὴν Ἱερουσαλὴμ λέγει ὁ θεόλογος· διὰ τὸ κατοικεῖσθαι αὐτὴν πρότερον ὑπὸ τῶν Χαναναίων. — Οὐδέτερον. —Χαλκοῦν πινάκιον. τοιοῦτον εἶχον οἱ δικασταὶ πρὸς τὰς κληρώσεις, ἔχον τὸ ὄνομα τοῦ δικαστοῦ πατρόθεν καὶ τοῦ δήμου καὶ τῆς φυλῆς. Ἀρίσταρχος δὲ πύξινον εἶπεν αὐτό. Χαλκοπράτιον. ..... Χαλκοβατὲς δῶ. πρὸς δῶμα χαλκοβατές. Χαλαστραῖον. τόπος. Χαμεύνιον. ἐπὶ τοῦ κραββάτου τάττεται. Χαμαιπετές. ταπεινόν. ἢ τὸ εἰς γῆν πετόμενον. Χαμαιτυπεῖον. καπηλεῖον, ἢ οἴκημα ἐν ᾧ εἰσὶν αἱ πόρναι. Χαμαιμηλέλαιον. ..... Χαριστήρια. εὐχαὶ, ἢ ὕμνοι ἐπινίκιοι. Χαράκωμα. περίφραγμα. τειχίον. παρὰ τὸ χαρακῶ, χαρακώσω, χαράκωμα. τοῦτο παρὰ τὸ χάραξ. Χάσμα. τὸ χάος. Χαλεπόν. δύο σημαίνει. ἤγουν τὸ ἀδύνατον, ὡς τό· —χαλεπὸν δέ κεν ὀρύσσειν ἀνδράσι θνητοῖσι— καὶ τὸ δεινόν. χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός. — Ῥῆμα. —Χάζω. τὸ ὑποχωρῶ καὶ ἀναχωρῶ. καὶ χάζεο. ἀπὸ τοῦ χῶ, τὸ χωρῶ, παράγωγον χάζω. Χαίρειν φράσαντες. ἀποταξάμενοι, καταγνόντες. Χαίρειν ἐάσαντες. ἐπὶ τῶν καταφρονουμένων καὶ μισουμένων. τὸ γὰρ χαίρειν μόνον προσεπιλέγοντες τούτοις παρέτρεχον. καὶ χαίρειν ἀντὶ τοῦ οἰμώζειν καὶ στενάζειν. ὡς τό· χαιρέτω ληρῶν, ἐρυθριάτω φλυαρῶν. Χαίρω. παρὰ τὸ χῶ, τὸ διαχέω. Χαίρομαι. ὁ λέγων χαίρομαι βαρβαρίζει. καὶ λέγεται δατισμός· Δάτις γὰρ ὁ Πέρσης ἔφη χαίρομαι. ἐνεστῶτα γὰρ ἢ παρατατικὸν οὐκ ἔχει. Χαλιμάζειν. τὸ περὶ τὰς συνουσίας ὁρμᾷν. ἀπὸ τοῦ χαλᾷν τὰς φρένας πρὸς τὸ πάθος. Χαλεπαίνει. ὀργίζεται. Χαλεπῄνας. ἀγανακτήσας. καὶ χαλεπῄνῃ. Χαλέπτει. κακίζει. Χάνῃς, χάνωμεν. Χαρακτηρίζει. δεικνύει. Χαράσσω. παρὰ τὸ χαίρω, τὸ τραχύνω. ἐξ οὗ καὶ κάρχαρος κύων. ἢ ὥσπερ ἄλλος ἀλλάσσω, οὕτως ἄρης ἀράσσω καὶ πλεονασμῷ τοῦ χ χαράσσω. Χαρήσομαι. εὐφρανθήσομαι. καὶ ἐὰν χαρήσομαι, εὐφρανθήσομαι. χαρίσομαι δὲ ἀντὶ τοῦ δωρήσομαι ι. ἐὰν χαρίσωμαι δὲ, ἰῶτα καὶ μέγα. Χαριεντιζόμενοι. εὐτραπελιζόμενοι. σκώπτοντες. Ἀριστοφάνης· χαριεντίζεις καὶ κατασκώπτεις ἡμῶν καὶ βωμολοχεύεις. Χατίζεις. χρῄζεις. οἶμαι, παρὰ τὸ ἃ μὴ ἔχειν αἰτεῖν γίνεται χατῶ, χατίζω. ὁ γὰρ χρῄζων ἃ μὴ ἔχει αἰτεῖ. καὶ χατέουσιν. ἢ ἀπὸ τοῦ αἰτῶ αἰτίζω. ἐξ οὗ καὶ τό· αἰτίζων ἀκόλους, παρʼ Ὁμήρῳ. Χαριζόμενοι. συγγνωμονικοὶ γίνεσθε. οὕτως ὁ Ἀπόστολος· χαριζόμενοι ἑαυτοῖς. — Ἐπίῤῥημα. —Χαμόθεν. ἐκ τῆς γῆς. Χαμάδις. χαμάζε καὶ χαμαί. Χανδόν. ἀπλήστως. Τὸ Χ μετὰ τοῦ Ε. — Ἀρσενικόν. —Χέδροπας. ὄσπρια. καὶ ἑνικῶς χέδροψ. οἱονεὶ χερίδροψ καὶ συγκοπῇ χέδροψ. Χειμών. ἡ τοῦ κρύους ἀκμή. ἀπὸ τοῦ χέω, χεύσω, ῥῆμα ὄνομα χεῦμα, καὶ τροπῇ τοῦ υ εἰς ι χειμών. τὰ γὰρ ἀπὸ τῶν εἰς μα οὐδέτερα παραγόμενα ὀνόματα κοινὰ εἰσὶ τῷ γένει, καὶ τρέπουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς. οἷον μνήμη, ἀμνήμων, ἀμνήμονος, εἷμα, λευχείμων, λευχείμονος. τὸ γοῦν χειμὼν καὶ ὀξυνόμενον καὶ ἁπλοῦν καὶ περιεκτικὸν ὂν περὶ τὴν γραφὴν διήλλαξε, καὶ φυλάττει τὸ ω, χειμὼν, χειμῶνος, καὶ εἴ τι παρʼ αὐτὸ, βαρυχείμων, βαρυχείμωνος. Χείμαῤῥοι ποταμοί. κατὰ τὸν χειμῶνα ῥέοντες. χίμαῤῥοι δὲ, οἱ τράγοι, ι. Χειροδίκαι. οἱ ἑαυτοῖς πεποιθότες τῇ τῶν χειρῶν δυνάμει καὶ διʼ ἑαυτῶν ποιοῦντες τὴν ἐκδίκησιν καὶ τύπτοντες, τουτέστιν ἐν τῇ ἰσχύϊ τὸ δίκαιον ἔχοντες. Χείρων. κύριον. Χειρώνακτες. οἱ διὰ τῶν χειρῶν κοπιῶντες καὶ ἐργαζόμενοι, καὶ οἱ τεχνῖται. Χείρων. ὁ χειρότερος. χείρων κυρίως ὁ κατὰ χεῖρα ἥττων, οἷς ὁ ἄνθρωπος τῶν ἄλλων ζώων διαφέρει, τεχνάσασθαι. Χειρωνάκτης καὶ χειρώναξ. τεχνίτης διὰ τῶν χειρῶν ἐργαζόμενος. Χέρης. κύριον. καὶ κλίνεται Χέρητος. Χέρηϊ. τῷ χείρονι. Χέρεως. ὄνομα φρουρίου. Χετταῖοι. ἔθνος. — Θηλυκόν. —Χειά. ἡ τῶν ὄφεων κατάδυσις. ἔνθεν καὶ τό· οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται—. ἀντὶ τοῦ χωρήσει. ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι χωρεῖσθαι. αὐτὸ γὰρ μόνον μηχανᾶται ὁ ὄφις τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἔλυτρον. λέγονται δὲ οἱ τοιοῦτοι τόποι καὶ εἰλυοὶ καὶ τρόχμαλα. καὶ αἱμασιαί. παρὰ τὸ γῶ, τὸ χωρῶ, τροπῇ τοῦ γ εἰς χ γίνεται χέα καὶ πλεονασμῷ τοῦ ι χειά. χειὰ καὶ ἡ φωλεά. Χελιδών. παρὰ τὸ τὰ χείλη δονεῖν. ἢ παρὰ τὸ τὰ χείλη οἰδαίνειν. ἢ παρὰ τὸ τοῖς χείλεσι ᾄδειν. Χέλυς. ἡ κιθάρα. παρὰ τὸ χέω, τὸ λέγω. ἢ ὅτι ἀπὸ δερμάτων χελώνης κατεσκευάζετο. Χελωνίδος. τῆς βαθμίδος. Χεράδες. τὰ παραθαλάσσια σκύβαλα. ἢ ἡ ἰλύς. παρὰ τὸ χεῖσθαι ῥᾳδίως. Χερμάς. λίθος πληρῶν τὴν χεῖρα. καὶ χερμάδιον. Χέρσος. ἡ ξηρὰ γῆ. ἐξ οὗ ἐστι χειρὶ προσάψασθαι. Χεῤῥόνησος. χεῤῥονησεία γῆ ἡ εἰς θάλασσαν ἐκνεύουσα, ἡ μήτε χέρσος μήτε θάλασσα, ἀλλὰ περικλυζομένη, καὶ μίαν ἔχουσα εἰσοδοέξοδον. Χερνῆτις. ἡ ἐκ τῶν ἰδίων χειρῶν τρεφομένη καὶ ζῶσα γυνή. σημαίνει δὲ τὴν ταπεινὴν καὶ ἄπορον γυναῖκα. Χέῤῥις. πόλις. Χεττοῦρα. κύριον. ταύτην μετὰ θάνατον τῆς Σάῤῥας ὁ Ἀβραὰμ ἠγάγετο. Χελώνη. τὸ ζῶον. καὶ τὸ ὄργανον. Χελιδωνίς. λέγει ὁ Ψελλός· χελιδωνὶς τὸ πάτημα τὸ κάτω τῆς εἰσόδου. — Οὐδέτερον. —Χειρόηθες. πρᾷον· ἥμερον. Χειρόμακτρον. μανδύλιον. παρὰ τὸ ἐκμάσσειν τὰς χεῖρας. Χειρόγραφον. συμβόλαιον, γραμματεῖον, χρέους ὁμολογία. Χειρόκμητα. ὑπὸ χειρῶν γεγραμμένα ἢ περιεξεσμένα. Χειρώνειον. φάρμακον τὸ τοῦ Χείρωνος. Χέλειον. τὸ τῆς νεώς. Χελιδόνιον μέλος. τὸ τῆς χελιδόνος. χελιδόνειον δὲ κρέας, δίφθογγον. Χελώνειον δέρμα. τὸ τῆς χελώνης. Χερμάδιον. ὁ χειροπλήθης λίθος. παρὰ τὸ τὴν χεῖρα πληροῦν. χεράδιον, καὶ πλεονασμῷ τοῦ μ χερμάδιον. Χερνίβειον. σκεῦος, ἐν ᾧ τὰς χεῖρας νίπτομεν. Χερουβείμ. καὶ δίφθογγον καὶ ι. καὶ ἐπὶ ἑνικοῦ δίφθογγον, ἐπὶ δὲ πληθυντικοῦ ι. ὁμοίως καὶ ἐπὶ σεραφείμ. Χεῦμα. ῥεῦμα, προχοή. Χειμάδιον. ...... — Ῥῆμα. —Χειραπτήσας. ἁψάμενος τῇ χειρί. Χειρονομεῖν. κυρίως ἐστὶ νωμᾷν ἀντὶ τοῦ διαφέρειν. ὅθεν καὶ ἐν τῇ συνηθείᾳ μέμνηται καὶ τοῦ χειρονομεῖν. ποιητικῶς δὲ διὰ τοῦ ω, τῷ λόγῳ τοῦ στρωφῶ. Χειρώσασθαι. ὑποτάξαι, κρατῆσαι. Χέεις. ἐπὶ ἐνεστῶτος δίφθογγον· ἐπὶ δὲ μέλλοντος η. Χελύσειν. δήσειν. τοῦ Ψελλοῦ· φλεγμός ἐστιν ἡ φλεγμονὴ, χελύσειν δὲ τὸ δήσειν. Τὸ Χ μετὰ τοῦ Η. — Ἀρσενικόν. —Χὴν καὶ ἡ χὴν, κοινόν ἐστι τῷ γένει. λαμβάνεται δὲ καὶ ἐπὶ θηλυκοῦ. παρὰ τὴν ἠχὴν, ὃ σημαίνει τὴν κραυγήν· κρακτικὸν γάρ ἐστι τὸ ζῶον. Χηνέας. κύριον. Χηραμοί. οἱ φωλεοί. ἢ καταδύσεις τῶν θηρίων καὶ τῶν ὄφεων, οἷον χωραμοὶ, εἰς οὓς χωρεῖ τι. Χηρίων. ὁ χωρὶς γυναικός. Χηρωστής. ὁ ἐπίτροπος. Χηλή. ἡ ὄνυξ. κυρίως χηλὴ λέγεται ἐπὶ τῶν δυονύχων ζώων, σχιλή τις οὖσα, παρὰ τὸ διεσχίσθαι, ὥσπερ ἐπὶ τῶν μονωνύχων ὁπλή τις οὖσα. λέγεται χηλὴ, τροπῇ τοῦ ι εἰς η καὶ ἀποβολῇ τοῦ ς, χηλή. Χηλός. τὸ κιβώτιον. καὶ γίνεται ἐκ τοῦ χῶ, χήσω. Χήμη. εἶδος ὀστρείου. Χηρεία. ἡ χήρευσις. καὶ χήρα γυνή. ἀπὸ τοῦ χηρῶ, τὸ χωρίζω καὶ πορθῶ. καὶ χηρώσω, τὸ ἀφανίσω καὶ πορθήσω. Χῆτις. ἡ στέρησις. Χηρωνίς. ὄνομα κύριον. — Οὐδέτερον. —Χήνιον. ὄρος. χήνειον δὲ ὠὸν, δίφθογγον. Χῆρον. ἐστερημένον. — Ῥῆμα. —Χηρῶ. τὸ χωρίζω καὶ πορθῶ. καὶ χηρώσω. Τὸ Χ μετὰ τοῦ Θ. — Ἀρσενικόν. —Χθαμαλός. κοῖλος, ταπεινὸς, χαμηλός. Χθιζός. ὁ χθεσινός. καὶ χθιζινός. — Θηλυκόν. —Χθών. ἡ γῆ. καὶ κλίνεται χθονός. παρὰ τὸ διαχεῖσθαι καὶ χωννύεσθαι. ἢ παρὰ τὸ γῶ, τὸ χωρῶ. Χθονία. ἡ ἐπίγειος. Τὸ Χ μετὰ τοῦ Ι. — Ἀρσενικόν. —Χιάρης. κύριον. καὶ Χίλων. καὶ Χιλδίβερτος. Χίμαρος. ὁ τράγος ὁ ἐν τῷ χειμῶνι τεχθείς. Χῖος. ὁ πολίτης Χίου. ὡς Σάμος Σάμιος, οὕτω καὶ ἀπὸ τοῦ Χίος γίνεται Χίϊος, καὶ κράσει τῶν δύο ιι εἰς ι μακρὸν Χῖος, ὡς Δίϊος Δῖος, Θέτιϊ Θέτι. Χιτών. ἐσθὴς, ἱμάτιον. — Θηλυκόν. —Χίδρα. στάχυες, ἤτοι νέος καρπός. Χιλός. ὀξύτονον καὶ θηλυκῶς λέγεται, καὶ σημαίνει τὴν τροφὴν, καὶ γράφεται διὰ τοῦ ι. τινὲς δὲ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ χεῖλος ἐστὶν, ἡ ἐν τοῖς χείλεσι διδομένη. ἀλλὰ τὰ διὰ τοῦ ιλος, μὴ ὄντα οὐδέτερα μήτε ἀρσενικὰ ὀξύτονα, μήτε σύνθετα ἀπὸ ὀνομάτων, ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ ι γράφεται. οἷον Ζωΐλος, Τρωΐλος. οὕτως οὖν καὶ χιλός. χωρὶς τοῦ Νεῖλος. πρόσκειται μὴ ὄντα οὐδέτερα διὰ τὸ χεῖλος. πρόσκειται μὴ ὄντα ἀρσενικὰ ὀξύτονα διὰ τὸ δειλός. πρόσκειται μὴ ὄντα σύνθετα ἀπὸ ὀνομάτων ἔχοντα τὴν ει δίφθογγον διὰ τὸ τρίχειλος, κροκόδειλος. Χιλωνὶς γῆ. Χίμαιρα. τρίμορφον θηρίον, ὅπερ ἐν τῇ Λυκίᾳ ἦν, ἣν ἐφόνευσεν ὁ Βελεροφόντης. Χιράδες. αἱ τῶν χειρῶν ῥαγάδες. καὶ πῶς διὰ τοῦ ι γράφεται; ὤφειλε γὰρ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ χεὶρ γέγονεν. ἀλλʼ ὡς ἀπὸ τοῦ νείφω γίνεται νιφεὺς διὰ τοῦ ι, οὕτω καὶ ἐνταῦθα. ἢ κρεῖττον ἔστιν εἰπεῖν, συνέπεσεν ἡ φωνὴ τῷ σημαινομένῳ, ἐπειδὴ τὸ χιρὰς ἔνδειαν τινὰ σημαίνει· ἡ γὰρ ῥαγὰς ἔνδειαν τινὰ ἔχει τοῦ ὁλοκλήρου· τὸ γὰρ ἔχον ῥαγάδας οὐκ ἔστιν ὁλόκληρον. τούτου χάριν καὶ ἔνδειαν φωνήεντος ἐδέξατο. Χιών. καὶ κλίνεται χιόνος. ὡς ἀρήγω ἀρηγών. καὶ τροπῇ τοῦ ε εἰς ι χιών. — Οὐδέτερον. —Χῖ. τὸ στοιχεῖον. ὅτι χεομένην ἔχει τὴν ἐκφώνησιν. ἄλλοι δὲ ἄχι αὐτὸ εἶπον, ὅτι ἔχει ὀξεῖαν καὶ βαρεῖαν ἀλλήλας κατὰ μέσον σχιζούσας. Χίμετλα. τὰ ἀποκαύματα τὰ γινόμενα ἐν τοῖς ποσὶν, ὅπερ συμβαίνει ἐν τῷ χειμῶνι γίνεσθαι. εἴρηται παρὰ τὸ ἐν τῷ χειμῶνι τλεῖν. ἢ χίμετλον τὸ ἐν τῷ δακτύλῳ γενόμενον ἕλκος. — Ῥῆμα. —Χιονωθήσονται. λευκανθήσονται. λαμπρυνθήσονται. Τὸ Χ μετὰ τοῦ Λ. — Ἀρσενικόν. —Χλούνης. ὁ ἀγριόχοιρος. ὁ ἐν τῇ χλόῃ εὐναζόμενος καὶ διατρίβων. Χλωδομάριος· Χλώθαρις· Χλωθαῖος· Χλωθόμηρος. ὀνόματα κύρια. Χλωρός. κακόχρους. καὶ χλωρότης. Ὅμηρος· ὑπὸ δέους χλωρὸς ἦεν. παρὰ τὸ χαλῶ καὶ τὴν ὥραν, ὃ σημαίνει τὴν μορφήν. χλαωρὸς καὶ χλωρὸς, ὁ κεχαλασμένην ἔχων τὴν ὥραν. — Θηλυκόν. —Χλαμύς. ἐσθὴς κοκκίνη. ἢ ὁ κυκλοειδὴς μανδύας, ὃν φοροῦσιν αἱ γυναῖκες. Χλανίς. τὸ θερινὸν καὶ λεπτότατον ἱμάτιον. Χλαῖνα. τὸ χειμερινὸν ἱμάτιον. παρὰ τὸ χλιαίνειν. Χλεύη. ἡ ὕβρις. χειλεύη τὶς οὖσα, παρὰ τὸ ἠρέμα ἀνάγειν τὰ χείλη. Χλιδή. ἡ τρυφή. Χλιδῶνα. κόσμον περὶ τὸν βραχίονα. Χλιδώ. κύριον. Χλόη. παρὰ τὸ φλέω, τὸ ἀναπέμπω, φλόη καὶ χλόη, ἡ ἐκ τῆς γῆς ἀναπεμπομένη. Χλώρη. κύριον. Χλωμένη. ..... — Οὐδέτερον. —Χλιαρόν. τὸ θερμόν. Χλούνιον. τόπος. χλούνειον δὲ, τὸ χοίρειον, δίφθογγον. — Ῥῆμα. —Χλιαίνω. τὸ θερμαίνω. Χλιδῶντες. τρυφῶντες· σπαταλῶντες. Χλοάζει. βλαστάνει. Τὸ Χ μετὰ τοῦ Ν. — Ἀρσενικόν. —Χνοῦς. ὁ κονιορτός. παρὰ τὸ χοῦς, πλεονασμῷ τοῦ ν. τὸ δὲ χοῦς παρὰ τὸ χόος. τοῦτο δὲ παρὰ τὸ χέω. Τὸ Χ μετὰ τοῦ Ο. — Ἀρσενικόν. —Χοβάρ. τόπος. Χοϊκός. γηγενής· γήϊνος· βαρύς. καὶ ὁ Ἀπόστολος· πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός. Χοῖνιξ. δεκάλιτρον. τέταρτον μοδίου σημαίνει. Χόλος. ἡ ὀργή. παρὰ τὸ χέω· συγκέχυται γὰρ ἡ ψυχὴ ἐν τῷ ὀργίζεσθαι. Χόνδρος. πᾶν ὀστοῦν τρωγόμενον καὶ θραυόμενον ὑπὸ τῶν ἀνθρωπίνων ὀδόντων. Χοραύλης. ὁ ἐν τῷ χορῷ αὐλῶν. Χοροστάτης. ὁ ἄρχων τοῦ χοροῦ. Χορίκιος. κύριον. Χοροί. πλῆθος ταγμάτων. Χοροιτύπος. ὁ τύπους ποιῶν ἐν τῷ χορεύειν. ἢ ὁ τύπτων τὸ ἔδαφος. καὶ Ὅμηρος· πέπληγον δὲ χορὸν θεῖον ποσί—. Χοσβαΐτης. ὁ βεστιαρίτης. — Θηλυκόν. —Χοαί. ἐναγίσματα, θυσίαι. Χοιρίνη. συρφετώδης. ἡ δικαστικὴ ψῆφος. Χοιράδες. πετρῶν ὄχθοι. Χολάδες. τὰ ἔντερα. παρὰ τὴν χύσιν, ἢ διὰ τὸ κατὰ φύσιν δέχεσθαι τὸ χολῶδες ἀπὸ τοῦ ἥπατος, ἐπειδὴ εἰς αὐτὰ συῤῥεῖ ἡ ξανθὴ χολὴ, τοῦτο μηχανωμένης τῆς φύσεως πρὸς τὸ διαθερμαίνεσθαι, καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιττῶν. ἔμελλε γὰρ τῇ κράσει ψυχρὰ ὄντα ἀργὰ μένειν καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν. τοιαῦτα γὰρ τὰ νευρώδη. Χολέρα. νόσος διὰ χολῆς. ἢ τὸ τῆς χολῆς πάθος. Χορδή. ἡ νευρὰ ἢ τὸ ἔντερον. παρὰ τὸ διʼ αὐτοῦ χωρεῖν τὴν ἐδωδήν. Χορεία. ἡ χόρευσις. Χοριάνη. τόπος. Χορηνὴ δὲ, ι. — Οὐδέτερον. —Χοάσπειον ὕδωρ. τὸ τοῦ Χοάσπου ποταμοῦ. Χοινίκιον. μέτρον τι. καὶ τὸ παχὺ ἔντερον. Χοληδόχον. ἀγγεῖον τὸ δεχόμενον τὴν χολήν. καὶ χολαῖον, ἧπαρ. Χορεῖον. ὁ τόπος τοῦ χοροῦ. χορίον δὲ, τὸ παχὺ ἔντερον, ι. Χολωσέμεναι. ὀργισθῆναι. καὶ χολωσέμεν μέλλων ἀπαρέμφατος δωρικῶς. ἐκεῖνοι γὰρ τὰ ἀπαρέμφατα εἰς εμεν μεταποιοῦσι. τὸ τύψειν τυψέμεν λέγουσιν. οἱ δὲ Αἰολεῖς εἰς εμεναι λέγουσιν, οἷον· εἰωθότες ἔδμεναι ἄδδην. Χορτάσαι. παρὰ τὸν χόρτον τὸν περιβαλλόμενον τοῖς ὑποζυγίοις. Χορεύω. χοροβατῶ. Τὸ Χ μετὰ τοῦ Ρ. — Ἀρσενικόν. —Χρεμετισμός. ἡ τῶν ἵππων βοή. Χρησμός. προφητεία· μαντεία. Χρήστης. δανειστής. Χρηστήρ. ὁ παρέχων χρησμούς. παρὰ τὸ χρῶ, χρηστήρ. οὕτω Γεώργιος ὁ Χοιροβοσκός. οἶμαι δὲ, ὅτι παρὰ τὸ χρῄζω. τὸ δὲ χρῄζω, ἡνίκα σημαίνει τὸ ἐνδεοῦμαι, ἔχει τὸ ι προσγεγραμμένον. ἀπὸ τοῦ χρέος χρεΐζω, ἐκτάσει τοῦ ε εἰς η καὶ ἐν συναιρέσει χρῄζω, μένοντος καὶ τοῦ ι προσγεγραμμένου. ὅτε δὲ σημαίνει τὸ χρησμῳδῶ, ἄνευ τοῦ ι, καίπερ τῆς ἐτυμολογίας ἀπαιτούσης σὺν τῷ ι γράφεσθαι, παρὰ γὰρ τὴν χρείαν ἐστί· τοῖς γὰρ ἔχουσι χρείαν χρησμῳδεῖ ὁ θεός. ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ σημαίνοντος τὸ ἐνδεοῦμαι οὐκ ἔχει τὸ ἰῶτα. Χρῆστος. κύριον. χρηστὸς δὲ, ὁ ἀγαθὸς, ὀξύνεται. Χρέμης, χρέμητος. ὄνομα ἰχθύος. Χρεωφειλέτης. ὅσα παρὰ τὸ χρέος συντέθειται, μεγάλα, πλὴν τοῦ χρεοδότης, χρεοκόπος, καὶ χρεολύτης, καὶ τὰ θηλυκὰ αὐτῶν, οἷον χρεοδοσία, καὶ τὰ ῥήματα, οἷον χρεοδοτῶ, χρεολυτῶ. Χριστός. μεσίτης θεοῦ καὶ ἀνθρώπων. ἰστέον, ὅτι τὸ Χριστὸς σημαίνει τὸ συναμφότερον, θεὸς καὶ ἄνθρωπος. τὸ δὲ κύριος δηλωτικὸν τῆς θεότητος. χριστοὶ γὰρ καὶ οἱ βασιλεῖς, οἱ τῷ ἐλαίῳ τοῦ κέρατος χριόμενοι. τὸ Χριστὸς καὶ Κύριος διὰ τὸ τῇ θεότητι χρίσαι τὴν ἀνθρωπότητα· καὶ ὡς βασιλεύς. δώσει γὰρ αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος. ἐλέγοντο χριστοὶ καὶ οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς, ὡς ἐλαίῳ ἁγίῳ τῷ ὑπὸ τοῦ κέρατος βλυομένῳ χριόμενοι. Χριστιανισμός. πίστις ἀπερίεργος, ἢ θεοῦ ὁμοίωσις κατὰ τὸ ἐνδεχόμενον ἀνθρώπου φύσει. ἢ δόγμα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ πνευματικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστός. Χριστιανός. ἀληθινὸς οἶκος Χριστοῦ θεοῦ διʼ ἔργων ἀγαθῶν καὶ δογμάτων εὐσεβῶν συνιστάμενος. ἢ ὁ κατὰ θεὸν ζῶν, καὶ εὐσεβῶς καὶ χρηστῶς πολιτευόμενος. ἢ ὁ τὸ σῶμα διὰ τὸν Χριστὸν σταυρώσας σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Χρυσός. παρὰ τὸ ῥύω, ῥυσὸς, καὶ πλεονασμῷ τοῦ χ χρυσός· ὁ γὰρ χρυσὸς διδόμενος ῥύεται τὸν ἄνθρωπον ἐκ τοῦ θανάτου. Χρόμος· Χρόμιος. κύρια. Χρόμαδος. Ὅμηρος· δεινὸς δὲ χρόμαδος—. τὸν ἐν τοῖς γενύεσιν ὑπὸ τῶν πληγέντων γενόμενον ψόφον ὀνοματοποιήσας χρόμαδον εἶπεν. Χρόνος. ἡλίου κίνησις καὶ πορεία μετὰ ἐμμέτρου φορᾶς. ἢ τὸ παρεκτεινόμενον τῇ ὑποστάσει τοῦ κόσμου διάστημα, ἐν ᾧ πᾶσα μετρεῖται κίνησις εἴτε ἀστέρων, εἴτε ζώων, εἴτε οὑτινοσοῦν τῶν κινουμένων. ἢ μέτρον κινήσεως καὶ ἀριθμοῦ τοῦ ἐν κινήσει πρότερον καὶ ὕστερον. Χρόνος. ποιὰ σημείωσις, τουτέστι φανερὰ τοῦ ἐν ἐκτάσει καὶ συστολῇ ἄδηλόν τι διακρίνουσα. ἢ πλατικὸς ἐνιαυτὸς ἢ ἀκαριαῖος· ἅμα γὰρ τῷ βούλεσθαι ἔχει καὶ τὸ εἶναι. χρόνος δὲ παρὰ τὸ ῥέω, ῥόνος, καὶ πλεονασμῷ τοῦ χ χρόνος. Χρόνος βραχύς. φωνήεντος συστελλομένου. Χρόνος μακρός. σημείωσις ἐκτεινομένου φωνήεντος ἢ φωνηέντων. Χρόνοι δὲ εἰσὶ δύο, μακρὸς καὶ βραχύς· διότι καὶ τοῖς ἀνθρώποις δύο χρόνοι παρέπονται, ὁ μὲν εἷς πολυχρόνιος, ὁ δὲ ἕτερος ὀλιγοχρόνιος. χρόνοι δὲ λέγονται παρὰ τὸ ἐν ἐκτάσει καὶ συστολῇ τοῖς χρόνοις παρεικασθῆναι. Χρυσάορα. χρυσῆν σπάθην ἔχοντα. ἄορ γὰρ τὸ ξίφος, ἢ σπάθη. Χρυσότευκτον. ἐκ χρυσοῦ κατεσκευασμένον. Χρυσάμπυκας. χρυσοχαλίνους. —χρυσάμπυκας ἵππους. Χρυσοῤῥήμων. ὁ χρηστολόγος. Χρυσοῤῥόας. ποταμός. Χρυσίτης. σημαίνει τὸν λίθον, ἔνθα ἀκονῶσι τὸ χρυσίον. τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιτης διὰ τοῦ ἰῶτα γράφονται· χρυσὸς, χρυσίτης. Χρύσεος. τὰ διῃρημένα ἐπὶ πάντων γενῶν ἰακά. οἷον, ὁ χρύσεος καὶ ὁ ἀργύρεος, καὶ ἡ χρυσέα, καὶ τὸ χρύσεον. Χρύσειος ἀνδρείας. Χρυσάνθειος. οἶκος. Χρυσοπήνιτος. χιτών. Χρώς. τὸ σῶμα. καὶ κλίνεται χρωτός. Χρῶμις, Χρώμιδος. κύριον. Χρηματισμός. ὁ λόγος τοῦ θεοῦ. καὶ ὁ Ἀπόστολος· ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός. — Θηλυκόν. —Χρόα. ἀπὸ τοῦ χρῶ, ὃ σημαίνει τὸ βάπτω. ἐξ οὗ καὶ χρῶμα. Χρῆσις. ἡ τῶν ἐφʼ ἡμῶν ὀρέξεως συμπλήρωσις. παρὰ τὸν χρήσω μέλλοντα. χρῆσις δὲ καὶ παράδοσις διαφέρει. χρῆσις γὰρ λέγεται ἡ τῶν ἀρχαίων καὶ ποιητῶν μαρτυρία· παράδοσις δὲ, ἡ τῶν γραμματικῶν. οἷον τὰ μὲν Ὁμήρου χρῆσις· τὰ δὲ Ἀριστάρχου τοῦ γραμματικοῦ παράδοσις. χρίσις δὲ ἐκ τοῦ χρίω, τὸ ἀλείφω, ι. Χρειώ. τὴν χρείαν. ὡς ἀπὸ τοῦ σπέος γίνεται σπεὼ, καὶ ἀπὸ τοῦ κλέος κλεὼ καὶ Κλειὼ, οὕτω καὶ ἀπὸ τοῦ χρέος χρεώ. — Οὐδέτερον. —Χρῆμα. κυρίως τὸ διὰ χειρῶν ἔργον, οἷον χέρημα. Χρησμῴδημα. ἡ προφητεία. χρησμοδότημα δὲ, μικρόν. Χρίσμα καὶ χρίμα. παρὰ τὸ χρίω, χρίσω, χρίσις καὶ χρίσμα, ὅπερ σημαίνει τὸ ἄλειμμα. ὥσπερ δὲ λέγεται κροῦσμα καὶ κροῦμα, οὕτω χρίσμα καὶ χρίμα. Χρονικὸν φῶς. ὁ ἥλιος. Χρυσόγλυφα. τὰ χρυσοτόρνευτα. Χρύσειον καὶ χρύσεον ἔργον. χρυσίδιον δὲ, ι τὰ δύο. Χρηστολόγημα. τὸ ἄχρι ῥημάτων θεραπεύειν. καὶ ὁ Ἀπόστολος· διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. — Ῥῆμα. —Χραύσει. ἀμύξει. ὀλίγον τὸν χρῶτα ἐπιξύσει. προσεγγίσει. ἀπὸ τοῦ χρωτὸς, χρῶ, χραύσω. Χραίσμετέ με. ἀντὶ τοῦ φυλάξασθέ με. καὶ ῥύσατε ἢ βοηθήσατε. εἴρηται ἀπὸ βαρυτόνου, τὸ χραίσμω. εἰ γὰρ ἦν ἀπὸ τοῦ περισπωμένου χραισμῶ, εἶπεν ἂν χραισμεῖτε. Χραισμῶ. τὸ βοηθῶ. ἀπὸ τοῦ χρήσιμος χρησιμῶ, καὶ συστολῇ τοῦ η εἰς α καὶ μεταθέσει τοῦ ς χραισμῶ, τὸ βοηθῶ. Χρείω. τὸ μαντεύομαι. ὅπερ ἐπὶ ἐνεστῶτος καὶ παρατατικοῦ. ἐπὶ δὲ τῶν ἄλλων διὰ τοῦ η. Χρέμπτεται. ἦχον τῷ στόματι ἀποτελεῖ. πτερύσσεται. Χρηματίζει. γίνεται. ἢ προλέγει. Χρήσω. μαντεύσω. Χρηστηριάζω. μαντεύομαι. Χρή. ἐνδέχεται. ἐκ τοῦ χρῆμι, χρὴς, τὸ τρίτον χρῆσι καὶ χρὴ ὀξυτόνως. ὀξυτονούμενον γὰρ ἐν τῇ συνθέσει, βαρυνόμενον σημαίνει ἐπίῤῥημα· περισπώμενον δὲ ῥῆμα ἀττικόν. ἀπὸ γὰρ τοῦ χρῶμι τὸ δεύτερον τῆς κοινῆς διαλέκτου ἰωνικῆς. ἀττικῶς δὲ χρῆν, ἐξ οὗ τὸ ἐχρῆν. Χρίμπτεται. προσπελάζει. προσεγγίζει. Χρίω. τὸ ἀλείφω. Χριστιανίζειν. τὸ καταφρονεῖν τῶν ἀνθρωπίνων πραγμάτων ὑπὲρ τῆς εἰς τὸν Χριστὸν ὁμολογίας. καὶ χριστιανισμὸς ἡ τῆς εὐσεβείας γνῶσις ἡ εἰς ζωὴν αἰώνιον ἄγουσα, ἢ ἡ διὰ Χριστοῦ φανερωθεῖσα θεοσέβεια. Χρυσαυγίζων. ἀστράπτων. Χρῶ. τὸ παρέχω. καὶ τὸ βάπτω. Χρώζω. χροιὰν παρέχω. Χρώννυμι. χρωννύω. Χρηστεύεται. ἡμερότητι χρῆται. ἡ ἀγάπη χρηστεύεται. Τὸ Χ μετὰ τοῦ Υ. — Ἀρσενικόν. —Χύαθος. κύριον. Χυδαῖος. ὁ εὐτελὴς, ὁ συρφετώδης. Χυλός. ἐκπιεσμός. Χυμαῖος. κύριον. καὶ Χυρηβίτης. Χυριάδης. τοπικὸν καὶ κύριον. καὶ κλίνεται Χυριάδου. Χυτρόπους. ὁ πλατύπους. — Θηλυκόν. —Χύτρα. τὸ τζυκάλιον. Χυτή. οὐ πᾶσα γῆ χυτὴ καλεῖται, ἀλλὰ κυρίως ἡ τοῖς νεκροῖς ἐπιχεομένη. — Οὐδέτερον. —Χυλάριον. τὸ ὑδαρῶδες, ὁ ἐκπεπιεσμένος σῖτος. Χυτρεῖον. ἐν ᾧ αἱ χύτραι. Χύτλα. κυρίως τὰ μεθʼ ὕδατος ἔλαια. καταχρηστικῶς δὲ τὰ ἐναγίσματα, τὰ ἔντομα, τὰ εὐνοῦχα. ἐπειδὴ ταῦτα μάλιστα ἔθυον τοῖς νεκροῖς, ὡς ἄγονα ὄντα, καὶ ἀγόνοις αὐτοῖς οὖσι. — Ῥῆμα. —Χυλοῖ. χυλὸν παρέχει. Χυτλῶσαι. νίψαι. οὐχ ἁπλῶς ἀλεῖψαι, ἀλλʼ ἐπὶ τῷ λούτρῳ ἀλείψασθαι, χυτλώσασθαι ἔλεγον. Χύδην. κεχυμένως. Τὸ Χ μετὰ τοῦ Ω. — Ἀρσενικόν. —Χωβοῦς. ποταμός. καὶ Χωβάλ. Χωλίαμβος. ὁ ἄστατος στίχος. Χωλός. τροπῇ τοῦ κ εἰς χ, καὶ τοῦ ο εἰς ω. κόλος γάρ ἐστιν ὁ μὴ τέλειος. καὶ κόλους κριοὺς, τοὺς ἀποβεβληκότας τὰ κέρατα. χωλὸς οὖν ὁ μὴ τέλειος. Χῶρος. τόπος. παρὰ τὸ χῶ, τὸ χωρῶ. Χώριος. ὁ τὸν αὐτὸν ἐπέχων τόπον τῆς φάλαγγος τῶν κατὰ μέρος ὁπλιτῶν, ἀνθʼ ὧν προκατεῖχον τόπων, ἑτέρους μεταλαμβανόντων. — Θηλυκόν. —Χωνεία. ἡ χώνευσις. Χῶνα. πόλις. Χωστρίς. χώρα, τόπος. — Οὐδέτερον. —Χωνεῖον. τὸ χωνευτήριον. χωνίον δὲ, τὸ ἐργαλεῖον, ι. Χωρήβ. ὄρος. — Ῥῆμα. —Χωννύω. τὸ καλύπτω. Χωόμενος. ὀργιζόμενος. ἢ λυπούμενος. χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο—. Χωρίζω. τὸ διαστέλλω καὶ διϊστῶ. Χωρήσας. ὁρμήσας. Χώσατο. ὠργίσθη. ἐλυπήθη. καὶ χώσασθαι. παρὰ τὸ κεχύσθαι τὴν ψυχήν. Χωρήσατε. ἀντὶ τοῦ εἰσδέξασθε ἡμᾶς εἰς τὰς ψυχὰς ὑμῶν. ὁ Ἀπόστολος· χωρήσατε ἡμᾶς, οὐδένα ἠδικήσαμεν.