ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τῆς πόλεως τοῦ νικητοῦ.
Ἄμπνευμα. ἀναπνοή. ἀναφύσημα. δείκνυσι καὶ διὰ τούτου, ὅτι ἀπὸ καταδύσεων καὶ ἀφανῶν τόπων εἰς τὴν ἀρέθουσαν εἰσβάλλει, ἢ διὰ τὸ ἀπορρῶγά τινα καὶ οἷον στόμα εἶναι τοῦ ἀλφειοῦ τὴν αὐτόθι ἀρέθουσαν πηγήν. ὥστε τὸ σημαινόμενον εἶναι τοιοῦτον· ὦ ὀρτυγία, ἐν ᾗ ἐστι τὸ τοῦ ἀλφειοῦ πνεῦμα ἡ ἀρέθουσα· ἀλλʼ οὐ τὴν ἀρέθουσαν εἴρηκεν ἄμπνευμα, ἀλλὰ τὴν ὀρτυγίαν, ἐν ᾗ ὁ ἀλφειὸς ἀναπνεῖ, τῷ περιέχειν τὴν ἀρέθουσαν. ἡ δὲ ὀρτυγία νῆσός ἐστι πρὸ τῶν συρακουσῶν, εἰς ἣν διὰ τοῦ πελάγους φερόμενος ὁ ἀλφειὸς ἐμβάλλει καὶ ποιεῖ τὴν ἀρέθουσαν. νῆσος δὲ οὖσα πρότερον, εἶτα προσχωθεῖσα, χερρόνησος γέγονεν, ὡς καὶ ἴβυκος ἱστορεῖ:
Δέμνιον ἀρτέμιδος. οἱ μὲν τὴν ὀρτυγίαν φασὶ διὰ τὸ αὐτόθι δοκεῖν τὴν ἄρτεμιν γεγενῆσθαι, ἔνιοι δὲ ἱστορικώτερον ἀκούουσι. τὸν γὰρ ἀλφειόν φασιν ἔρωτι ἁλόντα τῆς ἀρτέμιδος καταδιῶξαι αὐτὴν ἄχρι τῆς σικελίας· τοῦ δὲ τέλους τῆς διώξεως αὐτόθι γινομένου αὐτόθι συστῆσαι τὴν ἀρέθουσαν· διὰ τοῦτο καὶ τὴν ἄρτεμιν ἀλφειώαν προσαγορεύεσθαι. καὶ ἐν ὀλυμπίᾳ δὲ ὁ ἀλφειὸς τῇ ἀρτέμιδι συναφίδρυται:
Δάλου κασιγνήτα. διὰ τὴν ὁμωνυμίαν τοῦτό φησιν· οὐ γὰρ τῆς ἐν συρακούσαις ὀρτυγίας ἀδελφὴ ἡ δῆλος, ἀλλὰ τῆς περὶ ἔφεσον. ἢ ἐπεὶ κατά τινας ἡ μὲν ἄρτεμις ἐν ὀρτυγίᾳ, ὁ δὲ ἀπόλλων ἐν δήλῳ, ἀδελφοὶ δὲ οἱ θεοί, διὰ τοῦτο καὶ τὰς τῶν ἀδελφῶν οἰκίας ἀδελφὰς ἐκάλεσεν: — Σέθεν ἁδυεπής. ἢ συνεργησάσης τῆς ἐν σοὶ θεᾶς, ἢ ὅτι ἐκεῖ ἦσαν τὰ τοῦ χρομίου ἱπποτροφεῖα καὶ ἡ ἱππηλασία. ὁ δὲ νοῦς· ἀπὸ σοῦ, ὦ ὀρτυγία, ὁ ὕμνος ὁ ἡδυεπὴς καὶ γλυκὺς καὶ εὔφημος τὴν ὁρμὴν ἔχει, ὥστε θεῖναι καὶ ποιῆσαι ἔπαινον μέγαν τῶν ὀξυτάτων ἵππων διὸς ἕνεκεν τοῦ ἐν αἴτνῃ· διῒ γὰρ ἀνάκειται καὶ οὗτος ὁ ἀγών. ἦν δὲ καὶ ἱερὸν ἐν αἴτνῃ διός:
Ζηνὸς αἰτναίου χάριν. ὁ τρόπος ποιητικός, ὥστε τὸ ἀπὸ τοῦ αὐτομάτου συμβαῖνον ὡς αἴτιον λαμβάνειν. οὐ γὰρ ἕνεκα τοῦ ᾀσθῆναι τὸν ὕμνον ἐν τῇ πανηγύρει τοῦ αἰτναίου διὸς ἐνίκησεν, ἀλλὰ νικήσαντος ἔμελλεν ἡ εἰς αὐτὸν ᾠδὴ ᾀσθήσεσθαι:
Ἅρμα δʼ ὀτρύνει χρομίου. χρόμιος ἱέρωνος ἡνίοχος παιδόθεν γεγονώς, ἅτε δὴ βασιλεῖ παιδόθεν συνών, καὶ ἄριστος ὢν τὴν ἱππικήν, ἐπλούτησε, καὶ ἤρξατο ἀποστὰς τοῦ ἱέρωνος καθʼ ἑαυτὸν ἱπποτροφεῖν. νικᾷ δὲ νῦν ἵππων ἅρματι πρῶτον ἀγωνισάμενος:
Ἀρχαὶ δὲ βέβληνται θεῶν. ἀπὸ θεῶν λέγει κατῆρχθαι τὰς πρώτας καταβολὰς τῆς νίκης ἢ τοῦ ὕμνου, τῆς ἀρτέμιδος ἢ καὶ τῶν ἄλλων, διὰ τὸ ἀπὸ τῆς ἀρτέμιδος ποιήσασθαι τὴν ἀρχὴν τοῦ ὕμνου, ἢ διὰ τὸ ἔθος ἔχειν θεοῖς ἀνάπτειν τὰ ὁπωσοῦν τοῖς ἀνθρώποις ἐκπονούμενα. ὁ δὲ νοῦς· αἱ ἀρχαὶ δὲ τῆς νίκης, σὺν ταῖς θείαις ἀρεταῖς ἐκείνου, ἐκ θεῶν βέβληνται. τουτέστιν, ἐκ πρώτης καταβολῆς ἡ τύχη συμβάλλεται: —
Τὰν ὀλύμπου δεσπότας. περὶ τῆς ὅλης σικελίας ἐστὶν ὁ λόγος. δοκεῖ δὲ αὐτὴν ὁ ζεὺς εἰς γάμον πλούτωνος τῇ περσεφόνῃ δωρήσασθαι ἀνακαλυπτήρια. ἣν καὶ ἐπένευσε τῇ ἑαυτοῦ κεφαλῇ ἀρίστην καὶ ἐπιτηδειοτάτην εἶναι εἰς εὐκαρπίαν τῆς ἄλλης εὐκάρπου γῆς, καὶ πίειραν καὶ λιπαρὰν ὀρθώσειν, καὶ ὀρθὴν φυλάξαι αὐτὴν τῇ περσεφόνῃ διὰ τῶν πόλεων τῶν ἐσομένων ἐν αὐτῇ ἀφνεῶν ἐν τοῖς ὑψηλοῖς αὐτῆς τόποις. λέγεται γὰρ ἡ σικελία ἐξ ἀρχῆς δήμητρος εἶναι καὶ κόρης, τοῦ διὸς οὕτως ἐξ ἀρχῆς βουληθέντος. διὸ καὶ περσεφόνη, περὶ τοὺς ἐν αἴτνῃ διατρίβουσα λειμῶνας, ἡρπάγη παρὰ τοῦ πλούτωνος. πῶς δὲ ἔμελλεν ὀρθοῦσθαι ἡ σικελία, εἰ ἀξιολόγους ἔχει πόλεις ἐν αὐτῇ:
Ὤπασε δέ. παρέσχε δὲ πρὸς τοῖς εἰρημένοις ὁ ζεὺς αὐτῇ γενναίων ἀνδρῶν καὶ πολεμικῶν πλῆθος, ὥστε διʼ ὅπλων μεμνῆσθαι τῶν πολεμικῶν καὶ ἱππαιχμίαις εὐδοκιμεῖν· οὐ μόνον δὲ πολεμικοὺς εἶναι, ἀλλʼ ἅμα καὶ ὀλυμπιονίκας· πολλάκις γὰρ ἐνίκησαν ἐν ὀλυμπίᾳ καὶ τοῖς ἐξ ἐλαιῶν στεφάνοις ἐστέφθησαν. ἔστι δὲ ὁ λόγος τῷ πινδάρῳ οὐ περὶ τοῦ χρομίου μόνον, ἀλλὰ καὶ περὶ τοῦ λοιποῦ λαοῦ τῶν σικελιωτῶν:
Ἔσταν δέ. ὁ λόγος καὶ ἀπὸ τοῦ χοροῦ καὶ ἀπὸ τοῦ ποιητοῦ. ὁ δὲ νοῦς· παραγενόμενος, φησίν, ἐπὶ τοῖς οἴκοις τοῦ φιλοξένου ἀνδρὸς ἔστην, τὰ καλὰ τούτου ἀναβαλλόμενος καὶ ᾄδων:
Λέλογχε δέ. πέφυκε δὲ τοῖς μεμφομένοις τοὺς ἀγαθοὺς οὕτω τήκεσθαι, ὥσπερ ὑπὸ ὕδατος πῦρ. οἱ δέ φασιν, ὅτι τοῖς τοὺς ἀγαθοὺς μεμφομένοις τοῦτο ἔλαχε καὶ οἷον ἀκολουθεῖ, ὥσπερ καπνῷ ὕδωρ φέρειν κατασβεννύναι. εἴωθε μέντοι ταῖς παραβολαῖς χρῆσθαι ἀποτόμως, οὐ λέγων τὸ καθάπερ. ἕτεροι δέ φασιν· ὥσπερ τὸ ὕδωρ ἐναντίον ἐστὶ τῷ πυρί, οὕτως οἱ φθονεροὶ τοῖς ἀγαθοῖς μεμφόμενοι καὶ τὰ αὐτῶν ἀγαθὰ σβεννύναι πειρώμενοι· ἀλλʼ ὁ ἀγαθὸς ἀγαθός ἐστι, κἂν μυριάκις μέμφωνται αὐτόν:
Χρὴ δʼ ἐν εὐθείαις. χρή, καθʼ ἣν γένηταί τις φύσιν, ἀκολουθεῖν ταύτῃ, καὶ μὴ βιάζεσθαι αὐτὴν εἰς ἄλλα τρέποντα, μὴ δὲ τῷ φθόνῳ μάρνασθαι καὶ μάχεσθαι τοῖς ἀγαθοῖς, ἀλλὰ ἀσκεῖν, ἅ τις ἔχει ἐκ φύσεως, ἢ ἔργῳ ἢ γνώμῃ. τὸ δὲ ὅλον· χρὴ ταῖς εὐθείαις ὁδοῖς βαδίζοντα καταχρῆσθαι τῇ ἑαυτοῦ φύσει, καὶ μὴ διʼ ἑτέρων ἐπιτηδευμάτων τὴν ἰδίαν ἐνυβρίζειν τέχνην. οἱ δὲ τὸ μάρνασθαι ἀντὶ τοῦ ἐνεργεῖν φασιν οὕτω· προσήκει ἀδόλως εὐθὺ πράττειν, καθʼ ἣν εἴληχεν ἕκαστος φύσιν, ἢ ἔργῳ ἢ γνώμῃ:
Πράσσει γάρ. συμπράττει καὶ συνεργεῖ τοῖς μὲν ἔργοις ἡ ἰσχύς, τοῖς δὲ βουλεύμασι καὶ λόγοις ὁ νοῦς. οὕτω γὰρ τῷ νῷ ὁ λόγος ἕπεται, ὥστε καὶ τὸ μέλλον προγνῶναι ἀκολούθως ἐκείνους, ὧν ἐστι συγγενὲς καὶ συμφυὲς καὶ ἀκόλουθον. μετέβαλε δὲ τὸ ὁμηρικόν· ἐν γὰρ χερσὶ τέλος πολέμου, ἐπέων δʼ ἐνὶ βουλῇ.
Σέο δʼ ἀμφὶ τρόπῳ. περὶ τῷ σῷ τρόπῳ, ἤγουν ἐν τῷ σῷ τρόπῳ, καὶ ἀμφοτέρων ἡ χρῆσίς ἐστι καὶ λόγων καὶ ἔργων, ἤγουν χρήσιμος εἶ πρὸς ἀμφότερα:
Οὐκ ἔραμαι. πιθανῶς, ὃ θέλει παραινέσαι τῷ χρομίῳ, ἐξ ἑαυτοῦ ἐξενήνοχεν. οὐκ ἐπιθυμῶ, φησί, κατακρύψαι θησαυρόν, ἵνα πλουτῷ, ἀλλὰ παρόντων τῶν ἀπὸ τοῦ πλούτου, καὶ εὖ παθεῖν καὶ εὖ ἀκοῦσαι θέλω, ἐξαρκῶν τοῖς φίλοις. τὸ δὲ ὅλον· εὐεργετικὸς γίνου· αἱ γὰρ ἐλπίδες καὶ αἱ μέλλουσαι προσδοκίαι. κοιναὶ καὶ ἄδηλοι τοῖς ἀνθρώποις. ἔστιν δὲ ὃ λέγει τοιοῦτον· εἴ τις τοῖς φίλοις ἐπαρκέσαι, οὗτος ἐν ἐλπίσιν ἐστίν, ὡς καὶ αὐτός ποτε ἐκπεσὼν τοῦ πλούτου τῆς ἴσης τύχοιεν ἀμοιβῆς· ἄδηλα γὰρ τὰ τῆς τύχης συμπτώματα: — ἱστορία, ὅπως ἡρακλῆς βρέφος ὢν τοὺς δράκοντας ἔπνιξεν:
Ἐγὼ δʼ ἡρακλέος. διαπορεῖται, τίνι ἀφορμῇ εἰς τὸν περὶ ἡρακλέους λόγον παρῆλθεν, καί φασιν ὅτι, ὥσπερ ἡρακλῆς βρέφος ἔτι ὢν καὶ νικήσας τοὺς δράκοντας ἐκ τούτου ἐδήλωσεν ὁποῖος μέλλει ἔσεσθαι, οὕτω καὶ ὁ νικήσας νῦν ἐπεὶ ἀρξάμενος ἀγωνίζεσθαι ἐνίκησεν ὑπόδειγμα δίδωσι τῆς μετὰ ταῦτα ἀριστείας αὐτοῦ:
Ὣς ἐπεὶ σπλάγχνων. διηγήσομαι, φησίν, ὅπως ἐκ τῆς μητρικῆς νηδύος εἰς τὰς αὐγὰς ἦλθε τὰς ἡλιακὰς ὁ τοῦ διὸς παῖς ἡρακλῆς, ἅμα τῷ ἀδελφῷ ἰφικλεῖ διδύμῳ ὄντι ἐκφυγὼν τὴν ὠδῖνα:
Διδύμῳ σὺν κασιγνήτῳ. τῷ ἰφικλεῖ διδύμῳ ὄντι μετʼ αὐτοῦ. ἐναντίον τῷ θεοκρίτῳ. ἐκεῖνος γάρ φησι· νυκτὶ νεώτερον ἰφικλῆα:
Ὥς τʼ οὐ λαθών. διηγήσομαι, φησί, καὶ ὅπως οὐ δυνηθεὶς διαλαθεῖν τὴν ἥραν, εἰς κροκοβαφὲς ὕφασμα ἐπετέθη σπαργανωθείς:
Ἀλλὰ θεῶν βασίλεια. ἡ ἥρα, φησίν, ὑπερζέσασα τῷ θυμῷ ἔπεμψε δράκοντας, ἀνελεῖν αὐτὸν δηλονότι. οὐ τότε δέ, ὅτε ἀνετέθη τῷ κροκωτῷ σπαργάνῳ, ἐταράχθη, ἀλλʼ ὅτε ἐμίγη τῇ ἀλκμήνῃ ὁ ζεύς, ὥς φασι· διὸ καὶ δεκάμηνον γενέσθαι πεποίηκεν, ὅπως μὴ τὸ βούλευμα τοῦ διὸς εἰς ἔργον ἔλθῃ. ἦν γὰρ αὐτῷ βουλή, φασίν, ὑποτάξαι πάντας τῷ γεννηθέντι. τινὲς δὲ ὑπὸ ἀμφιτρύωνός φασι πεμφθῆναι τοὺς δράκοντας, γνῶναι βουλομένου, πότερος εἴη τῶν παίδων τοῦ διός. καὶ ὁ μὲν ἰφικλῆς, ὥς φασι, φεύγει· ἐνιαύσιοι γὰρ ἦσαν· ἡρακλῆς δὲ ἐπὶ τῆς εὐνῆς μείνας ἀμφοτέρους ἀπέπνιξεν:
Ἀμφελίξασθαι. τὸ χ τέθεικεν, ὅτι τὸ μασᾶσθαι ἀπὸ τοῦ παρεπομένου δεδήλωκε διὰ τὸ συστρέφειν τὰς γνάθους τοὺς μασωμένους: —
Δισσαῖσι δοιούς. ταῖς δύο χερσὶν αὐτοῦ τοὺς δύο θῆρας ἐκ τῶν αὐχένων λαβὼν καὶ συσφίγξας ἀφύκτως ἐκράτει. τούτων δὲ πνιγομένων, αἱ ψυχαὶ ἀπέπτησαν καὶ νεκρὰ κατέλιπον τὰ παμμεγέθη σώματα:
Μελέων ἀφάτων. ἀρρήτων, μὴ φατισθῆναι καὶ λεχθῆναι δυναμένων διὰ τὸ μέγεθος· ἢ πολυφθάρτων, κατʼ ἐπίτασιν λαμβανομένου τοῦ α. φάσαι γὰρ τὸ φθεῖραι, ὅθεν καὶ φάσγανον.
Ἀρήγοισαι λέχει. συνεχῶς ὁ πίνδαρος τὸ ἀρήγειν ἐπὶ τοῦ θεραπεύειν τάττει:
Ὕβριν κνωδάλων. ἤγουν τὴν βλάβην τῶν δρακόντων. ὕβριν δὲ λέγει, ἐπειδὴ ἀναιδῶς ἐπῆλθον αὐτῷ θεοῦ υἱῷ ὄντι. κνώδαλα δὲ κυρίως τὰ ἐν τῇ θαλάσσῃ θηρία ἀπὸ τοῦ κνώσσειν ἤτοι διατρίβειν ἐν τῇ ἁλί, καταχρηστικῶς δὲ καὶ πᾶν θηρίον:
Ὀξείαις ἀνίαισι τυπείς. ἤγουν ἐν σφοδραῖς λύπαις τρωθείς, διὰ τὸν οἰκεῖον υἱόν. τούτου γὰρ ἕνεκα καὶ τὴν αἰτίαν προστίθησιν ὁ ποιητής:
Τὸ γὰρ οἰκεῖον. ἤγουν ἕκαστος δάκνεται τῷ οἰκείῳ κακῷ, περὶ δὲ τὰ ἀλλότρια συμπτώματα καὶ κακὰ ἀβλαβὴς καὶ ἄλυπος ἡ καρδία παραχρῆμα γίνεται:
Ἔστα δὲ θάμβει δυσφόρῳ. δυσυπομονήτῳ. πῶς δὲ ταὐτὸ δυσυπομόνητον ἦν καὶ τερπνόν; ὅτι μὲν δρακόντων ἦν ἔφοδος καὶ νεογνὰ τὰ βρέφη δύο εἶδε καὶ ἐδυσφόρει μήποτε ἀπόλωνται. ἐπεὶ δὲ εἶδεν αὐτοὺς ἀγχομένους ὑπὸ ἡρακλέους, ἐτέρφθη ὡς ἐκφυγόντων τὸν κίνδυνον τῶν παίδων· διὸ καὶ ἐξεπλάγη δυσφορῶν ἅμα καὶ τερπόμενος. ὅμοιον δέ ἐστι τῷ, δακρυόεν γελάσασα, παρʼ ὁμήρῳ:
Παλίγλωσσον δέ οἱ. τὴν ἐναντιόφημον, τὴν ἐναντίον τοῖς προηγγελμένοις τὸν λόγον ἔχουσαν. οἱ μὲν γὰρ ἄγγελοι ἐσήμαινον, ὅτι νεκρὰ ἦν τὰ βρέφη, ὁ δὲ εὗρε ζῶντα καὶ ὑπʼ αὐτῶν τοὺς δράκοντας ἀνῃρημένους. ἐναντίον οὖν ἐγένετο τοῖς ἀγγελθεῖσι τὸ θέαμα: —
Ὁ δέ οἱ φράζεν. ὁ τειρεσίας εἶπεν αὐτῷ τῷ ἀμφιτρύωνι καὶ ὅλῳ τῷ ὄχλῳ τῶν θηβαίων, ὁποίαις συντεύξεται καὶ συναναστραφήσεται πράξεσί τε καὶ τύχαις ὁ ἡρακλῆς:
Ὅσσους δʼ ἐν πόντῳ θῆρας. οἱ μὲν θῆρας τοὺς κατὰ θάλασσαν πειρατάς φασι διὰ τὸ ἄλογον αὐτῶν ἢ τὸ ἀπάνθρωπον, οἱ δὲ διὰ τὸ κῆτος ὅπερ ἀνεῖλεν. ἀπέκτεινε γὰρ τὸ ἐν τρωάδι κῆτος, οὗ καὶ ὅμηρος μέμνηται, καὶ τὴν ἡσιόνην τούτου ἐρύσατο:
Καί τινα σὺν πλαγίῳ. οὐκ ἀπὸ δικαίου τὴν περιουσίαν κτώμενον. μετῆκται δὲ ἀπὸ τῶν κακούργων. οὐ γὰρ τὴν λεωφόρον βαδίζουσιν, ἀλλʼ ἐκτρεπόμενοι ταύτην, πρὸς τὰς ἐρήμους διατρίβουσι. τείνει δὲ ὁ λόγος ἐπὶ βούσιριν καὶ ἀνταῖον· οὗτοι γὰρ διʼ ὕβριν ὑφʼ ἡρακλέους ἀπώλοντο ἑκάτεροι:
Καὶ γὰρ ὅταν θεοί. φλέγρα τόπος ἐν θρᾴκῃ καὶ κώμη, ἔνθα οἱ γίγαντες ἀνῃρέθησαν ὑπὸ θεῶν. τῶν δὲ ἐχόντων μάχην θεῶν πρὸς τοὺς γίγαντας μὴ περιγινομένων τῆς μάχης, φασὶν εἰρηκέναι τὴν γῆν, μὴ ἄλλως ἁλῶναι τούτους, εἰ μὴ συμμαχήσειαν αὐτοῖς δύο τῶν ἡμιθέων. ἡρακλέους τοίνυν καὶ διονύσου ἐλθόντων, ἐκράτησαν οἱ θεοὶ τῶν γιγάντων. προεῖπεν οὖν ὁ μάντις, ὡς ὑπὸ τῶν ἡρακλέους τόξων πεσοῦνται καὶ τὴν κόμην αὐτῶν τὴν φαιδίμην τῇ γῇ συμμίξουσιν:
Αὐτὸν μὰν ἐν εἰρήνῃ. καὶ τοῦτο προεῖπεν ὁ μάντις, ὅτι καὶ τοῦ λοιποῦ αὐτὸς ὁ ἡρακλῆς ἐν εἰρήνῃ καὶ ἡσυχίᾳ διάξει, ταύτην ἀμοιβὴν τῶν ἑαυτοῦ πόνων λαβών, καὶ ὅτι λήψεται γυναῖκα τὴν θαυμασίαν ἥβην, παρʼ αὐτῷ τῷ διῒ τελουμένης τῆς εὐωχίας τοῦ γάμου, ἐν τοῖς ὀλβίοις δώμασιν. ἰστέον δὲ ὅτι τὴν ποινὴν ἰδίως ὁ πίνδαρος ἐπὶ ἀγαθοῦ τάσσει, ὅταν ἀμοιβὴ γένηται μεγάλης κακοπαθείας εἰς ἀγαθόν. καὶ ὅμηρος· καὶ μέν τίς τε κασιγνήτοιο φονῆος ποινὴν ἢ οὗ παιδὸς ἐδέξατο:
Σεμνὸν αἰνήσειν δόμον. ἤγουν ἐπαινέσαι τὸν οἶκον τοῦ διός, εἰς ὃν τοιούτων ἀγαθῶν ἔτυχε σύννομος γεγονὼς τοῖς οὐρανίοις θεοῖς. ἢ τὸν νόμον, ὃν ἔχει ζεύς, τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων τιμῶν τε καὶ ἴσους τοῖς λοιποῖς θεοῖς ἀπεργαζόμενος:
ἐκ τῶν παλαιῶν σχολίων.
Ὅθεν περ καὶ ὁμηρίδαι. ὃν τρόπον, φησίν, οἱ ὁμηρίδαι καὶ οἱ υἱοὶ τοῦ ὁμήρου, ἤγουν οἱ ποιηταί, καταχρηστικῶς ῥαψῳδοῦντες καὶ ᾠδάς τινας ποιοῦντες ἀπὸ διὸς ἄρχονται, οὕτω καὶ οὗτος ὁ ἀνὴρ τὴν καταβολήν, τουτέστι τὴν ἀρχὴν καὶ οἷον εἰπεῖν τὸν θεμέλιον τῶν ἱερῶν ἀγώνων, ἀπὸ διὸς πεποίηται, νέμεα νικήσας πρῶτον. διῒ γὰρ ἀνάκειται ὁ νεμεακὸς ἀγών. ὅτι δὲ καταβολὰς ἔλεγον τὰς ἀρχὰς οὑτινοσοῦν ἔπους, δηλοῖ καὶ καλλίμαχος, λέγων· ἀρσινοῆς, ὦ ξεῖνε, γάμον καταβάλλομʼ ἀείδειν. μετῆκται δὲ ἡ λέξις ἀπὸ τῶν τὰς οἰκίας κατασκευαζόντων καὶ καταβαλλόντων τοὺς θεμελίους. ἐλπὶς οὖν ἐστί, φησίν, ἀπὸ διὸς ἀρξάμενον τῶν ἀγώνων καὶ μετὰ ταῦτα νικήσειν. ὃ καὶ ἐγένετο εὐθέως. μετὰ γὰρ τὴν νεμεακὴν νίκην ἐστεφανώθη καὶ ἐν ὀλυμπίᾳ. τὸ δὲ τὰ πόλλʼ ἀντὶ τοῦ ὡς ἐπιπλεῖστον. τοῦτο δὲ λέγει, ἐπεὶ οὐκ ἀπὸ διὸς ἤρχοντο ἀεί, ἀλλὰ καὶ ἀπὸ τῶν μουσῶν. ὁμηρίδας δὲ ἔλεγον μὲν τοπαλαιὸν τοὺς ἀπογόνους ὁμήρου, οἳ καὶ τὴν αὐτοῦ ποίησιν ἐκ διαδοχῆς ᾖδον· μεταταῦτα δὲ οἱ ῥαψῳδοὶ οὐκέτι τὸ γένος εἰς ὅμηρον ἀνῆγον, ἐπιφανεῖς δὲ ἐγένοντο οἱ περὶ κύναιθον, οὕς φασι πολλὰ τῶν ἐπῶν ἐμβαλεῖν εἰς τὴν ὁμήρου ποίησιν. ἦν δὲ ὁ κύναιθος τὸ γένος χῖος καὶ πρῶτος ἐν συρακούσαις ἐρραψῴδησε τὰ ὁμήρου ἔπη, κατὰ τὴν ξθʹ ὀλυμπιάδα, ὡς ἱππόστρατός φησιν.
Ὀφείλει δέ τι. οὐκ ἐπὶ τοῦ ἀνδρὸς τὸ ὀφείλει, ἀλλʼ ἐπὶ πράγματος, ὡς ἄν τις εἴποι· ὀφειλόμενον δέ τί ἐστι, καὶ ἀναγκαῖον νικᾶν αὐτὸν καὶ πύθια καὶ ἴσθμια, εἴπερ κατὰ τὰ ἴχνη τῶν πατέρων αὐτοῦ ὁ εὐθυπομπὸς αἰὼν ἔδωκεν αὐτὸν εἰς κόσμον ταῖς ἀθήναις, ὡς τῶν προγόνων αὐτοῦ ἱερονικῶν ὄντων. οὕτω δὲ λεκτέον, ἐπεὶ καὶ τὰ ἑπόμενα οὕτω συναρμοσθήσεται, ὅταν λέγηται· πυθίοισί τε νικᾶν τιμονόου παῖδα. οὐ γὰρ εἴρηκε παῖς. τοῦτο δὲ οὕτω συντάσσων, ὀφειλόμενόν ἐστι τὸν τιμονόου παῖδα νικῆσαι ἐν τοῖς προειρημένοις ἀγῶσι, τὸ ὑπέρβατον ποιήσεις σχῆμα:
Ἔστι δʼ ἐοικός. ὥσπερ τῶν πλειάδων ὁ ὠρίων οὐκ ἀφίσταται οὐδὲ αἱ πλειάδες τοῦ ὠρίωνος, οὕτω καὶ τοῦτον πάρεδρον ἔσεσθαι τῇ νίκῃ εἰκός ἐστι. θέλοι δʼ ἂν τοῦτο δηλοῦν, ὅτι τῇ νεμεακῇ δεῖ συνάπτειν τὴν ἰσθμικὴν καὶ πυθικήν, καὶ οὕτως ἀκολουθεῖν, ὡς ταῖς πλειάσιν ὁ ὠρίων ἕπεται. ἐπέχει γὰρ τῇ ἐπιτολῇ τοῦ ταύρου ὁ ὠρίων. διό φησιν ἄρατος· λοξὸς μὲν ταύροιο τομῇ ὑποκέκλιται αὐτὸς ὠρίων. αἱ δὲ πλειάδες εἰσὶν ἐπὶ τῇ οὐρᾷ τοῦ ταύρου κείμεναι, ἐξ ἑπτὰ ἀστέρων συγκείμεναι, κατὰ δὲ τὴν ὄψιν ἕξ, ὡς ὁ αὐτός φησιν· ἑπτάποροι δὴ ταίγε κατʼ ἀνθρώπους ὑδέονται, ἓξ οἶαί περ ἐοῦσαι ἐπόψιαι ὀφθαλμοῖσι.τὸ δὲ ὀρειᾶν, ἤγουν τῶν ὀρεινῶν, ἐπειδὴ ὁ ἄτλας ὁ τούτων πατὴρ ὁμώνυμα ἔσχεν ὄρη, ἐν οἷς καὶ αὐταὶ διέτριβον:
Καὶ μὰν ἁ Σαλαμίς γε. ζητεῖται, τίνος χάριν ἐμνήσθη τῆς σαλαμῖνος καὶ τοῦ αἴαντος. καί φασιν ὅτι, διὰ τὸ εἰς αἴαντα ἀναφέρειν τὸ γένος τὸν ἐπαινούμενον, οὐ διὰ τὸ οἰκεῖν ἐκεῖ· ἐν ἀθήναις γὰρ ᾤκει ἀχαρνεὺς ὢν τὸν δῆμον· ἐπεὶ καὶ μιλτιάδης καὶ κίμων καὶ ἀλκιβιάδης καὶ θουκυδίδης ὁ συγγραφεὺς εἰς αἴαντα τὸ γένος ἀνῆγον, ἴσως ὅτι διὰ τιμῆς ἦγον οἱ ἀθηναῖοι τὸν αἴαντα, ὡς μὴ μόνον φυλὴν αἰαντίδα ἀποδεῖξαι, ἀλλὰ καὶ κλίνην αὐτῷ μετὰ πανοπλίας κοσμεῖν. λόγον δὲ ἔχει, παγκρατιαστὴν ὄντα τὸν τιμόδημον, τῷ μαχιμωτάτῳ τῶν ἑλλήνων καὶ ἀνδρειοτάτῳ παραβάλλεσθαι. τίς δὲ ἡ ἀπόδειξις τοῦ μαχητὴν ἄνδρα θρέψαι τὴν σαλαμῖνα; ἡ ἐπιφερομένη· ἐν τροίᾳ γὰρ ὁ ἕκτωρ, φησίν, ᾔσθετο τοῦ αἴαντος· τούτῳ γὰρ μονομαχήσας, ἐλείφθη. ἢ ἤκουσεν αὐτοῦ, ὅτι ἡ σαλαμὶς φέρει ἄνδρας ἀγαθούς.
Φῶτα μαχατάν. ὅπερ ἔθος ἔχει ὁ ποιητὴς λέγειν, καὶ ἐνταῦθα ἔφηνεν. εἶπε γὰρ φῶτα, ἄδηλον δὲ ὄν, ποῖον, παρακατιών φησιν· ἐν τροίᾳ μὲν ἕκτωρ αἴαντος ἄκουσεν:
Ἀλλὰ κορινθίων. ὁ ἀλλὰ ἀντὶ τοῦ καί. ὡς καὶ παρʼ ὁμήρῳ· καὶ δή τοι εἶδος μὲν ἔην καλός, ἀλλὰ ποδώκης. ἵνʼ ᾖ· καὶ ποδώκης. ἐν ταῖς πτυχαῖς δὲ τοῦ πέλοπος, φησίν, ἤγουν ἐν τῇ πελοποννήσῳ, ἔλαβον ὀκτὼ νίκας ὑπʼ ἀνδρῶν κορινθίων, ἤγουν παρʼ ἀνδρῶν· ἡ ὑπὸ ἀντὶ τῆς παρά. κορίνθιοι γὰρ τότε ἐτίθεσαν τὸν ἀγῶνα: —
Τὸν, ὦ πολῖται. τὸν δία, ᾧ ἀνάκειται ὁ ἀγὼν τῶν νεμέων, σὺν τῷ τιμοδήμῳ ὑπονοστοῦντι τοῦ ἀγῶνος, κωμάσατε καὶ μετʼ ἐγκωμίων ὑμνήσατε, εὐκλεῶς παραπέμποντες διὰ τῶν ἡδυτάτων ὕμνων. ἀπὸ τοῦ κώμου δὲ τὸ ἐγκώμιον νοητέον:
τὸ προοίμιον εὐκτικόν.
Μᾶτερ ἁμετέρα. ἢ ὡς ἐπιπνεόμενος ἐκ τῆς μούσης, ταύτην ἐπικαλεῖται καὶ μητέρα λέγει, ἢ ὅτι ἐξ αὐτῆς ἐτρέφετο:
Μελιγαρύων τέκτονες. ἢ τοὺς χορευτὰς λέγει τοὺς τότε σχεδιάσαντας τοὺς κώμους, ἢ ὅτι κατασκευάσουσι τοὺς ὕμνους ᾄδοντες:
Σέθεν ὄπα μαιόμενοι. ἤγουν προθύμως ἐπιζητοῦντες τὴν σὴν φωνὴν καὶ ᾠδήν, καὶ ἐπιθυμοῦντες ἀκοῦσαι αὐτήν:
Διψῇ δὲ πρᾶγος. οὕτως ὀφείλων εἰπεῖν καὶ πρὸς πρόσωπον ἀποδοῦναι τὸν λόγον· ἄλλος μὲν ἄλλου διψᾷ καὶ ἐπιθυμεῖ πράγματος· ὁ δὲ πρὸς πρᾶγμα τὸν λόγον ἀπέδωκεν ἀττικῷ ἔθει, εἰπών· ἄλλο πρᾶγμα, δηλονότι ἄλλου πράγματος διψᾷ. ἐκεῖνοι γὰρ οὕτω ποιοῦνται τοὺς λόγους. ὡς· τὸ χρῆμα τῶν νυκτῶν, φησὶν ἀριστοφάνης, ἤγουν αἱ νύκτες. καὶ ὡς· χαλεπόν εἰσιν οἱ φίλοι οἱ φαινόμενοι παραχρῆμα, ὅταν πράττῃ τις εὖ· ἀντὶ τοῦ χαλεπὸν πρᾶγμα, ἤτοι χαλεποί:
Ἄρχε δʼ οὐρανῶ. ὦ μοῦσα, φησί, θύγατερ τοῦ κρέοντος καὶ βασιλεύοντος τοῦ οὐρανοῦ τοῦ πολυνεφέλου, ἤγουν τοῦ διός, ἄρχε δοκίμου καὶ καλοῦ ὕμνου. κρέοντι δὲ εἶπεν, ἐπεὶ τὰ προότι διπλῶς ἐντάσσεται. ὁ γὰρ φίλος, φίλου φίλος, καὶ φίλῳ φίλος λέγεται· καὶ ὁ υἱός, πατρὸς υἱός, καὶ πατρὶ υἱός, καὶ τὰ τοιαῦτα. τὸ δέ, ἄρχε ὕμνον, ἀντὶ τοῦ ἀρχομένη ᾆδε ὕμνον δόκιμον καὶ καλόν. ἔστι δὲ ὅμοιον τῷ· ἔπεχε νῦν σκόπῳ τόξον, ἀντὶ τοῦ· ἐπέχων ἔντεινε κατὰ σκοποῦ τὸ τόξον:
Ἥρως θεός. κατὰ χρησμὸν τοῦ ἀπόλλωνος ἥρωα καὶ θεὸν τὸν ἡρακλέα λέγει:
Δάμασε δέ. ἐν παρεκβάσει ὁ ποιητὴς καὶ πλέον τι λέγει περὶ τοῦ ἡρακλέους. διὸ καὶ ἐπιλαμβάνεται ἑαυτοῦ, λέγων· θυμέ, πρὸς τίνα ἀλλοδαπὴν ἄκραν παραμείβῃ τὸν ἐμὸν πλοῦν, ἤγουν πρὸς τίνα ἔτρεψας τὸν ὕμνον, ἀφεὶς ὑμνεῖν ὃν προυβάλου; ἄκραν δὲ λέγει καὶ πλοῦν, ἐπιμένων τῇ τροπῇ:
Ἕπεται δὲ λόγῳ. ἤγουν ἀκόλουθός ἐστιν ὁ τῆς δίκης ἄωτος καὶ τὸ ἀπάνθισμα, ὥστε αἰνεῖν αὐτὸν τοὺς ἐσθλοὺς ἐν λόγῳ. δέον δὲ εἰπεῖν, ἀκόλουθόν ἐστι τοὺς ἀγαθοὺς αἰνεῖν τὸν ἄωτον τῆς δίκης, ὁ δὲ οὕτως ἐξήνεγκεν· εἴη δʼ ἂν ἄωτος δίκης, ὡς ἐμοὶ δοκεῖ, ὁ δικαιότατος αἰακός, ὃν δίκαιον αἰνεῖσθαι λέγει. εἰ δὲ καὶ οὕτως εἴποις, οὐκ ἀφυὴς ἔσῃ· ἕπεται καὶ ἀκολουθεῖ τῷ λόγῳ ὁ ἄωτος τῆς δίκης, ἤγουν ἡ δίκη περιφραστικῶς, αἰνεῖν τοὺς ἐσθλούς, τουτέστιν εὔλογον καὶ δίκαιόν ἐστιν αἰνεῖν τοὺς ἐσθλούς:
Παλαιαῖσι δʼ ἐν ἀρεταῖς. ἤγουν ἐγκωμίοις, ὑμνεῖται παρὰ τοῖς ποιηταῖς, τὰς παλαιὰς ᾀδόντων αὐτοῦ ἀρετάς. μέμνηται δὲ τοῦ πηλέως τοῦ τελαμῶνος καὶ τοῦ ἀχιλλέως ὡς ἐχόντων τὸ γένος ἐξ αἰακοῦ, οὗ προλαβὼν ἐμνήσθη:
Ὑπέραλλον αἰχμάν. ἤγουν εἰς τὸ ἅλλεσθαι καὶ κινεῖσθαι. ἐξάκουστος γὰρ ἡ τούτου αἰχμή, ὡς ἡ τοῦ αἴαντος ἀσπίς: —
Μυριᾶν δʼ ἀρετᾶν. διὰ τὸ σαθρὸν καὶ ἀσθενὲς τῆς ἐπιτηδεύσεως, ἀφʼ ἑτέρων εἰς ἕτερα μεταβαίνει ὁ τοιοῦτος, καὶ ἀτελεῖ καὶ οὐ πληρεστάτῳ καὶ ὁλοκλήρῳ νῷ τῶν ἀρετῶν ἅπτεται:
Βραχυσίδαρον. ἢ διό, ὡς πρὸς τὸν ὅλον ἄκοντα, βραχεῖα ἡ ἀκωκή, ἤγουν τὸ σιδήριον τοῦ ἄκοντος. ἢ διὰ τὴν ἡλικίαν αὐτοῦ κἀκεῖνος βραχὺ τὸ σιδήριον εἶχεν, ἵνʼ εὐκίνητος αὐτῷ εἴη:
Σώματι δέ. ἢ ἐν ἀσθμαίνοντι καὶ πνευστιῶντι τῷ περὶ τὴν θήραν μόχθῳ τῷ ἑαυτοῦ σώματι ἐκόμιζε τοὺς κάπρους πρὸς τὸν χείρωνα. ἢ ἀσθμαίνοντα τὰ τῶν κάπρων σώματα ἐκόμιζεν, ἤγουν ἐκπνέοντα καὶ ἐκλείποντα ἤδη:
Βαθυμῆτα χείρων. ἤγουν ὁ μὴ ἐπιπόλαια βουλευόμενος, ἀλλʼ ἐν βάθει φρενῶν. ἀντὶ εὐθείας δὲ τὸ βαθυμῆτα, ἤγουν ὁ συνετώτατος χείρων· ὡς καὶ παρʼ ὁμήρῳ, ἱππότα πηλεύς, καί, νεφεληγερέτα ζεύς:
Πάλιν οἴκαδʼ ἀνεψιός. ἀνεψιός, ὁ τοῦ ἑλένου, ὁ μέμνων, εἴπερ τιθωνὸς καὶ πρίαμος ἀδελφοί, ὧν οὗτοι παῖδες. ὅρα δὲ ὅπῃ λέγει τὸν μέμνονα ἀνεψιὸν τοῦ ἑλένου. λαομέδων τιθωνός μέμνων πρίαμος ἕλενος
Βοὴ δὲ νικαφόρῳ. ἢ τῶν χορευτῶν βοή, ἢ βοὴ καὶ ὕμνος συμπρέπει τῷ νικηφόρῳ ἀριστοκλείδῃ, χωρὶς ἄρθρου τότε ἐντασσομένου τοῦ ὀνόματος:
Καὶ σεμνὸν ἀγλααῖσι. ταῖς ἄγαν ἡδείαις φροντίσι τῆς νίκης. ἢ ταῖς ἐμαῖς φροντίσιν, ἤγουν τῷ ὕμνῳ. θεάριον δὲ τόπος ἐν αἰγίνῃ δημόσιος, ἔνθα τὰ τῶν θεῶν συμπόσια γίνεται, ἤγουν αἱ τελεταί:
Ἐν δὲ πείρᾳ. ἤγουν οὐκ ἔστι γνῶναι τὸν ἀνδρεῖον, ἐὰν μὴ ἑτέρῳ συμβάλῃ καὶ περιγένηται. καὶ ἐν ἄλλοις φησὶν οὕτω· διάπειρά τοι βροτῶν ἔλεγχος: —
Ἐν παισὶ νέοισι παῖς. ἔοικεν ὁ πίνδαρος τρεῖς τελείας ἡλικίας λέγειν· παῖς, ἀνήρ, γέρων· ἤτοι ἀρχή, μέση, καὶ τέλος:
Φρονεῖν δʼ ἐνέπει. ἢ, ὅτι τοιοῦτός ἐστι ὁ νικηφόρος οἷον εἶπον, τὸ προκείμενον ἀρίστευμα παριστᾷ. ἢ, ὅτι τὸ προκείμενον λέγει φρονεῖν καὶ νοεῖν ἐκεῖνα ὧν οὐκ ἄπεστιν, ἤγουν ἀπὸ τοῦ προκειμένου νοεῖν χρὴ καὶ τὰς λοιπὰς αὐτοῦ ἀρετὰς ἃς ἔχει. πρὸς μὲν οὖν τὸ πρῶτον στίξεις εἰς τὸ προκείμενον, καὶ τὸ ἑξῆς ἐρεῖς ἀσυνδέτως· τῶν οὐκ ἄπεστιν οὗτος· ἤγουν ταῦτʼ ἔχει πάντα ἅπερ εἶπον ὁ νικητής. πρὸς δὲ τὸ δεύτερον ἐνημμένως ἐρεῖς. τὸ δέ, χαῖρε φίλος, κομματικὸν λέγε:
Ἐγὼ τόδε τοι. ἤγουν τὸν ὕμνον σοι πέμπω κεκραμένον ἔκ τε φυσικῆς καὶ ἐπιπόνου ἐργασίας, καθὸ τὸ μέλι μὲν ἐκ πόνου, τὸ δὲ γάλα φυσικόν. οὗτος δὲ τὰ φυσικὰ τῶν ἐπακτῶν προτιμᾷ. τὸ δὲ ἑξῆς· κιρναμένα δʼ ἔερσα ἕως ὀψέ περ:
Αἰολίσιν ἐν πνοιαῖσιν. αἰολίδι ἁρμονίᾳ. ἢ τῇ ἐκ θηβῶν. ἄνωθεν γὰρ οἱ κατʼ αὐτὸν θηβαῖοι αἰολέων ἄποικοι:
ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἐκ παραδείγματος:
Κοινὸν φέγγος. ἢ ἡ αἴγινα κοινός ἐστιν ὀφθαλμὸς διὰ τὴν φιλοξενίαν, ἢ τὸν ὕμνον λέγει κοινὸν εἶναι πᾶσι τοῖς αἰγινήταις:
Ἔκπαγλον ἀλκυονῆ. ἀντὶ τοῦ ἀλκυονέα. κατὰ συναίρεσιν δὲ γέγονεν, ὡς τὸ τυδέα τυδῆ παρʼ ὁμήρῳ· ἔνθʼ αὖτʼ ἀγγελίην ἔπι τυδῆ στεῖλαν ἀχαιοί: —
Οὐ τετραορίας γε πρίν. οὐ πρὶν ἕλεν ἐν πέτρῳ δώδεκα τέτρωρα καὶ δὶς τόσους ἥρωας, ἀντὶ τοῦ· οὐ πρὶν εἷλεν αὐτόν, πρὶν αὐτὸς εἷλεν ἐν πέτρῳ τὰ δυοκαίδεκα τέθριππα καὶ τοὺς ἱπποδάμους ἥρωας, ἤγουν τοὺς τῶν ἵππων ἐπιβεβηκότας ἡνιόχους. δὶς δὲ τόσους, ἤγουν δὶς τοσούτους ὅσα τὰ ἅρματα, τουτέστιν εἴκοσι τέσσαρας. καὶ τὸ εἷλε δὲ ἀπὸ κοινοῦ, κατὰ τὸ ἀνάλογον:
Ὧραί τʼ ἐπειγόμεναι. παρατρέχουσαι ἢ κατεπείγουσαι ἡμᾶς. εἰς γὰρ τὴν ἐπιοῦσαν νεομηνίαν ὑπέσχετο συντετελεσμένον ἐπιδείξασθαι τὸν ἐπινίκιον:
Ἀντίτεινʼ ἐπιβουλίᾳ. ἤγουν ἐναντιοῦ τῷ φθόνῳ, καὶ μὴ ὕπεικε τοῖς ἀντιτέχνοις καὶ ἐπιβασκαίνουσί σε. ὅ ἐστιν· ἀπόδος τὸν ἐπινίκιον τῇ ὡρισμένῃ ἡμέρᾳ:
Φθονερὰ δʼ ἄλλος. τὴν προσδοκίαν ὁ βάσκανος καὶ τὸν σκοπὸν χαμαὶ πεσόντα ἤγουν μὴ κατὰ γνώμην αὐτοῦ ἐξενεχθέντα ἰδών, σκότῳ καὶ ἀφανείᾳ κυλισθήσεται. τοῦτο δὲ ἐκ μεταφορᾶς εἴρηται τῶν βέλη πεμπόντων κατά τινος, ὅταν μὴ ἅψηται αὐτοῦ, ἀλλʼ ἄπρακτον εἰς γῆν πέσῃ:
Ἐξύφαινε γλυκεῖα. ἢ, ἐξύφαινε τῇ οἰνώνῃ καὶ τῇ κύπρῳ μέλος πεφιλημένον καὶ ἀγαπητὸν πᾶσι· κοινῶς γάρ φαμεν τόδε. ἢ, πεφιλημένον τῇ οἰνώνῃ καὶ τῇ κύπρῳ. οἰνώνη δὲ ἡ αἴγινα, ἐξ ἧς ὁ νενικηκὼς ἦν:
Ἔνθα τεῦκρος. οὗτοί εἰσιν οἱ ἀπὸ τοῦ αἰακοῦ καταγόμενοι. πᾶν δὲ τὸ γένος τούτου ὑμνεῖ, ὅτι πολλῶν κατῆρξε τόπων: —
Φαεννὰν ἀχιλλεύς. ἣν λευκὴν νῆσον λέγουσιν. ἐκεῖ γὰρ δοκεῖ τὸ τοῦ ἀχιλλέως σῶμα μετακομισθῆναι:
Βουβόται τόθι πρῶνες. πεδιάδες καὶ τόποι πρὸς τροφὴν βοῶν ἐξαίρετοι. λέγεται δὲ ἐκ τοῦ γένους τῶν τοῦ γηρυόνου βοῶν αὐτόθι μεμενηκέναι τινάς:
Δάμαρτος ἱππολύτης. πρὸς τὴν πόρθησιν τῆς ἰωλκοῦ ταῖς δολίαις ταύτης τέχναις χρησάμενος, διότι ἐπεβουλεύθη. τινὲς δὲ διορθοῦνται οὐκ ἀπιθάνως, ἀντὶ τοῦ χρησάμενος χωσάμενος γράφοντες, οἷον· χολωθεὶς ταῖς γενηθείσαις ἐξ ἀκάστου τέχναις δολίαις:
Ἐκ λόχου. ἤγουν ἐκ τοῦ δάσους τοῦ ὄρους. ἀφῆκε γὰρ αὐτὸν ἄκαστος εἰς τὸ ἔρημα τοῦ πηλίου, ἵνα αὐτὸν οἱ κένταυροι φονεύσωσιν:
Πῦρ δὲ παγκρατές. τὴν εἰς πυρὸς καὶ λεόντων φύσιν μεταμόρφωσιν τῆς θέτιδος παύσας, καὶ τῶν ἐκείνης μηχανῶν περιγενόμενος, ἔλαβεν αὐτὴν εἰς γυναῖκα. τὸ δὲ σχάσας ἀπὸ μεταφορᾶς εἴρηται τῶν ἐρεσσόντων. καὶ εὐριπίδης· σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς:
Εἶδεν δʼ εὔκυκλον ἕδραν. ἤγουν τὸν κυκλοτερῆ οὐρανόν, ἀπειλῆφθαι γὰρ αὐτὸν ἐν οὐρανῷ λέγουσιν. ἄλλοι δὲ τὸ τῶν θεῶν φασι κυκλοτερὲς συμπόσιον:
Δῶρα καὶ κράτος. ὁ ποσειδῶν γὰρ ἵππον αὐτῷ ἔδωκεν, ἥφαιστος μάχαιραν, καὶ ἕτεροι ἄλλα, καὶ κράτος τὸ διηνεκὲς αὐτῷ μέχρις ἐκγόνων φθάσαν:
Γαδείρων τὸ πρὸς ζόφον οὐ περατόν. παροιμία ἐστί· τὰ πέρα γαδείρων οὐ περατά. λέγει οὖν ὅτι· οὐκ ἔστι δυνατὸν πάντας τοὺς ἐπαίνους τιμασάρχου διελθεῖν: —
Ἀπότρεπε αὖτις· ἐπεί, φησίν, οὐκ ἔστιν ἐσωτέρω πλεῖν ἐπὶ τὴν δύσιν, ἐπὰν ἅπαξ τις ἐπὶ τὰ γάδειρα ἀφίκηται, ἐπιστρεπτέον ἐστὶν ἐπὶ τὴν εὐρώπην, ἤγουν πρὸς τὸν τιμάσαρχον τὸν νῦν ἐπαινούμενον:
Πάτραν νιν ἀκούομεν. ἀκούομεν, φησί, τὴν πατρίδα αὐτὴν τὴν σήν, ὑπηρέτιν εἶναι τῆς ἐπὶ τῇ νίκῃ ᾠδῆς, ἤγουν ἡ πατρίς σου τοὺς σοὺς ὕμνους ᾄδει:
Ὁ χρυσὸς ἑψόμενος. ὥσπερ, φησί, τὸν χρυσὸν ποιεῖ τὸ πῦρ διαυγέστερον, οὕτω καὶ τοὺς ἀγαθοὺς ἄνδρας ὁ ὕμνος περιφανεστέρους ἀπεργάζεται:
Τὰ δʼ αὐτὸς ἄν τις τύχῃ. ἅπερ ἄν τις τύχῃ, φησί, θεασάμενος, ταῦτα δοκεῖ καὶ ἀκριβέστερον διεξελθεῖν καὶ διαθεῖναι:
Οἶον αἰνέων κε μελησίαν. μόνον ἄν τις αἰνέων τὸν μελησίαν, τὰς ἀπαντώσας ἔριδας καταστρέφοι καὶ καταγωνίζοιτο, ἤγουν περιγίνοιτο τῶν ἐρίδων:
ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἀπὸ τοῦ ποιητοῦ:
Ἀλλʼ ἐπὶ πάσας. ἔμελλεν εἰπεῖν ἐνταῦθα· ἀλλὰ ποιῶ τὸ καὶ τό, ἀπέστρεψε δὲ τὸν αὑτοῦ λόγον πρὸς τὴν οἰκείαν μοῦσαν:
Ματέρʼ οἰνάνθας. ἀντιστρόφως χρὴ λέγειν μᾶλλον τὴν οἰνάνθην μητέρα τῆς τελείας ὀπώρας, ἤγουν τὸν ἴουλον τὸν πρωτεύοντα τῆς γενειάδος:
Μὴ δὲ κρόνου. συλλήψει κέχρηται, ἀπὸ κρόνου καὶ διὸς καὶ νηρηΐδων λέγων εἶναι τοὺς αἰακίδας. αἰακοῦ γὰρ καὶ ἐνδηΐδος τῆς χείρωνος τελαμὼν καὶ πηλεύς, ὁ δὲ χείρων κρόνου, πάλιν τῶν νηρηΐδων φῶκος καὶ ἀχιλλεύς· κρόνος χείρων ἐνδηΐς. ἧς καὶ αἰακοῦ τελαμὼν αἰακοῦ καὶ ψαμάθης φῶκος καὶ πηλεύς πηλέως καὶ θετίδος ἀχιλλεύς.
Πὰρ βωμὸν πατέρος ἑλλανίου. ἤγουν τοῦ ἑλληνίου διός. οὕτω γὰρ ἐν αἰγίνῃ τιμᾶται διὰ τὴν τῶν ἐκεῖσε ἐλθόντων πρὸς αἰακὸν ἑλλήνων ἱκετείαν:
Πῶς δὴ λίπον. ὅρα, πῶς διεσταλμένως φησὶν ἅπερ ᾐδεῖτο:
Οὔ τοι ἅπασα κερδίων. ἤγουν οὐ πάντοτε φαινομένη ἡ ἀλήθεια ὠφέλιμός ἐστιν, ἀλλὰ δεῖ καὶ ἐπικεκρύφθαι τὸ τῆς ἀληθείας πρόσωπον:
Καὶ τὸ σιγᾶν. καὶ πρᾶγμα, φησί, σιωπώμενον σοφώτερον τὸν ἀκροατὴν δείκνυσι, διεγεῖρον αὐτὸν πρὸς τὴν τούτου εὕρεσιν:
Ἔχω γονάτων ἐλαφρὰν ὁρμήν. ἤγουν ὑπερπηδήσω τὸ σκάμμα, ὥσπερ ἀθλητὴς ἐν πεντάθλῳ, καὶ νικήσω καθάπαξ τοὺς ἐναντιουμένους μοι, καὶ ἐπαινέσαι ἰσχύσω οὓς προεθέμην:
Καὶ πέραν πόντοιο πάλλοντʼ αἰετοί. ἤγουν ὃν τρόπον οἱ αἰετοὶ ἵπτανται καὶ πέραν τοῦ πόντου, οὕτω καὶ ὁ ὕμνος οὗτος δύναται καὶ πέραν τοῦ πόντου διαπερᾶν· Ὅπως ἠράσθη πηλέως ἡ τοῦ ἀκάστου γυνή:
Ὡς ἄρα νυμφείας ἐπείρα. ἤγουν ἐπειρᾶτο καὶ ἀπόπειραν ἐποιεῖτο. τὸ ἐνεργητικὸν ἀντὶ τοῦ παθητικοῦ. εἰ γὰρ ἦν ἐπείρα ἀντὶ τοῦ ἐσύννευεν, τὴν νυμφείαν εὐνὴν ὤφειλεν, ἢ τῇ εὐνῇ· ἐπεὶ δὲ οὕτως ἐστὶν ἐνταῦθα γενικῇ συντασσόμενον, οὕτως ἐκληπτέον. εὕρηται δὲ καὶ τοὐναντίον τὸ ἐπειρᾶτο ἀντὶ τοῦ ἐπείρα:
Τὺ δʼ Αἰγίνᾳ. σὺ δέ, ὦ εὐθύμενες, φησί, περισχεθεὶς καὶ περιληφθεὶς ὑπὸ τῶν ἀγκώνων καὶ τῶν ἀγκαλῶν τῆς νίκης, τὴν αἴγιναν ἐποίησας ὑμνεῖν σε. ἐν ἀγκώνεσσι δὲ λέγει, ἐπεὶ παγκρατιαστὴς ἦν:
Μείς τʼ ἐπιχώριος. ὁ δελφίνιος αἰγινήταις καλούμενος ἱερὸς ἀπόλλωνος, ἐν ᾧ ἀγὼν τοῦ ἀπόλλωνος ὑδροφόρια καλούμενος:
Χρὴ δʼ ἀπʼ ἀθανῶν. διότι καὶ θησεὺς ἀθηναῖος ὢν εὗρε τὸ παγκράτιον, καὶ μένανδρος ἀλείπτης ἦν τοῦ πυθέα, τοῦτο λέγει:
Μηκέτι ῥίγει δίδου φωνάν. ἀντὶ τοῦ μηκέτι δυσφορῶν φθέγγου. ἢ συνεσταλμένως· ἀλλʼ ἑτοίμως καὶ παρρησίᾳ· πολλὰ γὰρ ἔχεις εἰπεῖν:
Ἀνὰ δʼ ἱστία τεῖνον. πέτασον τὰ ἱστία, φησὶν ἐκ μεταφορᾶς τῶν μελλόντων πλεῦσαι, τουτέστι· φθεγγόμενος τὰ περὶ τοῦ νικητοῦ οὐριοδρόμει. τὸ φθέγξαι δὲ μέσος ἐστὶ προστακτικός:
ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον ἐκ παραδείγματος.
Ἓν ἀνδρῶν ἓν θεῶν γένος. ἐκ μιᾶς ὑπάρχομεν γῆς, φησίν, οἵ τε θεοὶ καὶ ἄνθρωποι. πρὸς τὸ εὐφυὲς δὲ τοῦ ἀλκιμήδου ἀφορᾷ τὸ προοίμιον:
Διείργει δὲ πᾶσα. ἐκ πανδώρας ἐφʼ ἡμᾶς τὸ γένος προῆκται, κατὰ πάντα δὲ τὰ ἔργα τῆς δυνάμεως διαφέρομεν τῶν θεῶν:
Ὁ δὲ χάλκεος. ἀπὸ τοῦ περιέχοντος τοὺς περιεχομένους ἀκουστέον, ἵνʼ ᾖ ὁ λόγος· οἱ δὲ θεοὶ βεβαίως καὶ ἀδιαλείπτως ἀεὶ μένουσιν:
Οὐδὲ μετὰ νύκτας. οὐδὲ πρὸς ἥντινα στάθμην ἔγραψεν ἡμᾶς δραμεῖν ἡ μοῖρα μετὰ νύκτας, ἤγουν οὐδὲ πρὸς ποῖον τέλος ἀπαντήσομεν κατὰ τὴν νύκτα, τουτέστι ποῖον ἔσται ἡμῖν τὸ τοῦ θανάτου τέλος, οὐκ οἴδαμεν:
Ἴχνεσιν ἐν πραξιδάμαντος. τοῦ πάππου τοῦ ἀλκιμήδου, οὗ κατὰ τὰ ἴχνη φησὶν ἥκειν τὸν ἀλκιμήδην, ἐξ ἀναπαύσεως· ὁ γὰρ πατὴρ αὐτοῦ οὐκ ἐνίκησεν. οὗ χάριν καὶ τὸ παράδειγμα εἴρηκεν:
Ὃς ὑπέρτατος. ὅστις ἐγένετο τῷ ἀγησιμάχῳ ὑπέρτατος τῶν υἱῶν, αὑτοῦ δηλονότι. ἴσως γὰρ ἐνίκησεν ἄν, ἐν ἄλλοις ἀγῶσι, ἢ καὶ ἐν ἄλλῳ καιρῷ· νῦν δὲ οὐκ ἐνίκησεν: — ἀγησίμαχος νικᾷ σωκλείδης οὐ νικᾷ πραξιδάμας νικᾷ ὁ πατὴρ ἀλκιμήδου οὐ νικᾷ ἀλκιμήδης νικᾷ
Μυχῷ δʼ ἑλλάδος. ἢ μυχὸν τῆς ἑλλάδος τὴν κόρινθον λέγει· ἐν τῷ τέλει γὰρ κεῖται. ἢ μυχοὺς τὰς πόλεις φησί· μυχοῖς γὰρ ἐοίκασι. τὸ δὲ μέγα εἰπών, ἤγουν μεγαλορρημονήσας περὶ τούτων καὶ καυχησάμενος:
Καλλίας ἀδῶν. υἱὸς κρέοντος ὁ καλλίας, συγγενὴς καὶ συμφατριώτης τοῦ νικητοῦ:
Ἔγχεος ζακότοιο. οὐκ ἐκ παραδρομῆς ζάκοτον εἶπε τὸ ἔγχος, ἀλλʼ ὅτι ἰδιαίτερον παρὰ τὰ ἄλλα κατεσκεύαστο. τὸ δὲ αἰχμῇ ἔγχεος, ἢ τῇ ὀξύτητι, ἢ διότι δύο ξίφη εἶχε τὸ ἔγχος:
Δελφῖνί κεν τάχος διʼ ἅλμας. οὐχὶ ἔξω ὄντι τῷ δελφῖνι, ἀλλʼ ἐπὶ τῆς θαλάσσης. τότε γὰρ καὶ τὸ τάχος αὐτοῦ φαίνεται. τὸ τάχος δὲ τοῦ μελησίου παραβάλλει τῷ τοῦ δελφῖνος τάχει διὰ τὸ ταχέως τοὺς ἀλειφομένους ὑπʼ αὐτοῦ κατάγειν εἰς τοὺς ἀγῶνας. προτάττει δὲ τὸν περὶ αὐτοῦ ἔπαινον, εἶτα ἐπιφέρει αὐτόν:
τὸ προοίμιον εὐκτικόν:
Τεὰν ἀδελφεάν. ὅτι εἰλείθυια καὶ ἥβη ἀδελφαί, διὸς καὶ ἥρας θυγατέρες. ἀγλαόγυιον δὲ λέγει τὴν ἥβην, ὅτι ὃν ἡβῶμεν χρόνον αὐτοὶ ἑαυτῶν εὐπρεπέστεροι γινόμεθα, καλλωπιζομένων ἡμῶν τῶν μελῶν:
Ἀναπνέομεν δέ. οὐχ ἅπαντες δέ, φησίν, ἐπίσης ζῶμεν, ἀλλʼ ὁ μὲν πλουτεῖ, ὁ δὲ νικᾷ, ὁ δὲ ἄλλο τι ποιεῖ. ἕτερον δὲ ἄνθρωπον διαχωρίζει τῶν ἄλλων ἀνθρώπων ἕτερα, ἤγουν παρηλλαγμένα πράγματα, ἅτινα γίνονται ἐν τῇ τύχῃ· καὶ τὸ ζυγὸν τοῦ πότμου, ἤγουν ἡ εἱμαρμένη:
Οὐ δʼ ὑπὸ κέρδει βάλον. οὐ δὲ ὑπτιοῦνται πρὸς τὴν παροῦσαν νηνεμίαν καὶ τὸν εὐδιεινὸν πλοῦν. τοῦτο γὰρ μέγιστον κέρδος τῶν πλεόντων:
Ἐγὼ δὲ πλέον ἔλπομαι. ἐγὼ δέ, φησίν, ἐλπίζω πλέον γενέσθαι τὸν τοῦ ὀδυσσέως λόγον διὰ τὸν γλυκὺν ὅμηρον, ἢ ἔπαθεν. ἤγουν οὐ τοσαῦτα λέγω πεπραχέναι τὸν ὀδυσσέα ὅσα κεκήρυχεν ὅμηρος περὶ αὐτοῦ, ἀλλὰ ἐλάττω. ἡδυεπῆ δὲ λέγει τὸν ὅμηρον, ἢ ὡς ἡδεῖς λέγοντα λόγους, ἢ ὡς καλοὺς λόγους λέγοντα περὶ τοῦ ὀδυσσέως, ἐν τῷ λέγειν αὐτὸν παθεῖν τινα ὡς καρτερικόν: —
Ποτανᾷ μαχανᾷ. τῇ ταχυτάτῃ μηχανῇ, ἤγουν τοῖς ποιήμασι, καθὸ ὑψοῦσι τὰς ἀρετὰς τῶν ὑμνουμένων. ἤ, ἐπεὶ τὰ ἔπη πτερόεντα λέγει ὅμηρος, καὶ οὗτος τοῦτό φησιν:
Ὃν κράτιστον. ὅντινα αἴαντα ἐπόρευσαν καὶ ἤγαγον ἐν ναυσὶν αἱ πομπαὶ τοῦ εὐθυπνόου ζεφύρου πρὸς τὴν πόλιν τοῦ ἴλου, τουτέστιν εἰς τὴν ἴλιον. ποταπόν; κράτιστον καὶ ἰσχυρότατον ἐν τῇ μάχῃ χωρὶς τοῦ ἀχιλλέως. ἤγαγον δὲ εἰς τροίαν, ὥστε κομίσαι τῷ μενελάῳ τὴν δάμαρτα καὶ τὴν γυναῖκα αὐτοῦ:
Τρία ἔπεα διαρκέσει. ἱκαναί εἰσιν αἱ τρεῖς αἰτίαι αὗται, ἃς ἀπαριθμοῦμαι, παραστῆσαι τὸ δικαίως αὐτῷ συμβεβηκέναι τὸν θάνατον, ἤγουν· τὸ ὑπὲρ κρεῶν ἀναιρεθῆναι, τὸ ἐπὶ τῇ ἀπωλείᾳ αὐτοῦ τοὺς δελφοὺς βαρυνθῆναι, καὶ τὸ ὅτι πεπρωμένον ἦν. εἶτα βεβαιῶν τοῦτο λέγει· οὐ ψευδής εἰμι μάρτυς ἐγὼ τοῖς ἐπὶ νεοπτολέμῳ λεχθεῖσιν:
Ὕδατος ὧτε ῥοάς. ἄγων, φησί, καὶ φέρων εἰς φίλον ἄνδρα ῥοὰς ὕδατος, ῥεύματα δηλονότι καὶ ὕμνους ἐκ τῆς ἐμαυτοῦ τῶν λόγων πηγῆς, κλέος λέγω ἐτήτυμον, ἤγουν ἀληθῆ δόξαν, αἰνέσω καὶ ὑμνήσω αὐτόν, ᾧ τε καὶ ᾥτινι δηλονότι φέρω τοῦτο. εἰ δὲ τὸ ὧτε ἀντὶ τοῦ ὥσπερ δωρικῶς νοήσεις, οὕτως ἐρεῖς· ἄγων καὶ φέρων εἰς φίλον ἄνδρα κλέος ἀληθές, ἤγουν ὕμνον, ὥσπερ ῥοὰς ὕδατος, αἰνέσω αὐτόν:
Ἐὼν δʼ ἐγγὺς ἀχαιός. ἀχαιοὶ καὶ ἠπειρῶται κατʼ ἐξοχὴν οἱ μολοσσοί. οὐ μέμψεται οὖν, φησίν, ἀνὴρ ἀχαιὸς ὡς ὑβρίσαντα τὸν νεοπτόλεμον, ὡς πολλοὶ ἔδοξαν ἐν ἄλλοις ὑβρίσαι αὐτόν: —
Μὴ τέρμα προβάς. ἀπὸ τῶν πεντάθλων μετενήνοχε τὸν λόγον, ἐν οἷς οἱ ἀθληταὶ διʼ ὑπερβολὴν ἰσχύος ὑπερβαίνουσι τοὺς προκειμένους ὅρους:
Ὃς ἐξέπεμψε. ἀπὸ τοῦ πρὸς αὐτὸν λόγου εἰς τὸν περὶ ἐκείνου μετέστη:
Ἡράκλεες. τοῦ ἡρακλέους ἐμνήσθη, ὅτι ὁ οἶκος τοῦ ὑμνουμένου ἑκατέρωθεν ἡρακλείοις τεμένεσι περιείχετο. λέγει δὲ ὅτι, εἰ ἐπιδέεται ἀνδρὸς ἀνὴρ εἰς τὰς βιωτικὰς χρείας, τί ἂν φαίημεν χρῆμα μεῖζον τοῦ τοὺς φιλοῦντας γειτνιᾶν:
Ἀταλὸν ἀμφέπων θυμόν. προσηνῆ ποιῶν, φησί, τῷ πατρὶ τὸν θυμόν, ἤγουν μηδὲν ἐναντιούμενος τῷ πατρὶ ἀλλʼ ἐπιμελούμενος αὐτοῦ. κυρίως δὲ ἀταλὸν τὸ νήπιον, τὸ τλῆσιν καὶ κακοπάθειαν μὴ ὑποδεχόμενον. οὕτω δὲ ἐπίτασσε· ἐν σοί, ὦ ἡράκλεις, ὃς ἐδάμασας εὐτυχῶς τοὺς γίγαντας, ἐθέλοι ἂν ὁ σωγένης οἰκεῖν τὴν ζαθέαν ἀγυιὰν τῶν προγόνων αὐτοῦ τὴν εὐκτήμονα, ἀμφέπων καὶ θεραπεύων τῷ πατρὶ τὸν θυμόν, ποταπόν; ἀταλόν, ἤγουν ἱλαρύνων αὐτὸν ταῖς θεραπείαις καὶ προσηνῆ ποιῶν:
Διὸς κόρινθος. παροιμία ἐστὶν ἐπὶ τῶν τὰ αὐτὰ περὶ τῶν αὐτῶν λεγόντων πολλάκις, ἐξ ἱστορίας. μέμνηται ταύτης καὶ ἀριστοφάνης, καὶ ζήτει ταύτην ἐκεῖ:
ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν:
Ὥρα πότνια. ἤγουν εὐμορφία. τοῦτο δὲ εἴρηκε, διὰ τὸ τῆς ὥρας ἄνθος τοῦ νικηφόρου. ὁ δὲ νοῦς· ὦ ἀκμή, ἄγγελε τῶν ἀφροδισίων:
Ἱκέτας αἰακοῦ. τοῦτό φησι παρόσον αὐχμοῦ ποτε γεγονότος ἐν τῇ ἑλλάδι διʼ αὐτοῦ τοῦ αἰακοῦ εὐφράνθησαν, εὐξαμένου καὶ λύσαντος τὸν αὐχμόν:
Ἐχθρὰ δʼ ἄρα πάρφασις ἦν. τοῦτο δυσανασχετῶν ἐπὶ τῷ ἀναιρεθῆναι τὸν αἴαντά φησιν:
Χρεῖαι δὲ παντοῖαι. λέγει ὅτι πᾶσα πρᾶξις τοῖς τῶν ποιητῶν αὔξεται λόγοις, ἐξόχως δὲ τὰ περὶ πόνους κατορθώματα. ἡ δὲ τέρψις ζητεῖ θέσθαι ἐν τοῖς ὄμμασι πίστιν, ἤγουν καὶ τὰ ὄμματα πίστιν ἐκ τῆς τέρψεως λαμβάνει τῶν πραγμάτων ὅπως ἔχει φύσεως. τερφθεὶς γάρ τις ἐκ τῆς ὄψεως καὶ τὴν φύσιν ἐρευνᾶν τοῦ πράγματος ἄρχεται:
Ἐκ τῶν παλαιῶν σχολίων: τὸ προοίμιον ἀπὸ τοῦ ποιητοῦ:
Κωμάσομεν. τοῦτο οὔκ ἐστιν ἐκ τῶν νεμεονικῶν, ἀλλʼ οὐδὲ τὰ ἐπιφερόμενα. ἔστι δὲ ἀπὸ τοῦ χοροῦ ὁ λόγος, ἢ ἀπὸ τοῦ ποιητοῦ. φησὶ δέ· κωμάσομεν ἐκ σικυῶνος καὶ παρὰ τοῦ ἐκεῖ ἀπόλλωνος εἰς τὴν αἴτνην, εἰς τὸ δῶμα τοῦ χρομίου τοῦ φιλοξένου, ἀλλʼ ἀντὶ τῆς διαθέσεως ταύτης τῆς φιλοξένου τὸν τῶν ἐπῶν γλυκὺν ὕμνον τελεῖτε, ὦ μοῦσαι:
Αὐδὰν μηνύει. οἱ μέν, τὸν ὕμνον, φασίν, ἀνατίθησιν· οἱ δέ, τὴν αὐτοῦ βοὴν τοῖς θεοῖς καταμηνύει, ἤγουν δείκνυσιν ἃ διὰ τὴν αὐτοῦ φιλοξενίαν αὐτῷ ᾄδουσιν:
Ἅτε φοίβῳ. ποιητικῇ ἀδείᾳ τὰ ἐν σικυῶνι πύθια τὸν ἄδραστον τεθεικέναι φησίν:
Αἰσιᾶν οὐ κατʼ ὀρνίχων ὁδόν. ἐὰν μὲν περισπωμένως τὸ αἰσιᾶν ἐκφέρῃς, ἐπὶ τῶν ὀρνίθων ἀκουστέον· ἐὰν δὲ βαρυτόνως, ἐπὶ τῆς ὁδοῦ: — ζεύς μελάμπους βίων ἀντιφάτης ταλαός ὀϊκλῆς ἐριφύλλη ἄδραστος οὗ αἱ θυγατέρες ἐμάνησαν, ἃς ἰάσατο ὁ μελάμπους. καὶ ἔλαβε τὸ τῆς βασιλείας δίμοιρον: — προῖτος μεγαπένθης ἱππόνους καπανεύς σθένελος.
Καὶ κτεάνων. εἰσί τινες ἄνδρες αὐτόθι ἔχοντες ψυχὰς κρείσσονας χρημάτων, ἤγουν οὐ δουλούμενοι φιλοκερδείᾳ ἀλλʼ ὑπερφρονοῦντες τὰ χρήματα:
Ἕκτορι μὲν κλέος. τῷ ἕκτορι αὐτὸν προσεικάζει ὡς ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενον ὥσπερ κἀκεῖνος:
Αἰὼν ἁμέρα. ἐναντίον τοῦτο πρὸς τὸ τοῦ ὁμήρου. φησὶ γὰρ ἐκεῖνος· αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν:
Ἴστω λαχών. τὸ μακάριον τοῦτο τῆς εὐδαιμονίας μέρος ἴστω ὁ χρόμιος παρὰ θεῶν εἰληφώς, ἐν νεότητι διαπραξάμενός τι σὺν δίκῃ καὶ μέχρι γήρως εὐδαίμων διαμείνας:
Εὔχομαι ταύταν. εὔχεται καὶ τὰ ἐν τοῖς δελφοῖς πύθια νικῆσαι τὸν χρόμιον, μὴ μόνον τὰ ἐν σικυῶνι, καὶ κελαδῆσαι πάλιν κἀκείνην τὴν νίκην: — λείπει ἐνταῦθα ἡ ἐπῳδός, οἶμαι δὲ τοῦτο πεποιηκέναι τὸν ποιητὴν διὰ τὴν εὐχήν: —
ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν:
Ὅτι ἐκεῖ τὰ ἥραια τὰ ἑκατόμβαια ἐτελεῖτο:
Οὐδʼ ὑπερμνήστρα. οὐ μόνον, φησί, τὸ ἄργος ἀρίστους ἐξάγει ἄνδρας, ἀλλὰ καὶ εἰς γυναῖκας ἐξαίρετόν ἐστιν. ἡ γὰρ ὑπερμνήστρα μόνη οὐκ ἐξέπεσε τοῦ καθεστηκότος, ψηφισαμένη καὶ κρίνασα ἐντὸς τοῦ κουλεοῦ τὸ ξίφος ἔχειν καὶ μὴ ἑλκύσαι αὐτὸ πρὸς φόνον τοῦ ἀνδρὸς ὡς αἱ λοιπαὶ αὐτῆς ἀδελφαί:
Βραχύ μοι στόμα. σημείωσαι, ὅτι, ἐπεὶ οὐκ ἦν ἐπίσημος ὁ ἀγών, ὃν ἐνίκησεν ὁ θειαῖος, τὰ ἑκατόμβαια, κατήντησεν εἰς τὰ περὶ τῆς πατρίδος. ἢ οὖν πάντα λέγε ὅσων ἐσθλῶν μοῖραν ἔχει τὸ τέμενος, ἢ στίξας εἰς τὸ ἀναγήσασθαι, τὸ ἑξῆς θαυμαστικῶς λέγε· ὅσων ἐσθλῶν μοῖραν ἔχει τὸ τέμενος τὸ ἀργεῖον. ὅσην δὲ μέλλων εἰπεῖν πρὸς τὸ μοῖραν, ὅσων εἴρηκε πρὸς τὸ ἐσθλῶν:
Ἔνθα νικήσαις δίς. ἐν τῷ ἀγῶνι νικήσας ἤδη δεύτερον, ἔσχεν ἡδεῖαν ἀνάπαυσιν ὁ θειαῖος τῶν πόνων. εὐφόρων δὲ λέγει πόνων, ἐπεὶ οἱ τοιοῦτοι πόνοι εὔφοροί εἰσι διὰ τὰ ἆθλα. ἢ εὐφρόνων ἵπποις, ἤγουν εὐφραντῶν, διὰ τὸν αὐτὸν τρόπον:
Καρπὸς ἐλαίας. διὰ τοῦτο ἐν παναθηναίοις ἔλαιον ἐδέδοτο τοῖς ἀθληταῖς, ἐπεὶ τὴν ἐλαίαν εὗρεν ἡ θεός:
Τυνδαρίδαισι. μέμνηται τῶν διοσκούρων πανταχοῦ ὡς ἀθλοθετούντων, ἢ ὡς ἀγωνιστῶν:
Νικαφορίαις γὰρ ὅσαις. θαυμαστικὸν τὸ ὅσαις ἐξενήνεκται. ὅσαις γὰρ νικηφορίαις, ἤγουν πολλαῖς νίκαις αὐτῶν, ἀνέθηλε καὶ ηὐξήθη τὸ ἄστυ τοῦ προίτου, ἤγουν τὸ ἄργος:
Ἐκ δὲ πελλάνας. ὅτι ἐν πελλήνῃ τοῖς νικήσασιν ἀθληταῖς χλαῖνα ἐδίδοτο. ἐτελεῖτο δὲ ἐν αὐτῇ τὰ θεοξένια: —
Κάστορος δʼ ἐλθόντος. ἐπιξενωθεῖσι, φησί, τοῖς διοσκούροις παρὰ τῷ παμφάῃ, οὐδὲν θαυμαστὸν εἶναι, ἐκείνοις, ἀθληταῖς οὖσιν ἀγαθοῖς, καὶ τὸ σὸν μέρος δηλονότι συγγενές. ἤγουν· οὐ κενόν ἐστιν, ὦ θειαῖε, συγγενῆ εἶναί σε τῶν διοσκούρων, ἐπεὶ καὶ τῆς σπάρτης φύλακές εἰσι καὶ τοὺς ἀγῶνας διέπουσι σὺν ἑρμῇ καὶ ἡρακλεῖ:
Ἔνθεν ἁρπάξαντες. σημείωσαι, ὅτι, ἑνὸς βαλόντος τὸν κάστορα τῇ στήλῃ, ἐπʼ ἀμφοτέρων λέγει λυγκέως τε καὶ ἴδα. τὸ δὲ φλάσαν ἀντὶ τοῦ ἔθλασαν, κατὰ κοινωνίαν τοῦ θ πρὸς τὸ φ. τοὺς γὰρ θῆρας φῆρας οἱ αἰολεῖς καλοῦσιν:
ὑάκινθος κυνόρτης περιήρης ἰκάριος ἀφαρεύς λεύκιππος τυνδάρεως υἱοὶ εʹ καὶ πενελόπη. λυγκεύς. ἴδας. φοίβη. ἱλάειρα. τιμάνδρα. κλυταιμνήστρα. ἑλένη. κάστωρ. πολυδεύκης.
Χαλεπὰ δʼ ἔρις. ἡ ἔρις, φησί, καὶ ἡ μάχη τῶν κρεισσόνων καὶ τῶν θεῶν χαλεπή ἐστιν ὁμιλεῖν τοῖς ἀνθρώποις, ἤγουν τὸ μάχεσθαι θεοὺς ἀνθρώποις βαρύ:
Οὐ διπλόαν θέτο βουλήν. ἤγουν οὐ διπλῆν ἐποιήσατο βουλήν· ἀλλʼ εὐθὺς ἐπὶ τὸ ἕτερον ἐχώρησεν, ὥστε τὴν εὐδαιμονίαν μετὰ τοῦ ἀδελφοῦ συμμερίσασθαι:
ἐκ τῶν παλαιῶν σχολίων. τὸ προοίμιον εὐκτικόν:
Ἀτρεμίαν τε σύγγονον. ἢ καὶ τὸν ἀτρεμίαν τὸν σύγγονον καὶ ἀδελφὸν τοῦ πατρὸς αὐτοῦ, ἢ τὴν ἀτρεμίαν καὶ ἀφοβίαν καὶ ἀδειλίαν τὴν σύγγονον καὶ συμφυῆ καὶ συγγεγενημένην αὐτῷ:
Θνατὰ μεμνάσθω. ἤγουν· μή, τῷ ὑπερβάλλοντι τῆς εὐδαιμονίας ἐπαρθείς, μεγάλα φρονήσῃ καὶ θεὸν ἑαυτὸν λογίσηται, ἀλλʼ ἐννοείτω ὡς θνητός ἐστι καὶ τέλος ἀποθανὼν καὶ τῇ γῇ καλυφθήσεται:
Φύλλʼ ἀοιδᾶν. οἱ μὲν περιφραστικώτερον τὰς ᾠδὰς ἤτοι τὰ ἐγκώμιά φασιν, οἱ δὲ τὰ τῶν στεφάνων ἐγκώμια:
Νῦν δὲ παρʼ αἰγιόχῳ. νῦν δὲ παρὰ τῷ διῒ διαπαντὸς οἰκεῖ καλλίστην περιέπων εὐδαιμονίαν, καὶ τετίμηται παρὰ τῶν θεῶν προσφιλέστατος ὢν αὐτοῖς, τήν τε ἥβην γαμεῖ καὶ εἰς γυναῖκα ἔχει, τῶν τιμίων οἴκων δεσπότης ὢν καὶ τῆς Ἥρας γαμβρός. μήτηρ γὰρ τῆς ἥβης ἡ ἥρα:
Λακτίζοισα. σκληρᾷ μεταφορᾷ κέχρηται. ὅμηρος δὲ οὐχ οὕτω λέγει, ἀλλά· κνίσση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ:
Κυβερνατῆρος. ἀλληγορικῶς τὸν ἀλείπτην κυβερνήτην προσηγόρευσεν, ᾧ φησι πεισθέντα αὐτὸν νικῆσαι: —