eul_wid: jre-ae

Περὶ γυναικῶν
Treatise-Women

Paradoxographer Anonymous Treatise Women PDF

t ΓΥΝΑΙΚΕΣ ΕΝ ΠΟΛΕΜΙΚΟΙΣ ΣΥΝΕΤΑΙ ΚΑΙ ΑΝΔΡΕΙΑΙ. Σεμίραμις.
1 [10] Θυγατὴρ μὲν, ὥς φησι Κτησίας, Δερκετοῦς τῆς Συρίας θεοῦ καὶ Σύρου τινός, ἥτις ἐτράφη ὑπὸ Σιμόεντος, ὑπηρέτου τοῦ βασιλέως Νίνου. γαμηθεῖσα δὲ Ὀννέῳ, ὑπάρχῳ τινὶ βασιλικῷ, εἶχεν υἱούς. ἑλοῦσα δὲ Βάκτρα μετὰ τοῦ ἀνδρός * , ἐπιγνοὺς Νίνος ἤδη γηραιὸς ὢν ἐγάμησεν. ἡ δὲ ἐτέκνωσεν ἐξ αὐτοῦ Νίνυαν παῖδα. μετὰ δὲ τὸν Νίνου θάνατον ἐτείχισε τὴν Βαβυλῶνα ὀπτῇ πλίνθῳ καὶ ἀσφάλτῳ καὶ τὸ τοῦ Βήλου ἱερὸν κατεσκεύασεν. ἐπιβουλευθεῖσα δὲ ὑπὸ τοῦ υἱοῦ Νινύου ἐτελεύτησεν, ἔτη βιώσασα ξʹ, βασιλεύσασα ἔτη μβʹ. Ζαριναία.
2 [5] Αὕτη τελευτήσαντος τοῦ προτέρου ἀνδρὸς αὐτῆς καὶ ἀδελφοῦ Κυδραίου, Σακῶν βασιλέως, ἐγαμήθη Μερμέρῳ τῆς Παρθυαίων χώρας δυνάστῃ. τοῦ δὲ Περσῶν βασιλέως ἐπιστρατεύσαντος πολεμοῦσα καὶ τρωθεῖσα ἔφυγε, διωχθεῖσα δὲ ὑπὸ Στρυαγγαίου ἱκετεύσασα διεσώθη. μετ’ οὐ πολὺ δὲ ὑποχείριον αὐτὸν ὁ ἀνὴρ αὐτῆς λαβὼν ἐβούλετο ἀνελεῖν, ἡ δὲ δεομένη σώζειν καὶ μὴ πείθουσα, λύσασά τινας τῶν ἑαλωκότων σὺν αὐτοῖς τὸν Μέρμερον ἀνεῖλε, καὶ παραδοῦσα τῷ Πέρσῃ τὴν χώραν φιλίαν ἐποιήσατο πρὸς αὐτόν, ὡς ἱστορεῖ Κτησίας. Νίτωκρις, Αἰγύπτου βασιλίσσα, περὶ ἧς Ἡρόδοτος ἱστορεῖ, τοῦ ἀδελφοῦ αὐτῆς ὑπ’ Αἰγυπτίων ἀναιρεθέντος τοὺς μάλιστα αἰτίους συγκαλέσασα καὶ ἔν τινι ἐπιμήκει οἴκῳ ἑστιῶσα διά τινος αὐλῶνος τὸν ποταμὸν αὐτοῖς ἐπεισήγαγεν, ἑαυτὴν δὲ εἰς οἴκημά τι σποδοῦ πληρὲς ἐνέβαλεν.
4 [10] Νίτωκρις Βαβυλωνία. Ταύτην φησὶν Ἡρόδοτος φρονιμωτέραν Σεμιράμιδος γενέσθαι βασιλίσσαν. τόν τε γὰρ ποταμὸν γεφυρῶσαι ἐν τῇ πόλει, τήν τε λίμνην ὀρύξαι καὶ κρηπιδῶσαι κρηπίδι λιθίνῃ, τό τε ῥεῦμα τοῦ ποταμοῦ εἰς αὐτὴν ἐπιστρέψαι πρὸς τὸ βραδυτέραν τὴν τῶν πολεμίων ἔφοδον εἶναι. καὶ τὸν τάφον δὲ τὸν ἐπὶ τῇ πύλῃ τὸν ἴδιον ταύτην φησὶ ποιῆσαι, τὸν ἐξαπατήσαντα Δαρεῖον, ὃς ὑπονοῶν ἀργύρια εὑρεῖν καὶ ἀνοίξας τὸν τάφον ταῦτα μὲν οὐχ εὗρε, γράμματα δὲ ἀπληστίαν πολλὴν καὶ αἰσχροκέρδειαν αὐτῷ ὀνειδίζοντα. Ἀργεία, τὸ μὲν γένος ἔχουσα ἀπὸ Πολυνείκους * .
5 [5] ταύτην φησὶν Ἡρόδοτος τεκεῖν διδύμους παῖδας, καὶ μετὰ τὴν τελευτὴν τοῦ ἀνδρὸς Ἀριστοδήμου Λακεδαιμονίων βασιλέως μὴ θελῆσαι εἰπεῖν τὸν πρεσβύτερον τῶν βρεφῶν, ἀμφοτέροιν ἐξ ἴσου τὴν βασιλείαν περιθεῖναι θέλουσαν· ἐφόδῳ μέντοι γενέσθαι φανερὸν τῷ πρῶτον ὑπ’ αὐτῆς καὶ λούεσθαι καὶ τρέφεσθαι τὸν πρεσβύτερον. Θειοσσώ.
6 [10] Ταύτην φησὶ Τίμαιος κατὰ μὲν τὴν Φοινίκων γλώσσαν Ἐλίσσαν καλεῖσθαι, ἀδελφὴν δὲ εἶναι Πυγμαλίωνος τοῦ Τυρίων βασιλέως, ὑφ’ ἧς φησι τὴν Καρχηδόνα τὴν ἐν Λιβύῃ κτισθῆναι. τοῦ γὰρ ἀνδρὸς αὐτῆς ὑπὸ τοῦ Πυγμαλίωνος ἀναιρεθέντος ἐνθεμένη τὰ χρήματα εἰς σκάφας μετά τινων πολιτῶν ἔφευγε, καὶ πολλὰ κακοπαθήσασα τῇ Λιβύῃ προσηνέχθη, καὶ ὑπὸ τῶν Λιβύων διὰ τὴν πολλὴν αὐτῆς πλάνην Δειδὼ προσηγορεύθη ἐπιχωρίως. κτίσασα δὲ τὴν προειρημένην πόλιν, τοῦ τῶν Λιβύων βασιλέως θέλοντος αὐτὴν γῆμαι αὐτὴ μὲν ἀντέλεγεν, ὑπὸ δὲ τῶν πολιτῶν συναναγκαζομένη, σκηψαμένη τελετήν τινα πρὸς ἀνάλυσιν ὅρκων ἐπιτελέσειν, πύραν μεγίστην ἔγγυς τοῦ οἴκου κατασκευάσασα καὶ ἅψασα ἀπὸ τοῦ δώματος αὑτὴν εἰς τὴν πύραν ἔρριψεν. Ἄτοσσα.
7 [5] Ταύτην φησὶν Ἑλλάνικος ὑπὸ τοῦ πατρὸς Ἀριάσπου ὡς ἄρρενα τραφεῖσαν διαδέξασθαι τὴν βασιλείαν. κρυβοῦσαν δὲ τὴν τῶν γυναίων ἐπίνοιαν τιάραν πρώτην φορέσαι, πρώτην δὲ καὶ ἀναξυρίδας καὶ τὴν τῶν εὐνούχων ὑπουργίαν εὑρεῖν καὶ διὰ βίβλων τὰς ἀποκρίσεις ποιεῖσθαι. πολλὰ δὲ ὑποτάξασα ἔθνη πολεμικωτάτη καὶ ἀνδρειοτάτη ἐν παντὶ ἔργῳ ἐγένετο. Ῥοδογύνη, ἡ Περσῶν βασιλίσσα, ὥς φησιν Αἰσχίνης ὁ φιλόσοφος, μεγίστην ἐποίησε τὴν Περσῶν βασιλείαν.
8 [10] οὕτως γάρ φησιν ἀνδρείαν αὐτὴν ἐν τοῖς ἔργοις καὶ φοβερὰν γενέσθαι, ὥστε ποτὲ περὶ τὴν ἄσκησιν τῶν τριχῶν οὖσαν, ἀκούσασαν ἀποστάντα τινὰ τῶν ἐθνῶν, ἀφιέναι μὲν ἡμιτέλεστον τὴν πλοκήν, μὴ πρότερον δὲ ἀναπλέξασθαι πρὶν καταλαβοῦσαν ὑποτάξαι τὰ προειρημένα ἔθνη. διὸ καὶ εἰκὼν αὐτῆς ἀνετέθη χρυσεία, τὰς μὲν ἡμισεῖς ἔχουσα τριχὰς ἐπὶ τῆς κεφαλῆς ἀναπεπλεγμένας, τὰς δὲ ἡμισεῖς καθειμένας. Λύδη.
9 [10] Ταύτην φησὶν Ξενόφιλος, ὁ τὰς Λυδικὰς ἱστορίας γράψας, γυναῖκά τε καὶ ἀδελφὴν εἶναι Ἀλυατέω τοῦ Κροίσου προπάτορος. ταύτης υἱὸς Ἀλυάτης διαδεξάμενος τὴν τοῦ πατρὸς βασιλείαν ἐγένετο δεινῶς ὑβριστής, ὡς καὶ τὰ ἱμάτια ἀξιολόγων ἀνδρῶν περισχίσαι καὶ προσπτύειν πολλοῖς. αὐτὴ δὲ τὸν υἱὸν ὅσον ἐδύνατο κατέστελλεν, τοὺς δὲ ὑβριζομένους καὶ λόγοις χρηστοῖς καὶ ἔργοις ἠμείβετο. πᾶσαν δὲ τῷ υἱῷ φιλοφροσύνην προσφέρουσα εἰς στοργὴν ἑαυτῆς πολλὴν αὐτὸν περιέτρεψε. νομίσασα δὲ αὐταρκῶς ἀγαπᾶσθαι, σκηψαμένη ἀσθένειαν σίτου καὶ τῶν λοιπῶν ἀπέσχετο, τὸν δὲ παρεδρεύοντα καὶ ὁμοίως ἀσιτοῦντα κατασταλῆναι καὶ εἰς τοῦτο μεταβάλλεσθαι, ὥστε, φησίν, ὀρθώτατον καὶ δικαιότατον αὐτὸν γενέσθαι. Φερετίμη, γυνὴ Βάττου.
10 [10] Αὕτη τελευτήσαντος αὐτῆς τοῦ παιδὸς δόλῳ αὐτὴ τὴν ἀρχὴν τῆς Κυρήνης κατέσχε, καὶ τὸν υἱδοῦν βασιλέα καταστήσασα τοὺς ἀντιταξαμένους τῷ υἱῷ αὐτῆς Ἀρκεσίλᾳ κατὰ θάλατταν εἰς Αἴγυπτον ἀπέστειλεν. ἐπιπαραγενομένη δὲ αὐτὴ πάντας ἀνεῖλε, συμπείσασα τὸν ἔχοντα τὴν Αἰγύπτου ἀρχὴν τότε Ἀρυάνδην. λαβοῦσα δὲ δύναμιν παρὰ τοῦ βασιλέως τοὺς Κυρηναίους πικρῶς ἐχειρώσατο, καὶ ἀναχωρήσασα εἰς Αἴγυπτον ἐτελεύτησε, καθὼς ἱστορεῖ Μενεκλῆς, ὁ τὰς Λιβυκὰς ἱστορίας γράψας. Θαργηλία Μιλησία.
11 [5] Ταύτην φασὶν Ἀντιόχου βασιλεύοντος τῶν Θετταλῶν ἀφικομένην εἰς Θετταλίαν γήμασθαι Ἀντιόχῳ καὶ ἀποθανόντος ἐκείνου βασιλεῦσαι Θετταλίας ἔτη λʹ, καὶ τὸν Περσῶν βασιλέα, ὅτε ἐπὶ τὴν Ἑλλάδα ἐστρατεύετο, δέξασθαι καὶ ἀποπέμψαι μηδὲν ἐλαττωθεῖσαν. Τώμυρις, Μασσαγετῶν βασιλίσσα.
12 [10] Αὕτη, καθὼς ἱστορεῖ Ἡρόδοτος, ἄσπονδον αὐτῇ πόλεμον Κύρου καταγγείλαντος, ἔχουσα καὶ υἱόν, τὸ μὲν πρῶτον συνεβούλευε τῷ Κύρῳ ἐν τοῖς ἰδίοις μένοντι ἡσυχάζειν, εἰ δ’ ἄρα ἐπιθυμοίη πολεμεῖν, ἀναχωρήσαντα τῆς χώρας τριῶν ἡμερῶν διάστημα δέξασθαι αὐτὴν μετὰ τοῦ στρατεύματος ἢ εἰς τὴν αὐτῆς ὁμοίως εἰσιέναι. τοῦ δὲ πρὸς αὐτὴν χωρήσαντος καὶ μάχῃ νικήσαντος καὶ τὸν υἱὸν ζῶντα αὐτῆς λαβόντος, πέμψασα πάλιν συνεβούλευεν, ἀρκεσθέντα τῇ νίκῃ ἀποδόντα τὸν υἱὸν αὐτῇ ὑποστρέφειν εἰς τὴν ἰδίαν. ἀπειθοῦντος δὲ, ἐπεὶ ἔγνω τὸν παῖδα αὐτοχειρὶ διαφθαρῆναι, σύμπαντι τῷ στρατεύματι ἐπελθοῦσα οὐ μόνον ἐνίκησεν, ἀλλὰ καὶ αὐτὸν πεσόντα ἀναζητήσασα ἀντὶ τοῦ παιδὸς νεκροῦ ᾐκίσατο. Ἀρτεμισία, Ἁλικαρνασσίς, θυγάτηρ Λυγδάμιος, ὥς φησιν Ἡρόδοτος.
13 [5] Αὕτη διὰ τὴν ἰδίαν ἀνδρείαν ἐπεστράτευσε τῷ Πέρσῃ, ἄρχουσα Ἁλικαρνασσέων, Κώων, Νισυρίων. ταύτης, φησί, τὰ ἔργα καὶ τὰς γνώμας ὁ Πέρσης θαυμάζων ἀνέκραγεν, ὡς αἱ γυναῖκες μὲν αὐτῷ ἄνδρες, οἱ δὲ ἄνδρες γυναῖκες αὐτῷ γεγόνασιν. ὅθεν καὶ μετὰ τὴν ναυμαχίαν τῇ μὲν Ἀρτεμισίᾳ πανοπλίαν ἔπεμψε, τοῖς δὲ τῶν Φοινίκων στρατηγοῖς ἠλακάτας καὶ ἀτράκτους, τῆς μὲν τιμῶν τὴν ἀρετὴν τοῖς τῆς ἀνδρίας ἐπισήμοις, τῶν δὲ ἐξελέγχων τὴν μαλακίαν τοῖς τῶν γυναικῶν ἐπιτηδεύμασιν. Ὀνόμαρις, μία τῶν ἐν ἀξιώματι Γαλατῶν, καταπονουμένων ὑπ’ ἀφορίας τῶν ὁμοφύλων καὶ ζητούντων φυγεῖν ἐκ τῆς χώρας, παραδιδόντων δὲ αὐτοὺς ἐν ὑποταγῇ τῷ θέλοντι ἀφηγεῖσθαι, μηδενὸς τῶν ἀνδρῶν θέλοντος τήν τε οὐσίαν πᾶσαν εἰς μέσον ἔθηκε καὶ τῆς ἀποικίας ἀφηγήσατο, πολλῶν ὄντων ὡς εἰς * διαβᾶσά τε τὸν Ἰστρὸν καὶ τοὺς ἐπιχωρίους μάχῃ νικήσασα τῆς χώρας ἐβασίλευσεν.