eul_wid: jre-aa

Τίνες οἶκοι ἀνάστατοι διὰ γυναῖκας ἐγένοντο
Which Houses Were Ruined by Women

Paradoxographer Anonymous Which Houses Were Ruined by Women PDF

1 ΤΙΝΕΣ ΟΙΚΟΙ ΑΝΑΣΤΑΤΟΙ ΔΙΑ ΓΥΝΑΙ ΚΑΣ ΕΓΕΝΟΝΤΟ.
2 Ὁ μὲν Ἡρακλέους διὰ τὴν ἐπιγαμίαν Ἰόλης, τῆς Εἰρύτου θυγατρός, καὶ ὁ Εὐρύτου διὰ τὴν θυγατέρα. ὁ Θησέως διὰ τὸν ἐφ’ Ἱππολύτῳ Φαίδρας ἔρωτα. ὁ Ἀθάμαντος διὰ τὴν Θεμιστοῦς τῆς Ὑψέως ἐπιγαμίαν. ὁ δὲ Ἰάσονος διὰ Γλαύκην τὴν Κρέοντος. ὁ Τηρέως διὰ τὴν Φιλομήλας φθοράν. ὁ Ἀγαμέμνονος διὰ τὴν Κλυταιμνήστραν. ὁ Πριάμου διὰ τὴν Ἑλένης παρουσίαν. ὁ Ἀμ φιαρέω διὰ τὴν Ἐριφίλην.