eul_wid: jre-ad

Περὶ μεταμορφώσεων
On Transformations

Paradoxographer Anonymous On Transformations PDF

[5] Λυκάων ὁ βασιλεὺς μετεμορφώθη εἰς λύκον διὰ τὸ τῷ Διὶ παραθεῖναι ἐπὶ τῆς τραπέζης κρέα ἀνθρώπινα παρ’ αὐτῷ ξενουμένῳ. Ἄργος ὁ πανόπτης Ἰοῦς φύλαξ ἀναιρεθεὶς ὑφ’ Ἑρμοῦ εἰς ὄρνεον ταὼν μετέβαλε κατ’ ἔλεον Ἥρας, οὗ διὰ τῶν πτερῶν ἡ πολυπληθία τῶν ὀμμάτων φαίνεται. Σύριγξ νύμφη διωκομένη ὑπὸ Πανὸς εἰς τὸν Λάδωνα ποταμὸν αὑτὴν ἔρριψε, καλάμων δὲ φυέντων Πᾶν τεμὼν καὶ ὄργανόν τι κατασκευάσας σύριγγα προσηγόρευσεν εἰς τιμὴν τῆς προειρημένης νύμφης. Κύκνος Σθενέλου υἱὸς διὰ τὸ Φαέθοντος πένθος εἰς ὁμώνυμον ὄρνεον [μετέβαλεν]. Κορώνη Κορωνέως θυγάτηρ τοῦ Φωκέων δυνάστου φεύγουσα τὸν Ποσειδῶνος ἔρωτα εἰς τὸ ὁμώνυμον μετέβαλεν ὄρνεον κατ’ ἔλεον Ἀθηνᾶς. Νυκτιμένη Κλυμένου θυγάτηρ φεύγουσα τὸν τοῦ πατρὸς ἔρωτα κατ’ ἔλεον Ἀθηνᾶς εἰς γλαῦκα μετεμορφώθη. Ἥλιος Λευκοθόῃ τῇ Ὀρχομένου μιγῆναι θελήσας εἰς τὴν μητέρα τῆς προειρημένης μετεμορφώθη. ταύτην ὁ πατὴρ ζῶσαν κατώρυξεν, Ἥλιος δὲ εἰς δένδρον λιβανοφόρον μετεμόρφωσε, ποιήσας ἐκ τοῦ τάφου αὐτῆς φῦναι, τὴν δ’ ἀδελφὴν αὐτῆς εἰς πόαν ἡλιοτρόπιον διὰ τὸ κατηγορῆσαι αὐτῆς. Λευκώνη Κυανίππου γυνή, φιλοκυνήγου τοῦ ἀνδρὸς ὑπάρχοντος ζηλοτυποῦσα καὶ ὑποπτεύουσα πρὸς ἑτέραν αὐτὸν πορεύεσθαι γυναῖκα αὐτῆς ἀμελοῦντα, νυκτὸς ἀκολουθήσασα καὶ λάθρα εἰς τὴν ὕλην ἐγκρυβεῖσα ὑπὸ τῶν τοῦ ἀνδρὸς κυνῶν διεσπάσθη.
223 [10] Πολύυμνος Ἀργεῖος Διονύσου ἐρασθεὶς ὑπέσχετο ζητοῦντι τὴν εἰς ἅδου κάθοδον μηνύσειν, ἐὰν αὐτῷ τῆς ὥρας ἀποχαρίσεται. ἐπαγγειλαμένου δὲ τοῦ θεοῦ ἐμήνυσε διὰ τῆς Λέρνης οὔσης ἀβύσσου. ἀναγαγὼν δὲ τὴν Σεμέλην εὗρε τὸν Πολύυμνον τετελευτηκότα, θέλων δὲ εὐορκεῖν ἐλθὼν ἐπὶ τὸν τάφον τοῦ ἐραστοῦ συκίνῳ φάλλητι περιεκυλίσατο. διὰ τοῦτο ἔνιοί φασι ἵστασθαι τῷ θεῷ φάλλους ὑπομνήματα τῆς εὐορκίας.