eul_wid: qjk-aa
ἈπόσπασμαOn the Olympic Dedications
Agaclytus the Historian On the Olympic Dedications PDF
| t1 | ΠΕΡΙ ΟΛΥΜΠΙΑΣ. Photius: Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ· Πλάτων ἐν Φαίδρῳ. |
| 1 [25] | Παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήλατος ἐν Ὀλυμπίᾳ ἐστάθη κολοσσὸς, ἀλλ’ οὐ τῶν Κυψελιδῶν. Κυψέλου δέ φασι τὸ ἀνάθημα, ὡς Ἀγάκλυτος ἐν τῷ Περὶ Ὀλυμπίας φησὶν οὕτως· «Ναὸς τῆς Ἥρας παλαιὸς, ἀνάθημα Σκιλλουντίων· οὗτοι δὲ εἰσὶν Ἠλείων. Ἔνεστιν δὲ ἐν αὐτῷ χρυσοῦς κολοσσὸς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύσειε, τὰς οὐσίας πάντων εἰς δέκατον ἔτος ἀνιερώσειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξάμενον κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν.» Δίδυμος δὲ κατασκευάσαι τὸν κολοσσόν φησι Περίανδρον, ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς Κορινθίους· καὶ γὰρ Θεόφραστος ἐν τῷ Περὶ καιρῶν βʹ λέγει οὕτως· «Ἕτεροι δὲ εἰς ἀνδρωδέστερα καταδαπανῶντες, οἷον στρατείας ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος· ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὑτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδια τοῖς ἐπιβουλεύουσιν· ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν.» Φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· Εἰμὶ ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. Ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω προφέρεται· Νάξιός εἰμι ἐγὼ, παγχρύσεός εἰμι κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. |