eul_wid: jre-ab
Περὶ ἀδελφικῶν φίλωνOn Brotherly Friends
Paradoxographer Anonymous On Brotherly Friends PDF
| 1 | ΦΙΛΑΔΕΛΦΟΙ. |
| 2 | Ἀγαμέμνων καὶ Μενέλαος. Ὀρέστης καὶ Ἤλεκτρα. Κάστωρ καὶ Πολυδεύκης. Ζῆθος καὶ Ἀμφίων. Κλέοβις καὶ Βίτων. Ἀντιγόνη καὶ Πολυνείκης. Τέννης καὶ Ἡμιθέα. Πρόκνη καὶ Φιλομήλη. αἱ Μελεάγρου ἀδελφαί, Φοίβη, Εὐρυδίκη, Μενεστώ, Ἐρατώ, Ἀντιόπη, Ἱπποδάμεια. αἱ Φαέθοντος ἀδελφαί, Αἴγλη, Λαμπετίη, Φαέθουσα. Ἕλλη καὶ Φρίξος. Μακαρία ἡ Ἡρακλέους ὑπὲρ τῶν ἀδελφῶν Θηριμάχου, Αἰχμαίου, Διοπείθους, Κρεοντιάδου σφάγιον ἑαυτὴν ἐπιδοῦσα. αἱ Ἐρεχθέως θυγατέρες Κρέουσα καὶ Χθονία διὰ Πρόκριν τὴν ἀδελφὴν μὴ ὑπο μείνασαι ζῆν ἐκείνης σφαγιασθείσης ὑπὲρ Ἀθηναίων. |