eul_wid: kvy-aa

Ἀποσπάσματα
On Rivers, Springs, and Lakes

Sotion of Alexandria On Rivers, Springs, and Lakes PDF

t SOTIONIS ΤΩΝ ΣΠΟΡΑΔΗΝ ΠΕΡΙ ΠΟΤΑΜΩΝ ΚΑΙ ΚΡΗΝΩΝ ΚΑΙ ΛΙΜΝΩΝ ΠΑΡΑΔΟΞΟΛΟΓΟΥΜΕΝΩΝ. Κρήνη ἐν Ποτνίαις περὶ Θήβας, ἐξ ἧς οἱ ἵπποι πίνοντες μαίνονται, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ ἀπίστων.
2 Κρήνη ἐν Κλαζομεναῖς, ἀφ’ ἧς τὰ θρέμματα πίνοντα τὴν ἐρέαν χρωματίνην ποιεῖ, ὡς ἱστορεῖ ὁ προειρημένος Ἰσίγονος. Κρήνη ἐν Ἰνδοῖς, ἣ τοὺς κολυμβῶντας ἐπὶ τὴν γῆν ἐκβάλλει ὡς ἀπ’ ὀργάνου, ὡς ἱστορεῖ Κτησίας.
4 Ἐν Κρήτῃ ὀχετὸς ὕδατός ἐστιν, ὃν οἱ διαβαίνοντες ὕοντος τοῦ Διὸς ἄβροχοι διαβαίνουσιν ἐφ’ ὅσον ἐν τῷ ὀχετῷ εἰσιν. Ἐν Πέρσαις φασὶν Ἀλεξάνδρῳ φανῆναι κρήνην ἐλαίου πληρουμένην αὐτομάτως.
6 Παρὰ Κιλικίᾳ φασὶν ὕδατος εἶναί τι σύστημα, ἐν ᾧ τὰ πεπνιγμένα τῶν ὀρνέων καὶ τῶν ἀλόγων ζῴων ἐμβραχέντα ἀναζῆν. Ἐν τῇ ἐπὶ Συρακουσῶν ὁδῷ κρήνη οὐ μεγάλη ἐστὶν οὐδὲ ὕδωρ πολὺ ἔχουσα, ὄχλου δὲ ἐπελθόντος εἰς τὸν τόπον καὶ ψόφου γινομένου παρέχει ὕδωρ ἄφθονον, ὥς φησιν Ἀριστοτέλης.
8 [5] Κρήνη ἐν Παλικοῖς, ἥτις εἰς ὕψος ἀναρρίπτει τὸ ὕδωρ πηχέων ἕξ, ἔμφασιν ποιοῦσα μέλλειν κατακλύζειν τοὺς ὑποκειμένους τόπους, καθόλου δὲ οὐχ ὑπερεκχεῖται οὐδέν. ἐπὶ ταύτης οἱ ἐπιχώριοι τοὺς ὑπὲρ τῶν μεγίστων ὅρκους ποιοῦνται, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ ἀπίστων. Περὶ Σκότουσαν τῆς Θεσσαλίας κρηνίδιόν ἐστι μικρόν, ὃ τὰ ἕλκη πάντα θεραπεύει καὶ τῶν ἀλόγων ζώων· εἰς ὃ ἐάν τις ξύλον μὴ λίαν συντρίψας, ἀλλὰ σχίσας ἐμβάλῃ, ἀποκαθίσταται· οὕτως κολλῶδες ἔχει τὸ ὕδωρ, ὥς φησιν Ἰσίγονος.
10 Ἐν Λουσοῖς τῆς Ἀρκαδίας φησὶν Ἀριστοτέλης κρήνην τινὰ εἶναι, ἐν ᾗ μῦς χερσαίους γίνεσθαι, καὶ τούτους κολυμβᾶν ἐν ἐκείνῃ τὴν δίαιταν ποιουμένους. Φησὶν Ἰσίγονος ἐν Ἀθαμᾶσι κρήνην εἶναι, ἧς τὸ μὲν ὕδωρ ψυχρὸν ὑπάρχειν, τὸ δ’ ὑπὲρ αὐτὸ οὕτω θερμὸν ὑπάρχειν ὥστε, ἄν τις ὑπερθῇ φρύγανα, παραχρῆμα ἐξάπτεσθαι.
12 Παρὰ Κλειτορίοις ὁ αὐτός φησιν εἶναι κρήνην, ἧς ὅταν τις τοῦ ὕδατος πίῃ, τοῦ οἴνου τὴν ὀσμὴν οὐ φέρει. Ὁ αὐτός φησιν ἐν Ἰταλίᾳ ἐν τῷ Ῥεατινῷ ἀγρῷ κρήνην εἶναι Μέντην ὀνομαζομένην, ὁμοίαν τῇ προειρημένῃ.
14 Ὁμοίως ἐγγὺς Κόσης ἐστὶ κρήνη, εἰς ἣν ἐὰν θῇς κεράμιον οἴνου γέμον ὥστε ὑπερέχειν τὸ στόμα, παντὸς ὄξους εἶναι δριμύτερον παραχρῆμα, ὡς ἱστορεῖ ὁ αὐτός. Θεόπομπος ἱστορεῖ κρήνην ἐν Χρωψὶ τῆς Θρᾴκης, ἐξ ἧς τοὺς λουσαμένους παραχρῆμα μεταλλάσσειν.
16 Ἑλλάνικός φησι περὶ Μαγνησίαν τὴν ἐπὶ Σιπύλου πηγὴν εἶναι, ἀφ’ ἧς τοὺς πίνοντας κοιλίαν ἀπολιθοῦσθαι. Κτησίας δὲ ἐν Αἰθιοπίᾳ κρήνην ἱστορεῖ τῷ χρώματι κιννάβαρι παραπλησίαν, τοὺς δὲ πίνοντας ἀπ’ αὐτῆς παραλλάττειν τὴν διάνοιαν, ὥστε καὶ τὰ κρυφίως πεπραγμένα ὁμολογεῖν.
18 Ἐν Ἀραβίᾳ ἐστὶν Ἴσιδος κρήνη, ἥτις κοτύλης οἴνου ἐμβληθείσης κιρνᾶται καὶ πρὸς τὴν πόσιν εὔκρατος γίνεται, ὥς φησιν Ἀμώμητος. Ἀριστοτέλης Ἄμμωνος κρήνην εἶναί φησιν, ἧς τὸ ὕδωρ μεσημβρίας καὶ μεσονύκτου γίνεσθαι θερμὸν, ὂν φύσει ψυχρότατον.
20 Θεόπομπος ἐν Λυγκησταῖς φησι πηγὴν εἶναι τῇ μὲν γεύσει ὀξίζουσαν, τοὺς δὲ πίνοντας μεθύσκεσθαι ὡς ἀπὸ οἴνου. Ἐν Συκαμίναις πόλει λίμνη ἐστίν, ἧς τῷ ὕδατι οἱ λουσάμενοι ἢ πιόντες ἀπ’ αὐτοῦ μαδῶσι τὰς τρίχας, τῶν δὲ ἀλόγων ζώων αἱ ὁπλαὶ ἀποπίπτουσιν, ὡς ἱστορεῖ Ἰσίγονος.
22 Ἡρακλείδης ὁ Ποντικὸς λίμνην ἐν Σαυρομάταις φησὶν εἶναι, περὶ ἣν τὰ πετασθέντα τῶν ὀρνέων εἰς αὐτὴν πίπτειν. Ἡρόδοτος ἐν Μακροβίοις Αἰθίοψι κρήνην ἱστορεῖ, ἀφ’ ἧς τοὺς λουσαμένους λιπαίνεσθαι.
24 [5] Ἐν Κλειτορίοις δὲ τῆς Ἀρκαδίας κρήνην φασὶν εἶναι, ἀφ’ ἧς τοὺς πίνοντας μισεῖν τὸν οἶνον, ἐπικεχαράχθαι δὲ ἐπ’ αὐτῆς ἐπίγραμμα τοιόνδε; ἀγρότα σὺν ποίμναις τὸ μεσαμβρινὸν ἤν σε βαρύνῃ δίψος ἀν’ ἐσχατιὰς Κλείτορος ἐρχόμενον, τῆς μὲν ἀπὸ κρήνης ἄρυσαι πόμα καὶ παρὰ νύμφαις ὑδριάσι στῆσον πᾶν τὸ σὸν αἰπόλιον· ἀλλὰ σὺ μήτ’ ἐπὶ λουτρὰ βαλῇς χροΐ, μή σε καὶ αὔρη πημήνῃ τερπνῆς ἐντὸς ἐόντα μέθης. φεῦγε δ’ ἐμὴν πηγὴν μισάμπελον, ἔνθα Μελάμπους ῥυσάμενος λύσσης Προίτιδας ἀργαλέης πάντα καθαρμὸν ἔβαψεν ἀπόκρυφον, εὖτ’ ἄρ’ ἀπ’ Ἄργους, οὔρεα τρηχείης ἤλυθεν Ἀρκαδίης. Ἀρίστων δὲ ὁ περιπατητικὸς φιλόσοφος ἐν τῇ Κίῳ πηγήν φησιν ὕδατος εἶναι, ἀφ’ ἧς τοὺς πίνοντας ἀναισθήτους γίνεσθαι ταῖς ψυχαῖς· εἶναι δὲ καὶ ἐπὶ ταύτης ἐπίγραμμα τοιόνδε· ἡδεῖα ψυχροῖο ποτοῦ λιβὰς, ἣν ἀναβάλλει πηγή, ἀλλὰ νόῳ πέτρος ὁ τῆσδε πιών.
26 [10] Ἐν δὲ Σούσοις τῆς Περσίδος ὕδωρ εἶναι λέγουσιν, ὃ τῶν πιόντων ἐκπίπτειν ποιεῖ παραχρῆμα τοὺς ἐμπροσθίους ὀδόντας. κεχάρακται δὲ καὶ ἐπὶ ταύτης τὸ ἐπίγραμμα τόδε· ὕδατα ταῦτα βλέπεις φοβερά, ξένε, τῶν ἄπο χερσὶ λουτρὰ μὲν ἀνθρώποις ἀβλαβῆ ἔστιν ἔχειν· ἢν δὲ βάλῃς κοίλης ποτὶ νηδύος ἀγλαὸν ὕδωρ, ἄκρα μόνον δολιχοῦ χείλεος ἁψάμενος, αὐτῆμαρ πριστῆρες ἐπὶ χθονὶ δαιτὸς ὀδόντες πίπτουσιν, γενύων ὀρφανὰ θέντες ἕδη. Ἐν δὲ Ἀλιφάνῳ τῆς Ἰταλίας φρεάτιόν ἐστι βαθύ, οὗ τὸ μὲν ὕδωρ βλέπεται, ἡλίκον δὲ ἄν τις χαλάσῃ σχοινίον, οὐκ ἐφάπτεται τοῦ ὕδατος, ἀλλ’ ὑπό τινος θείου κωλύεται, ὥς φησιν Ἰσίγονος.
28 Ἀουερνός ἐστι λίμνη ἐν Ἰταλίᾳ παρὰ Κούμας, εἰς ἣν τὰ ἐκ τῆς περικειμένης ὕλης ἐμπίπτοντα φύλλα ἢ κάρφη ἀφανῆ γίνεται βυθιζόμενα παραχρῆμα. Ἀριστοτέλης ἱστορεῖ, κατὰ Καρχηδόνα κρήνην εἶναι ἐλαίου προσηνεστέραν· ἂν δὲ μή τις ἁγνὸς προσίῃ, ἐκλείπειν αὐτήν.
30 Περὶ Γέλαν τῆς Σικελίας ἐστὶ λίμνη ἡ Σίλλα καλουμένη, ἐλαχίστη τὸ μέγεθος, ἥτις τοὺς ἐν αὐτῇ λουομένους εἰς τὸ ξηρὸν ἐκρίπτει ὡς ἀπ’ ὀργάνου τινός, ὥς φησιν Ἀριστοτέλης. Περὶ τὸν Ἠριδανὸν ποταμόν ἐστι λίμνη κατὰ τὰς Ἠλεκτρίδας νήσους, ὕδωρ ἔχουσα θερμόν, ὀσμὴν δὲ βαρεῖαν, ἀφ’ ἧς οὐδὲν ζῶον γεύεται.
32 Τὴν κατὰ Ἄβδηρα λίμνην Κύστειρον καλουμένην φασὶ τὸ Ξέρξου στράτευμα πίνον ἀναξηράναι. Ἱερώνυμος ἱστόρησεν, ἐν τῇ Ναβαταίων χώρᾳ τῶν Ἀράβων εἶναι λίμνην πικράν, ἐν ᾗ οὔτε ἰχθῦς οὔτε ἄλλο τι τῶν ἐνύδρων ζώων γίνεσθαι, ἀσφάλτου δὲ πλίνθους ἐξ αὐτῆς αἴρεσθαι ὑπὸ τῶν ἐπιχωρίων.
34 Πύθερμός φησιν· ἐάν τις σκύφον εἰς τὰς τοῦ Στρύμονος ποταμοῦ δίνας ἐμβάλῃ, τοῦτον εὑρήσει ἐν τῇ περὶ Ἀπολλωνίαν λίμνῃ. Φαέθων φησί, τὸν ἐν Βοσπόρῳ ποταμὸν οὕτως εἶναι ψυχρόν, ὥστε μηδὲν τῶν ζώων ὑπομένειν αὐτοῦ τὴν ψυχρότητα.
36 Περὶ δὲ Ταρρακίναν τῆς Ἰταλίας φησὶν Ἰσίγονος λίμνην εἶναι Μυκλαίαν καλουμένην καὶ παρ’ αὐτῇ πόλιν ἔρημον, ἧς τοὺς ἐνοικοῦντας στερηθῆναι τῆς πόλεως διὰ τὸ πλῆθος τῶν ὕδρων. Ἐπὶ τῆς ἐν Ἰταλίᾳ λίμνης καλουμένης Βηνάκου, οὔσης δὲ τὸ περίμετρον σταδίων φʹ, νῆσός ἐστιν οἰκουμένη κατάφυτος δένδρεσιν ἡμέροις, ἐπινηχομένη καὶ μεταβαίνουσα πρὸς τὰς τῶν πνευμάτων φοράς.
37 [5] τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐν ἑτέρᾳ λίμνῃ τῆς Ἰταλίας Κουτυλίᾳ καλουμένῃ γίνεται. Ἔστι δὲ καὶ λάκκος Οὐαδίμωνος καλουμένη λίμνη οὐ μεγάλη ἐν Ἰταλίᾳ, ὁμοίως ἔχουσα νησία πλείονα πάσῃ πνοῇ μετακινούμενα.
39 [5] Ἡ κατὰ Σάρδεις λίμνη, καλουμένη δὲ Κολόη, πλῆθος μὲν ὄψου πάμπολυ τρέφει, ἔχει δὲ καὶ αὐτὴ νήσους οἰκουμένας πρὸς ἀπάτην· ἐπινήχονται γὰρ καὶ τῇ τῶν ἀνέμων πνοῇ συμμετοικοῦσι· πτηνῶν δὲ τῶν ἐνύδρων τοσοῦτο τρέφει πλῆθος ὥστε καὶ ταριχεύεσθαι. Τὸ δὲ κατὰ τὴν Σουσιανὴν ὕδωρ φασὶν εἶναι Μηδείας καὶ πεφαρμάχθαι καυστικοῖς φαρμάκοις· ὃ ῥεῖ μὲν ἐκ πηγῆς τινος, φυλάσσεται δὲ ὑπὸ τῶν ἐπιχωρίων· ἔχει δὲ δύναμιν τοιαύτην· τὰ γὰρ χρισθέντα ἢ βραχέντα ἐξ αὐτοῦ ζῶα ἢ σκεύη δειχθέντος μακρόθεν πυρὸς πρὸς αὑτὰ ἐπισπᾶται καὶ παραχρῆμα καίεται.
40 καλεῖται δὲ νάφθα, ἐξενεχθέντα μέντοι τῆς χώρας ἀπόλλυσι τὴν δύναμιν, ὡς ἱστορεῖ Ἰσίγονος. Ἐν Ἰταλίᾳ λίμνη Σάκατος καλουμένη, ἧς ὅταν τὸ ὕδωρ διαυγὲς γένηται, καταφαίνονται ἐν τῷ βυθῷ θεμέλιοι πολλοὶ καὶ ναοὶ καὶ πλῆθος ἀνδριάντων; φασὶ δὲ οἱ ἐπιχώριοι, πόλιν ποτὲ οὖσαν καταποθῆναι.
41 [5] τὸ δ’ αὐτὸ λέγεται καὶ περὶ τοῦ Κιμίνου λάκκου ἐν Ἰταλίᾳ ὡς πόλεως πρότερον οὔσης καὶ αἰφνιδίως καταποθείσης. Ἡ ἐν Μακεδονίᾳ λίμνη καλεῖται μὲν Λύχνις, διαπλέουσι δὲ αὐτὴν ἱστορίας ἕνεκεν· ἐγκύπτοντες γὰρ εἰς τὸν βυθὸν ὁρῶσι τρικλίνους πολυτελεῖς καὶ ἀργυρωμάτων ἄφθονον πλῆθος τῷ μεγέθει θαυμασίων καὶ χρυσέων πινάκων τε καὶ ἐκπωμάτων καὶ πάντων τῶν ἐν βασιλικῷ πλούτῳ πρὸς τρυφὴν κατασκευασμάτων.
43 [5] Ἐν Λυδίᾳ ἐστὶ λίμνη Τάλα μὲν καλουμένη, ἱερὰ δὲ οὖσα νυμφῶν, ἣ φέρει καλάμων πλῆθος καὶ μέσον αὐτῶν ἕνα ὃν βασιλέα προσαγορεύουσιν οἱ ἐπιχώριοι. θυσίας δὲ καὶ ἑορτὰς ἐπιτελοῦντες ἐνιαυσίους ἐξιλάσκονται· τούτων δὲ ἐπιτελουμένων, ἐπειδὰν ἐπὶ τῆς ἠιόνος κτύπος συμφωνίας γένηται, πάντες οἱ κάλαμοι χορεύουσι καὶ ὁ βασιλεὺς σὺν αὐτοῖς χορεύων παραγίνεται ἐπὶ τὴν ἠιόνα, οἱ δὲ ἐπιχώριοι ταινίαις αὐτὸν καταστέψαντες ἀποπέμπουσιν, εὐχόμενοι καὶ εἰς τὸ ἐπιὸν αὐτόν τε καὶ ἑαυτοὺς παραγενέσθαι ὡς εὐετηρίας ὄντι σημείῳ, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ ἀπίστων. Κρᾶθις, ποταμὸς Ἰταλίας, τῶν λουομένων πυρσαίνων τὰς χαίτας, καθάπερ Ἰσίγονος ὁ ἱστορικός φησι, Σωτίων τε καὶ Ἀγαθοσθένης οἱ φιλόσοφοι, καὶ Εὐριπίδης ὁ τραγικὸς οὑτωσὶ λέγων· ἃν ὑγραίνει καλλιστεύων ὁ ξανθὰν χαίταν πυρσαίνων Κρᾶθις.