Λιτυέρσης Μίδου υἱὸς νόθος, ὃν ὁ Ἡρακλῆς ἀνεῖλεν ὄντα κακόξενον. ἠνάγκαζε γὰρ τοὺς ξένους συνθερίζειν αὐτῷ, εἶτα εὐωχῶν ἀπεκεφάλιζε, τὰ δὲ σώματα ἐκόμιζεν ἐν τοῖς δράγμασιν ὡς παραλελογισμένων. ἱστορεῖ ταῦτα κατὰ μέρος Σωσίθεος ἐν Δαφνίδι λέγων οὕτως· αἵδʼ αἱ Κελαιναί, πατρίς, ἀρχαία πόλις, Μίδου γέροντος, ὅστις ὦτʼ ἔχων ὄνου ἤνασσε καὶ νοῦν φωτὸς εὐήθους ἄγαν. οὗτος δʼ ἐκείνου παῖς, πατρὶ πλαστὸς νόθος, μητρὸς δʼ ὁποίας ἡ τεκοῦσʼ ἐπίσταται, ἔσθει μὲν ἄρτου τρεῖς ὄνους κανθηλίους τρὶς τῆς βραχείας ἡμέρας, πίνει θʼ ἅμα καλῶν μετρητὴν τὸν δεκάμφορον πίθον. ἐργάζεται δʼ ἐλαφρὰ πρὸς τὰ σιτία, ὄγμους θερίζων· τῇ μιᾷ δʼ ἐν ἡμέρᾳ Διόνυσον ὄμπνῃ συντίθησιν εἰς τέλος. χὤταν τις ἔλθῃ ξεῖνος ἢ παρεξίῃ, φαγεῖν τʼ ἔδωκεν, εἶτα κἀπεχόρτασεν, καὶ τοῦ ποτοῦ προὔτεινεν, ὡς ἂν ἐν θέρει, πλέον· φθονεῖν γὰρ τοῖς θανουμένοις ὀκνεῖ. ἐπισκοπῶν δὲ πεδία Μαιάνδρου ῥοαῖς κηπευμάτων ἀρδευτὰ δαψιλεῖ πότῳ, τὸν ἀνδρομήκη πυρὸν ἠκονημένῃ ἅρπῃ θερίζει· τὸν ξένον δὲ δράγματι αὐτῷ κυλίσας κρατὸς ὀρφανὸν φέρει γελῶν θεριστὴν ὡς ἄνουν ἠρίστισεν. ὅτι δʼ ἀπέθανεν ὑφʼ Ἡρακλέους φησὶ λέγων· Α. θανὼν μὲν εἰς Μαίανδρον ἐρρίφη ποδός, ὥσπερ σόλος τις. ἦν δʼ ὁ δισκεύσας ἀνὴρ— Β. τίς δή; Α. πύθοιʼ ἄν. τίς γὰρ ἀνθʼ Ἡρακλέους;
Φιλάνθρωπος ὁ τύραννος τὸ ἐν Ὀλυμπίᾳ ἱερὸν ἐμπρήσας ἐπὶ τῷ μὴ κατὰ γνώμην αὐτοῦ τὰς εὐχὰς τελεῖσθαι, ὑποστρέφων εἰς Ἦλιν οὐ μόνον αὐτὸς ἐκεραυνώθη, ἀλλὰ καὶ οἱ σὺν αὐτῷ ὄντες τριακόσιοι.
Ἀλφαιὸς ὁ Σαγγαρίου τοῦ ποταμοῦ υἱὸς Ἀθηνᾶν αὐλητικὴν διδάξας καὶ βιαζόμενος τὴν θεὸν ὑπὸ Διὸς ἐκεραυνώθη.
Ἄρδυς Ἱπποκόωντος υἱὸς Ἥραν εἰς Ἄργος πορευομένην βιαζόμενος ὑπὸ Διὸς ἐκεραυνώθη.
Φόρβας Θεσπρωτὸς Δημητρὸς ἐρασθεὶς καὶ βιαζόμενος τὴν θεὸν ὑπὸ Διὸς ἐκεραυνώθη.
Οὐαλέριος Οὐηστῖνος ἐτυφλώθη ὑπὸ Λευκίου Οὐμβρίου διὰ τὸν τοῦ υἱοῦ Ῥουστίκου θάνατον, ὃν παρακαταθήκην παρὰ Οὐμβρίου λαβὼν ἀνεῖλε διὰ τὰ μετʼ αὐτοῦ χρήματα.