eul_wid: fxw-aa

Ἀποσπάσματα
Argolic and River Lore Fragments

Timotheus Pseudo-Historian Argolic and River Lore Fragments PDF

t1 ΑΡΓΟΛΙΚΑ. Plutarch.
1 [1] De fluv. c. 18, 3: Εὑρίσκεται δ’ ἐν αὐτῷ (τῷ Ἰνάχῳ) καὶ λίθος βηρύλλῳ παρόμοιος· ὃν ἐὰν κρατήσωσιν οἱ ψευδομαρτυρεῖν ἐθέλοντες, μέλας γίνεται. Κεῖνται δὲ πολλοὶ ἐν τῷ τεμένει τῆς Προσυμναίας Ἥρας· καθὼς ἱστορεῖ Τιμόθεος ἐν τοῖς Ἀργολικοῖ ς . Περὶ ποταμῶν Plutarch.
2 (t) [15] De fluv. c. 3, 1: Ἕβρος ποταμός ἐστι τῆς Θρᾴκης, προσηγορίαν εἰληχὼς ἀπὸ τῆς συστροφῆς τῆς καταφορᾶς τοῦ ὕδατος. Κάσανδρος δὲ, ὁ βασιλεὺς τῶν τόπων, γήμας Κροτωνίκην, ἐγέννησεν ἐξ αὐτῆς υἱὸν Ἕβρον· ἀποταξάμενος δὲ τῇ συμβιώσει τῆς προτέρας γυναικὸς, ἐπέγημε τῷ τέκνῳ Δαμασίππην τὴν Ἄτρακος· ἥτις εἰς ἐπιθυμίαν ἐμπεσοῦσα τοῦ προγόνου, λόγους αὐτῷ περὶ συνόδων ἀπέστειλεν. Ὁ δ’ ὡς Ἐριννῦν φυγὼν τὴν μητρυιὰν, προσηυκαίρει κυνηγίαις. Ἀποτυχοῦσα δὲ τῆς προαιρέσεως ἡ ἀσελγὴς, κατεψεύσατο τοῦ σώφρονος, ὡς βιάσασθαι αὐτὴν θελήσαντος. Κάσανδρος δὲ τῷ ζήλῳ συμπεριενεχθεὶς, μεθ’ ὁρμῆς ἐπὶ τὴν ὕλην ἤχθη, καὶ σπασάμενος τὸ ξίφος, ἐδίωκε τὸν υἱὸν, ὡς ἐπίβουλον τῶν πατρῴων γάμων. Ὁ δὲ υἱὸς περικατάληπτος γενόμενος, ἑαυτὸν ἔρριψεν εἰς ποταμὸν Ῥόμβον, ὃς ἀπ’ αὐτοῦ Ἕβρος μετωνομάσθη· καθὼς ἱστορεῖ Τιμόθεος ἐν ιαʹ Περὶ ποταμῶν.