eul_wid: fhi-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Historical and Rhetorical Fragments by Anaximenes of Lampsacus

The Historical and Rhetorical Fragments constitutes a compilation of surviving excerpts from the lost works of Anaximenes of Lampsacus, a Greek historian and rhetorician active in the fourth century BCE. A contemporary and tutor of Alexander the Great, Anaximenes authored historical narratives, including works on Philip II of Macedon and Alexander himself, as well as a practical treatise on oratory. The collection assembles forty-six fragments, preserved through quotations in later ancient authors such as Dionysius of Halicarnassus, Harpocration, and Athenaeus. These passages represent the scattered remnants of his historical output, which focused on the political and military deeds of the Macedonian kings. His rhetorical manual, the Rhetoric to Alexander, survives in its entirety but was erroneously attributed to Aristotle throughout antiquity and the medieval period, a misattribution that secured its preservation and influence within the rhetorical tradition. Anaximenes stands as a source for early Macedonian history, albeit one sometimes stylistically maligned by ancient critics, and as the author of one of the oldest complete handbooks on rhetoric.

Διονύσιος ὁ Ἁλικαρνασσεύς τοὺς εἰωθότας ἀποδίδοσθαι τοῖς προοιμίοις τῶν ἱστοριῶν λόγους ἥκιστα βουλόμενος ἀναγκάζομαι περὶ ἐμαυτοῦ προειπεῖν, οὔτʼ ἐν τοῖς ἰδίοις μέλλων πλεονάζειν ἐπαίνοις ... οὔτε διαβολὰς καθʼ ἑτέρων ἐγνωκὼς ποιεῖσθαι συγγραφέων, ὥσπερ Ἀναξιμένης καὶ Θεόπομπος ἐν τοῖς προοιμίοις τῶν ἱστοριῶν ἐποίησαν ...

Οὐαλέριος Ἁρποκρατίων Ἀμφικτύονες· συνέδριόν ἐστιν Ἑλληνικόν, συναγόμενον ἐν Θερμοπύλαις. ὠνομάσθη δὲ ἤτοι ἀπὸ Ἀμφικτύονος ... ὥς φησι Θεόπομπος ἐν η ... ἢ ἀπὸ τοῦ περιοίκους εἶναι τῶν Δελφῶν τοὺς συναχθέντας, ὡς Ἀναξιμένης ἐν α Ἑλληνικῶν.

Ἀθήναιος Ἀναξιμένης δʼ ὁ Λαμψακηνὸς ἐν ταῖς Πρώταις ἐπιγραφομέναις Ἱστορίαις τὸν Ἐριφύλης ὅρμον διαβόητον γενέσθαι διὰ τὸ σπάνιον εἶναι τότε τὸ χρυσίον παρὰ τοῖς Ἕλλησι· καὶ γὰρ ἀργυροῦν ποτήριον ἦν ἰδεῖν τότε παράδοξον.

Οὐαλέριος Ἁρποκρατίων, Σοῦδα Πεζέταιροι· Δημοσθένης Φιλιππικοῖς. Ἀναξιμένης ἐν α Φιλιππικῶν περὶ Ἀλεξάνδρου λέγων φησίν· «ἔπειτα τοὺς μὲν ἐνδοξοτάτους ἱππεύειν συνεθίσας ἑταίρους προσηγόρευσε, τοὺς δὲ πλείστους καὶ τοὺς πεζοὺς εἰς λόχους καὶ δεκάδας καὶ τὰς ἄλλας ἀρχὰς διελὼν πεζεταίρους ὠνόμασεν, ὅπως ἑκάτεροι μετέχοντες τῆς βασιλικῆς ἑταιρίας προθυμότατοι διατελῶσιν ὄντες.»

καὶ μέντοι περὶ τούτων ἄλλοι τε εἰρήκασιν καὶ Ἀναξιμένης, ὃς ἐν τῆι α τῶν Φιλιππικῶν ἱστορεῖ τὴν ἀπόστασιν τὴν ἀπὸ Κότυος, ἐν δὲ τῆι β τὴν προδοσίαν τὴν ὑπὸ τοῦ Σμικυθίωνος καὶ τὴν ἀναίρεσιν τὴν Μιλτοκύθου.

Οὐαλέριος Ἁρποκρατίων Ἁλόννησος· νησύδριον ἐν τῶι Αἰγαίωι πελάγει ... μνημονεύει δὲ τῆς ἀμφισβητήσεως τῆς περὶ Ἁλοννήσου καὶ Θεόπομπος ἐν δ καὶ Ἀναξιμένης ἐν δ Φιλιππικῶν.

Ἀνώνυμα εἰς τὰ Ἠθικὰ Νικομάχεια ἱστοροῦσι περὶ τῆς μάχης ταύτης Κηφισσόδωρος ἐν τῆι ιβ τῶν Περὶ τοῦ ἱεροῦ πολέμου καὶ Ἀναξιμένης ἐν τῆι τετάρτηι τῶν Περὶ Φίλιππον καὶ Ἔφορος ἐν τῆι τριακοστῆι.

Δίδυμος ὁ Χαλκέντερος δόξειε δʼ ἂν ἐντελῶς τὰ περὶ αὐτὸν διατεθεῖσθαι Ἀναξιμένης ἐν τῆι ἕκτηι τῶν Περὶ Φίλιππον ἱστοριῶν, οὗ τὴν ἐκλογὴν παρίημι· οὐ γὰρ ὄφελος.

Οὐαλέριος Ἁρποκρατίων, Σοῦδα Μάστειρα· ἐν η Φιλιππικῶν Δημοσθένης «τῶν· μὲν ἐν Θράικηι κακῶν—τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν»; μήποτε γραπτέον Βάστειραν ἢ Πίστειραν ἢ Ἐπίμαστον, ἐπεὶ ταύτας τὰς πόλεις εὑρίσκομεν παρʼ Ἀναξιμένει ἐν ζ τῶν περὶ Φίλιππον, τὴν δὲ Μάστειραν οὐδαμοῦ μνήμης τυχοῦσαν.

Δίδυμος ὁ Χαλκέντερος ὑποτοπήσειε δʼ ἄν τις οὐκ ἀπὸ σκοποῦ συμπεφορῆσθαι τὸ λογίδιον ἔκ τινων Δημοσθένους πραγματειῶν ἐπισυντεθέν. καὶ εἰσὶν οἵ φασιν Ἀναξιμένους εἶναι τοῦ Λαμψακηνοῦ τὴν συμβουλήν, καὶ γὰρ δὴ ἐν τῆι ἑβδόμηι τῶν Φιλιππικῶν ὅλην ὀλίγου δεῖν γράμμασιν αὐτοῖς ἐντετάχθαι. ἔνιοι δὲ καὶ πρὸ αὐτῶν φορτικωτέρως ἡρμήνευσαν, καθάπερ τὸ «ὀρρωδεῖν» ἥκιστα Δημοσθενικὸν ὂν καὶ εἴ τινα ἄλλα ὅμοια τούτωι.

Δημοσθένης ὁ Ἀθηναῖος — Πρὸς τὴν ἐπιστολὴν τὴν Φιλίππου — Ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην πρὸς ὑμᾶς, ἀλλʼ ἀνεβάλετο τὸν πόλεμον, πᾶσιν ὑμῖν φανερὸν γέγονεν. ἐπειδὴ γὰρ Φαρσαλίοις Ἅλον παρέδωκε καὶ τὰ περὶ Φωκέας διωικήσατο καὶ τὴν Θράικην κατεστρέψατο πᾶσαν, αἰτίας οὐκ οὔσας πλασάμενος καὶ προφάσεις ἀδίκους ἐξευρὼν τῶι μὲν ἔργωι πάλαι πολεμεῖ πρὸς τὴν πόλιν, τῶι δὲ λόγωι νῦν ὁμολογεῖ διὰ τῆς ἐπιστολῆς ἧς ἔπεμψεν ὅτι δὲ χρὴ μήτʼ ὀρρωδεῖν ὑμᾶς τὴν ἐκείνου δύναμιν μήτʼ ἀγεννῶς ἀντιταχθῆναι πρὸς αὐτόν, ἀλλὰ καὶ σώμασι καὶ χρήμασι καὶ ναυσὶ καὶ πᾶσιν ὡς ἁπλῶς εἰπεῖν ἀφειδῶς ὁρμῆσαι πρὸς τὸν πόλεμον, ἐγὼ πειράσομαι διδάσκειν.

πρῶτον μὲν γὰρ εἰκός, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς θεοὺς μεγίστους ὑμῖν ὑπάρχειν συμμάχους καὶ βοηθούς, ὧν ἐκεῖνος τὰς πίστεις ὑπεριδὼν καὶ τοὺς ὅρκους ὑπερβὰς λέλυκεν ἀδίκως τὴν εἰρήνην. ἔπειθʼ οἷς πρότερον ηὐξήθη, φενακίζων ἀεί τινας καὶ μεγάλʼ ἐπαγγελλόμενος εὐεργετήσειν, ταῦτα πάντα διεξελήλυθεν ἤδη, καὶ γιγνώσκεται μὲν ὑπὸ τῶν Περινθίων καὶ Βυζαντίων καὶ τῶν ἐκείνοις συμμαχούντων ὡς ἐπιθυμεῖ προσενεχθῆναι τούτοις τὸν αὐτὸν τρόπον ὅνπερ Ὀλυνθίοις πρότερον, οὐκ ἀγνοεῖται δʼ ὑπὸ Θετταλῶν δεσπόζειν, ἀλλʼ οὐχ ἡγεῖσθαι τῶν συμμάχων προαιρούμενος, ὑποπτεύεται δʼ ὑπὸ Θηβαίων Νίκαιαν μὲν φρουρᾶι κατέχων, εἰς δὲ τὴν ἀμφικτυονίαν εἰσδεδυκώς, τὰς δὲ πρεσβείας τὰς ἐκ Πελοποννήσου πρὸς αὑτὸν ἄγων καὶ τὴν ἐκείνων συμμαχίαν παραιρούμενος· ὥστε τῶν αὐτῶι πρὸ τοῦ φίλων ὄντων τοὺς μὲν νῦν πολεμεῖν ἀκαταλλάκτως, τοὺς δὲ μηκέτι προθύμους εἶναι συναγωνιστάς, ἅπαντας δʼ ὑφορᾶσθαι καὶ διαβεβλῆσθαι πρὸς αὐτόν. ἔτι τοίνυν—οὐδὲ γὰρ τοῦτʼ ἔστι μικρόν—οἱ κατὰ τὴν Ἀσίαν σατράπαι καθεστῶτες ἔναγχος μὲν ξένους εἰσπέμψαντες ἐκώλυσαν ἐκπολιορκηθῆναι Πέρινθον, νῦν δὲ τῆς ἔχθρας αὐτοῖς ἐνεστώσης καὶ τοῦ κινδύνου πλησίον ὄντος, εἰ χειρωθήσεται Βυζάντιον, οὐ μόνον αὐτοὶ προθύμως συμπολεμήσουσιν, ἀλλὰ καὶ βασιλέα χρήματα χορηγεῖν ἡμῖν προτρέψονται, ὃς τοσοῦτον μὲν κέκτηται πλοῦτον ὅσον οὐδʼ οἱ λοιποὶ πάντες, τηλικαύτην δʼ ἔχει ῥώμην πρὸς τὰς ἐνθάδε πράξεις ὥστε καὶ πρότερον, ἡνίκα Λακεδαιμονίοις ἐπολεμοῦμεν, ὁποτέροις πρόσθοιτο, τούτους ἐποίει κρατεῖν τῶν ἑτέρων, καὶ νῦν μεθʼ ἡμῶν γενόμενος ῥαιδίως καταπολεμήσει τὴν Φιλίππου δύναμιν. πρὸς τοίνυν τούτοις τηλικούτοις οὖσιν οὐκ ἐρῶ μὲν ὡς οὐ διὰ τὴν εἰρήνην πολλὰ προείληφεν ἡμῶν χωρία καὶ λιμένας καὶ τοιαῦθʼ ἕτερα χρήσιμα πρὸς πόλεμον, ὁρῶ δʼ ὡς ὅταν μὲν ὑπʼ εὐνοίας τὰ πράγματα συνέχηται καὶ πᾶσι ταὐτὰ συμφέρηι τοῖς μετέχουσι τῶν πολέμων, μένει τὰ συσταθέντα βεβαίως· ὅταν δʼ ἐξ ἐπιβουλῆς καὶ πλεονεξίας ἀπάτηι καὶ βίαι κατέχηται, καθάπερ ὑπὸ τούτου νῦν, μικρὰ πρόφασις καὶ τὸ τυχὸν πταῖσμα ταχέως αὐτὰ διέσεισε καὶ κατέλυσεν. καὶ πολλάκις εὑρίσκω λογιζόμενος οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμμαχικὰ τῶι Φιλίππωι πρὸς ὑποψίαν ἥκοντα καὶ δυσμένειαν, ἀλλὰ καὶ τὰ τῆς ἰδίας ἀρχῆς οὐ συνηρμοσμένα καλῶς οὐδʼ οἰκείως οὐδʼ ὡς οἰεταί τις. ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις ἐν μὲν προσθήκης μέρει ῥοπὴν ἔχει τινὰ καὶ χρῆσιν αὐτὴ δὲ καθʼ αὑτὴν ἀσθενής ἐστι καὶ πρὸς τηλικοῦτον ὄγκον πραγμάτων εὐκαταφρόνητος. ἔτι δʼ αὐτὴν οὗτος τοῖς πολέμοις καὶ ταῖς στρατείαις καὶ πᾶσιν οἷς ἄν τις αὐτὸν μέγαν εἶναι νομίσειε, σφαλερωτέραν αὑτῶι πεποίηκεν. μὴ γὰρ οἴεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς χαίρειν Φίλιππόν τε καὶ τοὺς ἀρχομένους, ἀλλʼ ἐννοεῖσθʼ ὡς ὁ μὲν ἐπιθυμεῖ δόξης, οἱ δʼ ἀσφαλείας, καὶ τῶι μὲν οὐκ ἔστι τυχεῖν ταύτης ἀκινδύνως, οἱ δʼ οὐδὲν δέονται, καταλείποντες οἴκοι τέκνα γονεῖς γυναῖκας, φθείρεσθαι καὶ καθʼ ἑκάστην ἡμέραν κινδυνεύειν ὑπὲρ αὐτοῦ. ὥστε τοὺς μὲν πολλοὺς τῶν Μακεδόνων ἐκ τούτων ἄν τις ἴδοι πῶς διάκεινται πρὸς τὸν Φίλιππον· τοὺς δὲ περὶ αὐτὸν ὄντας ἑταίρους καὶ τοὺς τῶν ξένων ἡγεμόνας εὑρήσετε δόξαν μὲν ἔχοντας ἐπʼ ἀνδρείαι, περιδεῶς δὲ μᾶλλον τῶν ἀδόξων ζῶντας. τοῖς μὲν γὰρ ὁ πρὸς τοὺς πολεμίους μόνον ὑπάρχει κίνδυνος, οἱ δὲ τοὺς κόλακας καὶ τοὺς διαβάλλοντας αὐτοὺς μᾶλλον ἢ τὰς μάχας δεδίασι· κἀκεῖνοι μὲν μετὰ πάντων ἀγωνίζονται πρὸς τοὺς ἀντιταχθέντας, τοῖς δὲ καὶ τῶν ἐν τοῖς πολέμοις κακῶν οὐκ ἐλάχιστον μέρος μέτεστιν, καὶ χωρὶς ἰδίαι τὸν τρόπον τὸν τοῦ βασιλέως φοβεῖσθαι συμβέβηκεν. ἔτι δὲ τῶν μὲν πολλῶν ἐὰν ἁμάρτηι τις, ζημίας κατὰ τὴν ἀξίαν εἴληφεν· οἱ δʼ ὅταν μάλιστα κατορθώσωσι, τότε μάλιστα σκορακίζονται καὶ προπηλακίζονται παρὰ τὸ προσῆκον. καὶ τούτοις οὐδʼ ἂν εἷς εὖ φρονῶν ἀπιστήσειεν· οὕτω γὰρ φιλότιμον αὐτὸν εἶναί φασιν οἱ συνδιατρίψαντες ὥστε βουλόμενον τὰ κάλλιστα τῶν ἔργων πάνθʼ αὑτοῦ δοκεῖν εἶναι μᾶλλον ἄχθεσθαι τῶν στρατηγῶν καὶ τῶν ἡγεμόνων τοῖς ἄξιον ἐπαίνου τι πράξασιν ἢ τοῖς ὅλως ἀποτυχοῦσι. πῶς οὖν, εἴπερ ἐστὶ ταῦτα τοιαῦτα, πιστῶς ἤδη πολὺν χρόνον αὐτῶι παραμένουσιν; ὅτι νῦν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ κατορθοῦν αὐτὸν ἐπισκοτεῖ πᾶσι τοῖς τοιούτοις· αἱ γὰρ εὐπραξίαι δειναὶ συγκρύψαι καὶ συσκιάσαι τὰς ἁμαρτίας τῶν ἀνθρώπων εἰσίν· εἰ δέ τι πταίσει, τότʼ ἀκριβῶς διακαλυφθήσεται ταῦτα πάντα. συμβαίνει γάρ, ὥσπερ ἐν τοῖς σώμασιν ἡμῶν· ὅταν μὲν ἐρρωμένος ἦι τις, οὐδὲν ἐπαισθάνεται τῶν καθʼ ἕκαστα σαθρῶν, ἐπὰν δʼ ἀρρωστήσηι, πάντα κινεῖται, κἂν ῥῆγμα κἂν στρέμμα κἂν ἄλλο τι τῶν ὑπαρχόντων ἦι μὴ τελέως ὑγιεινόν· οὕτω καὶ τῶν βασιλειῶν καὶ πασῶν τῶν δυναστειῶν, ἕως μὲν ἂν ἐν τοῖς πολέμοις κατορθῶσιν, ἀφανῆ τὰ κακὰ τοῖς πολλοῖς ἐστιν, ἐπὰν δέ τι πταίσωσιν, ὃ νῦν παθεῖν εἰκὸς ἐκεῖνον μεῖζον φορτίον ἢ καθʼ αὑτὸν αἰρόμενον, γίγνεται φανερὰ τὰ δυσχερῆ πάντα τοῖς ἅπασιν. εἰ δέ τις ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν Φίλιππον ὁρῶν εὐτυχοῦντα φοβερὸν εἶναι νομίζει καὶ δυσπολέμητον, σώφρονος μὲν ἀνδρὸς χρῆται προνοίαι· μεγάλη γὰρ ῥοπή, μᾶλλον δὲ ὅλον ἡ τύχη ἐστὶ πρὸς ἅπαντα τὰ τῶν ἀνθρώπων πράγματα· κατὰ πολλοὺς μέντοι τρόπους ἕλοιτʼ ἄν τις οὐχ ἧττον τὴν ἡμετέραν εὐτυχίαν ἢ τὴν ἐκείνου. παρά τε γὰρ τῶν προγόνων ἐκ πλείονος χρόνου παρειλήφαμεν τὴν εὐδαιμονίαν οὐ τούτου μόνον, ἀλλὰ συνελόντι φράσαι πάντων τῶν ἐν Μακεδονίαι βασιλευσάντων· κἀκεῖνοι μὲν Ἀθηναίοις φόρους ἤνεγκαν, ἡ δʼ ἡμετέρα πόλις οὐδενί πω τῶν ἁπάντων. ἔτι δὲ τοσούτωι πλείους ἀφορμὰς αὐτοῦ πρὸς τὴν τῶν θεῶν εὔνοιαν ἔχομεν, ὅσωι διατελοῦμεν εὐσεβέστερα καὶ δικαιότερα πράττοντες. τί ποτʼ οὖν ἐκεῖνος ἐν τῶι προτέρωι πολέμωι πλείω κατώρθωσεν ἡμῶν; ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, —παρρησιάσομαι γὰρ πρὸς ὑμᾶς—ὁ μὲν αὐτὸς στρατεύεται καὶ ταλαιπωρεῖ καὶ τοῖς κινδύνοις πάρεστιν, οὔτε καιρὸν παριεὶς οὔθʼ ὥραν ἔτους παραλείπων οὐδεμίαν, ἡμεῖς δὲ —εἰρήσεται γὰρ τἀληθῆ—οὐδὲν ποιοῦντες ἐνθάδε καθήμεθα, μέλλοντες ἀεὶ καὶ ψηφιζόμενοι καὶ πυνθανόμενοι κατὰ τὴν ἀγορὰν εἴ τι λέγεται νεώτερον. καίτοι τί γένοιτʼ ἂν νεώτερον ἢ Μακεδὼν ἀνὴρ καταφρονῶν Ἀθηναίων καὶ τολμῶν ἐπιστολὰς πέμπειν τοιαύτας οἵας ἠκούσατε μικρῶι πρότερον; καὶ τῶι μὲν ὑπάρχουσι μισθοφόροι στρατιῶται, καὶ νὴ Δία πρὸς τούτοις τῶν παρʼ ἡμῖν ῥητόρων τινές, οἳ τὰς παρʼ ἐκείνου δωρεὰς οἴκαδε λαμβάνειν νομίζοντες οὐκ αἰσχύνονται Φιλίππωι ζῶντες, οὐδʼ αἰσθάνονται πάντα καὶ τὰ τῆς πόλεως καὶ τὰ σφῶν αὐτῶν μικροῦ λήμματος πωλοῦντες. ἡμεῖς δʼ οὔτε τῶν ἐκείνου πραγμάτων οὐδὲν στασιάζειν παρασκευάζομεν οὔτε ξενοτροφεῖν ἐθέλομεν οὔτε στρατεύεσθαι τολμῶμεν. οὔκουν ἐστὶν οὐδὲν δεινόν, εἴ τι πεπλεονέκτηκεν ἡμῶν κατὰ τὸν πρότερον πόλεμον, ἀλλὰ μᾶλλον εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν προσήκει τοὺς πολεμοῦντας, νομίζομεν κρατήσειν τοῦ πάντα πράττοντος ἃ δεῖ τοὺς πλεονεκτήσειν μέλλοντας. ὧν, ὦ ἄνδρες Ἀθηναῖοι, χρὴ λαβόντας ἔννοιαν καὶ λογισαμένους ὡς οὐδʼ ἐφʼ ἡμῖν ἐστι τὸ φάσκειν ἄγειν εἰρήνην—ἤδη γὰρ ἐκεῖνος καὶ προηγόρευκε τὸν πόλεμον καὶ τοῖς ἔργοις ἐξενήνοχε—μηδενὸς μὲν φείδεσθαι μήτε τῶν δημοσίων μήτε τῶν ἰδίων, στρατεύεσθαι δέ, ἄν που καιρὸς ἦι, προθύμως ἅπαντας, χρῆσθαι δὲ στρατηγοῖς ἀμείνοσιν ἢ πρότερον. μὴ γὰρ ὑπολάβηι τις ὑμῶν, διʼ ὧν ἐγένετο τὰ πράγματα χείρω τὰ τῆς πόλεως, διὰ τούτων αὐτὰ πάλιν ἀναλήψεσθαι καὶ γενήσεσθαι βελτίω· μηδὲ νομίσητε ῥαιθυμούντων ὑμῶν, ὥσπερ πρότερον, ἑτέρους ὑπὲρ τῶν ὑμετέρων ἀγωνιεῖσθαι προθύμως· ἀλλʼ ἐννοεῖσθʼ ὡς αἰσχρόν ἐστι τοὺς μὲν πατέρας ὑμῶν πολλοὺς πόνους καὶ μεγάλους κινδύνους ὑποστῆναι Λακεδαιμονίοις πολεμοῦντας, ὑμᾶς δὲ μηδʼ ὑπὲρ ὧν ἐκεῖνοι δικαίως κτησάμενοι παρέδοσαν ὑμῖν ἐθέλειν ἐρρωμένως ἀμύνεσθαι, ἀλλὰ τὸν μὲν ἐκ Μακεδονίας ὁρμώμενον οὕτως εἶναι φιλοκίνδυνον ὥσθʼ ὑπὲρ τοῦ μείζω ποιῆσαι τὴν ἀρχὴν κατατετρῶσθαι πᾶν τὸ σῶμα τοῖς πολεμίοις μαχόμενον, Ἀθηναίους δέ, οἷς πάτριόν ἐστι μηδενὸς ἀκούειν, ἁπάντων δὲ κρατεῖν ἐν τοῖς πολέμοις, τούτους διὰ ῥαιθυμίαν ἢ μαλακίαν ἐγκαταλείπειν τά τε τῶν προγόνων ἔργα καὶ τὰ συμφέροντα τῆς πατρίδος. ἵνα δὲ μὴ μακρολογῶ, φημὶ χρῆναι παρεσκευάσθαι μὲν πρὸς τὸν πόλεμον, παρακαλεῖν δὲ τοὺς Ἕλληνας, μὴ λόγοις ἀλλὰ τοῖς ἔργοις, πρὸς τὴν παρʼ ἡμῶν συμμαχίαν· ὡς ἅπας μέν ἐστι λόγος μάταιος πράξεων ἄμοιρος γενόμενος, τοσούτωι δὲ μάλισθʼ ὁ παρὰ τῆς ἡμετέρας πόλεως, ὅσωι δοκοῦμεν αὐτῶι προχειρότατα χρῆσθαι τῶν ἄλλων Ἑλλήνων.

Οὐαλέριος Ἁρποκρατίων Καβύλη· Δημοσθένης ἐν η Φιλιππικῶν. χωρίον ἐστὶ τῆς Θράικης, ὥς φησι Θεόπομπός τε ἐν μζ καὶ Ἀναξιμένης ἐν η Φιλιππικῶν. οὗτος δέ φησιν αὐτὸ ἱδρῦσθαι πρὸς τῶι Τάξωι ποταμῶι κατὰ μέσον τῆς Θράικης.

Οὐαλέριος Ἁρποκρατίων, Σοῦδα ὁ κάτωθεν νόμος Δημοσθένης ἐν τῶι κατʼ Ἀριστοκράτους. Δίδυμος «ἤτοι» φησί «τὴν ἡλιαίαν λέγει ὁ ῥήτωρ διὰ τὸ τῶν δικαστηρίων τὰ μὲν ἄνω τὰ δὲ κάτω ὀνομάζεσθαι· ἢ διὰ τὸ σχῆμα τῆς ἐν τοῖς ἄξοσι γραφῆς βουστροφηδὸν γεγραμμένης, ἧι τὸν ἀπὸ τῶν εὐωνύμων ἀρχόμενον νόμον κάτωθεν ὀνομάζει ὁ Δημοσθένης ......· ἢ «ἐπεί» φησί, «τοὺς ἄξονας καὶ τοὺς κύρβεις ἄνωθεν ἐκ τῆς ἀκροπόλεως εἰς τὸ βουλευτήριον καὶ τὴν ἀγορὰν μετέστησεν Ἐφιάλτης, ὥς φησιν Ἀναξιμένης ἐν Φιλιππικοῖς.»

Οὐαλέριος Ἁρποκρατίων Μύρτανον· Δημοσθένης ὑπὲρ Κτησιφῶντος. φρούριον ἦν ἐν Θράικηι, ὡς Μαρσύας ὁ πρεσβύτερος ἐν ζ Μακεδονικῶν καὶ Ἀναξιμένης ἐν Φιλιππικοῖς.

Οὐαλέριος Ἁρποκρατίων ἀκινάκης· Δημοσθένης ἐν τῶι κατὰ Τιμοκράτους. Περσικὸν ξίφος ἐστί. καὶ Ἀναξιμένης ἐν α Τῶν περὶ Ἀλέξανδρον.

Οὐαλέριος Ἁρποκρατίων Ἀλκίμαχος· Δημοσθένης ἐν τῶι κατʼ Εὐέργου καὶ Μνησιβούλου. στρατηγὸς οὗτός ἐστιν, Ἀναγυράσιος τῶν δήμων, στρατηγήσας ἐν τῶι πρὸς Φίλιππον πολέμωι. ἕτερος δέ ἐστιν Ἀλκίμαχος Μακεδών, οὗ μνημονεύει Ὑπερείδης ἐν τῶι κατὰ Δημάδου οὕτως· «Ἀλκίμαχον καὶ Ἀντίπατρον Ἀθηναίους καὶ προξένους ἐποιησάμεθα». Ἀναξιμένης δὲ ἐν τῆι β Τῶν περὶ Ἀλέξανδρον ἀνέγραψεν αὐτοῦ δημηγορίαν, πρὸς ἣν ἀντειπεῖν φησι Δημοσθένην.

Δίδυμος ὁ Χαλκέντερος δύο Ἀριστομήδεις εἰσίν, ἕτερος μὲν ὁ Φεραῖος ὁ συμπολεμῶν τοῖς βασιλέως στρατηγοῖς Φιλίππωι, περὶ οὗ ἄλλοι τε καὶ αὐτὸς ὁ Φίλιππος ἐν τῆι πρὸς Ἀθηναίους ἐπιστολῆι διείλεκται καὶ Θεόπομπος ἐν τῆι η καὶ μ Τῶν περὶ Φίλιππον. τῶι Ἀλεξάνδρωι δὲ περὶ Κιλικίαν ἀντιταξάμενος σὺν Δαρείωι εἰς Κύπρον διέδρα, καθά φησιν Ἀναξιμένης ἐν τῆι θ Τῶν περὶ Ἀλέξανδρον.

Ἀθήναιος Ἀναξιμένης δʼ ἐν τῶι ἐπιγραφομένωι Βασιλέων Μεταλλαγαὶ περὶ τοῦ Στράτωνος τὰ αὐτὰ ἱστορήσας διημιλλῆσθαί φησιν αὐτὸν Νικοκλεῖ τῶι τῆς ἐν Κύπρωι Σαλαμῖνος βασιλεύσαντι, ἐσπουδακότι περὶ τρυφὴν καὶ ἀσέλγειαν, ἀποθανεῖν τʼ ἀμφοτέρους βιαίως.

Στέφανος ὁ Βυζάντιος Πασσαργάδαι· πόλις· θηλυκῶς. Διότιμος ἐν ξε Παντοδαπῶν Ἀναγνωσμάτων παρατιθέμενος Ἀναξιμένην ἐν Μεταλλαγαῖς Βασιλέων οὕτω γράφοντα· «τὰς δὲ Πασσαργάδας ἔκτισεν ὁ Κῦρος ἐφʼ οὗ τόπου παραταξάμενος Ἀστυάγην ἐνίκησεν. ὀνομάζεται δὲ ἡ πόλις διερμηνευθεῖσα Περσῶν στρατόπεδον.» Ἀπολλόδωρος δὲ ἀρσενικῶς φησιν .....

Σέξτος Ἰούλιος ὁ Ἀφρικανός, Εὐσέβιος τῶν γὰρ Αἰγυπτίων ὀργῆι θεοῦ χαλάζαις τε καὶ χειμῶσι μαστιζομένων εἰκὸς ἦν μέρη τινα συμπάσχειν τῆς γῆς, ὅτι τε Ἀθηναίους τῶν αὐτῶν Αἰγυπτίοις ἀπολαύειν εἰκὸς ἦν, ἀποίκους ἐκείνων ὑπονοουμένους, ὥς φασιν ἄλλοι τε καὶ ἐν τῶι Τρικαράνωι Θεόπομπος.

Πρόκλος τοὺς δὲ Ἀθηναίους Καλλισθένης μὲν καὶ Φανόδημος πατέρας τῶν Σαιτικῶν ἱστοροῦσι γενέσθαι, Θεόπομπος δὲ ἀνάπαλιν ἀποίκους αὐτῶν εἶναί φησιν. Ἀττικὸς ὁ Πλατωνικὸς διὰ βασκανίαν φησὶ μεταποιῆσαι τὴν ἱστορίαν τὸν Θεόπομπον· ἐπʼ αὐτοῦ γὰρ ἀφικέσθαι τινὰς ἐκ τῆς Σάεως ἀνανεουμένους τὴν πρὸς Ἀθηναίους συγγένειαν.

Ἀριστείδης ὁ ῥήτωρ ἐπειδή τε τοῖς ἐκείνων ἀδικήμασι καὶ τῶι μίσει τῶι διὰ ταῦτα εἰς αὐτοὺς παρὰ τῶν Ἑλλήνων αὐξηθέντες Θηβαῖοι ἐκράτησαν αὐτοὺς, ὁμοῦ τε Λακεδαιμόνιοι ἐκποδὼν ἦσαν καὶ Θηβαίους οὐδεὶς αὖ φέρειν ἐδύνατο μίαν μάχην εὐτυχήσαντας, ἀλλʼ ἀπεφάνθη λυσιτελοῦν ἔτι τὴν Καδμείαν ἔχεσθαι μᾶλλον ἢ κεκρατηκέναι Λακεδαιμονίων Θηβαίους—οὕτως ἐμισήθησαν. καὶ ταῦτα οὐ δή που κατηγορίας ἕνεκα κοινῆς τῶν Ἑλλήνων συνεσκευασάμην, ὥσπερ ὁ θαυμαστὸς ἐκεῖνος ὁ τὸν Τρικάρανον ποιήσας—μήποτε ἀνάγκη τοσαύτη γένοιτο—, ἀλλʼ ἐκεῖνο ἐπιδεικνύναι βουλόμενος, ὅτι οὔπω πρὸ ὑμῶν ἦν τὸ ἄρχειν εἰδέναι.

Λαέρτιος Διογένης Ἀναξιμένης δέ φησι πάντας ἐπιθέσθαι ποιητικῆι.

Οὐαλέριος Ἁρποκρατίων Ἀρχιδάμειος πόλεμος· Λυσίας ἐν τῶι κατʼ Ἀνδροτίωνος καὶ Δείναρχος κατὰ Πυθέου ξενίας. τὰ πρῶτα δέκα ἔτη τοῦ Πελοποννησιακοῦ πολέμου Ἀρχιδάμειος ἐκλήθη πόλεμος, ὡς ἔοικεν, ἀπὸ τοῦ τὸν Ἀρχίδαμον εἰς τὴν Ἀττικὴν ἐμβαλεῖν, καθὰ Θουκυδίδης καὶ Ἔφορος καὶ Ἀναξιμένης φασίν.

Πλούταρχος λέγεται δὲ καὶ τῶν Ἑλληνικῶν ἐπιταφίων ἐκεῖνος γενέσθαι πρεσβύτερος, εἴ γε μὴ καὶ τοῦτο Σόλωνός ἐστιν, ὡς Ἀναξιμένης ὁ ῥήτωρ ἱστόρηκεν.

Στράβων Μιλησίων δʼ εἰσὶ καὶ αἱ Κολωναὶ αἱ ὑπὲρ Λαμψάκου ἐν τῆι μεσογαίαι τῆς Λαμψακηνῆς· ἄλλαι δʼ εἰσὶν ἐπὶ τῆι ἐκτὸς Ἑλλησποντίαι θαλάττηι, Ἰλίου διέχουσαι σταδίους τετταράκοντα πρὸς τοῖς ἑκατόν, ἐξ ὧν τὸν Κύκνον φασίν. Ἀναξιμένης δὲ καὶ ἐν τῆι Ἐρυθραίαι φησὶ λέγεσθαι Κολωνὰς καὶ ἐν τῆι Φωκίδι καὶ ἐν Θετταλίαι. ἐν δὲ τῆι Παριανῆι ἐστιν Ἰλιοκολώνη.

πολλὰ δὲ τῆς πόλεως ἔργα ταύτης μέγιστον δὲ τὸ πλῆθος τῶν ἀποικιῶν· ὅ τε γὰρ Εὔξεινος πόντος ὑπὸ τούτων συνώικισται πᾶς καὶ ἡ Προποντὶς καὶ ἄλλοι πλείους τόποι. Ἀναξιμένης γοῦν ὁ Λαμψακηνὸς οὕτω φησίν, ὅτι καὶ Ἴκαρον τὴν νῆσον καὶ Λέρον Μιλήσιοι συνώικισαν καὶ περὶ Ἑλλήσποντον ἐν μὲν τῆι χερρονήσωι Λίμνας, ἐν δὲ τῆι Ἀσίαι Ἄβυδον Ἀρίσβαν, Παισόν· ἐν δὲ τῆι Κυζικηνῶν νήσωι Ἀρτάκην, Κύζικον· ἐν δὲ τῆι μεσογαίαι τῆς Τρωάδος Σκῆψιν.

Ἀθήναιος Περδίκκας τοίνυν πρὸ Ἀρχελάου βασιλεύει, ὡς μὲν ὁ Ἀκάνθιός φησιν Νικομήδης ἔτη μα, Θεόπομπος δὲ λε, Ἀναξιμένης μ, Ἱερώνυμος κη, Μαρσύας δὲ καὶ Φιλόχορος κγ.

Δίδυμος ὁ Χαλκέντερος τοῦ Φιλίππου ἐπὶ ἄρχοντος Λυκίσκου Ἀθήναζε περὶ εἰρήνης πέμψαντος, βασιλέως πρέσβεις συμπροσήκαντο οἱ Ἀθηναῖοι, ἀλλὰ ὑπεροπτικώτερον ἢ ἐχρῆν διελέχθησαν αὐτοῖς· εἰρηνεύσειν γὰρ πρὸς Ἀρταξέρξην, ἐὰν μὴ ἐπὶ τὰς Ἑλληνίδας ἴηι πόλεις. ἀφηγοῦνται ταῦτα Ἀνδροτίων, ὃς καὶ τοτʼ … εἶπε, καὶ Ἀναξιμένης· εἴη δʼ ἂν ἄμεινον τὰ τοῦ Φιλοχόρου παραγράψαι ....

Πλούταρχος ... μᾶλλον δὲ τὴν πάντων ἀνθρώπων ἀρχὴν εἰς νοῦν ἐμβαλέσθαι τοῖς τρισμυρίοις, οἴεσθαι, πεζοῖς καὶ τετρακισχιλίοις ἱππεῦσι πιστεύσας· τοσοῦτοι γὰρ ἦσαν, ὡς Ἀριστόβουλός φησιν ὡς δὲ Πτολεμαῖος ὁ βασιλεύς, τρισμύριοι πεζοί, πεντακισχίλιοι δʼ ἱππεῖς· ὡς δʼ Ἀναξιμένης, τετρακισμύριοι πεζοὶ καὶ τρισχίλιοι, πεντακισχίλιοι δὲ καὶ πεντακόσιοι ἱππεῖς. τὸ δὲ λαμπρὸν αὐτῶι καὶ μέγα παρασκευασθὲν ὑπὸ τῆς Τύχης ἐφόδιον ἑβδομήκοντα τάλαντʼ ἦν, ὥς φησιν Ἀριστόβουλος· ὡς δὲ Δοῦρις, τριάκοντα μόνον ἡμερῶν ἐπισιτισμός.

Ὁμήρου Βίος-ἀνώνυμος Ἀναξιμένης μὲν οὖν καὶ Δαμάστης καὶ Πίνδαρος .... Χῖον αὐτὸν ἀποφαίνονται, καὶ Θεόκριτος ἐν τοῖς Ἐπιγράμμασιν.

Ἰωάννης ὁ Στοβαῖος Ἀναξιμένους· «τὸ γὰρ δυσλόγιστον τοῦ βίου τοῖς ἀνθρώποις τύχην προσαγορεύειν εἰώθαμεν. εἰ γὰρ ταῖς γνώμαις πάντα κατωρθοῦμεν, ὄνομα τῆς τύχης οὐκ ἂν ἦν.»

Ἰωάννης ὁ Στοβαῖος Ἀναξιμένους· «οἱ γὰρ μετὰ φθόνου κρίνοντες τὸ πρωτεῖον ἀπονέμουσι τοῖς χειρίστοις, οὐ τοῖς βελτίστοις.»

τοῦ αὐτοῦ· «ὅσοι γὰρ τὰ καλῶς ῥηθέντα ἢ πραχθέντα διὰ φθόνον οὐκ ἐπαινοῦσι, πῶς ἂν οὗτοι τοῖς ἔργοις ὠφελήσειαν;»

Ἀναξιμένους· «οὗτος γὰρ μάλιστα πάντων φιλοπάτωρ ἐστίν, ὅστις ζητεῖ διʼ οὗ μηδὲν λυπήσας τὸν πατέρα πλεῖστʼ αὐτὸν εὐφραίνειεν ἄν. τί γάρ ἐστι δικαιότερον ἢ τοὺς γενέσεως καὶ παιδείας αἰτίους ὄντας ἀντευεργετεῖν;»

Ἀναξιμένους· «οὐ γὰρ οὕτως οἱ πλουτοῦντες ὡς οἱ πένητες τοὺς ἀτυχοῦντας οἰκτίρειν εἰώθασι· δεδιότες γὰρ περὶ αὑτῶν τὰς τῶν ἄλλων συμφορὰς ἐλεοῦσιν.»

τοῦ αὐτοῦ· «ἡ γὰρ πενία καὶ πρὸς τὰς τέχνας δεινοτέρους καὶ πρὸς τὸν βίον τεχνικωτέρους τοὺς ἀνθρώπους καθίστησι.»

Ἰωάννης ὁ Στοβαῖος τοῦ αὐτοῦ· «χαλεπὴ γὰρ διδάσκαλος ἡ πενία τοῦ μικρὸν φρονεῖν.»

Ἀναξιμένους· «τοῖς γὰρ ἀστείοις πρεσβύταις ὅσον αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι πάλιν αὔξονται, καὶ τοσούτωι βεβαιότερον αὐτοῖς παρέχει τὸ λέγειν τί χρήσιμον τοῖς ἄλλοις καὶ παρʼ ἑτέρων αὐτοὺς ἀκούειν· ὥστε τὰς μὲν ἀπὸ τῶν βρωτῶν καὶ ποτῶν καὶ ἀφροδισίων ἡδονὰς γινομένας ἰδεῖν ἐστιν οὐχ οὕτως εἰς τὸ παραχρῆμα εὐφραινούσας ὡς ὕστερον λυπούσας, ἡ δὲ περὶ τοὺς λόγους ἡδονὴ καὶ μάθησις ἔν τε τῶι παραυτίκα εὐφραίνει καὶ πρὸς τὸν ἄλλον βίον τοὺς μανθάνοντας ἡδέως παρασκευάζει.»

Σοῦδα ἔχετον· ἀντὶ τοῦ ἐχέτωσαν, δυικῶς. «λέγετον τοῦτο Τίμαιος καὶ Ἀναξιμένης, ἔχετον δὲ καὶ Κλείταρχον αὐτοῖς νοοῦντα ἐς μίαν καὶ τὴν αὐτήν.»

Φουλγέντιος «οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο» ...

Δημοσθένης ὁ Ἀθηναῖος Ἐπιστολὴ Φιλίππου. Φίλιππος Ἀθηναίων τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν. Ἐπειδὴ πολλάκις μου πρέσβεις ἀποστείλαντος, ἵνʼ ἐμμείνωμεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδεμίαν ἐποιεῖσθʼ ἐπιστροφήν, ὤιμην δεῖν πέμψαι πρὸς ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω. μὴ θαυμάσητε δὲ τὸ μῆκος τῆς ἐπιστολῆς· πολλῶν γὰρ ὑπαρχόντων ἐγκλημάτων ἀναγκαῖόν ἐστιν ὑπὲρ ἁπάντων δηλῶσαι καθαρῶς. πρῶτον μὲν γὰρ Νικίου τοῦ κήρυκος ἁρπασθέντος ἐκ τῆς χώρας τῆς ἐμῆς, οὐχ ὅτι τοῖς παρανομοῦσιν ἐπετιμήσατε τὴν δίκην, ἀλλὰ τὸν ἀδικούμενον εἵρξατε δέκα μῆνας· ἃς δʼ ἔφερε παρʼ ἡμῶν ἐπιστολάς, ἀνέγνωτʼ ἐπὶ τοῦ βήματος. ἔπειτα Θασίων ὑποδεχομένων τὰς Βυζαντίων τριήρεις καὶ τῶν ληιστῶν τοὺς βουλομένους οὐδὲν ἐφροντίζετε, τῶν συνθηκῶν διαρρήδην λεγουσῶν πολεμίους εἶναι τοὺς ταῦτα ποιοῦντας. ἔτι τοίνυν περὶ τοὺς αὐτοὺς χρόνους Διοπείθης ἐμβαλὼν εἰς τὴν χώραν Κρωβύλην μὲν καὶ τὴν Τιρίστασιν ἐξηνδραποδίσατο, τὴν δὲ προσεχῆ Θράικην ἐπόρθησε, τέλος δʼ εἰς τοῦτʼ ἦλθε παρανομίας ὥστʼ Ἀμφίλοχον ὑπὲρ τῶν αἰχμαλώτων ἐλθόντα πρεσβευτὴν συλλαβὼν καὶ τὰς ἐσχάτας ἀνάγκας ἐπιθεὶς ἀπελύτρωσε ταλάντων ἐννέα· καὶ ταῦτα τῶι δήμωι συνδοκοῦντʼ ἐποίησεν. καίτοι τὸ παρανομεῖν εἰς κήρυκα καὶ πρέσβεις τοῖς ἄλλοις τε πᾶσιν ἀσεβὲς εἶναι δοκεῖ καὶ μάλισθʼ ὑμῖν· Μεγαρέων γοῦν Ἀνθεμόκριτον ἀνελόντων εἰς τοῦτʼ ἐλήλυθεν ὁ δῆμος ὥστε μυστηρίων μὲν εἶργον αὐτούς, ὑπόμνημα δὲ τῆς ἀδικίας ἔστησαν ἀνδριάντα πρὸ τῶν πυλῶν. καίτοι πῶς οὐ δεινόν, ἐφʼ οἷς παθόντες οὕτως ἐμισήσατε τοὺς δράσαντας, νῦν αὐτοὺς φαίνεσθαι ποιοῦντας; Καλλίας τοίνυν ὁ παρʼ ὑμῶν στρατηγὸς τὰς μὲν πόλεις τὰς ἐν τῶι Παγασίτηι κόλπωι κατοικουμένας ἔλαβεν ἁπάσας, ὑμῖν μὲν ἐνόρκους, ἐμοὶ δὲ συμμαχίδας οὔσας, τοὺς δʼ εἰς Μακεδονίαν πλέοντας ἐπώλει πάντας πολεμίους κρίνων· καὶ διὰ ταῦθʼ ὑμεῖς ἐπηινεῖτʼ αὐτὸν ἐν τοῖς ψηφίσμασιν. ὥστʼ ἔγωγʼ ἀπορῶ τί ποτʼ ἔσται καινότερον, ἐὰν ὁμολογήσητέ μοι πολεμεῖν· καὶ γὰρ ὅτε οὔπω φανερῶς διεφερόμεθα, ληιστὰς ἐξεπέμπετε καὶ τοὺς πλέοντας ὡς ἡμᾶς ἐπωλεῖτε, τοῖς ἐναντίοις ἐβοηθεῖτε, τὴν χώραν μου κακῶς ἐποιεῖτε.

χωρὶς τοίνυν εἰς τοῦτο παρανομίας ἀφῖχθε καὶ δυσμενείας ὥστε καὶ πρὸς τὸν Πέρσην πρέσβεις ἀπεστάλκατε πείσοντας αὐτὸν ἐμοὶ πολεμεῖν· ὃ μάλιστʼ ἄν τις θαυμάσειεν. πρὸ μὲν γὰρ τοῦ λαβεῖν αὐτὸν Αἴγυπτον καὶ Φοινίκην ἐψηφίσασθε, ἂν ἐκεῖνός τι νεωτερίζηι, παρακαλεῖν ὁμοίως ἐμὲ καὶ τοὺς ἄλλους Ἕλληνας ἅπαντας ἐπʼ αὐτόν· νῦν δὲ τοσοῦτον ὑμῖν περίεστι τοῦ πρὸς ἐμὲ μίσους ὥστε πρὸς ἐκεῖνον διαλέγεσθε περὶ τῆς ἐπιμαχίας. καίτοι τὸ παλαιὸν οἱ πατέρες ὑμῶν, ὡς ἐγὼ πυνθάνομαι, τοῖς Πεισιστρατίδαις ἐπετίμων ὡς ἐπάγουσι τὸν Πέρσην ἐπὶ τοὺς Ἕλληνας· ὑμεῖς δʼ οὐκ αἰσχύνεσθε ταῦτα ποιοῦντες ἃ διατελεῖτε τοῖς τυράννοις ἐγκαλοῦντες.

ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ γράφετʼ ἐν τοῖς ψηφίσμασιν ἐμοὶ προστάττοντες Τήρην καὶ Κερσοβλέπτην ἐᾶν Θράικης ἄρχειν, ὡς ὄντας Ἀθηναίους. ἐγὼ δὲ τούτους οὔτε τῶν περὶ τῆς εἰρήνης συνθηκῶν οἶδα μετασχόντας ὑμῖν οὔτʼ ἐν ταῖς στήλαις ἀναγεγραμμένους οὔτʼ Ἀθηναίους ὄντας, ἀλλὰ Τήρην μὲν μέτʼ ἐμοῦ στρατευόμενον ἐφʼ ὑμᾶς, Κερσοβλέπτην δὲ τοῖς παρʼ ἐμοῦ πρεσβευταῖς ἰδίαι μὲν τοὺς ὅρκους ὀμόσαι προθυμούμενον, κωλυθέντα δʼ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν ἀποφαινόντων αὐτὸν Ἀθηναίων ἐχθρόν. καίτοι πῶς ἐστὶ τοῦτʼ ἴσον ἢ δίκαιον, ὅταν μὲν ὑμῖν συμφέρηι, πολέμιον εἶναι φάσκειν αὐτὸν τῆς πόλεως, ὅταν δʼ ἐμὲ συκοφαντεῖν βούλησθε, πολίτην ἀποδείκνυσθαι τὸν αὐτὸν ὑφʼ ὑμῶν· καὶ Σιτάλκου μὲν ἀποθανόντος, ὧι μετέδοτε τῆς πολιτείας, εὐθὺς ποιήσασθαι πρὸς τὸν ἀποκτείναντα φιλίαν, ὑπὲρ δὲ Κερσοβλέπτου πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς; καὶ ταῦτα σαφῶς εἰδότας ὅτι τῶν λαμβανόντων τὰς δωρεὰς τὰς τοιαύτας οὐδεὶς οὔτε τῶν νόμων οὔτε τῶν ψηφισμάτων οὐδὲν φροντίζει τῶν ὑμετέρων. οὐ μὴν ἀλλʼ εἰ δεῖ πάντα τἄλλα παραλιπόντα συντόμως εἰπεῖν, ὑμεῖς ἔδοτε πολιτείαν Εὐαγόραι τῶι Κυπρίωι καὶ Διονυσίωι τῶι Συρακοσίωι καὶ τοῖς ἐκγόνοις τοῖς ἐκείνων. ἐὰν οὖν πείσητε τοὺς ἐκβαλόντας ἑκατέρους αὐτῶν ἀποδοῦναι πάλιν τὰς ἀρχὰς τοῖς ἐκπεσοῦσι, κομίζεσθε καὶ παρʼ ἐμοῦ τὴν Θράικην, ὅσης Τήρης καὶ Κερσοβλέπτης ἦρχον. εἰ δὲ τοῖς μὲν ἐκείνων κρατήσασι μηδʼ ἐγκαλεῖν ἀξιοῦτε μηδέν, ἐμὲ δʼ ἐνοχλεῖτε, πῶς οὐ δικαίως ὑμᾶς ἀμυνοίμην ἄν;

περὶ μὲν οὖν τούτων πολλὰ λέγειν ἔχων ἔτι δίκαια, παραλιπεῖν προαιροῦμαι· Καρδιανοῖς δέ φημι βοηθεῖν, γεγονὼς αὐτοῖς πρὸ τῆς εἰρήνης σύμμαχος, οὐκ ἐθελόντων δʼ ὑμῶν ἐλθεῖν εἰς κρίσιν, πολλάκις μὲν ἐμοῦ δεηθέντος, οὐκ ὀλιγάκις δʼ ἐκείνων· ὥστε πῶς οὐκ ἂν εἴην πάντων φαυλότατος, εἰ καταλιπὼν τοὺς συμμάχους μᾶλλον ὑμῶν φροντίζοιμι τῶν πάντα μοι τρόπον ἐνοχλούντων ἢ τῶν βεβαίως μοι φίλων ἀεὶ μενόντων;

εἰ τοίνυν δεῖ μηδὲ τοῦτο παραλιπεῖν, εἰς τοσοῦτον ἐληλύθατε πλεονεξίας ὥστε πρότερον μὲν ἐνεκαλεῖτέ μοι τὰ προειρημένα μόνον, τὰ δʼ ὑπογυιότατα Πεπαρηθίων φασκόντων δεινὰ πεπονθέναι προσετάξατε τῶι στρατηγῶι δίκην παρʼ ἐμοῦ λαβεῖν ὑπὲρ ἐκείνων, οὓς ἐγὼ μὲν ἐτιμωρησάμην ἐνδεεστέρως ἢ προσῆκεν, ἐκεῖνοι δʼ εἰρήνης οὔσης καταλαβόντες Ἁλόννησον οὔτε τὸ χωρίον οὔτε τοὺς φρουροὺς ἀπεδίδοσαν πέμψαντος ὑπὲρ αὐτῶν ἐμοῦ πολλάκις. ὑμεῖς δʼ ὧν μὲν ἠδίκησαν ἐμὲ Πεπαρήθιοι, τούτων μὲν οὐδὲν ἐπεσκέψασθε, τὴν δὲ τιμωρίαν … ἀκριβῶς εἰδότες … καίτοι τὴν νῆσον οὔτʼ ἐκείνους οὔτʼ ὑμᾶς ἀφειλόμην, ἀλλὰ τὸν ληιστὴν Σώστρατον. εἰ μὲν οὖν αὐτοί φατε παραδοῦναι Σωστράτωι, ληιστὰς ὁμολογεῖτε καταπέμπειν· εἰ δʼ ἀκόντων ὑμῶν ἐκεῖνος ἐκράτει, τί δεινὸν πεπόνθατε λαβόντος ἐμοῦ καὶ τὸν τόπον τοῖς πλέουσιν ἀσφαλῆ παρέχοντος; τοσαύτην δέ μοι ποιουμένου πρόνοιαν τῆς ὑμετέρας πόλεως καὶ διδόντος αὐτῆι τὴν νῆσον, οἱ ῥήτορες λαμβάνειν μὲν οὐκ εἴων, ἀπολαβεῖν δὲ συνεβούλευον, ὅπως ὑπομείνας μὲν τὸ προσταττόμενον τὴν ἀλλοτρίαν ἔχειν ὁμολογῶ, μὴ προέμενος δὲ τὸ χωρίον ὕποπτος γένωμαι τῶι πλήθει. γνοὺς ἐγὼ ταῦτα προὐκαλούμην κριθῆναι περὶ τούτων πρὸς ἡμᾶς, ἵνʼ ἐὰν μὲν ἐμὴ γνωσθῆι, παρʼ ἐμοῦ δοθῆι τὸ χωρίον ὑμῖν, ἐὰν δʼ ὑμετέρα κριθῆι, τότʼ ἀποδῶ τῶι δήμωι. ταῦτα δʼ ἐμοῦ πολλάκις ἀξιοῦντος, ὑμεῖς μὲν οὐ προσείχετε, Πεπαρήθιοι δὲ τὴν νῆσον κατέλαβον. τί οὖν ἐχρῆν με ποιεῖν; οὐ δίκην λαβεῖν παρὰ τῶν ὑπερβεβηκότων τοὺς ὅρκους; οὐ τιμωρήσασθαι τοὺς οὕτως ὑπερηφάνως ἀσελγαίνοντας; καὶ γὰρ εἰ Πεπαρηθίων ἦν ἡ νῆσος, τί προσῆκεν ἀπαιτεῖν Ἀθηναίους; εἰ δʼ ὑμετέρα, πῶς οὐκ ἐκείνοις ὀργίζεσθε καταλαβοῦσι τὴν ἀλλοτρίαν;

εἰς τοῦτο δὲ προβεβήκαμεν ἔχθρας ὥστε βουλόμενος ταῖς ναυσὶν εἰς τὸν Ἑλλήσποντον παραβαλεῖν ἠναγκάσθην αὐτὰς παραπέμψαι διὰ Χερρονήσου τῆι στρατιᾶι, τῶν μὲν κληρούχων κατὰ τὸ Πολυκράτους δόγμα πολεμούντων ἡμῖν, ὑμῶν δὲ τοιαῦτα ψηφιζομένων, τοῦ δὲ στρατηγοῦ Βυζαντίους τε παρακαλοῦντος καὶ διαγγέλλοντος πρὸς ἅπαντας ὅτι πολεμεῖν αὐτῶι προστάττετε, ἂν καιρὸν λάβηι. τοιαῦτα δὲ πάσχων ὅμως τῆς πόλεως καὶ τῶν τριήρων καὶ τῆς χώρας ἀπεσχόμην, ἱκανὸς ὢν τὰ πλεῖστα λαβεῖν ἢ πάντα, καὶ διατετέλεκα προκαλούμενος ὑμᾶς εἰς κρίσιν ἐλθεῖν ὑπὲρ ὧν αἰτιώμεθʼ ἀλλήλους. καίτοι σκοπεῖσθε πότερον κάλλιόν ἐστιν ὅπλοις ἢ λόγοις διακρίνεσθαι, καὶ πότερον αὐτοὺς εἶναι βραβευτὰς ἢ πεῖσαί τινας ἑτέρους· καὶ λογίζεσθʼ ὡς ἄλογόν ἐστιν Ἀθηναίους Θασίους μὲν καὶ Μαρωνίτας ἀναγκάσαι περὶ Στρύμης διακριθῆναι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ διαλύσασθαι περὶ ὧν ἀμφισβητοῦμεν τὸν τρόπον τοῦτον, ἄλλως τε καὶ γιγνώσκοντας ὅτι νικηθέντες μὲν οὐδὲν ἀποβαλεῖτε, κρατήσαντες δὲ λήψεσθε τὰ νῦν ὑφʼ ἡμῖν ὄντα.

πάντων δέ μοι δοκεῖ παραλογώτατον εἶναι, διότι πέμψαντος ἐμοῦ πρέσβεις ἀπὸ τῆς συμμαχίας πάσης, ἵνʼ ὦσι μάρτυρες, καὶ βουλομένου ποιήσασθαι πρὸς ὑμᾶς δικαίας ὁμολογίας ὑπὲρ τῶν Ἑλλήνων, οὐδὲ τοὺς περὶ τούτων λόγους ἐδέξασθε παρὰ τῶν πρεσβευόντων, ἐξὸν ὑμῖν ἢ τῶν κινδύνων ἀπαλλάξαι τοὺς δυσχερὲς ὑποπτεύοντάς τι καθʼ ἡμῶν ἢ φανερῶς ἐξελέγξαι με φαυλότατον ὄντα τῶν ἁπάντων. τῶι μὲν οὖν δήμωι ταῦτα συνέφερε, τοῖς δὲ λέγουσιν οὐκ ἐλυσιτέλει. φασὶ γὰρ οἱ τῆς πολιτείας τῆς παρʼ ὑμῖν ἔμπειροι τὴν μὲν εἰρήνην πόλεμον αὐτοῖς εἶναι, τὸν δὲ πόλεμον εἰρήνην· ἢ γὰρ συναγωνιζομένους τοῖς στρατηγοῖς ἢ συκοφαντοῦντας ἀεί τι λαμβάνειν παρʼ αὐτῶν, ἔτι δὲ τῶν πολιτῶν τοῖς γνωριμωτάτοις καὶ τῶν ἔξωθεν τοῖς ἐνδοξοτάτοις λοιδορουμένους ἐπὶ τοῦ βήματος περιποιεῖσθαι παρὰ τοῦ πλήθους δόξαν ὥς εἰσι δημοτικοί.

ῥάιδιον μὲν οὖν ἐστί μοι παῦσαι τῆς βλασφημίας αὐτοὺς μικρὰ πάνυ προεμένωι καὶ ποιῆσαι λέγειν ἐπαίνους ὑπὲρ ἡμῶν. ἀλλʼ αἰσχυνοίμην ἄν, εἰ τὴν πρὸς ὑμᾶς εὔνοιαν παρὰ τούτων φαινοίμην ὠνούμενος, οἳ πρὸς τοῖς ἄλλοις εἰς τοῦτο τόλμης ἥκουσιν ὥστε καὶ περὶ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἀμφισβητεῖν ἐπιχειροῦσιν, ὑπὲρ ἧς τῶν ἀντιποιουμένων αὐτῆς οἶμαι πολὺ δικαιότερα λέγειν αὐτός. εἴτε γὰρ τῶν ἐξ ἀρχῆς κρατησάντων γίγνεται, πῶς οὐ δικαίως ἡμεῖς αὐτὴν ἔχομεν, Ἀλεξάνδρου τοῦ προγόνου πρώτου κατασχόντος τὸν τόπον, ὅθεν καὶ τῶν αἰχμαλώτων Μήδων ἀπαρχὴν ἀνδριάντα χρυσοῦν ἀνέστησεν εἰς Δελφούς; εἴτε τούτων μὲν ἀμφισβητήσειέ τις, ἀξιοῖ δὲ γίγνεσθαι τῶν ὕστερον γενομένων κυρίων, ὑπάρχει μοι καὶ τοῦτο τὸ δίκαιον· ἐκπολιορκήσας γὰρ τοὺς ὑμᾶς μὲν ἐκβαλόντας, ὑπὸ Λακεδαιμονίων δὲ κατοικισθέντας, ἔλαβον τὸ χωρίον. καίτοι πάντες οἰκοῦμεν τὰς πόλεις ἢ τῶν προγόνων παραδόντων ἢ κατὰ πόλεμον κύριοι καταστάντες. ὑμεῖς δʼ οὔτε πρῶτοι λαβόντες οὔτε νῦν ἔχοντες, ἐλάχιστον δὲ χρόνον ἐν τοῖς τόποις ἐμμείναντες, ἀντιποιεῖσθε τῆς πόλεως, καὶ ταῦτα πίστιν ὑπὲρ ἡμῶν αὐτοὶ βεβαιοτάτην ἐπιθέντες· πολλάκις γὰρ ἐμοῦ γράφοντος ἐν ταῖς ἐπιστολαῖς ὑπὲρ αὐτῆς, ἐγνώκατε δικαίως ἔχειν ἡμᾶς, τότε μὲν ποιησάμενοι τὴν εἰρήνην ἔχοντος ἐμοῦ τὴν πόλιν, κἆιτα συμμαχίαν ἐπὶ ταῖς αὐταῖς ὁμολογίαις. καίτοι πῶς ἂν ἑτέρα γένοιτο βεβαιοτέρα ταύτης κτῆσις, τῆς τὸ μὲν ἐξ ἀρχῆς καταλειφθείσης ἡμῖν ὑπὸ τῶν προγόνων, πάλιν δὲ κατὰ πόλεμον ἐμῆς γεγενημένης, τρίτον δὲ συγχωρηθείσης ὑφʼ ὑμῶν τῶν εἰθισμένων ἀμφισβητεῖν καὶ τῶν οὐδὲν ὑμῖν προσηκόντων;

ἃ μὲν οὖν ἐγκαλῶ, ταῦτʼ ἐστίν· ὡς δὲ προυπαρχόντων καὶ διὰ τὴν ἐμὴν εὐλάβειαν μᾶλλον ἤδη τοῖς πράγμασιν ἐπιτιθεμένων καὶ καθʼ ὅσον ἂν δύνησθε κακοποιούντων ὑμῶν, ἀμυνοῦμαι μετὰ τοῦ δικαίου, καὶ μάρτυρας τοὺς θεοὺς ποιησάμενος διαλήψομαι περὶ τῶν καθʼ ὑμᾶς.