eul_wid: nes-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Historical Fragments by Timagenes of Alexandria

The Historical Fragments attributed to Timagenes of Alexandria consist of excerpts preserved by later authors from his lost major historical work, often cited as On Kings. These fragments, composed in Rome during the latter half of the 1st century BCE, offer a Hellenistic perspective on history and ethnography. The surviving passages primarily contain ethnographic accounts of various peoples, including detailed descriptions of the Gauls and Celts, alongside anecdotes concerning prominent Roman figures. These anecdotes often carry a critical tone, particularly regarding Augustus, reflecting the author's own documented conflict with the emperor. The work survives entirely through indirect transmission, quoted by later Greek and Roman historians such as Strabo, Pompeius Trogus, and Plutarch. Modern collections of these fragments, notably in Die Fragmente der griechischen Historiker, compile these scattered references. Timagenes provided crucial source material on Celtic ethnography for subsequent historians like Strabo, and his remains represent a significant example of Hellenistic historiography produced within, and frequently offering a critical view of, the early Roman imperial milieu.

Στέφανος ὁ Βυζάντιος : Μιλύαι, οἱ πρότερον Σόλυμοι, ὡς Τιμαγένης πρώτῳ Βασιλέων. Καὶ ἡ χώρα Μιλυάς, ὡς Μινυάς. Λέγονται καὶ Μίλυες, ἀπὸ Μιλύης τῆς γυναικὸς Σολύμου καὶ ἀδελφῆς, ὕστερον δὲ Κράγου γυναικός. Τὸ ἐθνικὸν Μιλυεὺς καὶ Μιλυίτης.

Ἰώσηπος ὁ ἱστορικός : βασιλεύσας ἐνιαυτὸν, χρηματίσας μὲν Φιλέλλην, πολλὰ δʼ εὐεργετήσας τὴν πατρίδα, πολεμήσας Ἰτουραίαν, καὶ πολλὴν αὐτῶν τῆς χώρας τῇ Ἰουδαίᾳ προσκτησάμενος, ἀναγκάσας τε τοὺς ἐνοικοῦντας εἰ βούλοιντο μένειν ἐν τῇ χώρᾳ περιτέμνεσθαι καὶ κατὰ τοὺς Ἰουδαίων νόμους ζῆν. Φύσει δʼ ἐπιεικεῖ κέχρηται, καὶ σφόδρα ἦν αἰδοῦς ἥττων, ὡς μαρτυρεῖ τοῦτο καὶ Στράβων ἐκ τοῦ Τιμαγένους ὀνόματος λέγων οὕτως· «Ἐπιεικής τε ἐγένετο οὗτος ὁ ἀνὴρ, καὶ πολλὰ τοῖς Ἰουδαίοις χρήσιμος· χώραν τε γὰρ αὐτοῖς προσεκτήσατο, καὶ τὸ μέρος τοῦ τῶν Ἰτουραίων ἔθνους ᾠκειώσατο, δεσμῷ συνάψας τῇ τῶν αἰδοίων περιτομῇ».

Ἰώσηπος ὁ ἱστορικός : Τρισμυρίους γοῦν ἔφασαν ἀνδρῶν ἀποθανεῖν· Τιμαγένης δὲ πεντακισμυρίους εἴρηκε· τῶν δὲ ἄλλων τοὺς μὲν αἰχμαλώτους ληφθῆναι, τοὺς δʼ εἰς τὰ οἰκεῖα διαφεύγειν χωρία.

Πλούταρχος : Οὐ μὴν ἀλλὰ καὶ Κανίδιος εἰσήνεγκε δημαρχῶν νόμον, ἄνευ στρατιᾶς Πομπήιον ἔχοντα ῥαβδούχους δύο διαλλάττειν Ἀλεξανδρεῦσι τὸν βασιλέα. Καὶ Πομπήιος μὲν ἐδόκει τῷ νόμῳ μὴ δυσχεραίνειν, ἡ δὲ σύγκλητος ἐξέβαλεν, εὐπρεπῶς σκηψαμένη δεδιέναι περὶ τἀνδρός. Ἦν δὲ γράμμασιν ἐντυχεῖν διερριμμένοις κατʼ ἀγορὰν καὶ παρὰ τὸ βουλευτήριον, ὡς δὴ Πτολεμαίου δεομένου Πομπήιον αὐτῷ στρατηγὸν ἀντὶ τοῦ Σπινθῆρος δοθῆναι. Τιμαγένης δὲ καὶ ἄλλως τὸν Πτολεμαῖον οὐκ οὔσης ἀνάγκης ἀπελθεῖν φησι καὶ καταλιπεῖν Αἴγυπτον ὑπὸ Θεοφάνους πεισθέντα πράττοντος Πομπείῳ χρηματισμοὺς καὶ στρατηγίας καινῆς ὑπόθεσιν. Ἀλλὰ τοῦτο μὲν οὐχ οὕτως ἡ Θεοφάνους μοχθηρία πεποίηκε πιθανὸν, ὡς ἄπιστον ἡ Πομπηίου φύσις οὐκ ἔχουσα κακόηθες οὐδʼ ἀνελεύθερον οὕτω τὸ φιλότιμον.

Πλούταρχος : παρʼ οὗ τὴν ὑπόθεσιν εἴληφε Τιμαγένης ὁ Σύρος.

Στράβων : Καὶ τοὺς Τεκτοσάγας δέ φασι μετασχεῖν τῆς ἐπὶ Δελφοὺς στρατείας, τούς τε θησαυροὺς τοὺς εὑρεθέντας παρʼ αὐτοῖς ὑπὸ Σκιπίωνος τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἐν πόλει Τολώσσῃ τῶν ἐκεῖθεν χρημάτων μέρος εἶναί φασι, προσθεῖναι δὲ τοὺς ἀνθρώπους καὶ ἐκ τῶν ἰδίων οἴκων ἀνιεροῦντας καὶ ἐξιλασκομένους τὸν θεόν· προσαψάμενον δʼ αὐτῶν τὸν Σκιπίωνα διὰ τοῦτο ἐν δυστυχήμασι καταστρέψαι τὸν βίον, ὡς ἱερόσυλον ἐκβληθέντα τῆς πατρίδος, διαδόχους δʼ ἀπολιπόντα παῖδας, ἃς συνέβη καταπορνευθείσας, ὡς εἴρηκε Τιμαγένης, αἰσχρῶς ἀπολέσθαι.

Στράβων : Μῦθος δὲ καὶ τὸ ὑπὸ Τιμαγένους λεχθὲν, ὡς ὅτε χαλκὸς ὕοιτο σταλαγμοῖς χαλκοῖς, καὶ σύροιτο. Ἐγγυτέρω δὲ πίστεώς φησιν ὁ Μεγασθένης.