eul_wid: ecy-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Historical Fragments on Greek Affairs by Hellenica Anonymous

The Historical Fragments on Greek Affairs is a collection of eleven excerpts preserved within the 10th-century Byzantine encyclopedia known as the Suda. These fragments are attributed to an anonymous author and consist of material extracted from earlier historical works that are now lost. The collection lacks a unified narrative, being presented instead as discrete passages concerning various events and figures from Greek history. The work survives exclusively through its quotation in the Suda and possesses no independent manuscript tradition. As such, the fragments are scattered remains of one or more unknown historiographical texts, as with many ancient works preserved only in later compilations. Their primary value lies in their potential as sources for otherwise lost historical information, contributing to the patchwork of evidence used to reconstruct Greek history. Their scholarly influence is entirely indirect, being wholly contingent on the importance of the specific data they may preserve.

Ἑλληνικὰ Ἀνώνυμα Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐξέπλευσε τριήρης Ἀθήνηθεν οὐ μετὰ τῆς τοῦ δήμου γνώμης, ἰδίαι δὲ Δημαίνετος ὁ κ … ιοσαυτης … κοινωσάμενος ἐν ἀπορρήτωι τῆι βουλῆι, ὡς λέγεται, περὶ τοῦ πράγματος, ἐπειδὴ συνέστησαν αὐτῶι τῶν πολιτῶν, συγκαταβὰς εἰς Πειραιᾶ καὶ καθελκύσας ναῦν ἐκ τῶν νεωσοίκων ἀναγόμενος ἔπλει πρὸς Κόνωνα. θορύβου δὲ μετὰ ταῦτα γενομένου καὶ τῶν Ἀθηναίων ἀγανακτούντων ὅσοι γνώριμοι καὶ χαρίεντες ἦσαν καὶ λεγόντων ὡς καταβαλοῦσι τὴν πόλιν ἄρχοντες πολέμου πρὸς Λακεδαιμονίους, καταπλαγέντες οἱ βουλευταὶ τὸν θόρυβον συνήγαγον τὸν δῆμον οὐδὲν προσποιούμενοι μετεσχηκέναι τοῦ πράγματος. συνεληλυθότος δὲ τοῦ πλήθους ἀνιστάμενοι τῶν Ἀθηναίων οἵ τε περὶ Θρασύβουλον καὶ Αἴσιμον καὶ Ἄνυτον ἐδίδασκον αὐτοὺς ὅτι μέγαν ἀροῦνται κίνδυνον εἰ μὴ τὴν πόλιν ἀπολύσουσι τῆς αἰτίας. τῶν δὲ Ἀθηναίων οἱ μὲν ἐπιεικεῖς καὶ τὰς οὐσίας ἔχοντες ἔστεργον τὰ παρόντα, οἱ δὲ πολλοὶ καὶ δημοτικοὶ τότε μὲν φοβηθέντες ἐπείσθησαν τοῖς συμβουλεύουσι· καὶ πέμψαντες πρὸς Μίλωνα τὸν ἁρμοστὴν τὸν Αἰγίνης εἶπον ὅπως δύναται τιμωρεῖσθαι τὸν Δημαίνετον, ὡς οὐ μετὰ τῆς πόλεως ταῦτα πεποιηκότα. ἔμπροσθεν δὲ σχεδὸν ἅπαντα τὸν χρόνον ἐτάραττον τὰ πράγματα καὶ πολλὰ τοῖς Λακεδαιμονίοις ἀντέπραττον. ἀπέπεμπον μὲν γὰρ ὅπλα τε καὶ ὑπηρεσίας ἐπὶ τὰς ναῦς τὰς μετὰ τοῦ Κόνωνος, ἐπέμφθησαν δὲ πρέσβεις ὡς βασιλέα π … οἱ περὶ … π … κράτη τε καὶ Ἁγνίαν καὶ Τελεσήγορον, οὓς καὶ συλλαβὼν Φάραξ ὁ πρότερον ναύαρχος ἀπέστειλε πρὸς τοὺς Λακεδαιμονίους, οἳ ἀπέκτειναν αὐτούς. ἠναντιοῦντο δὲ ταῦτα παροξυνόντων τῶν περὶ τὸν Ἐπικράτη καὶ Κέφαλον· οὗτοι γὰρ ἔτυχον ἐπιθυμοῦντες μάλιστα ἐκπολεμῶσαι τὴν πόλιν, καὶ ταύτην τὴν γνώμην ἔσχον οὐκ ἐπειδὴ Τιμοκράτει διελέχθησαν καὶ τὸ χρυσίον ἔλαβον, ἀλλʼ ἤδη πολὺ πρότερον. καίτοι τινὲς λέγουσιν αἴτια γενέσθαι τὰ παρʼ ἐκείνου χρήματα τοῦ συστῆναι τούτους καὶ τοὺς ἐν Βοιωτοῖς καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσι ταῖς προειρημέναις, οὐκ εἰδότες ὅτι πᾶσιν αὐτοῖς συνεβεβήκει πάλαι δυσμενῶς ἔχειν πρὸς Λακεδαιμονίους καὶ σκοπεῖν ὅπως ἐκπολεμώσουσι τὰς πόλεις. ἐμίσουν γὰρ οἱ μὲν Ἀργεῖοι καὶ Βοιωτ … γωται τοὺς Λακεδαιμονίους ὅτι τοῖς ἐναντίοις τῶν πολιτῶν αὐτοῖς ἐχρῶντο φίλοις, οἱ δʼ ἐν ταῖς Ἀθήναις ἐπιθυμοῦντες ἀπαλλάξαι τοὺς Ἀθηναίους τῆς ἡσυχίας καὶ τῆς εἰρήνης καὶ προαγαγεῖν ἐπὶ τὸ πολεμεῖν καὶ πολυπραγμονεῖν, ἵνʼ αὐτοῖς ἐκ τῶν κοινῶν ἦι χρηματίζεσθαι. τῶν δὲ Κορινθίων οἱ μεταστῆσαι τὰ πράγματα ζητοῦντες οἱ μὲν ἄλλοι παραπλησίως τοῖς Ἀργείοις καὶ τοῖς Βοιωτοῖς ἔτυχον δυσμενῶς διακείμενοι πρὸς τοὺς Λακεδαιμονίους, Τιμόλαος δὲ μόνος αὐτοῖς διάφορος γεγονὼς ἰδίων ἐγκλημάτων ἕνεκα, πρότερον ἄριστα διακείμενος καὶ μάλιστα λακωνίζων, ὡς ἔξεστι καταμαθεῖν ἐκ τῶν κατὰ τὸν πόλεμον συμβάντων τὸν Δεκελεικόν. ἐκεῖνος γὰρ ὁτὲ μὲν πενταναίαν ἔχων ἐπόρθησε τῶν νήσων τινὰς τῶν ἐπʼ Ἀθηναίοις οὐσῶν, ὁτὲ δὲ μετὰ δύο … τριήρων εἰς Ἀμφίπολιν καταπλεύσας καὶ παρʼ ἐκείνων ἑτέρας τέτταρας συμπληρωσάμενος ἐνίκησε Σίμιχον ναυμαχῶν τὸν στρατηγὸν τῶν Ἀθηναίων, ὥσπερ εἴρηκά που καὶ πρότερον, καὶ τριήρεις τὰς πολεμίας ἔλαβεν οὔσας πέντε καὶ ναῦς ἃς ἔπεμψαν τριάκοντα· μετὰ δὲ ταῦτα τὰς ἕνδεκα ἔχων τριήρεις καταπλεύσας εἰς Θάσον ἀπέστησε ταύτην τῶν Ἀθηναίων. οἱ μὲν οὖν ἐν ταῖς πόλεσι ταῖς προειρημέναις διὰ ταῦτα πολὺ μᾶλλον ἢ διὰ Φαρνάβαζον καὶ τὸ χρυσίον ἐπηρμένοι μισεῖν ἦσαν τοὺς Λακεδαιμονίους.

ὁ δὲ Μίλων ὁ τῆς Αἰγίνης ἁρμοστὴς ὡς ἤκουσε τὰ παρὰ τῶν Ἀθηναίων συμπληρωσάμενος τριήρη διὰ ταχέων ἐδίωκε τὸν Δημαίνετον. ὁ δὲ κατὰ τοῦτον τὸν χρόνον ἔτυχε μὲν ὢν περὶ Θορικὸν τῆς Ἀττικῆς. ἐπειδὴ δὲ προσπλεύσας ἐκεῖνος πρὸς … ἐπεχείρησεν … εῖν, ὥρμησεν ἐπὶ πολυ … πλεῖν· κρατήσας δὲ … νεὼς αὐτῶν τὴν μὲν ὑφʼ αὑτῶι ναῦν, ὅτι χεῖρον ἦν τὸ σκάφος, αὐτοῦ κατέλιπεν, εἰς δὲ τὴν ἐκείνων μεταβιβάσας τοὺς αὑτοῦ ναύτας προέπλευσεν ἐπὶ τὸ στράτευμα τὸ μετὰ τοῦ Κόνωνος … ὁ δὲ Μίλων εἰς Αἴγιναν μετὰ …

τὰ μὲν οὖν ἁδρότατα τῶν … ἔτει τούτωι συμβάντων οὕτως ἐγένετο· ἀρχομένου δὲ τοῦ θέρους τῆι μὲν … ἔτος ὄγδοον ἐνειστήκει … αρος τὰς τριήρεις απα … ἐκεῖ δὲ καταπλεύσας τὰς … εν, ἔτυχεν γὰρ αἰεὶ του … κατεσκευακὼς ἦν νεώρια … ς ὅπου συνέπιπτεν … τὸν δὲ Φαρνάβαζον ἀκούσας … παραγενέσθαι βουλόμενος … αι καὶ μισθὸν ἀπολαβεῖν … αρος μὲν οὖν αὐτοῦ διέτριβεν, ἐπὶ δὲ τὰς ναῦς τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων ἀφικνεῖται Πόλλις ναύαρχος ἐκ Λακεδαίμονος εἰς τὴν ναυαρχίαν τὴν Ἀρχελαίδα καταστὰς διάδοχος. κατὰ δὲ τὸν αὐτὸν χρόνον Φοινίκων … ἐνενήκοντα νῆες εἰς Καῦνον, ὧν δέκα μὲν ἔπλευσαν ἀπὸ Κιλικίας, αἱ δὲ λείπουσαι … ἃς Ἄκτων ὁ Σιδώνιος … βασιλεῖ τοῖς ταύτης τῆς … περὶ τὴν ναυαρχίαν Φαρνάβαζος … παροξυνόντων αὐτὸν τῶν παρα … ὁ μὲν οὖν … αρος τὰ περὶ τὴν ἀρχὴν … τὸ στρατόπεδον. Κόνων δὲ προσπλέοντας τοὺς πολεμίους αἰσθόμενος ἀναλαβὼν τοὺς στρατιώτας καὶ συμπληρώσας τὰς τριήρεις ἀνήγαγεν αὐτὰς καὶ ὡς τάχιστα ποταμὸν τὸν Καύνιον καλούμενον εἰς λίμνην τὴν Καυνίαν εἰσέπλευσε. παρασκευαζομένου δὲ τοῦ Φαρναβάζου καὶ τοῦ Κόνωνος πρὸς ναυμαχίαν, Ἀρταφέρνης ἀνὴρ Πέρσης παραγενόμενος ἀντελαμβάνετο τῶν πραγμάτων, ὃς … ἠβούλετο λαβεῖν κατα … ν δὲ πρ … ν … με … υ φιλίαν … ος ἀπέπεμψεν ὡς βασιλέα σ … α … τὴν σκηνὴν αὐτοῦ λ … ηλθ ε … ν … ἀπαγγείλας δὲ τὰ π … εασα … υ — Τισσαφερν——αμο—— Τισσαφερν—— —μιως … γὰρ πρ … δον κ … ιαζοι … ιετ … ς τυρανν——απασι——αντατ … μων … ωμενω … μετευ … υον δεκαι … αρχελαιδ—— … ποσου … τουμ … σθεν … ωνα … αφυ … τον δ … ων ετ … το τας π … ων αλλ … νορων … λυσαν … ουντα … ατατην … ηνειωθ … οικαιον … σαρχελαιδ—— … αλμε. … α … φε … α … π … β … τα … τα … ποντα … αρχοντ … κους ιστ … σιν τὰς μ … ωσιν πρ … τεκελ … νων οὐδ … εχοντες … εἶχον γὰρ—— … —— εἰσὶν δὲ κα … ——τῶν ἱππέων … ἔνιοι δὲ πρ … ——προάστιον … ἡ μὲν οὖν —— τοιαύτηι κ … ι … ις. Ἀγησίλαος δὲ ἀρχομένου τοῦ θέρους ἐξαγαγὼν τὸ στρατόπεδον ——τὸ Καύστριον πεδίον —— τὰ ὄρη ταξάμενος … ——ους, ταύτηι πάλιν … ης τοιαύτηι φθάσας ——ς τὸ στρατόπεδον … ειν. Τισσαφέρνης δὲ —— ἐπηκολούθει τοῖς Ἕλλησιν ἀθροίσας —— ἱππέας μὲν … ακισχιλίους καὶ μυρίους, πεζοὺς δὲ … μυρίων οὐκ ἐλάττους. Ἀγησίλαος δὲ … ἡγησάμενος χαλεπὸν προσβάλλοντας τοὺς πολεμίους ἐκ παρατάξεως ἀμύνεσθαι πολὺ τῶν Ἑλλήνων ὑπερέχοντας ἔταξεν ἐν πλινθίωι τὸ στράτευμα … λως καὶ κρα τ—— στρατηγίας … σαντα μάχεσθαι … ων στράτευμα … σας, οἱ δὲ βάρβαροι ——ες καὶ συντεταγμέν—— ἔχοντες τοσου τ—— δυνατὸς ἀφορμᾶν ——κατεῖδον τοὺς Ἕλληνας —— οὔτε τὴν πορείαν … καταφρονεῖν … ντες αὐτοὺς … τοῦ στρατεύματος —— προσβαλον τ—— ἔξωθεν τοῦ πλινθίου ——ον προσέταττε —— τοὺς δὲ Πελοποννησίους καὶ τοὺς συμμάχους δρόμωι προσῆγε πο … ωρα τοὺς Ἕλληνας ——λεον α … ων ἀεὶ —— ὁμοίως ε … διε … ν ἐγγυτέρωι μᾶλλον —— οὐδὲν ἀλλʼ ἢ τὸν ποταμὸν —— γὰρ ἀμφοτερ … ηγ … ετ … προιοντ … δε—— ὀλιγ … ς … ει—— στρατευμα … τε … αν … Ἀγησίλαος δὲ —— … υ … τ—— στρατευμα … ιπονο … ——παρασκευα … ——ίους ἵνα τῆι ν … κατανέμουσι … κα … ωνην πολλ … α … βουλευσομεν … π … ν τὸν ἐνια … οι … νοιτινεια … ε … υς ἔγνω κα … ο … των τῆς νυκτὸς … ι … ὁπλίτας … τακοσίους δὲ ψιλούς, καὶ τούτοις ἐπέστησεν ἄρχοντα Ξενοκλέα Σπαρτιάτην, παραγγείλας ὅταν γένωνται βαδίζοντες κατʼ αὐτοὺς οἱ τελευταῖοι τῆς στρατιᾶς εἰς μάχην τάττεσθαι. εἰς δὲ τὴν ἐπιοῦσαν … κ … ἀναστήσας ἅμα τῆι ἡμέραι τὸ στράτευμα πάλιν ἀνῆγεν εἰς τὸ πρόσθεν. οἱ δὲ βάρβαροι συνακολουθήσαντες ὡς εἰώθεσαν οἱ μὲν αὐτῶν προσέβαλλον τοῖς Ἕλλησιν, οἱ δὲ περιίππευον αὐτούς, οἱ δὲ κατὰ τὸ πεδίον ἀτάκτως ἐπηκολούθουν. ὁ δὲ Ξενοκλῆς, ἐπειδὴ καιρὸν ὑπέλαβεν εἶναι τοῖς πολεμίοις ἐπιχειρεῖν, ἀναστήσας ἐκ τῆς ἐνέδρας τοὺς Πελοποννησίους ἔθει δρόμωι. τῶν δὲ βαρβάρων ὡς εἶδον ἕκαστοι προσθέοντας τοὺς Ἕλληνας ἔφευγον καθʼ ἅπαν τὸ πεδίον. Ἀγησίλαος δὲ κατιδὼν πεφοβημένους αὐτοὺς ἔπεμπεν ἀπὸ τοῦ στρατεύματος τούς τε κούφους τῶν στρατιωτῶν καὶ τοὺς ἱππέας διώξοντας ἐκείνους. οἱ δὲ μετὰ τῶν ἐκ τῆς ἐνέδρας ἀναστάντων ἐνέκειντο τῶι πλήθει τῶν βαρβάρων. ἐπακολουθήσαντες δὲ τοῖς πολεμίοις οὐ λίαν πολὺν χρόνον—οὐ γὰρ ἠδύναντο καταλαμβάνειν αὐτοὺς ἅτε τῶν πολλῶν ἱππέων ὄντων καὶ γυμνήτων— καταβάλλουσιν μὲν αὐτῶν περὶ ἑξακοσίους· ἀποστάντες δὲ τῆς διώξεως ἐβάδιζον ἐπʼ αὐτὸ τὸ στρατόπεδον τὸ τῶν βαρβάρων. καταλαβόντες δὲ φυλακὴν οὐ σπουδαίως καθεστῶσαν ταχέως αἱροῦσιν, καὶ λαμβάνουσιν αὐτῶν πολλὴν μὲν ἀγοράν, συχνοὺς δὲ ἀνθρώπους, πολλὰ δὲ σκεύη καὶ χρήματα τὰ μὲν τῶν ἄλλων τὰ δὲ Τισσαφέρνους αὐτοῦ.

γενομένης δὲ τῆς μάχης τοιαύτης οἱ μὲν βάρβαροι καταπλαγέντες τοὺς Ἕλληνας ἀπεχώρησαν σὺν τῶι Τισσαφέρνει πρὸς τὰς Σάρδεις, Ἀγησίλαος δὲ περιμείνας αὐτοῦ τρεῖς ἡμέρας, ἐν αἷς τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδωκεν τοῖς πολεμίοις καὶ τρόπαιον ἔστησε καὶ τὴν γῆν ἅπασαν ἐπόρθησεν, προῆγεν τὸ στράτευμα εἰς Φρυγίαν πάλιν τὴν μεγάλην. ἐποιεῖτο δὲ τὴν πορείαν οὐκέτι συντεταγμένους ἔχων ἐν τῶι πλινθίωι τοὺς στρατιώτας, ἀλλʼ ἐῶν αὐτοὺς ὅσην ἠβούλοντο τῆς χώρας ἐπιέναι καὶ κακῶς ποιεῖν τοὺς πολεμίους. Τισσαφέρνης δὲ πυθόμενος τοὺς Ἕλληνας βαδίζειν εἰς τὸ πρόσθεν ἀναλαβὼν αὖθις τοὺς βαρβάρους ἐπηκολούθει ὄπισθεν αὐτῶν πολλοὺς σταδίους διέχων. Ἀγησίλαος δὲ διεξελθὼν τὸ πεδίον τὸ τῶν Λυδῶν ἦγε τὴν στρατιὰν ἀσφαλῶς διὰ τῶν ὀρῶν τῶν διὰ μέσου κειμένων τῆς τε Λυδίας καὶ τῆς Φρυγίας. ἐπειδὴ δὲ διεπορεύθησαν ταῦτα κατεβίβασε τοὺς Ἕλληνας εἰς τὴν Φρυγίαν ἕως ἀφίκοντο πρὸς τὸν Μαίανδρον ποταμόν, ὃς τὰς μὲν πηγὰς ἔχει ἀπὸ Κελαινῶν, ἣ τῶν ἐν Φρυγίαι μεγίστη πόλις ἐστίν, ἐκδίδωσι δʼ εἰς θάλασσαν παρὰ Πριήνην καὶ … καταστρατοπεδεύσας δὲ τοὺς Πελοποννησίους καὶ τοὺς συμμάχους ἐθύετο πότερα χρὴ διαβαίνειν τὸν ποταμὸν ἢ μή, καὶ βαδίζειν ἐπὶ Κελαινὰς ἢ πάλιν τοὺς στρατιώτας ἀπάγειν. ὡς δὲ συνέβαινεν αὐτῶι μὴ γίνεσθαι καλὰ τὰ ἱερά, περιμείνας ἐκεῖ τήν τε ἡμέραν ἣν παρεγένετο καὶ τὴν ἐπιοῦσαν ἀπῆγεν τὸν στρατὸν —— Ἀγησίλαος μὲν οὖν … τὸ πεδίον τὸ Μαιάνδρου καλούμενον δ … νέμονται Λυδοὶ καὶ … ὁ δὲ βασιλεὺς … —— περὶ τούτους τ—— στρατηγὸν ἅμα δὲ … Τισσαφέρνηι ἐτ—— τοὺς Ἕλληνας οι … νον καὶ μᾶλλον —— … δίχα κειμεν—— εξ … συ … Τισσαφέρν— οπ … Ἀρταξέρξ … δια … απαρ … λο … κα … οιτε … σα … οργ … αὐτῶι κατηγ … α … αδι … σα … τε βασιλεὺς ὁμολογουντ … μάλιστα … διὰ Τισσαφέρνην καὶ πα … ω … ν … ἐκεῖνον … πάντων καθʼ ἃ Τιθραύστης αὐτὸν κα … ελ … ὃς ἐπειδὴ καταφ … Φρυγίαν καὶ Λυδίαν … το … εν ἀνέπεμψεν ἐπιστολὰς ἃς ἔφερε … ρα … ι πρὸς Ἀριαῖον καὶ Τισσαφέρνη … ἐπ … ο πρὸς Με … αιον ὡς α … στ … λαβεῖν ἐκεν … αιδ … ευ … υτου γε … ται … πε … νουτο … ου … λω … ν ἔμελλεν ηχ … σιν … Τιθραύστ … τα … τ … δὲ δο … της ἀποκρε … ν … ρίζεσθαι —— ὁπότε α—— Τισσαφέρνην ἀπέστειλεν τ … ο αρ … ο Ἀριαῖος εἰς Σάρδεις το … ονου … δυνατὸς Τισσαφέρνη … ρια … βέλτιστοι τῶν στρατηγῶν … ιανετε … ἀκινδυνότερον ἕξειν τὰ κατὰ τὴν σατραπίαν Ἀγησιλάου καθημένου περὶ τὴν Μαγνησίαν ἐμι … τῶν πεζῶν καὶ τῶν ἱππέων … ω προ … ε … ον διακειμένου —— ἄλλους ἄλληι ποι … αν … βουλόμενος δ … π … στρατευματα … ν … προ … πʼ Ἀρταξέρξ—— τα ἡμέρας —— αὐτὸν ἀ—— Φρυγίας ἐπια … τὸν Τιθραύστην —— Τισσαφέρνης … πρᾶξιν α—— οἰκοδομεῖν —— πόλεως … ὑπὸ τῶν … εβαδι—— τῶι Τιθραύστηι —— ς … αι παρα … ἐπιστολὰς —— πρὸς τὴν α … τιας κατα … ε Μιλησι—— ψας καὶ τα … ——κα τῆρεν εἰς … Ἀριαῖον ε—— μετὰ δὲ ταῦτα —— διατρίβων —— ἱμάτια τ … νον συναρπα—— καὶ μεταπ … λοι … νιππ—— συνεχ … μεν … τ … ησδ … ἔλεγε—— τοῦ βασιλέως … ταῖς ἐπιστολαῖς —— … ε τὸ βυβλίον —— … ττεν βασιλε—— … αὐτὸν ἀνα … εινεκ … ἄλλην ἀναγ—— τῶν βαρβάρων ——

… να … καγα … λεμον … ισωτη … λληναυ … λει … μφε … τατον … κοσι … κʹ … αρανγι … καταμα … υπαραλα … Μακεδο —ας … κα … ων … αρεικο … ον βασιλ … σα … φο … τρατο— μ … χρωμ … κα νοτη … ας … ἅμα μὲν … ου … ἀφθόνως … ς … —— ἅμα δὲ … ενεστ … ἐπὶ τη … ι … μ … α … τ … ηιρημένον ὑπαρξο … διʼ ἐκειν … ητ … ς … αλωνω … —— τερον πω … καὶ βιαζ … χρόνον μ … πολλῆς δυνα … ὁμοί … ν α … οι … α … κως … ην … ε … μασενηγ … ε … τερους ελ … η … ἢ τοὺς ἐκ τοῦ π … λ … γιγνομένους —— νος δὲ τὴν … χίαν ἄριστα τ … κεχρημένος, οὐ γὰρ ὥσπερ οἱ … τῶν δυναστευόντων ὥρμησεν … γας καὶ δημοτικωτ … στ … μεταπεμπόμενος εκ … κέναι τι δοκοῦντας δ … τῶν πλείστων χ … ε … τ … ως … ηλωσεν … δοξαν——Λακεδαιμον —— των … πασα … των … ην … καὶ δει … υτω … μι … ατεδ … ελ … εοτ … ανεκε— τῶν ἄλλων βαρβάρων — … ἀλλὰ τὴν με … του δὲ βίον … ιρ … τ … ς περὶ πολλὴν στ … ς — κατήγαγεν ἀντὶ ὧν ηγα … ς ἐποίησε κατακει— πολλαῖς κατασκευα … περὶ δὲ τὴν του … δὲ προστ … ων εἰλη … τελευτ— των παρʼ ἐκειν … αθα περιμε … ν επιτα … ιλαθε—— … θ … υτον … εν αὐτ … αιραῖσθαι— … τ … ων … ιακα … τιτ … τιδα … μ … σε … ιο … ας πολ … ——

ς βο … καθʼ ἑκάστην ἡμέραν ἐξήταζε τοὺς στρατιώτας σὺν τοῖς ὅπλοις ἐν τῶι λιμένι, προφασιζόμενος μὲν ἵνα μὴ ῥαιθυμοῦντες χείρους γένωνται πρὸς τὸν πόλεμον, βουλόμενος δὲ παρασκευάζειν προθύμους τοὺς Ῥοδίους ἐὰν ἴδωσιν ἐν τοῖς ὅπλοις αὐτοὺς ὄντας τηνικαῦτα τοῖς ἔργοις ἐπιχειρεῖν. ὡς δὲ σύνηθες ἅπασιν ἐποίησεν ὁρᾶν τὸν ἐξετασμόν, αὐτὸς μὲν εἴκοσι λαβὼν τῶν τριήρων ἐξέπλευσεν εἰς Καῦνον, βουλόμενος μὴ παρεῖναι τῆι διαφθορᾶι τῶν Διαγορείων, Ἱερωνύμωι δὲ καὶ Νικοφήμωι προσέταξεν ἐπιμεληθῆναι τῶν πραγμάτων οὖσιν αὑτοῦ παρέδροις. οἳ περιμείναντες ἐκείνην τὴν ἡμέραν, παρόντων ἐπὶ τὸν ἐξετασμὸν τῆι ὑστεραίαι τῶν στρατιωτῶν, καθάπερ εἰώθεσαν, τοὺς μὲν αὐτῶν παρήγαγον ἐν τοῖς ὅπλοις εἰς τὸν λιμένα, τοὺς δὲ μικρὸν ἔξωθε τῆς ἀγορᾶς. τῶν δὲ Ῥοδίων οἱ συνειδότες τὴν πρᾶξιν, ὡς ὑπέλαβον καιρὸν ἐγχειρεῖν εἶναι τοῖς ἔργοις, συνελέγοντο σὺν ἐγχειριδίοις εἰς τὴν ἀγοράν, καὶ Δωρίμαχος μὲν αὐτῶν ἀναβὰς ἐπὶ τὸν λίθον, οὗπερ εἰώθει κηρύττειν ὁ κῆρυξ, ἀνακραγὼν ὡς ἠδύνατο μέγιστον «ἴωμεν, ὦ ἄνδρες» ἔφη «πολῖται, ἐπὶ τοὺς τυράννους τὴν ταχίστην.» οἱ δὲ λοιποὶ βοήσαντος ἐκείνου τὴν βοήθειαν εἰσπηδήσαντες μετʼ ἐγχειριδίων εἰς τὰ συνέδρια τῶν ἀρχόντων ἀποκτείνουσι τούς τε Διαγορείους καὶ τῶν ἄλλων πολιτῶν ἕνδεκα. διαπραξάμενοι δὲ ταῦτα συνῆγον τὸ πλῆθος τὸ τῶν Ῥοδίων εἰς ἐκκλησίαν. ἄρτι δὲ συνειλεγμένων αὐτῶν Κόνων ἧκε πάλιν ἐκ Καύνου μετὰ τῶν τριήρων. οἱ δὲ τὴν σφαγὴν ἐξεργασάμενοι καταλύσαντες τὴν παροῦσαν πολιτείαν κατέστησαν δημοκρατίαν καὶ τῶν πολιτῶν τινας ὀλίγους φυγάδας ἐποίησαν. ἡ μὲν οὖν ἐπανάστασις ἡ περὶ τὴν Ῥόδον τοῦτο τὸ τέλος ἔλαβεν.

Βοιωτοὶ δὲ καὶ Φωκεῖς τούτου τοῦ θέρους εἰς πόλεμον κατέστησαν. ἐγένοντο δὲ τῆς ἔχθρας αὐτοῖς αἴτιοι μάλιστα τῶν ἐν ταῖς Θήβαις τινές· οὐ γὰρ πολλοῖς ἔτεσιν πρότερον ἔτυχον εἰς στασιασμὸν οἱ Βοιωτοὶ προελθόντες. εἶχεν δὲ τὰ πράγματα τότε κατὰ τὴν Βοιωτίαν οὕτως· ἦσαν καθεστηκυῖαι βουλαὶ τότε τέτταρες παρʼ ἑκάστηι τῶν πόλεων, ὧν οὐχ ἅπασι τοῖς πολίταις ἐξῆν μετέχειν, ἀλλὰ τοῖς κεκτημένοις πλῆθός τι χρημάτων· τούτων δὲ τῶν βουλῶν κατὰ μέρος ἑκάστη προκαθημένη … καὶ προβουλεύουσα περὶ τῶν πραγμάτων εἰσέφερεν εἰς τὰς τρεῖς· ὅ τι δʼ ἔδοξεν ἐν ἁπάσαις τοῦτο κύριον ἐγίνετο. καὶ τὰ μὲν ἴδια διετέλουν οὕτω διοικούμενοι, τὸ δὲ τῶν Βοιωτῶν τοῦτον ἦν τὸν τρόπον συντεταγμένον. καθʼ ἕνδεκα μέρη διήιρηντο πάντες οἱ τὴν χώραν οἰκοῦντες, καὶ τούτων ἕκαστον ἕνα παρείχετο βοιωτάρχην οὕτω· Θηβαῖοι μὲν τέτταρας συνεβάλλοντο, δύο μὲν ὑπὲρ τῆς πόλεως, δύο δὲ ὑπὲρ Πλαταιέων καὶ Σκώλου καὶ Ἐρυθρῶν καὶ Σκαφῶν καὶ τῶν ἄλλων χωρίων τῶν πρότερον μὲν ἐκείνοις συμπολιτευομένων τότε δὲ συντελούντων εἰς τὰς Θήβας. δύο δὲ παρείχοντο βοιωτάρχας Ὀρχομένιοι καὶ Ὑσιαῖοι, δύο δὲ Θεσπιεῖς σὺν Εὐτρήσει καὶ Θίσβαις, ἕνα δὲ Ταναγραῖοι, καὶ πάλιν ἕτερον Ἁλιάρτιοι καὶ Λεβαδεῖς καὶ Κορωνεῖς, ὃν ἔπεμπε κατὰ μέρος ἑκάστη τῶν πόλεων· τὸν αὐτὸν δὲ τρόπον ἐβάδιζεν ἐξ Ἀκραιφνίου καὶ Κωπῶν καὶ Χαιρωνείας. οὕτω μὲν οὖν ἔφερε τὰ μέρη τοὺς ἄρχοντας· παρείχετο δὲ καὶ βουλευτὰς ἑξήκοντα κατὰ τὸν βοιωτάρχην, καὶ τούτοις αὐτοὶ τὰ καθʼ ἡμέραν ἀνήλισκον. ἐπετέτακτο δὲ καὶ στρατιὰ ἑκάστωι μέρει περὶ χιλίους μὲν ὁπλίτας, ἱππέας δὲ ἑκατόν. ἁπλῶς δὲ δηλῶσαι κατὰ τὸν ἄρχοντα καὶ τῶν κοινῶν ἀπέλαυον καὶ τὰς εἰσφορὰς ἐποιοῦντο καὶ δικαστὰς ἔπεμπον καὶ μετεῖχον ἁπάντων ὁμοίως καὶ τῶν κακῶν καὶ τῶν ἀγαθῶν. τὸ μὲν οὖν ἔθνος ὅλον οὕτως ἐπολιτεύετο, καὶ τὰ συνέδρια τὰ κοινὰ τῶν Βοιωτῶν ἐν τῆι Καδμείαι συνεκάθιζεν.

ἐν δὲ ταῖς Θήβαις ἔτυχον οἱ βέλτιστοι καὶ γνωριμώτατοι τῶν πολιτῶν, ὥσπερ καὶ πρότερον εἴρηκα, στασιάζοντες πρὸς ἀλλήλους. ἡγοῦντο δὲ τοῦ μέρους τοῦ μὲν Ἰσμηνίας καὶ Ἀντίθεος καὶ Ἀνδροκλῆς, τοῦ δὲ Λεοντιάδης καὶ Ἀσίας καὶ Κοιρατάδας. ἐφρόνουν δὲ τῶν πολιτευομένων οἱ μὲν περὶ τὸν Λεοντιάδην τὰ Λακεδαιμονίων, οἱ δὲ περὶ τὸν Ἰσμηνίαν αἰτίαν μὲν εἶχον ἀττικίζειν, ἐξ ὧν πρόθυμοι πρὸς τὸν δῆμον ἐγένοντο ὡς ἔφυγεν· οὐ μὴν ἐφρόντιζον τῶν Ἀθηναίων, ἀλλʼ εἶχον … π … έσχον, ἐπεὶ τοὺς … προηιροῦντο μᾶλλον … ες κακῶς ποιεῖν ἑτοίμους α … ἀττικίζειν. διακειμένων δὲ τῶν ἐν Θήβαις οὕτως καὶ τῆς ἑταιρείας ἑκατέρας ἰσχυούσης, ἔπειτα προῆλθον πολλοὶ καὶ τῶν ἐν ταῖς πόλεσι κατὰ τὴν Βοιωτίαν καὶ μετέσχον ἑκατέρου τῶν μερῶν ἐκείνοις. ἐδύναντο δὲ τότε μὲν καὶ μικρῶι πρότερον οἱ περὶ τὸν Ἰσμηνίαν καὶ τὸν Ἀνδροκλείδην καὶ παρʼ αὐτοῖς τοῖς Θηβαίοις καὶ παρὰ τῆι βουλῆι τῶν Βοιωτῶν, ἔμπροσθεν δὲ προεῖχον οἱ περὶ τὸν Ἀστίαν καὶ Λεοντιάδην. χρόνον δέ τινα συχνὸν καὶ τὴν πόλιν διὰ κράτους εἶχον. ὅτε γὰρ πολεμοῦντες οἱ Λακεδαιμόνιοι τοῖς Ἀθηναίοις ἐν Δεκελείαι διέτριβον καὶ στράτευμα τῶν αὑτῶν συμμάχων πολὺ συνεῖχον, οὗτοι μᾶλλον ἐδυνάστευον τῶν ἑτέρων ἅμα μὲν τῶι πλησίον εἶναι τοὺς Λακεδαιμονίους, ἅμα δὲ τῶι πολλὰ τὴν πόλιν εὐεργετεῖσθαι διʼ αὐτῶν. ἐπέδοσαν δʼ οἱ Θηβαῖοι πολὺ πρὸς εὐδαιμονίαν ὁλόκληρον εὐθέως ὡς ὁ πόλεμος τοῖς Ἀθηναίοις ἐνέστη καὶ τοῖς Λακεδαιμονίοις· ἀρξαμένων γὰρ ἀπειλεῖν τῶν Ἀθηναίων τῆι Βοιωτίαι συνωικίσθησαν εἰς αὐτὰς οἵ τʼ ἐξ Ἐρυθρῶν καὶ Σκαφῶν καὶ Σκώλου καὶ Αὐλίδος καὶ Σχοίνου καὶ Ποτνιῶν καὶ πολλῶν ἑτέρων τοιούτων χωρίων, ἃ τεῖχος οὐκ ἔχοντα διπλασίας ἐποίησεν τὰς Θήβας. οὐ μὴν ἀλλὰ πολύ γε βέλτιον ἔτι τὴν πόλιν πρᾶξαι συνέπεσεν ὡς τὴν Δεκέλειαν ἐπετείχισαν τοῖς Ἀθηναίοις μετὰ τῶν Λακεδαιμονίων· τά τε γὰρ ἀνδράποδα καὶ τὰ λοιπὰ παντὰ τὰ κατὰ τὸν πόλεμον ἁλισκόμενα μικροῦ τινος ἀργυρίου παρελάμβανον, καὶ τὴν ἐκ τῆς Ἀττικῆς κατασκευὴν ἅτε πρόσχωροι κατοικοῦντες ἅπασαν μετεκόμισαν ὡς αὑτούς, ἀπὸ τῶν ξύλων καὶ τοῦ κεράμου τοῦ τῶν οἰκιῶν ἀρξάμενοι. τότε δὲ τῶν Ἀθηναίων ἡ χώρα πολυτελέστατα τῆς Ἑλλάδος κατεσκεύαστο· ἐπεπόνθει γὰρ μικρὰ κακῶς ἐν ταῖς ἐμβολαῖς ταῖς ἔμπροσθεν ὑπὸ τῶν Λακεδαιμονίων, ὑπὸ δὲ τῶν Ἀθηναίων οὕτως ἐξήσκητο καὶ διεπεπόνητο καθʼ ὑπερβολὴν ὥστε εὐτελὲς μηδὲν παρʼ αὐτοῖς ἐπαύλιον, κατοικήσεις δὲ καὶ κάλλιον ὠικοδομημένας ἢ παρὰ τοῖς ἄλλοις εἶναι· ἕκαστος γὰρ αὐτῶν ἃ παρὰ τῶν Ἑλλήνων πολεμοῦντες ἐλάμβανον εἰς τοὺς ἰδίους ἀγροὺς ἀνήγαγε. τὰ μὲν οὖν πράγματα τὰ κατὰ τὰς Θήβας καὶ τὴν Βοιωτίαν ἦν οὕτως.

οἱ δὲ περὶ τὸν Ἀνδροκλείδαν καὶ τὸν Ἰσμηνίαν ἐσπούδαζον ἐκπολεμῶσαι τὸ ἔθνος πρὸς τοὺς Λακεδαιμονίους, βουλόμενοι μὲν καταλῦσαι τὴν ἀρχὴν αὐτῶν, ἵνα μὴ διαφθαρῶσιν ὑπʼ ἐκείνων διὰ τοὺς λακωνίζοντας, οἰόμενοι δὲ ῥαιδίως τοῦτο πράξειν ὑπολαμβάνοντες βασιλέα χρήματα παρέξειν, ὅπερ ὁ παρὰ τοῦ βαρβάρου πεμφθεὶς ἐπηγγέλλετο, τοὺς δὲ Κορινθίους καὶ τοὺς Ἀργείους καὶ τοὺς Ἀθηναίους μεθέξειν τοῦ πολέμου· τούτους γὰρ ἐχθροὺς τοῖς Λακεδαιμονίοις ὄντας αὐτοῖς συμπαρασκευάσειν τοὺς ὁπλίτας. διανοηθέντες δὲ ταῦτα περὶ τῶν πραγμάτων ἐνόμιζον ἀπὸ μὲν τοῦ φανεροῦ χαλεπῶς ἔχειν ἐπιτίθεσθαι τούτοις· οὐδέποτε γὰρ οὔτε Θηβαίους οὔτε τοὺς ἄλλους Βοιωτοὺς πεισθήσεσθαι πολεμεῖν Λακεδαιμονίοις ἄρχουσι τῆς Ἑλλάδος. ἐπιχειροῦντες δὲ διὰ ἀπάτης προάγειν εἰς τὸν πόλεμον αὐτούς, ἀνέπεισαν ἄνδρας τινὰς Φωκέων ἐμβαλεῖν εἰς τὴν Λοκρῶν τῶν Ἑσπερίων καλουμένων, οἷς ἐγένετο τῆς ἔχθρας αἰτία τοιαύτη. ἔστι τοῖς ἔθνεσιν τούτοις ἀμφισβητήσιμος χώρα περὶ τὸν Παρνασσόν, περὶ ἧς καὶ πρότερόν ποτε πεπολεμήκασιν· ἣν πολλάκις ἐπινέμουσιν ἑκάτεροι τῶν τε Φωκέων καὶ τῶν Λοκρῶν, ὁπότεροι δʼ ἂν τύχωσιν αἰσθόμενοί ποτε τοὺς ἑτέρους συλλεγέντες πολλοὶ διαρπάζουσι τὰ πρόβατα. πρότερον μὲν οὖν πολλῶν τοιούτων ἀφʼ ἑκατέρων γινομένων ἀεὶ μετὰ δίκης τὰ πολλὰ καὶ λόγων διελύοντο πρὸς ἀλλήλους· τότε δὲ τῶν Λοκρῶν ἀνθαρπασάντων ἀνθʼ ὧν ἀπέβαλον προβάτων εὐθὺς οἱ Φωκεῖς, παροξυνόντων αὐτοὺς ἐκείνων τῶν ἀνδρῶν, οὓς οἱ περὶ τὸν Ἀνδροκλείδαν καὶ τὸν Ἰσμηνίαν παρεσκεύασαν, εἰς τὴν Λοκρίδα μετὰ τῶν ὅπλων ἐνέβαλον. οἱ δὲ Λοκροὶ δηιουμένης τῆς χώρας πέμψαντες πρέσβεις εἰς Βοιωτοὺς κατηγορίαν ἐποιοῦντο τῶν Φωκέων καὶ βοηθεῖν ἐκείνους αὑτοῖς ἠξίουν· διάκεινται δὲ πρὸς αὐτοὺς ἀεί ποτε φιλίως. ἁρπάσαντες δὲ τὸν καιρὸν ἀσμένως μάλα οἱ περὶ τὸν Ἰσμηνίαν καὶ τὸν Ἀνδροκλείδαν ἔπεισαν τοὺς Βοιωτοὺς βοηθεῖν τοῖς Λοκροῖς. Φωκεῖς δέ, ἀγγελθέντων αὐτοῖς τῶν ἐκ τῶν Θηβῶν τότε μὲν ἐκ τῆς Λοκρίδος πάλιν ἀνεχώρησαν, πρέσβεις δὲ παραχρῆμα πέμψαντες πρὸς Λακεδαιμονίους ἠξίουν ἐκείνους ἀπειπεῖν Βοιωτοῖς εἰς τὴν αὑτῶν βαδίζειν. οἱ δὲ καίπερ λέγειν αὐτοὺς νομίσαντες ἄπιστα ὅμως πέμψαντες οὐκ εἴων τοὺς Βοιωτοὺς πόλεμον ἐκφέρειν πρὸς τοὺς Φωκέας, ἀλλʼ εἴ τι ἀδικεῖσθαι νομίζουσι δίκην λαμβάνειν παρʼ αὐτῶν ἐν τοῖς συμμάχοις ἐκέλευον. οἱ δὲ παροξυνόντων αὐτοὺς τῶν καὶ τὴν ἀπάτην καὶ τὰ πράγματα ταῦτα συστησάντων, τοὺς μὲν πρέσβεις τοὺς τῶν Λακεδαιμονίων ἀπράκτους ἀπέστειλαν, αὐτοὶ δὲ τὰ ὅπλα λαβόντες ἐβάδιζον ἐπὶ τοὺς Φωκέας. ἐμβαλόντες δὲ διὰ ταχέων εἰς τὴν Φωκίδα καὶ πορθήσαντες τήν τε τῶν Παραποταμίων χώραν καὶ Δαυλίων καὶ Φανοτέων ἐπεχείρησαν ταῖς πόλεσι προσβάλλειν· καὶ Δαυλίαι μὲν προσελθόντες ἀπεχώρησαν αὖθις οὐδὲν ποιήσαντες, ἀλλὰ καὶ πληγὰς ὀλίγας λαβόντες, Φανοτέων δὲ τὸ προάστιον κατὰ κράτος εἷλον. διαπραξάμενοι δὲ ταῦτα προῆλθον εἰς τὴν Φωκίδα, καταδραμόντες δὲ μέρος τι τοῦ πεδίου τοῦ περὶ τὴν Ἐλάτειαν καὶ τοὺς Πεδιέας καὶ τοὺς ταύτηι κατοικοῦντας ἀπήιεσαν. ποιουμένων δὲ τὴν ἀποχώρησιν αὐτῶν παρʼ Ὑάμπολιν ἔδοξεν αὐτοῖς ἀποπειρᾶσθαι τῆς πόλεως· ἔστι δὲ τὸ χωρίον ἐπιεικῶς ἰσχυρόν. προσβαλόντες δὲ τοῖς τείχεσι καὶ προθυμίας οὐδὲν ἐλλιπόντες ἄλλο μὲν οὐδὲν ἔπραξαν, ἀποβαλόντες δὲ τῶν στρατιωτῶν ὡς ὀγδοήκοντα πάλιν ἀνεχώρησαν. Βοιωτοὶ μὲν οὖν τοσαῦτα κακὰ ποιήσαντες τοὺς Φωκέας ἀπῆλθον εἰς τὴν ἑαυτῶν.

Κόνων δέ, παρειληφότος ἤδη Χειρικράτους τὰς ναῦς τὰς τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων, ὃς ἀφίκετο ναύαρχος διάδοχος τῶι Πόλλιδι, συμπληρώσας εἴκοσι τῶν τριήρων ἀναγόμενος ἐκ τῆς Ῥόδου κατέπλευσεν εἰς Καῦνον. βουλόμενος δὲ συμμεῖξαι τῶι Φαρναβάζωι καὶ τῶι Τιθραύστηι καὶ χρήματα λαβεῖν ἀνέβαινεν ἐκ τῆς Καύνου πρὸς αὐτούς. ἐτύγχανε δὲ τοῖς στρατιώταις κατὰ τοῦτον τὸν χρόνον προσοφειλόμενος μισθὸς πολλῶν μηνῶν· ἐμισθοδοτοῦντο γὰρ ὑπὸ τῶν στρατηγῶν κακῶς, ὃ ποιεῖν ἔθος ἐστὶν ἀεὶ τοῖς πολεμοῦσιν ὑπὲρ βασιλέως, ἐπεὶ καὶ κατὰ τὸν Δεκελεικὸν πόλεμον, ὁπότε σύμμαχοι Λακεδαιμονίοις ἦσαν, κομιδῆι φαύλως καὶ γλισχρῶς παρείχοντο χρήματα, καὶ πολλάκις ἂν κατελύθησαν αἱ τῶν συμμάχων τριήρεις, εἰ μὴ διὰ τὴν Κύρου προθυμίαν. τούτων δὲ βασιλεὺς αἴτιός ἐστιν, ὃς ἐπειδὰν ἐνστήσηται πόλεμον καταπέμψας κατʼ ἀρχὰς ὀλίγα χρήματα τοῖς ἄρχουσιν ὀλιγωρεῖ τὸν ἐπίλοιπον χρόνον, οἱ δὲ τοῖς πράγμασιν ἐφεστῶτες οὐκ ἔχοντες ἀναλίσκειν ἐκ τῶν ἰδίων περιορῶσιν ἐνίοτε καταλυομένας τὰς αὑτῶν δυνάμεις. ταῦτα μὲν οὖν οὕτως συμβαίνειν εἴωθε, Τιθραύστης δέ, παραγενομένου τοῦ Κόνωνος ὡς αὐτὸν καὶ λέγοντος ὅτι κινδυνεύσει συντριβῆναι τὰ πράγματα διὰ χρημάτων ἔνδειαν οἷς τοὺς ὑπὲρ βασιλέως πολεμοῦντας οὐκ εὐλόγως ἔχειν ἀπαγορεύειν, ἀποστέλλει τινὰς τῶν μεθʼ αὑτοῦ βαρβάρων, ἵνα μισθὸν δῶσι τοῖς στρατιώταις, ἔχοντας ἀργυρίου τάλαντα διακόσια καὶ εἴκοσιν. ἐλήφθη δὲ τοῦτο τὸ ἀργύριον ἐκ τῆς οὐσίας τῆς Τισσαφέρνους. Τιθραύστης μὲν οὖν ἔτι περιμείνας ὀλίγον χρόνον ἐν ταῖς Σάρδεσιν ἀνέβαινεν ὡς βασιλέα, καταστήσας στρατηγοὺς ἐπὶ τῶν πραγμάτων Ἀριαῖον καὶ Πασιφέρνη καὶ παραδοὺς αὐτοῖς εἰς τὸν πόλεμον τὸ καταλειφθὲν ἀργύριον καὶ χρυσίον, ὅ φασι φανῆναι περὶ ἑπτακόσια τάλαντα.

τῶν δὲ Κυπρίων οἱ μετὰ τοῦ Κόνωνος καταπλεύσαντες εἰς τὴν Καῦνον, ἀναπεισθέντες ὑπό τινων διαβαλλόντων ὡς αὐτοῖς μὲν οὐ μέλλουσιν ἀποδιδόναι τὸν μισθὸν τὸν ὀφειλόμενον, παρασκευάζονται δὲ διαλύσεις μόνον ταῖς ὑπηρεσίαις καὶ τοῖς ἐπιβάταις, χαλεπῶς ἔφερον, καὶ συνελθόντες εἰς ἐκκλησίαν εἵλοντο στρατηγὸν αὑτῶν ἄνδρα Καρπασέα τὸ γένος καὶ τούτωι φυλακὴν ἔδοσαν τοῦ σώματος δύο στρατιώτας ἀφʼ ἑκάστης νεὼς … ιπ … ν … κνα … των … τὸν Κόνωνα … ὡς ἐτύγχανε. … υσ … εραιει κατελ … Κόνωνος … γετο περὶ τῶν … ων. Κόνων δὲ σιωπῆι διακούσας αὐτῶν τοὺς λόγους οὐκ εἴα πιστεύειν … εκλ … σ … τῶν Ἑλλήνων, ἀλλὰ πάντας ἔφη τὸν μισθὸν ἀπὸ τῆς ἴσης κομιεῖσθαι· ταύτην δὲ τὴν ἀπόκρισιν ποιησάμενος ἔφασκεν βούλεσθαι διαδηλῶσαι καὶ τοῖς ἄλλοις· ὁ δὲ στρατηγὸς ὁ τῶν Κυπρίων ὁ Καρπασεὺς αὐτῶι πρὸς τὸ πλῆθος τὸ τῶν στρατιωτῶν ἐπηκολούθει. ἐκείνου δὲ συνεξορμήσαντος, ἐπειδὴ πορευόμενοι κατὰ τὰς πύλας ἦσαν, ὁ μὲν Κόνων ὥσπερ ἔτυχεν ἡγούμενος ἐξεληλύθει πρότερος ἐκ τοῦ τείχους, τοῦ δὲ ἀνθρώπου τοῦ Καρπασέως, ὡς ἦν ἐξιὼν κατὰ τὰς πύλας, ἐπιλαμβάνονται τῶν Μεσσηνίων τινὲς τῶν Κόνωνι παρακολουθεῖν εἰωθότων οὐ μετὰ τῆς ἐκείνου γνώμης, ἐπιθυμοῦντες ἐν τῆι πόλει κατασχεῖν αὐτὸν ὅπως ἂν ὧν ἐξήμαρτεν δῶι δίκην. οἱ δὲ συνακολουθοῦντες τῶν Κυπρίων ἀντελαμβάνοντο τοῦ Καρπασέως καὶ διεκώλυον τοὺς Μεσσηνίους ἄγειν αὐτόν· αἰσθανόμενον δὲ καὶ τὸ τῶν ἔξω Κυπρίων πλῆθος ἐπεβοήθει τῶι στρατηγῶι. ὁ δὲ Κόνων ὁρῶν ὑπερέχοντας τοὺς ἀνθρώπους εἰσπηδήσας συνεισπίπτειν ἐκώλυσεν εἰς τὴν πόλιν· οἱ δὲ Κύπριοι τοὺς Μεσσηνίους τοὺς ἁψαμένους τοῦ Καρπασέως βάλλοντες ἀπέκρουσαν, αὐτοὶ δὲ πεπεισμένοι πάντα παρὰ τὰς συνθήκας τὸν Κόνωνα παρεσκευάσθαι περὶ τὴν τοῦ μισθοῦ διάδοσιν εἰσέβαινον εἰς τὰς τριήρεις ἐπὶ ταύταις ταῖς πράξεσιν, ὥς γέ τινες ἔλεγον, μέλλοντες τοὺς ἐκ τῆς Ῥόδου παραλαβόντες εἰς Κύπρον πλεῖν. κυριεύσαντες … δὲ τῆς α λ … αν … ν … ιο … ι … ου καὶ παρακαλέσαντες τοὺς βουλομένους τῶν Κυπρίων, βαδίζουσιν πρὸς τὴν ἀκρόπολιν ἵνα τὴν ἀρχὴν τοῦ Κόνωνος καταλύσωσιν ὡς αἰτίου γενομένου πάντων αὐτοῖς τῶν κακῶν, ὁμοίως δὲ … ποιης … ν αὐτοῖς εἰς … ὑπηρεσία … τῶν λόγων … ν … τὴν πόλιν τη —— ἀποπλεύσαντες ἀπὸ τῆς α … βουλόμενοι χρήσασθαι τοῖς αὐτόθι σκεύεσι τῶν τριήρων. Κόνων δὲ κατηγμένων τῶν Κυπρίων ἐλθὼν πρὸς Λεώνυμον τὸν τῶν πεζῶν ὕπαρχον εἶπεν αὐτῶι ὅτι μόνος δύναται τὰ πράγματα σῶσαι τὰ βασιλέως· εἰ γὰρ αὑτῶι βούλεται διδόναι τοὺς φρουροὺς τοὺς Ἕλληνας, οἳ τὴν Καῦνον φυλάττουσι καὶ τῶν Καρῶν ὡς πλείστους, παύσειν ἤδη τὴν ἐν τῶι στρατοπέδωι ταραχήν. κελεύσαντος δὲ τοῦ Λεωνύμου λαμβάνειν ὁπόσους βούλεται στρατιώτας, ταύτην μὲν τὴν ἡμέραν παρῆκεν—καὶ γὰρ ἥλιος ἦν ἤδη περὶ δυσμάς— εἰς δὲ τὴν ἐπιοῦσαν πρὶν ἡμέραν γενέσθαι λαβὼν παρὰ τοῦ Λεωνύμου τῶν τε Καρῶν συχνοὺς καὶ τοὺς Ἕλληνας ἅπαντας ἐξήγαγεν αὐτοὺς ἐκ τῆς πόλεως. ἔπειτα τοὺς μὲν ἔξωθεν αὐτοῦ τοῦ στρατοπέδου περιέστησεν, τοὺς δὲ παραγαγὼν πρός τε τὰς ναῦς καὶ τὸν αἰγιαλὸν διετάξατο. ταῦτα δὲ ποιήσας καὶ κελεύσας κηρῦξαι τὸν κήρυκα βαίνειν ἕκαστον τῶν στρατιωτῶν ἐπὶ τὴν ἑαυτοῦ, συνέλαβε τῶν Κυπρίων τόν τε Καρπασέα καὶ τῶν ἄλλων ἑξήκοντα, καὶ τοὺς μὲν ἀπέκτεινε, τὸν δὲ στρατηγὸν ἀνεσταύρωσεν. ἀκούσαντες δὲ τὰ ἐκεῖθεν οἱ καταλειφθέντες ἐν τῆι Ῥόδωι διηγανάκτουν, καὶ βαρέως ἐνεγκόντες τοὺς μὲν ἄρχοντας τοὺς ὑπὸ τοῦ Κόνωνος καταστάντας βάλλοντες ἐξήλασαν ἐκ τοῦ στρατοπέδου, τὸν δὲ λιμένα καταλιπόντες πολὺν θόρυβον καὶ ταραχὴν παρέσχον τοῖς Ῥοδίοις. ὁ δὲ Κόνων ἀφικόμενος ἐκ τῆς Καύνου τούς τε ἄρχοντας αὐτῶν συλλαβὼν ἀπέκτεινε καὶ τοῖς ἄλλοις μισθὸν διέδωκε. τὸ μὲν οὖν βασιλικὸν στρατόπεδον οὕτως εἰς μέγαν κίνδυνον προελθὸν διὰ Κόνωνα καὶ τὴν ἐκείνου προθυμίαν ἐπαύσατο τῆς ταραχῆς.

Ἀγησίλαος δὲ παραπορευόμενος εἰς τὸν Ἑλλήσποντον ἅμα τῶι στρατεύματι τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων ὅσον μὲν χρόνον ἐβάδιζε διὰ τῆς Λυδίας οὐδὲν κακὸν ἐποίει τοὺς ἐνοικοῦντας, βουλόμενος ἐμμένειν ταῖς σπονδαῖς ταῖς πρὸς Τιθραύστην γενομέναις. ἐπειδὴ δὲ κατῆρεν εἰς τὴν χώραν τὴν Φαρναβάζου, προῆγε τὸ στράτευμα λεηλατῶν καὶ πορθῶν τὴν γῆν. ἐπειδὴ δὲ παραλλάξας τό τε Θήβης πεδίον καὶ τὸ Ἀπίας καλούμενον εἰσέβαλεν εἰς τὴν Μυσίαν, ἐνέκειτο τοῖς Μυσοῖς κελεύων αὐτοὺς συστρατεύειν μετʼ αὐτῶν· εἰσὶ γὰρ οἱ πολλοὶ τῶν Μυσῶν αὐτόνομοι καὶ βασιλέως οὐχ ὑπακούοντες. ὅσοι μὲν οὖν τῶν Μυσῶν μετέχειν ἡιροῦντο τῆς στρατείας οὐδὲν ἐποίει κακὸν αὐτούς, τῶν δὲ λοιπῶν ἐδήιου τὴν χώραν. ἐπειδὴ δὲ προιὼν ἐγένετο κατὰ μέσον μάλιστα τὸν Ὄλυμπον τὸν Μύσιον καλούμενον, ὁρῶν χαλεπὴν καὶ στενὴν οὖσαν τὴν δίοδον καὶ βουλόμενος ἀσφαλῶς πορευθῆναι διʼ αὐτῆς, πέμψας τινὰ πρὸς τοὺς Μυσοὺς καὶ σπεισάμενος πρὸς αὐτοὺς ἦγε τὸ στράτευμα διὰ τῆς χώρας. παρέντες δὲ τὸ πλῆθος τῶν Πελοποννησίων καὶ τῶν συμμάχων, ἐπιθέμενοι τοῖς τελευταίοις αὐτῶν καταβάλλουσί τινας τῶν στρατιωτῶν ἀτάκτων διὰ τὰς στενοχωρίας ὄντων. Ἀγησίλαος δὲ καταζεύξας τὸ στράτευμα ταύτην τὴν ἡμέραν ἡσυχίαν ἦγε ποιῶν τὰ νομιζόμενα τοῖς ἀποθανοῦσι—διεφθάρησαν δὲ περὶ πεντήκοντα τῶν στρατιωτῶν—, εἰς δὲ τὴν ἐπιοῦσαν καθίσας εἰς ἐνέδραν πολλοὺς τῶν μισθοφόρων τῶν Δερκυλιδείων καλουμένων ἀναστὰς προῆγε τὸ στράτευμα πάλιν. τῶν δὲ Μυσῶν οἰηθέντες ἕκαστοι διὰ τὴν πληγὴν τὴν τῆι προτεραίαι γενομένην ἀπιέναι τὸν Ἀγησίλαον ἐξελθόντες ἐκ τῶν κωμῶν ἐδίωκον, ὡς ἐπιθησόμενοι τοῖς τελευταίοις τὸν αὐτὸν τρόπον. οἱ δὲ τῶν Ἑλλήνων ἐνεδρεύοντες, ὡς ἦσαν κατʼ αὐτούς, ἐκπηδήσαντες ἐκ τῆς ἐνέδρας εἰς χεῖρας ἤιεσαν τοῖς πολεμίοις. τῶν δὲ Μυσῶν οἱ μὲν ἡγούμενοι καὶ πρῶτοι διώκοντες ἐξαίφνης τοῖς Ἕλλησι συμμείξαντες ἀποθνήισκουσιν, οἱ δὲ πολλοὶ κατιδόντες τοὺς πρώτους αὑτῶν ἐν πληγαῖς ὄντας ἔφευγον πρὸς τὰς κώμας. Ἀγησίλαος δὲ προσαγγελθέντων αὐτῶι τούτων μεταβαλόμενος ἀπῆγε τὸ στράτευμα πάλιν τὴν αὐτὴν ὁδὸν ἕως συνέμειξε τοῖς ἐν ταῖς ἐνέδραις καὶ κατεσκήνωσεν εἰς τὸ στρατόπεδον ἧι καὶ τῆι προτέραι κατεστρατοπέδευσεν. μετὰ δὲ ταῦτα τῶν μὲν Μυσῶν ὧν ἦσαν οἱ ἀποθανόντες ἕκαστοι κήρυκας πέμψαντες α … ἀνείλοντο τοὺς νεκροὺς ὑποσπόνδους· ἀπέθανον δὲ πλείους ἢ τριάκοντα καὶ ἑκατόν. Ἀγησίλαος δὲ λαβὼν ἐκ τῶν κωμῶν τινας καθηγεμόνας καὶ ἀναπαύσας τρεῖς ἡμέρας τοὺς στρατιώτας ἦγεν εἰς τὸ πρόσθεν τὸ στράτευμα, καὶ καταβιβάσας εἰς τὴν χώραν τῶν Φρυγῶν, οὐκ εἰς ἣν τοῦ προτέρου θέρους ἐνέβαλεν, ἀλλʼ εἰς ἑτέραν οὖσαν ἀπόρθητον, κακῶς αὐτὴν ἐποίει, Σπιθραδάτην ἔχων ἡγεμόνα καὶ τὸν ὑόν. ὁ δὲ Σπιθραδάτης τὸ μὲν γένος ἦν Πέρσης, διατρίβων δὲ παρὰ τῶι Φαρναβάζωι καὶ θεραπεύων αὐτόν, ἔπειτα δὲ εἰς ἔχθραν καταστὰς πρὸς αὐτόν, φοβηθεὶς μὴ καταληφθῆι καὶ κακόν τι πάθηι, παραυτίκα μὲν ἀπέφυγεν εἰς Κύζικον, ὕστερον δὲ ὡς Ἀγησίλαον ἧκεν ἄγων Μεγαβάτην ὑὸν νέον ὄντα καὶ καλόν. Ἀγησίλαος δὲ τούτων γενομένων ἀνέλαβεν αὐτοὺς μάλιστα μὲν ἕνεκα τοῦ μειρακίου—λέγεται γὰρ ἐπιθυμητικῶς αὐτοῦ σφόδρα ἔχειν—ἔπειτα δὲ καὶ διὰ Σπιθραδάτην, ἡγούμενος ἡγεμόνα τε τῆς στρατιᾶς αὐτοῖς ἔσεσθαι καὶ πρὸς ἄλλα χρήσιμον. ἐκείνους μὲν οὖν τούτων ἕνεκα ὑπεδέξατο προθύμως, αὐτὸς δὲ προάγων εἰς τὸ πρόσθεν ἀεὶ τὸ στράτευμα καὶ λεηλατῶν τὴν τοῦ Φαρναβάζου χώραν ἀφικνεῖται πρὸς χωρίον ὃ καλεῖται Λεόντων Κεφαλαί. καὶ ποιησάμενος πρὸς αὐτὸ προσβολάς, ὡς οὐδὲν ἐπέραινεν, ἀναστήσας τὸ στράτευμα προῆγεν εἰς τὸ πρόσθε πορθῶν καὶ λεηλατῶν τῆς χώρας τὴν ἀκέραιον. ἀφικόμενος δὲ πάλιν πρὸς Γορδίειον, χωρίον ἐπὶ χώματος ὠικοδομημένον καὶ κατεσκευασμένον καλῶς, καὶ καταζεύξας τὸ στράτευμα περιέμενεν ἓξ ἡμέρας, πρὸς μὲν τοὺς πολεμίους προσβολὰς ποιούμενος, τοὺς δὲ στρατιώτας ἐπὶ πολλοῖς ἀγαθοῖς συνέχων. ἐπειδὴ δὲ βιάσασθαι τὸ χωρίον οὐκ ἠδύνατο διὰ τὴν Ῥαθάνου προθυμίαν, ὃς ἐπῆρχεν αὐτοῦ Πέρσης ὢν τὸ γένος, ἀναστήσας ἦγεν ἄνω τοὺς στρατιώτας, κελεύοντος τοῦ Σπιθριδάτου εἰς Παφλαγονίαν πορεύεσθαι.

μετὰ δὲ ταῦτα προάγων τοὺς Πελοποννησίους καὶ τοὺς συμμάχους πρὸς τὰ ὅρια τῆς Φρυγίας καὶ τῆς Παφλαγονίας ἐκεῖ τὸ στράτευμα κατεστρατοπέδευσε, τὸν δὲ Σπιθριδάτην πρὸς Γύην ἔπεμψεν· ὁ δὲ πορευθεὶς καὶ πείσας ἐκεῖνον ἧκε πρέσβεις ἄγων. Ἀγησίλαος δὲ ποιησάμενος σπονδὰς ἐκ τῆς τῶν Παφλαγόνων ἀπήγαγε διὰ ταχέων τὴν στρατιὰν ἐπὶ θάλατταν, φοβούμενος μὴ χειμῶνος τῆς τροφῆς ἐνδέωσιν. ἐποιεῖτο δὲ τὴν πορείαν οὐκέτι τὴν αὐτὴν ὁδὸν ἥνπερ ἦλθεν ἀλλʼ ἑτέραν, ἡγούμενος διὰ τῆς Βιθυνίδος διεξιοῦσι ἀκοπωτέρως ἔσεσθαι τοῖς στρατιώταις. ἀπέστειλε δὲ … ιτ … ρ … υ … αὐτῶι Γύης το … ντ … των … ἱππέας μὲν περὶ χιλίους, πεζοὺς δὲ πλείους δισχιλίων. καταγαγὼν δὲ τὸ στράτευμα κατὰ Κίον τῆς Μυσίας, πρῶτον μὲν περιμείνας ἡμέρας αὐτοῦ δέκα κακῶς ἐποίει τοὺς Μυσοὺς πάλιν ἀνθʼ ὧν ἐπεβούλευσαν αὐτῶι περὶ τὸν Ὄλυμπον, ὕστερον δὲ προῆγε τοὺς Ἕλληνας διὰ τῆς Φρυγίας τῆς παραθαλαττιδίου, καὶ προσβαλὼν πρὸς χωρίον τὸ καλούμενον Μιλήτου Τεῖχος, ὡς οὐκ ἠδύνατο λαβεῖν, ἀπῆγε τοὺς στρατιώτας. ποιούμενος δὲ τὴν πορείαν παρὰ τὸν Ῥύνδακον ποταμὸν ἀφικνεῖται πρὸς τὴν Δασκυλῖτιν λίμνην, ὑφʼ ἧι κεῖται τὸ Δασκύλειον, χωρίον ὀχυρὸν σφόδρα καὶ κατεσκευασμένον ὑπὸ βασιλέως, οὗ καὶ τὸν Φαρνάβαζον ἔλεγον ἀργύριον ὅσον ἦν αὐτῶι καὶ χρυσίον ἀποτίθεσθαι. κατεστρατοπεδευκὼς δὲ τοὺς στρατιώτας ἐκεῖθι μετεπέμπετο Πάγκαλον, ὃς ἐπιβάτης τῶι ναυάρχωι Χειρικράτει πεπλευκὼς ἐπεμελεῖτο τοῦ Ἑλλησπόντου πέντε τριήρεις ἔχων. παραγενομένου δὲ τοῦ Παγκάλου διὰ ταχέων καὶ ταῖς τριήρεσιν εἰσπλεύσαντος εἰς τὴν λίμνην, ἐκεῖνον μὲν ἐκέλευσεν ὁ Ἀγησίλαος ἐνθέμενον ὅσα τῶν διηρπασμένων ἦν πλείονος ἄξια διαγαγεῖν εἰς τ … ον … περὶ Κύζικον, ὅπως ἀπʼ αὐτῶν μισθὸς τῶι στρατεύματι γένοιτο. τοὺς δὲ στρατιώτας τοὺς ἀπὸ τῆς Μυσίας ἀπέλυσε προστάξας αὐτοῖς ἥκειν εἰς τὸ ἔαρ, παρασκευαζόμενος τὸν ἐπιόντα χειμῶνα βαδίζειν εἰς Καππαδοκίαν, ἀκούων ταύτην τὴν χώραν διατείνειν ὥσπερ ταινίαν στενήν, ἀρξαμένην ἀπὸ τῆς Ποντικῆς θαλάττης μέχρι Κιλικίας καὶ Φοινίκης, καὶ τὸ μῆκος αὐτῆς εἶναι τοσοῦτον ὥστε τοὺς ἐκ Σινώπης βαδίζοντας———