Ἀθήναιος Περὶ δὲ τῆς γενέσεως αὐτῶν ὀρτύγων Φανόδημος ἐν δευτέρῳ Ἀτθίδος φησὶν, ὡς κατεῖδεν Ἐρυσίχθων Δῆλον τὴν νῆσον, τὴν ὑπὸ τῶν ἀρχαίων καλουμένην Ὀρτυγίαν, παρὰ τὰς ἀγέλας τῶν ζῴων τούτων φερομένας ἐκ τοῦ πελάγους ἱζάνειν εἰς τὴν νῆσον, διὰ τὸ εὔορμον εἶναι.
Ἀριστοφάνους Σχόλια Κολαινὶς .... φησὶ δὲ Ἑλλάνικος, Κόλαινον Ἕρμου ἀπόγονον ἐκ μαντείου ἱερὸν αὐτῆς ἱδρύσασθαι Κολαινίδος, καὶ Φανόδημος ἐν τῇ τετάρτῃ.
Σοῦδα Παρθένοι. Τὰς Ἐρεχθέως θυγατέρας οὕτως ἔλεγον καὶ ἐτίμων. Ἦσαν δὲ ἀριθμὸν ἕξ. Πρεσβυτάτη μὲν Πρωτογένεια· δευτέρα δὲ Πανδώρα· τρίτη Πρόκρις· τετάρτη Κρέουσα· πέμπτη Ὠρείθυια· ἕκτη Χθονία. Τούτων λέγεται Πρωτογένεια καὶ Πανδώρα δοῦναι ἑαυτὰς σφαγῆναι ὑπὲρ τῆς χώρας, στρατιᾶς ἐλθούσης ἐκ Βοιωτίας. Ἐσφαγιάσθησαν δὲ ἐν τῷ Ὑακίνθῳ καλουμένῳ πάγῳ ὑπὲρ τῶν Σφενδονίων. Διὸ καὶ οὕτως καλοῦνται παρθένοι Ὑακινθίδες, καθάπερ μαρτυρεῖ Φανόδημος ἐν τῇ πέμπτῃ Ἀτθίδι, μεμνημένος τῆς τιμῆς αὐτῶν.
Νατάλις Κόμης Αἰγεὺς ὁ Πανδίονος υἱὸς βασιλεύων Ἀθηνῶν γαμεῖ Μήταν πρῶτον τὴν Ὁπλῆτος, δεύτερον Χαλκιόπην Ῥηξήνορος.
Σοῦδα Τριτοπάτορες .... Φανόδημος δὲ ἐν ἕκτῳ φησὶν, ὅτι μόνοι οἱ Ἀθηναῖοι θύουσί τε καὶ εὔχονται αὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν· ἐν δὲ τῷ Ὀρφέως Φυσικῷ ὀνομάζεσθαι τοὺς Τριτοπάτορας Ἀμαλκείδην καὶ Πρωτοκλέα καὶ Πρωτοκρέοντα, θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων.
Ἀθήναιος Αἰγύπτιοι τὸν ὑποξίζοντα ἄρτον κυλλάστιν καλοῦσι. Μνημονεύει δʼ αὐτοῦ Ἀριστοφάνης ἐν Δαναΐσι ... μνημονεύουσιν αὐτοῦ καὶ Ἑκαταῖος καὶ Ἡρόδοτος καὶ ὁ Φανόδημος ἐν ἑβδόμῃ Ἀτθίδος.
Οὐαλέριος Ἁρποκρατίων Λεωκόρειον, Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. Τὸ δὲ Λεωκόρειον εἶναί φησι Φανόδημος ἐννάτῳ Ἀτθίδος ἐν μέσῳ τῷ Κεραμεικῷ.
Πρόκλος Τοὺς δὲ Ἀθηναίους Καλλισθένης μὲν καὶ Φανόδημος πατέρας τῶν Σαϊτῶν ἱστοροῦσι γενέσθαι.
Διονύσιος ὁ Ἁλικαρνασσεύς Τεῦκρον δὲ ἄλλοι τε πολλοὶ καὶ Φανόδημος, ὁ τὴν Ἀττικὴν γράψας ἀρχαιολογίαν, ἐκ τῆς Ἀττικῆς μετοικῆσαί φασιν εἰς τὴν Ἀσίαν, δήμου Ξυπεταίας ἄρχοντα· καὶ πολλὰ παρέχονται τοῦ λόγου τεκμήρια, κρατήσαντα δὴ χώρας συχνῆς τε καὶ ἀγαθῆς, καὶ οὐ πολὺ τὸ ἐπιχώριον γένος ἐχούσης, ἀσμένως τὸν Δάρδανον ἰδεῖν, καὶ τὸ σὺν αὐτῷ παραγενόμενον Ἑλληνικὸν, τῶν τε πρὸς τοὺς βαρβάρους πολέμων συμμαχίας ἕνεκα, καὶ ἵνα ἡ γῆ μὴ ᾖ ἔρημος.
Ἀριστοφάνους Σχόλια Ἀδμήτου λόγον, ὦ ʼταῖρε, μαθὼν, τοὺς ἀγαθοὺς φίλει· Αὐτὸς δὲ ὁ Ἀρτεμίδωρος φησὶ, Φαινόδημον λέγειν, ὅτι φυγὰς ἐκ Φερῶν Ἄδμητος ἦλθε πρὸς Θησέα, τὸν Ἀλκήστιδος καὶ Ἱππάσου νεώτατον παῖδα, καὶ κατῳκίσθη παρʼ αὐτοῦ ἐν τῇ αὐτοῦ χώρᾳ, εἰς ὃν τὸ σκόλιον.
Ἐτυμολογικὸν τὸ Μέγα Ταυροπόλον, τὴν Ἄρτεμιν· ... οἱ δὲ λέγουσιν, ὅτι τῶν Ἑλλήνων βουλομένων ἀνελεῖν τὴν Ἰφιγένειαν ἐν Αὐλίδι, ἡ Ἄρτεμις ἀντέδωκεν ἔλαφον· κατὰ δὲ Φανόδημον, ἄρκτον.
Τζέτζης Ἡ δὲ Ἄρτεμις αὐτὴν τὴν Ἰφιγένειαν ἐλεήσασα, κατὰ Φανόδημον τὸν ἱστορικὸν, εἰς ἄρκτον μετέβαλε.
Σοῦδα Ἐπὶ Παλλαδίῳ, δικαστήριον Ἀθήνησιν, ἐν ᾧ οἱ Ἐφέται ἀκουσίου φόνου ἐδίκαζον. Ἀργεῖοι γὰρ ἀπὸ Ἰλίου πλέοντες, ἡνίκα προσέσχον Φαλήροις, ὑπὸ Ἀθηναίων ἀγνούμενοι ἀνῃρέθησαν. Ὕστερον δὲ Ἀκάμαντος γνωρίσαντος, καὶ τοῦ Παλλαδίου εὑρεθέντος, κατὰ χρησμὸν αὐτόθι τὸ δικαστήριον ἀπέδειξαν, ὡς Φανόδημος.
Ἀθήναιος Τὴν δὲ τῶν Χοῶν ἑορτὴν, τὴν Ἀθήνησιν ἐπιτελουμένην, Φανόδημός φησι Δημοφῶντα τὸν βασιλέα βουλόμενον ὑποδέξασθαι παραγενόμενον τὸν Ὀρέστην Ἀθήναζε· πρὸς δὲ τὰ ἱερὰ οὐ θέλων αὐτὸν προσιέναι, οὐδʼ ὁμόσπονδον γενέσθαι, μήπω δικασθέντα, ἐκέλευσε συγκλεισθῆναι τά τε ἱερά, καὶ χόα οἴνου ἑκάστῳ παρατεθῆναι, τῷ πρώτῳ ἐκπιόντι εἰπὼν ἆθλον δοθήσεσθαι πλακοῦντα. Παρήγγειλέ τε καὶ τοῦ πότου παυσαμένους τοὺς μὲν στεφάνους, οἷς ἐστεφανοῦντο, πρὸς τὰ ἱερὰ μὴ τιθέναι, διὰ τὸ ὁμωρόφους γενέσθαι τῷ Ὀρέστῃ, περὶ δὲ τὸν χόα τὸν ἑαυτοῦ ἕκαστον περιθεῖναι, καὶ τῇ ἱερείᾳ ἀποφέρειν τοὺς στεφάνους πρὸς τὸ ἐν Λίμναις τέμενος, ἔπειτα θύειν ἐν τῷ ἱερῷ τὰ ἐπίλοιπα· καὶ ἔκτοτε τὴν ἑορτὴν κληθῆναι χόας.
Ἀθήναιος Φανόδημος δὲ πρὸς τῷ ἱερῷ φησι τοῦ ἐν Λίμναις Διονύσου τὸ γλεῦκος φέροντας τοὺς Ἀθηναίους ἐκ τῶν πίθων τῷ θεῷ κιρνάναι, εἶτʼ αὑτοῖς προσφέρεσθαι, ὅθεν καὶ Λιμναῖον κληθῆναι τὸν Διόνυσον, ὅτι μιχθὲν τὸ γλεῦκος τῷ ὕδατι τότε πρῶτον ἐπόθη κεκραμένον· διόπερ ὀνομασθῆναι τὰς πηγὰς νύμφας καὶ τιθήνας τοῦ Διονύσου, ὅτι τὸν οἶνον αὐξάνει τὸ ὕδωρ κιρνάμενον.
Ἀθήναιος Ὅτι τοὺς ἀσώτους καὶ τοὺς μὴ ἔκ τινος περιουσίας ζῶντας τὸ παλαιὸν ἀνεκαλοῦντό τε οἱ Ἀρεοπαγῖται καὶ ἐκόλαζον, ἱστόρησαν Φανόδημος καὶ Φιλόχορος.
Πλούταρχος Ἅμα δʼ ἡμέρᾳ Ξέρξης μὲν ἄνω καθῆτο τὸν στόλον ἐποπτεύων καὶ τὴν παράταξιν, ὡς μὲν Φανόδημός φησιν, ὑπὲρ τὸ Ἡράκλειον, ᾗ βραχεῖ πόρῳ διείργεται τῆς Ἀττικῆς ἡ νῆσος Σαλαμίς, ὡς δʼ Ἀκεστόδωρος, ἐν μεθορίῳ τῆς Μεγαρίδος, ὑπὲρ τῶν καλουμένων Κεράτων.
Πλούταρχος ταῖς ναυσὶ παρορμεῖν, οὐκ ὄντα μάχεσθαι τοῖς Ἕλλησι πρόθυμον, ἀλλὰ προσδεχόμενον ὀγδοήκοντα ναῦς Φοινίσσας ἀπὸ Κύπρου προσπλεούσας. Ταύτας φθῆναι βουλόμενος ὁ Κίμων ἀνήχθη, βιάζεσθαι παρεσκευασμένος, ἂν ἑκόντες μὴ ναυμαχῶσιν. Οἱ δὲ πρῶτον μὲν, ὡς μὴ βιασθεῖεν, εἰς τὸν ποταμὸν εἰσωρμίσαντο, προσφερομένων δὲ τῶν Ἀθηναίων, ἀντεξέπλευσαν, ὡς ἱστορεῖ Φανόδημος, ἑξακοσίαις ναυσὶν, ὡς δʼ Ἔφορος, πεντήκοντα καὶ τριακοσίαις.
Πλούταρχος Τελευτῶν τοὺς περὶ αὑτὸν ἐκέλευσεν εὐθὺς ἀποπλεῖν, ἀποκρυψαμένους τὸν θάνατον αὐτοῦ. Καὶ συνέβη, μήτε τῶν πολεμίων, μήτε τῶν συμμάχων αἰσθομένων, ἀσφαλῶς αὐτοὺς ἀνακομισθῆναι, στρατηγουμένους ὑπὸ Κίμωνος, ὥς φησι Φανόδημος, τεθνηκότος ἐφʼ ἡμέρας τριάκοντα.
Ἀθήναιος Διοπείθης δὲ ὁ Λοκρὸς, ὥς φησι Φανόδημος, παραγενόμενος εἰς Θήβας, καὶ ὑποζωννύμενος οἴνου κύστεις μεστὰς καὶ γάλακτος, καὶ ταύτας ἀποθλίβων, ἀνιμᾷν ἔλεγεν ἐκ τοῦ στόματος.
Ἡρπάσθαι δὲ αὐτήν φασιν οἱ μὲν ἐκ Σικελίας, Βακχυλίδης δὲ ἐκ Κρήτης, Ὀρφεὺς ἐκ τῶν περὶ τὸν ὠκεανὸν τόπων, Φανόδημος δὲ ἀπὸ τῆς Ἀττικῆς, Δημάδης δὲ ἐν νάπαις.
Εὐστάθιος ὁ Θεσσαλονίκης Ζ Φαύλως οὖν ὁ Φανόδημος Ἀφροδίτην νομίζει τὴν Δάειραν καὶ τὴν αὐτὴν τῇ Δήμητρι λέγει.
Οὐαλέριος Ἁρποκρατίων Χαλκεῖα, Ὑπερίδης ἐν τῷ κατὰ Δημέου ξενίας. Τὰ Χαλκεῖα ἑορτὴ παρʼ Ἀθηναίοις ἀγομένη Πυανεψιῶνος ἔνῃ καὶ νέᾳ, χειρώναξι κοινὴ, μάλιστα δὲ χαλκεῦσιν, ὥς φησιν Ἀπολλώνιος ὁ Ἀχαρνεύς. Φανόδημος δὲ οὐκ Ἀθηνᾷ φησιν ἄγεσθαι τὴν ἑορτὴν, ἀλλὰ Ἡφαίστῳ.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Γαλεοὶ, μάντεις· οὗτοι κατὰ τὴν Σικελίαν ᾤκησαν, καὶ γένος τὶ, ὥς φησι Φανόδημος καὶ Ῥίνθων Ταραντῖνοι.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Ταῦρος ... Φανόδημος φησὶ τὰς κριθὰς προσαγορεύεσθαι ταῦρον, ὅτι κέρας ἔχουσιν.
Ἡσύχιος ὁ Ἀλεξανδρεύς Ἀχάνας τινὲς μὲν Περσικὰ μέτρα, Φανόδημος δὲ κίστας, εἰς ἃς κατετίθεντο τοὺς ἐπισιτισμοὺς οἱ ἐπὶ θεωρίας ἰόντες, οἱ εἰς θεοὺς στελλόμενοι.
Οὐαλέριος Ἁρποκρατίων Ἑκάτης νῆσος, Λυκοῦργος κατὰ Μενεσαίχμου. Πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπʼ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς Φανόδημος ἐν πρώτῃ Δηλιακῶν. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ Σημὸς ἐν τῇ πρώτῃ, διὰ τὸ τοῖς Ψαμμήτοις τιμᾶσθαι τὴν θεόν. Ψάμμητα δʼ ἐστὶ ψαιστῶν τις ἰδέα.