eul_wid: qja-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Medical Recipe for Demetrius by Aglaias of Byzantium

The Medical Recipe for Demetrius is a lost didactic poem by Aglaias of Byzantium, a physician from Constantinople. Composed in verse and structured in nineteen passages, the work is a technical prescription addressed to an individual named Demetrius, situating it within the Byzantine tradition of rendering medical material in poetic form for mnemonic and instructional purposes. Its content focused on medical treatment and pharmacology, employing a didactic poetic form and indicating a relationship of patronage through its dedication. The work is known solely from an entry in the tenth-century Byzantine encyclopedia, the Suda, which records its title, author, and format, but no fragments or further description of its medical content survive. As a lost verse recipe, the poem exemplifies the breadth of technical didactic poetry in the Greek tradition and provides evidence for professional medical exchange and patronage in the Byzantine world.

Ἀγλαΐας τόδε σοι Βυζάντιος ἐσθλὸν ἰάλλω
ἰητὴρ ἑτάρῳ δῶρον ἀοιδοπόλῳ,
ὀφθαλμῶν μὲν ἄκος, Δημήτριε, τῶν ὑποχεῖσθαι
ἀρχομένων, ὑπʼ ἐμῆς δʼ εὑρεθὲν εὐμογίης.
καὶ σοὶ δʼ ἔξοχον ἔσται ἐς ἄχθεα, παντί τʼ ὄνειαρ
παρμόνιμον, κάμψῃς ἄχρι κεν ἐς πλέονας.
ὅσσα δʼ ἔχει θρόνα λέξαι ἔοικέ μοι, ὡς ἐπαρήγειν
χρῄσαντι σθεναρὴ σύνθεσις ἥδε πέλει.
ἄνθους μὲν χαλκοῦ πεντώβολον, ἰσοβαρὲς δὲ
τοῦ συοδηλήτου τὴν ἐρατὴν γενέτιν.
καὶ μεῖον τούτων ὀβολῷ στρόγγυλμα πυραιθὲς
πρόσθες ὃ Καλλατικοῖς ἄλδεται ἐν δαπέδοις.
καὶ δύο διδράχμω, τὸ μὲν ἐκ ξανθότριχος ἄνθους,
αἴνυσο δʼ ἐκ μηδέων θάτερον ἱπποδάμου,
ἡμίσταθμον ὅτου πατρὸς ψευδωνύμου ἔστω,
ὃς γῆμαι δμωῆς υἱέϊ δῶκε κόρην.
στῆσον δʼ αὖ ἀλόϊον ἓν ἥμισυ τοῦ προτέροιο
ἄχθος· ἄγε στάχυος Σινδογενοῦς ὀβολόν.
διστάσιος δʼ αὐτῷ πελέτω λίθος εἰαριήτης,
διστάσιον δʼ ἀφροῦ θρύμμα Φακουσιακοῦ.
σὺν δὲ τριάκοντα δραχμαῖς ἔτι καὶ δύο μίσγε
ὁλκὰς ἐξ ἄνθους νάμασι πηγὸς ἁλός.
καὶ Ζακορίσου Μούσαις ἰσάριθμον ὄπισμα
δραχμόθεν ἔστω σοι συγκατακιρνάμενον
τετραμόρου κοτύλης ὃ τιτύσκεται οὐ διὰ χειρῶν
ἐν δαπέδοις Ἀκτῆς ἀλλὰ διὰ στομάτων.
λεῖα δὲ πάντα καθʼ ἓν τρίψας ἀνάμισγε σὺν ὑγροῖς
τημελέως τʼ ἀπόθου τεῦχος ἐς ἀργύρεον.