eul_wid: sha-aa

Περὶ Παρθενίας
On Virginity

Basil of Ancyra On Virginity PDF

669 (1t) ΠΕΡΙ ΤΗΣ ΕΝ ΠΑΡΘΕΝΙΑ ΑΛΗΘΟΥΣ ΑΦΘΟΡΙΑΣ ΠΡΟΣ ΛΗΤΟΙΟΝ ΕΠΙΣΚΟΠΟΝ ΜΕΛΙΤΗΝΗΣ 1. Οἱ μὲν πολλοὶ τῶν τὸν νυμφίον ἡμῶν περιεπόντων Χριστὸν, ὅσους ὁ οὐράνιος ἔρως πρὸς τὴν τοῦ καλοῦ κατανόησιν ἔτρωσεν, ἄλλας παρ’ ἄλλοις τοῦ καλοῦ τὰς ἰδέας ἀσκουμένας ἐν τῇ Ἐκκλησίᾳ ἰδόντες, οἱ μὲν τῆς παρθενίας ὕμνους, οἱ δὲ τῶν νηστείαις τε καὶ χαμευνίαις ὑπωπιαζόντων τὸ σῶμα ἐγκώμια, ἄλλοι δὲ τὸ μεγαλόψυχον τῶν πιπρασκόντων διὰ τὸν Κύριον τὰ ὑπάρχοντα θαυμάζοντες, τοὺς ἐπαίνους ἐν μακρῷ διεξέρχονται· οὐχ ὅπως ἕκαστον μετιέναι προσήκει τῶν εἰρημένων, ἀναγκαῖον εἶναι διδάσκειν οἰόμενοι, ἀλλὰ τοὺς ἐπαίνους τῶν εἰρημένων εἰς τὴν τοῦ καλοῦ προκοπὴν μόνον ἀρκεῖν λογιζόμενοι.
672 Ἐγὼ δέ σοι, ἐπισκόπων ὁμόψυχε Λητόϊε, οὐχὶ παρθενίας ὕμνον, οὐδὲ τῶν τὰ ὑπάρχοντα πιπρασκόντων ἐγκώμιον, ἢ τῶν νηστείαις κατατηκόντων τὰ σώματα ἔπαινον, ἀλλὰ τί τούτων ἕκαστον, καὶ πῶς κατορθούμενον πρὸς τὴν ὄντως ἀρετὴν συντελεῖ, ὥσπερ ἐν αἰθρίᾳ ἐπιδεῖξαι προεθυμήθην· οὐχ ἵνα σε προλαβόντα τούτων τὴν σύνεσιν, πρὸς τὴν τοῦ καλοῦ κατανόησιν ἐν τῇ θεωρίᾳ τῆς διαφορᾶς τῶν ἀρετῶν ἐπιστήσω· ἀλλ’ ἵν’ ἅμα σοι διαρθρῶν ἕκαστον, οἷόν τι τὴν φύσιν ἐστὶν, οὐ τοὺς ὑπὸ σοῦ μόνον ἔρωτα τοῦ καλοῦ λοιπὸν διὰ σὲ γνήσιον ἐν στέρνοις λαβόντας, ἀλλὰ καὶ τοὺς λοιποὺς τῶν ἐντυγχανόντων, καθάπερ ἐν πίνακι χρωματογραφηθὲν τῆς ὄντως παρθενίας τὸ κάλλος, πῶς καὶ πόθεν, καὶ ποίοις τισὶ χρώμασιν ἀρετῆς τοῦτο κοσμεῖται, ἀκριβῶς καταμαθεῖν παρασχὼν, ἀσφαλέστερον ἕκαστον μετιέναι τὸ σπουδαζόμενον καλὸν μετὰ τῆς ἐνούσης εὐνοίας διδάξω. 2. Μέγα μὲν γὰρ, ὡς ἀληθῶς, παρθενία, τῷ ἀφθάρτῳ Θεῷ, ὡς ἐν κεφαλαίῳ εἰπεῖν, ἐξομοιοῦσα τὸν ἄνθρωπον. Οὐκ ἀπὸ σωμάτων δὲ ἄρα ἐπὶ ψυχὰς αὐτὴ ὁδεύει· ἀλλὰ ψυχῆς τῆς ἀσωμάτου οὖσα ἐξαίρετος, τῇ ταύτης θεοφιλεῖ παρθενίᾳ ἄφθορα φυλάττει τὰ σώματα. Τοῦ γὰρ ὄντως καλοῦ ἡ ψυχὴ φαντασίαν λαβοῦσα, καθάπερ τινὶ πτερῷ πρὸς αὐτὸ τῇ ἀφθαρσίᾳ πτερωθεῖσα, καὶ τῷ ὁμοίῳ τὸ ὅμοιον, τῇ ἐν αὐτῇ ἀφθαρσίᾳ φημὶ, τὸν ἄφθαρτον Θεὸν θεραπεύεσθαι μόνως πρὸς ἀξίαν ἀθροῦσα, τὴν τοῦ σώματος παρθενίαν, θεράπαιναν εἰς τὴν τοῦ καθ’ ἑαυτὴν κάλλους θεραπείαν ἐπάγεται, καὶ πάρεδρον ἀοχλήτως πρὸς τὴν τοῦ Θεοῦ θεωρίαν ταύτην ἔχειν ἀεὶ βουλομένη, τὰς ἐνοχλούσας αὐτῇ τοῦ σώματος ἡδονὰς ὡς ποῤῥωτάτω ἐλαύνει. Τὴν μὲν τῶν ὑπὸ γαστέρα ἡδονῶν ἐγκράτειαν, τῆς σωματικῆς παρθενίας θεράπαιναν, αὐτὴν δὲ ταύτην τῆς καθ’ ἑαυτὴν, ποιουμένη· ὡς τὰ ἄλλα μὲν ἅπαντα, καὶ τροφῶν ἐγκράτειαν, καὶ τὴν λοιπὴν σκληραγωγίαν, μαχομένην ταῖς ῥεούσαις κατὰ τῆς ἐν σώματι παρθενίας διὰ τῶν αἰσθήσεων ἡδοναῖς· ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ σώματος παρθενίαν, οὐ δι’ ἕτερόν τι, ἢ δι’ ἑαυτὴν φιλοκάλως ἀσκεῖσθαι, ἵνα τὴν ἑαυτῆς παρθενίαν ἄφθορον ἁπάσης μοχθηρᾶς ἐννοίας φυλάξασα, τὴν πρὸς τὸν ἄφθαρτον Θεὸν ἐξομοίωσιν, ὥσπερ ἐν ἀκηλιδώτῳ κατόπτρῳ λοιπὸν αὐτοῦ τὰς παρ’ ἑαυτοῦ αὐτῇ ἐναυγάζοντος χάριτας, εἰς κάλλος ἑαυτῆς καὶ ἔπαινον κατορθωθεῖσαν κερδήσῃ. Ἐπειδὴ οὖν παρθενία μὲν, τὴν ὄντως φημὶ, ὡς ἤδη γε ἐν ὀλίγῳ φθάσας ὁ λόγος ὑπέδειξε, καὶ προϊὼν ἔτι σαφέστερον δείξει, τοῦ κατὰ ψυχὴν ἀφθόρου κάλλους (δι’ ὃ καὶ τὰ σώματος ἐκπονεῖται καλὰ) ἐστὶν ἐξαίρετος· οἱ δὲ πολλοὶ τῷ ὀνόματι τῆς παρθενίας μόνῳ προσέχοντες, οὐδέν τι τῆς ἀληθοῦς παρθενίας φροντίζουσι· διὰ τοῦτ’ ἀναγκαίως, οἶμαι, τοῖς τὸν ὑπὲρ παρθενίας στέφανον ποθοῦσι λαβεῖν, ὑποφωνῆσαι τὰ ἐνόντα σπουδάσω, ὡς ἂν μὴ δι’ ἄγνοιαν ἀμελήσαντες τοῦ προηγουμένου καλοῦ, προσαναλώσωσι μὲν τῇ τῆς θεραπαίνης δουλείᾳ πάντα τὸν βίον, διὰ δὲ τὸ μηδέποτε τὴν δέσποιναν ταύτης θεραπεῦσαι, καὶ τὴν τοῦ σώματος παρθενίαν οὐ κοσμουμένην τῷ τῆς ἔνδοθεν κάλλει, μετὰ πολλοὺς ἱδρῶτας ζημιωθῶσιν.
673 Ἵνα οὖν σαφῶς ἕκαστον τῶν συντεινόντων πρὸς τὸ τῆς ἀληθοῦς παρθενίας κάλλος ὀφθῇ, φέρε, πρὸς τίνα σκοπὸν ἡ παρθένος ἀφορῶσα, τὴν ἑαυτῆς παρθενίαν ἀσκεῖ, θεωρήσωμεν. Οὕτω γὰρ ἂν ἐφ’ ἑκάστου κινήματος αὐτῆς, εἴτε πρὸς τὸν προκείμενον βάλλει σκοπὸν, εἴτ’ ἄλλο προθεμένη, πρὸς ἄλλο δὲ ἀφιεῖσα, τοῦ καθ’ ἑαυτὴν σκοποῦ ἀστοχεῖ, ὥσπερ ἐν αἰθρίᾳ ἰδόντες, τὴν ὡς ἀληθῶς παρθένον ἂν καταμάθοιμεν. 3. Ἄνωθεν δὲ, ὡς ἔχει φύσεως τὸ θῆλυ πρὸς τὸ ἄῤῥεν, εἰ βούλει, ἐπισκεψώμεθα, ἵνα καὶ τὸν τῆς παρθενίας σκοπὸν εὐκρινῶς ἀναφανέντα κατίδωμεν. Ἐξ ὀλίγων γὰρ τῶν πρώτων ζώων, καθάπερ ἔκ τινων πρωτοτύπων σπερμάτων, τὸν κόσμον ὁ Δημιουργὸς πληρῶσαι θελήσας, ἑκάστου μὲν εἴδους ζώων, καθάπερ τινὰ μίαν ῥίζαν, τὴν τοῦ σωματικοῦ ζώου ἰδέαν ἐξ ἀρχῆς κατεβάλετο. Ταύτην δὲ εἰς ἄῤῥεν τε καὶ θῆλυ, ἀπὸ τοῦ λογικοῦ ζώου ἕως ἐπὶ πᾶν εἶδος ἀλόγου, τεμὼν, καὶ τὸ θῆλυ τμῆμα τοῦ ἄῤῥενος ἐργασάμενος, οἶστρον μὲν ἑκάστῳ τμήματι τῆς πρὸς ἄλληλα συμπλοκῆς ἄῤῥητον τῇ φύσει ἐνέθηκε. Τούτων δὲ τὰ ἀποσχισθέντα ἀλλήλων, ταῖς ἀσχέτοις τοῦ ἔρωτος μίξεσιν ἀλλήλοις συμπλέκων, ἐκ τῆς συμπλοκῆς, ἅπαν εἶδος ζώων ταῖς ἐκ τῶν προαγόντων βλαστάνον γοναῖς, δι’ αἰῶνος πληθύνει, Αὐξάνεσθε , λέγων, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν . Οὕτω δὲ τὸν κόσμον, φημὶ, ἀφ’ ἑνὸς τοῦ Ἀδὰμ ἀνθρώπων γένους, καθ’ ἅπασαν γῆν, μυρίαις ἐθνῶν διαφοραῖς πεπληρωμένον ἀποδεῖξαι προθέμενος· ἀφ’ ἑνὸς δὲ ἑκάστου τῶν ἀλόγων εἴδους, κατὰ τὸν ὅμοιον τρόπον τετραπόδων τε καὶ ἑρπετῶν, ἔτι δὲ πτηνῶν τε καὶ νηκτῶν, καὶ συνόλως ἁπάντων ζώων, ἀμυθήτοις ἰδέαις πλημμυροῦντα ὀφθῆναι θελήσας, τῇ μὲν δυναστείᾳ τοῦ ἄῤῥενος ὑποτάττει τὸ θῆλυ, τῇ δὲ τοῦ θήλεος ἡδονῇ, τιθασσεύει τὸ ἄῤῥεν· τὸ μὲν ἀπὸ τῆς πλευρᾶς τοῦ ἄῤῥενος εἰλημμένον, ὡς ἂν μέρος ὅλῳ τῷ ἀφ’ οὗ ἐλήφθη καταπειθὲς οἶναι πρὸς τὴν ἀρχὴν δικαιώσας· τὸ δὲ ἄῤῥεν ποθεῖν τὸ ἀπ’ αὐτοῦ ληφθὲν, καὶ τὴν πρὸς αὐτὸ διῶκον συμπλοκὴν, εἰς ἑαυτὸ, διὰ τῆς μίξεως, τὸ οἰκεῖον μέλος ἀναλαμβάνειν ταῖς τῆς φύσεως ἀνάγκαις μηχανησάμενος· τοῦτον δὲ τὸν τρόπον, ἐξ ἑνὸς δύο, καὶ ἐκ δύο πάλιν ἓν, τό τε ἄῤῥεν καὶ τὸ θῆλυ σοφῶς ἀναδείξας.
676 Καὶ οὐ τὴν πρὸς ἄλληλα συμπλοκὴν μόνον, διὰ τῶν προειρημένων τρόπων, ἡδεῖαν τοῖς σώμασιν αὐτῶν ἐργασάμενος, ἀλλὰ καὶ πρὸς τὸ ἐκ τῆς συμπλοκῆς ταῖς τοῦ ἔρωτος λαμπάσι δᾳδουχούμενον γένος, πολὺ τὸ φίλτρον ἐγκατασπείρας· ἐνεργητικὸν μὲν τὸ ἄῤῥεν, ὡς ἂν καὶ κατὰ τὴν δημιουργίαν πρωτεῦον· παθητικὸν δὲ τὸ θῆλυ, ὡς ἂν τῆς τοῦ ἄῤῥενος μοίρας ἀποσπασθὲν, τὴν φύσιν ἐργάζεται. Καὶ ἵνα μὴ τῷ πρὸς τὴν τοῦ ὁμοίου γένους διαδοχὴν φίλτρῳ τὸ θῆλυ ἀγόμενον, ὡς ἂν παθητικὸν, ἀβοήθητον καταλείποιτο, ἡδονῆς ὅλον φάρμακον τῷ ἄῤῥενι τὸ θῆλυ κατασκευάσας, βιαίοις ὁλκαῖς, καὶ ἐπὶ τὴν καταβολὴν τῆς γονῆς, πρὸς αὐτὸ ἄγει τὸ ἄῤῥεν· οὐχὶ πρὸς τὸ ἄῤῥεν ἄγων τὸ θῆλυ, ἀλλὰ τῇ τοῦ θήλεος ἡδονῇ τὸ ἄῤῥεν πρὸς αὐτὸ αἰχμάλωτον ἄγων. Ὡς γὰρ ἡ μαγνῆτις λίθος ἄῤῥητόν τινα δύναμιν κατὰ τοῦ σιδήρου ἐν τῇ φύσει λαβοῦσα, οὐκ αὐτὴ ἄγεται πρὸς τὸν σίδηρον, ἀλλὰ πόῤῥωθεν πρὸς ἑαυτὴν τὸν σίδηρον ἕλκει· οὕτω τὸ τοῦ θήλεος σῶμα, ἄφραστον κατὰ τοῦ ἄῤῥενος τὴν δύναμιν εἰληφὸς, καὶ μὴ εἰδυίας, ὡς ἂν εἴποι τις, τῆς ἐν αὐτῷ ψυχῆς, τὸ τοῦ ἄῤῥενος σῶμα πρὸς τὴν μίξιν αὐτόματον ἕλκει. Οὕτω τῷ ἀσθενεστέρῳ ζώῳ τοῦ Δημιουργοῦ βοηθῆσαι θελήσαντος, ἵνα τῇ ἐνούσῃ αὐτῷ ἡδονῇ μαγγανεῦον τὸ ἄῤῥεν, οὐ διὰ τὴν παιδοποιίαν μόνον, ἀλλὰ καὶ δι’ αὐτὸν τὸν τῆς μίξεως οἶστρον, ὑπερμαχοῦν αὐτῷ ἔχῃ τὸ ἄῤῥεν. Ἀντὶ τούτου γοῦν, Καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα οὐ τὸ θῆλυ, ἀλλ’ ὁ ἄῤῥην, ὑπὸ τοῦ ἐγκειμένου οἴστρου πρὸς τὴν συνουσίαν τοῦ θήλεος ἐλαυνόμενος. Καὶ προσκολληθήσεται τῇ γυναικὶ , φησὶν, ὁ ἀνὴρ , οὐχ ἡ γυνὴ τῷ ἀνδρὶ, καὶ γενήσονται οἱ δύο εἰς σάρκα μίαν . Ταύτην δὲ τὴν δυναστείαν κατὰ τοῦ κρατοῦντος τῷ τοῦ θήλεος γένει ὁ Δημιουργὸς χαριζόμενος, καὶ αὐτὴν τὴν τοῦ σώματος πλάσιν τε καὶ ἰδέαν τοῦ θήλεος μαλακωτέραν εἰργάσατο, ἵνα καὶ ἁφῇ, καὶ βλέμματι, καὶ κινήματι, καὶ τῇ τῶν μελῶν συνόλως ἁβρότητι, καὶ ὁρῶν καὶ ὁρώμενον, μάλαγμα ἡδονῆς ᾖ τῷ ἄῤῥενι, κατὰ πᾶσαν αἰσθήσεως προσβολὴν πανταχόθεν προσπῖπτον. 4. Ταύτης δὲ τῆς βίας ἐν τοῖς σώμασιν ἡμῶν διὰ τὴν προειρημένην αἰτίαν ἐνυπαρχούσης, ἡ παρθένος, ἴσην μὲν καὶ τὴν αὐτὴν τῇ οὐσίᾳ ψυχὴν, καὶ ἀνδρὶ καὶ γυναικὶ ἐνυπάρχουσαν θεωροῦσα· τῇ δὲ πρὸς τὸ θῆλύ τε καὶ ἄῤῥεν τοῦ σώματος προσπαθείᾳ, τὴν μὲν θηλυνομένην, τὴν δὲ ἀῤῥενουμένην γινώσκουσα, ἔκ τε τῆς τῶν σωμάτων, οἷς ἐνδέδενται, ἐρωτικῆς συμπλοκῆς, μυρίας· ἀναδεχομένας παθῶν ἰδέας τὰς ψυχὰς καθορῶσα, ἀποστῆσαι μὲν τῆς πρὸς τὸ σῶμα προσπαθείας ταύτην ἀεὶ προθυμεῖται, διακόψαι δὲ τὴν πρὸς τὸ ἄῤῥεν σχέσιν τοῦ θήλεος, ταῖς ἀπὸ τοῦ σώματος πρὸς τὸ οἰκεῖον καλὸν ἀποστροφαῖς ἐπαγγέλλεται.
677 Ταύτην δὲ τὴν ὁδὸν τῆς ἀρετῆς ὁδεῦσαι σπουδάζουσα, οὐκ αὐτὴν τοῦ σώματος, ἥντινα πρὸς τὸ ἄῤῥεν ἔχει σχέσιν, λοιπὸν ἐννοεῖ, ἀλλὰ τὴν ἐν αὐτῷ ψυχὴν ἀσώματον οὖσαν, τίνα ἔχει πρὸς τὸν ἀσώματον Θεὸν οἰκειότητα, ὀξεῖ τῷ ὄμματι περισκέπτεται, καὶ τοῦ ἀσωμάτου ἔρωτος πολλῷ λαμπροτέραν ἀνάψασα τὴν λαμπάδα, τοῖς ὑπὲρ αὐτοῦ ἰδρῶσι, γυμνὴν καὶ ἀνεπαίσθητον τῶν ἐν ᾧ ζῇ σώματι ἡδονῶν ἑαυτὴν ἐπιδεῖξαι σπουδάζει. Ἐπειδὴ οὖν θεῖον ὄντως καὶ τῆς ἀχράντου ψυχῆς ἐξαίρετόν τι χρῆμα ἡ παρθενία ἐστὶ, τοιαύτη δὲ καὶ ἡ τῶν ἀῤῥένων τε καὶ θηλειῶν σωμάτων πρὸς ἄλληλα σχέσις, ἡ δὲ παρθένος οὐδὲν τῆς θήλεος ἡδονῆς ἐπιφερομένη ἐκ σώματος μόλυσμα, πάντα δὲ τὰ σαρκὸς πάθη ἐκδῦσα, καθαρὰν ἑαυτὴν τῷ Θεῷ, οὗ ἐρᾷν ἐπαγγέλλεται, παραστῆσαι φιλοτιμεῖται· δῆλον ὡς βιαστῶν ἆθλον εἶναι τὴν τῶν οὐρανῶν βασιλείαν γινώσκουσα, βιάσασθαι πρὸς τὸν προκείμενον σκοπὸν τὴν ἑαυτῆς φύσιν ὀφείλει· οὐχὶ τῆς πρὸς τὸν γάμον ἐρεθιζούσης ἐν τῷ τοιῷδε πεπλασμένῳ σώματι ἡδονῆς μόνον κρατοῦσα, ἀλλὰ πρὸς πᾶν εἶδος ἡδονῆς καρτερῶς ἱσταμένη. Μία γὰρ οὖσα τῷ γένει ἡ ἡδονὴ, ὥσπερ πηγή τις ἀπὸ σαρκῶν ἀναβλύζει, καὶ καθάπερ εἰς πέντε ὀχετοὺς, τὰς πέντε αἰσθήσεις διαιρεθεῖσα, διὰ τούτων ἐπὶ τὰ αἰσθητὰ ἔνδοθεν ῥεῖ. Ὧν ἕκαστος, διὰ τῆς οἰκείας τῶν αἰσθητηρίων ὀπῆς, τὸ ἑαυτοῦ ῥεῖθρον τῷ καθ’ ἑαυτὸν αἰσθητῷ σφοδρῶς ἐμβάλλων, πᾶν εἴ τι συγγενὲς ἀποκλύσας πρὸς ἑαυτὸν ἐπισύρεται· ἰλύος τε τῆς ἀπὸ σαρκῶν πληρωθεὶς, καὶ χειμάῤῥου τρόπον ἀντιστρόφως αὖθις ἀπὸ τῶν ἔξω διὰ τῶν αὐτῶν ὀπῶν εἰς τὰς σαρκὸς δίνας ὀξύτερον ῥέων, τὴν αὐτῆς ψυχὴν κυμαίνων τοῖς πάθεσιν ὑποβρύχιον φέρει. Διὸ ἀναγκαίως ἡ παρθένος ὀφείλει ταῖς τῶν αἰσθητηρίων ὀπαῖς τὸν λογισμὸν φρουρὸν ἐπιστήσασα, τήν τε ἐπὶ τὰ ἔξω τούτων φορὰν, οὐκ ἀνέτους ἁπαξαπλῶς αὐτοῖς ἐφιεῖσα τὰς διεξόδους, σύμμετρόν τε καὶ ἠρεμαῖον παρέχειν· ἵνα μὴ ἀκωλύτως πρὸς ἃ βούλονται ἐκχεόμενοι, ἐπινηχομένην αὐτοῖς ἔσθ’ ὅτε τὴν ψυχὴν πρὸς τὰ οἰκεῖα κυμαίνοντες κατασύρωσι· καὶ τὸ ἔξωθεν ἐπ’ αὐτὴν αὖθις αὐτῶν φερόμενον ῥεῦμα, θλίβουσα ταῖς ὀπαῖς διηθεῖν, καὶ παντὸς ῥύπου καθαρὸν εἰς αὐτὴν παραπέμπειν, ἵνα μὴ τῇ ἀπὸ σαρκῶν ἰλύϊ πλημμυροῦν, ἣν ἐμπαθῶς ἐπεσύρατο, ὅλην αὐτὴν τοῖς οἰκείοις μολύσμασι ταράσσον θολώσῃ 5.
680 Οὐκοῦν οὔτε τοὺς ὀφθαλμοὺς πρὸς πᾶσαν ἁπλῶς τὴν τῶν ὁρατῶν θέαν ἀναπετάσει, ἵνα μὴ πᾶσαν ἀδιακρίτως χαρακτήρων τε καὶ μορφῶν ἰδέαν εἰσοικιζομένη, δι’ αὐτῶν πρὸς τὰς ἐξ αὐτῶν φαντασίας ταράσσηται. Ἀλλὰ πρὸς μέν τινα καὶ ἀνεῳγότων, δι’ ἀνάγκην τῆς πρὸς τὸν παρόντα βίον φωταγωγίας, τῶν τοῦ σώματος ὀφθαλμῶν, τοὺς τῆς ψυχῆς ἐπιμύσει· πρὸς δὲ τὴν τοῦ ἀληθινοῦ φωτὸς καὶ τοῦ δι’ αὐτοῦ δεικνυμένου κάλλους αὐτῇ κατανόησιν, καὶ μεμυκότας πρότερον σπουδαίως ἀνοίξει. Οὔτε τὴν ἀκοὴν παντὶ λόγῳ ἀνεξετάστως ὑφέξει, ἀλλὰ πρὸς μὲν τοὺς φαύλους τῶν λόγων, ὥσπερ πρός τινα δυσώδους γεύματος φορὰν αὐτὴν ὑποφράξει, τοῖς δὲ σπουδαίοις καθαρὸν ῥέουσι τῆς ἀρετῆς τὸ νᾶμα, φιλομαθῶς ὑποθήσει. Καὶ τὴν μὲν γεῦσιν πρὸς τὰ ἥδοντα ἀεὶ κεχηνυῖαν ἐγχαλινώσει τῷ λόγῳ, πρὸς δὲ τὴν τῶν ἀναγκαίων μετάληψιν σωφρόνως ἡνιοχήσει. Τὴν δὲ ἁφὴν, ὡς ἂν ἀνδραποδεστάτην μὲν πασῶν αἰσθήσεων οὖσαν, πάσας δὲ τὰς λοιπὰς τῇ οἰκείᾳ λειότητι πρὸς ἡδονὴν μαγγανεύουσαν, ἀκηλίδωτον παθῶν ὡς μάλιστα διόλου φυλάξει. Ὅλῳ γὰρ τῷ σώματι αὕτη παρεκταθεῖσα, διὰ μὲν τῆς ὅλης ἐπιφανείας αὐτοῦ, οὐ τῆς φαινομένης ἔξωθεν μόνον, ἀλλὰ καὶ τῆς ἐν τῷ βάθει, πρὸς τὰς ἐμπαθεῖς ἁφὰς, κατὰ τῆς ψυχῆς δυναστεύει. Τῶν δὲ χειρῶν μάλιστα καταλαβοῦσα τὸ καιριώτατον, διὰ τούτων, ὥσπερ διά τινων θηράτρων, τοὺς ἐμπεσόντας ἀγρεύει πάντας. Οὐ μὴν ἔρημον τῆς οἰκείας γοητείας καταλιμπάνει τὴν ὄψιν. Ἀλλὰ πρὸς μὲν τὰς συγκεχυμένας χρόας καὶ τοὺς τραχεῖς χαρακτῆρας τραχύνουσα ταύτην, ὁμοῦ καὶ συγχέουσα· πρὸς δὲ τοὺς λείους τε καὶ πρὸς εὐφυΐαν καὶ χρόᾳ καὶ σχήματι ἀπατηλῶς μορφωθέντας πόῤῥωθεν διαχέουσά τε αὐτὴν καὶ λεαίνουσα, τὴν ἑαυτῆς δυναστείαν, καὶ διὰ ταύτης ἱκανῶς ἐπιδείκνυται. Ἀλλὰ καὶ τὴν ἀκοὴν ταῖς μὲν τραχείαις τῶν φωνῶν φυγαδεύουσα, ταῖς δὲ μαλακαῖς διὰ τοῦ ἐμπνέοντος λείως ἀέρος ἐν βάθει χαλῶσα, τὸ καθ’ ἑαυτὴν πρὸς ἡδονὴν ἔργον καὶ διὰ ταύτης ἀνύει. Ἐῶ γὰρ λέγειν τὴν γεῦσιν, ὡς τὸ ὅλον ταύτης σύντροφον οὖσαν. Πρὸς μὲν τοὺς ἄλλως ἔχοντας χυμοὺς ἐπιστύφεταί τε καὶ ἀηδίζεται· πρὸς δὲ τοὺς λείους τὰς ἑαυτῆς δεξαμενὰς ἀπληρώτους ἀνοίγει. Τί γὰρ ἄν τις εἴποι καὶ περὶ τῶν παιδογόνων μορίων; ὡς τὴν δεδομένην αὐτοῖς πρὸς τὴν τοῦ ὁμοιογενοῦς σπορὰν δύναμιν, τοῖς ἑαυτῆς τὸ ὅλον ἐγκαταδησαμένη φαρμάκοις, τῇ συναισθήσει τῆς κατὰ τὴν ἀφὴν τούτων λειότητος, αἰχμάλωτον διὰ τῆς κατ’ αὐτὴν ἡδονῆς ἄγει τὸν ἄνθρωπον.
681 Δι’ ἁφῆς οὖν τινος ἐδείχθη, καὶ ὄψις τὴν ψυχὴν πρὸς ἡδονὴν ἀπατῶσα. Ταῖς γὰρ τῶν ὀμμάτων βολαῖς, καθάπερ ἀσωμάτοις χερσὶν, ὧν ἂν ἐθέλῃ πόῤῥωθεν ἁπτομένη, καὶ ὧν ταῖς τοῦ σώματος χερσὶν ἄψασθαι ἐπ’ ἐξουσίας οὐκ ἔχει, ταῦτα ταῖς τῶν ὀμμάτων ἐπιβολαῖς ἐμπαθῶς περιπτύσσουσα, δι’ ὧν ἀπεμάξατο τύπων, ὅλον πρὸς τὰς ἐγγινομένας φαντασίας τὸ σῶμα κυμαίνουσα. Καὶ ἀκοὴ τῶν λείων φωνῶν δι’ ἁφῆς ἁπτομένη, διὰ ταύτης τὴν ψυχὴν γοητεύουσα. Καὶ συνελόντι φάναι, πᾶσα αἴσθησις, ὥσπερ τὸ σῶμα ἐν ᾧ δυναστεύει κοινὸν, οὕτω καὶ τὴν ἐν τούτῳ ἁφὴν κοινὴν εἰληφυῖα, διὰ ταύτης ἑκάστην τε αἴσθησιν πρὸς τὸ οἰκεῖον ἡδὺ, καὶ δι’ ὅλων ὅλον ἐν ἁφῇ κείμενον ἡμῶν τὸ σῶμα πρὸς τὴν καθόλου ἡδονὴν ποικίλως μοχλεύουσα. 6. Ἐπειδὴ οὖν ἐν πάσαις μὲν ἡ ἁφὴ, μάλιστα δὲ ἐν γεύσει καὶ τοῖς παιδογόνοις δυναστεύει μορίοις, καὶ ἑτέρα τῆς ἑτέρας, ὥσπερ ἐν ἀλύσει, ἐξημμένη τε. καὶ κρατοῦσα ἁφὴ, ἡ μὲν διακονεῖται, ἡ δὲ διάκονος γίνεται, πᾶσαι δέ γε ἐπὶ τὴν βασιλίδα ἑαυτῶν ἡδονὴν, τὴν τῶν αἰσθήσεων, δι’ ἁφῆς, ἐνέργειαν παραπέμπουσαι, ἔτι καὶ μᾶλλον τοῖς πάθεσι τὴν ψυχὴν σωματοῦσι· πρόκειται δὲ τῇ παρθένῳ πάσης ἡδονῆς σωματικῆς καθαρὸν ἀποδεῖξαι τὸν νοῦν· διὰ τοῦτο τὴν μάλιστα σωματοῦσαν ἁφὴν δεῖ τῆς ψυχῆς ἀποκόπτειν, ὡς ἂν τὸ ὄχημα τῶν κατὰ τὰς ἄλλας αἰσθήσεις ἁφῶν ἀνελοῦσα, συνανέλοι ὡς ἔνι κἀκείνων πρὸς τὰ οἰκεῖα ἡδέα τὰς ὕλας. Τί οὖν μάλιστά ἐστιν ὃ σωματοῖ πρὸς ἁφὴν τὴν ψυχὴν, καὶ τὰς ἐν ταῖς ἄλλαις αἰσθήσεσιν ἡδονὰς πολυμόρφως βλαστάνει; Ἡ ἐν γεύσει τε, φημὶ, καὶ ἡ πρὸς τὰς συνουσίας τὸ σῶμα ἁφὴ ἐμπαθῶς γαργαλίζουσα. Τούτων δ’ αὐτῶν ἡγεῖται μὲν ἡ τῆς γεύσεως, ἡ δὲ τῆς μίξεως ἕπεται· ὅτι διὰ τῆς ἐν τῇ γεύσει ἁφῆς, κολακευομένης πρὸς γαστριμαργίαν ἀεὶ τῆς καταπόσεως, πιαινόμενόν τε τὸ σῶμα καὶ ὑπὸ τῶν ἐν τῷ βάθει βρασσομένων λείων χυμῶν ἀσχέτως γαργαλιζόμενον, πρὸς τὴν τῆς μίξεως ἁφὴν οἰστρούμενον φέρεται. 7. Διὸ ἀναγκαῖον τὴν μέλλουσαν τῶν πρὸς τὰς μίξεις ἡδονῶν διὰ παρθενίας κρατεῖν, πολλῷ πλέον πρότερον τῆς κατὰ τὴν γεῦσιν ἡδονῆς, ὡς ἐπαντλούσης ἐκείνῃ τὰς ὕλας, ἄρχουσαν δείκνυσθαι. Ἐκ λογικοῦ γὰρ καὶ ἀλόγου, κατὰ τὸ Ἐλληνικὸν πρὸς φυσιολογίαν πλάσμα, ὥσπερ τινὰ κένταυρον συνθεὶς ὁ Δημιουργὸς ὅλον τὸν ἄνθρωπον, τῷ ἀνθρωπομόρφῳ ἀπὸ κεφαλῆς ἕως στέρνων ἄνωθεν μέρει, τὸ ἀπὸ ὀμφαλοῦ καὶ ὀσφύος, καθάπερ ἵππου φύσιν, πρός τε τὰς γαστρὸς ἡδονὰς κτηνῶδες ὑπάρχον, καὶ πρὸς τὰς μίξεις ἀλόγως κινούμενον, κάτωθεν φέρων προσήρμοσεν· οὐχ ὑπὸ τοῦ ἀλόγου μέρους τὸ λογικὸν ἐξαρπάζεσθαι βουληθεὶς, ἀλλὰ τῷ λογικῷ ὑποβεβλημένον ἔχοντι τὸ ἄλογον μέρος, ἡνιοχεῖσθαι πρὸς τὰς τῆς φύσεως ἀνάγκας πανσόφως ἐφείς.
684 Διὰ γοῦν ταύτην τὴν δεδομένην αὐτῷ ἐξουσίαν, ὅταν μὴ ἄγῃ, ἀλλ’ ἄγηται ὑπὸ τοῦ ἀλόγου τὸ λογικὸν, ἐπονειδίζων τῷ ἡνιόχῳ ὁ λόγος, ὡς ἂν πρὸς τὴν τοῦ ἀλόγου ἡδονὴν κακῶς ἄνωθεν κενωθέντι φησίν· Ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ ἐχρεμέτιζε . Καὶ ἀλλαχοῦ ἀπ’ ὀμφαλοῦ καὶ ὀσφύος τὸ ἄλογον κατὰ τῆς ψυχῆς δυναστεύειν ὑπαινισσόμενος· Ἰδοὺ ἡ ἰσχὺς αὐτοῦ , φησὶν, ἐπ’ ὀσφύϊ, ἡ δὲ δύναμις αὐτοῦ ἐπ’ ὀμφαλοῦ γαστρός . Πιαινομένης γὰρ ταύτης ὑπὸ τῆς γεύσεως, ἀνάγκη τὰ ὑπ’ αὐτὴν μόρια ὑπὸ τοῦ πλημμυροῦντος ὑγροῦ βρασσομένου ἐν βάθει, πρὸς τὰς φυσικὰς ἐνεργείας κινεῖσθαι. Χορηγεῖ μὲν γὰρ ἡ γαστὴρ ἐπικειμένη τούτοις πρὸς τὸν οἶστρον τὰ ὑπεκκαίοντα ταύτας· κατάποσις δὲ ἄνωθεν πηγάζει τὰς ὕλας. Πρώτης οὖν τῆς γεύσεως ἡ παρθένος κρατήσει, τὰς πηγὰς τῶν γαστρὸς ἡδονῶν, καὶ τῶν ἐντεῦθεν πρὸς ἀκολασίαν ῥεουσῶν ἀφορμῶν ἄνωθεν σωφρόνως ἡνιοχοῦσα· ἵνα μὴ παρθενεύειν προελομένη, εἶτα πρὸς τὴν γεῦσιν ἀφειδῶς ἐκπορνεύουσα, λάθῃ καθ’ ἑτέραν ἀπολαύσεως ἡδονὴν τὴν παρθενίαν ἀλόγως ἀπεμπολοῦσα. Παρθένον γὰρ καὶ τὴν γεῦσιν εἶναι δεῖ τῆς παρθένου, ὑπὸ μηδεμιᾶς τοῦ ἥδοντος τὴν κατάποσιν κολακείας πρὸς ἡδονὴν φθειρομένην, ἀλλ’ ἄφθορον μὲν κἀν τούτῳ ἑαυτὴν φρονίμως φυλάττουσαν, πρὸς δὲ τὴν τῆς ψυχῆς εἰς τὰ ἐπιβάλλοντα ὑπηρεσίαν, τὸ σῶμα ἐμφρόνως ἡνιοχοῦσαν. 8. Οὐδὲ γὰρ δεῖ φυλαττομένην ὑποπεσεῖν τῇ τῆς γεύσεως ἡδονῇ, καὶ τὰς πηγαζούσας ἐκ γαστρὸς ἡδονὰς διὰ τῆς πρὸς τὰ σῖτα ἐγκρατείας ἀναστέλλουσάν τε καὶ ἰσχναίνουσαν, εἰς τὸ ἐναντίον αὖθις περιτρέπειν τὴν τοῦ σώματος χρείαν. Μὴ ἐκκλίνῃς γὰρ , φησὶν, εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά . Ὡς γὰρ τὸ ἄνετον κατὰ πάντων ἁπλῶς ἐδεσμάτων ἀφιέναι τὴν γεῦσιν διὰ τὰ προειρημένα ὡς ἀληθῶς χαλεπόν· οὕτω τὸ ἀποκλεῖσαι ταύτην εἰς τὴν ἐξ ἀσθενείας τοῦ σώματος ἀχρηστίαν, παντάπασιν ἀλογώτατον. Αἱ ἀκρότητες γὰρ ὄντως, ὡς ἔφη τις τῶν σοφῶν, καὶ κατὰ τοῦτο ἰσότητες.
685 Ὡς γὰρ διὰ πλῆθος τροφῶν ἀποσκιρτῶν ἡμῶν ὁ ἵππος, φέρει κακῶς ὅπη βούλεται τὸν ἡνίοχον· οὕτω δι’ ὑπερβάλλουσαν ἔνδειαν πρὸς τὴν προκειμένην τῆς ἀρετῆς ὁδὸν ἐμποδίζει. Καὶ ὥσπερ οὐ δεῖ ταῖς πολλαῖς τροφαῖς τοῦτον πιαίνοντα, ταῖς τῶν σκιρτημάτων αὐτοῦ ἀταξίαις κακοπαθεῖν τὸν ἡνίοχον, καὶ ἁπανταχοῦ περιφέρεσθαι πρὸς τὴν ζέουσάν τε καὶ δύσκαμπτον αὐτοῦ δύναμιν παντελῶς οὐκ ἀντέχοντα· οὕτως οὐδὲ τὴν ἐπ’ ἀρετὴν ὁδὸν σὺν τούτῳ ὁδεῦσαι προθέμενον, ὑπερβαλλούσῃ ἐνδείᾳ πρὸς τὸ ἀχρεῖον αὐτοῦ, φημὶ, τὴν δύναμιν καταβαλεῖν· ἵνα μὴ ἐξασθενήσαντι τούτῳ προσδεδεμένος, ἀνήνυτον ὑπὲρ αὐτοῦ ὑπομένῃ τὸν πόνον· μήτ’ ἐγεῖραι ἔτι καταπεσόντα πρὸς τὸν δρόμον δυνάμενος, μήτ’ ἀφεῖναι ὑπὸ τῆς πρὸς αὐτὸν φυσικῆς σχέσεως συγχωρούμενος· ἀλλ’ ἀεὶ μὲν τούτῳ διὰ τὴν κοινωνίαν συστένειν, καὶ περὶ τὴν ἐπιμέλειαν τῆς ὑγείας αὐτοῦ πονεῖσθαι ἀναγκαζόμενος· τῷ δὲ μὴ ἔχειν σθεναρὸν τὸν πρὸς τὴν γυμνασίαν τῶν ἐπιβαλλόντων τῷ δρόμῳ ὑπηρετούμενον, δι’ ἀμελετησίαν λοιπὸν τὰ πολλὰ τῆς οἰκείας ἐπιστήμης ἑαυτοῦ ἐκβάλλων. Οὐκοῦν ἐπεὶ δεῖ τὸ συμφυὲς ἡμῖν ὄχημα, μήτε ἀνιέντας ἄγαν, μήτ’ αὖ πάλιν σφοδρῶς ἐπιτείνοντας, πρὸς τὸν τῆς ἀρετῆς δρόμον προάγειν, διὰ τοῦτο προσήκει καὶ τὴν κατάστασιν, ὡς ἔχει, τοῦ σώματος, καὶ τὰς ποιότητας τῶν τροφῶν θεωρεῖν, καὶ ἀκμάζοντι μὲν τῷ σώματι καὶ θέρμης φυσικῆς πλεονάζοντι ἐπισχεῖν ἔτι, καὶ διὰ τῶν τροφῶν ἐξωθεῖν τὸ θερμὸν, ἵνα μὴ ἢ πολυχύμοις τροφαῖς τὴν οὖσαν ἐκ φύσεως πιμελὴν ἐκ προσθήκης αὐξήσαντες, ἢ τῇ τοῦ οἴνου ἐγχύσει ζέουσαν τοῦ σώματος τὴν ἀκμὴν ἔτι μᾶλλον ἐξάψαντες, κατὰ τὸν τῶν Ἑλλήνων σοφὸν, πῦρ ὄντως ἐπὶ πῦρ ὀχετεύωμεν. Ἀλλ’ ἀκμάζοντι μὲν καὶ θέρμης φυσικῆς περιττεύοντι τὸ ἐκ πηγῶν καθαρὸν ῥεῖθρον σωφρόνως ἐποχετεύσωμεν, τὴν ἐν τῇ φύσει ζέουσαν φλόγα τῇ τοῦ ὕδατος ἀντιπαθεῖ δυνάμει καταμαραίνοντες, καὶ πρὸς τὸ ἥμερον τῷ ἐν ἡμῖν λόγῳ κιρνῶντες· παρηβῶντι δὲ καὶ μαραινομένῳ τὴν ἐκ τῶν τροφῶν καὶ τοῦ πόματος βοήθειαν σύμμαχον ἐπεισάξωμεν· οὐ τὴν ποσότητα μόνον τῶν τροφῶν ἁπανταχοῦ πρὸς τὴν δύναμιν φρονίμως μετροῦντες, ἀλλὰ καὶ τὴν ποιότητα μάλιστα σοφῶς ἐπικρίνοντες. Οὐδὲ γὰρ τῇ ἔξωθεν φαντασίᾳ τούτων μόνον προσέξομεν, ἀλλὰ καὶ τὴν ἐν τῷ βάθει δύναμιν τούτων μάλιστα σοφῶς κατοπτεύσομεν· ὅτι οὐ σπερμάτων μόνον τε, καὶ ὀσπρίων, ἀλλὰ καὶ τῶν λαχάνων ἐστὶν οὐκ ὀλίγα, ἃ οὐ κατὰ τὴν ἔξωθεν δόξαν πρὸς τὴν ἥμερον ἡνιόχησιν εἰς τροφὰς τῷ ἀσκητῇ καθάπαξ συμβάλλεται, ἀλλὰ τὸ τῶν σαρκῶν βάθος ἀμύσσοντά τε καὶ κνισμώδεις γαργαλισμοὺς ἐμποιοῦντα, οὐκ ἔλαττον τῶν αὐτόθεν φευκτῶν, κατὰ τὸ λεληθὸς ἐπιθολοῖ καὶ ταράσσει τὰ σώματα.
685 (50) 9. Διόπερ οὐδὲ τοῖς ἀλσὶν ἁπλῶς καὶ ἀδιαφόρως χρησόμεθα, ὥσπερ ἐνίους τῶν ἀσκήσει προσεχόντων ἐθεασάμεθα, δι’ ὑπερβολὴν ἐγκρατείας, ἅπαν μὲν παρωσαμένους προσέψημα, μόνους δὲ τούτους μετὰ τοῦ ἄρτου ἀντὶ παντὸς προσφερομένους ἡδύσματος.
688 Οὐ συνιᾶσι δὲ ἄρα καὶ οὗτοι, ὅτι γόνιμοι κατὰ φύσιν ὑπάρχοντες καὶ ὀδαξησμοὺς τῷ σώματι ἐμποιοῦντες, μᾶλλον τῶν ἄλλων πρὸς τὰς μίξεις τὰ σώματα ἐρεθίζουσιν. Εἰ δ’ ἐν τούτοις δεῖ σοφῶς πρὸς τὴν προκειμένην χρείαν τὸν ἡνίοχον διαγίνεσθαι, πολλῷ πλέον τῶν ἀκροδρύων τὴν πρὸς τὰ ὁμολογουμένως βλάπτοντα συγγένειαν τῶν ποιοτήτων προσήκει φυλοκρινεῖν, ἁπανταχοῦ μὲν τὸ ἀναγκαῖον τῆς τροφῆς πρὸς ζωὴν μόνον φρονίμως ἐγκρίνοντας, τῶν δὲ προσεψημάτων τὴν ἐπινενοημένην κολακείαν πρὸς τὰ ἡδονῆς δελέατα ἀποπτύοντας. Εἰ γὰρ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει, οὐ δεῖ πλέον τοῦ ἀναγκαίου τῆς τροφῆς τὸ προσέψημα ἀλόγως προσφέρεσθαι. Ἐπεὶ μηδὲ τοὺς ἅλας, ἥδυσμα τοῦ ἄρτου ὑπάρχοντας, ἴσους ποσότητι μετὰ τοῦ ἄρτου παραληψόμεθα Εἰ δὲ οὐκ ἄν τις ἴσον τὸ ἄρτυμα τῷ οὗ παραλαμβάνεται ἄρτυμα προσενέγκοιτο, πῶς ἄν τις πλεονάζουσαν τὴν τῶν προσεψημάτων χρείαν, τῆς προηγουμένης τροφῆς παραλάβοι; Οὐκέτι γὰρ ἔσται ταῦτα τοῦ ἄρτου ἀληθῶς προσεψήματα, ἀλλὰ ὁ ἄρτος ἀνάπαλιν τούτων. Καὶ λήσεται πάλιν ἄλλῳ λόγῳ ἡ γεῦσις κατασοφισαμένη, διὰ τῆς ποικιλίας τῶν ὄψων, πρὸς ἡδονὴν τὸν ἡνίοχον· εἶτα ἐντεῦθεν εὑρεθήσεται, ὃ φεύγει διὰ τῆς ἀσκήσεως, πάλιν διώκων. Οὐκοῦν, ὥσπερ ἐν τετραχόρδῳ, συνελόντι φάναι, ἀγαθὴ ἁρμονία, ἐπειδὴ ἐκ τεττάρων, γῆς καὶ ὕδατος, ἀέρος τε καὶ πυρὸς, συνέστηκεν ἡμῶν τὰ σώματα, τῷ μὲν ἐνδέοντι διὰ τῶν τροφῶν ἀεὶ βοηθήσει, τοῦ δὲ πλεονάζοντος τῇ ὑφαιρέσει, καὶ πρὸς τὰς γυμνασίας ἀγωγῇ, τὴν δυναστείαν μαλάξει· οὐ τὰς ποιότητας μόνον τοῦ ἐν ἡμῖν θερμοῦ τε καὶ ψυχροῦ, ἀλλὰ καὶ τὰς ποιότητας ξηροῦ τε καὶ ὑγροῦ δοκιμάζων. Καὶ ταῖς μὲν εἰς ποσότητα προστιθεὶς, τῶν δὲ ὑφαιρῶν, καὶ τῶν μὲν ἐπιτείνων, τῶν δὲ ἀνιεὶς διὰ τῆς ἀγωγῆς τὰς ποιότητας, καὶ τὰς μὲν ἐξαλλάσσων, τὰς δὲ κατὰ φύσιν τηρῶν, οὕτω πάσης· ἀναρμοστίας ἀπηλλαγμένον, εὐάρμοστον, ὡς ἀληθῶς, τὸ τετράχορδον τοῦ σώματος ἡμῶν, φημὶ, πρὸς τὴν τοῦ καλοῦ μελῳδίαν, τῇ ψυχῇ εὐτρεπίσει. Ἀλλὰ ταῦτα μὲν ἡμῖν εἰς τὸν τῆς γεύσεως τρόπον, διὰ τοὺς εἰς τὸν ὑπὲρ παρθενίας δρόμον, μᾶλλον δὲ ὑπὲρ αὐτῆς ὅλης ἀρετῆς ἀσκουμένους, εἰρήσθω. 10. Ὑποδείκνυσι δ’, ὅτι, ὡς ἡ τοῦ σώματος κατὰ τῆς ψυχῆς δυναστεία πρὸς τὴν τοῦ καλοῦ κτῆσιν ἐμπόδιος γίνεται· οὕτω ἀνάπαλιν ἡ ἀσθενεία, οὐ δυναμένου ὑπηρετεῖσθαι τοῦ σωματικοῦ ὀργάνου ταῖς τῆς ψυχῆς προθυμίαις, τὸν πρὸς τὰ καλὰ δρόμον ἐκκόπτει Οὐδὲν γὰρ μᾶλλον ἡ μολιβδὶς τῶν σαρκῶν, τὸ τῆς ψυχῆς πτερὸν ἐπὶ τὰ κάτω καθέλκουσα, ἢ ἡ τοῦ σώματος ἀσθένεια περὶ αὐτὸ ἀσχολοῦσά τε τοῦτο καὶ θλίβουσα οὐκ ἐᾷ πρὸς τὰ οὐράνια, ὡς θέλει, ἀνίπτασθαι· οὐ τῆς τῶν καλῶν κτήσεως αὐτὴν δι’ ἀδυναμίαν μόνον ἀποστεροῦσα τὴν παρουσίαν, ἀλλὰ καὶ τῶν κτηθέντων ἤδη, διὰ τὴν ἐκ τῆς ἀσθενείας ἀμελετησίαν, ἀποσυλῶσα τὸ κάλλος.
689 Ὡς γὰρ παχεῖα γαστὴρ (οὐχὶ τῇ κατασκευῇ καὶ τῇ φύσει παχεῖα, ἀλλ’ εἰς ἣν παχύτης τροφῶν διὰ γαστριμαργίαν ἀφθόνως ῥεῖ, ἐπιθολοῦσα τὸν νοῦν καὶ παχύνουσα) λεπτὸν οὐ τίκτει νόα· οὕτως ἡ ἄγαν λεπτὴ, δι’ ἀτονίαν ἄπνοον τοῦτον ποιοῦσα, ἐν τῇ ἀσθενείᾳ τοῦ σώματος καὶ τὸν λεπτὸν ἤδη τικτόμενον ἀποσβέννυσιν. Καὶ ὅτι οὐ καθάπαξ τὰς μὲν δεῖ τὰς τροφὰς ἀποστρέφεσθαι, τῶν δὲ ἁπλῶς ἐμφορεῖσθαι, ἀλλ’ ὅτι προσήκει κἀν τούτοις μὴ μόνον τὴν ποσότητα σωφροσύνῃ μετρεῖσθαι, δυναμένην διὰ πλῆθος ταυτὸν τοῖς ἐκβεβλημένοις ἐργάζεσθαι· ἀλλὰ καὶ τὴν ποιότητα ἰσοδυναμοῦσαν πολλάκις τοῖς προφανῶς βλαβεροῖς ἐπικρίνειν, καὶ συνόλως, Λόγον σέβοντας, λόγῳ καὶ μὴ ἀλογίᾳ ἀσκεῖσθαι. 11. Εἰ δὲ ἀγαπήσεις τὸν πλησίον σου ὡς ἑαυτὸν, καὶ διὰ ταύτην τὴν ἐντολὴν τῷ εἰπόντι, Γυμνὸς ἤμην, καὶ περιεβάλετέ με, πεινῶντα καὶ ἐθρέψατε, ἀσθενοῦντα καὶ ἐπεσκέψασθε , μετὰ σπουδῆς παριστάμεθα. Ὑποκρίνεται τὴν ἐντολὴν ὁ ἑτέρῳ μὲν παρίστασθαι προνοούμενος, ἑαυτὸν δὲ ἀσθενοῦντα ἀνηλεῶς λυμαινόμενος. Φανερὸν γὰρ, ὡς ἐσφαλμένως ἀγαπᾷ τὸν πλησίον, οὗ προνοεῖν προθυμεῖται, ὁ ἑαυτὸν μὴ εἰδὼς ἀγαπᾷν. Καὶ πῶς τὴν ἐντολὴν δικαίως πληροῖ ὁ τὴν πρὸς τὸ δοῦλον σῶμα δίκην ὑγιῶς μὴ δικάσας, ἀλλὰ προφάσει μὲν δουλαγωγίας ὑπωπιάζειν ἐπαγγειλάμενος, τῇ δὲ ἀκρίτῳ ὁρμῇ τοῦτο κακῶς ἀναλώσας; Πῶς γὰρ ἔτι δοῦλον ἔσται τοῦτο τοῦ δεσποτεύοντος, αὐτὸν τὸν δεσπότην εἰς ὑπηρεσίαν τῆς βίας, ἧς παρ’ αὐτοῦ ὑπέμεινεν, εἰληφός; Πῶς δὲ δουλεύσει τῷ δεσπότῃ εἰς τὴν τῶν ἀδελφῶν εὐποιίαν, πάντας τοὺς εὖ ποιεῖν δυναμένους εἰς τὴν ἑαυτοῦ θεραπείαν δούλους παρειληφός; Οὐκέτι γὰρ πρὸς τὰ τῆς ἀρετῆς κινήματα τῷ δεσπότῃ ὑπηρετήσει· ἐν ἀσθενείᾳ δὲ κείμενον, τοῖς λοιποῖς ἅπασιν εὐποιίας ἔσται ὑπόθεσις· οἰκτιζόμενον τὸν δεσπότην ὑπὸ πάντων ἔχον, διὰ τὴν περὶ τοῦτο ταλαιπωρίαν, ἐλεούμενον δὲ τὸν δοῦλον, διὰ τὴν ἀνίατον τούτου αἰκίαν. Οὔτε γὰρ ὁ δεσπότης τῶν ἑαυτοῦ ἔργων ἐπιλαβέσθαι λοιπὸν, διὰ τὴν περὶ τοῦτο ἀσχολίαν, ἀλλ’ οὔτε ἀναγκασθεὶς διὰ τῆς πρὸς αὐτὸ συνδέσεως, ἐλεύθερος ἀφεθῆναι ἐπίνοιαν ἔχει· οὔτε ὁ δοῦλος ἔτι ἐλέους τυχὼν, ἀνακτήσασθαι τὴν πρέπουσαν πρὸς τὸν δεσπότην δουλείαν· ἀλλ’ ὁ ἕτερος τῷ ἑτέρῳ ὑπόθεσις ἀνιάτου κολαστηρίου γενόμενος, τὴν ἀλογίαν ἔχουσι, τοῦ εἰς τὸ δεσμωτήριον τοῦτο ἀμφοτέρους βαλόντος, καὶ παρὰ τοῦ ἀγωνοθέτου καὶ παρὰ τῶν θεατῶν στιζομένην· ὅτι πρὸς δρόμον οὐράνιον οὗτος ἀπογραψάμενος, ἔλαθε δι’ ἀλογίαν, οὐ μόνον οὐδὲν τῶν πρὸς τὸ στάδιον φρονίμως ἀσκήσας, ἀλλὰ καὶ τὸν πρὸς δρόμον αὐτῷ δουλεῦσαι ὀφείλοντα ἀδίκως καταβαλὼν, καὶ ἔτι ἑαυτὸν τούτῳ ἀνοήτως συγκαταστρέψας.
692 Διὸ ἀναγκαίως τοῖς διὰ τὴν τοῦ καλοῦ κτῆσιν ὑπωπιάζουσι τὸ σῶμα πάλιν ὑποφωνοῦμεν· Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερά . Ὡς γὰρ τὸ εἰς γαστριμαργίαν ἐκκλῖναί ἐστι χαλεπὸν, οὕτω τὸ διὰ ἐπιτεταμένης κακουχίας εἰς ἀχρηστίαν δι’ ἀσθενείας τὸ σῶμα καταβαλεῖν, ὡς ἀληθῶς ἀλογώτατον. Οὐ γὰρ δι’ ἑαυτὴν ἡ ἀποχὴ τῶν τῆς γαστρὸς ἡδονῶν ἐστι καλὸν, ἀλλ’ ὅτι πρὸς τὴν τοῦ καλοῦ κτῆσιν συμβάλλεται. Εἰ δὲ δι’ ὃ τὴν ἀποχὴν τῶν βρωμάτων ἐγκρίνομεν, τούτου διὰ τῆς ἐπιτεταμένης ἀποχῆς ἀμελήσομεν, εἰς τὸ ἐναντίον ἡμῖν, ὑπὸ ἀλογίας, τῆς ἀγωγῆς ὁ τύπος περιτραπήσεται· οὐκέτι μὲν διὰ τὴν σύντηξιν καὶ παρατροπὴν τοῦ ὀργάνου δι’ ἀναγνωσμάτων τε καὶ εὐχῶν ὁμιλεῖν τῷ Θεῷ δυναμένοις, οὔτε πρὸς τὴν τῶν ἀδελφῶν εὐποιίαν τῷ καλῷ ὑπακούειν. Χρὴ οὖν καὶ σώματος ἐπιμέλειαν ποιεῖσθαι, οὐ διὰ τὸ σῶμα, ἀλλ’ ὑπηρεσίαν, φημὶ, φιλοσοφίᾳ κτωμένους. Ἀδύνατον γὰρ τὴν ὑπηρεσίαν τοῦ σώματος εὐήνιον πρὸς φιλοσοφίαν μὴ ἔχοντας, ἢ ἀναγνώσμασι φιλοσόφοις ἀρκέσαι, ἢ τὸν νοῦν ἐνατονοῦντα τῷ σώματι πρὸς εὐχὴν δεόντως συντεῖναι, ἢ συνόλως τι τῶν φιλοσοφίᾳ ἐπιβαλλόντων εἰς ἑαυτοῦ καὶ τῶν κοινωνούντων τῷ βίῳ ὠφέλειαν ἐργάσασθαι. Διὸ Ὑπωπιάζω μου τὸ σῶμα , φησὶ, καὶ δουλαγωγῶ . Κατεξανίστασθαι γὰρ δι’ ἀκμὴν τῶν σαρκῶν τοῦ δεσπότου βουλόμενον τοῖς τῆς ἐγκρατείας ὑπωπίοις δουλαγωγῶ, ἐπιγινώσκειν τὴν δεσποτείαν συναναγκάζων. Οὐ γὰρ οὕτως αὐτὸ παίω, φησὶν, ὥστε ταῖς ἀμέτροις πληγαῖς ἄχρηστον πρὸς τὴν δουλείαν ποιῆσαι, ἀλλ’ ὁ σκοπός μοι τοῦ ὑπωπιάζειν ἐστὶν, ἵνα δουλαγωγήσω τοῦτο πρὸς ὑπηρεσίαν τῆς δεσποτείας. Ὁ δὲ εἰς τοσοῦτον τύπτων ταῖς ἐνδείαις τὸν δοῦλον, ὥστε μὴ μόνον ἄχρηστον πρὸς τὴν ὑπηρεσίαν τοῦ δεσπότου γενέσθαι, ἀλλὰ καὶ ἑαυτῷ ἀδυνατεῖν ἐπαρκεῖν, τί ἄλλο, ἢ δοῦλον ἑαυτὸν τοῦ δούλου πεποίηκεν; Ἀνάγκη γὰρ μηκέτι μὲν δυναμένου δουλεύειν τοῦ σώματος, ὑπ’ ἀσθενείας δὲ παρειμένου, τὸν δεσπότην τούτῳ δουλεύειν, ἀεὶ περὶ τὴν ὑπηρεσίαν αὐτοῦ τῆς ἀσθενείας πονούμενον, καὶ οὐκέτι μὲν τῶν καθ’ ἑαυτὸν ἔργων μνήμην ποιήσασθαι συγχωρούμενον, πάντα δὲ τὸν βίον τούτου προσδαπανῶντα. 12. Τῆς οὖν σαρκὸς πρόνοιαν μὴ ποιεῖσθαι οὐχ ἁπλῶς ἀπεφήνατο· ἀλλ’ εἰς ἐπιθυμίας, φησίν.
692 (50) Ὤστε τὸ μὲν ἐπιθυμητικὸν καὶ φιλήδονον τῶν σαρκῶν διὰ τῆς ἀσκήσεως δεῖ ὑποτέμνειν· τὸ δὲ χρειῶδες, εἰς τὴν τοῦ καλοῦ κτῆσιν προνοούμενον, συντηρεῖν.
693 Βρῶμα γὰρ ἡμᾶς οὐ παρίστησι τῷ Θεῷ. Οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ . Δι’ ἃ καὶ ἡ τῶν βρωμάτων ἀποχὴ μετὰ λόγου παραλαμβάνεται. Ἐπεὶ αὐτὸ καθ’ ἑαυτὸ τὴν ἀποχὴν τῶν βρωμάτων ἂν ἐξετάζῃς, φησίν· Οὔτε ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα, οὔτε ἐὰν φάγωμεν, περισσεύομεν . Οὔτε γὰρ οἱ μὴ ἐσθίοντες πλέον τι ἔχουσι τῶν ἐσθιόντων ἐν ἀρετῇ, κατ’ αὐτὸ μόνον τὸ μὴ ἐσθίειν· οὔτε οἱ ἐσθίοντες ἔλαττον τῶν μὴ ἐσθιόντων, κατ’ αὐτὸ μόνον τὸ ἐσθίειν, ἐὰν ἡ ἔνδον αὐτῶν ἀρετὴ ἐξισάζηται. Οὐκοῦν πρὸς τὴν ἐν ψυχῇ ἀρετὴν ἀφορῶντας δεῖ τὰ περὶ σῶμα πάντα μετιέναι. Οὐ γὰρ ὄντα καλὰ καθ’ ἑαυτὰ, διὰ τὴν τοῦ καλοῦ ὑπηρεσίαν καλὰ κοσμούμενα γίνεται. Ἵνα γοῦν μὴ ἐμποδίζηται ἡ πρὸς τὸ καλὸν ὑπηρεσία τῇ ἀσθενείᾳ τοῦ σώματος, Οἴνῳ , φησὶν, ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας . Ὡς γὰρ ζέοντι δι’ ἀκμὴν καὶ σφριγῶντι τῷ σώματι οὐ δεῖ, καθάπερ ἤδη προείρηται, πῦρ ἐπὶ πῦρ ὀχετεύειν· οὕτως οὔτε καταψυχομένῳ τῇ ἀσθενείᾳ, τὸ ψυχρὸν ἔτι καὶ μᾶλλον ἐπιβλαβῶς ἐπαντλεῖν. Ἀλλ’ ὡς ἐκεῖ τὸ κατὰ φύσιν θερμὸν τῷ ὑφαιρεῖν τὰς ἔξωθεν ὕλας ἐκδαπανῶμεν, οὕτω δαπανηθὲν τοῦτο τοῖς πόνοις, καὶ λοιπὸν δι’ ἡλικίαν ἢ νόσον σβεννύμενον, ἔξωθεν ἐναύσμασι βοηθοῦντες ἀναληψόμεθα. Εἰρήνης γὰρ δεῖ καὶ ἐν τῷ σώματι προνοεῖν τῷ ἀσθενοῦντι, τῶν τεττάρων μερῶν ἐξ ὧν ἡρμόσμεθα ἁπανταχοῦ παρισταμένων, ἵνα μὴ ἐκνικῆσάν ποτε τὸ ἐν ἡμῖν θερμὸν ἢ ψυχρὸν, ἢ ἓν ὅλως τι τῶν τεττάρων, πολέμου καὶ ἀναρμοστίας, καὶ τοῦ ἐξ ἀσθενείας οἴστρου τὴν ψυχὴν ἀναπλήσῃ. Ἀλλὰ ταῦτα μὲν εἰς τὴν μίαν τῶν αἰσθήσεων, τὴν γεῦσιν μόνον, ὑπὲρ τῆς κατὰ σῶμα παρθενίας, συμμέτρως εἰρήσθω. Μεταβατέον δὲ λοιπὸν καὶ ἐπὶ τὰς ἄλλας αἰσθήσεις, τὴν ἀληθῆ παρθένον ἰδεῖν προκείμενον ἔχοντας. 13. Ἰστέον οὖν τοῖς τὴν θεράπαιναν τῆς ὄντως παρθενίας, διὰ τῆς ἀποχῆς τῶν τροφῶν, καὶ τῆς ἄλλης σκληραγωγίας παρθένον φυλάττουσιν, ὅτι δυνατὸν παρθένον ἔχοντα σῶμα, μὴ παρθένον ἔχειν τὴν ψυχήν. Ἱκανὸν γὰρ καὶ βλέμμα τύπους ἐμποιῆσαι τῶν αἰσχρῶν τῇ ψυχῇ, καὶ λόγος πεφαρμακωμένος πρὸς ἡδονὴν ἐμπεσὼν τῇ ἀκοῇ φθεῖραι πρὸς ἀκολασίαν τὸν νοῦν. Εὐλαβεῖται γοῦν ὁ νυμφαγωγὸς, μήπως φθαρῇ οὐ τὸ σῶμα, ἀλλὰ τὰ νοήματα τῶν νυμφευομένων Χριστῷ. Διὸ δεῖ τὴν παρθένον πρὸ τοῦ σώματος μάλιστα τηρεῖν τὴν ψυχὴν, οὐ τινὶ μὲν φυλακῇ ταύτην τηροῦσαν, τινὶ δὲ ἁπλῶς ἀφιεῖσαν, ἀλλὰ πάσῃ φυλακῇ τὴν ἑαυτῆς καρδίαν τηροῦσαν· ὡς ἂν μήτε διὰ φωνῆς ταύτης λόγος ῥυεὶς, πρὸς ἡδονὴν τὸν ἀκουστὴν τοῦ λόγου φαρμάξειε, μήτ’ ἔξωθεν αὖθις διὰ τῆς ἀκοῆς λόγος παρά τινος ἐμπεσὼν, τὴν καρδίαν αὐτῆς πρὸς ἐπιθυμίαν κυμήνῃ.
696 Οὕτω γὰρ καὶ ἐπὶ τοῦ βλέμματος προσήκει ποιεῖν, μήτ’ ἐμβλέπουσαν μαλακῶς, ἵνα μὴ ἡδονῆς ἰνδάλματα διὰ τούτου τοῖς ὁρῶσι καθ’ ἑαυτῆς ἀποστέλλῃ· μήτε τὸ ἔξωθεν πεμπόμενον βλέμμα ἅπτεσθαι αὐτῆς συγχωροῦσαν, ὡς ἂν μὴ καθάπερ τινὶ πεπυρακτωμένῳ βέλει τούτῳ τὴν καρδίαν βληθεῖσα, πρὸς τοὺς τῆς ἡδονῆς τύπους διακαιομένη ἀνάπτηται. Ἔσῃ γὰρ , φησὶν, ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ . Ἀλλὰ τὸ μὲν ἔξωθεν ἀντίτυπον τῇ παρ’ ἑαυτῆς θέᾳ δεῖ τῆς ψυχῆς ἀποκρούεσθαι, τὸ δὲ αὐτῆς σωφροσύνης μήνυμα τοῖς ὁρῶσι παρέχειν. Ἱκανὸν γὰρ καὶ βλεφάρων περίεργος κίνησις, μυωπίσαι τε καὶ παροιστρῆσαι πρὸς ἡδονὴν, ὑφ’ ἧς ταῦτα σοβεῖ τὴν ψυχήν. Ὅταν γὰρ τῷ τοῖς ὀφθαλμοῖς αὐτῆς ὀφθέντι καλῷ τὸ ὄμμα ἐμπαθῶς ἐπερείσασα, καθάπερ ἐν κηρῷ, τῇ ὑπὸ τῆς ἡδονῆς μαλαχθείσῃ ψυχῇ, τοὺς τύπους τῆς ὀφθείσης ἰδέας ἐν ἑαυτῇ ἀπομάξηται, ἀνακεχώρηκε μὲν, καὶ καθ’ ἑαυτόν ἐστιν ὁ ποιήσας τοὺς τύπους, ἐναποσφραγισθεῖσα δὲ τῇ διανοίᾳ τοῦ ὀφθέντος ἡ ἰδέα, πρὸς τὰ ἑαυτῆς ἔργα ἐγκειμένη ἀεὶ φαντασιοῖ τὴν ψυχήν. Διὸ δεῖ μάλιστα μὲν τὴν ἀρχὴν, μηδενὶ ἀτενὲς τὴν παρθένον ἐπιβάλλειν τὸ ὄμμα, ἢ ἐπιβάλλουσαν, ἀντιτύπῳ δυνάμει τοὺς βιαζομένους ἐντυπωθῆναι χαρακτῆρας ἑαυτῆς ἀποκρούεσθαι, ὡς ἂν μηδεμίαν σωματικὴν ἰδέαν χρονίαις τῆς συνηθείας ἐπιβολαῖς ἐντυπώσηται. Ἐὰν δέ που συμβῇ λαθόντας τῶν σωματικῶν ἐγγενέσθαι τοὺς τύπους, ταῖς τῶν καλῶν συνεχέσι μνήμαις τούτους ἐξ αὐτῆς ἀφανίζειν· τοὺς μὲν παρὰ τῆς σωματικῆς ἰδέας ἐγγραφέντας, καθάπερ ἐν κηρῷ, τῇ ἐπὶ τὰ θεῖα μεταθέσει τοῦ νοῦ ἀπαλείφουσαν, τοὺς δὲ τῶν ἁγίων ταῖς περὶ αὐτὰ πεπονημέναις θεωρίαις ἐγγράφουσαν. Ἐὰν δὲ τοὺς ἐγγενομένους αὐτῇ τύπους ἐμμένειν ἀθραύστους καθάπερ ἐν σφραγῖδι τῇ διανοίᾳ ἐάσῃ, ἀνάγκη περὶ τὴν ἐκσφραγισθεῖσαν ἰδέαν τὸν νοῦν ἀσχολούμενον, τὰ μὲν ἄλλα πάντα καλὰ παρορᾷν, πρὸς δὲ τὴν τῆς ἐνούσης ἰδέας φαντασίαν ἐπτοημένον ἀεὶ, περὶ τὴν ἀπόλαυσιν αὐτοῦ ἐμπαθῶς καταγίνεσθαι. Καὶ οὐδὲν ὤνησε τὴν τοιαύτην, τὸ σῶμα ἀδιάφθορον ταῖς ἐπινοίαις φυλάσσουσαν, τὴν δὲ ψυχὴν πρὸς τὰς ἀποσταλείσας ἐπ’ αὐτὴν διὰ τοῦ βλέμματος τοῦ σωματικοῦ ἔρωτος ἡδονὰς ἀεὶ φθειρομένην. Φόβῳ γὰρ ἢ αἰδοῖ τῆς προειληφυίας κατὰ τὴν ἔξωθεν παρθενίαν δόξης μεθ’ ὑποκρίσεως ἐχομένη, καὶ τὸ γυμνωθῆναι ταύτης αἰσχύνης ἄξιον κρίνουσα, ταύτην μὲν ἀσκοῦσα διασυντηρεῖ, ἀσωμάτοις δὲ χερσὶ περιλαμβάνουσα κατὰ διάνοιαν τὸν ἐρώμενον ἐντετυπωμένον αὐτῇ, μεθ’ ἑαυτῆς ἀεὶ περιφέρει, καὶ ἃ διὰ σώματος πράττειν, ἕνεκα τοῦ φωραθῆναι, αἰσχύνεται, ταῦτα ταῖς ἐννοίαις ποιεῖν οὐκ αἰδεῖται.
697 Ἣν οὐκέτι λοιπὸν οὐδὲ σώματι ἄν τις ὑγιῶς λέγοι παρθένον. Ἀνάγκη γὰρ τοῦ ἐρωμένου ἀχωρίστως αὐτῇ μιγνυμένου κατὰ διάνοιαν, καὶ τὸ σῶμα τοῖς τῆς ψυχῆς πάθεσι συμμορφοῦσθαι, καὶ συνδιατιθέμενον τοῖς ἐν διανοίᾳ κινήμασι, φθειρομένῃ τῇ δεσποίνῃ συνδιαφθείρεσθαι, καὶ ὕπαρ καὶ κατὰ τοὺς ὕπνους τὰ ἐρωτικὰ ὀνειρωττούσῃ, καὶ αὐτὸ ταύτῃ συνονειρώττειν. Τοιούτου δὲ πάθους τὴν ψυχὴν κατασχόντος, περιττὴ λοιπὸν καὶ ἡ τῶν βρωμάτων ἐγκράτεια, καὶ ἡ λοιπὴ τοῦ σώματος σκληραγωγία· οὐ τοῦ ἵππου τὸν ἱππέα πρὸς τὰ ἑαυτοῦ σκιρτήματα φέροντος, αὐτοῦ δὲ τοῦ ἱππέως τῷ ἐνόντι πάθει κακῶς τὸν ἵππον οἰστροῦντος. Ὡς γὰρ ἐπί τινων ὑπὸ γήρως παρεθέντων τὸ σῶμα ὁ νοῦς, ἐκ τῆς προκατασχούσης ἀκολασίας νοσῶν, παρὰ δύναμιν πρὸς τὴν τῆς ἡδονῆς φαντασίαν μοχλεύει τὸ σῶμα· οὕτως ἐπὶ τῶν ἐμπαθῶς πρὸς ἔρωτα τὴν ψυχὴν γενομένων, καὶ παρειμένον τῇ ἀσκήσει τὸ σῶμα, πρὸς τὰς ἰδίας ἐπιθυμίας ἡ ψυχὴ ἐρεθίζει· οὐκ ἀπὸ τῆς τοῦ σώματος ἀκμῆς ἐπὶ τὴν ψυχὴν διαβεβηκότος τοῦ πάθους, ἀπὸ δὲ τῆς ψυχῆς ἐπὶ τὰ τοῦ σώματος ἴδια κακῶς κινουμένου. Εἰ οὖν βλέμμα τοσούτου πυρὸς ἔναυσμα γίνεται, ἀκούωμεν τοῦ ὑποφωνοῦντος· Οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, καὶ τὰ βλέφαρά σου νευέτωσαν δίκαια, καὶ μὴ συναρπασθῇς σοῖς βλεφάροις, μηδὲ ἀγρευθῇς σοῖς ὀφθαλμοῖς . 14. Εἰ δὲ κατὰ τὸν ἀνωτέρω τῆς φύσεως λόγον ἁφή τίς ἐστιν ἡ τοῦ βλέμματος κατὰ τῶν σωμάτων ἐπιβολή· καὶ ὥσπερ τοῖς ὀφθαλμιῶσιν ἐπὶ πλέον ἐνατενίσαντες, τῆς νόσου μεταλαμβάνομεν, καὶ ἄλλοις φυσικῶς ὠφελοῦσιν ἐπιβάλλοντες τοὺς ὀφθαλμοὺς κατὰ τὸ λεληθὸς ὠφελούμεθα· καὶ τοῖς τῆς ἡδονῆς ἄρα συμβόλοις ἐπιβάλλοντες τοὺς ὀφθαλμοὺς, τῆς κατὰ τὴν ἡδονὴν νόσου τὸν νοῦν ἀναπίμπλαμεν, ὥσπερ οὖν καὶ τοῖς ὄντως καλοῖς ἐπιβάλλοντες τούτους, διὰ τῶν ὀφθαλμῶν εἰς τὴν ψυχὴν τὴν ὠφέλειαν δεχόμεθα· καὶ ἄτοπον μετὰ τοῦ βλάπτεσθαι πρὸς νόσον διὰ τῶν ὀφθαλμῶν τὴν παρθένον, ὧν μὴ θαρσεῖ τῇ χειρί ποτε ἅψασθαι, τούτων τῇ τοῦ ὄμματος ἁφῇ ἀδιαφόρως ἐφάπτεσθαι. Προαγωγὸς γὰρ, ὡς ἂν εἴποι τις, καὶ προμνήστρια ἡ μὲν διὰ τοῦ ὄμματος ἁφὴ, τῆς διὰ χειρῶν προλαμβάνουσα πόῤῥωθεν γίνεται. Αὐτὴ δὲ αὕτη, ἡ διὰ χειρῶν φημι, τῆς κατὰ τὴν συμπλοκὴν θερμοτέρα θεράπαινα· καὶ ἡ τὴν πρώτην ἁφὴν τοῦ ὄμματος μὴ φυγοῦσα, οὐκ ἂν τὸ ἐπ’ αὐτῇ, οὐδὲ τὴν τῶν χειρῶν ἀποφύγοι. Ἡ δὲ τῇ τοιαύτῃ αὖθις ἐρωτικῶς ἐμπλακεῖσα, οὐκ ἂν μολυσμάτων καθαρὰ εὑρεθείη.
700 Ὡς γὰρ τοῦ πυρὸς ἁπτόμενοι, τὰ σήμαντρα τοῦ πυρὸς διὰ τῶν ἐγγινομένων ἡμῖν καυστήρων δεχόμεθα, καὶ ἀμήχανον χειρὶ πυρὸς ἐφαψάμενον, καθαρὰν τῆς καυστικῆς ἐνεργείας τούτου δεῖξαι τὴν χεῖρα, ἀλλ’ ἢ φλυκτίδες τῇ ἁφῇ ἀθρόως ἐπαναστᾶσαι, καὶ ὀδυνηρὰ ζέουσαί τε καὶ σφύζουσαι, ἕλκη ῥαγῆναι εὐθὺς ἀπειλοῦσιν, ἢ ἤδη φθάσαντα ἐν τῇ χειρὶ πικρὰ ὁρᾶται τὰ ἕλκη· οὕτως ἀμήχανον ἐρωτικοῦ πυρὸς ἐφαψάμενον, καθαρὰν τῶν τούτου σημάντρων τὴν ἁφὴν ἐπιδεῖξαι· ἀλλ’ ἢ κατὰ τὸ ὅμοιον τῆς κατὰ τὴν χεῖρα ἁφῆς, φλυκταῖναι τῇ καρδίᾳ λαθραίως ἐπαναστᾶσαι, τὰ πικρὰ τοῦ ἔρωτος πάθη, ζέουσί τε καὶ σφύζουσι, καὶ ἀσχέτοις παλμοῖς συνεχόμεναι, τὰ τῆς ἁμαρτίας ἕλκη ῥαγῆναι εὐθὺς ἀπειλοῦσιν, ἢ ἤδη ὅλην ἡλκωμένην ἐν βάθει τὴν καρδίαν δείκνυσι. Πῦρ γάρ ἐστι καιόμενον, φησὶν, ἐπὶ πάντων τῶν μελῶν· οὗ δ’ ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. Ὥστε ἐπειδὴ ἐπὶ πάντων τῶν μελῶν ἐστι τὸ πῦρ τοῦτο καιόμενον, τοῖς προθεμένοις καθαρὸν καυτήρων τὸ σῶμα δεικνύναι φυλακτέον ἅπτεσθαί τινος τῶν μελῶν· ἵνα μὴ τὴν ἐπὶ μέλους καιομένην ἐνέργειαν τοῦ πυρὸς, διὰ τῆς ἁφῆς, οὐκ ἐπὶ τοῦ μέρους μόνον οὗ ἥψαντο, ἀλλ’ εἰς ὅλον τὸ σῶμα, καὶ εἰς αὐτὴν τὴν ψυχὴν καταδέξωνται. Εἰ γὰρ τῆς οὐρᾶς τις μόνον τοῦ ὄφεως ἥψαντο, καὶ τοσούτῳ μήκει ἐν μέσῳ τοῦ σώματος ἡ κεφαλὴ ἀφεστῶσα, ὅμως πρὸς τὴν ἐν τῇ οὐρᾷ γενομένην ἁφὴν εὐθὺς ἐπιστρέφεται· καὶ εἰ τοῦ ἐν τῷ ποδὶ ἡμῶν δακτύλου προσπταίσαντος, αἱ ἐν τῇ κεφαλῇ τρίχες ὀρθαὶ εὐθὺς ἐπανίστανται· καὶ ἡ ἐμπαθὴς πάντως ἁφὴ, κἂν ἐν τῇ χειρὶ γένηται μόνον, ἀπὸ κεφαλῆς ἔως ἄκρων ὀνύχων, ὅμως πρὸς τὴν συναίσθησιν τῆς ἡδονῆς κατὰ τὸ τοῦ ἁψαμένου σύμβολον, συνέλκει τὸ σῶμα. Καὶ ὡς λίθου βολὴ, κατὰ τοῦ ἐν τῇ δεξαμενῇ ὕδατος γινομένη, οὐ τὸ παρακείμενον μέρος τοῦ ὕδατος καθ’ ὃ πέπτωκεν ὁ λίθος μόνον κυμαίνει, ἀλλ’ ἄλλους ἐπ’ ἄλλοις κύκλους ἐπαναστήσασα, ἕως τῶν ἄκρων τούτους ἔσθ’ ὅτε κυμαίνουσα ἄγει· οὕτως ἐρωτικὸν βλέμμα, ἢ λόγος ἡδονῆς τεθηλυμένος μειλίγμασιν, εἰς τὴν τῆς παρθένου ψυχὴν, ὥσπερ εἰς καθαρὸν ὕδωρ σφοδρῶς ἐμπεσὼν, ἄλλας ἐπ’ ἄλλας ἐρωτικὰς, ὡς ἐν βυθῷ, ἐγείρων ἐννοίας, ὅλην αὐτὴν πρὸς τὴν τοῦ βάλλοντος φαντασίαν πληγεῖσαν κυμαίνει. 15. Διὸ δεῖ μάλιστα τὴν παρθένον τάς τε διὰ τῶν βλεμμάτων καὶ τῆς φωνῆς κολακείας, τῆς φθειροποιοῦ ἡδονῆς φάρμακον οὔσας, τῶν ἰδίων αἰσθήσεων ὡς ποῤῥωτάτω ἐλαύνειν· τὴν μὲν ἀκοὴν ἔνδοθεν σώφρονι λογισμῷ ἀποφράττουσαν, τοὺς δὲ ὀφθαλμοὺς ἀποστρέφειν κατὰ φύσιν γινώσκουσαν. Ὄτι ἂν ἅπαξ δι’ ὀφθαλμῶν καὶ ἀκοῆς ἐπὶ τὴν ψυχὴν πάροδον λάβωσι, καὶ τὴν ἑτέραν λοιπὸν διὰ τῆς χειρὸς κολακείαν συνέριθον προσλαβοῦσαι, τὰ ἑαυτῶν πάντως τῷ χρόνῳ ἐργάσονται.
700 (50) Ὡς γὰρ μετὰ τοῦ στρατιωτικοῦ τάγματος ἐπιστὰς τῇ πόλει ὁ στρατιώτης, οἰκίαν εἰς μονὴν ἑαυτῷ περιιὼν ἐν κύκλῳ ζητεῖ, καὶ ἢ ἀποκλεισθεὶς βίᾳ τῆς θύρας, ἢ ἄλλῃ τινὶ τέχνῃ παρὰ τοῦ δεσπότου τῆς οἰκίας ἀπωσθεὶς, ἀλλαχόσε ἐτράπετο· ἢ φθάσας τὴν πρώτην εὐπετῆ ἐπὶ τὰ ἔσω πάροδον σχεῖν, καὶ ἕν τι τῶν ὅπλων ἑαυτοῦ, λόγχην ἢ περικεφαλαίαν ἢ θυρεὸν καταθέσθαι, κἂν διὰ τοὺς ἑταίρους ἐξελθὼν ἔξω εἶναι δοκῇ, ἕνδον ἐστὶ τῇ δυνάμει διὰ τοῦ ὅπλου οὗ κατέθετο, ἰδίαν λοιπὸν τὴν οἰκίαν καὶ ἑαυτοῦ καὶ τῶν ἑταίρων, οὓς μεθ’ ἑαυτοῦ οὐ μετὰ πολὺ εἰσῳκίσατο ποιησάμενος· οὕτως ὁ τῆς ἡδονῆς καὶ ἁμαρτίας δεινὸς στρατιώτης, οἰκίαν ἑαυτῷ ἐν κύκλῳ ζητῶν, ἢ τὴν πρώτην εἴσοδον ἀπεκλείσθη καὶ ἀλλαχόσε ἐτράπετο· ἢ φθάσας εὐπετῆ διὰ τῶν αἰσθήσεων τὴν πρώτην ἐπὶ τὰ ἔσω πάροδον σχεῖν, καὶ ἕν τι τῶν ὅπλων ἑαυτοῦ, τὴν τοῦ βλέμματος λόγχην φημὶ, διὰ τῶν ὀφθαλμῶν μακρόθεν τιτρώσκουσαν, ἢ τὸ κράνος τῆς ἡδονῆς τὸν γόητα λόγον διὰ τῆς ἀκοῆς, ἢ ὥσπερ τινὰ θυρεὸν, τὴν διὰ τῶν χειρῶν ὅλον τὸ σῶμα πρὸς ἡδονὴν συγκινοῦσαν ἁφὴν ἐν ψυχῇ καταθέσθαι, κἂν ἔξω δοκῇ εἶναι τῇ ἐργασίᾳ τῆς ἁμαρτίας μηδέπω φθείρας τὸ σῶμα, ἀλλ’ ἔνδον ἐστὶ τῇ δυνάμει, διὰ τοῦ καταθέντος ὅπλου φθείρων τὸν νοῦν· καὶ τῆς ἰδίας λοιπὸν ἡδονῆς καὶ τῶν ἑταίρων αὐτοῦ παθῶν, οἰκίαν ἐξαίρετον τὴν δεξαμένην ἕν τι τούτων ψυχὴν ποιησάμενος.
701 Ἀποκλειστέον οὖν τὴν πρώτην διὰ τῶν αἰσθήσεων πάροδον τῷ τῆς σαρκὸς στρατιώτῃ, καθάπερ θύρας ἢ θυρίδας, τὰς αἰσθήσεις πανταχόθεν τοῖς τῆς καρτερίας μοχλοῖς ἐπερείδουσαν· ἵνα μὴ διὰ μιᾶς γοῦν τινος τούτων πανουργότερον ἀναβὰς, σὺν ἑαυτῷ τὸν θάνατον ἑταῖρον ὄντα ἑαυτοῦ εἰσοικήσηται. Θάνατος γὰρ , φησὶν, ἀνέβη διὰ τῶν θυρίδων ὑμῶν . Θυρίδες γὰρ ὄντως τῆς ψυχῆς αἱ αἰσθήσεις, αἷς ἢ ὥσπερ σώφρων τις γυνὴ, τὸ ἔξωθεν τῶν αἰσθητῶν φῶς ἡ ψυχὴ εἰς κατανόησιν τοῦ ἐπιβάλλοντος ἔργου, ἠρέμα παρανοίγουσα αὐτὰς, ἐναυγάζεται, ἢ σεσοβημένη περὶ τὴν τῶν ἔξω περίεργον κατανόησιν, καθάπερ ἑταίρα τις ἀκόλαστος, ἐγκύπτει πρὸς τὰ τέρποντα, τὸν αὐχένα κακῶς περιστρέφουσα, καὶ πρὸς τὰ ἥδοντα διὰ τούτων ἐμπίπτουσα. Ἀπὸ γὰρ θυρίδων τῶν ἑαυτῆς οἴκων ἐγκύπτουσα, ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων νεανίαν ἐνδεῆ φρενῶν παραπορευόμενον, ταῦτα λέγει οἷς ἤδη διὰ τὸ ἀνάγωγόν τε καὶ ῥεμβὸν τῶν αἰσθήσεων, ἑαυτὴν πρὸς ἀκολασίαν ὅλην ηὐτρέπισεν. Ἡ δὲ σώφρων ἔνδον, φημὶ, καθάπερ ἐπὶ ἑστίας, τῆς ἐν μέσῳ καρδίας, τὸν τῶν λογισμῶν τε καὶ αἰσθήσεων θρόνον καθίζουσα, εἴ τι μὲν χρειῶδες πρὸς ἀρετὴν, καθαρὸν παντὸς πάθους ῥέον, εἰσδέχεται· εἴ τι δ’ ἀχρεῖον καὶ ἀλλότριον ταύτης, ἔξω τῶν θυρίδων ταῖς τῆς φρονήσεως χερσὶν αὐτὰς ἐπερείδουσα, συνετῶς ἀποκλείει.
701 (50) Οὐκοῦν οὐ δεῖ τὴν ἐκ τῆς συμπλοκῆς φεύγοντας ἁμαρτίαν τοῖς διὰ τούτων τε καὶ ἐν τούτοις σφαλεροῖς ὀλίσθοις ἐμπλέκεσθαι.
704 Ὄτι ἡ μὲν διὰ φωνῆς καὶ βλεμμάτων ἁφὴ ἐπὶ τὴν τῶν χειρῶν λαθραίως ὁδεύει. Αὗται δὲ πᾶσαι, ὡς ἐν ἀλύσει ἀλλήλων ἐχόμεναι, τῆς κατὰ τὴν συμπλοκὴν ἁφῆς προμνήστριαι γίνονται. Οὐ μίαν οὖν τὴν κατὰ τὴν μίξιν ἀφὴν μόνον, ἀλλ’ ὄλον τὸ γένος τῆς πολυμόρφου ἀφῆς, ἐξ ἧς τὸ πᾶν εἶδος διὰ τῶν αἰσθήσεων φύεται, τῇ παρθένῳ ἐπιμελῶς ἄφθορον φυλακτέον· ἴνα τοὺς ἀπὸ ὀφθαλμῶν καὶ φωνῆς καὶ τῶν λοιπῶν πρὸς ἡδονὴν κινημάτων πόῤῥωθεν πεμπομένους σπινθῆρας σωφροσύνης ἀντιπνοίαις σβεννύουσα, καὶ τὴν ἐξ αὐτῶν ἀναπτομένην πυρκαϊὰν φρονίμως συναποσβέσῃ· μᾶλλον δὲ ἵνα μηδὲ τὴν ἀρχὴν παραδεξαμένη τῆς ἡδονῆς τὰ ἐναύσματα, μηδὲ ἔχῃ ὅλως ποτὲ ἐν ταῖς σαρξὶν ἀναφθεῖσαν τῆς ἡδονῆς τὴν πυρκαϊάν. Παρθένος οὖν ἔστω τῆς παρθένου καὶ ἡ ἀκοὴ καὶ τὸ βλέμμα, ἔτι δὲ ἡ ἁφὴ καὶ ὅλον τὸ κίνημα. 16. Κοσμῆσαι δὲ τῆς ἀληθῶς παρθένου δεῖ ὅλον τὸ κάλλος, ἵνα μήτε τῷ φυσικῷ κάλλει ἐμπομπεύειν σπουδάζῃ, μήτε ἀμοιροῦσα τούτου καλλωπίζεσθαι θέλῃ. Ἀπρεπὲς γὰρ ὡς ἀληθῶς τῇ παρθένῳ, καὶ τῆς ἐπαγγελλομένης ἀφθορίας ἀλλότριον, τὸ, ἢ ἐναβρυνομένην τοῖς δεδομένοις πρὸς εὐφυΐαν παρὰ τοῦ ποιητοῦ χαρακτῆρσι, καὶ ἐμπομπεύουσαν, ὥσπερ ἔφην, τῷ κάλλει, πλείονας ἐραστὰς τοῦ σώματος εἰς κοινὸν σπουδάζειν πτῶμα κινεῖν, ἢ μὴ εὐστοχήσασαν εὐειδείας. ἄρτυμα ἡδονῆς τοῖς ὁρῶσι τὴν ἐπίνοιαν τοῦ καλλωπισμοῦ πραγματεύεσθαι. Οὔτε γὰρ ἡ πρώτη σώφρονα δείκνυσι λογισμὸν, ἐπὶ τῷ τοῦ ποιητοῦ ἔργῳ ὡς ἐπὶ ἰδίῳ κατορθώματι θρυπτομένη, καὶ εἰς ὃν μὴ εἰσαχθῆναι ἀγῶνα, διὰ τῆς εὐχῆς τὸν ἀγωνοθέτην παρακαλεῖ, Μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν . δεομένη, εἰς τοῦτον δι’ ὧν τοὺς ἐραστὰς ἐπισπᾶται, ἑαυτὴν προφανῶς συνωθοῦσα. Οὐδ’ ἡ δευτέρα, ὃ μὴ ἔλαβε δέλεαρ ἐπὶ τῆς τοῦ σώματος ἡδονῆς, τοῦτο νόθοις μορφαῖς καθ’ ἑαυτῆς μαγγανεύουσα. Λανθάνει δ’ ἑκατέρα τὸ δοθὲν παρὰ τοῦ Θεοῦ καλὸν παρὰ τὸν προκείμενον σκοπὸν διαφθείρουσα. Καὶ ἡ εὐειδὴς τὸ τῆς ψυχῆς κάλλος διὰ τοῦ κατὰ σῶμα ἀτόπως λυμαινομένη, καὶ ἡ τὴν δοκοῦσαν τοῦ σώματος ἀμορφίαν ἐφόδιον φυλακῆς τῆς κατὰ τὴν παρθενίαν λαβοῦσα, εἰς ἐπιβουλὴν ἑαυτῆς ταύτην νόθοις μορφαῖς κακῶς μεταπλάττουσα. Ἔδει δὲ τὸ ἀνάπαλιν, τὴν μὲν τοῦ προσκαίρου κάλλους καταφρονοῦσαν, μὴ ἐμπόδιον τὸ τοῦ σώματος κάλλος τοῦ τῆς ψυχῆς, ἀλλὰ συνεργὸν, ἂν οὕτω που συμβαίνῃ, ποιεῖσθαι, τοὺς τοῦ σώματος ἐραστὰς ἐπὶ τὴν ψυχὴν μεταφέρουσαν· τὴν δὲ μηδὲν ἔλαττον ἐν τοῖς ὄντως καλοῖς φερομένην, τὴν, διὰ τὴν νομιζομένην ἀειδίαν, ἀοχλησίαν τῶν πειρασμῶν, γαλήνην ἀσκήσεως τοῦ ἀγήρω κάλλους λαμβάνειν, τοῖς μὲν ἀθανάτοις καλοῖς, ὡς ἰδίοις κατορθώμασιν, ἐντεῦθεν ἤδη πρὸς τὴν ἑτέραν ἁμιλλωμένην, τοῖς δὲ κατὰ σῶμα ὑπὸ τοῦ χρόνου δειχθησομένην, οὐδὲν ἐκείνης διάφορον ἔχουσαν.
705 17. Οὐδὲ γὰρ τίς ὁ σκοπὸς, δι’ ὃν καλλωπίζονται συνιδεῖν ἔστι ταχέως. Εἰ μὲν γὰρ ἵνα τῷ τῆς παρθενίας σκοπῷ συνεργάσωνται, καὶ δὴ τὸ ἐναντίον οὗ ἐπαγγέλλονται πράττουσι, πλείονας πειρατὰς διὰ τοῦ καλλωπισμοῦ καθ’ ἑαυτῶν ἀτόπως ἀλείφουσαι. Εἰ δὲ ἵνα αὐτὸ τοῦτο καλαὶ δόξωσι, φαίνεσθαι ἄλογον, εἰ μὴ μέλλοιεν παρ’ ὧν τὴν δόξαν ἀποφέρεσθαι σπεύδουσι, τοῦ κατ’ αὐτὰς νομιζομένου κάλλους ἐμφορεῖσθαι, τὴν περὶ τούτου φροντίδα ποιούμεναι. Εἰ δ’ ἵνα καὶ τύχοιεν οἷς ἀρέσαι σπουδάζουσιν, εἰς τὸ ἐναντίον, φημὶ, ἑαυτὰς κατενεχθείσας γυμνῶς ἐπιδείξουσιν, ἑταῖραι ἀντὶ παρθένων ὀφθεῖσαι· ἐκτὸς εἰ μὴ πρὸς τὴν τῶν δύο ἐπιθυμίαν μεσολαβηθεῖσαι διέλκονται, καὶ τῶν ἔξωθεν ἐραστῶν ἐμφορεῖσθαι βουλόμεναι, διὰ δὲ τοῦτο τῆς κοινῆς ἐπιθυμίας τὴν ὄψιν ἥδυσμα γίνεσθαι σπουδάζουσαι, καὶ τῷ ἔνδον ἐραστῇ δι’ αἰδῶ ἢ φόβον κρατούμεναι. Οὐδὲ γὰρ οἷόν τέ ἐστιν ἀνύπουλον εἶναι τῶν τοιούτων τὴν γνώμην, καὶ τοὺς ἔξωθεν ἐπὶ τὸ σῶμα διὰ μηχανῆς ἐρεθίζουσαν, καὶ τῷ ἔνδον ἐξ ἡμισείας ἀρέσκειν ἐθέλουσαν. Καὶ οὐκέτι ἔσται λοιπὸν ἡ γνώμη ὁμαλῶς ἑαυτῇ συμφωνοῦσα· ἀλλ’ ὥσπερ ἐν μεταιχμίῳ, πρός τε τὸν ἔνδον ἐραστὴν, καὶ τὴν ἔξω κακῶς σχιζομένη. Οὐδεὶς δὲ δύναται δυσὶ κυρίοις δουλεύειν. Ἢ γὰρ τὸν ἔνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ τοῦ ἑνὸς ἀνθέξεται , τοῦ ἔξω, καλλωπιζομένη πρὸς τοῦτον, καὶ τοῦ ἔνδον καταφρονήσει. Ἡ δὲ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· ὥσπερ οὖν ἡ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρὶ, καὶ μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος . Ἐπεὶ ἀμήχανον καὶ τῷ ἔνδον μεριμνᾷν ὅπως ἀρέσῃ, καὶ πρὸς τοὺς ἔξω θεατὰς, ὥσπερ ἐν σκηνῇ, καλλωπίζεσθαι. Ἀλλ’ ὡς ὁ ὑφ’ ἡλίῳ λαλῶν διδασκάλῳ, οὐδέν τι τῆς παρακολουθούσης σκιᾶς, τὰ κινήματα αὐτοῦ τῶν χειρῶν, καὶ τῆς ὅλης μορφῆς τοὺς τύπους μιμηλῶς δεικνύσης, φροντίσας, ὅλος πρὸς τὴν τοῦ καθηγητοῦ ὁμιλίαν συντέταται· οὔτω καὶ ἡ παρθένος, οὐδέν τι τῶν τοῦ σώματος εἰδώλων ἂν εὔμορφα ἢ δύσμορφα φαίνηται ταῦτα, καὶ τῶν περὶ αὐτὰ μωκῶν φροντίσασα, ὅλη πρὸς τὸν καθηγητὴν αὐτῆς καὶ νυμφίον ἐπέστραπται, τούτῳ διὰ βίου ἐν καθαρωτάτῳ φωτὶ συντόνως λαλοῦσα. Μεριμνᾷ γὰρ πῶς ἀρέσῃ τῷ Κυρίῳ.
708 Ἀρέσκει δὲ τοιαύτη οἵαν αὐτὸς αὐτὴν πλάσαι ἠθέλησεν. 18. Οὐ μόνον οὖν οὐ δεῖ καλλωπίζεσθαι τὴν παρθένον, οὐδὲ ἥδυσμα ἡδονῆς βλέμματος ἀκολάστου τὴν ἐπίνοιαν τῆς μορφῆς ἐργάζεσθαι, ἀλλὰ καὶ τὸ φυσικὸν τοῦ σώματος κάλλος συσκιάζειν ὡς οἷόν τε ταῖς ἐπινοίαις. Ἐπειδὴ γὰρ, κατὰ τὸν ἀνωτέρω λόγον, μάλαγμα ἡδονῆς τῷ ἄῤῥενι τὸ θῆλύ ἐστι, καὶ βλέμματι ὑγροτέρῳ τοῦ ἄῤῥενος πρὸς ἐναγωγὴν ὄψεως πεπλασμένον, καὶ φωνῇ λιγυρᾷ εἰς θέλγητρον ὀργανωθὲν ἀκοῆς, καὶ τῇ ἐμφαινομένῃ τῶν μελῶν μαλακότητι, καὶ συνόλως παντὶ τῷ τοῦ σώματος σχήματί τε καὶ κινήματι πρὸς ἀπάτην τῆς ἡδονῆς μορφωθὲν, καὶ οὐ λαλοῦσα γυνὴ μόνον καὶ ὁρῶσα, ἀλλὰ καὶ καθημένη πως καὶ βαδίζουσα, διὰ τὴν ἐνοῦσαν κατὰ τοῦ ἄῤῥενος αὐτῇ φυσικὴν δυναστείαν, ὡς σίδηρον, φημὶ, πόῤῥωθεν μαγνῆτις, τοῦτον πρὸς ἑαυτὴν μαγγανεύει· διὰ τοῦτο δεῖ τὴν παρθένον, τῷ μηδενὶ τρόπῳ τοῖς τῆς ἡδονῆς δικτύοις ἐμπλακῆναι φυλαττομένην, ἀῤῥενωπὸν τὸ ὄμμα, καὶ στεῤῥὰν ποιεῖν τὴν φωνὴν, τῷ δὲ βαδίσματι καὶ συνόλως παντὶ κινήματι τῷ τοῦ σώματος, συνέχειν τῆς ἡδονῆς τὰ δελέατα· οὐχ ἁλῶσαν, φημὶ, ἔτι μᾶλλον ταῖς ἐπινοίαις πρὸς ἡδονὴν ἑαυτὴν, καὶ παγίδα ἑτέροις τε ὁμοῦ, καὶ τῇ ἑαυτῆς ψυχῇ τὸ οἰκεῖον σῶμα ἀρτύουσαν, πρὸς τὸ σύντονον δὲ τῆς ἀρετῆς εἶδος ἑαυτὴν σώφροσι κινήμασιν ἀνδρείως ὀρθοῦσαν. 19. Οὕτω δὲ τὴν τοῦ θήλεος ἡδονὴν ἐν ἑαυτῇ ἀναιροῦσα, καὶ τὴν πρὸς τοῦτο σχέσιν τοῦ ἄῤῥενος ἀποκόπτουσα, παρθένους ἑαυτῆς καὶ τὰς προόδους ποιήσεται, οὐκ ἀκολασταίνουσα ταῖς συνεχέσι προόδοις, οὐδὲ παρὰ τὴν ἐπιβάλλουσαν παρθένῳ χρείαν ταῖς οἰκίαις ἑαυτὴν ἐπιῤῥίπτουσα· ἁπάσης δὲ προόδου καιρὸν, τῆς ὀφειλομένης ἀρετῆς ἐντολὴν ποιουμένη· καὶ ἡνίοχον μὲν τῆς προόδου, τὴν ἐντολὴν ἔχουσα τοῦ Κυρίου, τοὺς δὲ καιροὺς τούτων, κατὰ τὸ εὐπρεπὲς μέρος τῆς ἡμέρας ἐγκρίνουσα. Οὐ γὰρ ἁπλῶς διὰ τὸν εἰπόντα, Ἀσθενὴς ἤμην, καὶ οὐκ ἐπεσκέψασθέ με , καὶ τὰ λοιπὰ, ὕλην χυδιασμοῦ τε καὶ ψόγου τὴν ἐντολὴν τοῦ Κυρίου ποιήσεται. Κατὰ πᾶσαν μὲν ὥραν, καὶ παρὰ τὸ πρέπον τῶν προόδων κατατολμῶσα, ἐν ἀκαιρίᾳ κατὰ πάντα στενωπὸν τοῖς πολλοῖς φαινομένη, οὐδὲ τὸ καλὸν μὲν τῆς τοῦ Θεοῦ ἐντολῆς, ἐπιδεξίως αὐτῇ μὴ κεχρημένη, εἰς διαβολὴν ἑαυτῆς κακῶς περιτρέψει, ἀβασάνιστον δὲ τὴν ἡλικίαν ἑαυτῆς ἁπλῶς ἐπὶ τὰς προόδους ἀφήσει, ἀλλὰ νέαν μὲν ἔτι ἄγουσα ἡλικίαν, ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ μόνον, καὶ οὐ μόνη ἁπλῶς προελεύσεται. Ἐντολῆς δὲ τοῦ Κυρίου ἑτέρωθι ἀπαραιτήτως ἀγούσης, ἀξιόπιστον τὴν ἑαυτῆς πορείαν ταῖς μεθ’ ὧν βαδίζουσα ὁρᾶται, ποιήσεται.
709 Οὐ γὰρ ἁπλῶς ἀγελαίαν δεῖ τὴν παρθένον, ἀποστραφεῖσαν τὰ γάμων δεσμὰ, ἁπανταχοῦ μετὰ αὐθεντίας σοβεῖσθαι· ὥσπερ διὰ τοῦτο ἀποφυγοῦσαν τὸν γάμον, οὐχ ἵνα τῷ κρείττονι νυμφίῳ ἀεὶ παρεδρεύῃ, ἀλλ’ ἵνα ἐπ’ ἐξουσίᾳ ἔχῃ φοιτᾷν ὅπη βούλεται. Οὐδὲ γὰρ ὡς ἂν μὴ μάρτυρα ἢ κριτὴν ἔχῃ τοῦ βίου τὴν πρὸς ἄνδρα κοινωνίαν ἀπέφυγεν· οὐδ’ ἵνα ἐλευθέρα ζηλοτυπίας ὑπάρχουσα ἐγκαλινδῆται ἐπ’ ἐξουσίας οἷς ἂν ἐθέλῃ, μηδένα ἔχουσα τὸν ἐξετάσοντα αὐτῆς τὰ κινήματα· ἀλλ’ ἵνα τὰς σαρκὸς ἡδονὰς, καὶ τόκων ὠδῖνας, καὶ τὴν πολύμοχθον τῶν βιωτικῶν μεριμνῶν ἀλγεινὴν φυγοῦσα φροντίδα, ὑπὸ μάρτυρι καὶ ζηλοτύπῳ ἀρετῆς Θεῷ, τὸν ἑαυτῆς πρὸς ἀφθαρσίαν βίον οἰκονομήσῃ. Θεὸς γάρ εἰμι , φησὶ, ζηλωτὴς , ζηλῶν τὸν ἐπὶ φθορᾷ τὸ ἐμὸν ἐν ὑμῖν κάλλος μοιχεύοντα. Ἐπεὶ εἰ μέλλοι τὸν πρὸς ἄνδρα ζυγὸν ἀποῤῥίψασα, ἄχρηστος καὶ τῷ βίῳ, πρὸς ὃν εἰς οἰκουρίαν καὶ τεκνογονίαν ἐπλάσθη, καὶ τῇ ἐπαγγελλομένῃ παρθενίᾳ ἐπίψογος γίνεσθαι, τὸ ὅλον ζημία. Καὶ τὴν ψυχὴν ἀπαιδεύτοις ἐννοίαις, καὶ τὸ σῶμα ἀνέτοις σκιρτήμασι φθείρουσαν, πολλῷ αἱρετώτερον ἀνδρὶ συναφθεῖσαν, τούτῳ πρὸς τὸν βίον ἡνιοχεῖσθαι, τότε χρειῶδες εἰς βοήθειαν κατὰ τὸν οἶκον ἀμοιβὴν τῆς προστασίας αὐτῷ ἀντεκτιννῦσαν, καὶ γηροκόμους παῖδας εἰς διαδοχὴν τοῦ γένους ἀγαθοὺς παριστῶσαν· καὶ ἑνὶ γοῦν μέρει ταῖς τοῦ ἀνδρὸς ζηλοτυπίαις, ὡς οἷόν τε, τῷ Θεῷ παρθενεύουσαν, ὡς ὁ τῆς ἀληθείας λόγος τὰς τοῖς στενωποῖς, καὶ ταῖς οἰκίαις ἀπαιδεύτως ἐπιπολαζούσας, οὐδὲ παρθένους γνωρίζει. Ἀργαὶ γὰρ μανθάνουσι περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ, ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα . 20. Εἰ δὲ χήραν ἀνδρὸς ἤδη πεῖραν λαβοῦσαν, καὶ ὀφθαλμοῖς ἀνδρῶν ὁμιλεῖν γυμνασθεῖσαν, οὐ δεῖ ἀναίδην καὶ γλῶσσαν καὶ πόδας πρὸς τοὺς τυχόντας κινεῖν, ἵνα μὴ τοῖς προειρημένοις ἐγκλήμασιν ὑποπέσῃ· πόσῳ μᾶλλον δεῖ τὴν παρθένον, τὸν τῆς αἰδοῦς πρὸς ἄνδρα μηδέποτε ἀπαμφιεσαμένην χιτῶνα, σεμνὴν μὲν καὶ παρθένον φυλάττειν τὴν γλῶσσαν, ἀκριβὲς δὲ τὸ βῆμα πρὸς τὸ ἀναγκαῖον τῆς χρείας προάγειν; Ἐκεῖνα γὰρ μόνον τῇ παρθένῳ ῥητέον, ὅσα τε ἀκουσθέντα τὸν νοῦν ὠφελήσει τῶν ἀκουόντων, καὶ διὰ τῆς εὐστόχου πρὸς αὐτὴν ἀποκρίσεως, πρὸς σύνεσιν τῶν θείων αὐτῆς τὴν ψυχὴν ἔτι μᾶλλον κοσμήσει. Τὸ γὰρ διὰ τῆς γλώσσης φερόμενον ἔξω ῥεῖθρον τοῦ λόγου, τῆς πηγῆς ὅθεν ῥεῖ μαρτύριον γίνεται. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροὶ, φόνοι, μοιχεῖαι , καὶ τὰ ἑξῆς· ἀφ’ ὧν καρπῶν τὸ δένδρον γινώσκεται. Καὶ ἡ ἀληθῶς παρθένος, ὥσπερ ἀπὸ καθαρᾶς πηγῆς τῆς καθαρότητος τῶν ἠθῶν, ἀθόλωτον πάντων μολυσμάτων δεῖ προχεῖσθαι αὐτῆς ἠρέμα τὸν λόγον· μὴ μόνον μηδὲν ἐπιβλαβὲς καὶ δολερὸν πρὸς ἠδονὴν φέροντα τὸ νόημα, ἀλλ’ οὐδὲ ἀργόν ποτε ἀπὸ λογικῆς ψυχῆς τοῦτο δεικνύντα.
712 Πάντα γὰρ τὸν ἀπὸ παρθένου πηγῆς λόγον ἄφθορον ἀρυόμενον, καθάπερ ἀφθαρσίας πόματος, δεῖ τὸν νοῦν ἐμφορεῖσθαι, τοῖς ὁμοίοις μετ’ αἰδοῦς ἐξ ἀμοιβῆς τὴν εὐεργέτιν ἀντιπροπίνοντα. Τοιαύτη μὲν ἔσται ἡ παρθένος λαλοῦσα, εἴποτε καὶ λαλεῖν ἀναγκαῖον. Ἀκριβωτέον γὰρ καὶ τίνι, καὶ πῶς, καὶ πότε ταύτην λαλεῖν πρέπον ὁρᾶται. Οὐ γὰρ ἁπλῶς πρὸς τοὺς τυχόντας δεῖ φθείρεσθαι τῆς παρθένου τὸν λόγον, οὐδὲ πρὸς τοὺς αἰδοῦς ἀξίους πάλιν θρασέως ἀπογυμνοῦσθαι· οὐδὲ τὸ χρειῶδες οὐκ ἔχοντα παρὰ τὸ ἐπιβάλλον τῷ προσώπῳ τῆς παρθένου προχεῖσθαι· οὐδὲ τῆς χρείας τοῦτον ἐκ παρθενικοῦ στόματος ἀναγκαίως καλούσης, διὰ τῆς ἐμπεσούσης πρὸς τὴν χρείαν ἀφορμῆς, φιλοτιμότερον ὑπερβλύζειν. Ἀλλὰ πανταχοῦ καὶ τοῦ προσώπου καὶ τῆς χρείας καὶ τοῦ καιροῦ στοχαστέον, ὅταν ἀναγκάσῃ ἡ χρεία λαλεῖν, πολλῷ ἐλάττονα ὧν ἀκούει λαλοῦσαν Ἐπεὶ καὶ ἡ φύσις τὸ χρειῶδες τοῦ λόγου πρὸς ἀκοὴν δι’ ἀναλογίας μετροῦσα, δύο μὲν ὦτα, μίαν δὲ γλῶσσαν ἡμῖν ἐξειργάσατο· ὡς δέον, διπλασίονα εἰς παιδείαν ἀκούειν, ἡμιολίῳ δὲ πρὸς τὰ ἐρωτήματα συνεσταλμένον προάγειν τὸν λόγον. Ὤστε καὶ κατὰ φύσιν πρὸς οὓς εὐκαίρως λαλεῖ ἡ παρθένος, πλεῖον ἀκούσεται πολλῷ μᾶλλον ἢ λαλήσει· καὶ πᾶς λόγος αὐτῆς οὐδὲν ἕτερον ἢ ὠφέλειαν τοῖς ἀκούουσι φέρων τῶν χειλέων προελεύσεται, ἢ δι’ ἐρωτήματος τῷ νῷ παιδείαν ἐμπορευόμενος, τοῦ στόματος ἐγκοσμίως προβήσεται. Τὰ δ’ ἄλλα ἐντὸς μυχῶν ἠρεμήσει, πολλῷ πλέον τῶν ἄλλων διαπαντὸς εὐχομένη· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου . Καὶ οὕτω μὲν τὸ στόμα ἑαυτῆς μετ’ εὐχῶν ἀσφαλίσεται. Οὐκ ἔλαττον δὲ τὴν ἀκοὴν, ὡς ἂν μηδὲν ἔξωθεν εἰς αὐτὴν ῥεύσειε φαῦλον. Καὶ τῷ νῷ πυλωρήσειεν ἐν ἠρεμίᾳ ἀκοῆς τε καὶ γλώσσης ἀεὶ δεομένη τοῦ Κυρίου· Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις 21. Ἐπίψογον δὲ πολλῷ πλέον τῶν εἰρημένων, καὶ τοῦ παρθενικοῦ ἤθους ἀλλότριον, τὸ μὴ μόνον ἐπιπολάζειν οἴκοις παρθένον, ἀλλὰ καὶ γάμου προμνήστριαν γίνεσθαι. Τίμιος μὲν γὰρ ὁ γάμος ἐν πᾶσιν, ἀλλ’ ἄλλοις καὶ οὐ τῇ παρθένῳ προσῆκον. Καὶ οὐ δεῖ τῆς ἰδίας τρίβου ταύτην ἀναχωρήσασαν, ἐν τοῖς τριόδοις τοῦ βίου τῷ λοιπῷ πλήθει συναναφυρομένην εὑρίσκεσθαι. Ἄλλη γὰρ ὁδὸς τῶν τοὺς γάμους κρατούντων, καὶ ἄλλη τρίβος, φημὶ, τῶν τὴν παρθενίαν τιμώντων.
713 Καὶ μεμέρισται ἡ παρθένος καὶ ἡ γαμήσασα . Ἀναχωρητέον οὖν τῶν γαμικῶν ὑποθέσεων τῇ παρθένῳ· μᾶλλον δὲ μηδὲ παραβλητέον αὐτῇ τὴν ἀρχήν. Ἀλλ’ αἱ μὲν λοιπαὶ, ὅσαις ἤρεσε τοὺς σαρκῶν περιέπειν νυμφίους, προμνηστευέτωσάν τε, ὡς δοκεῖ, τούτων τῶν γάμων, καὶ τὴν περὶ αὐτῶν σπουδὴν, εἰ ἡδὺ, ἐνδεικνύσθωσαν. Ἡ δὲ παρθένος τὸν ἑαυτῆς νυμφίον ἀεὶ περιέπουσα (εἰ δοκεῖ καὶ αὐτῇ ὅλως μνηστεύειν), τούτῳ μᾶλλον τὰς ἀχράντους νύμφας πρὸς ἀφθορίαν προμνηστευέσθω. Κἀκεῖναι μὲν περὶ τὸν θνητὸν πονείσθωσαν θάλαμον· αὕτη δὲ μετὰ τῶν φρονίμων ἡμμένῃ λαμπάδι περὶ τὸν Κύριον χορευέτω, ἢ ἑπομένη τῷ νυμφίῳ, ἢ τῷ οἰκείῳ φωτὶ τῆς παρθενίας καὶ ἑτέρας πρὸς παρθενίαν νυμφεύουσα. Αἰσχύνης γὰρ ὡς ἀληθῶς καὶ ὀνείδους μεστὸν τῇ παρθένῳ τὸ πρᾶγμα, ὅταν αἱ μὲν προληφθεῖσαι τοῖς γάμοις, ὥσπερ δι’ ἀπειρίαν τῶν ἐν οἷς ἔμελλον γίνεσθαι ἐμπλακεῖσαι ταῖς ὁδύναις τῶν γάμων, τὰς ἄζυγας τῶν ὁμοίων ἀλγεινῶν πειραθῆναι εὐνοϊκῶς ἀποτρέπουσαι, καὶ τὸ ἄχραντον τοῦ τε νυμφίου καὶ τῶν ἐκείνῳ νυμφευομένων, κατά τε τὸν παρόντα καὶ μέλλοντα βίον, ὡς ἀληθῶς, μακαρίζουσαι, ἐπὶ παρθενίαν παρακαλῶσιν. Ἡ δὲ παρθένος προμνηστεύειν, φημὶ, σπεύσῃ τοῖς γάμοις, τὸ ἐναντίον, οἶμαι, δι’ ὧν πράττει ἐμφαίνουσα. Ὅτι προληφθεῖσα ἄρα τῇ ὑποσχέσει τῆς παρθενίας, δι’ αἰδῶ λοιπὸν πρὸς ταύτην σχηματίζεσθαι ἀναγκάζεται. Ἀποδεχομένη δὲ τῇ διαθέσει τὸν γάμον, καὶ μεταμελομένη τάχα, οἵας ἀπεστέρηται ἡδονῆς, οἷς πράττει, ἣν περὶ αὐτὸν ἔχει ἐν ψυχῇ διάθεσιν οὐ μετρίως ἐμφαίνει, ὥσπερ γυμνῶς ταῖς γαμουμέναις ἐνδείξασθαι θέλουσα, ὅτι συνήδεται αὐταῖς, οἵας μέλλουσιν ἡδονῆς ἀπολαύειν. Μεμερισμένη γοῦν πρὸς τὴν ἔγγαμον ἡ παρθένος, τόν τε βίον, καὶ ὅλον τὸ ἦθος, τὰ ἐπιβάλλοντα ἔργα τῇ παρθένῳ ἐν παντὶ ἐπιγνώσεται· ἀδιάφθορον κατὰ πᾶν ἔργον τὸ κάλλος τῆς παρθενίας τηροῦσα, ἵνα μὴ ἀδιαφόρως ἐκχεομένη πρὸς τὰ μὴ πρέποντα οἶς πράττει λυμήνηται τοῦτο ὃ μετιέναι σπουδάζει. 22. Ἀλλ’ οὕτω μὲν ἀκριβὴς ἕσται, καὶ λαλοῦσα, καὶ σιωπῶσα, καὶ προϊοῦσα, ἡ ὄντως παρθένος. Δεῖ δὲ, ὅπερ ἔφην, μὴ ἁπλῶς καὶ ὡς ἔτυχε, μηδὲ μόνην, ἀλλὰ κατὰ τὸν προειρημένον σκοπὸν, μετὰ κοσμίων καὶ βίῳ καὶ ἡλικίᾳ γυναικῶν προϊοῦσαν, μηδαμοῦ μὲν ἐν ἀπρεπέσι στενωποῖς, ἢ ἀγοραῖς, ἔνθα ἀκόσμων ἀνθρώπων συμβαίνει τὰς διατριβὰς συγκροτεῖσθαι, ταύτην ὁρᾶσθαι· εὐστοχοῦσαν δὲ τοῦ καιροῦ τῆς προελεύσεως, τοιαύτην καὶ σχήματι καὶ βαδίσματι, καὶ ὅλῳ τῷ κινήματι παρὰ τῶν ἐντυγχανόντων ὁρᾶσθαι, ὡς πάντας τοὺς ἀπαντῶντας, καθάπερ ἄγαλμα Θεοῦ προσιδόντας, πλήττεσθαι μὲν πρὸς αἰδῶ πάντως τὴν ὄψιν, σωφρονίζεσθαι δὲ τὸν νοῦν τῇ τοῦ καλοῦ ὑπομνήσει, σέβειν δὲ τὴν θέαν, καὶ ὡς Θεοῦ, ὥσπερ ἔφην, εἰκόνι ὑποχωρεῖν, καὶ ἐντρέπεσθαι.
716 Ὡς γὰρ σατύρων εἰκόνες ὀφθεῖσαι γέλωτα τοῖς θεωροῦσιν ἐκίνησαν, καὶ ὡς κατηφείας γέμουσαι ἄλλαι εἰκόνες τὸν νοῦν τῶν ὁρώντων καὶ τὴν ὄψιν πρὸς τὴν τῶν σκυθρωπῶν φαντασίαν συνέχεαν· καὶ ὡς οὐδὲν μὲν τούτων κινούμενον τὴν τῶν ὁρατῶν ὄψιν πρὸς ἑαυτὸ διατίθησιν, ἐν ἀκινήτῳ δὲ τύπῳ ὁρώμενον, ἐν τῇ ἀκινήτῳ μορφῇ τὰς τῶν ζώντων διαθέσεις ὅμως μετακινεῖ, καὶ πρὸς τὰς οἰκείας φαντασίας μεταῤῥυθμίζει· οὕτω καὶ ἡ παρθένος σωφροσύνης εἰκὼν, μᾶλλον δὲ αὐτοαρετῆς ἄγαλμα οὖσα, καὶ μόνον ὀφθεῖσα, τὰς τῶν ὁρώντων ὄψεις πρὸς τὴν τοῦ θείου ἔννοιαν ἐπιστρέφειν ὀφείλει. Πληγήτω γοῦν τις ἀκόλαστος τὴν ψυχὴν, τοῦ τῆς σωφροσύνης κάλλους ἐκ τῆς παρθενικῆς θέας ὑπομνησθείς. Ἀναμνησθήτω δέ τις Θεοῦ, τὴν πρὸς ζῆλον τῶν ἐντολῶν αὐτοῦ ἀσκουμένην εἰκόνα ἰδών. Καὶ συνόλως εἰπεῖν, μεταῤῥυθμιζέσθω τῶν ἀπαντώντων τῇ παρθένῳ καὶ βλέμμα καὶ κίνημα πρὸς τὴν τοῦ καλοῦ φαντασίαν· καὶ πάντες μὲν οἱ συντυγχάνοντες ἐπιστυφέσθωσαν τὴν διάνοιαν. Μηδεὶς δὲ, ὥσπερ σατύρου ἣ ἡδονῆς ὅλην τεθρυμμένην ὄψιν ἰδὼν, διαχυθείη πρὸς ἁμαρτίαν, ἐφόδιον ψόγου μὲν τῇ ὀφθείσῃ, τῆς ὑπούλου παρθενίας τὴν θέαν, ἑαυτῷ δὲ μείζονος ἁμαρτίας τὴν συντυχίαν τῆς παρθένου λαβών. Οὐκοῦν Θεοῦ εἰκόνος κατὰ πάντα ῥυθμὸν ἑαυτὴν, καὶ, ὡς ἂν εἴποι τις, γλύμμα, ἡ παρθένος ἀσκήσασα, ὅλην μὲν ἑαυτὴν τῶν τοῦ κόσμου φροντίδων ἔξω ποιήσει· τῶν δὲ τοῦ σώματος ἡδονῶν τὴν ψυχὴν ἀποστήσει, καὶ ὅλον τὸν νοῦν πρὸς τὸν ἔρωτα τῶν οὐρανίων τείνασα, τὰ κατὰ γῆν τερπνὰ πάντα πατήσει· οὐκ ἀποδεχομένη μᾶλλον τούτοις νομιζομένοις λαμπροῖς ἐντρυφᾷν, ἢ τῆς ταλαιπωρίας αὐτῆς ἢν ἐν τῇ ζωῇ διαντλοῦσι κατὰ λόγον οἰκτιζομένη. 25. Ἐκ παραλλήλου γὰρ τὰς τῆς γεγαμημένης πολυμόρφους, ὡς ἂν εἴποι τις, κῆρας πρὸς ἑαυτὴν θεωροῦσα, ὦν ἐντεῦθεν ἤδη ἀπολαύει, πάντως ἑαυτὴν τοῦ σκοποῦ ἀποδέξεται. Ἡ μὲν γὰρ θνητῷ γάμῳ ζευχθεῖσα, τῇ δι’ ἑαυτὴν φροντίδι καὶ ἑτέραν τὴν τοῦ ἀνδρὸς προσλαβοῦσα, δίδυμόν τινα ἐκ μιᾶς ψυχῆς τὴν τοῦ συμφυέντος αὐτῇ σώματος φροντίδα ὑφίσταται· οὐκέτι τῷ ἑνὶ κάμνουσα σώματι, ἀλλ’ ἐν μιᾷ ψυχῇ, πρός τε τὸ τοῦ ἀνδρὸς καὶ τὸ ἑαυτῆς, ἐν ταῖς νόσοις ἀεὶ τεμνομένη. Εἶτα ἐντεῦθεν τὰς τῶν τέκνων παραφυάδας βλαστήσασα, ἑκάστῳ τῶν τικτομένων συναποσχίζεται τὴν ψυχὴν, τὴν τοῦ ἐπιγενομένου φροντίδα προσθήκην τῶν ὑπαρχόντων ἀνιαρῶν προσλαμβάνουσα. Καὶ χρηστοῦ μὲν τυχοῦσα ἀνδρὸς, ἀεὶ τῷ φόβῳ τοῦ θανάτου τὸ δεινὸν ὑφίσταται τῆς χηρείας, δεινήν τινα τηκεδόνα καὶ παρόντος καὶ ἀποδημοῦντος διὰ τὸ ἀδόκητον τῶν συμπτωμάτων κατὰ ψυχῆς δεχομένη.
716 (50) Πικρῷ δὲ τὸ ἐναντίον ζευχθεῖσα, ὅλην μὲν τὴν ζωὴν κολαστήριον ἕχει, οὐδὲ ἕτερον δὲ διὰ σωφροσύνην, οὔτε τὸν θανάτον τοῦ ἀνδρὸς διὰ τὸ πικρὸν τῆς χηρείας, οὔτε τὴν ζωὴν διὰ τὸ ἀηδὲς τῆς συμβιώσεως ἐκλέξασθαι δυναμένη, τῷ ἀφύκτῳ δεινῷ ταῖς ἀνίαις ἀεὶ τὴν ψυχὴν κατατέμνεται.
717 Εἶτα παῖδας τεκοῦσα, ἢ ἀγαθοὺς γενομένους ὁρᾷ, καὶ μείζονα τῆς κατὰ τὸν τόκον ὠδῖνος τὴν ἐκ τῆς ἀποτυχίας τούτων ὀδύνην διὰ βίου βαστάζει· ἢ φαύλους ἐκβάντας ἰδοῦσα, καὶ τῆς ἀτεκνίας βαρύτερον ἐπὶ τῇ τεκνογονίᾳ τὸ ὄνειδος φέρει. Ἢ πρὶν εἰς πεῖραν ἐλθεῖν τῶν προειρημένων δεινῶν, ἅμα τε νύμφη καὶ χήρα ἐγένετο. Καὶ ἡ ἄπαις εἰς χηρείαν κατενεχθεῖσα, οὔτε γυνὴ, οὔτε παρθένος, οὔτε μήτηρ ἐστὶ, πάντων δὲ ὁμοῦ τῶν νομισθέντων ἡδέων ἀπὸ τοῦ γάμου πεσοῦσα, ἐζημίωται μὲν διὰ βραχεῖαν ἡδονὴν τὸ κάλλος τῆς παρθενίας, τοσοῦτον δὲ γάμου πεπείραται, ὅσον τὸ πικρὸν τῆς χηρείας γνωρίσαι. Ἢ ἐν τῇ χηρείᾳ ὀρφανοὺς ἀνατρεφομένη τοὺς παῖδας, ὑπόμνημα τῆς κατὰ τὸν ἄνδρα ὀδύνης τούτους ὁρᾷ· ἀεὶ μὲν ἐν δάκρυσιν, ἀεὶ δὲ ἐν στεναγμοῖς, ἀεὶ δὲ ἐν θλίψει τῆς τούτων ἀνατροφῆς πεφυρμένη, οὐ μόνον οὐδὲν παραμύθιον τοῦ συμβάντος κακοῦ ἀντίῤῥοπον ἔχουσα, ἀλλὰ καὶ συγγενέσι καὶ οἰκέταις καὶ ἐπιτρόποις τῶν παίδων, καὶ αὐτοῖς ἀνδρωθεῖσι πολλάκις τοῖς παισὶ, καὶ πᾶσι συνόλως τοῖς αἰκίζειν ἐθέλουσι λάφυρον ἐλεεινὸν ἐκκειμένη, οὐδὲν ἕτερον, ἢ δρᾶμα λύπης καὶ πένθους τὴν ζωὴν ἑαυτῆς τῷ βίῳ εἰσενεγκοῦσα. Καὶ (τί γὰρ δεῖ πλέον λέγειν;) δεσπότην μετὰ προικὸς ἡ γυνὴ ὠνουμένη τὸν ἄνδρα, δούλη μὲν ἀντὶ ἐλευθέρας ἐστὶ, μικρᾶς τῆς κατὰ τὸν γάμον ἡδονῆς τὴν φυσικὴν ἐλευθερίαν ἀπεμπολήσασα, θύραν δὲ ἀμυθήτων ὠδίνων, καὶ ὅλην ὑπόθεσιν ἀλγηδόνων ἑαυτῇ τὸν γάμον ἀνοίξασα. Μένει γὰρ ἄῤῥηκτος κατ’ αὐτῆς ἡ ἀρὰ, κατὰ πάντα γάμον, ὥσπερ ἐπιθαλάμιον, ᾄδουσα· Ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει . Ἡ δὲ παρθένος τὸν πρὸς τὸν ἄνδρα ζυγὸν ἀποῤῥήξασα, καὶ πρὸς τὸν Κύριον ὅλη δραμοῦσα, συναπέῤῥηξε τῷ ζυγῷ καὶ τὴν ἐκ τῆς κατάρας ὀδύνην. Ἔφυγε γὰρ τὰς ἐπὶ τοῖς τέκνοις ὠδῖνας, ἔφυγε τὴν πρὸς τὸν θνητὸν ἄνδρα δουλείαν, καὶ συνόλως ἅπαντα τὰ ἐκ τοῦ γάμου δεινά. Συναπέδρα δὲ τοῖς λοιποῖς, καὶ τὰ πρὸς τὴν πολύχουν τοῦ παρόντος βίου ἁμαρτίαν πολύπλοκα δίκτυα. Πρὸ δὲ πάντων αὐτὴν τὴν ἐκ τῆς συμπλοκῆς τῶν σαρκῶν συμβαίνουσαν φθορὰν πρώτην φυγοῦσα, ἄφθορος ὅλη ἐν ἀσάρκῳ ψυχῇ, τῷ Κυρίῳ νυμφεύεται· οὐκέτι μὲν πρὸς θνητὸν ἄνδρα τὴν ἑαυτῆς ἀποστροφὴν εἶναι ἀνεχομένη, αὐτάρκη δὲ αὐτὴν ἐν εὐσταλεῖ βίῳ τῷ Κυρίῳ παραδεικνῦσα. Τοῦ γὰρ γάμου φθορὰν καὶ ὕβριν τὴν ὑπόθεσιν κατιδοῦσα, καὶ ἐκ τῆς ὑποθέσεως τὸ ὅλον δρᾶμα τοῦ γάμου φρονίμως συνελογίσατο, καὶ ἀποφυγοῦσα τῶν ἀνιαρῶν τὴν πρώτην ὑπόθεσιν, συναπέφυγεν ἅμα καὶ τὴν ἐκ τῆς ὑποθέσεως φυομένην κακίαν.
717 (50) Διὸ ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσῃ τῷ Κυρίῳ· ἡ δὲ γαμήσασα, μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρὶ καὶ μεμέρισται καὶ ἡ γυνὴ, καὶ ἡ παρθένος.
720 Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι. 24. Οὐκοῦν πρὸς τὴν τὰ τοῦ κόσμου μεριμνῶσαν μερισαμένη τὴν μέριμναν, τὴν μὲν φθαρτῷ ἐζευγμένην ἀνδρὶ τὰς τοῦ κόσμου ὑπὲρ τῶν φθαρτῶν φροντίδας προσέῤῥιψεν, ἑαυτῇ δὲ τὰς ὑπὲρ τῶν ἀφθάρτων συγγενεῖς οὔσας τοῦ οἰκείου νυμφίου ἀνέθηκε. Διὸ οὐδὲν τῶν τοῦ κόσμου μεριμνῶσα εὐρίσκεται, ἵνα μὴ δόξῃ κοινοποιεῖν ἑαυτῇ πρὸς τὴν ἑτέραν τὴν μέριμναν· ἀλλὰ πασῶν τῶν κοσμικῶν φροντίδων καθαρῶς καθαρεύουσα, καθαρῷ καὶ ἀταράχῳ τῷ νῷ πρὸς τὸν νυμφίον ἐπέστραπται. Οὐδὲ γὰρ ἀπιστοῦσα τῇ ποριστικῇ δυνάμει τοῦ οἰκείου ἀνδρὸς, περὶ τὰ ἀναγκαῖα ὥσπερ ἐκείνη ταράσσεται· ἀλλὰ καὶ τῇ περὶ αὐτὴν ἀγάπῃ αὐτοῦ, καὶ τῇ εἰς πάντα διαρκεῖ δυνάμει θαῤῥοῦσα, οὐδὲν ἕτερον, ἢ πῶς ἀρέσαι αὐτῷ, φροντίζει, δι’ αὐτοῦ τοῦ φροντίζειν πῶς ἀρέσῃ αὐτῷ, τὴν εἰς αὐτὴν εὔνοιαν αὐτοῦ ἐπὶ πλέον ἄγουσα. Τί δέ ἐστι τὸ ἀρέσκειν παρθένον Θεῷ, ἢ τὸ φυσικὸν αὐτῆς κάλλος ταῖς ἀρεταῖς ἀσκητικῶς ἀεὶ ἀναλάμπον δεικνύναι, καὶ ἄφθαρτον τοῦτο δι’ ὅλου φυλάττειν; Ὥστε τὸ τῷ Θεῷ ἐξαρεσκεύεσθαι θέλειν, οὐδὲν ἕτερόν ἐστιν, ἢ ἑαυτὸν ἐπαινετόν τε καὶ μακάριον καὶ ὅμοιον αὐτῷ ἐξεργάζεσθαι. Καὶ εὑρέθη ἡ μεριμνῶσα πῶς ἀρέσῃ τῷ Κυρίῳ, οὐκ ἐκείνῳ ᾧ μεριμνᾷ ἀρέσκειν διὰ τῆς μερίμνης κέρδος πορίζουσα, ἀλλ’ ἑαυτῇ διὰ τῆς περὶ αὐτὸν μερίμνης κάλλος καὶ ἀφθαρσίαν συνάγουσα. Εἰ δὲ τοσοῦτον τῆς παρθένου τὸ κέρδος, καὶ δι’ ὧν μεριμνᾷ πῶς ἀρέσῃ τῷ Κυρίῳ τὸ ὅλον ἑαυτὴν ὠφελεῖ, καὶ μακαρίαν ποιεῖ, οὐ δεῖ μεριμνῶσαν αὐτήν ποτε τὰ τοῦ κόσμου εὑρίσκεσθαι. Ἀνάγκη γὰρ ἐν ᾧ μεριμνᾷ τὰ τοῦ κόσμου, καὶ τῆς περὶ τὸν Κύριον μερίμνης ἀμελεῖν, καὶ ἑαυτὴν ἀπιστοῦσαν τῷ κηδεμόνι ἐλέγχειν. Οὐδὲ γὰρ ἐγχωρεῖ καὶ πιστεύειν αὐτῷ ὡς ἐπαρκεῖν ἅπαντα δυναμένῳ, καὶ περὶ τὴν τῶν κοσμικῶν ἐπτοῆσθαι φροντίδα. Ἀλλ’ εἰ μεριμνᾷ πῶς ἀρέσῃ τῷ Κυρίῳ, εἰδέναι πάντως χρὴ, ὅτι καὶ αὐτὸς μεριμνᾷ πῶς ἀρέσῃ αὐτῇ, κατὰ μηδὲν ὑπόχρεως ὤν. Εἰ γὰρ θνητὸν ἄνδρα γυνὴ προστάτην τοῦ ἑαυτῆς βίου ποιησαμένη, τῆς περὶ αὐτὸν μερίμνης ἀμοιβὴν παρ’ αὐτοῦ τὴν εἰς ἄπαντα κηδεμονίαν ἀντιλαμβάνει, πολλῷ μᾶλλον ἡ Θεῷ τὴν προστασίαν ἑαυτῆς ἐπιτρέψασα, κἀκείνῳ συμβιοῦν ἑλομένη, ἀφθονωτέραν τῆς περὶ αὐτὸν μερίμνης τὴν παρ’ αὐτοῦ ἀμοιβὴν εἰς πάντα προνοοῦντος ἐκδέχεται. Ἔχεις δὲ τὸ ἐνέχυρον τῆς πίστεως, ἀπὸ τῆς προλαβούσης κηδεμονίας. Εἰ γὰρ μηδέπω μεριμνώσης ἀρέσκειν ἐφρόντισε, καὶ ἑαυτὸν ὑπὲρ αὐτῆς ἑτοίμως παρέδωκεν, ἵνα αὐτὴν τῷ ἑαυτοῦ αἵματι ἁγιάσῃ· πολλῷ μᾶλλον βουλομένης ἀρέσκειν φροντίσει, καὶ μετὰ τῶν λοιπῶν τῶν πρὸς τὴν ὄντως ζωὴν αὐτῆ συντεινόντων, καὶ τὰ ἔξωθεν συγχρειώδη εἰς ἑαυτὸν ἀναλήψεται.
721 25. Οὐ καταθρύψεται δὲ τοῦ Κυρίου, ὑπὲρ τὴν κατεπείγουσαν χρείαν, ὥσπερ φιλήδονος γυνὴ, τὰ περιττὰ ἀπαιτοῦσα. Οὔτε γὰρ ἐκείνῳ διδόναι ἁρμόττον, ἃ ἐγκόπτει ἐκείνης τὴν πρὸς τοῦτον ἀρέσκειαν πρὸς τὰ ἡδέα τοῦ σώματος στρεφομένης· οὔτε ταύτῃ συμφέρον ταῦτα λαμβάνειν, τὰ μετεωρίζοντα τῆς περὶ αὐτὸν ἀρεσκείας τὸν νοῦν ἀσχολίᾳ. Ἀλλ’ ὅρον τῆς χρείας τὸ ἀναγκαῖον τῆς ἐν σώματι ζωῆς φρονίμως θεμένη, οὐδὲν μὲν πλέον τούτων αἰτήσει. Οὐδὲν δὲ καὶ θλιβομένη ἐν τῇ ἐνδείᾳ τῶν ἀναγκαίων, πολλάκις διὰ πεῖραν τῆς περὶ αὐτὸν ἀγάπης, μικροψύχως λυπηθήσεται, ἀλλὰ πάντα στέγουσα, πάντα ἐλπίζουσα, πάντα ὑπομένουσα, προσηλωμένη αὐτῷ ἀνυποκρίτῳ φίλτρῳ, τὴν ψυχὴν ἐν νεκρῷ καὶ ἀναισθήτῳ, τρόπον τινὰ, τῷ ἔξωθεν σώματι ἀπερισπάστως τοῦ κάλλους αὐτοῦ ἐμφορηθήσεται. Ὡς γὰρ ὁ ἐπικαίρου κάλλους ἐρῶν, οὐ τὰ χρήματα μόνον καὶ πάντα τὸν πλοῦτον ἑαυτοῦ ὑπὲρ τοῦ ἔρωτος ἀφειδῶς ἀναλίσκει, ἀλλὰ καὶ τροφῆς καὶ ὕπνου καὶ ἐσθῆτος καὶ σχήματος καὶ ὑπολήψεως πάσης, ἔτι δὲ αὐτοῦ τοῦ σώματος καὶ τῆς ἐν τούτῳ ζωῆς καταφρονῶν ἕνεκεν τοῦ τυχεῖν τοῦ ἔρωτος μόνου, καὶ τείχη καὶ οἴκους καὶ τὰ ἐν μέσῳ τολμηρῶς ὑπεραλλόμενος ἅπαντα, κατὰ ξιφῶν μαινόμενος φέρεται, οὐδέν τι μᾶλλον, εἰ ἀποτυγχάνειν μέλλοι κατὰ τὸ σύνηθες βαδίζων ἐπὶ τὸν ἔρωτα, τούτου φροντίζων, ἢ εἰ δέοι μετασχηματισάμενον καὶ μετὰ ἀπρεποῦς σχήματος ἕρποντα τυχεῖν τούτου μεθ’ ἡδονῆς ἀνεχόμενος· οὕτως ὁ ἐρῶν ὄντως Θεοῦ, καὶ μεριμνῶν πῶς τῷ ἐρωμένῳ ἀρέσῃ, οὐ χρημάτων μόνον καὶ πλούτου, ἕνεκα τοῦ πληροφορῆσαι τὸν ἐρώμενον διὰ τοῦ ὑπακοῦσαι αὐτοῦ τοῖς τῶν ἐντολῶν ἐπιτάγμασι, καταφρονεῖν ὀφείλει· ἀλλὰ καὶ ἀναγκαίας τροφῆς καὶ ὕπνου καὶ τοῦ ἔξωθεν σχήματος, καὶ τῆς ἐν τῷ κόσμῳ τούτῳ διεφθαρμένης ἀληθῶς ὑπολήψεως, ἔτι δὲ αὐτοῦ τοῦ σώματος καὶ τῆς ἐν τούτῳ ζωῆς ἀμελήσας ἕνεκα τοῦ ἐπιτυχεῖν τοῦ ἔρωτος τοῦ ἐπουρανίου, καὶ τείχη τῶν πρὸς αἷμα γενῶν, καὶ οἴκους πατέρων, καὶ τὸν ἐν μέσῳ κόσμον ὑπεράλλεσθαι, καὶ κατὰ ξιφῶν τοῦ μαρτυρίου, ἂν ἀπαντήσῃ, πηδῆσαι, εἰ μὴ μέλλοι ἐν τῷ συνήθει σχήματι ζῶν τυγχάνειν τοῦ ἔρωτος, καὶ τοῦ πενιχροῦ σχήματος καὶ τοῖς πολλοῖς ἐπονειδίστου βίου μεθ’ ἡδονῆς ἀνέχεσθαι, ἵνα τὴν θείαν, ὡς ἄν τις εἴποι, μανίαν ὑπὲρ τῆς τοῦ καλοῦ ἀπολαύσεως ἐνθέσμως μανεὶς, τοῦ ὄντως ἐρασμίου, ὅσον βούλεται, ἀπολαύσῃ. Τοῦτον τὸν ἐραστὴν πρὸς ἑαυτὸν ἐκ τῶν κατὰ γῆν παθῶν ἀνακαλῶν ὁ ἐρώμενος ἔλεγεν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν ἢν ἄν σοι δείξω .
721 (50) Ὁ δὲ, ὡς ἂν ὃ ἐπόθει ἰδὼν, προθύμως τε εἵπετο, καὶ ἀλητεύειν ἕνεκα τοῦ ἔρωτος ἡδέως ἠνείχετο λέγων· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα ; Ἤιδει γὰρ, ὅτι ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ τὸ ὄντως καλὸν, οὐκ ἔστιν ἄξιος αὐτοῦ ἀπολαύειν· καὶ ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, ἔτι δὲ καὶ τῇ ἑαυτοῦ ψυχῇ, οὐκ ἔστιν ἄξιος φίλος καὶ ἐραστὴς τοῦ Κυρίου καλεῖσθαι.
724 Διὸ τὸ γνήσιον τῆς περὶ αὐτὸν διαθέσεως οἱ τὰ αὐτοῦ μόνον μεριμνῶντες ἐνδείξασθαι θέλοντες, Ἰδοὺ , φασὶν, ἡμεῖς πάντα ἀφήκαμεν, καὶ ἠκολουθήσαμέν σοι· τί ἔσται ἡμῖν ; Καὶ ἀξίαν τὴν ἀμοιβὴν τοῦ περὶ αὐτοῦ φίλτρου αὐτοῖς ἐντεῦθεν ἤδη ἀνακηρύσσων, φησίν· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀγροὺς, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ γυναῖκα, ἢ τέκνα, ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει . Ἀκόλουθον γὰρ ἦν τοὺς ἔργῳ τὸν περὶ αὐτὸν ἔρωτα δι’ ὅλου βίου καθαρὸν ἀποδείξαντας, ἄξια τῶν περὶ αὐτοῦ ἱδρώτων τὰ γέρα λαμβάνειν. 26. Τοιοῦτον δεῖ ἔρωτα τὴν παρθένον ἐρῶσαν, καταφρονεῖν μὲν ἡδυπαθείας, καὶ τοῦ πλούτου καὶ τῆς νομιζομένης ἐν τῷ κόσμῳ τρυφῆς· πατοῦσαν δὲ τὴν πρόσκαιρον δόξαν, καὶ τῦφον, καὶ σώματος κάλλος, καὶ τὰς ἐμπαθεῖς κολακείας, ἀμεταστρεπτὶ τῷ Κυρίῳ ἀκολουθεῖν, λέγουσαν· Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου· πάντα μὲν τὰ νομιζόμενα τοῖς περὶ τὸν βίον τοῦτον ἐπτοημένοις καλὰ, οἷά περ ἄν τις ὀνομάζειν ἐθέλῃ, αἴσχη καταγέλαστα ἀποφαίνουσαν· ἓν δὲ μόνον καλὸν τὸ οἰκεῖον ὁρῶσαν, κἀκεῖνο τεταμένῳ τῷ ὄμματι περιέπουσαν· ὅτι καὶ ὁ νυμφίος τοῦ περὶ αὐτὸν ἔρωτος αὐτὴν ἀμειβόμενος, κἂν δούλη, κἂν ἀγενὴς, κἂν πενιχρά τε καὶ ἄσημος, κἂν ἐν τῷ κατὰ γῆν βίῳ ἀπεῤῥιμμένη ὑπάρχῃ, διὰ τὴν πρὸς αὐτὸν κοινωνίαν ἐξευγενίζων βασιλίδα οὐρανῶν ποιεῖ, οὐ τῇ τῆς ἀφθαρσίας εὐγενείᾳ τὴν φύσιν τιμῶν μόνον, ἀλλὰ καὶ τῇ ἔξωθεν περιβολῇ φιλοτιμότερον, ὡς ἑαυτοῦ νύμφην, ποικίλως κοσμῶν. Ἧς ὁ ᾠδικὸς θαυμάζων τὴν δόξαν, πρὸς τὸν νυμφίον φησί· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη· ὥστε τὴν νῦν ῥακώδει ἐσθῆτι καὶ δουλικῷ σχήματι εὐτελῆ νομισθεῖσαν, ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, βασιλίδα καὶ εὐγενίδα καὶ κόσμῳ σεμνυνομένην τῷ βασιλεῖ παρεστῶσαν εὑρίσκεσθαι. Καὶ ἄτοπον τὸν μὲν νυμφίον διὰ τὸν περὶ αὐτὴν ἔρωτα, καὶ εὐγενείας καὶ πλούτου καὶ αἰσχύνης καταφρονήσαντα, τὴν ἐσχάτην πτωχείαν τοῦ Ἀδὰμ ὑπομεῖναι, ἵν’ ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν· τὴν δὲ νύμφην μηδὲ τοῖς ἴσοις ὑπὲρ τῆς ἑαυτῆς ἀφθαρσίας τὸν ὑπὲρ αὐτῆς ἀποθανόντα ἀμείβεσθαι, ἀλλὰ κατασπαταλᾷν καὶ θρύπτεσθαι καὶ τῷ κόσμῳ συσχηματίζεσθαι, καὶ μὴ τῷ δι’ αὐτὴν πτωχεύσαντι κατὰ τὸν βίον συμπτωχεύειν τε ἅμα καὶ ταπεινοῦσθαι, ἵνα καὶ εἰς τὸν οἰκεῖον τῆς θεότητος πλοῦτον ἐπανιόντι αὐτῷ, ἡ τῷ δι’ αὐτὴν πτωχεύσαντι συμπτωχεύσασα, κοινωνός τε τοῦ πλούτου καὶ τῆς βασιλείας ἐν οὐρανοῖς εὑρεθῇ.
725 Παροράτω τοιγαροῦν πᾶν τὸ ἐν ὄψει φαινόμενον, κἂν καλοῦ δόξῃ φαντασίαν παρά τισιν ἀποφέρεσθαι· μᾶλλον δὲ τὴν ἀρχὴν μηδ’ ὁρᾷν ἀξιούτω. Ἀλλ’ ἔκστασίν τινα θείαν οἴαν ὑπέμεινεν ὁ ἐν τῇ ἐκστάσει εἰπὼν, Πᾶς ἄνθρωπος ψεύστης , ἐπὶ ταῖς αἰσθήσεσι καὶ τοῖς συνδούλοις ἐκ τούτων ἐκστᾶσα, γυμνῷ, φημὶ, τῷ νῷ τοῦ καθ’ ἑαυτὴν ἔρωτος ἐμφορείσθω· μηδαμῶς μὲν μὴ βλέμμα, μὴ κίνημα, μὴ λόγον ἑαυτῆς ἐμπαθῶς πρός τινα φέρουσα· ὅλας δὲ ἑαυτῆς τὰς δυνάμεις θεραπαίνας τοῦ οἰκείου νυμφίου ποιοῦσα. Πανταχοῦ γὰρ ὁρῶν, τὸ ἐνδιάθετον αὐτῆς διὰ πάντων ἀκριβέστερον κατασκέπτεται. 27. Καὶ κατ’ οὐδὲν δεῖ μέρος τὴν παρθένον μοιχεύεσθαι, μὴ γλώσσῃ, μὴ ἀκοῇ, μὴ ὀφθαλμῷ, μὴ ἁφῇ, μὴ ἄλλῃ τινὶ συνόλως αἰσθήσει, ἔτι δὲ μᾶλλον τῇ διανοίᾳ· ἀλλὰ τὸ μὲν σῶμα, ὥσπερ τινὰ ναὸν ἢ παστὸν τοῦ νυμφίου, ἔχειν εὐτρεπισμένον, τὴν δὲ ψυχὴν ἐν τούτῳ αὐτῷ νύμφην καθαρὰν συνευνάζειν. Ἀκριβοῖ γὰρ οὗτος οὐ τὰ ἀνθρώπων ὀφθαλμοῖς ὁρώμενα, ἀλλὰ καὶ τὰ ἐν τῇ διανοίᾳ λανθάνοντα. καὶ οὐκ ἄν τις μοιχευομένη λάθοι τούτου τὸ ὄμμα. Αἱ μὲν γὰρ θνητοῖς ἀνδράσι συζῶσαι, ὅταν πρὸς κακίαν ὀκείλασαι τὰ τῆς μοιχείας περιεργάζωνται πράγματα, τάς τε εἰσόδους καὶ τὰς ἐξόδους τῶν ἀνδρῶν ἐπιτηροῦσαι, καὶ τὸ ὄμμα καὶ τὴν ἀκοὴν αὐτῶν ὡς ἔνι μάλιστα πανούργως φυλάττουσαι, καὶ τὸ λεληθὸς καὶ λόγον μοιχικὸν καὶ βλέμμα κλέπτουσαι, καὶ τὴν ἀκοὴν καὶ τὴν ὄψιν πρὸς τὴν ἀκόλαστον ἡδονὴν ἐμφοροῦνται. Ἡ δὲ τῷ Κυρίῳ νυμφευομένη, οὐ δυναμένη οὔτε τὴν ὄψιν, οὔτε τὴν ἀκοὴν, οὔτε τὴν παρουσίαν φυγεῖν, ἐν ὄψει αὐτοῦ ἅπαντα πράττει. Διὸ δεῖ τὴν παρθένον, κἂν μόνη τι λαλῇ, εἰδέναι, ὅτι ἐν ἀκοαῖς τοῦ νυμφίου λαλεῖ· κἂν πράττῃ τι μόνη, μὴ ἀγνοεῖν, ὅτι τοῦτ’ ἀκριβῶς οὗτος ὁρᾷ· κἂν ἐννοῇ τι, πεπεῖσθαι ὅτι ὀξέως τοῦτο κινούμενον ἐπὶ τῆς καρδίας ἐπισκέπτεται. Ποιήσει γάρ τις , φησὶν, ἐν κρυφαίοις, καὶ οὐ γνώσομαι ; Καὶ πῶς Ὁ φυτεύσας τὸ οὖς, οὐκ ἀκούσεται; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐ κατανοεῖ ; Ἢ Ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει; Ὁ διδάσκων ἄνθρωπον γνῶσιν , πῶς οὗτος οὐ τὰ πάντα γνώσεται, Ὧι πάντα γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ ; Διὰ τοῦτο ὁ μὲν τῆς ἁμαρτίας ἄνθρωπος, τετυφλωμένος ὑπὸ τῆς ἰδίας μοχθηρίας τὸν νοῦν, καὶ ἑαυτὸν ἀπατῶν, ὡς θέλει λεγέτω· Σκότος καλύπτει με, καὶ οἱ τοῖχοι κύκλῳ μου, καὶ τίς με ὁρᾷ ; Ἡ δὲ τὸ φῶς· τοῦ νυμφίου καθαρὸν ἀεὶ εἰς τὸν ἑαυτῆς νοῦν δεχομένη, τὰ ἄξια τῆς ὀφειλούσης αὐτῇ προσεῖναι συνέσεως ἐπιφωνείτω καθ’ ἕκαστον· Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ· καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται· ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς .
728 Δοκιμαζέτω τοίνυν τὸ ἑαυτῆς βλέμμα τοῦ Κυρίου ἡ νύμφη· καὶ εἰ μὲν ὁρῶν ἀρεσθήσεται, καὶ δὴ τοῦτο θαῤῥοῦσα κινείτω. Εἰ δὲ οὐκ ἀρέσκει αὐτῷ, μὴ ἑαυτὴν ἀπατάτω, ἐπεὶ μηδεὶς τῶν ἀνθρώπων ὁρᾷ, ὅτι κἀκεῖνον λανθάνει. Οὕτως ἐπισκοπείτω τὸν λόγον, τὴν ἔννοιαν, τῶν μελῶν καὶ δακτύλων καθ’ ἕκαστον τὴν κίνησιν. Καὶ εἰ μὲν ἀρέσκεται τούτοις, κινείσθω πρὸς ἕκαστον· εἰ δὲ μὴ, ὡς ὁρῶντος αἰδείσθω τὴν ὄψιν. Εἰ γὰρ μεριμνᾷ πῶς ἀρέσῃ τῷ Κυρίῳ, οὐδὲν ὀφείλει τῶν μὴ ἀρεσκόντων ποιεῖν. 28. Εἰ δὲ ὅτι οὐδεὶς τῶν ἀνθρώπων ὁρᾷ, πρὸς τὸ νεῦμα ἢ τὸν λόγον τολμᾷ, μάλιστα μὲν αὐτόθεν ἑαυτῆς ἐστι κατήγορος, αὐτὴν τὴν ἐπίνοιαν τοῦ λανθάνειν κατήγορον τοῦ φαύλου συνειδότος ἔνδον ἔχουσα. Ἔπειτα φανερῶς εὑρίσκεται πρὸς τὴν ἀξίαν τοῦ νυμφίου τυφλώττουσα. Ἀσώματος γὰρ ὢν, μέσος καὶ ψιθυρισμῶν καὶ βλεμμάτων καὶ νοημάτων ἕστηκεν· ἀποστρεφόμενος μὲν τῆς τοιαύτης τὴν ὕπουλον γνώμην, τῆς δὲ πρὸς τοὺς ἔξω φαινομένης παρθενικῆς ὑπολήψεως μισητὴν ἀποφαίνων· ὅτι τοὺς τῶν ἀνθρώπων ὀφθαλμοὺς ἀπατῶσα, ὡς αὐτῷ ἑαυτὴν διὰ βίου νυμφεύουσα, οὔτ’ ἐκείνου νύμφη, οὔτ’ ἀνθρώπου καθαρῶς ἐστι γυνὴ, ἀλλὰ τὴν παρ’ ἀνθρώπων δόξαν ἐπὶ τῇ παρθενίᾳ διὰ τοῦ παρθενικοῦ σχήματος κλέπτουσα, ἐν ὀφθαλμοῖς τοῦ νυμφίου, παρ’ ἀνθρώποις τὴν παρθενίαν ἑαυτῆς ἐκπομπεύουσα μοιχεύεται. Καὶ πρὸς τῇ τῆς μοιχείας ἁμαρτίᾳ, ἣν εἰς τὸν νυμφίον ἑαυτῆς ἁμαρτάνει, ἔτι καὶ ἀσεβῶς εἰς τοῦτον ὑβρίζουσα, ὅτι τὴν ὄψιν τῶν ἀνθρώπων αἰδεσιμωτέραν τῆς ἐκείνου ὅψεως ἀποφαίνει· ἐπὶ τούτων μὲν, διὰ τὴν ὑπόληψιν, πράττειν τὰ ἀπρεπῆ οὐ τολμῶσα· ἐπ’ ἐκείνου δὲ ἀεὶ παρόντος, ἀναιδῶς ἅπαντα πράττουσα. Ὡς ὁρῶντος οὖν ἅπαντα καὶ ἀκούοντος τοῦ νυμφίου, ἡ παρθένος ἅπαντα πράξει. 29. Οὐκ ἐὰν μόνον εἷς τις ἀκούῃ ἢ βλέπῃ τῶν νομιζομένων μὴ συγκρύπτειν ἢ συνεργάζεσθαι, φυλαττομένη ποιεῖν τι ἐφ’ ᾧ ὁ Κύριος οὐκ ἀρέσκεται· καὶ οὐκ ἐὰν μὴ ἀνὴρ, ἀλλὰ γυνὴ, καὶ τοῦτο κόριον τῶν ὑπηρετουμένων παρῇ, κατατολμῶσά τινος τῶν ἢ πρὸς καλλωπισμὸν ἢ ἀνθρώπινον ἔρωτα τῷ Κυρίῳ μὴ ἀρεσκόντων· ἀλλὰ κἂν μόνη αὐτὴ ᾖ, μηδενὸς ἀνθρώπων παρόντος τὸ σύνολον, πράττειν τι τῶν μὴ ἀξίων τοῦ νυμφίου οὐκ ἀνεχομένη.
729 Κἂν γὰρ μηδεὶς τῶν ἀνθρώπων ἄλλος παρῇ, ἀλλ’ αὐτὴ ἑαυτῇ πάρεστιν ἡ παρθένος, καὶ πάντων μᾶλλον ἑαυτὴν ὀφείλει αἰδεῖσθαι. Οὐ γὰρ δὴ τοὺς μὲν ἄλλους ὡς αἰδοῦς ἀξίους φυλάξεται, ἑαυτὴν δὲ ὡς οὐκ ἀξίαν αἰδοῦς ἀτιμάσει. Ἀλλ’, ὅπερ ἔφην, πρῶτον ἑαυτὴν καὶ τὴν συνείδησιν ἑαυτῆς αἰδεσθήσεται, κἂν μονωτάτη ὑπάρχῃ, ἔπειτα τὸν παρεστῶτα φύλακα ἄγγελον. Οἱ γὰρ ἄγγελοι αὐτῶν , φησὶ, διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς . Καὶ οὐ δεῖ ἀνθρώπων κρυπτομένη ὄψιν, ἀγγέλου τοῦ τὴν ἐπιμέλειαν τῆς σωτηρίας ἡμῶν πεπιστευμένου καταφρονεῖν· καὶ μάλιστα τὴν παρθένον, νυμφαγωγὸν ὥσπερ τῆς παρθενίας τοῦτον αὐτὸν καὶ φύλακα ἔχουσαν. Πρὸ δὲ τῶν ἀγγέλων αἰδείσθω αὐτὸν τὸν νυμφίον τὸν ἁπανταχοῦ παρόντα, καὶ τὸν τούτου Πατέρα, τό τε ἅγιον Πνεῦμα. Καὶ τί λέγω καθ’ ἕκαστον; Τὰ τῶν ἀγγέλων ἀναρίθμητα πλήθη, καὶ μετὰ τούτων, τὰ τῶν πατέρων ἅγια πνεύματα. Οὐδεὶς γὰρ τούτων ἐστὶν ὃς οὐχὶ πανταχοῦ καθορᾷ, αὐτὸς μὲν σώματος ὄμμασιν οὐχ ὁρώμενος, ἀσωμάτῳ δὲ βλέμματι περιλαμβάνων εἰς γνῶσιν τὰ σύμπαντα. Ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον, εἰ λανθάνειν βούλεται τοὺς πολλοὺς ἡ παρθένος, πολλῷ πλέον τούτους τοσούτους τε καὶ τοιούτους ὑπάρχοντας, ἢ τοὺς ἀνθρώπους ὡς εἰκὸς αἰδεσθήσεται. Καὶ ἐπειδὴ λανθάνειν τὸ πλῆθος τὴν ἁμαρτίαν προείλετο, ἀδύνατον δὲ τούτους ὄντας πλῆθος λανθάνειν, οὐδέποτέ τι τῶν μὴ ἐπιβαλλόντων ποιήσει. Τοιαῦτα μὲν οὖν ἐν τῷ παρόντι βίῳ περὶ ἑαυτὴν ἐννοοῦσα, πανταχόθεν, οἶμαι, ἑαυτὴν ἀσφαλίσεται. 30. Μνημονεύουσα δὲ, ὅτι δεῖ ἡμᾶς φανερωθῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, οὐ πρᾶξαι μόνον τι τῶν αἰσχρῶν, ἀλλὰ καὶ ἐννοῆσαι φοβηθήσεται. Καθάπερ γάρ τις ζωγράφος, ἡμῶν ὁ νοῦς, ὥσπερ ἐν πίνακι, τῇ ψυχῇ τὰς ἐννοίας ὡς θέλει μορφοῖ· καὶ ἄφετος μὲν καὶ ἐλεύθερος διὰ τὸ αὐτεξούσιον ὢν, οὐδαμοῦ δὲ, διὰ τὸ ἀσώματον, πρὸς τὴν τῆς γραφῆς φιλοτιμίαν στενοχωρούμενος, ἀλλ’ ὅσην θέλει εὐρυχωρίαν τόπου εὑρίσκων, ἐγγράφει, φημὶ, ταῖς ἐννοίαις ἃ βούλεται. Εἶτα ὥσπερ ὁ ζωγράφος ἐν παραβύστῳ που τὸν πίνακα ποικίλης ἱστορίας πληρώσας, ἀθρόως τοῦτον εἰς μέσον προφέρει, καὶ ἀφελόμενος τὰ ἔξωθεν προκαλύμματα εἰς θέαν ἐν μέσῳ τοῦτον τοῖς πολλοῖς ἀνατίθησιν, οὐκέτι μὲν ἑρμηνεὺς τῶν γραφέντων γινόμενος, πᾶσι δὲ τοῖς θεαταῖς καὶ εἰς τὸν ἔπειτα χρόνον τὴν γραφὴν ὡς ἔχει καταμανθάνειν ἐφείς· οὕτω καὶ ὁ νοῦς, μετὰ τὴν ἔξοδον τοῦ βίου ὥσπερ τι προκάλυμμα τοῦ κατὰ ψυχὴν πίνακος, ὃν παρ’ ὅλον τὸν βίον ταῖς ἐννοίαις κατεζωγράφησε, τὸ σῶμα ἀφαιρεθεὶς, τὰ ἐν ἀποῤῥήτοις γραφέντα εἰς φῶς τοῖς πᾶσι δεικνύει· καὶ ἔστιν ἰδεῖν τὸν πίνακα τῆς ψυχῆς ποικίλης μὲν ἱστορίας πεπληρωμένον, πᾶσι δὲ εἰς θέαν ἐγκείμενον.
732 Ἐὰν μὲν οὖν θεῖαί τινες ἐξ ἀναγνωσμάτων ἱερῶν καὶ ἐννοιῶν φιλαρέτων αἱ ἱστορίαι ὀφθῶσιν ἐγγεγραμμέναι, παντὸς ἐπαίνου ὁ ζωγραφήσας νοῦς καὶ ὁ ταύτην δεξάμενος τὴν γραφὴν τῆς ψυχῆς πίναξ ἄξιος κρίνεται· οὐδ’ ἀφίστασθαι τῆς θέας τῶν ἱστορούντων τὴν γραφὴν διὰ τὸ ἀξιοθέατον ἐθελόντων· ἁπάντων δὲ τὸ καθ’ ἕκαστον τῶν γραφέντων κάλλος τε καὶ τοὺς τύπους, ἀλλὰ καὶ τὴν θεοειδῆ τῶν ἐγγραφέντων μορφὴν θαυμαζόντων, καὶ μακαριζόντων τὸν θεῖον ζωγράφον ἐκεῖνον, ὅτι καλῶς τῷ ἐν σαρκὶ βίῳ ἐχρήσατο, ὑπὸ τούτῳ τῷ τοῦ σώματος περιβολαίῳ νυκτὸς καὶ ἡμέρας τοιαύτας γραφὰς παρὰ πᾶσαν τῶν θεατῶν ἐλπίδα φιλοκάλῳ χειρὶ τῷ τῆς ψυχῆς πίνακι ἐγχαράξας. Ἐὰν δὲ αἰσχραί τε καὶ ἀπρεπεῖς ἀναφανῶσιν αἱ γραφαὶ, αἰσχύνης καὶ γέλωτος ὁ ζωγράφος ἄξιος τοῖς πᾶσιν ὀφθήσεται· ἄλλας μὲν ἴσως ἐλπίδας πρὶν γυμνοῦσθαι τὸν πίνακα τῆς ψυχῆς αὐτοῦ ὑποφήνας, ἐναντία δὲ τῶν ἐλπισθέντων, μετὰ τὸ ἀφαιρεθῆναι τὸ τοῦ σώματος κάλυμμα, ἅπαντα ἐν τούτῳ τοῖς θεαταῖς ἐπιδείξας. Ποῦ οὖν ἄρα οὗτος καταδύσεται ἐκ συγκρίσεως πρὸς τὸν ἕτερον παρὰ πάντων κρινόμενος; Μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ὁμολογουμένων . Ποῦ δὲ ὁ πίναξ ἐκεῖνος ἄρα τῆς ψυχῆς ἀποτεθήσεται, ὁ τοὺς ὀφθαλμοὺς τῶν θεατῶν αἰσχρῶν ἱστοριῶν καὶ πάσης ἀλλοκότου ἰδέας ἀναπλήσας; Ὡς γὰρ οἱ τοὺς ἐν σώματι ἔχοντες μώμους, πρὶν γυμνωθῆναι, τῇ ἐσθῆτι κεκρυμμένους καὶ ἀδήλους τοῖς πολλοῖς ἔχουσι τούτους· περιφανεστάτῃ δὲ πολλάκις ἐσθῆτι κοσμούμενοι, τοὐναντίον καὶ καλοί τινες ἔνδοθεν εἶναι ἐκ τοῦ ἔξωθεν κόσμου ὑπενοήθησαν, ἐκδυσάμενοι δὲ τὴν ἐσθῆτα καὶ γυμνοὶ ἐν βαλανείῳ ὀφθέντες, καταγέλαστοι, παρὰ πολλὴν τὴν ἔξωθεν δόξαν μυρίοις τοῖς μώμοις ἐπίψογον τὸ σῶμα δεικνύντες, ἐφάνησαν· καὶ οὐ χρεία ἑρμηνείας, μετὰ τὸ γυμνὸν τοῖς πᾶσιν ὀφθῆναι τὸ σῶμα, ποῦ καὶ πῶς ἔχει τὸν μῶμον· ἀλλ’ ἅμα τε ἐγυμνώθη, καὶ ὁ ἐν ἑκάστῳ μέλει μῶμος ὁρώμενος, τῇ ὄψει ἑαυτὸν ἑρμηνεύει· οὕτω καὶ ἡμεῖς ἐκδυσάμενοι τὸ προκάλυμμα τῆς σαρκὸς, οὔτε περιστεῖλαι τοὺς ἐν τῇ ψυχῇ μώμους, οὔτε ἀποκρύψαι πως δυνησόμεθα· ἐν ὄψεσι δὲ τοῖς πᾶσιν ὁρώμενοι, ἃ τῷ σώματι ὡς ἐν ἐσθῆτι ἐγκρύπτοντες ἐλανθάνομεν ἔχοντες, ταῦτα γυμνὰ πᾶσιν ὀφθαλμοῖς ἐπιδείξομεν, οὐκέτι οὔτε ἀρνήσεως, οὔτε λογισμῶν χώραν ἔχοντες, ὅτε αὐτὰ τὰ ἔργα ὁρᾶται, καὶ ὁρώμενα ἐν τῷ πεπραχότι ἐπιγινώσκεται. 31. Οὐ γὰρ συγκεχυμένως τε καὶ καθόλου τὰ πράγματα θεωρεῖται, ἀλλ’ ὡς ὑποζώγραφα κατὰ μέρος γινώσκεται ὡς ἔχει· οἷον, πῶς ἀνέστη, φέρε εἰπεῖν, ἐπὶ μοιχείαν ὁρμήσας τῆς κοίτης, καὶ ὁποίοις βήμασιν ἐχρήσατο βαδίζων· ὅπως τε συγκεκραμένος τῷ σώματι, καὶ τὸ σχῆμα ὁποῖον δεικνὺς προσῆλθε, καὶ πόθεν παρεισρυεὶς ἥψατο τῆς ἀλλοτρίας· πως τε ἑαυτὴν τούτῳ πρὸς τὴν παράνομον πρᾶξιν ἡ γυνὴ ἐπεδίδου.
733 Καθάπερ ἐν πίνακι, φημὶ, κατὰ μέρος ἕκαστα ἀκριβῶς καταγεγραμμένα ὀφθήσεται, καὶ οὐ μόνον τὰ φθάσαντα ἔργα γενέσθαι, ἀλλὰ καὶ μὴ προχωρησάντων τῶν ἔργων, αἱ ἐν τῷ τῆς ψυχῆς πίνακι γενόμεναι ἔννοιαι. Οὐδὲν γάρ ἐστι γραφὴ ἐν ψυχῇ, ἢ ἔννοια περί τινος ἐν αὐτῇ τυπωθεῖσα· καὶ οὐδέν ἐστι φαντασιώδης τε καὶ διεξοδικὴ ἔννοια ἐν ψυχῇ, ἢ γραφὴ τοῖς τῆς φαντασίας χρώμασί τε καὶ μεγέθεσιν, ἔτι δὲ σχήμασιν, ἃ ὁ νοῦς ἐν αὐτῇ κατεζωγράφησεν, ἐγγεγραμμένη. Καὶ ὡς ὁ τὴν σημειογραφικὴν τέχνην μαθὼν, πάντων τῶν σημείων τὰ σχήματα καὶ τὰ ὀνόματα, ἀλλὰ καὶ τοὺς τύπους τῶν ὀκτάδων φέρει καὶ τετράδων ἐν τῇ ψυχῇ τυπωσάμενος, καὶ πρὸς τὴν χρείαν τῶν ὑπαγορευομένων διὰ τῆς χειρὸς τὰ ἐν τῇ ψυχῇ ταῖς μνήμαις ἐγγεγραμμένα ἐπὶ τῆς δέλτου δεικνύει· καὶ ἃ μὲν ἔδειξε σημεῖα τῷ γραφείῳ χαράξας, ἃ δὲ μηδέπω διὰ χειρὸς δειχθέντα, ἐν τῇ ψυχῇ ὅμως ἀπογεγραμμένα ἀπόκειται· οὕτω καὶ ἡ ψυχὴ, τὰς μὲν ἐννοίας διὰ σώματος ἐνεργοῦσα, εἰς ἔργον προήγαγε, τὰς δὲ μὴ φθάσασα σώματι ἀποτελεσθείσας ἡμῖν ἐπιδεῖξαι, ἐν ἑαυτῇ τετυπωμένας φυλάττει, εἰ καὶ μὴ σωματικῶς, ἀλλ’ οἰκείῳ ἔργῳ ταύτας καθ’ ἑαυτὴν ἀσωμάτως ἐπιτελοῦσα. Ὡς γὰρ ἔργον σώματος τὸ σωματικῶς τι ἐπιτελέσαι, οὕτω καὶ ψυχῆς ἔργον τὸ ταῖς ἐννοίαις τὰς ἀρεσκούσας φαντασίας τελεσιουργῆσαι ὡς θέλει. Διὸ καὶ τὰς ἐν ἐννοίᾳ ἁμαρτίας μὴ ὡς φαντασίας ἁπλῶς, ἀλλ’ ὡς ἔργα ἐν ψυχῇ γινόμενα κατὰ τὸ δίκαιον κρίνεσθαι δεῖ. Ὡς οὖν κἂν μὴ γράφῃ ἡ χεὶρ τὰ σημεῖα, ὅμως τοῖς σχήμασι τῶν σημείων ἡ ψυχὴ ὅλη ἁπανταχοῦ καταγέγραπται· καὶ ὁ ἀποδύσας τὸ σῶμα ἴδοι ἂν αὐτὴν τῷ λεγομένῳ κομμέντῳ πᾶσαν καταγεγραμμένην· οὕτω μετὰ τὸ ἀποδύσασθαι ἡμᾶς τὸ σῶμα, πᾶσα ἔννοια ὡς ἐν γραφῇ ἐπὶ τῆς ψυχῆς γεγραμμένη ὀφθήσεται. Καὶ ὥσπερ ὁ μὴ μαθὼν τὰ σημεῖα, τούτων ἐν τῇ ψυχῇ οὐκ ἔχει ἐγγραφέντας τοὺς τύπους· ὁ δὲ μαθὼν, κἂν μὴ γράφῃ ἡ χεὶρ, τοὺς τύπους αὐτῶν τῇ μαθήσει ἐν ψυχῇ ἀπεγράψατο· οὕτω καὶ ὁ μὴ ἐννοήσας τι ἁμάρτημα, τούτου οὐκ ἔχει τὴν φαντασίαν ἐν ψυχῇ γεγραμμένην· ὁ δὲ ἐννοήσας, κἂν μὴ προχωρήσῃ τὸ ἔργον, ὅμως ἐν τῇ ψυχῇ ἔχει τὰς φαντασίας τῶν νοηθέντων, ὡς ἔν τινι πίνακι σαφῶς γεγραμμένας. Ἀλλ’ ὡς ἐκεῖ ὁ μαθὼν τὰ σημεῖα, ἀμελείᾳ τοῦ διαγράφεσθαι ταῦτα, λήθῃ αὐτὰ τῆς μνήμης ἂν ἀποβάλοι, ὡς μηκέτι λοιπὸν τῷ χρόνῳ μηδεμιᾶς ἀναφέρειν ὀκτάδος σχῆμα, ἢ τύπον, ἢ ὀνομασίαν εἰς μνήμην· οὕτω καὶ ὁ ἐννοήσας ἄτοπα, εἰ ἀμελήσειε τῶν ἐννοιῶν, καὶ ἐφ’ ἑτέρας καλλίονας τὸν νοῦν ἀσχολήσειε, χρόνῳ ἄν ποτε ταῦτα τῆς μνήμης ἑαυτοῦ ἐκβαλὼν, τῇ λήθῃ αὐτὰς τοῦ τῆς ψυχῆς πίνακος ἀπαλείψειεν.
733 (50) Οὐδὲν γάρ ἐστι μνήμη, ἢ τύπωσις ἐννοιῶν, ὡς ἐν ψυχῇ, ὑποζώγραφος. Καὶ πῶς οἷόν τε φυγεῖν τὰς εὐθύνας ἐκείνων τῶν ἐννοιῶν, ὧν ἡ μνήμη ἔτι κινουμένη ἐν τῇ ψυχῇ, τοὺς τύπους ἐν τῷ πίνακι ζῶντας τοῖς ὁρῶσιν ἐνδεικνύει; Οὐκοῦν ἵνα μὴ αἰσχρῶν ἀνάπλεως ὁ τῆς ψυχῆς ἡμῶν πίναξ ὀφθῇ, ἀπαλείψωμεν λήθῃ τὰς μνήμας τῶν φαύλων ἐννοιῶν, τῶν ἀγαθῶν δὲ τὰς μνήμας ἀντ’ αὐτῶν ἐντυπώσωμεν; ὡς ἂν μὴ κεκρυμμένοι τὰ νῦν τῷ περιβολαίῳ τοῦ σώματος, μετὰ τὴν ἀπόθεσιν τούτου, αἰσχροί τινες τοῖς μώμοις, καὶ ἐπονείδιστοι ταῖ γραφαῖς τοῖς πᾶσι παρὰ τὴν κατέχουσαν ἐν τῷ παρόντι βίῳ δόξαν ὀφθῶμεν.
736 32. Τάχα γὰρ τοῦτ’ ἔστιν ὃ εἴρηκεν ὁ Ἀπόστολος· Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσι προάγουσαι εἰς κρίσιν· τισὶ δὲ καὶ ἐπακολουθοῦσιν . Αἱ μὲν γὰρ πᾶσιν ἀνθρώποις πρόδηλοι αἱ ἁμαρτίαι, αἷς καὶ τοὺς ὁρῶντας εἰς βλασφημίαν καὶ τὰς ὁμοίας πράξεις κακῶς ἐσκανδάλισαν, προάγουσιν. Αἱ δὲ ἄδηλοι τοῖς ἀνθρώποις καὶ κρυφίως γινόμεναι, οὐ διὰ τὸ τοὺς ἀνθρώπους ἀγνοεῖν, ἀπομένουσιν, ἀλλ’ ἀχώριστοι αὐτοῖς ἐπακολουθοῦσιν, ἵν’ ἐπιδείξασαι ἑαυτάς τε καὶ τὸν λανθάνοντα τοὺς πολλοὺς τούτων ἐργάτην, καὶ τοῖς ἀγνοοῦσιν ἀνθρώποις, καὶ τῇ δικαίᾳ κρίσει αὐτὸν παραδῶσιν· ὡς μεσολαβεῖσθαι τὸν δείλαιον ὑπὸ τῶν οἰκείων κακῶν· ὑπὸ μὲν τῶν προδήλων προαγόντων εἰς τὴν κρίσιν ἑλκόμενον, ὑπὸ δὲ τῶν ἀδήλων ἀχωρίστως αὐτῷ ἑπομένων ἐπελαυνόμενον. Καὶ ἑρμηνεύων τοῦτο τὸ νόημα, ἐπιφέρων φησίν· Ὡσαύτως καὶ τὰ καλὰ ἔργα , τὰ λάμποντα ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἰδόντες δοξάσωσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, δῆλά ἐστι· καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται . Δεῖ γὰρ ἡμᾶς φανερωθῆναι τοὺς νῦν ἀγνοουμένους ποίων πράξεων ἐσμὲν, ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, Ὃς φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς κεκρυμμένας βουλὰς τῶν καρδιῶν. Καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ παρὰ τοῦ Θεοῦ , ὅτε ἀπολαμβάνομεν ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον. 33. Οὐ παρασιωπητέον οὖν οὐδὲ τὴν ἑτέραν ἔννοιαν, γεννικώτερον δὲ δυναμένην τὴν συνετὴν παρθένον πρὸς τοὺς ἐπιβάλλοντας ἄθλους ἀλεῖψαι. Ὡς γὰρ τὸν θαυμαστὸν Παῦλον ἔτι ἐν σώματι ὄντα, τὰ μὲν προέλαβεν ἔργα, πολλῶν τῶν διὰ τῆς διδασκαλίας τε καὶ πολιτείας αὐτοῦ τελειωθέντων εἰς τὸν ἐκεῖ βίον αὐτὸν προειληφότων, καὶ τὰ γέρα αὐτῷ τῶν ὑπὲρ αὐτῶν καταβληθέντων ἱδρώτων παρὰ τῷ δικαίῳ κριτῇ Θεῷ ἑτοιμασάντων· τὰ δὲ ἀναλύσαντι λοιπὸν καὶ σὺν Χριστῷ γεγονότι ἕως τῆς δεῦρο ἐφέπεται, τῶν δι’ αὐτοῦ ἐν τοῖς ἱεροῖς τῶν ἐπιστολῶν αὐτοῦ γράμμασι πρὸς ἀρετὴν ἀσκουμένων, τοὺς ἐπαίνους ἅμα καὶ μισθοὺς τῷ ἀγαθῷ ἐκείνῳ διδασκάλῳ ἐνθένδε πεμπόντων· οὕτω καὶ κατὰ τὸ ἐναντίον αἱ μὲν προάγουσιν ἁμαρτίαι τῶν βλαβέντων ἐκ τῶν μοχθηρῶν λόγων ἢ πράξεων, προειληφότων τε εἰς ᾅδου, καὶ τὰ κολαστήρια τοῖς τῆς βλάβης αἰτίοις παρασκευαζόντων ἐκεῖ αἱ δὲ καὶ ἐπακολουθοῦσι, τῶν καὶ μετὰ τὸν ἐκείνων θάνατον, δι’ ἣν κατέλιπον τῷ βίῳ κακίαν, ἐξ αὐτῶν βλαπτομένων.
737 Ὡς γὰρ ἕως τοῦ νῦν ὁ μακάριος Δαβὶδ πρὸς θεοσέβειάν τε καὶ προνοίας ἐπίγνωσιν ὠφελεῖ, καὶ οἱ ἐξ αὐτοῦ ὠφελούμενοι ἐπακολουθούσας αὐτῷ πέμπουσιν ἐντεῦθεν ἐπὶ τοῖς οἰκείοις κατορθώμασι τὰς τῶν ἐπαίνων φωνάς· οὕτω Μαρκίων καὶ οἱ λοιποὶ τῶν αἱρετικὰ ἐγκατασπειράντων τῷ βίῳ δόγματα βλάπτουσιν, ἁπάντων τῶν ἐξ αὐτῶν ἐντεῦθεν βλαπτομένων, πικροτέροις τοὺς προκατάρξαντας τῆς κακίας κολαστηρίοις, καὶ πάλαι ὅμως τεθνεῶτας, ἐκεῖ παραδιδόντων. Εἰ γὰρ ἕνα, φησὶν, ἐάν τις τῶν μικρῶν σκανδαλίσῃ, τοῦδε τοῦ θανάτου ἄξιος κρίνεται, ὁ τοσούτους, διὰ τοῦ μοχθηροῦ βίου πρὸς διαφθορὰν ἠθῶν καταλελοιπέναι ὑποδείγματα, ἢ φθοροποιὰ ψυχῶν ἀναφυέναι τὰ δόγματα, σκανδαλίζων, καὶ, μετὰ τὸν οἰκεῖον θάνατον, ἁπάντων ἂν τῶν δι’ αὐτὸν ἀποθνησκόντων θανάτων ὑπεύθυνος ἀξίως καὶ δικαίως ἀποφανθείη, καθ’ ἕκαστον τῶν δι’ αὐτὸν τραυματιζομένων ἢ ἀποθνησκόντων ἐνταῦθα, κατὰ τὸν ἐκεῖ αἰῶνα τραυματιζομένου τε τοῦ αἰτίου καὶ ἀποθνήσκοντος. Εἰ δὲ καὶ κατὰ τοῦτον τὸν τρόπον αἱ μὲν προάγουσι πράξεις, αἱ δὲ ἐπακολουθοῦσι· καὶ ὥσπερ αἱ ὑπὸ κακίας ἐπακολουθοῦσαι μείζονι κολάσει τὸν αἴτιον τῶν καθ’ ἕκαστον βλαπτομένων παραδιδόασιν· αἱ δὲ ἀπὸ ἀρετῆς μειζόνων καθ’ ἕκαστον τῶν ὠφελουμένων τε καὶ ἀπὸ κακίας ἐπιστρεφόντων τὸν διδάσκαλον γερῶν ἀξιοῦσι· καὶ ἡ παρθένος ἄρα ἔχει τινὰς καθ’ ἑκάτερον ἀρετῆς ἢ κακίας, τὰς μὲν προαγούσας πράξεις, τὰς δ’ ἐπακολουθούσας· καὶ ἀθλία μὲν ἐκείνη, ἡ πρὸς τῇ διὰ τὴν οἰκείαν ἁμαρτίαν κολάσει, καὶ διὰ τὸ τῶν ἑτέρων πτῶμα, αἷς ὑπέδειξε τοὺς πρὸς ἁμαρτίαν ὀλίσθους, ἀεὶ πικροτέρᾳ κολάσει παραδιδομένη· τρισμακαρία δὲ ἐκείνη, ἡ πρὸς τοῖς ἰδίοις στεφάνοις καὶ διὰ τὰς ἐκ τοῦ πρὸς αὐτὴν ζήλου στεφανουμένας. καθ’ ἑκάστην καὶ μετὰ θάνατον κατὰ τὸν ἐκεῖ αἰῶνα στεφανουμένη. 34. Εἰ οὖν οὐδέν ἐστι κεκρυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, διὰ πάντας τοὺς προειρημένους λόγους ἡ παρθένος καὶ μόνη οὖσα, τῆς ἀναμαρτησίας ἑαυτῆς προνοήσεται, οὐ τὰς τῶν λοιπῶν ἀνθρώπων ὄψεις μόνον, ἀλλὰ πολλῷ πλέον, φημὶ, τὰς ἑαυτῆς καὶ τῶν ἁπανταχοῦ ὁρώντων ἀγγέλων ἐντρεπομένη. Διὰ τοῦτο γὰρ , φησὶν, ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους . Οὐ γὰρ δεῖ, κἂν ἐν οἴκῳ μόνη καθέζηται καθ’ ἑαυτὴν ἡ παρθένος, διότι μηδεὶς πάρεστι τῶν ἀνθρώπων, ἀδιαφόρως γυμνοῦσθαι.
737 (50) Πολὺ γὰρ, φημὶ, ἐπαγωγὸς ἡ φύσις τοῦ θήλεος, πᾶσαν ἄῤῥενα φύσιν καθ’ ἑαυτῆς ἐπισπάσασθαι. Καὶ οὐ διὰ τοῦτο μόνον φυλάττεσθαι δεῖ τὰς τῶν δαιμόνων ἐπηρείας, ἀοράτως ἐφεδρευούσας ἡμῖν, ἀεὶ ὑποπτεύουσαν, ἀλλὰ καὶ διὰ τοὺς πᾶσιν, φησὶν, αἰδεσίμους ἀγγέλους ἐξουσίαν ἔχειν ὀφείλει. Ἀνὴρ μὲν γὰρ, ὡς τοῦ ἀγγελικοῦ τρόπον τινὰ ἀξιώματος ὢν, γυμνῇ τῇ κεφαλῇ τοῖς φράτορσι θαρσῶν ἑωράσθω.
740 Γυνὴ δὲ ἀνδρὸς πολλῷ ἐλάττω λαχοῦσα τὴν φύσιν, ἐξουσίαν ἐχέτω ἐπὶ τῆς κεφαλῆς· διὰ τοῦ ἔχειν ἐπὶ τῆς κεφαλῆς τὴν ἐξουσίαν, τὴν πρὸς τὸ κρεῖττον ὑποταγὴν εὐσχημόνως ὁμολογοῦσα. Διὰ τοῦτο, φησὶ, καὶ αὐτὴ ἡ φύσις ταῖς θριξὶ τὴν κεφαλὴν τούτων ἄνωθεν ἐπεκάλυψεν, αὐτόθι παιδεύουσα, ὅτι προσήκει γυναῖκα μηδέποτε, οὐχ ὅτι ἄλλο τι τῶν μελῶν, ἀλλὰ μηδὲ τὴν κεφαλὴν ἀδιαφόρως γυμνοῦσθαι· καὶ ἐπειδὴ μόναι ἀνδρῶν μὴ παρόντων ἔσθ’ ὅτε πρὸς τοῦτο καταθαρσοῦσι, τὸ αἰδεσιμώτερον τῶν ἀνδρῶν ἀξίωμα προστέθεικε, εἰπὼν, διὰ τοὺς ἀγγέλους , τοὺς ἁπανταχοῦ παρόντας τε καὶ τὰ πραττόμενα βλέποντας. Αἰδείσθω οὖν πᾶσα γυνὴ, ἔτι δὲ μᾶλλον ἡ παρθένος τοὺς ἀγγέλους, καὶ μόνη ἀνθρώπων ἐν τῷ οἴκῳ ὑπάρχουσα· καὶ ὅταν συμβαίνῃ ἀναγκαίως ἐπιμελεῖσθαι τοῦ σώματος, τά τε κατὰ κεφαλὴν καὶ τὰ καθ’ ἕκαστον περιστέλλουσα, ἐπισπευδέτω τὸ ἔργον· καὶ ὡς οἷόν τέ ἐστιν, ἐπικρυπτέτω τὰ μέλη, οὐ μόνον τοὺς ἑαυτῆς ὀφθαλμοὺς καὶ μετὰ τούτων τοὺς τῶν ἀγγέλων ἀεὶ αἰδουμένη, ἀλλὰ καὶ ὥσπερ ἐν οἰκείῳ ἀσκητηρίῳ πρὸς αἰδῶ ἑαυτὴν φιλοκάλως ἀσκοῦσα. 35. Εἰ δὲ οὕτε καθ’ ἑαυτὴν οὖσα ἀδιαφόρως ἀπογυμνώσεται, πολλῷ πλέον, ἀδελφῶν ἐν Χριστῷ παρόντων, ἑαυτὴν καὶ χιτῶνι καὶ αἰδοῖ σωφρόνως κοσμήσει· οὐ μόνον οὐδὲν τῶν μελῶν, ἃ δεῖ τῇ ἐσθῆτι καλύπτεσθαι, παραγυμνοῦσθαι ἁπλῶς ἀφιεῖσα, ἀλλὰ καὶ μάλιστα προσεχῶς ἑαυτὴν πρὸς τὸ ἀβλαβὲς περιστέλλουσα· ἵνα μὴ μόνον αὐτὴ ἀνεπηρέαστος μένῃ, ἀλλὰ καὶ οἱ ὁρῶντες μηδεμίαν ἐκ τῆς θέας ὑπόθεσιν βλάβης λαμβάνωσιν. Ἰδόντες γὰρ , φησὶν, οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσι, κατηνέχθησαν πρὸς αὐτάς . Ἱκανὸν γάρ ἐστι παραγυμνούμενον κάλλος, καὶ υἱοὺς Θεοῦ πρὸς ἡδονὴν γοητεῦσαι, καὶ ὡς ἀνθρώπους διὰ ταύτην ἀποθνήσκοντας θνητοὺς ἀποδεῖξαι. Διὸ οὐ δεῖ τοῦ ἑαυτῆς ἀβλαβοῦς μόνον φροντίζουσαν, τῆς τῶν βλαβῆναι δυναμένων καταφρονεῖν σωτηρίας, ἀλλὰ πανταχόθεν καὶ ἑαυτῆς ἄσυλον τὸ τῆς παρθενίας κάλλος φυλάττειν, καὶ τοῖς ὁρῶσιν αὐτὴν κέρδος ζωῆς, καὶ μὴ τὸν ἐξ ἁμαρτίας θάνατον πραγματεύεσθαι. Εἰ γὰρ καὶ αὐτὴ πέποιθε τῷ τῆς παρθενίας ἀπτώτῳ, ἀλλ’ ὅμως προνοεῖσθαι δεῖ, φησὶ, ὥστε μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. 36. Οὕτω δὲ ἡ παρθένος καὶ γνώμης καὶ κινήσεως καὶ μορφῆς καὶ σχήματος, καὶ μόνη καὶ μετ’ ἄλλων, πρὸς τὸ ἀρέσκον αὐτῆς τῷ νυμφίῳ ἔχουσα ὑγιῶς, τοῖς τοῦ νυμφίου φίλοις καθαρῶς ὁμιλήσει. Οὐ γὰρ εἰς μισανθρωπίαν φέροντες αὐτὴν ἀπεκλείσαμεν, ἀλλ’ ἀκριβέσι τύποις ὅλην ἄνωθεν ἀπὸ κεφαλῆς ἄχρι ποδῶν Θεοῦ ἄγαλμα ζωγραφήσαντες, οὕτω πρὸς τοὺς τῆς πίστεως οἰκείους ἐπιδεξίως προάγομεν, ἵνα καὶ σχήματι, καὶ λόγῳ, νύμφη ἀληθῶς τοῦ Κυρίου ὀφθεῖσα, ὠφελήσῃ τοὺς ὁμιλοῦντας.
741 Ὁμιλείτω τοιγαροῦν ὡς νύμφη μετὰ αἰδοῦς τοῖς τοῦ νυμφίου, φημὶ, ὑπηρέταις, καὶ ὁμιλείτω ἁπανταχοῦ τὸ νηφάλιον σώζουσα. Δεῖ γὰρ αὐτὴν ἀκεραίαν μὲν εἶναι ὡς περιστερὰν, φρονίμην δὲ ὡς τὸν ὄφιν. Ἐπειδὴ γὰρ αἱ ἐν σώματι ψυχαὶ ἀδυνατοῦσαι ἀλλήλαις γυμνῶς περὶ ἀρετῆς ὁμιλεῖν, τοῖς περικειμένοις σώμασιν ὀργάνοις πρός τε τὴν φωνὴν καὶ τὴν θέαν ἀναγκάζονται χρῆσθαι, καὶ ὁ μὴ δυνάμενος ψυχῆς ἐνδεδεμένης σώματι κάλλος ἰδεῖν, ἢ λόγῳ ταύτης ἀκοῦσαι, τὸ τοῦ σώματος κίνημα ἐν ᾧ ἐστιν ὁρᾷ, καὶ τῆς διὰ τούτου φωνῆς ἐπακούων, τὸ κάλλος αὐτῆς διὰ τούτων ἀναλογίζεται, καὶ οὐ φωνὴ μόνον ἢ καὶ βλέμμα, ὥσπερ ἐν κατόπτρῳ τὸ τῆς ψυχῆς εἶδος δεικνύει· ἀλλὰ καὶ στολισμὸς ἀνδρὸς, καὶ γέλως, καὶ βῆμα ποδὸς, ἀναγγέλλει περὶ αὐτοῦ. Ἔλαθον δέ τινες ἀπὸ τοῦ ἡδέως ἀκούειν τοῦ μουσικοῦ, μηκέτι μὲν τὸν μουσικὸν, ἀλλὰ τὸ ὁρώμενον ὄργανον, δι’ οὗ ἀπολαύουσι τῆς τοῦ μουσικοῦ ἐπιστήμης, καταβραχὺ ἀγαπῶντες. Διὰ τοῦτο δεῖ ἀναγκαίως τὴν παρθένον ἀκριβῶς τὴν ἀκοὴν καὶ τὸ ὄμμα τηρεῖν, μήπως λάθῃ ἀντὶ λαλούσης ψυχῆς τὸ δι’ οὗ αὐτὴ λαλεῖ ἀγαπῶσα. Δεινὸς γάρ ἐστιν ὁ ζηλοτυπῶν τὴν περὶ τὸ καλὸν ἡμῶν διάθεσιν, διὰ παντὸς τρόπου ὑφελεῖν μὲν ἡμῶν τὸ ποθούμενον, τὸ δὲ ἴδιον πανούργως πρὸς τὸν πόθον ἀνθυπαλλάξαι. Οὕτω γὰρ ἔλαθόν τινες ἀπὸ τοῦ ἡδέως ἀκούειν τοῦ περὶ ἀρετῆς λόγου, καὶ περὶ τὴν κινοῦσαν τοῦτον ψυχὴν διακεῖσθαι, τῇ συνεχεῖ ἀκοῇ καὶ τῇ θέᾳ ἐντυπωθέντες μὲν τὴν μορφὴν τῶν τοῦ σώματος χαρακτήρων, καὶ τῇ φωνῇ τὴν ἀκοὴν ἀτόπως θελχθέντες· οὐκέτι δὲ τὴν ψυχὴν τὴν διὰ φωνῆς ἐνεργοῦσαν τὸν λόγον, ἣν τὸ πρὶν ἀγαπῶντες περιεῖπον τὸν ἄνθρωπον, ἀλλὰ τὸ σῶμα τὸ διακονούμενον αὐτοῖς τὰ τῆς ψυχῆς καλὰ λοιπὸν ἀγαπῶντες. Ἀγχιθύρους γάρ φασι καὶ Ἕλληνες τὰς κακίας εἶναι ταῖς ἀρεταῖς. Ἑκάστῃ γὰρ ἀρετῆς θύρᾳ τὴν κακίαν ὁμοιοτάτην ἰδέαν ἑκατέρωθεν παρήρμοσεν, ἵν’ ὁ σπουδάζων περὶ τὴν ἀρετὴν, παρεστὼς ταύτης τὸ πρῶτον τῇ θύρᾳ, καὶ κρούειν ταύτην δοκῶν, ἀνοιγείσης αὐτῷ ἐνθένδε ἢ ἐνθένδε μιᾶς τῶν θυρῶν τῆς κακίας, ἐκ τῆς ὁμοιότητος ἀπατηθεὶς, ὡς εἰς τὸν τῆς ἀρετῆς οἶκον εἰσέλθοι· εἶθ’ ὑπὸ πάντων ἐπὶ τῇ ἀπάτῃ γελώμενος, χρόνῳ τε καὶ πείρᾳ μάθῃ, οὐ μόνον πόῤῥω ὑπάρχων ἐκείνης τῆς ἀρετῆς ἧς ποτε κρούειν ἐδόκει τὴν θύραν· ἀλλὰ μήτε τῶν οὐδῶν αὐτῆς τὴν ἀρχὴν ὑπερβὰς, μήτε τῇ θύρᾳ, ὡς τὸ πρὶν ἐδόκει, παρεστὼς γοῦν καὶ κρούων.
741 (50) Οὕτω γὰρ τοὺς μὲν θαρσαλέους βουλομένους εἶναι πρὸς ἀρετὴν θρασεῖς ἀπατήσας ἔδειξε· τοὺς δὲ φοβουμένους τοὺς ἐπὶ τῇ θρασύτητι ψόγους δειλοὺς καὶ μικροψύχους ἀπήλεγξε.
744 Καὶ τοὺς μὲν συμπαθεῖς εἶναι σπουδάζοντας πρὸς τὰ πάθη κακῶς ἐμαλάκισε· τοὺς δὲ τὸ ἐμπαθὲς φεύγοντας ἀνηλεεῖς καὶ ἀπανθρώπους ἐποίησεν· ὥσπερ οὖν καὶ τοὺς τῆς ἀγάπης τὸ κάλλος μεταδιώκοντας, ψευδωνύμῳ ἀγάπῃ, ἢ εἰς σαρκὸς ἡδονὰς καὶ ἐπίψογον πᾶσι βίον ἀπρεπῶς κατηκόντισεν, ἢ εὐλαβουμένους τὸν ἐπὶ τούτοις μῶμον μισαδέλφους καὶ τοῦ καλοῦ ἀναισθήτους ἐποίησε. Πάλιν οὖν Μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ , ἵνα μὴ πλανηθεὶς εἰς μίαν τινὰ τῶν τῆς κακίας θυρῶν ὀλισθήσῃς· ἀλλὰ μέσην ὁδεύων τὴν ἀρετὴν, καὶ ἁπανταχοῦ βλέπων πῶς ἀκριβῶς περιπατῇς, μὴ ὡς ἄσοφος, ἀλλ’ ὡς σοφὸς, ὅτι ἐν μέσῳ παγίδων περιπατεῖς, καὶ ἐπάνω ἐπάλξεων πόλεων διαβαίνεις, προνοοῦ ὅπως μήτ’ εἰς παγίδα που ῥᾳθυμοῦσα ἐμβάλῃς τὸν πόδα σου, μήποτε ἀπὸ τοῦ τείχους τῆς πόλεως ἡμῶν πεσοῦσα ἀποθάνῃς κακῶς. 37. Ἀγαπᾷν οὖν δεῖ τοὺς πρὸς τὸν νυμφίον παρακαλοῦντας, ἀλλὰ δεῖ τὴν ἀγάπην δικαίαν καὶ μὴ συγκεχυμένην ποιεῖσθαι, ἵνα μὴ τοὺς ὑπηρέτας τοῦ νυμφίου, ἀπὸ τοῦ συνεχῶς ἀκούειν αὐτῶν τὰ περὶ τοῦ νυμφίου λαλούντων, ἴσους τοῦ νυμφίου ἀγαπήσασά ποτε, καθέλῃ μὲν τὸ ἀξίωμα τοῦ νυμφίου, τοὺς δὲ νυμφαγωγοὺς, τῷ τοὺς ἰσοτίμους τῷ Δεσπότῃ ἄγειν, ἀδικήσῃ τὰ μέγιστα. Ἤδη δέ τινες ἔλαθον, οὐκ ἴσα τῷ νυμφίῳ ὑπηρέτας, ἀλλὰ καὶ πλέον αὐτοὺς, ἀσεβῶς ἀγαπήσασαι· καὶ τοῦ μὲν νυμφίου λοιπὸν, πρὸς ὃν ἐνυμφεύσαντο καθάπαξ ἐπιλαθόμεναι, ὅλαι δὲ τῶν οἰκετῶν τοῦ νυμφίου νύμφαι γινόμεναι, μᾶλλον δὲ οὐδὲ τῶν οἰκετῶν τοῦ νυμφίου, ἀλλὰ ἀλλοτρίων τινῶν γυναῖκες αἰσχραὶ εὑρεθεῖσαι. Οὐδένα γὰρ σαρκικὸν ὁ νυμφίος ἡμῶν ὑπηρέτην ἔχων εὑρίσκεται, ἀλλὰ πάντας πνεύματι ζῶντας. Αἱ δὲ μὴ τῷ πνεύματι τῶν ὑπηρετουμένων τῷ νυμφίῳ, ἀλλὰ ταῖς σαρξὶν αὐτῶν ἑαυτὰς ἀτόπως νυμφεύσασαι, δῆλον ὡς κἀκείνους ἀλλοτρίους τῆς ὑπηρεσίας τοῦ νυμφίου, καὶ ἑαυτὰς οὐχ ὑπηρέταις τοῦ νυμφίου, ἁλλὰ ἀλλοτρίοις δούλοις νυμφευθείσας ἀπήλεγξαν. Οὐκοῦν καὶ τούτοις ἀκριβῶς ὁμιλείτωσαν, τὴν ἐμφυομένην λαθραίως ἐκ τῆς ὁμιλίας σωματικὴν συνήθειαν φρονίμως ἐκτέμνουσαι· καὶ ἐν τῷ ὁμιλεῖν φυλασσόμεναι, μὴ ἐκ τοῦ θαρσεῖν, ὡς τοῦ νυμφίου οἰκείοις, λάθωσιν, ἢ ἐκείνους πρὸς ἃ μὴ δεῖ ἀποσφήλασαι, ἢ ἑαυτὰς παρὰ τὸν προκείμενον σκοπὸν ἐπὶ τὰς σαρκὸς ἡδονὰς ἀτόπως καταβαλοῦσαι. Ἀλλὰ ἀγάπην δεῖ τῶν πλησίον κεκτῆσθαι, ὅτι Ἀγαπήσεις τὸν πλησίον σου, ὡς ἑαυτόν · καὶ τοῦτο ἀρέσκον αὐτῷ ὁ νυμφίος τῇ νύμφῃ παράγγελμα δέδωκε. Καί φησιν, ἀγαπήσεις , καὶ ἐφ’ ὅσον ἑνὶ τούτων ποιεῖς, ἐμοὶ τῷ σῷ νυμφίῳ ποιεῖς.
744 (50) Ἀλλ’ οὐκ ἐμπαθῆ εἶναι δεῖ τὴν ἀγάπην, οὐδὲ ὄνομα αὐτῇ ἐπιψευδομένην ἀγάπης, τῷ ἔργῳ ἀναιρεῖν τὴν ἀξίαν τῆς ὄντως ἀγάπης. Ὅτι ἕως ἂν διὰ τὴν πρὸς τὸν νυμφίον ἀγάπην ἀγαπῶσα φαίνῃ τοὺς ἀδελφοὺς, σώζεις καὶ τὸ πρὸς ἐκεῖνον καὶ τὸ πρὸς αὐτοὺς τὸ τῆς ἀγάπης σεμνόν.
745 Ἐπειδὰν δὲ οὐκέτι δι’ ἐκεῖνον, ἀλλὰ τούτους δι’ αὐτοὺς ἀπὸ τῆς συνηθείας ᾖς ἀγαπῶσα, διαφθείρασα καὶ τὴν πρὸς ἐκεῖνον ἀγάπην, καὶ ἐμπαθῆ ταύτην ποιήσασα, ψευδώνυμον, καὶ οὐχὶ τὴν ἀληθῆ ἔχεις ἀγάπην. Ἀγάπη γὰρ σαρκὸς πάθη οὐχ ἅπτεται· οὐδὲ ἄλογος οὖσα ὑπὸ συνηθείας ζωώδους ἀκρίτως τὸ σεμνὸν ἑαυτῆς ἐπὶ σώματα καταφέρει. Ἀλλὰ λογικὴ οὖσα, καὶ ὅλη σοφίας μεστὴ, ἐμφρόνως ἑαυτὴν πρὸς ἀξίαν τοῖς προσώποις κατὰ τὸ δίκαιον ταλαντεύει· τοὺς μὲν ὑπηρέτας νυμφίου λογισμῷ δι’ ἐκεῖνον τιμῶσα, αὐτὸν δὲ ἐκεῖνον οὐ διὰ τούτους, ὅτι περὶ αὐτοῦ αὐτῇ διαλέγονται, ἀλλὰ δι’ αὐτὸν περιέπουσα· καὶ εἴ τις μὲν ἐκείνου ἐραστὴς, τοῦτον διὰ τὸ πρὸς ἐκεῖνον φίλτρον ἑταῖρον νομίζουσα· εἰ δέ τις τοῦ περὶ αὐτοῦ ἔρωτος ἀμελεῖ, οὐκέτι τοῦτον, κἂν αὐτὴν κολακεύῃ, ὡς οἰκεῖον ὁρῶσα, ἀλλὰ καὶ μάλιστα ἐκ τῆς κολακείας τὴν ἐπιβουλὴν ὑποπτεύουσα, ὅτι ἀμελῶν τοῦ νυμφίου περὶ ὃν αὐτὴ ἐπτόηται, προσποιήτῳ τῇ περὶ τὸν νυμφίον αὐτῆς θεραπείᾳ, δελεάζει μὲν ταύτην ὡς συμπονῶν αὐτῇ πρὸς τὴν ἐκείνου ἀρέσκειαν, ἐφ’ ἑαυτὸν δὲ αὐτῆς τὸν ἔρωτα ἐκ τῆς συνεχοῦς ὁμιλίας μεταθεῖναι σπουδάζει, ἐν νυμφαγωγοῦ ὀνόματί τε καὶ σχήματι μοιχὸς τῆς νύμφης πανούργως γινόμενος. Ἐντεῦθεν γὰρ πολλαὶ τῷ τῆς ἀγάπης ὀνόματι καταβραχὺ πρὸς τὰ τῆς σαρκὸς πάθη ὑπὸ τῆς συνηθείας κατενεχθεῖσαι, πόρναι καὶ μοιχαλίδες καὶ ἀλλότριαι οὐ τῆς τοῦ Κυρίου μόνον νυμφεύσεως, ἀλλὰ καὶ τοῦ κατὰ σάρκα νομίμου παρὰ ἀνθρώποις γάμου παντάπασιν ἀπηλέγχθησαν. Παρθενίαν γὰρ τῷ Κυρίῳ ἐπαγγειλάμεναι, εἶθ’ ὑπὸ τῶν σαρκὸς ἡδονῶν νικηθεῖσαι, τὴν τῆς πορνείας ἁμαρτίαν γάμου ὀνόματι περιστέλλειν ἐθέλουσιν· οὐκ ἀγνοοῦσαι, οἶμαι, κἂν ἄγνοιαν δὴ προσποιῶνται, ὅτι ἡ παραβᾶσα τὰς πρὸς τὸν νυμφίον ἑαυτῆς δεξιὰς, οὔτε τούτου ἐστὶ νύμφη, ὃν παρανόμως κατέλιπεν, οὔτ’ ἐκείνου, ᾧ διὰ πάθος ἔζευξεν ἑαυτὴν, κατὰ νόμους γυνὴ δύναται εὑρεθῆναι. 38. Τότε γὰρ νόμιμος καὶ κατὰ τὰς θείας Γραφὰς συνίσταται γάμος, ὅταν μὴ πάθος ἡδονῆς προκαταλάβῃ τοῦ νόμου τὴν χρείαν, λογισμὸς δὲ τοῦ τε εἰς βοήθειαν ἀναγκαίου καὶ τῆς τῶν παίδων διαδοχῆς τοῦ γάμου προσθεὶς τὸν σκοπὸν, τίμιον ὄντως μνηστεύῃ τὸν γάμον. Ὅτε τῶν ἀναγκαίων τοῦ γάμου προειληφότων τῷ λογισμῷ, καὶ κρηπῖδος ἁγίας ἐν Κυρίῳ κατὰ νόμους τεθείσης, ἐπακολούθημα τοῦ κατὰ τὸν γάμον ἀναγκαίου, ἡ ἐκ τῆς μίξεως ἡδονὴ, μίαν σάρκα τὴν δύο ποιοῦσα εὑρίσκεται. Ἐπειδὴ γὰρ ὁ ἐν ψυχῇ λογισμὸς τὰς ψυχὰς προλαβὼν, κατὰ τὸ φαινόμενον ἀναγκαῖον συνῆψεν, εἰκότως προηνωμέναις ταύταις καὶ ἡ τῶν σαρκῶν τῶν ἐν αἷς εἰσιν ἔννομος ἕνωσις ἠκολούθησεν.
745 (50) Ὅταν δὲ τῶν ψυχῶν ἄλλο τὴν ἀρχὴν προθεμένων, αἱ σάρκες δι’ ἡδονὴν τὰ οἰκεῖα πραγματευσάμεναι, τὰς ἐν αὐταῖς ψυχὰς τῷ κατ’ αὐτὰς πάθει δουλευούσας ἑνώσωσιν, ἀκολούθημα τῶν σαρκὸς κακῶν γινόμεναι αἱ ψυχαὶ, παράνομον τὴν μίξιν ἐργάζονται.
748 Οὗ γὰρ ὁ ἐν ψυχῇ λόγος καὶ νόμος οὐχ ἡγήσατο ἔργου, τοῦτο παντάπασιν παράνομον ὑπὸ τῆς συνειδήσεως ἐστηλίτευται. Διὰ τοῦτο, φησὶ, Γυνὴ δέδεται νόμῳ, ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. Ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι · οὐχ ἁπλῶς, ἀλλὰ μόνον ἐν Κυρίῳ , φησίν· ὅτι καὶ ἡ τῷ θανάτῳ τοῦ ἀνδρὸς ἐλευθέρα γενομένη πρὸς γάμον, οὐχ ὅτι ἠλευθερώθη ἁπλῶς, ἀλλ’ ἐν Κυρίῳ ὀφείλει γῆμαι. Τί δέ ἐστι τὸ ἐν Κυρίῳ τὸν γάμον συστῆναι; Τὸ μὴ προϋποσυρῆναι ὑπὸ τῶν σαρκὸς ἡδονῶν πρὸς τὴν μίξιν, ἀλλὰ κρίσει τοῦ λυσιτελοῦντος πρὸς τὸν βίον, ἑλέσθαι τὸν γάμον. Διὸ καὶ τὸ ἀναγκαῖον τοῦ γάμου ὁ Ποιητὴς ἐν τῇ φύσει διετάξατο. 39. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, μὴ ἀπατάτω ἑαυτὴν, φημὶ, ἡ ἀπὸ παρθενίας εἰς σαρκὸς πάθη κατενεχθεῖσα, ὅτι γάμος αὐτῇ εἰς τὸ ἁμάρτημα λογισθήσεται. Πρῶτον μὲν, ὅτι κακὴν κρηπῖδα τῆς συμπλοκῆς τὴν ἡδονὴν, καὶ τὴν τῆς παραβάσεως ἁμαρτίαν ἑαυτῇ κατεβάλετο· ἔπειθ’ ὅτι οὐκ οὖσα ἐλευθέρα (οὐ γὰρ ἀπέθανεν αὐτῆς ὁ ἀνὴρ, ἵνα ᾧ βούλεται γαμηθῇ), ζῶντος τοῦ ἀθανάτου ἀνδρὸς μοιχαλὶς χρηματίσει, θνητὸν διὰ πάθη σαρκὸς τῷ τοῦ Κυρίου παστῷ ἐπεισάγουσα. Ὅτι μὲν γὰρ προείληφε τὰ τοῦ γάμου νόμιμα ὁ νυμφίος, τὸ σχῆμα τῆς παρθενίας, αἱ δεξιαὶ, ἡ ἐπ’ ἐκείνῳ πρόοδος ἐπὶ πάντων μαρτυρεῖ, ὅτι αὐτῷ ἀνδρὶ σεμνυνομένη τὰς ἐπὶ τῷ προειληφότι ἀνδρὶ προόδους ἐπόμπευεν. Εἰ γὰρ οὐ πρότερον τῶν πατρῴων θαλάμων πρόεισιν ἡ παρθένος, πρὶν ἢ ἀνδρὶ νομίμῳ συζυγεῖσα, ὑπὸ τούτῳ αὐθέντῃ τε καὶ προστάτῃ τοῦ βίου ἐπιγραψαμένη, λοιπὸν τῷ ὀνόματι τοῦ λαχόντος ἀνδρὸς τοῦ πατρῴου οἴκου προέλθοι, καὶ ἡ παρθένος ἄρα προῆλθε τῶν πατρῴων θαλάμων ὡς ἂν ἐπιγραψαμένη ἔννομον ἑαυτῇ τὸν νυμφίον, καὶ τῇ ὑπὸ τούτῳ προστασίᾳ τὰς εἰς φανερὸν προόδους πομπεύῃ. Εἰ δὲ μάρτυρες προόδων οἱ ταῦτα ὁρῶντες, μάρτυρες ἄρα οἱ αὐτοὶ καὶ τίνι ἐζευγμένη ἢ τίνα ἐπιγραψαμένη ἄνδρα, τῶν πατρῴων οἴκων εἰς μέσους προῆλθεν. Εἰ δὲ ὁ γάμος οὗτος τοῖς μάρτυσι καὶ ταῖς προόδοις καὶ πᾶσι περιφανὴς, οὐκ ἀπέθανε δὲ, φημὶ, ὁ ἀνὴρ αὐτῆς· μοιχεύεται οὖν ἡ τοιαύτη, ζῶντος τοῦ ἀνδρὸς διὰ βίου μοιχευομένη· μᾶλλον δὲ δι’ ἡδονῆς μὲν ἀπόλαυσιν ἀκολάσεως πορνεύουσα, διὰ δὲ τὸ ζῇν τὸν ἄνδρα παρανόμως μοιχεύουσα. Καὶ οὐχ ὁρῶ πῶς μὲν αὐτὴ ἀντὶ ἀθανάτου Θεοῦ θνητὸν ἐπὶ κακῷ ἑαυτῆς ἄνθρωπον περιέπει, ἐν ὀφθαλμοῖς ἀεὶ τοῦ ἀνδρὸς εἰς αὐτὸν ταῖς παρανόμοις μίξεσιν ἀσεβοῦσα· πῶς δὲ ἐκεῖνος ὁ ἄνθρωπος τῇ τοῦ Κυρίου κοίτῃ ἐτόλμησε μανιωδῶς ἐπιβῆναι.
748 (50) Ἐκ γὰρ τῶν ἀνθρωπίνων δεῖ τὴν δίκην οὕτως ἐξαμαρτανόντων στοχάζεσθαι.
749 Τίνος μὲν ἀξία ἡ ἀντὶ εὐγενοῦς ἀνδρὸς πρὸς δοῦλον ἑαυτῆς φθειρομένη, καὶ τῇ δεσποτικῇ κοίτῃ τὸν οἰκέτην εἰς ἐπιβουλὴν ἐπεισάγουσα; τίνος δὲ ἄξιος ὁ δοῦλος δεσποίνῃ ἑαυτοῦ καὶ κοίτῃ κυρίου ἑαυτὸν ἀσελγῶς ἐπιῤῥίψας; 40. Ἀλλὰ αἱ σοφαὶ τοσαύτην ἀσέβειαν καθ’ ἑαυτῶν διὰ σαρκὸς πάθη τολμήσασαι, πρὸς οἷς οὐ δακρύουσι, τόπον ἑαυταῖς κουφότερον τοῖς δάκρυσιν ἑτοιμάζουσαι, ἔτι καὶ ἣν ὑπέσχοντο πρότερον παρθενίαν ἀρνοῦνται. Τὴν γὰρ παράβασιν τῆς παρθενίας αἰσχρὰν καὶ ἐπονείδιστον διὰ τὴν δουλείαν τῆς ἡδονῆς παρὰ πᾶσιν γνωρίζουσαι, τῇ ἀρνήσει τῷ μείζονι κακῷ οἴονται τὴν ἁμαρτίαν παραμυθεῖσθαι· ἀνθρώπους μὲν, πρὸς οὓς εἰς ἀπολογίαν τῆς παραβάσεως τὴν ἄρνησιν προΐσχονται, αἱ θαυμάσιαι αἰδούμεναι· τὸν δὲ Κύριον, πρὸς ὃν γεγόνασιν αὐταῖς αἱ δεξιαὶ, διὰ τὸ εἰς βάθος κακῶν ἐμπεσεῖν, λοιπὸν οὐ φοβούμεναι· οὐκ εἰδυῖαι ἄρα, ὅτι διπλοῦν καὶ παρ’ ἀνθρώποις καὶ παρὰ τῷ Κυρίῳ τὸ ἔγκλημα καθ’ ἑαυτῶν ἀτόπως κατασκευάζουσι· τῶν μὲν ἐκ τῆς προβεβοημένης παρθενίας, εἰ καὶ ἀρνοῦνται τὸ ὑποσχέσθαι ταύτην, τὸ μανιῶδες καὶ ἰταμὸν πρὸς τὰ πᾶσιν ὁμολογούμενα ἀποστρεφομένων, ἔτι δὲ καὶ μισούντων· τοῦ δὲ, πρὸς οἷς παρέβησαν εἰς τὰς συνθήκας τῆς παρθενίας, τὴν ἀντὶ μετανοίας ἄρνησιν πικρότερον εἰς τὸ παρ’ αὐτῷ δικαστήριον κρίνοντος. Ἵνα οὖν μὴ ἀγάπης ὀνόματι εἰς τοῦτο τῆς ἁμαρτίας ἐμπέσῃ ἡ παρθένος βάραθρον, ἀπροσπαθῆ τὴν ἀγάπην καὶ καθαρὰν μετιέτω. Οὐ γὰρ χώραν αὕτη ἕξει προολισθησάσῃ πρὸς ἡδονὴν τὸ προσωπεῖον τοῦ γάμου· οὐδὲ σοφίσασθαι ὀνόματι γάμου τὸν ζῶντα ἑαυτῆς ἄνδρα μὴ ἀπολελυμένη δυνήσεται, θνητὸν ἐκείνου ἐπὶ μοιχικῇ πράξει μετὰ τοσαύτας τὰς παρ’ αὐτοῦ τιμὰς ἀσεβῶς προτιμήσασα. Οὐκ ἀλλοτρίως γὰρ ἄν τις καὶ ἐπὶ τῶν τοιούτων τὸ ἀποστολικὸν ἀναφθέγξεται, ὅτι Ὅταν καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρῖμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν · οὐ γάμον, ἀλλὰ μοιχείαν διὰ βίου κακῶς μεθοδεύουσαι. 41. Μηδεὶς οὖν οἰκέτης εἰς τοσοῦτον ἀσεβείας οἰστρηλατήσῃ, ὡς τῆς δεσποτικῆς ἅπτεσθαι νύμφης. Μηδεὶς οὕτω μανιώδης ἱερόσυλος, ὡς τῆς ἀχράντου ἱερείας χερσὶν ἀκολάστοις ἐφάπτεσθαι. Μηδεὶς εἰς τοσοῦτον ἀπονοίας ἡκέτω, ὡς τηλικαύτην δίκην τοῖς ἱεροσύλοις ἐπηρτημένην ὁρῶν, μὴ τῶν ἀψύχων ἐκ χρυσοῦ καὶ ἀργύρου ὕλης πεποιημένων σκευῶν, ἀλλ’ αὐτῶν ἐμψύχων καὶ ζώντων ἀναθημάτων λῃστρικῇ χειρὶ βεβήλως ἐπιλαμβάνεσθαι. Μᾶλλον δὲ μηδεὶς οὕτως ἔστω ἀνόσιος, ὡς μὴ τὰ ἐν τῷ ναῷ ἄψυχα σκεύη, ἀλλ’ αὐτὸν τὸν ναὸν τοῦ Κυρίου, τουτέστι τῆς παρθένου τὸ σῶμα, καὶ αὐτὴν τὴν τιμιωτάτην ἁπάντων ἐν τούτῳ ψυχὴν τῆς παρθένου, ἱερώτατον ἐν τῷ ναῷ τοῦ Κυρίου ἀνάθημα, τοῖς ἀκολασίας πυρσοῖς βαρβαρικῶς καταφλέξαι.
752 Ἀλλ’ εἰ ἑκοῦσαν ἐπέδωκεν ἑαυτὴν ἡ παρθένος, παραβᾶσα μὲν τὴν πρὸς τὸν νυμφίον συνθήκην, πάντα δὲ καὶ ναὸν, καὶ ἀνάθημα, καὶ φιλίαν τὴν πρὸς αὐτὸν, καὶ βασιλείας κοινωνίαν δι’ ἡδονὴν πάθους συγχέασά τε ὁμοῦ καὶ πατήσασα, μὴ χρήσῃς τῇ τοιαύτῃ σαυτὸν εἰς κοινωνίαν τῆς ἁμαρτίας. Ἐπεὶ οὐδὲ ὁ καλὸς Ἰωσὴφ τῇ δεσποίνῃ ἐπιμανείσῃ αὐτῷ ἑαυτὸν πρὸς τὴν τῆς ἀκολασίας ἀπόλαυσιν χρῆσαι ἠθέλησεν. Ἀλλ’ εἰ καὶ μὴ σὺ ἦλθες ἐπὶ τὴν κοινωνίαν τοῦ γάμου, ἄλλῳ ἑαυτὴν ἐπιδίδωσιν. Ἐκεῖνος οὖν τὰς ἐπὶ τῇ ἁμαρτίᾳ αὐτοῦ εὐθύνας ἐχέτω· σὺ δὲ σαυτὸν καθαρὸν φύλαττε ἐπὶ τῇ κοινωνίᾳ τῆς εἰς τὸν Κύριον παρανομίας εὐθύνης. Δεῖ , φησὶ, τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδοθῆναι. Οὐαὶ δὲ, δι’ οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· συνέφερεν αὐτῷ εἰ μὴ ἐγεννήθη . Οὐ κατὰ τὸν ὅμοιον τρόπον ἔκρινεν ἡ πρότερον τὴν παρθενίαν ὑποσχομένη, μεταθεμένη δὲ αὑτὴν ἀνθρώπῳ τινὶ εἰς ἡδονῆς ἀπόλαυσιν ζεῦξαι, κἂν λέγῃ· Δεῖ με γαμηθῆναι, ὡς τὸν Υἱὸν τοῦ ἀνθρώπου δεῖ παραδοθῆναι· ἀλλὰ οὐαὶ, δι’ οὗ ἐκείνη τὰς πρὸς τὸν νυμφίον παραβᾶσα συνθήκας, τὴν ἑαυτῆς ἐπιθυμίαν πληροῖ; Συνέφερε γὰρ ἐκείνῳ τῷ ἀνθρώπῳ (τολμῶ εἰπεῖν) τὸ αὐτὸ ἢ ἵνα κοινωνὸς τῆς εἰς τὸν Κύριον παρανομίας τῆς ἀκολάστου ἐκείνης δικαζόμενος εὑρεθῇ. Οὐκ ἀκούεις δὲ ὅτι καὶ ὁ ἀπολελυμένην γάμων μοιχᾶται; Εἰ γὰρ καὶ ἀπολέλυται, φησὶ, δι’ αἰτίαν, ἀλλὰ ζῇ αὐτῆς ὁ ἀνήρ. 42. Τί οὖν ἐνοχλεῖς τῇ ἀπολελυμένῃ; τί οὐκ ἐνδίδως καιρὸν κἀκείνῃ ἐαυτὴν διορθώσασθαι ἐφ’ οἷς ἀπελύθη, καὶ τὸν ἀπολύσαντα σπλαγχνισθέντα ἐπὶ τῇ διορθωθείσῃ, εἰς ἑαυτὸν αὖθις τὸ ἑαυτοῦ ἀνακτήσασθαι μέλος, ἀλλὰ προαρπάζεις τὸν καιρὸν τῆς διορθώσεως, ζῶντος τοῦ ἀνδρὸς τὴν ἀπολελυμένην γαμῶν; Ἔασον, φησὶν, ἣ πρὸς τὸν ζῶντα ἐπανελθεῖν ἅμα καὶ ἐπαναχθῆναι καλλίονα γενομένην γυναῖκα, ἣ ἀεὶ μήτε χήραν, μήτε γυναῖκα ὑπάρχουσαν, τῆς ἐπὶ τῇ ἀφέσει αἰτίας ἣν παρέσχε τῷ ἀνδρὶ δίκην διδόναι. Σὺ δὲ πρὶν καὶ συνεῖναι τὸ οἰκεῖον ἐν τῇ ἀπολύσει ἁμάρτημα, ἁρπάζων τὴν πρὸς αὐτὴν συζυγίαν, τολμηροτέραν πρὸς τὰ ἁμαρτήματα ἀτόπως ἐργάζῃ· ζῶντος μὲν τοῦ ἀνδρὸς ἀεὶ τὴν ἀλλοτρίαν μοιχεύων, εὔκολον δὲ, ὅπερ ἔφην, πρὸς τὰ ἐν τῇ συμβιώσει πταίσματα ἀτόπως ἀσκῶν. Εἰ δὲ ὁ τὴν παρὰ θνητοῦ ἀνδρὸς ἀπολελυμένην λαμβάνων μοιχεύων ἀσεβεῖ, πολλῷ ἀσεβέστερον διὰ βίου μοιχεύει ὁ τὴν τοῦ ἀθανάτου ἀνδρὸς νύμφην μηδέποτε ἀπολελυμένην παραφθεῖραι τολμῶν. Καὶ εἰ ἑαυτὴν γὰρ ἀπολύει τῇ μεταθέσει πρὸς τὰ σαρκὸς πάθη αὐτομολοῦσα, ἀλλὰ σὺ μὴ ἅπτου ταύτης.
752 (50) Ζῇ γὰρ αὐτῆς ὁ ἀνὴρ, καὶ οὐ βούλεται αὐτὴν ἀπολῦσαι. Συγχώρησον αὐτῇ ἰδεῖν ἑαυτὴν ὅπη ἐγένετο, πέψαι τὸ πάθος, ἐκνῖψαι τὸν ἔρωτα τῶν σαρκῶν, ἐπισκέψασθαι χρόνῳ ἡλίκων τολμᾷν ἐγχειρεῖ, καὶ ἀνακάμψει πάντως πρὸς τὸν νυμφίον.
753 Εἰ γὰρ Χριστὸς φῶς, καὶ ἀνάστασις, καὶ ἀφθαρσία, καὶ ζωὴ, καὶ τὰ λοιπὰ ἐκ Πατρὸς ἡμῖν ἀγαθὰ, ἡ Χριστοῦ ἑαυτὴν ἀπολύσασα, τί ἄλλο ἢ ἀπὸ φωτὸς εἰς σκότος, καὶ ἀπὸ ζωῆς εἰς θάνατον, καὶ ἀπὸ ἀφθαρσίας εἰς φθορὰν, ἀπό τε ἀναστάσεως εἰς τὸ τοῦ ᾅδου καὶ θανάτου μέγιστον πτῶμα ἑαυτὴν ἡ ἀθλία ἀπέλυσεν; Ἃ ἐπισκεψαμένη πάντως ἡλίκων κακῶν ἐστι βυθὸς, φρίξει μὲν συγχύσεως καὶ κατηφείας γέμοντα τῆς ἁμαρτίας τὸν ζόφον, τὸ δὲ γλυκὺ τοῦ φωτὸς, ἐν ᾧ ἦν πρότερον, πλέον ποθήσει. Καὶ τὸ μὲν φοβερὸν τοῦ θανάτου καὶ εἰδεχθὲς τῆς φθορᾶς κατιδοῦσα, σφοδρότερον ἐπὶ τὴν ζωὴν καὶ τὴν ἀθανασίαν ἐκ τούτων ἀποπηδήσει· εἰς δὲ τὸ τοῦ ᾅδου χαλεπώτατον πτῶμα ἐγκύψασα, τῆς παρὰ Κυρίου δεδωρημένης αὐτῇ ἀναστάσεως θερμότερον πάντως ἀνθέξεται. Οὐ γὰρ δὴ οὕτως ἐστὶ μανίας ὑπόπλεως, ὡς μηδὲ τῷ χρόνῳ τοῦ πάθους λωφήσαντος, τοῦ θνητοῦ τὸν ἀθάνατον προτιμῆσαι νυμφίον. Τί οὖν τῆς ἀθλίας ἁρπάζεις τὸν ὄλισθον; τί τῆς ἐπισκέψεως τοῦ ἁμαρτήματος τὸν καιρὸν προαρπάζεις; τί τῆς βουλῆς τὸν χρόνον ἐκκλείεις, ἵνα τὴν μὴ ἀπολελυμένην παρὰ τοῦ Κυρίου γαμήσας, σαυτὸν μὴ ἄνδρα ἀλλὰ μοιχὸν κοίτῃ Δεσπότου ἀσεβῶς ἐπιβάντα ἀποδείξης; 43. Ἀνέπαφος οὖν ἔστω πάσης χειρὸς, ἐξοχώτατόν τι ἀνάθημα Θεοῦ οὖσα, ἡ παρθένος. Ἄχραντον δὲ αὐτὴν καὶ σώματι καὶ ἐννοίᾳ φυλάττουσα, ἀσφαλῶς, φημὶ, καὶ τοῖς ἐν Χριστῷ ἀδελφοῖς ὁμιλείτω. Πρὸς τοῦτο γὰρ αὐτὴν ἀκριβῶν καὶ ὁ γνήσιος τοῦ Θεοῦ θεράπων φησί· Βούλομαι δὲ πάντας ὑμᾶς φρονίμους μὲν εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν. Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ, παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ· φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν . Ὥστε πρὸ ἁπάντων δεῖ τὰ νοήματα τῆς παρθένου ἄφθορα δι’ ὅλου φυλάττειν. Τῆς ψυχῆς γὰρ ἀφθόρου μενούσης, ἄφθορον καὶ τὸ σῶμα φυλάττεται. Τῆς δὲ ψυχῆς ταῖς μοχθηραῖς ἐννοίαις φθαρείσης, κἂν ἄφθορον δόξῃ μένειν τὸ σῶμα, ἀλλ’ οὐ καθαρὰ ἡ ἀφθορία τούτου εὑρίσκεται τοῖς τῶν νοημάτων μολύσμασι φθειρομένου. Ἀγαπᾷν οὖν δεῖ, ἀλλὰ μετὰ λόγου καὶ κρίσεως ἔμφρονος τὸ ποσὸν τῆς ἀγάπης μετροῦντας. Ἡ ἀγάπη γὰρ οὐκ ἀσχημονεῖ · καὶ, Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα . Ἄτοπον δὲ σπουδάζοντα λελύσθαι, τῷ ὀνόματι τῆς ἀγάπης τοῖς δεσμοῖς τῶν ἡδονῶν διὰ τῆς συνηθείας ἑαυτὸν περιβάλλειν, οὐκέτι λοιπὸν, οὕτε σώματι οὔτε ψυχῇ λελύσθαι κατὰ τὴν ἐπαγγελίαν δυνάμενον.
753 (50) Οὔτε γὰρ ἡ ψυχὴ λέλυται τοῦ τοιούτου περὶ τὰ πάθη τῆς ζωώδους συνηθείας ἀσχολουμένη· οὔτε τὸ σῶμα τὰ δεσμὰ τῶν γαμικῶν φροντίδων δεξάμενον.
756 Εἰ γὰρ καὶ μὴ γάμος ἐστὶ τὸ ὄνομα, ἀλλ’ ἡ φροντὶς τῶν γεγαμηκότων αὐτοῖς ἐμφυεῖσα δούλους τῶν σωματικῶν φροντίδων, αἷς ἑαυτοὺς φέροντες ἀλόγως προσέδησαν, ἐπιψόγους ποιεῖ. Ἄτοπον δὲ παρθενικὸν βίον διώκοντας τοῖς τῶν γάμων μιμήμασιν ἀνοήτως ἐμπλέκεσθαι· καὶ προσποιουμένας τῇ κηδεμονίᾳ τοῦ νυμφίου ἀρκεῖσθαι, ἀνθρώπους κηδεμόνας ἐπὶ ψόγῳ ἑαυτῶν ἑταιρίζεσθαι. Εἰ δὲ ἐρᾷς κατὰ τὸν ὄντως νοούμενον ἐραστὴν, τὰ ἄλλα πάντα παρορᾷν πάντως ὀφείλεις, ἡδέως ἀνεχομένη καὶ γυμνὴ ἐπὶ ἐδάφους ἐν ὁποίῳ δήποτε σχήματι πενίας τοῦ ἐρωμένου τυγχάνειν, ἢ διὰ τὸ ἀνέτως ἐθέλειν αὐτῷ συμβιοῦν, καὶ τὰς πρὸς τοῦτο χρείας παρὰ ἀνθρώπων διώκειν, τοῦ θείου ἔρωτος ἀσχημόνως ἐκπίπτειν. Ἡ γὰρ σπαταλῶσα παρθένος, ζῶσα τέθνηκε. Μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθὸν τῆς παρθενίας ὄνομα, ἀγάπης τῆς ἀχράντου ὀνόματι σαρκικοῖς πάθεσιν ὑβριζόμενον. Οὐ γάρ ἐστιν ἡ ἀγάπη διάθεσις ὕπουλος, καὶ μόρφωσις εὐνοίας, καὶ ἡδονὴ δουλουμένη, καὶ ζωώδης προσπάθεια· ἀλλὰ σαρκικῶν ἰδιωμάτων ἀθόλωτος εὔνοια, καὶ εἰρήνη παθῶν, καὶ ἁγιασμὸς ἐν Πνεύματι ἁγίῳ. Εἰ δὲ δι’ ἀγάπην ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. Μὴ τῇ ἀγάπῃ τῇ σῇ κατάλυε τὸ ἔργον τῆς ὄντως ἀγάπης· μηδὲ τῇ ψευδωνύμῳ ἀγάπῃ ἀπόλλυε τὸν ἀδελφὸν, πρὸς κακοήθη ὑπόνοιαν σκανδαλίζων, δι’ ὃν ὁ Χριστὸς ἀπέθανεν. Ἐάν τίς σε ἴδῃ τὸν ἔχοντα γνῶσιν τοῦ ὄντως καλοῦ ἐν εἰδωλείῳ κατακείμενον, καὶ ἀντὶ τῆς ἀληθοῦς καὶ καθαρᾶς ἀφθορίας, τὸ εἴδωλον ταύτης ἐν σώματι κολακεύοντα, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενὴς οὖσα μολύνεται, καὶ οἰκοδομηθήσεται εἰς τὸ καταθαρσεῖν τῆς ἁμαρτίας; Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Μὴ οὐκ ἔχομεν ἐξουσίαν φαγεῖν καὶ πιεῖν; Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν ; Ἀλλ’ οὐ κέχρημαι τῇ ἐξουσίᾳ ταύτῃ, φησί· καλόν μοι μᾶλλον ἀποθανεῖν, ἢ τὸ καύχημά μου, τὸ τῆς παρθενίας, ἵνα τις κενώσῃ. Φυλὴ οὖν Λευῒ καθ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτὰς . 44. Καὶ οὐχὶ ἀγαπᾷν διὰ τούτων τοὺς ἀδελφοὺς ἀποτρέπομεν, ἀλλὰ πάντας μὲν ὡς ὁμογαστρίους ἀγαπᾷν συγχωροῦμεν· καὶ τοὺς ὁμογαστρίους δὲ ἀγαπᾷν ἀσφαλῶς συμβουλεύομεν. Δέος γὰρ, μὴ ἐκ τῆς συνηθείας καὶ τοῦ θάρσους ἡμῶν ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατεργάσηται ἐν ἡμῖν πᾶσαν ἐπιθυμίαν.
756 (50) Ἱκανὴ γάρ ἐστιν ἡ ἁμαρτία, καὶ δι’ ἁφῆς χειρῶν ἀδελφοῦ, καὶ διὰ φιλόφρονος τέως φιλήματος, τὸ φρόνημα τῆς σαρκὸς πρὸς τὰ ἴδια λαθραίως ἐγεῖραι, καὶ τοὺς τῆς ἐπιθυμίας ὀφθαλμοὺς, ὥσπερ τοῦ Ἀδὰμ μετὰ τὴν γεῦσιν τοῦ ἥδοντος, πλέον εἰς τὸ κακὸν διανοῖξαι.
757 Οὐκοῦν καὶ ἡ ὁμογάστριος ἀδελφὴ μὴ συνεχῶς ἁφῆς καὶ φιλημάτων τοῦ ἀδελφοῦ ἐμφορείσθω, μὴ ἀπὸ τῆς συνεχείας τῷ χρόνῳ, φημὶ, πάθος φυὲν ἀνακύψῃ, καὶ μάλισθ’ ὅταν καὶ τὸ τοῦ σώματος κάλλος τὰς τοῦ ἔρωτος λαμπάδας ἐν τοῖς ὀφθαλμοῖς τούτων ἐπὶ πλέον ἐξάπτῃ. Τῆς γὰρ ἐκ τούτου φλογὸς καὶ ὁ ἔξωθεν λόγος ἀφέλκων, τὰ τῶν καλῶν, φησὶ, φιλήματα φυλάττεσθαι δεῖ, ὡς τὰ τῶν ἰοβόλων δήγματα. Διαχεῖται γὰρ, φησὶν, ὁ ἰὸς τῆς ἡδονῆς διὰ τοῦ φιλήματος καθόλου τοῦ σώματος. Διὸ, Ἀσπάζεσθε , φησὶν, ἀλλήλους ἐν ἁγίῳ φιλήματι · οἷα πνοῇ τοῦ φιλήματος τῆς σαρκὸς ἐν τῇ τοῦ ἁγίου Πνεύματος καθαρᾷ εὐωδίᾳ, ταῦτα ἀλλήλοις ἁρμόζοντες. 45. Οὐ μεμπτέοι δὲ, οἶμαι, καὶ εἰς τοῦτο τῆς ἀκριβείας διὰ τὸ ἄμωμον τῆς παρθένου ἐλθόντες. Εἰ μὲν γὰρ μὴ φθάσασα ἤδη ἡ ἁμαρτία, τὰ ἑαυτῆς παλαίσματα ἐν τοῖς προσώποις τούτοις κατὰ τὸν βίον ἡμῶν ἐκαινούργησε, καὶ δὴ μέμψεως ἂν ἦμεν ἴσως παρά τισιν ἄξιοι, ὡς ἄχρι τούτου τὸν λόγον γυμνάσαντες. Εἰ δὲ πᾶν εἶδος ἁμαρτίας κατά τε μητέρων καὶ θυγατέρων διὰ τῶν σαρκὸς ἡδονῶν καινοτομῆσαι ἐξίσχυσεν (ὥσπερ οὖν καὶ τὸν Ἀμνὼν ἐπὶ τῇ φθορᾷ τῆς ἀδελφῆς ἐστηλίτευσεν), οὐκ ἄξιοι μέμψεως, οἶμαι, οἱ εἰς τὸ ἄχραντον τῆς παρθένου καὶ ταύτην τὴν προφυλακὴν εἰσηγούμενοι. Ὁλκὸς γὰρ, φημὶ, ἡ ἐντεθεῖσα τοῦ φίλτρου τοῖς τῶν ἀῤῥένων σώμασι πρὸς τὰ θήλεα δύναμις, πάντων ἀλογήσασα κρίσεων, αὐτόματα, ὡς ἂν εἴποι τις, ταῦτα, καὶ ἀντιτεινόντων ἔνδοθεν τῶν λογισμῶν, ἀλλήλοις συμπλέξαι. Ὅτι θήλεα μὲν θηλέων ἁπτόμενα σωμάτων, καὶ ἄῤῥενα πάλιν ἀῤῥένων, ἀκίνητον ἔχει τὴν φυσικὴν πρὸς ἄλληλα σχέσιν· πλὴν εἰ μή τις κατὰ φαντασίαν τοῦ πρὸς ὃν κατὰ φύσιν τὴν ἐρωτικὴν κίνησιν ἔλαβε, τὴν μνήμην ἐρεθιζόμενος, καὶ πρὸς τὸ ἀλλότριον τῇ σχέσει οἴστρου τοῦ πρὸς τὸ οἰκεῖον παρανομήσειε. Θῆλυ δὲ σῶμα τοῦ ἄῤῥενος ἐφαπτόμενον, καὶ ἀνάπαλιν τοῦ θήλεος αὖθις τὸ ἄῤῥεν, κἂν αἱ ἐν αὐτοῖς ψυχαὶ λογισμοῖς ταῦτα ἀφορμήσωσι, πρὸς τὴν συμπλοκὴν ὅμως ὑπ’ ἀλλήλων κατὰ τὸ λεληθὸς ἐρεθίζεται. Καὶ ὡσεὶ στυππεῖον μὲν στυππείου ἁψάμενον, καὶ πῦρ αὖθις λαμπρὸν πυρὸς καθαροῦ, οὐ καπνίζεται· στυππεῖον δὲ πυρὸς ὀσφρανθὲν ταχέως ἀνάπτεται, καὶ οὐ χρεία πολλῆς ἐργωδίας, οὔτε τινὸς τοῦ ἐμπνέοντος ἔξωθεν, ἵνα τὸ ἐκ τοῦ στυππείου πῦρ ἀναλάμψῃ, ἀλλὰ μόνον τε συνεπλάκη, καὶ εὐθὺς ἔχει φαινομένας τὰς φλόγας· οὕτω τὸ θῆλυ σῶμα τοῦ ἄῤῥενος ἐφαπτόμενον οὐ χρείαν ἔχει πολλῆς ἐργωδίας, οὔτε τοῦ πρὸς τὴν μίξιν ἐμπνέοντος ἔρωτος· ἀλλὰ τὴν φυσικὴν ἔχοντα πρὸς ἄλληλα σχέσιν, ἅμα τε ἥψατο, καὶ εὐθέως ἔχει ἐντυφόμενον κατὰ τὸ λεληθὸς τῆς ἡδονῆς τὸν σπινθῆρα.
760 Διὰ τοῦτο, φησὶν, Ἀποδήσει τις πῦρ ἐν κόλπῳ, τὰ δὲ ἱμάτια οὐ κατακαύσει; ἢ περιπατήσει τις ἐπ’ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; Οὕτως οὐκ ἀθωωθήσεται πᾶς ὁ ἁπτόμενος γυναικός . Εἰ δὲ ἑαυτὸν παρέδωκεν ὑπὲρ τῆς νύμφης ὁ Κύριος, ἵνα αὐτὴν ἁγιάσῃ καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος, καὶ παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον ταύτην, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ’ ἵνα ᾖ ἁγία καὶ ἄμωμος καὶ σώματι καὶ πνεύματι· καὶ διὰ τοῦτο μεριμνᾷν ἡ παρθένος ὀφείλει, πῶς ἀρέσει τῷ Κυρίῳ, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι. 46. Οὐχὶ τάδε μὲν φυλάττεσθαι δεῖ, τῶν δὲ κατατολμᾷν ἀδιαφόρως ὀφείλει· ἀλλὰ πάσας ἀπαξαπλῶς τὰς σπιλούσας αὐτὴν ἢ ῥυτίδας ἐμποιούσας ἀφορμὰς πόῤῥωθεν ἀναστέλλειν, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι, μηδὲν ἀπὸ τούτου ἐπὶ τὴν ψυχὴν μόλυσμα φέρουσα, καὶ τῷ πνεύματι, μηδενὶ νοήματι τοῦτο θολοῦσα. Οὐ γὰρ ἀπὸ σώματος μόνον ἐπὶ ψυχὴν διαβαίνει τὰ πάθη, ἀλλὰ καὶ ἀπὸ ψυχῆς ἀρχόμενα, καὶ μὴ δυναμένων, φημὶ, ἔσθ’ ὅτε ὑπουργεῖν τῶν σωμάτων, κατὰ φαντασίαν, ὡς διὰ σωμάτων ἐνεργούμενα ἐν τῇ διανοίᾳ τελεσιουργεῖται. Ὡς γὰρ οἱ τὸ ὕδωρ μετὰ τοῦ ἐλαίου κυκῶντες, τὴν ἑκατέρου χάριν τῇ ἐπινοίᾳ βιαζόμενοι, ἀφανίζουσι τοῦ τε ἐλαίου τὸ φωτοειδὲς τῷ ἰλυώδει τοῦ ὕδατος συνταράσσοντες, καὶ τοῦ ὕδατος αὖθις τὴν φύσιν τῇ συμπλοκῇ τοῦ ἐλαίου θολοῦντες· οὕτως οἱ τὴν ψυχὴν τῷ σώματι διὰ τῶν παθῶν συγκυκῶντες, ἑκατέρου τὸ πρὸς τὸν βίον χρειῶδες κακῶς ἀφανίζουσι, τήν τε ψυχὴν φωτοειδῆ καὶ λαμπρὰν οὖσαν τῇ ἰλύϊ τῶν σαρκικῶν ἐξ ἡδονῆς παθῶν ὅλην θολοῦντες, καὶ τοῦ σώματος τὸ καθαρὸν καὶ διαυγὲς τῷ λόγῳ τούτῳ ἀναφύρουσιν, ἀχρεῖον πρὸς τὸν βίον δεικνύντες. Ἀλλ’ ὥσπερ κυκώμενα μετ’ ἀλλήλων ἐκεῖνα τὴν φυσικὴν χάριν ἀπόλλυσιν· ἀναχωρήσαντος δὲ αὐτῶν τοῦ ταράχου, ἠρεμίας μεταλαχόντα διίστανται μὲν ἀπ’ ἀλλήλων, εἰς δὲ τὴν οἰκείαν ἑκάτερον φύσιν πρὸς ἑαυτὸ συναγόμενον ἀνατρέχει, τὸ μὲν ἔλαιον καθαρὸν τῷ ὕδατι ἐφιζάνον, τὸ δὲ ὕδωρ διειδὲς ὄχημα τούτου γινόμενον· οὕτω καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα, κυκώμενα μὲν τοῖς ἐξ ἀλλήλων πάθεσι μετ’ ἀλλήλων, τὴν οἰκείαν φύσιν ἑκάτερον παρὰ θατέρου θολούμενον διαφθείρει· ἠρεμίας δὲ ἀπολαύσαντα, εἰς τὴν οἰκείαν φύσιν χωρισθέντα διίστανται, ἡ μὲν ψυχὴ, καθάπερ ἡνίοχος, τὸ φωτοειδὲς ἑαυτῆς κάλλος ἄνωθεν ἐπιλάμπον τῷ σώματι φαίνουσα· τὸ δὲ σῶμα, ὡς ἂν βαρὺ ὑφιζάνον μὲν τῇ ταύτης ἀξίᾳ, ὄχημα δὲ αὐτῇ πρὸς τὴν ἐνταῦθα χρείαν γινόμενον 47.
760 (50) Οὐκοῦν τοιοῦτόν τι συμβαῖνον ἐν τῇ ἑαυτῆς φύσει ἡ παρθένος ἰδοῦσα, οὔτε τοῖς ἐκ σαρκὸς πάθεσι τὸ τῆς ψυχῆς φωτεινὸν συνταράξει, οὔτε τοῖς ἀπὸ ψυχῆς ἔχουσι τὴν ἀρχὴν συγχεῖν τὸ ἑαυτῆς κάλλος ἀνέξεται· ἀλλ’ ἑκάτερον ἐν τῇ ἰδίᾳ χώρᾳ τε καὶ τάξει καὶ χρείᾳ καθ’ ἡσυχίαν φυλάττουσα, εἰρήνην μὲν τοῖς μέρεσι μετὰ σοφίας βραβεύσει, ἐν ἠρεμίᾳ δὲ μένειν καὶ ψυχὴν καὶ σῶμα κατὰ φύσιν ἀσκήσασα, τὸ ἐξ ἀμφοῖν ἐναρμόνιον εἶδος καθαρὸν ἐπιδείξει, τὸ μὲν φωτοειδὲς τῆς ψυχῆς ἀκύμαντόν τε καὶ ἀθόλωτον διόλου φυλάττουσα, τὸ δὲ τοῦ σώματος εἶδος παντὸς κινήματος τοῦ ἐξ ἡδονῶν βορβορώδους καθαρὸν ἀσκητικῶς συντηροῦσα.
761 Σῶμα μὲν γὰρ γαστριμαργίαν καὶ μέθην καὶ τὰς πρὸς συνουσίαν ἡδονὰς βρασσόμενον, κατὰ τοῦ κάλλους τῆς ψυχῆς ἀναδίδωσι· ψυχὴ δὲ ζῆλόν τε καὶ ὀργὴν, ὑπόκρισίν τε καὶ ἔχθραν ὑπ’ ἀφροσύνης κλονουμένη φέρει κατὰ τοῦ σώματος. Καὶ ἔστιν ὅτε φόβῳ τῶν ἐκ σαρκὸς παθῶν νηστείαις καὶ σκληραγωγίαις τὰ σώματα πρὸς ἴδια τὰ πάθη νεκρώσαντες, τὰ ψυχῆς ἴδια ἐν νεκρῷ σώματι περιφέρομεν, ὡς αὐτόθεν τὸ χωλεῦον πρὸς τελειότητα φαίνεσθαι, ὅτι τὸ ἕτερον χωρὶς τοῦ ἑτέρου κατορθωθὲν, ἀτελὲς πρὸς τὴν ἀληθῆ ἀρετὴν τὸ ἔργον ἐλέγχει. Οὔτε γὰρ τὰ σώματος πάθη διὰ νηστειῶν ἐκτεμόντες, τὴν δὲ ψυχὴν τοῖς ἰδίοις ἐκ ζήλου καὶ ὑποκρίσεως καὶ τῶν ἄλλων παθῶν κινήμασι τεθολωμένην καταλιπόντες, χρήσιμον πρὸς ἀρετὴν τὴν τοῦ σώματος ἄσκησιν δείκνυμεν. Οὔτε τὴν ψυχὴν τῶν ἰδίων παθημάτων καθάραντες, τὸ δὲ σῶμα ἄφετον πρὸς τὰς σαρκὸς ἡδονὰς καὶ τὴν λοιπὴν θρύψιν ἀφέντες, κἂν μὴ παρῇ ἡ πρὸς πορνείαν ἀκολασία, τέλειον τὸν πρὸς ἀρετὴν βίον ἡμῶν δεῖξαι οὐ δυνάμεθα. Ἀλλὰ δεῖ τὸν μέλλοντα παντὸς μολυσμοῦ καθαρὸν τὸν τῆς ἀρετῆς δρόμον δεικνύναι, τῷ τε κατὰ ψυχὴν καλῷ προστιθέναι καὶ τὰ τοῦ σώματος ἀγαθὰ, καὶ τοῖς κατὰ τὸ σῶμα ἀσκητικῶς πονηθεῖσι τὰ τῆς ψυχῆς κατορθώματα συμφωνοῦντα δεικνύναι. Οὔτε γὰρ ἀνύπουλος καὶ ἀληθὴς ὁ βίος ἀναδειχθείη, ἁρμονίαν τῶν τῆς ψυχῆς τε καὶ σώματος μελῶν καὶ συμφωνίαν πρὸς ἄλληλα μὴ ἐχόντων. Ἐπειδὴ καὶ ἀμήχανον, οἶμαι, τά τε κατὰ ψυχὴν κατορθωθῆναι καλὰ, τῶν κατὰ σῶμα ἐμποδιζόντων· τά τε κατὰ σῶμα παρεῖναι καλὰ, μὴ προηγουμένων τῶν ἐν ψυχῇ ἀγαθῶν. Ἀλλὰ δεῖ ψυχήν τε αὐτὴν πρὸς ἑαυτὴν συμφωνήσασαν, καὶ σύμφωνον τὸ σῶμα πρὸς ἑαυτὴν λαβοῦσαν, οὕτω τέλειον ἐξ ἀμφοτέρων ψυχῆς τε καὶ σώματος πρὸς ἕνα δρόμον εὐπειθῶς κινουμένων, ἐπιδεῖξαι τὸν μακάριον βίον. Οὐκοῦν ἡ παρθένος, καθάπερ ἔλαιον ὕδατι τὴν ψυχὴν τῷ σώματι καθαρὰν ἀεὶ ἐφιζάνουσαν ἔχουσα, καὶ τῷ φωτὶ ταύτης τὸ ὑποκείμενον σῶμα ἡνιοχοῦσα, ὥσπερ τῆς ἀπὸ σώματος ἰλύος τῶν παθῶν, οὐδὲν ἐξ ἡδονῆς θολερὸν τῷ τῆς ψυχῆς κάλλει ἐπιμίξει, διὰ νηστειῶν καὶ ἀσκήσεως τούς τε ἀναδιδομένους ἐξ αὐτοῦ βρασμοὺς καταστείλασα, καὶ τοῦ γεώδους αὐτοῦ τὸ πλεῖστον τοῖς τῆς ἐγκρατείας κατορθώμασιν ὑφαγνίσασα· οὕτως οὐδὲν τῶν ἀπὸ ψυχῆς ἐκ ζήλου καὶ ὑποκρίσεως παθῶν, οὐδὲν ἐξ ἀφροσύνης τεταραγμένον τῷ σώματι μεταδώσει, παντὸς θυμοῦ, καὶ ὀργῆς, καὶ ἐπιθυμίας πάσης ἀτόπου, τὸν νοῦν διειδῆ τε καὶ φωτεινὸν τῷ βίῳ δεικνῦσα.
764 Εἰ δὲ ἀνεπίμικτον μὲν παθῶν τὸ ἐκ ψυχῆς καὶ σώματος ἀνθρώπινον ὄργανον ἔχειν ὀφείλει, ἑκάτερον δὲ ἐν τῇ ἰδίᾳ φύσει ἠρεμοῦν τὴν ἰδίαν χρείαν δεικνύον, προσήκει αὐτὴν, ὥσπερ τοὺς εἰς σῶμα ῥέοντας διὰ γαστρὸς θολεροὺς ἀποκρούεται ὀχετοὺς, οὕτω καὶ τοὺς εἰς ψυχὴν ῥέοντας ἀποστρέφειν. Οὕτω γὰρ ἂν μένοι αὐτῇ ἑκάτερον ἐν τῇ φυσικῇ καταστάσει ἀθόλωτον· ὡς ἕως γε ἂν τὰ πάθη ἐνοχλῇ τῇ ψυχῇ, τοῦ παρθενικοῦ κάλλους οὐ δυναμένου ὃν δὴ τρόπον ἀχράντου ὀφθῆναι· μᾶλλον δὲ μετὰ τοῦ μηδὲν ἐκ τῆς κατὰ τὸ σῶμα ἀσκήσεως ὠφελεῖσθαι, πολλοῦ τοῦ αἴσχους ἐκ τῆς τῶν παθῶν κακίας ἐν τῇ ψυχῇ ὁρωμένου. 48. Ἐπεὶ ἐὰν τὸ ἀπὸ σώματος ἀναδιδόμενον εἰς ψυχὴν ἰλυῶδες, διὰ τῆς ἀσκήσεως, ὥσπερ εἰς ὑποστάθμην, τὴν ἀνάγκην τῆς φύσεως καταστείλασα, τοῖς ἐν τῇ ψυχῇ πάθεσι συνταράσσηται, οὐδὲν ὤνησεν ἡ τοῦ σώματος καθαρότης, τοῦ νυμφίου μὴ δυναμένου διὰ τὸν τάραχον τῶν παθῶν ἐν τοιᾷδε ψυχῇ ἀναπαύεσθαι· μᾶλλον δὲ καὶ πολλῷ ἔβλαψεν ἑαυτὴν ἡ τοιαύτη, τὸ μὲν ἀληθῶς ἀρέσκον τῷ νυμφίῳ δι’ ἀπαιδευσίαν μὴ ἀνιχνεύουσα, διὰ μοχθηρίαν δὲ λογισμοῦ καὶ τὸν ὑπὲρ σωματικῶν κατορθωμάτων μισθὸν ἑαυτὴν ζημιώσασα. Εἰ γὰρ διὰ τὸ τῆς ψυχῆς κάλλος τὴν τοῦ σώματος ἀφθορίαν ἀσκοῦμεν, περιττὴ ἡ δοκοῦσα ἀφθορία τοῦ σώματος, τῆς ψυχῆς μυρίοις πάθεσι φθειρομένης. Ὧν μὲν γὰρ τὸ σῶμα ὄργανον ἁμαρτίας λαβὼν ὁ διάβολος, διὰ τούτου τῇ ψυχῇ ἐπιτίθεται. Ὧν δὲ τῆς σαρκὸς ἐπιβῆναι δι’ ἐγκρατείας τε καὶ σκληραγωγίας οὐκ ἐπετράπη, τούτων πολλάκις, χωρὶς σώματος, τὴν ψυχὴν γυμνὴν εἰληφὼς, οἷς ἐν αὐτῇ ἐργάζεται πάθεσι, τὴν ἑαυτοῦ ἐπιθυμίαν ἀνύει. Τοιαῦται γάρ εἰσιν ὅσαι νηστείαις καὶ χαμευνίαις καὶ τῇ λοιπῇ ὑπερτόνῳ κατὰ σῶμα ἀσκήσει τῆς σαρκὸς τοῦτον ἀποδιώξασαι, τοῖς ὀργῆς καὶ θυμοῦ καὶ ὑποκρίσεως ἢ ζήλου πάθεσιν αὐτὸν ἐν τῇ ψυχῇ περιέπουσιν. Ὅσῳ δὲ ἔλαττον ψυχῆς σῶμα τῇ ἀξίᾳ, τοσοῦτον ἔλαττον, οἶμαι, τὸ διὰ σώματος ἁμάρτημα τοῦ διὰ γυμνῆς τῆς ψυχῆς καταφαίνεται. Ὅτι ἐκεῖ μὲν φυσικὴ τροφή τε καὶ ὄρεξις πρὸς τὴν γαστριμαργίαν ἢ πορνείαν τὸ σῶμα διὰ τῶν συντρόφων ἡδονῶν γαργαλίζεται· ἐνταῦθα δὲ ἄνευ τινὸς σωματικῆς ἡδονῆς μοχθηρία προαιρέσεως τὰ πάθη παρὰ φύσιν τῇ ψυχῇ ἐπεισάγει. Καὶ εἰ πάθος ψυχῆς ἡ τῆς παρθένου φθορὰ, πάθος ψυχῆς καὶ ὁ θυμὸς, καὶ ἡ ἔρις, καὶ τὰ ἄλλα πάντα ὅσα εἴρηκεν ὁ Ἀπόστολος, ἔτι δὲ μᾶλλον ὁ φθόνος.
764 (50) Ὁμοιοτάτην γοῦν ὅ τε ἐρῶν καὶ ὁ φθονῶν τὴν ὀδύνην ὑφίστανται. Ὡς γὰρ τοῦ ἐρῶντος τὴν ψυχὴν κα.
765 τὸ σῶμα, ἀποτυγχάνοντος τῆς ἐπιθυμίας, τήκει ὁ ἔρως, οὕτω τοῦ φθονοῦντος καὶ ψυχὴν καὶ σῶμα ὁ φθόνος συντήκει. Οὐδὲν γὰρ μᾶλλον οἱ ἐρῶντες ἀποτυγχάνοντες τῆς ἐπιθυμίας ὑπὸ τοῦ ἔρωτος, ἢ οἱ φθονοῦντες ἀτυχοῦντες τῆς ἰδίας ἐπιθυμίας, ὑπὸ τοῦ φθόνου καὶ ψυχὴν καὶ σῶμα συντήκονται· τοιοῦτόν τι πάθος ἄντικρυς πάσχοντες, οἷον ἂν κήρινοι ἀνδριάντες ἐν νυκτὶ παρὰ τῶν κηροπλάστων μορφωθέντες, ἡλίου ἀνατείλαντος ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος κατατηκόμενοι πάθοιεν. Ἐκεῖνοί τε γὰρ, ἕως μὲν ἂν ἡ νὺξ αὐτοὺς καὶ τὸ σκότος κατέχῃ, πεπηγυῖαν ἐν τῇ σκιᾷ ὑπὸ τῆς νυκτερινῆς αὔρας τὴν μορφὴν ὡς ἐπλάσθησαν, ἐν τῷ ἐμφαινομένῳ τοῖς πλάσμασι τόνῳ, καὶ στεῤῥὰν τέως δεικνύουσιν· ἐπιλάμψαντος δὲ τοῦ ἡλίου καὶ τὸν οἰκεῖον δρόμον ἀνύοντος, τὰ μὲν λοιπὰ ἅπαντα τρέφεται ὑπὸ τῆς ἡλιακῆς δυνάμεως, καὶ φωτὸς ἀπολαύει· οἱ δὲ συντακέντες, τάς τε μορφὰς καὶ τὰ σχήματα μετὰ τοῦ ἐμφαινομένου ἑκάστῳ τόνου συγχυθέντες, ἠφανίσθησαν. Οἵ τε φθονεροὶ, ἕως ἂν ἐν τῷ σκότῳ τοῦ διαβόλου, ὡς ἐν νυκτὶ, πρὸς τὰ τοῦ φθόνου ἔργα βουλεύονται, παγίας τέως δοκοῦσι τὰς ἐννοίας, καὶ τὰ σχήματα μετὰ τῶν μορφῶν, ὡς παρὰ τῷ φθόνῳ ἐπλάσθησαν, ἀλλήλοις δεικνύναι· ἐπειδὰν δὲ δίκην ἡλίου σπουδαῖος ἀνὴρ πρὸς τὰ τῆς ἀρετῆς ἔργα ἑωθινὸς ἀνατείλῃ, οἱ μὲν λοιποὶ ἅπαντες, ὅσοι τοῦ φιλοκάλου τε καὶ φιλοθέου βίου τὸν τρόπον θαυμάζουσι, τοῦ θείου ἔρωτος εἰς γνῶσιν παρ’ αὐτοῦ λαμπρῶς ἐμφορούμενοι, τὰ τῆς ἀρετῆς σπέρματα τρέφουσιν· οἱ δὲ ἀχείρωτον μὲν αὐτὸν διὰ τὸ θεοφιλὲς καθάπερ ἥλιον, λαμπρυνόμενον δὲ τοῖς τῆς ἀρετῆς ἔργοις ἔτι μᾶλλον ὁρῶντες, ὥσπερ κήρινοι, ὅπερ ἔφην, τάς τε τῶν σωμάτων μορφὰς ὁμοῦ καὶ τὰς ψυχὰς τοῦ φθόνου γεμούσας ἀθρόως ἐτάκησαν. 49. Γαληναίαν οὖν δεῖ τὴν τῆς παρθένου ψυχὴν, καὶ καθάπερ ἔκ τινος καθαρωτάτης πηγῆς τοῦ νοῦ ταῖς θείαις ἐννοίαις λιμνάζουσαν, ἀκύμαντον εἶναι, μήθ’ ὑπὸ τῶν ἔξωθεν δι’ ἀκοῆς βαλλομένων λόγων κυμαινομένην, μήθ’ ὑπὸ τῶν ἐμπιπτουσῶν διὰ τῆς ὄψεως φαντασιῶν τὴν γαληναίαν κατάστασιν φρίσσουσαν· ἵν’ ὡς ἐν καθαρωτάτῳ κατόπτρῳ, καὶ ἑαυτῆς τὴν ἰδέαν καὶ τοῦ νυμφίου τὸ κάλλος ὁρῶσα, τοῦ περὶ αὐτὸν ἔρωτος γνησιώτερον ἐμφορῆται. Διόπερ οὐ δεῖ οὔθ’ ἑτέραν ὄψιν τῷ τοῦ ὕδατος τούτου κατόπτρῳ ἐγκύπτειν, ἵνα μὴ τὴν προϋποῦσαν ἐπισείουσα ἀφανίζῃ· οὔθ’ ὑπὸ ὀργῆς ἢ λύπης ἤ τινων ἑτέρων παθῶν ὅλως κυμαίνεσθαι, ἵνα μὴ ἄλλοτε ἀλλοίας μορφὰς τῷ νῷ ἐν τῷ σάλῳ δεικνύῃ· ἀλλ’ ἀεὶ ὡσαύτως καὶ ἐν τῇ κατὰ Θεὸν χαρᾷ κεχυμένην, ἀκύμαντον μὲν παθῶν διόλου φυλάττεσθαι, μηδενὸς δὲ ἑτέρου ἰδέαν ἐν ἑαυτῇ ἢ τοῦ νυμφίου δεικνύναι· μόνου μὲν ἐκείνου ἀεὶ κατοπτριζομένου ἐν αὐτῇ τὸ ἴδιον κάλλος, μόνης δὲ τῆς ψυχῆς τὴν τούτου μορφὴν ἐν τῷ κατ’ αὐτὴν κατόπτρῳ ἐχούσης ἐκλάμπουσαν, καὶ τῷ τῆς μορφῆς αὐτοῦ κάλλει κοσμεῖσθαι θελούσης.
768 Διόπερ ἀσφαλιζόμενος αὐτῆς τὴν ψυχὴν ὁ σοφώτατος λόγος φησίν· Ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σὲ, τόπον σου μὴ ἀφῇς · ἵνα μὴ ἀνελθούσης τῆς κατ’ ἐξουσίαν ἐννοίας, ἡ φαντασία τόπον, ὥσπερ ἐν κατόπτρῳ, εὑροῦσα, καὶ μηδενὸς παρόντος ἐμφήνῃ τῆς ἁμαρτίας τὰ εἴδωλα. Ἀλλὰ πᾶς μὲν τόπος, φησὶν, ἐν τῇ ψυχῇ τῆς παρθένου τῆς ὄψεως Χριστοῦ πεπληρώσθω. Μηδεὶς δὲ τὸ σύνολον τόπος ἐν αὐτῇ σχολαζέτω, ἔνθα ἀναβᾶσα περίεργος ἔννοια εὕροι, ὅπου τὰ ἑαυτῆς κατοπτρίζεται. Μηδενὸς οὖν, συνελόντι φάναι, μὴ παρόντος, μὴ ἀπόντος ἀνθρώπου κάτοπτρον ἔστω ἡ τῆς παρθένου ψυχὴ, ἢ τοῦ ἁγίου αὐτῆς νυμφίου· μηδεμία δὲ ἄλλη μορφὴ ἐν ταύτῃ ὁράσθω, ἢ μόνη ἐκείνη· μηδενὶ δὲ ἑτέρῳ τὸ τῆς ψυχῆς ἔσοπτρον αὐτὴ φιλοκάλως σμηχέτω, ἢ ὥστε ἐκεῖνον ἐλλάμποντα τούτῳ τοῦ οἰκείου κάλλους τὴν ἰδέαν, μακαρίαν αὐτὴν ἀπεργάζεσθαι. Ἐὰν γὰρ τῶν θνητῶν τις τῷ κατόπτρῳ τούτῳ ἐγκύπτῃ, ἀνάγκη περὶ τὴν θέαν τῆς τούτου μορφῆς ἀσχολουμένην τὸν νοῦν, τὴν προτέραν τοῦ νυμφίου μορφὴν ἐπικεκρυμμένην ὑπεξελθοῦσαν λοιπὸν μηδαμοῦ θεωρεῖν. Ὡς δὲ ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν, οὕτως ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι τούτῳ, τὰ μὲν σώματος πάθη κεκαθαρμένος, τὴν δὲ ψυχὴν εἰς τὸ αὐτὸ τῆς μορφῆς σφραγισάμενος κάλλος. 50. Καὶ οὐχὶ πρὸς τὴν ὄντως παρθενίαν τὴν παρθένον ἀνάγοντες, διὰ τοῦ κατὰ τὸν νυμφίον ὑποδείγματος γαμικήν τινα ἔννοιαν αὐτῇ ἐμποιοῦμεν· ἀλλ’ ἀπὸ τῆς κατὰ τὸν γάμον ἑνώσεως, τὴν πρὸς τὸν Θεὸν Λόγον τῆς λογικῆς ψυχῆς ἕνωσιν σοφῶς ὑποδείκνυμεν. Ὅτι ὡς τὰ σώματα τῇ γαμικῇ κοινωνίᾳ τῶν αὐτῶν ἡδονῶν καὶ παθῶν καὶ φθορᾶς κοινωνεῖ, ἐν τῇ ἡδονῇ καὶ τοῖς πάθεσι, καὶ τῇ τῆς μίξεως φθορᾶ, διὰ τῆς πρὸς τὴν πρᾶξιν συμπνοίας γινόμενα· οὕτω καὶ ἡ λογικὴ ψυχὴ, τῇ πρὸς τὸν Θεὸν Λόγον νυμφικῇ κοινωνίᾳ, ἀρετῆς καὶ ἀφθαρσίας καὶ ἀπαθείας τῆς ἀληθοῦς ἀπολαύσειεν ἐν Πνεύματι· ἵνα τῇ ἀπαθείᾳ καὶ τῇ ἀφθαρσίᾳ, διὰ τῆς ἐκ τοῦ Θεοῦ Λόγου πρὸς τὸν ἁγιασμὸν αὐτοῦ ἀνυποκρίτου συμπνοίας, καθαρὰ γένηται. Διὸ τὴν Χριστῷ διὰ τῆς κατὰ τὴν παρθενίαν ὑποσχέσεως ἁρμοσθεῖσαν, ὡς ἂν σοφίᾳ καὶ Λόγῳ ἑαυτὴν διὰ βίου νυμφεύουσαν, σοφὴν προσήκει καὶ ἔμφρονα εἶναι· πάσης μὲν ἀλογίας τε καὶ ἀφροσύνης τὸ αἶσχος διὰ συνεχοῦς τῆς ἐν τοῖς θείοις μελέτης ἐκβάλλουσαν, τῷ δὲ τῆς σοφίας κάλλει, ᾧ ἥνωται, τὸν νοῦν κοσμουμένην.
768 (50) Ἐπειδὴ εἴ τινι ἄλλῳ μακαρίῳ σπεύδοντι εἶναι, τῇ τοῦ Χριστοῦ μάλιστα νύμφῃ ἁρμόττει, τὰς διὰ τῶν αἰσθήσεων τῆς ψυχῆς ἐνεργείας ἀπὸ τῶν ἔξωθεν ἐπὶ τὰ ἔσω ὅλας συνήθως ἐπιστρέψασαν, τῷ μὲν νυμφίῳ ἐν ἀποῤῥήτοις κατὰ τὸν νοῦν παστοῖς, ὡς Θεῷ Λόγῳ ἀεὶ ὁμιλεῖν, ἐν δὲ τῷ νόμῳ αὐτοῦ μελετᾷν ἡμέρας καὶ νυκτός· καὶ τοῖς μὲν νυμφαγωγοῖς, νόμῳ τε, φημὶ, καὶ Εὐαγγελίῳ, καὶ εἵ τις τούτοις ἐστὶ σύμπνους, τὸ κάλλος τοῦ νυμφίου ἐκδιηγουμένοις εὐφραίνεσθαι· ταῖς δὲ τοῦ Λόγου ἁγίαις τῶν νοημάτων γοναῖς, λογικὴν καὶ σοφὴν ἀεὶ καὶ μᾶλλον εὑρίσκεσθαι, ἄχρις ἂν τῇ πρὸς τὴν σοφίαν ὅλη δι’ ὅλου ἑνώσει, ἓν τούτῳ ᾧ κεκόλληται γινομένη, ἀπὸ μὲν φθαρτοῦ ἄφθαρτος, ἀπὸ δὲ ἀμαθοῦς ἔμφρων τε, φημὶ, καὶ σοφὴ ὡς πλευρὰ τοῦ Λόγου ᾧ ἐκολλήθη, καὶ συνελόντι φάναι, ἀπὸ ἀνθρώπου Θεὸς ἀθάνατος, ὡς ἐκεῖνος ᾧ ἥνωται, τοῖς πᾶσιν ἀναδειχθῇ.
769 Ὡς γὰρ ὁ νυμφίος αὐτῆς καταλιπὼν θρόνους καὶ κυριότητας κατὰ τὸ θνητὸν ἐκολλήθη, ἵνα ἐν αὐτῇ κατὰ συμπάθειαν γεγονὼς, εἰς ἀπάθειαν αὐτὴν τὴν ἑαυτοῦ μεταβάλῃ· οὕτω καὶ αὕτη τῷ δι’ αὐτὴν ἀπεκδυσαμένῳ τὰς ἀρχὰς καὶ ἐξουσίας, καὶ ἑαυτὸν ἀπὸ μορφῆς Θεοῦ εἰς μορφὴν δούλου διὰ τὸ περὶ τὴν νύμφην φίλτρον κενώσαντι, κατὰ τὸ ἀθάνατον κεκολλῆσθαι ὀφείλει, ἵνα καὶ εἰς τὸν οὐράνιον παστὸν αὐτῷ πρὸς τὸν Πατέρα ἀνιόντι συνανέλθῃ. Ἀντὶ τούτου γὰρ , φησὶ, καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν . Ὅπερ ἑρμηνεύων ὁ εἰς ἀφθαρσίαν ἐπὶ καλῷ προμνηστευόμενος Χριστῷ τὴν νύμφην, φησί· Τὸ μυστήριον τοῦτο μέγα ἐστί· λέγω δὲ εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν . Οὐ γὰρ κατελήλυθεν ὁ Χριστὸς, ἵνα προσκολληθεὶς τῇ νύμφῃ εἰς γῆν ἀπομένῃ· ἀλλ’ ἵνα παραλαβὼν καὶ μεταβαλὼν αὐτὴν, ἐκ γῆς εἰς οὐρανοὺς ἀναγάγῃ. Καὶ ἡ Χριστῷ νυμφευθεῖσα, οὐχὶ Ἰωάννην ἔχει αὐτῇ πρὸς τὰ νυμφικὰ λουτρὰ μόνον ὑπηρετούμενον, ἀλλὰ καὶ ἀγγέλους ἀνιούσῃ εἰς τὴν τοῦ Πατρὸς ἑστίαν τὸν ἐπιθαλάμιον ᾄδοντας. Ἄφθορος οὖν οὐ τῇ πρὸς τὸν ἄφθαρτον Λόγον ἑνώσει ἡ παρθένος μένει μόνον, ἀλλὰ καὶ μετὰ τὴν ἕνωσιν γίνεται. Οὐ γὰρ ὡς ὁ τῶν σωμάτων νυμφίος τὴν ἄφθορον παρθένον τῇ νυμφεύσει φθείρων γυναῖκα ποιεῖ· οὕτω καὶ ὁ τῶν ψυχῶν ἡμῶν νυμφίος τὴν ἄφθορον ψυχὴν τῇ πρὸς αὐτὸν κοινωνίᾳ φθείρων νυμφεύεται. Ἀλλ’ ἐφθαρμένην διὰ τῶν σαρκικῶν ἡδονῶν παρὰ διαβόλου λαβὼν, καὶ γυναῖκα αὐτοῦ διὰ τῆς φθορᾶς κακῶς γενομένην, τῇ πρὸς αὐτὸν κοινωνίᾳ ἄφθορον ἐκ γυναικὸς παρθένον ποιεῖ. Ταύτην γὰρ τὴν μυστικὴν νυμφαγωγίαν ἡμᾶς καὶ διὰ τοῦ προφήτου παιδεύων, πρὸς τὴν ἑαυτοῦ νύμφην φησίν· Οὐκ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου ; Ὡσεὶ ἕλεγε, καὶ ἀρχηγὸν τῆς ἀφθορίας σου. Ὡς γὰρ ἀρχηγός τε καὶ ἄρχων τῆς κατὰ τὴν γαμετὴν φθορᾶς ὁ ἀνὴρ, κύριος αὐτῆς διὰ τούτου γινόμενος· οὕτως ἀρχηγός τε καὶ ἄρχων τῆς ἑκάστου ἡμῶν ἀφθορίας ἐστὶν ὁ Κύριος, διὰ τῆς ἀφθορίας τε Κύριος ἡμῶν καὶ τὴν ἀρχὴν ἀναδούμενος· ὃν καὶ οἶκον δεῖ τῆς ἀφθορίας ἡμῶν ἐπιγινώσκειν ἐν αὐτῷ μένοντας καὶ οἰκοῦντας, διότι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμὲν , ἵνα ὡς οἶκον αὐτὸν ἀρετῆς ἁπάσης καὶ ἀφθαρσίας διὰ βίου οἰκοῦντες, μὴ ἐκπίπτωμεν τῆς ἐν αὐτῷ κατὰ τὴν ἀφθαρσίαν ἑστίας.
772 Ὡς γὰρ ἐνοικεῖ καὶ ἐμπεριπατεῖ τοῖς ἀξίοις, οὕτω πάλιν οἱ ἄξιοι ἐν τούτῳ οἰκοῦσι. Διὸ καὶ ὅταν λάβῃ ἡμᾶς ἐκ τῶν κατὰ τὸν κόσμον πραγμάτων εἰσελθόντας εἰς αὐτὸν καὶ ἐν αὐτῷ κατοικοῦντας, τοῦ ἀνεκπτώτου ἡμῶν προνοούμενος, φησί· Μείνατε ἐν ἐμοὶ, κἀγὼ ἐν ὑμῖν . 51. Οὕτω δὲ καὶ τοῖς λοιποῖς ἅπασι μέγα τι καὶ ὑπέρλαμπρον πρᾶγμα ἡ παρθενία νοούμενον, τῆς παλιγγενεσίας ἔτι καὶ τοῦ ἀφθάρτου βίου ἐντεῦθεν ἤδη σπέρμα τι καθαρὸν ἀποδείκνυται. Εἰ γὰρ ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσι οὔτε γαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι, καὶ γενήσονται υἱοὶ Θεοῦ· οἱ τὴν παρθενίαν ἀσκοῦντες ἄγγελοί εἰσιν, ἐν ἀφθάρτοις σαρξὶ τὸν τῶν ἀνθρώπων βίον περιπολοῦντες· καὶ ἄγγελοι οὐκ ἄσημοί τινες, ἀλλὰ καὶ σφόδρα ἐπιφανέστατοι. Ὅτι ἐκείνων ἄνευ σαρκῶν κατὰ τὸν οὐρανὸν τὴν ἀφθαρσίαν καὶ τόπῳ καὶ ἀβιάστῳ φύσει παρὰ τῷ παμβασιλεῖ τῶν ὅλων Θεῷ φυλαττόντων, οὗτοι ἐπὶ γῆς σαρκὸς ἡδοναῖς ἐνοχλούμενοι, καὶ τῇ πείρᾳ τοῦ διαβόλου ἐκκείμενοι, τὴν ἀφθαρσίαν ἰσάγγελον δι’ ἀρετῆς τῷ Ποιητῇ παραδοξότερον διεφύλαξαν. Ἔνθα καὶ μάλιστα τὸ τῶν παρθένων ἄν τις κάλλος θαυμάσειεν, ὅτι θῆλυ περικείμεναι σῶμα, τὴν μὲν ἐκ τούτου ἐγγινομένην μορφὴν τῇ ψυχῇ διὰ τῆς ἀσκήσεως ἀπεκρούσαντο· ἴσαι δὲ τοῖς ἄῤῥεσι, καθάπερ οὖν ἴσαι καὶ τὴν ψυχὴν ἐποιήθησαν, διὰ τῆς ἀρετῆς ἀνεφάνησαν. Καὶ ὥσπερ ἐκεῖνοι δι’ ἀσκήσεως ἐξ ἀνδρῶν εἰς τὴν ἀγγέλων τάξιν μετέβησαν· οὕτω καὶ αὗται, διὰ τῆς ἀσκήσεως, ἐκ γυναικῶν εἰς τὸ αὐτὸ αὐτοῖς ἀξίωμα μεταβᾶσαι, ὡς ἐν τῷ παρόντι βίῳ, τῇ μὲν ψυχῇ ἴσας τοῖς ἄῤῥεσιν οὔσας, τῇ δὲ τοῦ θήλεος περιβολῇ πρὸς τὴν ἰσότητα χωλευούσας, κατὰ τὸν μέλλοντα αἰῶνα ἴσας κατὰ πάντα δι’ ἀρετῆς τοῖς ἀγγέλοις γεγονόσι καὶ αὐτὰς εὑρεθῆναι. Εἰ γὰρ ὅτι ἰσάγγελοι ἀποδείκνυνται, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, αἱ κατὰ τὸν παρόντα βίον τοῦτο δι’ ἀσκήσεως κατορθώσασαι, ἐντεῦθεν ἤδη ἰσαγγέλους ἑαυτὰς τοῖς πᾶσιν ἀπέδειξαν· τὰς μὲν τοῦ θήλεός τε καὶ ἄῤῥενος πρὸς τὰς μίξεις, φημὶ, τῶν σωμάτων ἰδιότητας δι’ ἀρετῆς ἐκτέμνουσαι, γυμναῖς δὲ ψυχαῖς κατὰ γῆν τοῖς ἀνθρώποις συζῶσαι. Εἰ δὲ οὔτε πρὸς τὸ ἄῤῥεν, οὔτε πρὸς τὸ θῆλυ κατὰ τὴν συναίσθησιν τῆς ἐν ᾧ ἐστι σώματος ἡδονῆς ἡ ψυχὴ πρὸς τὰ πάθη μορφοῦται, οὐκ ἔνι ἄῤῥεν καὶ θῆλυ, οὐκ ἔνι πάθος καὶ ἡδονή· ἀλλὰ πάντα καὶ ἐν πᾶσι Χριστὸς, νενεκρωμένων μὲν τῶν σωμάτων διὰ τῆς ἀνενεργήτου πρὸς τὰ ἰδιώματα τοῦ τε ἄῤῥενος καὶ τοῦ θήλεος ἡδονῆς, μόνης δὲ τῆς ψυχῆς ἐν ἀφθαρσίᾳ δι’ ἀρετῆς συζώσης ἐν τούτοις.
773 52. Καὶ ἁπτέσθω μὲν ἡ τοιαύτη τοῦ θεράποντος τοῦ νυμφίου· εἴ γε μὴ ἔτι ζῇ αὐτῆς ἐν σαρκὶ ἡ τοῦ θήλεος ἡδονή. Δεξιούσθω δὲ ἀπλάστως τὸν ἀδελφὸν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, τοὺς πόδας νίπτουσα τούτου· ἄλλον ἐπιμελείας δεόμενον θεραπεύουσα, ἐν νεκραῖς ταῖς τοῦ σώματος χερσὶ νεκροῦ τοῦ σώματος ἁπτομένη. Ἐπειδὴ γὰρ ἐνέκρωσε τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, καὶ ζῇ οὐκέτι αὐτὴ, ζῇ δὲ ἐν αὐτῇ Χριστὸς, ὃ δὲ νῦν ζῇ ἐν σαρκὶ, ἐν πίστει ζῇ· πραττέτω τὰ τῆς ἀρετῆς, Χριστοῦ μόνον ζῶντος ἐν αὐτῇ, καὶ τὰ ἴδια ἐνεργοῦντος, συνεσταυρωμένον τῇ ἁμαρτίᾳ Χριστῷ καὶ νεκρὸν περιφέρουσα σῶμα. Καὶ πραττέτω τὰ τῆς ἐντολῆς τοῦ νυμφίου, διὰ πάσης πράξεως τὸ τῆς ψυχῆς κάλλος λαμπρότερον ἀναφαίνουσα. Ὅταν γὰρ ἁπτομένου τοῦ σώματος μὴ συμπάθῃ ἡ ψυχὴ πρὸς τὴν τοῦ ἄῤῥενος φαντασίαν, ἀλλ’ ἀναισθήτως τρόπον τινὰ ἅπτηται τούτου, νεκρὰ μένει ἐν τούτῳ ἡ ἡδονὴ, οὐ δυναμένου τοῦ ἔξωθεν ἁπτομένου αὐτὴν πρὸς τὸ οἰκεῖον πάθος ἐγεῖραι. Οὕτω γὰρ καὶ ἐν τοῖς διωγμοῖς ἔκδοτοι παρθένοι, διὰ τὴν περὶ τὸν νυμφίον πίστιν ἀσεβέσιν ἀνθρώποις δοθεῖσαι, ἢ καὶ τὰ σώματα ἄφθοροι διεφυλάχθησαν, τοῦ δι’ ὃν ἔκδοτοι γενέσθαι ὑπέστησαν τὸ τῶν ἀσεβῶν ἀνδρῶν ἐπιχείρημα ἐν ταῖς σαρξὶν αὐτῶν νεκρὸν ἀπελέγξαντος, καὶ ἄφθορα αὐτῶν, φημὶ, καὶ τὰ σώματα μετὰ τεραστίου δυνάμεως δι’ ὅλου φυλάξαντος· ἢ ἐπιχειρηθεῖσαι μὴ συμπαθούσης πρὸς τὴν ἡδονὴν τῆς ψυχῆς, νεκρὰ καὶ τὰ σώματα ἐδόκουν ὑβρίζεσθαι, ἄφθορον τὴν ψυχὴν, οὐ συμμορφουμένην τῇ τοῦ ὑβρίζοντος ἡδονῇ, τῷ νυμφίῳ καὶ πίστει καὶ παρθενίᾳ λαμπρότερον ἐπιδείξασαι· βουληθέντος ἴσως ἐν αὐτοῖς ἐπιδείξασθαι τοῦ Κυρίου, ὅτι τὴν εἰς αὐτὸν ὁμολογίαν προτιμῶσι παντὸς τοῦ περὶ σῶμα σεμνοῦ φαινομένου· οὔτε τὴν ψυχὴν πρὸς τὴν ἄρνησιν φθείρασαι, οὔτε τὰ σώματα δι’ ὧν οὐ συνεπάθησαν τῇ ἡδονῇ καθ’ ὅλου φθαρεῖσαι. Εἴ γε μή τις τὸν ὑπὸ ἐκτόπου μανίας παρθένον ἐσφαγιασμένην ὑβρίζειν βουλόμενον φθείρειν διὰ τῆς πρὸς τὴν νεκρὰν μίξεως λέξειεν. Αἰκίζεσθαι μὲν γὰρ ἂν δύναιτο ταύτην, φθείρειν δὲ αὐτὴν οὐδέποτε. Ἑαυτὸν μὲν γὰρ φθείρει καὶ φθείρεται· ἄφθορος δέ ἐστιν ἡ παρθένος ψυχῆς μὴ παρούσης. Ἧι ὅμοιαι αἱ ἐν τοῖς διωγμοῖς καὶ κατὰ πᾶσαν περίστασιν ὑπ’ ἀνδρῶν ἐνοχλούμεναι, τὴν κατὰ σάρκα νέκρωσιν ἔχουσαι, κἂν ὁτιοῦν πάσχωσιν, ἄφθοροι διαμένουσιν. Ὁ γὰρ προλαβὼν τῆς ἀσκήσεως χρόνος, αὐτάρκως αὐτὰς πρὸς τὴν πεῖραν ἐγύμνασεν, ἵν’ ἐν σαρκὶ ζῶσαι, μὴ κατὰ σάρκα στρατεύωνται. Διὸ καὶ ταῖς λοιπαῖς ὑποφωνοῦσαι πρὸς τὴν ὁμοίαν ἀρετήν, φασὶ, Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε .
773 (50) Οὐκοῦν ὅσαι τοιαῦται, δεικνύτωσαν, φημὶ, καὶ διὰ δεξιώσεως τὸ φιλάδελφον.
776 Ἐπεὶ καὶ ἡ Μαρία τοὺς πόδας τοῦ Κυρίου φιλοῦσα, οὐχ ὡς ἀνδρὸς πόδας, ἀλλ’ ὡς Κυρίου ἐφίλει· τοῖς μὲν δάκρυσι τὴν παλαιὰν τῆς πυρκαϊᾶς ἡδονὴν ἐν αὐτῇ φρονίμως κατασβεννύουσά τε καὶ μαραίνουσα, τῇ δὲ περὶ τὸν Κύριον διαθέσει καὶ τοῖς ἁγίοις φιλήμασι τὸ ἐν τῇ ψυχῇ πνεῦμα φρονίμως ἀνάπτουσα. Ἔζη μὲν οὖν πνεύματι, καὶ πνεύματι στοιχοῦσα, καὶ περὶ τὸν νυμφίον ἅπαντα ὑπὲρ τῶν ἑαυτῆς ἁμαρτιῶν μετὰ συνέσεως πράττουσα. Νεκρὰ δὲ ἦν τῇ ἁμαρτίᾳ τὴν τοῦ θήλεός τε καὶ ἄῤῥενος ἔννοιαν ἐπὶ τῆς ἁφῆς τῶν ποδῶν καὶ τῶν φιλημάτων ἐμφόβως νεκρώσασα. 53. Ἁπτέσθω οὖν, φημὶ, ἡ τοιαύτη, εἴ τίς πού ἐστι καὶ τοιαύτη, καὶ τὴν πρὸς τὸν Κύριον ἐντολὴν ἐκπληρούτω, Ἁπτομένη δὲ ἁπανταχοῦ, καὶ ἡ τοιαύτη φρονίμως νηφέτω, μήποτε ἁπτομένη συνεχῶς κατὰ βραχὺ ἕρψῃ ἐκ σαρκῶν εἰς αὐτὴν λαθραίως ἡδονή, καὶ συμβῇ αὐτῇ ὑπὸ τοῦ ἰοῦ ταύτης δηχθεῖσαν, ὃ μὴ γένοιτο! λέγειν· Ἐλθούσης δὲ τῆς ἡδονῆς ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ τῆς ἀγάπης, ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον. Εἰ γὰρ καὶ οἱ ἄγγελοι καταπίπτουσιν, οἱ ἰσάγγελοι τὸ πτῶμα πολλῷ μᾶλλον φοβεῖσθαι ὀφείλουσι, μήποτε κατὰ τὸ ἰσαγγέλους αὐτοὺς τῇ ἀσκήσει τῆς παρθενίας γενέσθαι, ἰδόντες τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαὶ, πρὸς αὐτὰς διὰ τῶν σαρκὸς ἡδονῶν καταβῶσι, καὶ ῥηθῇ αὐτοῖς· Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ Ὑψίστου πάντες. Ὑμεῖς δὲ ἐπὶ τὰ σαρκὸς ἴδια πάλιν ὑπολισθήσαντες, ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε . Ὥστε πολλῷ κάλλιον τὴν παρθένον τὸ ἀσφαλὲς ἑαυτῇ καὶ ἀπρόσκοπον τῶν ὁρώντων πραγματευομένην, πανταχόθεν ἀνεπίμικτον εἶναι· αἱρουμένην τὰς ἐπὶ τῷ ἀδεξίῳ μέμψεις βαστάζειν, ἢ πρὸς ἡδονὴν καὶ βλάβην τινῶν ὑποσύρεσθαι· πάντα μὲν τὰ λοιπὰ παρορῶσαν, μόνῳ δὲ τῷ Κυρίῳ δι’ ὅλου ἐμβλέπουσαν· καὶ τὸ ἐκ τοῦ θήλεός τε καὶ ἄῤῥενος ἰσάγγελον τῆς ἀφθορίας κάλλος ἀπὸ τοῦ παρόντος βίου εἰς τὸν τῆς παλιγγενεσίας αἰῶνα ἄχραντον ἐντεῦθεν ἤδη δεικνῦσαν. Συνάγει γὰρ ἡμῶν ἐκ τῆς φθορᾶς εἰς τὴν ἀφθαρσίαν ἡ παρθενία τὸν βίον. 54. Οἱ γὰρ πρῶτοι ἐξ ὀλίγων, ὅπερ ἔφην, σπερμάτων τοῖς ἐπ’ ἀλλήλοις γάμοις τὴν γῆν ἀνθρωπότητος ὅλην κατέσπειραν. Ἡ δὲ τὰ κατὰ πᾶσαν γῆν διὰ τῆς τῶν γάμων ἡδονῆ ἐσπαρμένα εἰς τὰς τῶν οὐρανῶν ἀποθήκας συνάγει. Ταύτην γὰρ τὴν τῶν ἐσπαρμένων εἰς ἀφθαρσίαν συναγωγὴν αἰνιττόμενος ὁ Κύριος ἔλεγεν· Ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε, ὅτι ἤδη αἱ χῶραι λευκαί εἰσι πρὸς θερισμόν .
776 (50) Ἁπάσης γὰρ τῆς πρὶν ἀοικήτου, οἰκουμένης λοιπὸν γενομένης, πολὺν ἤδη τὸν τῶν ἀνθρώπων στάχυν καὶ βρίθοντα τοῖς ἐκγόνοις κατὰ πᾶν κλίμα ὁ Κύριος ἡμῶν εἰδὼς, συναγωγῆς τῶν σταχύων τούτων καιρὸν εἶναι λοιπὸν δοκιμάζει. Διό περ ἡ παρθενία κατὰ φύσιν γνωρίσασα, ὅτι ὥσπερ εἰς τὴν τοῦ παρόντος βίου σπορὰν διὰ τῆς τῶν γάμων ἡδονῆς τὰ σπέρματα τῆς ἀνθρωπότητος κατεβάλετο, οὕτω καὶ εἰς τὸν ἐκεῖ βίον τὰ σπέρματα τοῦ βίου ἡμῶν διὰ τῆς ἀφθορίας ἐντεῦθεν ἤδη καταβάλλεσθαι, σπουδάζει δι’ ἑαυτῆς καθαρὰ τὰ τῆς ἀφθαρσίας σπέρματα πρὸς τὸν ἄφθαρτον βίον τῷ γεωργῷ εὐτρεπίζειν· ἀναχαιτίζουσα μὲν εὐτονωτέρᾳ τῆς ἀφθαρσίας χειρὶ ἀντιστρόφως τὴν τῶν θηλειῶν σωμάτων φυσικὴν πρὸς τὰ ἄῤῥενα συμπλοκήν· ἀπαθεῖ δὲ δυνάμει τὸ καθ’ ἑαυτὴν κάλλος τῷ τῆς παλιγγενεσίας αἰῶνι λαμπρότερον ἑτοιμάζουσα.
777 Προέλαβον γοῦν ἀρετῆς κατορθώματι αἱ παρθένοι τὸ μέλλον ἐν τῇ παλιγγενεσίᾳ διὰ τῆς τῶν σωμάτων ἐξαναστάσεως μεταβολῆς αὐταῖς δυνάμει Θεοῦ κατορθοῦσθαι. Ἐντεῦθεν ἤδη, ὡς οἱ ἄγγελοι, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλὰ καὶ ψυχῆς ἀρετῇ, καὶ σώματος ἀφθορίᾳ ἰσάγγελοι οὖσαι. Καὶ ὅτι σπέρμα τοῦ ἀφθάρτου βίου τὴν παρθενίαν ὁ Κύριος ἡμῶν ἐκ γῆς εἰς οὐρανὸν παραδόξως πεμπόμενον ἐβουλήθη γενέσθαι, ἐμμελετῆσαι τὰ σώματα ἡμῶν τὸ τῆς ἀφθορίας κάλλος διὰ τῆς τῶν παρθένων ἀφθορίας ἤδη θελήσας, δῆλόν ἐστιν ἐξ ὧν πάντα τῷ νόμῳ πεισθεὶς μόνον τὸν γάμον ἀπείπατο. Ἔδει γὰρ ἐξ ἀφθόρου παρθένου ἄφθορον καὶ κατὰ σάρκα τεχθέντα, μηδὲ τῆς κατὰ τὸν γάμον πειραθῆναι φθορᾶς· οὐκ ἀπὸ ἀφθόρου φθορᾷ σώματος διὰ τοῦ γάμου, ἀλλ’ ἀπὸ ἐφθαρμένων τοῖς γάμοις τῇ κατὰ φύσιν ἀφθορίᾳ ἡμῶν ὑπηρετούμενον· καὶ ὡς ὁ Ἀδὰμ σπέρμα διὰ τῆς τῶν γάμων ἡδονῆς τοῦ παρόντος βίου ἐγένετο, οὕτως αὐτὸν σπέρμα τοῦ μέλλοντος αἰῶνος διὰ τῆς κατὰ τὴν παρθενίαν ἀφθαρσίας γενέσθαι· ἵν’ ὡς ἐκείνῳ διὰ τῶν γάμων σπείραντι ἀνθρώπων τὸν ἐπὶ γῆς βίον ἠκολουθήσαμεν, οὕτω τῷ Κυρίῳ διὰ τῆς παρθενικῆς ἀφθορίας σπείραντι τὸν ἐκεῖ αἰῶνα, φρονίμως ἀκολουθήσωμεν. Εἰ δὲ μὴ ἐκ παρέργου καὶ κατὰ τὸν παράδεισον καὶ τὸν ἐκεῖ βίον τὸν Ἀδὰμ ἐπισκέψαιο, εὕροις ἂν αὐτὸν ἐν μὲν παραδείσῳ μὴ χρείαν ἐσχηκότα γνῶναι ἑαυτοῦ τὴν γυναῖκα· μετὰ δὲ τὴν παράβασιν, καὶ τὸν θάνατον καὶ τὴν ἔκπτωσιν τοῦ παραδείσου, τότε τὴν γυναῖκα γινώσκοντα· ἵνα τὸ θνητὸν λοιπὸν τῆς φύσεως τῇ διαδοχῇ τῶν παίδων παραμυθήσηται. Ὧι ἀντιστρόφως τῷ εἰς παράδεισον ἄγοντι ἡ παρθένος ἀκολουθήσασα, μετ’ ἐκείνου ἄφθορος ἐν παραδείσῳ ἤδη τρυφᾷ· φυγοῦσα μὲν τὴν ἔξω παραδείσου κατάραν τὴν λέγουσαν· Ἐν λύπαις τέξῃ τέκνα , καὶ τὰ ἑξῆς· οὐ δυναμένη δὲ συνεῖναι ἐκεῖ πῶς ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ. Οὐδὲ γὰρ ἐν παραδείσῳ ὄντος αὐτοῦ, ἀλλ’ ἐκβληθέντος, τοῦτο ἐῤῥέθη. 55.
777 (50) Οὐχ ὡς παρθενίαν δὲ λοιπὸν τῷ βίῳ νομοθετοῦντες ταῦτά φαμεν· ἀλλὰ ταῖς τὸν κατ’ αὐτὴν πολυτίμητον μαργειρίτην ἐμπορεύεσθαι προθεμέναις τὸ ἄσπιλον τούτου πανταχόθεν ὑποδεικνύντες.
780 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι , φησὶν, ὡς ἠλεημένος ὑπὸ Κυρίου · ἐπεὶ μηδὲ ὁ Δεσπότης ἡμῶν τῆς φύσεως ἐν νόμῳ ἢ ἐν Εὐαγγελίῳ παρθενίαν ἐνομοθέτησεν. Ὁ γὰρ τοιαύτην τῷ τε ἄῤῥενι πρὸς τὸ θῆλυ, καὶ ἀνάπαλιν τῷ θήλει πρὸς τὸ ἄῤῥεν, οἵανπερ ἐν ἀρχῇ ὁ λόγος ὑπέδειξε, τὴν σχέσιν διὰ τὸ ἀναγκαῖον τοῦ γάμου μηχανησάμενος, τοῖς δὲ ἐξ ἀθανάτων θνητοῖς γενομένοις τὴν διαδοχὴν τοῦ γένους ἐπισκευάσας, τὴν ὡς εἴρηταί που ἀθανασίαν εὑράμενος, καὶ διὰ τοῦτο, Αὐξάνεσθε καὶ πληθύνεσθε , εἰρηκὼς, πῶς οἷόν τε ἦν παρθενίαν τότε νομοθετεῖν; Καὶ μάλιστα, ὅτι εἰς ἀναπλήρωσιν τῶν ἐν τοῖς πολέμοις διὰ τὴν οἰκείαν μοχθηρίαν δαπανωμένων τὴν τῶν ἐπιγεννωμένων πληθὺν ἀναγκαίων ἑώρα. Ἀλλ’ ἐν μὲν τῷ διὰ Μωϋσέως νόμῳ καὶ εὐλογίας ἄξιον τὸ παιδοποιῆσαι ἐνομίζετο. Ἐπειδὴ δὲ ἤνθησε μὲν τοῖς οἰκείοις καρποῖς πανταχόσε ὁ κόσμος, καὶ τοσαύτῃ πληθύϊ ἀνθρώπων κατεσπάρη ἡ γῆ, ὡς μηδὲ χωρεῖν λοιπὸν τῶν ἐπιγεννωμένων τὸ πλῆθος, ἐνέστη δὲ καὶ τὸ ἐπὶ τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν προφητευόμενον, ὅτι οἱ τῇ διδασκαλίᾳ αὐτοῦ φρονίμως πεισθέντες, συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα, καὶ οὐ μὴ λάβωσιν ἔτι ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν· καλῶς ἡ παρθενία ἀντιστρόφως τοῖς διὰ σώματος φθειρομένοις ἐκ σωμάτων τὴν ἀφθορίαν βλαστάνει. Οὐ νομοθετεῖ δὲ ὅμως, ὅπερ ἔφην, οὔτε διὰ Μωϋσέως παρθενίαν ὁ Κύριος τῆς τῶν ἀῤῥένων καὶ θηλείων σωμάτων φύσεως στοχαζόμενος, οὔτε ἐν Εὐαγγελίῳ ταύτην ἐντέλλεται. Ἀλλὰ τὸν μὲν Μωϋσέως νόμον ἀνειληφὼς, τὸ λεῖπον πρὸς ἀκριβῆ ἀρετὴν ἐκδιδάσκει· λέγων· Ἐῤῥέθη· Οὐ μοιχεύσεις. Ἐγὼ δέ σοι λέγω· Μηδὲ ἐπιθυμήσῃς , καὶ τὰ ἑξῆς. Καὶ καθίσας μὲν ἐπὶ τοῦ ὄρους, ἀπὸ μακαρισμῶν ἀνοίγει τὸ στόμα· ἐπελθὼν δὲ τὰ τοῦ Μωϋσέως καὶ ἅπαντα πρὸς τὴν ἀληθῆ ἀρετὴν ἐπιτείνας, καὶ τὰς πρὸς σωτηρίαν συντεινούσας ἐντολὰς ἐκδιδάξας, πληροῖ τὴν διδασκαλίαν, καὶ καταβαίνει ἀπὸ τοῦ ὄρους· οὐδαμοῦ ἐν ταῖς ἐντολαῖς παρθενίαν, οὔτ’ ἐν Παλαιᾷ, οὔτε ἐν Καινῇ Διαθήκῃ, νομοθετήσας. Ἐβούλετο γὰρ μὴ ἐπίταγμα εἶναι τὸ κατόρθωμα τῆς παρθενίας, ἀλλὰ πλεονέκτημα φιλαρέτου ψυχῆς, ἀπὸ αὐτεξουσίου αὐθεντίας τὸ ὑπὲρ τὴν ἐντολὴν καὶ ὑπὲρ τὴν φύσιν ἀφ’ ἑαυτῆς κατορθούσης. Ὁ μὲν γὰρ γάμος τῆς φύσεως ἕνεκα, καὶ ὁ νόμος διατάττεται τῇ φύσει τὸ πρόσφορον.
780 (50) Ἡ δὲ παρθενία ὑπερβᾶσα τὴν φύσιν, ἀδούλωτος νόμῳ ἐστὶν, ὑπὲρ τὸν νόμον τῆς ἀφθορίας τὸ κατόρθωμα τῷ ποιητῇ τε καὶ νομοθέτῃ προσφέρουσα. Διὰ τοῦτο οὖν ὁ μὲν Κύριος, ἐρῶ πάλιν, οὐδαμοῦ ἐνομοθέτησε παρθενίαν· εἴασε δὲ, ἵνα ὥσπερ ἀπὸ ἀφθαρσίας εἰς φθορὰν παρὰ φύσιν ἀμέτρῳ τῇ ἐξουσίᾳ χρησάμενος ἐβιάσθη ὁ ἄνθρωπος, οὕτως ἀπὸ φθορᾶς εἰς ἀφθαρσίαν τὴν ἑαυτοῦ φύσιν κρείττονι τῆς φύσεως προαιρέσει βιάσηται.
781 Καὶ οὐ νομοθετεῖ μὲν, φημὶ, οὐδὲ ἐπιτάττει τὸ κατόρθωμα τοῦτο, ἐξαίρετόν τι καὶ ὑπὲρ τὴν φύσιν καὶ ὑπὲρ τὸν νόμον φιλαρέτου ψυχῆς εἶναι γινώσκων. Ἀκούσας δὲ τοῦ πρὸς αὐτὸν εἰρηκότος, Οὐ συμφέρει γαμῆσαι , τὸ ὑπερφυὲς ἐνδεικνύμενος τῆς παρθενίας, φησίν· Οὐ πάντες χωροῦσιν . 56. Ὡς καὶ ὁ θειότατος Ἀπόστολος, κατ’ ἴχνος ἑπόμενος, τὰ μὲν ἀναγκαῖα πρὸς ζωὴν ἐν ταῖς Ἐπιστολαῖς διατάσσεται· καὶ τὴν Ἐκκλησίαν ἑκάστῳ τάγματι ὡς ἓν σῶμα, ἀπὸ κεφαλῆς ἕως ἄκρων, ὡς ἄν τις εἴποι, ὀνύχων κοσμεῖ· περὶ δὲ τῶν παρθένων, οὐδὲν μὲν ἀφ’ ἑαυτοῦ ἀποφαίνεται· ἐρωτώμενος δὲ, μιμεῖται τὸν Κύριον, καί φησι· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω . Οὐδαμοῦ γὰρ εὑρίσκω, οὔτε ἐν νόμῳ, οὔτ’ ἐν Εὐαγγελίῳ, τοῦτο τὸ μέγιστον κτῆμα τῆς φιλαρέτου ψυχῆς τὸν Κύριον ἐπιτάξαντα. Ὡς δὲ ὁ Κύριος ἐρωτηθεὶς τὸ μὲν, Οὐ πάντες χωροῦσι , τοῖς ἐρωτήσασιν ἀπεκρίνατο, οὐκ ἔκρυψε δὲ οὔτε τὸ μέγεθος, οὔτε τὸν τρόπον ᾧ ἄν τις κατορθώσειε παρθενίαν, ἀλλ’ ἐπενέγκας τὸ τρίτον εἶδος τῆς εὐνουχίας ὑπέδειξεν· οὕτω κἀγὼ, εἰ καὶ ἐπιταγὴν Κυρίου οὐκ ἔχω, ἀλλὰ γνώμην δίδωμι. Ὅπου γὰρ ὑπὲρ τὴν φύσιν μέλλει γίνεσθαι τοῦτο τὸ κατόρθωμα ἐκεῖ ἐκβάλλεται μὲν ἅπαν δουλοπρεπὲς ἐπίταγμα· ἐλευθέρα δὲ συμβουλὴ ὑποφωνοῦσα πῶς χρὴ τὸν ἐλεύθερον παντὸς ἐπιτάγματος, κρείττονα ἀπὸ ἐξουσίας γενόμενον, πρὸς ἀφθαρσίαν παραδόξως τὴν φύσιν βιάσασθαι, καιρίως εἰσάγεται. Ὡς οὖν ὁ Κύριος τοὺς τρόπους τῆς κατὰ τὴν παρθενίαν εὐνουχίας ἐρωτηθεὶς, οὕτως ὁ μαθητὴς τῆς παρθενίας τὴν συμβουλὴν εἰσηγήσατο λέγων· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω· γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι. Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. Δέδεσαι γυναικί ; καὶ ἔφθης τῷ δεσμῷ τούτῳ πρὸ τῆς γνώσεως τοῦ κατὰ τὴν παρθενίαν καλοῦ προληφθῆναι; μὴ ζήτει λύσιν. Λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα . Ἀντὶ τῶν, Μὴ ζήτει δεσμὸν δεθῆναι. Ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες. Καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε. Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι , ἀνοίγοντες ἑαυτοῖς διὰ τοῦ γάμου ὀδυνῶν ἐργαστήριον. Ἐγὼ δὲ ὑμῶν φείδομαι. Τοῦτο δέ φημι, ἀδελφοὶ, ὁ καιρὸς συνεσταλμένος ἐστὶ τὸ λοιπόν .
781 (50) Αἱ γὰρ χῶραι λευκαὶ, καὶ ἥδη εἰσὶ πρὸς θερισμὸν λοιπόν· Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν . Οὐχ οἱ μὴ ἔχοντες ὡς οἱ ἔχοντες. Ὥσπερ οὖν ἔνιοι μὴ ἔχοντες διὰ παρθενίας ὑπόσχεσιν, ὡς ἔχοντες τὴν παρθενίαν ἐνυβρίζουσι. Καὶ οἱ κλαίοντες, ὡς μὴ κλαίοντες· καὶ οἱ χαίροντες, ὡς μὴ χαίροντες· καὶ οἱ ἀγοράζοντες, ὡς μὴ κατέχοντες· καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ, ὡς μὴ καταχρώμενοι.
784 Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσῃ τῷ Κυρίῳ. Ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί· καὶ μεμέρισται καὶ ἡ γυνὴ ἡ γαμήσασα, καὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι. Ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί. Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως. Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον ἑαυτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει · γαμείτωσαν· γινωσκέτω μέντοι ὡς ἀνδρὶ θνητῷ μᾶλλον καὶ κόσμῳ ἢ τὸ τῷ Κυρίῳ ἀρέσκον δι’ ἡδονῆς ἀπόλαυσιν ἐπελέξατο. Ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος, μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ τοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει. Ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει· κρεῖσσον γὰρ γαμῆσαι ἢ πυροῦσθαι· καὶ ὁ μὴ γαμίζων, κρεῖσσον ποιήσει , ἀντὶ θνητοῦ ἀνδρὸς, τῷ Κυρίῳ ταύτην νυμφεύων. 57. Ὁ δὲ Κύριος πρὸς τοὺς τὰς ἐκ τῶν γάμων ἀηδίας καταμαθόντας, καὶ πρὸς τὸ δύσλυτον τοῦ πρὸς γυναῖκα δεσμοῦ σχετλιάσαντας, καὶ, τὸ, Οὐ συμφέρει γαμῆσαι , εἰπόντας, Οὐ πάντες χωροῦσι τὸν λόγον τοῦτον , φησὶν, ἀλλ’ οἷς δέδοται. Εἰσὶ γὰς εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως · ὅσοι φύσεως πλεονεκτήματι τὸ πρὸς τὰς συνουσίας ἐρεθίζον ἐκτετμημένοι, καταφρονοῦσι τῶν γάμων. Καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων , διδασκαλίᾳ καὶ τηρήσει παρθενεύειν πεισθέντες· ὥσπερ οὖν καὶ ἡ παρὰ τοῦ πατρὸς τηρουμένη παρθένος, περὶ οὗ εἴρηται· Ὃς δὲ κέκρικεν ἐν τῇ καρδίᾳ αὐτοῦ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει. Καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν · οἱ καὶ καλλίονες τῶν ἄλλων ὑπάρχοντες, διότι οὔτε ἐκ τῆς φύσεως πρὸς σωφροσύνην ἐφόδιον ἔχοντες, οὔτε παρὰ ἀνθρώπων κρατούμενοι, αὐτοὶ ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν πρὸς τὴν παρθενίαν ἀσκοῦσι, γάμου μὲν καὶ βίου διὰ ταύτην καταφρονοῦντες, τὸ δ’ ὅλον τῆς βασιλείας μετὰ ἀθλητικοῦ ἱδρῶτος ἐχόμενοι.
784 (50) Ὁ μὲν γὰρ ἐκ κοιλίας μητρὸς εὐνοῦχος, φύσει σώφρων ὑπάρχων, οὐδὲν ἴδιον ἔργον ἐν τῷ τῆς παρθενίας κάλλει ἐπιδείξασθαι ἔχει· φύσεως, ὅπερ ἔφην, πλεονεκτήματι, καὶ οὐχὶ τῇ πρὸς τὴν παρθενίαν διαθέσει τὸν γάμον ἀποστραφείς.
785 Ὥσπερ οὖν καὶ ὁ παρ’ ἀνθρώπων εὐνουχισθεὶς τηρήσει τὴν παρθενίαν ἀσκεῖν βιαζόμενος, οὐκ ἴδιον κατόρθωμα τὴν ἀφθορίαν τῆς παρθενίας, ἀλλὰ τῶν τηρούντων δεικνύει· ὁ δὲ ἑαυτὸν εὐνουχίσας, ἐξαίρετον ἔργον διὰ τῆς ἐγκρατείας τε καὶ πρὸς πάντα ἀσκήσεως τὸ τῆς παρθενίας κάλλος ποιούμενος, ἰδίοις καὶ οὐκ ἀλλοτρίοις κατορθώμασιν ἐν τῇ βασιλείᾳ σεμνύνεται. Ἐπισημαίνου δὲ, ὅτι τὸν ἐν τῷ Ἡσαΐᾳ πρὸς τοὺς εὐνούχους λόγον ἀναλαμβάνων, τὴν διαφορὰν παραδίδωσι τῆς εὐνουχίας, ἐπιμένων τῆς διδασκαλίας τῷ τρόπῳ. Ὡς γὰρ διὰ Μωϋσέως μὲν τὸ μὴ μοιχεῦσαι ἁπλῶς, δι’ Εὐαγγελίου δὲ τὸ πῶς μὴ μοιχεῦσαι, καὶ τὸν τρόπον ἀνέπτυξεν· οὕτω καὶ διὰ Ἡσαΐου μὲν τὸ εὐνουχεῖσθαι, ἐν Εὐαγγελίῳ δὲ τὸ πῶς, καὶ ὅτι οὐ μονοειδὴς ἡ εὐνουχία, ἀλλὰ τρίτον ταύτης εἶδος νοεῖται ὑπέδειξεν· ὥστε ἐκεῖ μὲν γενικῶς τὸν εὐνοῦχον, ἐνταῦθα δὲ καὶ ἰδικῶς ἡμῖν χαρακτηρίζεσθαι. Καὶ οὐ μάχεται τοῖς ἀνώτερον ἐκτεθεῖσι τὰ εἰρημένα. Οὐ γὰρ εὐνουχίαν νομοθετεῖ ἢ ἐπιτάττει ἐν τῷ Ἡσαΐᾳ, ἀλλὰ τίνων ἄξιοι γερῶν εἰσιν οἱ ἀγαθοὶ εὐνοῦχοι κηρύττει. 58. Καλῶς δὲ ἔχει αὐτὰ τὰ ῥητὰ ἐπισκέψασθαι. Τάδε λέγει Κύριος τοῖς εὐνούχοις, τοῖς φυλασσομένοις τὰ Σάββατά μου, καὶ ἐκλεγομένοις ἃ ἐγὼ θέλω, καὶ ἀντεχομένοις τῆς διαθήκης μου· Δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, κρείττω υἱῶν καὶ θυγατέρων. Ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει . Οὐκοῦν οὐχὶ τοῖς κατὰ περίστασιν καὶ ἁπλῶς εὐνούχοις τὰ εἰρημένα ἀγαθὰ ὑπισχνεῖται, ἀλλὰ τοῖς φυλασσομένοις , φησὶ, τὰ Σάββατά μου, καὶ ἐκλεγομένοις ἃ ἐγὼ θέλω Σάββατον δὲ οὐκ ἐν ἔργῳ, ἀλλ’ ἐν πράξεως ἀργίᾳ νοεῖται. Σαββατίζειν γὰρ βούλεται τὴν παρθένον, οὐκ ἐν τῷ ἐνεργεῖν τὴν παρθενίαν φυλάττουσαν, ἀλλ’ ἐν τῷ ἀκίνητον πρὸς ἐνέργειαν μεῖναι τὴν ἀφθορίαν τηροῦσαν. Οἷον ἄγαλμα, φησὶ, Θεοῦ ἐκ ψυχῆς καὶ σώματος ἡ παρθένος ἐπὶ γῆς ἐπλάσθη. Μυστικῶς αὕτη σαββατιζέτω, μὴ χεῖρα, μὴ πόδα, μὴ ὀφθαλμὸν, μήτ’ ἄλλο τι τῶν μελῶν, ἀλλὰ μηδὲ νοῦν φθοροποιὸν τοῦ φυσικοῦ κάλλους κινοῦσα· ἀλλ’ ἑστηκέτω ὡς ἀγαθὸν γλύμμα Θεοῦ ἀκίνητον πρὸς πᾶσαν φαντασίαν τε καὶ ἐπαφὴν, δι’ ὅλου ἐπὶ τῆς πέτρας ἑστῶσα· μή τις δι’ ὀφθαλμῶν ἢ δι’ ἀκοῆς, ἢ δι’ ἄλλης τινὸς μιᾶς αἰσθήσεως λαθραίως παρεκρυεὶς, ἢ παρακινήσῃ τοὺς κατ’ εἰκόνα Θεοῦ ἐν ψυχῇ χαρακτῆρας, ἢ καὶ συγχέας τοὺς ἀρχετύπους ἰδίους που κακῶς ἐγχαράξῃ· καὶ τὸ μὲν τῆς ψυχῆς κάλλος οὕτω λυμήνηται, τὸ δὲ σῶμα ὑλικὸν ὑπάρχον φθοραίοις τισὶν ἐπαφαῖς κηλίδων καὶ μώμων ἁπανταχοῦ ἀναπλήσῃ.
785 (50) Ἑστηκέτω οὖν πάγιον, φημὶ, τὸ τοῦ Κυρίου ἄγαλμα, σαββατίζον δι’ ὅλου, ἵνα μήτε ἀφ’ ἑαυτοῦ κινούμενον παρακινήσῃ που, ἢ ἐν τῇ κινήσει τισὶ προσαραττόμενον παραθραύσῃ τινὰς τῶν φυσικῶν χαρακτήρων, μήτε παρὰ τῆς ἔξωθεν χειρὸς σαλευόμενον ἀποσυληθῇ τὸ τῆς φύσεως κάλλος.
788 59. Τάχα δὲ διὰ τοῦ σαββατισμοῦ καὶ τὸ πῶς ἔστι κτήσασθαι παρθενίαν φυσικῶς τε ἅμα καὶ παραδόξως αἰνίττεται. Ὡς γὰρ τὸν ὅρον τῆς σωτηρίας ἡμῶν ἐκτιθέμενος, φησί· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν. Ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστι ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου . Καὶ οὐ χρείαν ἔχεις τὰ οὕτω σου μακρὰν, οὐρανὸν ἢ ἀβύσσους περιεργάζεσθαι· ἀλλὰ τῷ ἐγγὺς καὶ σὺ χρῆσαι δεξιῷ βοηθήματι. Ἐὰν γὰρ ὁμολογήσῃς ἐν τῷ στόματί σου Ἰησοῦν Χριστὸν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ . Οὕτω καὶ ἐπὶ τῆς παρθενίας φησί· Μὴ εἴπῃς· Πῶς ἀναβῶ εἰς τὸν οὐρανὸν, ἐκεῖθεν τὴν τῆς παρθενίας μου ἀφθορίαν καταγαγεῖν; ἢ πῶς καταβήσομαι εἰς τὴν ἄβυσσον, ἵνα ταύτην πάλαι παρὰ διαβόλου φθαρεῖσαν ἐμαυτῇ ἀνακτήσωμαι; Ἀλλὰ τί λέγει; Ἐγγύς σου ἐστὶ, φησὶ, καὶ κατὰ φύσιν σοι συγγεννᾶται ἡ παρθενία. Οὔτε οὖν πελάγη εἰς τὴν κτῆσιν αὐτῆς χρείαν ἔχεις περᾶσαι, οὔτ’ ἀέρα που ἄπειρον διαπτῆναι, οὔτε γῆς περιόδους ἰχνηλατοῦσα ταύτην ἀναμετρήσασθαι· ἢ οὐρανὸν ἐκ γῆς ἀναπτᾶσα, εἰς εὕρεσιν αὐτῆς ἐμβατεῦσαι· ἀλλ’, ὅπερ εἴρηκα, ἀφεῖσα τὰ μήκη περιεργάζεσθαι, σαυτὴν ὡς ἔχεις ἐπίσκεψαι, καὶ ἐν σαυτῇ κατὰ φύσιν ταύτην κρυπτομένην εὑρήσεις. Καὶ εἰ βούλει ταύτην παρὰ σοὶ ἄσυλον μένειν, διὰ βίου σαββάτιζε· τουτέστι, μένε ὃ ἐγεννήθης. Μὴ κινήσῃς χεῖρα πρὸς ἁφὴν ἀνδρὸς, μήτε πλέξῃς τὰ ἄπλεκτα, μηδὲ τὰ λελυμένα συνδήσῃς, μηδὲ ἄφθορα μέλη ἑτερογενέσι συμπλέκουσα μέλεσι φθείρῃς· ἀλλὰ μένε ἐπὶ τῆς κοίτης ὃ εἶ, μηδὲν πλέον περιεργάζου. Σαββάτιζε καθ’ ἑαυτὴν, μηδὲν ἐνεργοῦσα τὸ παραλύον τὸ κατὰ φύσιν. Οὐκ ἔχεις τοίχους καὶ περιβόλους ὑπεράλλεσθαι, ἵνα τὴν παρθενίαν θηράσῃς. Ἀλλὰ ταῦτα μὲν πράττουσα, καὶ ἀπολέσεις ἵσως τὴν παρθενίαν. Ἐπὶ τῆς κοίτης δὲ σαββατίζουσα, καθαρὰν αὐτὴν φυλάξεις, καὶ οὕτω μὲν εὐκόλως, φησὶ, τὴν παρθενίαν κτῆμα τιμιώτατον ἕξεις. Οὐ γὰρ ἐκφύσασά τι ἢ ἐργασαμένη τι καινὸν, ταύτην περιποιήσεις σαυτῇ· ἀλλὰ μείνασα ἄχραντος, ὃ ἐκ γαστρὸς ἐγεννήθης παρθένος, ἀεὶ ἀγαθὴ τοῖς πᾶσιν ὀφθήσῃ.
788 (50) Ἀπολέσασα δὲ τοῦτο τῆς παρθενίας τὸ κτῆμα, κἂν ἐκεῖνα πάντα ποιήσῃς ἃ εἴρηκα, οὐρανόν τε καὶ γῆν, θάλασσάν τε καὶ ἄβυσσον, καὶ ἀέρα ὅλον διαπεράσῃς, οὐδενὶ τρόπῳ τοῦτο ἀνακτήσασθαι ἔτι δυνήσῃ. Πῶς γὰρ τὸ φθαρὲν ἔτι ἄφθορον γενήσεται; πῶς δὲ τὸ γνῶσιν ἀνδρὸς εἰληφὸς ὡς μὴ εἰληφὸς λογισθήσεται; πῶς δὲ καθάπαξ τὸ τρωθὲν ἐπιθυμίᾳ τε καὶ ἡδονῇ καὶ πάθει ὡς ἄτρωτον ἔτι γενήσεται, τῶν σημάντρων τῆς φθορᾶς ἐν τῇ ψυχῇ καὶ τῷ σώματι δι’ ὅλου μενόντων; Μετάνοια μὲν γὰρ ἀφίησιν ἁμαρτίαν· τὴν δὲ ἐφθαρμένην ὡς μὴ ἐφθαρμένην ποιῆσαι πάλιν ἀδυνατοῦσα, διὰ βίου ὀδύρεται.
789 Διὸ ἐπειδὴ μέγιστον τοῦτο τὸ κτῆμα, καὶ τὸ ἔπαθλον τοῖς κατορθοῦσιν αὐτὸ ἐνδοξότατον, τῇ διδασκαλίᾳ τοῦ Κυρίου πεισθέντες σαββατίσωμεν οὕτως, ὡς ὁ λόγος ἀπ’ ἀρχῆς ἕως τέλους ὑπέβαλεν· ἄχραντόν τε καὶ ἀνέπαφον πάσης κηλῖδος τὸ φυσικὸν κάλλος τοῦ θείου ἀγάλματος δι’ ὅλου τηροῦντες. Μὴ μόνον δὲ σαββατιζέτω, φησὶν, ἡ παρθένος, ἀλλὰ καὶ ἐκλεγέσθω ἃ ἐγὼ θέλω. Τί δὲ ἄλλο ἢ ἀφθορίαν ὁ Κύριος θέλει; ἣν μετὰ τοῦ σαββατίζειν ἐκ συγκρίσεως τῆς ἐν τῷ γάμῳ φθορᾶς ἐν τῇ παρθενίᾳ ἐκλεξαμένη, καὶ τῆς πρὸς τὸν Κύριον ἐπὶ ταῖς ἐντολαῖς διαθήκης ἀντεχομένη, λήψεται παρ’ αὐτοῦ ἐν τῷ οἴκῳ καὶ ἐν τῷ τείχει αὐτοῦ τόπον ὀνομαστὸν, τὸν κρείττονα υἱῶν καὶ θυγατέρων. Οὐ γὰρ μόνον τοῖς φυλάσσουσι τὰ Σάββατά μου εὐνούχοις καὶ ἐκλεγομένοις ἂ ἐγὼ θέλω, ἀλλὰ καὶ ἀντεχομένοις τῆς διαθήκης μου, δώσω τὰ εἰρημένα. Μεμνῆσθαι οὖν τῆς διαθήκης τοῦ νυμφίου ἡ παρθένος νύκτωρ καὶ μεθ’ ἡμέραν ὀφείλει, διαθήκης ἣν ὑπὲρ αὐτῆς ἀποθνήσκων ὑπὲρ ἀφθορίας αὐτῆς ἐγγράφως διέθετο. Καὶ μεμνημένη τῆς ἐν τῷ δι’ αὐτὴν θανάτῳ αὐτοῦ διαθήκης, ὅτι παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς ἵνα αὐτὴν ἁγιάσῃ, παρὰ πάντα τὸν βίον ἀντεχέσθω τῆς διαθήκης αὐτοῦ· τουτέστι, μὴ ἀθετείτω τὴν ἐπὶ τῷ θανάτῳ αὐτοῦ ὑπὲρ τῆς σωτηρίας αὐτῆς τελεσθεῖσαν οἰκονομίαν. Ἀλλ’ ἐπειδὴ ἀπεμπωλήσασαν τὴν ἑαυτῆς ἐλευθερίαν, αὐτὴν τῷ ἑαυτοῦ αἵματι ἐξηγόρασε, καὶ ἐξαγοράσας οὐκ ἐλευθερίᾳ μόνον τετίμηκεν, ἀλλὰ καὶ νύμφην ἑαυτῷ ἁρμόσας βασιλίδα ποιῆσαι ὑπερβαλλούσῃ χάριτι κατηξίωσε. Διὰ τοῦτο ἀντεχέσθω τῆς διαθήκης αὐτοῦ· τουτέστιν, ἵνα κοινότερον εἴπω, ὥσπερ τινὸς προικῴου τῆς πρὸς αὐτὴν διαθήκης αὐτοῦ, ἐγγράφως καὶ νομίμως συστάντος τοῦ γάμου, ἀεὶ ἀντεχέσθω πρὸς τὰ ἐπερωτήματα καὶ τὰς συνθήκας τῆς συμβιώσεως, ἑαυτὴν αὐτῷ ἄμωμον ἐν πᾶσι παρέχουσα, ὡς ἂν ἀξίως αὐτοῦ ἐνταῦθα συζήσασα, καὶ τῶν ἐκεῖ παρ’ αὐτοῦ ἀγαθῶν ἀπολαύσειε. 60. Τοῖς γὰρ φυλασσομένοις τὰ Σάββατά μου (πάλιν ἐρῶ), φησὶ, καὶ τοῖς ἐκλεγομένοις ἂ ἐγὼ θέλω, καὶ ἀντεχομένοις τῆς διαθήκης μου, δώσω ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστὸν, κρείττονα υἱῶν καὶ θυγατέρων. Ὡς γὰρ ἂν μὴ δοκοῖεν ὡς ἄσπερμοί τε καὶ ἄγονοι ἐπονείδιστοι εἶναι, οὕτω μὲν, φησὶν, οἰκεῖοί τε καὶ φίλοι μου ἔσονται ὡς ἐν τῷ οἴκῳ καὶ ἐντὸς τοῦ τείχους μου μένειν.
789 (50) Τοσαύτης δὲ τιμῆς παρ’ ἐμοὶ κριθήσονται ἄξιοι, ὡς πᾶσαν εὐγένειαν παίδων μὴ δύνασθαι τῷ τόπῳ τῶν ἀξιωμάτων αὐτῶν ἁμιλλᾶσθαι. Δώσω γὰρ αὐτοῖς τόπον, φησὶν, οὐκ οἰκήσεως μόνον, ἀλλὰ καὶ προκοπῆς καὶ ἀξίας, ὡς πᾶσι περίβλεπτον ὄντα, ὑπὲρ τὴν τῶν παίδων διαδοχὴν αὐτοὺς τῇ τοῦ ἀξιώματος εὐγενείᾳ σεμνύνειν.
792 Καὶ τί πλέον, φησὶ, περὶ τῶν μυστικῶν εὐνούχων ἔχω λέγειν; Ὄνομα αἰώνιον δώσω αὐτοῖς, ὂ ὑπὲρ τὴν διαδοχὴν αὐτοῖς τῶν ἐκγόνων ἀρκέσει, καὶ οὐκ ἐκλείψει. Ἐνταῦθα μὲν γὰρ οἱ τῶν σωμάτων παῖδες, τὸ τῶν πατέρων ὑποδυόμενοι ὄνομα, ὥσπερ σβεννυμένην τῷ γήρᾳ τούτων διαδέχονται τὴν ζωὴν, οὔτω καὶ τὸ ὄνομα τῶν πρὸς θάνατον φερομένων πατέρων ἐκλεῖπον ὑπεισιόντες ἐν αὐτοῖς ζωοπυροῦσιν. Εἶτ’ ἐπ’ ὀλίγον οὗτοι τήν τε ζωὴν τοῦ τῶν προπατόρων γένους καὶ τὸ ὄνομά τῳ τρόπῳ παραμυθούμενοι, ὅμως ὑπὸ τῆς θνητῆς φύσεως διαφορούμενοι, καὶ αὐτοὶ εἰς τὸ παντελὲς, προϊόντος τοῦ χρόνου, ἐκλείψουσιν, ἀνώνυμον καταλιπόντες τὸ γένος. Τὸ δὲ παρ’ ἐμοῦ μετὰ τοῦ ἐν πρωτείοις τόποις τοῖς εὐνούχοις διδόμενον ὅνομα, ἀντὶ πάσης γένους διαδοχῆς, πάλιν ἐρῶ, διόλου ἀρκέσει, ὥστε αὐτούς τε καὶ πάντας τοὺς ὁρῶντας αὐτοὺς ἐκ τῆς ἐκβάσεως τὴν ὑπερβολὴν ἀποφήνασαι, ὡς κρεῖττον ὄντως ἔσται υἱῶν καὶ θυγατέρων τῶν πολλάκις καὶ ἐπίψογον τὸ γένος καὶ τόπῳ αἰσχύνης καὶ ὀνόματι ἁμαρτίας ποιούντων. Ὄνομα γὰρ, φησὶν, ἀντὶ τοῦ ἀνθρωπείου, τὸ τῶν ἀθανάτων ἀγγέλων δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει· ὥστε οὐρανὸν μὲν καὶ τοῦ οὐρανοῦ τὸ κάλλιστον ἔχειν αὐτοὺς ἐνδιαίτημα. Ἐν δὲ τῷ καλλίστῳ τοῦ οὐρανοῦ, τουτέστιν ἐν τῷ οἴκῳ τῷ ἐμῷ, ἐντὸς περιβόλων οἰκοῦντας, οὐκ ἀγγέλων μόνον φύσιν λοιπὸν καὶ ἀξίωμα ἀθάνατον ἔχειν, ὡς μηδὲ χρείαν ἔχειν διαδοχῆς (ἀεὶ αὑτοὺς ἐν ἑαυτοῖς ἐν ἀειζώῳ βίῳ ἀντὶ διαδόχων δι’ αἰῶνος ἀρκοῦντας), ἀλλὰ καὶ τόπον ἔχειν ἐν τοῖς ἀγγέλοις ἐπισημότατον, καὶ ὄνομα διὰ τὴν τοῦ κατορθώματος περιφάνειαν ἀνεξάλειπτον. Ἀσφαλιζέσθωσαν δὲ μὴ ὡς ἐξ ἀνθρώπων καὶ γῆς εἰς οὐρανὸν καὶ ἀγγέλων ἀξίαν ἀνέβησαν, οὕτως ἀπὸ ἀγγέλων καὶ οὐρανοῦ εἰς τὴν γῆν τὸ μέγιστον καταπέσωσι πτῶμα. Εἶδον γὰρ, φησὶ, τὸν ἐν οὐρανοῖς ποτε διαστράπτοντα, ὡς ἀστραπὴν πεσόντα ἐκ τοῦ οὐρανοῦ. Ὅπερ ἀκούοντας ἀσφαλίζεσθαι αὐτοὺς παντοίως προσήκει. Τοιούτων μὲν οὖν ἄξιοι γερῶν εὑρεθήσονται ἐν τῇ βασιλείᾳ οἱ κατὰ νοῦν θεῖοι εὐνοῦχοι. Οὐκ ἀποτεύξονται δὲ τῶν ὁμοίων οὔτε οἱ τυραννικῇ χειρὶ ἐν παιδικῇ ἡλικίᾳ βιαίως εὐνουχισθέντες. Ἀλλ’ εἰ ἐν τῷ ἀκουσίῳ τῆς κατὰ σῶμα συμβάσης αὐτοῖς εὐνουχίας τὸν ἑκούσιον κατὰ νοῦν εὐνουχισμὸν ἑαυτοὺς εὐνουχίσωσιν, ὡς σαββατίζειν μὲν πρὸς πᾶσαν κακίαν, ἐκλέγεσθαι δὲ ἃ θέλει ὁ Κύριος, καὶ ἀντέχεσθαι τῆς διαθήκης τῶν ἐντολῶν αὐτοῦ, οὐκ ἄγονοι ἀρετῆς κατὰ ψυχὴν εὑρεθέντες, τόπον ἕξουσιν ἐν τῷ οἴκῳ τοῦ Κυρίου κρείττονα υἱῶν καὶ θυγατέρων· οὐκέτι μὲν ὡς ξύλον ξηρὸν, διὰ τὴν κατὰ σάρκα ἀπαιδίαν, ὁρώμενοι, ὡς δὲ εὐθαλῆ φυτὰ πολλοῖς τοῖς τῆς δικαιοσύνης καρποῖς πανταχόθεν κοσμούμενοι.
793 Πεφυτευμένοι γὰρ , φησὶν, ἐν τῷ οἴκῳ Κυρίου ὀφθήσονται, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν . Οὐκοῦν, πάλιν ἐρῶ, οὐκ ἐνομοθέτησε παρθενίαν, ἀλλὰ τῇ ἐξουσίᾳ ἀφεὶς, τίνος ἄξιοί εἰσιν οἱ ὑπερακοντίσαντες τὴν φύσιν, τῷ τρόπῳ τῆς μυστικῆς εὐνουχίας ὑπέδειξεν. 61. Οἱ δὲ μὴ νοήσαντες τὸ, Καί εἰσιν εὐνοῦχοι οἴτινες ἑαυτοὺς εὐνούχισαν διὰ τῆν βασιλείαν τῶν οὐρανῶν , ἑαυτοὺς ἀτόπως ἠκρωτηρίασαν, αὐτῷ τῷ ἔργῳ ἀκολασίαν ἑαυτῶν μακρόθεν κατηγοροῦντες. Οἱ γὰρ τὸ ὅπλον τοῦ σαρκικοῦ ἔρωτος ἵνα μὴ παρὸν ἐνεργῇ ἀποῤῥίψαντες, δῆλοί εἰσιν, ὅτι ὁρμῶσι μὲν πρὸς τὴν μίξιν, ἀφοπλίσαντες δὲ ἑαυτοὺς, οὐ τῷ μὴ βούλεσθαι, ἀλλὰ τῷ μὴ δύνασθαι δὴ παρθενεύουσιν. Ὁ δὲ θεῖος νόμος οὐ τὴν πρᾶξιν, ἀλλὰ τὴν ἔννοιαν κρίνει· ὅτι πᾶς, οὐχ ὁ μοιχεύσας τῷ ἔργῳ, ἀλλ’ ὁ ἰδὼν πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοίχευσεν. Ἡ δὲ ἀποκοπὴ τῶν μορίων πλείονα τῆς ἐν τῷ ὀφθαλμῷ ἐπιθυμίας τὴν μοιχείαν τοῦ ἀποτεμνομένου κατηγορεῖ. Ὅτι ἀπιστῶν ἑαυτῷ, εἰ τῆς ἀκολασίας κρατήσει, ἀπέτεμε τοῦτο ᾧ τὴν τῆς ἐπιθυμίας πρᾶξιν ἐργάσεται. Μᾶλλον δὲ πεπεισμένος, ὅτι παρόντος ἀκρατῶς ἐνεργήσει, ἀφώπλισε μὲν τῇ τομῇ τῆς ἀκολασίας τὸ ὄργανον, ἵνα μὴ δοκῇ ἀκολασταίνειν διὰ τοῦ σώματος, ἀκολασταίνει δὲ ὅμως τῇ ἐπιθυμίᾳ, καὶ ἀκρατῶς πᾶσαν μοιχεύει. Βοᾷ γὰρ καὶ κατὰ τῆς ἀκρασίας αὐτοῦ πόῤῥωθεν τὸ ἐγχείρημα. Διὸ μετὰ τὴν τομὴν ἀκολαστοτέρους ἄν τις εἴποι γίνεσθαι τούτους. Οὐ δυνάμενοι γὰρ κρατεῖν ἑαυτῶν, εἶτα φοβούμενοι φωραθῆναι ἐπὶ τῷ ἔργῳ, ἵνα ἐξῇ αὐτοῖς ὡς βούλονται τῇ ἐπιθυμίᾳ κεχρῆσθαι, δοῦλοι ὄντες τῆς ἡδονῆς, οὐ θέλοντες δὲ κώλυμα τῆς εἰς ἑξῆς καὶ ἀεὶ ἀπολαύσεως αὐτοῖς τὸ ἀποτέλεσμα τοῦ ἔργου γενέσθαι, ἀποκόψαντες τὸν ἔλεγχον τῆς ἐνεργείας, ἐλευθεριάζουσιν ἀκρατῶς πρὸς τὰς μίξεις. Εἰ δὲ ὁ ξίφος ἐπενεγκὼν τεθωρακισμένῳ τινὶ, κἂν ὁ θώραξ κωλύσῃ τήν τε πληγὴν καὶ τὸν φόνον γενέσθαι, ὡς φονεὺς ὅμως τὴν δίκην ὑφίσταται· καὶ ὁ γυμνῷ δὲ ἐπενεγκεῖν θέλων τὸ ξίφος, εἶτα διὰ περίστασιν τὸ ξίφος τῆς χειρὸς ἐκβαλὼν, ὡς φονεὺς κατὰ τὸ δίκαιον κρίνεται, ὅτι οὐ τὸ ἔργον ἀλλὰ τὴν βούλησιν κρίνει ὁ νόμος· καὶ ὁ ὡπλισμένος ἄρα τῷ παιδογόνῳ μορίῳ, κἂν μὴ δυνηθῇ ἐγχειρήσας τὴν τῇ πίστει τεθωρακισμένην ὡς βούλεται φθεῖραι, ὡς φθείρας κολάσεως ἄξιος· ὥσπερ οὖν καὶ ὁ γυμνὴν εὑρὼν πρὸς φθορὰν, εἶτα ὁρμήσας μὲν πρὸς τὸ ἔργον, ἐκβαλὼν δὲ τῇ τομῇ τὸ ὅπλον, καὶ μὴ γενομένης τῆς φθορᾶς, ὡς τὴν φθορὰν ἐργασάμενος κατὰ τὸ δίκαιον κρίνεται. Ἐν ᾧ λοιπὸν κἀκείνη τούτῳ ἐπὶ τῇ ἀκολασίᾳ οὐκ ἀλόγως συγκατηγορουμένη εὑρίσκεται. Πῶς γὰρ πιστεύσομεν αὐτῇ, ὅτι ἀπώσατο ἂν τὴν τῆς φθορᾶς παρὰ τοῦ ἀκολάστου ἐπιφερομένην πληγὴν, μὴ παρόντος τοῦ ὅπλου; Ἔνθα μὲν γὰρ πρὸς τὸν ἐκ φύσεως ὡπλισμένον ὑπὲρ τῆς ἀφθορίας καρτερῶς ἀπομάχεται, φανερὸν τὸ ἆθλον τῆς σωφροσύνης.
793 (50) Ἕνθα δὲ ἄοπλος μὲν ὁ ἀνὴρ, ἀδιάφορος δὲ ἡ πρὸς τοῦτον, μᾶλλον δὲ ἐκ τῆς προσπαθείας πρὸς ἡδονὴν ῥέουσα τοῖς πᾶσιν ἡ ὁμιλία, ἄδηλος μὲν ἡ σωφροσύνη, πλείστας δὲ τὰς ψήφους ἡ ἀκολασία παρὰ πάντων κατ’ αὐτῆς ἀποφέρεται.
796 Ἀλλὰ ταῦτα μὲν ἐπὶ τῶν ὅλα ὁμοῦ μετὰ τῶν διδύμων ἀποκοψαμένων τὰ μόρια. Τοὺς γὰρ μετὰ τὸ ἀνδρωθῆναι πρὸς συνουσίαν τὰ παιδογόνα μόρια μόνους τοὺς διδύμους ἀποτεμόντας φασὶ δριμύτερόν τε καὶ ἄσχετον πρὸς τὰς συνουσίας οἰστρεῖσθαι, καὶ οὐκ οἰστρεῖσθαι μόνον, ἀλλὰ καὶ, ὡς αὐτοῖς δοκεῖ, ἀκινδύνως φθείρειν τὰς προστυχούσας. Φασὶ γὰρ ὅτι, ἀποκοπέντων κάτωθεν τῶν διδύμων, οἳ τῆς γονῆς ἀπὸ ὀσφύος καὶ νεφρῶν ἐπὶ τὸ λοιπὸν μόριον διάκονοι γίνονται, μύουσι μὲν μετὰ τὴν τομὴν ἄνω οἱ πόροι, ζεούσης δὲ ἐν τοῖς νεφροῖς τῆς ἐπιθυμίας καὶ τὴν γονὴν οὕτως ἐξαφριζούσης, οἰστρεῖται μὲν πρὸς καταβολὴν τῆς γονῆς ὁ ἀνὴρ, καὶ τὸ βρασσόμενον ἀποχετεῦσαι σπέρμα οὐκ ἔχων, ὁπλίζεται μὲν τούτῳ ὃ ἑαυτῷ πρὸς τὰς συνουσίας ἐφύλαξε πρὸς τὴν πρᾶξιν. Δέλεαρ δὲ τὴν τῶν διδύμων εὐνουχίαν τῇ γυναικὶ εἰς ἀπάτην δεινῶς ποιησάμενος, ἀκολαστότερον μίγνυται. Ὁ μὲν γὰρ κατὰ φύσιν ἔχων ἀνὴρ, διαδεξαμένων τῶν διδύμων ἄνωθεν τὴν γονὴν, καὶ πρὸς σπορὰν ἐντεῦθεν παραπεμψάντων, ἑξῆς ἐκπεσόντος τοῦ σπόρου διαφορηθεὶς, τὴν ἐπιθυμίαν καταμαραίνεται· ὁ δὲ οὐκ ἔχων ὅθεν τὸ γαργαλίζον κενώσῃ, μόγις τοῦ πόνου ὑφίησιν, ἄχρις ἂν κάματος τοῦτον, φασὶ, λυσσῶντα ἐκλύσῃ. Ταῦτα οὐχ ὁ τῆς φύσεως λόγος μόνον, ἀλλὰ καὶ ἡ πεῖρα δὲ πρὸς τὸν βίον ἡμῶν ἐμαρτύρατο, ὡς πρὸς ἐμέ τις τῶν αἰδεσίμων καὶ πολιᾷ καὶ βίῳ παλαιὸς ἀνὴρ, ἐξομολογησαμένης πρὸς αὐτὸν γυναικὸς, ἀπεφθέγξατο. Ἔφασκε γὰρ τὴν γυναῖκα πρὸς αὐτὸν εἰρηκέναι, ὅτι ὁ πεπιστευμένος αὐτὴν παρὰ τοῦ ἀνδρὸς εἴτε δεσπότου εὐνοῦχος ὡς ἀνὴρ αὐτῇ ἀκολάστως ἐμίγνυτο. Καὶ κατετόλμα, φησὶ, πλέον τῆς πράξεως, διὰ τὸ ἄγονον αὐτοῦ τῷ ἀτοκίῳ θαρσῶν. Οὐχ οὖτος δὲ μόνον, ἀλλὰ καὶ ἕτερός τις τῶν ὁμοψύχων ἡμῖν, οὐκ ἂν ταχέως ψευσάμενος, εἴρηκεν· ὅτι παρθένος τις τῆς Ἐκκλησίας κανονικὴ πρὸς αὐτὸν ἀπωδύρετο, ὅτι ἐπὶ τῆς κοίτης αὐτῆς γενόμενός τις εὐνοῦχος, περιεπτύσσετο μὲν αὐτὴν ἐμπαθῶς, καὶ ἐμφὺς ὅλος ὅλῃ, ἐπεὶ μὴ εἶχεν ὅπως τὰ τῆς ἐπιθυμίας ἐργάσηται, τοῖς ὀδοῦσιν ἐκέχρητο, ζέουσαν ἐν τῇ σαρκὶ τῆς μίξεως τὴν λύσσαν τοῖς δήγμασιν ἀγρίως ἐμφαίνων· ὡς δελέατι τῆς εὐνουχίας, διὰ τὸ ἀπειρόκακον, ἐμπλακεῖσαν τὴν παρθένον τῷ πειρασμῷ. μετὰ τὴν πεῖραν ἀποστραφῆναί τε τὸν ἄνθρωπον, καὶ οὐ πρὸς τοῦτον μόνον, ἀλλὰ καὶ πρὸς πλείονας τὰ μολύσματα τῆς ἐκείνου κατ’ αὐτῆς ἐπιθυμίας ὀδύρεσθαι.
796 (50) Καὶ δύο δὲ ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν, ἵνα μὴ καὶ ἑτέρους πλείονας καταλέγοντες, παρὰ τὸ ἀρέσκον ἡμῖν μηκύνωμεν. 62.
797 Συγγνώμης οὖν ἄξιοι, ὡς οἶμαι, ἡμεῖς· οὐκ εἰς τὸ ἄχραντον τῆς παρθένου μόνον προφυλακῆς χάριν ἐκθέμενοι ταῦτα, ἀλλὰ καὶ εἰς τὸ ἀναστεῖλαι πολλοὺς ἤδη τοιούτους ἐπιπολάσαντας τῇ Ἐκκλησίᾳ εὐνούχους σπουδάσαντες. Φανερὸν γὰρ, ὅτι δαίμονος μεθοδεία τὸ ἔργον· διότι ὁ μὲν πάλιν βίος παρ’ Ἕλλησι τούτους, νυνὶ δὲ παρ’ ἡμῖν ἀτόπως ὑπέδειξε, καὶ σωφροσύνης μὲν ὄνομα κἀκεῖ τὴν τομὴν, κἀνταῦθα τὸ αὐτὸ κατὰ τῆς φύσεως ἐνεωτέρισε. Δεινὸς γάρ ἐστιν ὁ μεθοδεύων ἡμῶν τὴν εἰς τὸν Κύριον πίστιν διὰ τοῦ πιστευθέντος καλοῦ κακίαν ἐργάσασθαι· τὸ αὐτὸ δὲ ἕστι μαθεῖν ἐκ τῶν παρελθόντων. Ὡς γὰρ δι’ ὧν ἔδει Θεὸν γνῶναι, διὰ τούτων ἀγνοῆσαι τοὺς παρ’ Ἕλλησι παρεσκεύασεν (ὁ μὲν γὰρ κόσμος τοῦ κοσμήσαντος πρόκειται μήνυμα· οἱ δὲ ἀπὸ τοῦ κάλλους τῶν ὁρωμένων οὐχὶ ἀναλόγως τὸ κάλλος τοῦ ποιητοῦ τούτων ἐδόξασαν, ἀλλ’ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα)· καὶ ὡς δι’ ὧν ἔδει γνῶναι Χριστὸν, δι’ ἐκείνων ἀγνοῆσαι παρασκευάζει, διὰ τῶν κηρυσσουσῶν, φημὶ, Γραφῶν τὸν Χριστὸν αἱρετικαῖς ἐννοίαις τὴν ἄγνοιαν τούτου δεινῶς μηχανώμενος· καὶ ὡς τῷ πεπιστευμένῳ ὀνόματι τοῦ Χριστοῦ ἀπιστίαν τε καὶ ἄρνησιν τοῦ Χριστοῦ πανούργως ἐνσπείρει, οὕτω καὶ διὰ τοῦ ὀνόματος τῆς μυστικῆς εὐνουχίας, ὀνόματι σωφροσύνης ἀποκόπους καὶ ἀκολάστους ἐργάζεται. Οὐκοῦν οὐδὲ τούτοις ἀδιαφόρως συναγελάζεσθαι τὴν παρθένον προσήκει. Εἰ γὰρ θήλειαι θηλείαις ἐπὶ τῆς αὐτῆς κοίτης ἐνδιαθέτως περιπλεκόμεναι, ζεούσης αὐτῶν ἔνδοθεν τῆς ἀκμῆς, πολλάκις ἐκ τῆς πρὸς ἄλληλα τῶν σωμάτων ἁφῆς, πρὸς ἃ ἐπλάσθησαν ἔχειν σώματα σχέσιν, τὴν μνήμην διερεθίζονται (ἱκανὸς γάρ ἐστιν ὁ νομοθετῶν ἐν τοῖς μέλεσιν ἡμῶν τὴν ἁμαρτίαν, μέσος τῶν σαρκῶν λαθραίως χωρήσας ἐκ τῆς φιλικῆς πρὸς ἄλληλα τῶν θηλέων καὶ φιλόφρονος ἡδονῆς, ὑποκλέψαι μὲν τὴν φιλόφρονα, τὴν δὲ τῶν σαρκῶν ἄῤῥενα πανούργως ἐνσπεῖραι)· πόσῳ πλέον δεῖ τὰ ἄῤῥενα σώματα, κἂν εὐνούχων ᾖ, τὴν παρθένον φυλάττεσθαι; Κἂν εὐνοῦχος γὰρ ᾖ, ἀλλ’ ἀνήρ ἐστι τὴν φύσιν. 65. Ὡς γὰρ ὁ βοῦς ὁ κερατιστὴς ἀποτμηθεὶς τὰ κέρατα, οὐχὶ τῇ ἀφαιρέσει τῶν κεράτων ἵππος ἐγένετο, ἀλλ’ ἔτι βοῦς ἐστι κἂν μὴ ἔχῃ τὰ κέρατα· οὕτω καὶ ὁ ἄρσην ἀποκοψάμενος πάντα τὰ μόρια, οὐ τῇ ἀφαιρέσει τούτων γυνὴ ἐγένετο οὗτος· ἀλλ’ ἔτι ἄρσην ἐστὶ τὴν φύσιν, κἂν μὴ ἔχῃ τὰ μόρια. Καὶ ὡς ὁ κερατιστὴς ἀποκεκομμένος τὰ κέρατα, κερατιστὴς ὅμως ἐστὶ τὸν θυμὸν (παρεκκλίνων γοῦν τὸν αὐχένα, καὶ τὴν κεφαλὴν πρὸς τὴν ὁρμὴν σχηματίζων, τὴν ἀπειλὴν ἀσμένως ἐνδείκνυται· ἀλλὰ καὶ ἔπληξε πολλάκις ἐπελθὼν τῷ μέρει τῆς κεφαλῆς, καθ’ ὃ τῷ κέρατι ὥπλιστο, πληροφορῶν τὸν θυμὸν τῇ φαντασίᾳ τῆς ἐνεργείας· οὕτω γὰρ διατίθεται ὑπὸ τῆς ὁρμῆς συναρπαζόμενος, οὐχ ὡς πλήσσων ἁπλῶς, ἀλλὰ καὶ ὡς τὸ πρὶν τῷ κέρατι διαιρῶν)· οὔτω καὶ ὁ ἄρσην ἀποκεκομμένος τὰ μόρια, ἄρσην ὅμως ἐστὶ τῇ ἐπιθυμίᾳ τοῦ πάθους.
800 Διὸ καὶ αὐτὸς κατὰ τὸ ὅμοιον σχηματισάμενος πρὸς τὴν πρᾶξιν, ἔρωτος πνέει καὶ ἐκτόπου μανίας. Ἀλλὰ καὶ ὁρμῶν πρὸς τὴν συμπλοκὴν, κἂν μὴ φθείρῃ τῷ μέρει ἐκείνῳ ἐνοχλῶν τῇ θηλείᾳ, ὅμως αὐτὸς μὲν ὡς φθείρας, τὴν ἐπιθυμίαν οὕτως ὑπὸ τῆς φαντασίας διάκειται. Τὴν δὲ πρὸς τὴν ἁμαρτίαν πικρότερον ἐρεθίζων, φθείρει μὲν ὄλον τὸν νοῦν, καὶ τὸ σῶμα δὲ πρὸς τὴν τῆς φθορᾶς πρᾶξιν οἰστρεῖ. 64. Διὸ εἴπερ σκοπός ἐστι τῇ παρθένῳ ἄφθορον ἑαυτῆς τὴν ἔνδον παρθενίαν φυλάξαι, ἀκριβούτω καὶ τὰς πρὸς τούτους ἀεὶ ὁμιλίας. Εἰ γὰρ καὶ τὴν τοῦ Σιρὰχ παραίνεσιν συμβαλλομένην εἰς τὸ ἄχραντον τῆς παρθένου δεχόμεθα· Ὡς εὐνοῦχος , φησὶ, περιλαμβάνων παρθένον, καὶ στενάζων· πάντως δὲ ὅτι οὐ δύναται ὃ βούλεται πρᾶξαι. Καὶ, Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα . Εἰ καὶ μητέρα γὰρ, φησὶ, διὰ τὸ ἄγονον οὐ ποιεῖ, ἀλλ’ ἀποπαρθενεῦσαι αὐτὴν θέλει. Οὐ τοίνυν ἐπὶ σωφροσύνῃ ἐπαινεῖσθαι προσήκει τοὺς ἀποκοπτομένους τὰ μόρια. Οὐδὲ γὰρ τοὺς ἵππους ὡς μὴ κερατίζοντας ἐπαινοῦμεν, ἀλλὰ τούτους μὲν εἰ μὴ λακτίζουσιν ἐπαινέσομεν· τοὺς δὲ βοῦς, εἰ μὴ κερατίζουσι, τῆς ἡμερότητος κατὰ λόγον ἀποδεξόμεθα. Οὐ γὰρ ἐν ᾧ μὴ δύναταί τις, ἀλλ’ ἐν ᾧ δυνάμενος οὐκ εἰς ἀδικίαν κέχρηται τῇ δυνάμει, θαυμάζεται. Εἰ δὲ οἴονταί τι τὴν ἀποκοπὴν τῶν μορίων εἰς τὴν τῆς ψυχῆς ἀναμαρτησίαν συμβάλλεσθαι, ἐκκοψάτωσαν καὶ τοὺς ὀφθαλμοὺς, πολλὰ παρὰ λόγον ἐμβλέποντας· ἀκρωτηριασάτωσαν δὲ τὰς χεῖρας ὁμοῦ καὶ τοὺς πόδας· ἐπιβυσάτωσαν δὲ καὶ τὴν ἀκοὴν, ἵνα μηδὲν τούτων ὄργανον γένηται ἁμαρτίας. Ἢ τοῦτο μὲν ἄλογον ἅμα καὶ μανιῶδες, ὅλα τὰ μέλη πανταχόθεν περικόψαντας, τὸ δὴ λεγόμενον, κορμοῦ δίκην τὸ λοιπὸν σῶμα ἀχρεῖον ἁπλῶς ἀποῤῥῖψαι μετὰ τοῦ αἰτίου, ὅμως ταῖς προλαβούσαις διὰ τῶν μελῶν φαντασίαις τὴν διάνοιαν ἁμαρτάνειν· ἐάσαντας δὲ, ὡς ἐπλάσθη, κατὰ τὸν ἀνωτέρω λόγον, σώφρονι λογισμῷ ἡνιοχεῖν πάντα τὰ μέλη, οὐκ ἀνάγκης, ἀλλὰ προαιρέσεως ἡμετέρας τὸ κατόρθωμα τὸ καλὸν ποιουμένους. Οὐ περὶ πάντων δὲ καθόλου εὐνούχων τὰ προεκτεθέντα εἰρήκαμεν, ἀλλὰ περὶ τῶν ἵν’ ἐξουσίαν ἑαυτοῖς πραγματεύσωνται, ὡς θέλουσιν ὁμιλεῖν γυναιξὶν, ἀποκοψαμένων ἀτόπως.
800 (50) Καὶ καθόλου περὶ τῶν τὰς πρὸς τὸ θῆλυ διατριβὰς μεταδιωκόντων ταῦτά φαμεν. Οἴδαμεν γὰρ, ὅτι ὡς ἁγίως ἅπτονται ἄνδρες γυναικῶν, οὕτω καὶ οἱ εὐνοῦχοι τῷ ἐξ ἀκουσίως συμβεβηκότι αὐτοῖς κατὰ τὸ σῶμα εὐνουχισμῷ, τὸν ἑκούσιον τῆς ψυχῆς εὐνουχισμὸν σώφρονι λογισμῷ ἑαυτοὺς εὐνουχίσαντες, καθαρῶς γυναιξὶν ὁμιλοῦσι.
801 Τοῦ δὲ ἀκριβοῦς ἅμα καὶ ἀχράντου ἕνεκα μαρτυρόμεθα, ὅτι ὡς ἄνδρες ἥδιον συναναστρεφόμενοι γυναιξὶ, δικαίως καθ’ ἑαυτῶν αἰσχρὰς ὑπονοίας κινοῦσιν· οὕτω καὶ οἱ εὐνοῦχοι ταῖς τῶν γυναικῶν διατριβαῖς ἐμφωλεύειν σπουδάζοντες, οὐ καθαροὺς ἑαυτοὺς ὑπονοιῶν ἀπολύουσιν. Οἱ γὰρ τὴν πρὸς τὸ θῆλυ ὁμιλίαν οὐκ ἀδιάφορον, ἀλλὰ προθυμοτέραν ποιούμενοι, οὐκ ἀτόπως ἂν ὑπὸ τῶν προεκκειμένων τῆς φύσεως λογισμῶν ἐπὶ τὸ χεῖρον ἀνδρῶν στηλιτεύοιντο. Ὅτι ἐπ’ ἐκείνων μὲν ἡ ἐξουσία τοῦ δύνασθαι πρὸ ὀφθαλμῶν τιθεῖσα αὐτοῖς τὸ ἀποτέλεσμα τοῦ ἁμαρτήματος, φόβῳ τοῦ πτώματος, τῆς κατὰ τὴν βούλησιν αὐτοὺς ἁμαρτίας ἀναστέλλει. Ἐνταῦθα δὲ ἡ ἀδυναμία τοῦ ἀποτελέσαι ὃ βούλονται, τολμηροὺς αὐτοὺς πρὸς τὴν ἀπόλαυσιν τῆς ἐπιθυμίας ποιοῦσα, τὴν ἐκ τῆς βουλήσεως ἁμαρτίαν ἐν αὐτοῖς ἕτι μᾶλλον ἐξάπτει. 65. Μηδεὶς δὲ ἐπισκωπτέτω τῷ λόγῳ, ὡς παρὰ τὸ πρέπον τῷ παρθενικῷ ἤθει εἰς τὴν θεωρίαν τῆς φύσεως τοῦ ἄῤῥενος ἐμβαθύνοντι. Πρῶτον μὲν, ὅτι οὐδεμία οὕτω νηπία ἐστὶ παρθένος, ἡβῶσα τῷ σώματι, ὡς ἀγνοεῖν τι τῶν ἐν τῇ φύσει ἐκείνου, οὗ τῆς πλευρᾶς ἀπεσπάσθη. Ἕως μὲν γὰρ ἀτελῆ τε καὶ ἄωρά ἐστι πρὸς τὴν φυσικὴν ἐνέργειαν τὰ μέλη τοῦ σώματος αὐτῆς, καὶ δὴ ὁ νόμος τῆς ἁμαρτίας σχολάζει, καὶ ἄγνοιαν ἴσως ἄν τις εἴποι τῆς φυσικῆς πράξεως τέως προσεῖναι τοῖς μέλεσιν, εἰ καὶ ὅτι μάλιστα αὐτομάτως ἡ φύσις πρὸς τὸ οἰκεῖον βαδίζει, ὡς ἐπὶ τῶν ἀλόγων ἔστιν ἰδεῖν, αὐτοδιδάκτῳ τῇ φύσει εὐστοχούντων εὐθὺς πρὸς τὰς μίξεις. Καὶ παιδία δὲ ἐφωράθη ἐν τῇ ἀωρίᾳ τῶν μελῶν τὴν ἀνδρικὴν μίξιν μιμούμενα. Ἐπειδὰν δὲ ἡβήσῃ ταῦτα, καὶ ἐπιτήδεια πρὸς ἣν πέφυκε σχέσιν ὀφθῇ, εὐθὺς ὁ νόμος τῆς ἁμαρτίας εἰσῆλθε, νομοθετῶν μὲν ἑκάστῳ μέλει τὴν πρᾶξιν, ἀντιστρατεύων δὲ τὰ μέλη τοῦ νόμου τῷ νῷ, καὶ αἰχμαλωτίζων τῷ νόμῳ τῆς ἁμαρτίας διὰ τῶν μελῶν ἕκαστον ἄνθρωπον. Καὶ οὐκ ἄν τι τῶν μελῶν, νόμον ἔχον διδάσκαλον, τῆς πρὸς ἢν πέφυκεν ἁμαρτίας ἄγνοιαν προφασίσαιτο. Ἀλλὰ τά τε χείλη οἶδεν ἐν τοῖς ἐρωτικοῖς πρὸς ἣν πέφυκε χρείαν, καὶ ἕκαστον τῶν μελῶν τοσοῦτον τὸ τοῦ ἑτερογενοῦς μέλος γνωρίζει, ὅσον ἑαυτὸ κατὰ φύσιν ἐπίσταται. Ἐπεὶ οὐκ ἂν οὔτε ἐπεθύμησε τὴν τοῦ μέλους ἐνέργειαν, εἰ ἠγνόει τὴν φύσιν αὐτοῦ καὶ τὴν χρείαν. Ὥστε οὐκ εὐθύνης ἄξιοι, τὸ γινωσκόμενον παρὰ ταῖς παρθένοις, σιωπώμενον δὲ διὰ τὸ ἀναγκαῖον, ἐν καιρῷ ἀναπτύξαντες.
801 (50) Ἔπειθ’ ὅτι εἰ καὶ ἀγνοοῦσι τὴν τοῦ ἄῤῥενος φύσιν, ὡς ἂν μὴ αὕτη ἡ ἄγνοια δέλεαρ γένηται αὐταῖς ἁμαρτίαις, οὐκ ἀλόγως εἰς ἀσφάλειαν αὐταῖς τὴν φύσιν ὡς ἔχει ἐθεωρήσαμεν, ἵν’ ὥσπερ ἀκέραιοί εἰσιν ὡσεὶ περιστεραὶ, οὕτω καὶ ὡς ὁ ὄφις φρόνιμοι οὖσαι, πᾶσαν τὴν κατὰ τῆς ἀφθορίας αὐτῶν ἀδικίαν ἐκ τῆς ἐγκειμένης διδασκαλίας ὑποφωνούμεναι προφυλάσσωνται.
804 Πρὸς δὲ τούτοις, ὅτι τῆς κοινῆς παρθενίας καθαρτήριον τὸν λόγον ποιούμενοι, ὡς ταῖς παρθένοις εἰς εὔνοιαν, οὕτω καὶ τοῖς ἄῤῥεσιν ὀφειλόμεθα· καὶ ἔδει, ὡς ἐκείναις τό τε βλάπτον καὶ ὠφελοῦν ὑπεδείξαμεν, οὕτω καὶ τούτοις ὑποδεῖξαι· ἵνα μὴ ὀνόματι εὐνουχίας προσέχοντες, εἰς τὸ ἐναντίον ἐκπίπτωσι· ἀλλ’ ἐγνωκότες τὸ ἁμάρτημα ἐκ τῆς παρανόμου ἀποκοπῆς τῶν μορίων, καὶ τὸν ἀποδοχῆς ἀξιούμενον παρὰ τοῦ Κυρίου εὐνοῦχον, ὠφεληθῶσι μὲν πρὸς τὴν ἀληθῆ εὐνουχίαν τὸν νοῦν, τῆς δὲ ἀλόγου πρὸς τὴν ἀποκοπὴν τῶν μορίων ὁρμῆς πλείονες τῷ χρόνῳ ἀτόπως γινόμενοι, ὑπὸ τοῦ λόγου στυφόμενοι φρονίμως ἀνασταλῶσιν. 66. Εἰ οὖν τοσαύτῃ ἡ ὄντως παρθένος συζήσεται ἀκριβείᾳ, ἀπάσης μὲν ἄῤῥενος ἁφῆς καθαρὰν ἑαυτὴν δι’ ὅλου φυλάξει, καὶ μετὰ θηλειῶν δὲ καθεύδουσα, πρὸς ἑαυτὴν ἐστραμμένη ἐν οὐρανῷ ἕξει τὸν νοῦν, καὶ ἔξω τοῦ σώματος ὅλον τοῦτον παντελῶς ποιήσασα, τὰ αὐτὰ ἐρεῖ τῷ εἰπόντι· Οἶδα ἐμαυτὴν, εἴτε ἐν σώματι, οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· ὁ Θεὸς οἶδεν. ὅτι ἡρπάγην εἰς τὸν παράδεισον, καὶ ἤκουσα ἄῤῥητα ῥήματα. Πάντως γὰρ ἄγρυπνον τὸν περὶ αὐτὸν αὐτῆς ἔρωτα ἄνωθεν ἐξ οὐρανῶν ὁ νυμφίος ὁρῶν, καὶ ὅτι τὸ σκότος τῆς νυκτὸς οὐκ ἐφόδιον ἁμαρτίας, ἀλλὰ σχολῆς θείας τῆς πρὸς αὐτὸν ὁμιλίας ποιεῖται, περιβεβλημένη μὲν τῷ τῆς νυκτὸς σκότῳ, εἰς τὸ μὴ τὰς αἰσθήσεις παρὰ τῶν ἔξωθεν ἐνοχλεῖσθαι· πεφωτισμένη δὲ τῷ τοῦ νυμφίου φωτὶ, ὅλον τὸν νοῦν καὶ τὴν ἐκείνου λαμπάδα δι’ ὅλης νυκτὸς φιλοκάλως ἐν ἀποκρύφῳ κοσμοῦσα, ἁρπάσει καὶ ταύτην δικαίως ἕως τοῦ τρίτου οὐρανοῦ εἰς τὸν παράδεισον, καὶ λαλήσει αὐτῇ τοιαῦτα, ἃ τοῖς μὲν ἐν σώμασιν ἔτι ζῶσιν ἄῤῥητα ἀποπέφανται· ἐκείνῃ δὲ τοσοῦτον προκοψάσῃ, ὡς μὴ εἰδέναι λοιπὸν εἴτε ἐν σώματι εἴτε ἐκτὸς τούτου ἔχει τὸ ζῇν, ῥητὰ ἐν μυστηρίῳ γενήσεται. Οὖ δὴ καὶ πάντα τὸν τῶν παρθένων χορὸν εὑρεθῆναι βουλόμενός τε καὶ εὐχόμενος εἰς προφυλακὴν τῶν τὸ τῆς παρθενίας κάλλος χραινόντων, διεξῆλθον τὰ εἰρημένα, οὐχ ἵνα τῇ τούτων θεωρίᾳ μάθωμεν πῶς χρὴ πρὸς τὰ βλάπτοντα ὀλισθαίνειν, ἀλλ’ ἵνα τὸν τρόπον τῶν ὀλίσθων μαθόντες, ἴδωμεν πῶς δεῖ τούτων ἀποπηδῶντας ἐκκλίνειν. Οὐδὲ γὰρ τοῖς τὴν ἰατρικὴν μετιοῦσι, τὰ δηλητήρια καὶ πάντα συνόλως τὰ νοσοποιὰ οἱ διδάσκαλοι θεωροῦντες, ἐπὶ τὴν χρῆσιν τούτων αὐτοῖς παρακελεύονται, ἵνα τῇ γνώσει τῶν βλαπτόντων πρὸς κακίαν ἐφοδιασθέντες τὸν νοῦν ἀντὶ ἰατρῶν λυμεῶνες τοῦ βίου δειχθῶσιν, ἀλλ’ ἵνα τὰ φθοροποιὰ τῆς φυσικῆς ἡμῶν δυνάμεως μαθόντες, προφυλάττωνται μὲν ταῦτα ἀντιθέτοις δυνάμεσιν, ἐπισυμβὰν δέ που τοῖς σώμασι, διὰ τῆς ἐπιστήμης ἀνέλωσι.
805 Τριῶν οὗν, κατὰ τὸν τρίτον τῆς εὐνουχίας τρόπον, ὁδῶν ἃς ὁ Κύριος ἡμῶν ὑπέδειξεν ἐπὶ παρθενίαν ἡμᾶς ἀγουσῶν, δι’ ἧς βούλεται, φησὶν, ὁ δυνάμενος χωρεῖν χωρείτω. Ἀποδεκτὴ μὲν γὰρ καὶ ἡ διὰ μιᾶς τῶν δύο ταύτην ὁδεύουσα· μακαριωτέρα δὲ ἡ διὰ τῆς κρείττονος τρέχουσα. Πᾶσαι δὲ αἱ δι’ ἧς δήποτε ὁδοῦ ἐπὶ ταύτην ἐλαύνουσαι, τοῦ ἀμώμου ἴσως ἐν τῇ ὁδῷ προνοείτωσαν, ἵνα πάσης κηλῖδος καθαρὰν τὴν νύμφην τῷ νυμφίῳ ἁρμόσασαι, τῶν παρ’ αὐτοῦ χαρίτων ἐνδοξότερον κατ’ οὐρανὸν ἀπολαύσωσι. 67. Ταῦτά σοι, ὦ ἱερὰ κεφαλὴ, εἰς κατανόησιν τοῦ ὄντως ἐν παρθενίᾳ κάλλους, ὡς ὁ καιρὸς ἐνεδίδου, ὑπέγραψα, οὐκ ἀπὸ τῶν θείων μόνον, ἀλλὰ, κατὰ τὸν σοφώτατον Παῦλον, αἰχμαλωτίζειν ἡμᾶς πᾶν νόημα βουλόμενον εἰς ὑπακοὴν τοῦ Χριστοῦ, καὶ ἀπὸ τῶν ἔξωθεν, πάντα τὸν Χριστοῦ μαθητὴν πρὸς ἐγκράτειαν δυσωπεῖσθαι βουλόμενος. Καὶ τῶν Ἑλλήνων γὰρ οἱ σοφοὶ τό τε πολυειδὲς τῆς ἡδονῆς καὶ τὴν πρὸς τοῦτο μάχην ἡμῖν διὰ μυθικοῦ πλάσματος αἰνιττόμενοι, ὕδραν, τὴν γενικὴν ἐν τῷ σώματι ἡδονὴν, ἕρπον τι πολύμορφον, ἐν ἕλει φωλεῦον φυσιολογοῦντες ἀνέπλασαν. Καὶ ταύτης τὴν μὲν ἁπλῶς τεμνομένην κεφαλὴν τριπλασίονας ἀντὶ τῆς μιᾶς ἐκφύειν παρέδοσαν· τὴν δὲ καυτῆρι τεμνομένην ἀναιρεῖσθαι καθάπαξ φιλοσόφως ὑπέδειξαν. Ὅτι τῆς καθ’ ὅλου ἡδονῆς, ἐν μὲν τῇ τῆς σαρκὸς ὑλικῇ φύσει, ὥσπερ ἐν ἕλει δεινοῦ τινος ἑρπετοῦ ἀεὶ φωλευούσης, δι’ ἑκάστης δὲ αἰσθήσεως, καθάπερ τινὰ μίαν κεφαλὴν ἐκ βάθους, τὴν ἰδικὴν διά τε ὄψεως καὶ γεύσεως καὶ τῶν λοιπῶν πολυμόρφως ἡδονὴν ἀνισχούσης, ἐὰν ἐν ἀπολαύσει τε καὶ κόρῳ, φασὶ, τοῦ καθ’ ἑαυτὴν ἡδέος ἑκάστην κεφαλὴν ἐθελήσωμεν τέμνειν, οὐ μᾶλλον τὴν φανεῖσαν τεμοῦμεν, ἢ πλείονας ἀντὶ τῆς μιᾶς τούτῳ τῆς τομῆς τῷ τρόπῳ βλαστῆσαι ποιήσομεν. Ἐὰν δὲ, καθάπερ καυτῆρι. τῇ ἐγκρατείᾳ τὴν ἀναφανεῖσαν ἐκτέμωμεν, ἀβλάστητον αὐτὴν εἰς ἅπαξ σοφῶς ἀναιρήσομεν. Ὁ μὲν γὰρ τὴν ἐν τῇ γεύσει, φασὶν, ἡδονὴν, φέρε, τῷ παρασχεῖν τὸ κατ’ αὐτὴν ἡδὺ, κόρῳ ἀνελεῖν βουληθεὶς, οὐ μᾶλλον ταύτην ἀνεῖλεν, ἢ διὰ τῆς ἀπολαύσεως ἀκολαστοτέραν πρὸς τὸ ἐπιθυμούμενον ἀεὶ παρεσκεύασεν. Ὁ δὲ τῷ μὴ δοῦναι τὸ ἧδον, ὥσπερ πυρὶ τῇ ἐγκρατείᾳ ταύτην κολάσας, ὡς ἂν μὴ τυγχάνουσαν ὧν ποθεῖ ἀνενέργητόν τε καὶ τετηγμένην καθάπαξ ὑπέδειξε. Καὶ περιττὸς, φασὶ, μᾶλλον δὲ ἀδικῶν εἰς ἄσκησιν ἐκεῖνος ὁ λόγος ὁ καθάπαξ ἀποφαινόμενος· ὅτι τὸ ἕτοιμον εἰς ἐξουσίαν, ἀργὸν εἰς ἐπιθυμίαν. Ἀργεῖ μὲν γὰρ ἡ ἐν τῇ γεύσει, φέρε εἰπεῖν, ἡδονὴ πρὸς ἐκεῖνο οὖ τὴν ἐξουσίαν τῆς ἀπολαύσεως ἔχει, ἐξουσιάζειν δὲ ἀκρατῶς ὧν βούλεται ἀπολαύειν ἀεὶ διδαχθεῖσα, ἀκόρεστος εἰς ἐξουσίαν πρὸς πᾶν τὸ ἐπιθυμηθὲν πολυμόρφως ἐξάγεται.
808 Διό φασιν οὐχ οὕτω τέμνειν ἑκάστην τῆς ἡδονῆς κεφαλὴν, ἀλλὰ τῷ μὴ χαρίζεσθαι τὸ ἧδον διὰ καρτερίας προσήκει. 68. Ὁ δὲ θεῖος λόγος τὸν ὑπὲρ ἱερωσύνης μόσχον παρὰ τῷ σοφωτάτῳ Μωϋσῇ σφαγιάζων, διὰ τῶν ὁλοκαυτουμένων μελῶν τὸν τῆς ἀσκήσεως τρόπον φυσικῶς ὑπεδείκνυε· τοῦ μὲν ἥπατος τὸν λοβὸν, καὶ οὐχ ὅλον τὸ ἧπαρ, καὶ τῆς κοιλίας τὸ καλύπτον ταύτην στέαρ, καὶ οὐκ αὐτὴν τὴν κοιλίαν· τῶν δὲ νεφρῶν οὐ τὸ στέαρ μόνον, ἀλλὰ καὶ αὐτοὺς σὺν τῷ στέατι τοὺς νεφροὺς ὁλοκαυτοῦσθαι προστάσσων. Ὅτι τοῦ μὲν ἥπατος ὀργάνου ἐπιθυμίας ὑπάρχοντος (καθ’ ὃ καὶ περὶ τοῦ κακῶς πρὸς ἐπιθυμίαν βληθέντος ἂν εἴρηται, ὅτι Ἔσῃ ὡς ἔλαφος τοξεύματι πεπληγὼς εἰς τὸ ἧπαρ ), καθάπερ λοβὸν, τὴν ἰδικὴν πρὸς ἁμαρτίαν ἐπιθυμίαν μόνην, ἐν ᾗ καὶ ἡ χολὴ εὑρίσκεται, ὁλοκαυτοῦν, τὴν δὲ λοιπὴν καθαρὰν χολῆς καὶ μοχθηρᾶς ἐπιθυμίας εἰς τὴν τῶν καλῶν ἐπιθυμίαν τηρεῖν κατὰ φύσιν προσήκει, τῆς δὲ κοιλίας τὸ περιττὸν ὅθεν πρὸς ἀλογίαν πιαινόμεθα ἀφαιροῦντας, τὸ ἀναγκαῖον μόνον φυλάττειν· ἐπὶ δὲ τῶν νεφρῶν, οὐ τὸ στέαρ μόνον πολὺ πλῆθος εἰς ἀκολασίαν ἐξαφρίζον γονῆς, ἀλλὰ καὶ αὐτοὺς τοὺς νεφροὺς καθαγιάζειν· φυσικώτατα, φημὶ, περί τε τοῦ ἀναγκαίου πρὸς ζωὴν, καὶ τοῦ φιλοκάλου πρὸς ἐπιθυμίαν, καὶ τοῦ πρὸς σωφροσύνην καθαροῦ αἰνιξάμενος. Ἐπειδὴ γὰρ ἀδύνατον χωρὶς τροφῆς ἐν σώματι ζῇν, τὸ ὄργανον τῆς τροφῆς, τὴν κοιλίαν, φημὶ, γυμνὴν ἄνευ πάσης γαστριμαργίας καταλιπὼν, τὸ ἐπικαλύπτον στέαρ αὐτὴν καλῶς ἀφαιρεῖται. Πάλιν δὲ ἐπειδὴ ἀμήχανόν τι τῶν καλῶν ἡμᾶς ἔχειν, μὴ ἐπιθυμίας δύναμιν φυσικὴν πρὸς αὐτὸ κεκτημένους, τὸ μὲν φαῦλον εἶδος, φημὶ, τῆς ἐπιθυμίας, καθάπερ λοβὸν μετὰ τῆς χολῆς ἀποτέμνει, τὸ δὲ καλὸν γένος τῆς πρὸς τὰς ἀρετὰς ἐπιθυμίας καθαρὸν ἀπολείπει. Ἐπὶ δὲ τῶν νεφρῶν, ἐπεὶ οὔτε πρὸς ζωὴν ὡς ἡ κοιλία, οὕτε πρὸς ἐπιθυμίαν ἀναγκαῖοι ὁρῶνται, τὴν μερικὴν πρὸς τὰς συνουσίας μόνην ἐπιθυμίαν ὑποδεξάμενοι, οὐ τὸ στέαρ, φημὶ, μόνον τούτων, ἀλλὰ καὶ αὐτοὺς πυρὶ παραδίδωσιν, ὅτι δυνατὸν ἄνευ νεφρῶν, τουτέστιν ἄνευ γάμων, ζῇν τε καὶ τὸν παρθενίας βίον ἰσάγγελον ἐντεῦθεν ἤδη διὰ βίου ἀσκεῖν. Ἐξ ὧν ἁπάντων ἐν πάσῃ σοφίᾳ παιδευομένους προσήκει πρός τε τὴν ὅλην ἡδονὴν, ὥσπερ πρὸς τὴν πολυκέφαλον ὕδραν, ἱσταμένους σοφῶς, οὐ σχήματι τοῦ ἐκτέμνειν τὰς διὰ τῶν αἰσθήσεων ἐκκυπτούσας ἀεὶ κεφαλὰς, πρὸς τὴν τῶν πλειόνων βλάστην ἀεὶ αὐτὰς ἐρεθίζειν· ἀλλὰ τῇ καρτερίᾳ καὶ ἐπιτεταμένῃ ἐγκρατείᾳ στεῤῥῶς ἐπικαίειν· τά τε σώματα ἡμῶν θυσίαν ἁγίαν εὐάρεστον τῷ Θεῷ, καθάπερ μόσχον ὑπὲρ ἱερωσύνης, προσφέροντας, ὅπου μὲν τὴν μοχθηρὰν ἐπιθυμίαν, ὥσπερ λοβόν· ὅπου δὲ τὸ περιττὸν τῆς τροφῆς, ὡς στέαρ τὴν κοιλίαν καλύπτον· ὅπου δὲ ὅλην ὁμοῦ τὴν πρὸς γαμικὰς μίξεις ἐπιθυμίαν, ὥσπερ νεφροὺς μετὰ τοῦ χορηγοῦντος τούτοις τὰ σπέρματα στέατος, τῷ θείῳ τῆς ἐγκρατείας πυρὶ ἀναλίσκειν· ἵνα κατὰ τὸν προτεθέντα τῆς παρθενίας σκοπὸν, πάσης μὲν φαύλης ἐπιθυμίας, πάσης δὲ ἡδονῆς ἀσκητικῶς κρείττονες ἐποφθέντες, τοῦ προκειμένου ἐπὶ τοῖς ἄθλοις βραβείου καὶ τοῦ τῆς ἀφθαρσίας στεφάνου ἄξιοι εὑρεθῶμεν, διὰ Ἰησοῦ Χριστοῦ, δι’ οὗ ἡ δόξα καὶ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας.
809 Ἀμήν.