ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΙΔΙΩΝ ΒΙΒΛΙΩΝ.
Ἔργῳ φανερὰ γέγονεν ἡ συμβουλή σου, κράτιστε Βάσσε, περὶ τῆς γραφῆς τῶν ὑπʼ ἐμοῦ γεγονότων βιβλίων. ἐν γάρ τοι τῷ Σανδαλαρίῳ, καθʼ ὃ δὴ πλεῖστα τῶν ἐν Ῥώμῃ βιβλιοπωλείων ἐστίν, ἐθεασάμεθά τινας ἀμφισβητοῦντας, εἴτʼ ἐμὸν εἴη τὸ πιπρασκόμενον αὐτὸ βιβλίον εἴτʼ ἄλλου τινός· ἐπεγέγραπτο γὰρ «Γαληνὸς ἰατρός». ὠνουμένου δέ τινος ὡς ἐμὸν ὑπὸ τοῦ ξένου τῆς ἐπιγραφῆς κινηθείς τις ἀνὴρ τῶν φιλολόγων ἐβουλήθη γνῶναι τὴν ἐπαγγελίαν αὐτοῦ· καὶ δύο τοὺς πρώτους στίχους ἀναγνοὺς εὐθέως ἀπέρριψε τὸ γράμμα, τοῦτο μόνον ἐπιφθεγξάμενος, ὡς οὐκ ἔστιν ἡ λέξις αὕτη Γαληνοῦ καὶ ψευδῶς ἐπιγέγραπται τουτὶ τὸ βιβλίον. ὁ μὲν οὖν τοῦτʼ εἰπὼν ἐπεπαίδευτο τὴν πρώτην παιδείαν, ἣν οἱ παρʼ Ἕλλησι παῖδες ἐξ ἀρχῆς ἐπαιδεύοντο παρά τε γραμματικοῖς καὶ ῥήτορσιν· οἱ πολλοὶ δὲ τῶν νῦν ἰατρικὴν ἢ φιλοσοφίαν μετιόντων οὐδʼ ἀναγνῶναι καλῶς δυνάμενοι φοιτῶσι παρὰ τοὺς διδάξοντας τά τε μέγιστα καὶ κάλλιστα τῶν ἐν ἀνθρώποις, τὰ θεωρήματα, ἃ φιλοσοφία τε καὶ ἰατρικὴ διδάσκουσιν. ἦρκτο μὲν οὖν ἡ τοιαύτη ῥᾳδιουργία πρὸ πολλῶν ἐτῶν, ἡνίκʼ ἔτι μειράκιον ἦν ἐγώ, οὐ μὴν εἰς τοσοῦτόν γʼ, εἰς ὅσον νῦν ηὔξηται, προεληλύθει τὸ κατʼ ἐκεῖνον τὸν χρόνον. διά τʼ οὖν αὐτὸ τοῦτο καὶ διότι πολυειδῶς ἐλωβήσαντο πολλοὶ τοῖς ἐμοῖς βιβλίοις, ἄλλοι κατʼ ἄλλα τῶν ἐθνῶν ἀναγιγνώσκοντες ὡς ἴδια μετὰ τοῦ τὰ μὲν ἀφαιρεῖν, τὰ δὲ προστιθέναι, τὰ δʼ ὑπαλλάττειν, ἄμεινον ἡγοῦμαι δηλῶσαι πρῶτον αὐτοῦ τοῦ λελωβῆσθαι τὴν αἰτίαν, εἶτα περὶ τῶν ὄντως ὑπʼ ἐμοῦ γεγραμμένων ἥτις γε καθʼ ἕκαστον αὐτῶν ἐστιν ἡ ἐπαγγελία. τοῦ μὲν δὴ πολλοὺς ἀναγιγνώσκειν ὡς ἴδια τὰ ἐμὰ τὴν αἰτίαν αὐτὸς οἶσθα, κράτιστε Βάσσε· φίλοις γὰρ ἢ μαθηταῖς ἐδίδοτο χωρὶς ἐπιγραφῆς ὡς ἂν οὐδὲν πρὸς ἔκδοσιν ἀλλʼ αὐτοῖς ἐκείνοις γεγονότα δεηθεῖσιν ὧν ἤκουσαν ἔχειν ὑπομνήματα. τινῶν μὲν οὖν ἀποθανόντων οἱ μετʼ ἐκείνους ἔχοντες ἀρεσθέντες αὐτοῖς ἀνεγίγνωσκον ὡς ἴδια … παρὰ τῶν ἐχόντων κοινωνησάντων αὐτοῖς εἰς τὴν ἑαυτῶν πατρίδα πορευθέντες ὑποδιατρίψαντες ἄλλος ἄλλως κατʼ αὐτὰ τὰς ἐπιδείξεις ἐποιοῦντο. φωραθέντων δʼ ἁπάντων τῷ χρόνῳ πολλοὶ τῶν αὖθις κτησαμένων ἐπεγράψαντʼ ἐμοῦ τοὔνομα καὶ διαφωνοῦντα τοῖς παρʼ ἄλλοις οὖσιν εὑρόντες ἐκόμισαν πρός με παρακαλέσαντες ἐπανορθώσασθαι. γεγραμμένων οὖν, ὡς ἔφην, οὐ πρὸς ἔκδοσιν αὐτῶν ἀλλὰ κατὰ τὴν τῶν δεηθέντων ἕξιν τε καὶ χρείαν εἰκὸς δήπου τὰ μὲν ἐκτετάσθαι, τὰ δὲ συνεστάλθαι καὶ τὴν ἑρμηνείαν αὐτήν τε τῶν θεωρημάτων τὴν διδασκαλίαν ἢ τελείαν ὑπάρχειν ἢ ἐλλιπῆ. τὰ γοῦν τοῖς εἰρημένοις γεγραμμένα πρόδηλον δήπου μήτε τὸ τέλειον τῆς διδασκαλίας ἔχειν μήτε τὸ διηκριβωμένον, ὡς ἂν οὔτε δεομένων αὐτῶν οὔτε δυναμένων ἀκριβῶς μανθάνειν πάντα, πρὶν ἕξιν τινὰ σχεῖν ἐν τοῖς ἀναγκαίοις. ὑποτυπώσεις γοῦν ἐπέγραψαν ἔνιοι τῶν πρὸ ἐμοῦ τὰ τοιαῦτα βιβλία, καθάπερ τινὲς ὑπογραφάς, ἕτεροι δʼ εἰσαγωγὰς ἢ συνόψεις ἢ ὑφηγήσεις· ἐγὼ δʼ ἁπλῶς δοὺς τοῖς μαθηταῖς οὐδὲν ἐπέγραψα καὶ διὰ τοῦθʼ ὕστερον εἰς πολλοὺς ἀφικομένων ἄλλος ἄλλην ἐπιγραφὴν ἐποιήσατο. τὰ δʼ οὖν εἰς ἐμὲ κομισθέντα πρός τινων ἐπανορθώσεως ἕνεκεν ἠξίωσα «τοῖς εἰσαγομένοις» ἐπιγεγράφθαι· περὶ πρώτων οὖν τούτων ποιήσομαι τὸν λόγον.
Περὶ τῶν γεγονότων ὑπομνημάτων ἐν Ῥώμῃ κατὰ τὴν πρώτην ἐπιδημίαν.
Ἐγὼ μὲν οὖν οὐδʼ εἶχον ἁπάντων αὐτῶν ἀντίγραφα μειρακίοις ὑπαγορευθέντων ἀρχομένοις μανθάνειν ἢ καί τισι φίλοις ἀξιώσασι δοθέντων· ὕστερον δʼ ὁπότε τὸ δεύτερον ἧκον εἰς Ῥώμην, κομισθέντων, ὡς εἴρηται, πρός με διορθώσεως ἕνεκεν, ἐκτησάμην τε καὶ τὴν ἐπιγραφὴν … «περὶ αἱρέσεων τοῖς εἰσαγομένοις», ὃ πρῶτον ἂν εἴη πάντων ἀναγνωστέον τοῖς μαθησομένοις τὴν ἰατρικὴν τέχνην· ἐν αὐτῷ γὰρ αἱ κατὰ γένος ἀλλήλων αἱρέσεις διαφέρουσαι διδάσκονται· κατὰ γένος δʼ εἶπον, ἐπειδὴ καὶ διαφοραί τινες ἐν αὐταῖς εἰσι, καθʼ ἃς ὕστερον οἱ εἰσαχθέντες ἐπεκδιδάσκονται. τὰ δὲ τῶν τριῶν αἱρέσεων ὀνόματα σχεδὸν ἅπαντες ἤδη γιγνώσκουσιν· ὅσα τοίνυν ἐστὶν ἑκάστης ἴδια ἢ καθʼ ἃ διαφέρουσιν ἀλλήλων, ἐν ἐκείνῳ τῷ βιβλίῳ γέγραπται. τοῖς δʼ εἰσαγομένοις ὑπηγορεύθη τὸ περὶ τῶν ὀστῶν καὶ τὸ περὶ τῶν σφυγμῶν, ἐδόθη δὲ καὶ φίλῳ Πλατωνικῷ κατὰ τὴν ἐπιδημίαν ταύτην εἰσαγωγικὰ δύο βιβλία, τὸ μὲν φλεβῶν καὶ ἀρτηριῶν, τὸ δὲ νεύρων ἔχον ἀνατομήν, καὶ ἑτέρῳ τινὶ τῆς ἐμπειρικῆς ἀγωγῆς ὑποτύπωσις· ὧν οὐδὲν ἔχων ἐγὼ παρὰ τῶν ἐχόντων ἔλαβον, ἡνίκα τὸ δεύ τερον ἧκον εἰς Ῥώμην. ἄλλων δέ τινων τότε γραφέντων φίλοις ἔμεινεν ἀντίγραφα παρʼ ἐμοὶ διὰ τὸ τελέως ἐξειργάσθαι· ὧν ἐστι καὶ τὰ περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων δύο καὶ τὰ περὶ φωνῆς τέτταρα, προσφωνηθέντα τινὶ τῶν ὑπατικῶν ἀνδρῶν, Βοηθῷ τοὔνομα, κατὰ τὴν Ἀριστοτέλους αἵρεσιν φιλοσοφοῦντι. τούτῳ καὶ τὰ περὶ τῆς Ἱπποκράτους ἀνατομῆς καὶ μετὰ ταῦτα τὰ περὶ τῆς Ἐρασιστράτου προσπεφώνηται φιλοτιμότερον γεγραμμένα διὰ Μαρτιάλιον, οὗ δύο βιβλία διασῴζεται τῶν ἀνατομικῶν ἔτι καὶ νῦν ὄντα παρὰ πολλοῖς, ἃ κατʼ ἐκεῖνον τὸν χρόνον εὐδοκίμει μεγάλως. βάσκανος δὲ καὶ φιλόνεικος ἱκανῶς ἦν ὁ ἀνὴρ οὗτος καίτοι πλείω γεγονὼς ἔτη τῶν ἑβδομήκοντα. πυθόμενος οὖν εἰς ἀνατομικὸν πρόβλημα τούς τε λόγους καὶ τὰ διδαχθέντα μοι δημοσίᾳ πρὸς ἁπάντων τῶν ἀκολουθησάντων ἐπῃνῆσθαι μεγάλως ἤρετό τινα τῶν ἐμῶν φίλων, ἀπὸ ποίας εἴην αἱρέσεως. ἀκούσας δʼ ὅτι δούλους ὀνομάζω τοὺς ἑαυτοὺς ἀναγορεύσαντας Ἱπποκρατείους ἢ Πραξαγορείους ἢ ὅλως ἀπό τινος ἀνδρός, ἐκλέγοιμι δὲ τὰ παρʼ ἑκάστοις καλά, δεύτερον ἤρετο, τίνα μάλιστα τῶν παλαιῶν ἐπαινοῖμι … θαυμάσιον δὲ τὸν Ἐρασίστρατον ἀποφαίνει τά τʼ ἄλλα τῆς τέχνης καὶ ταῦτα. διʼ ἐκεῖνον οὖν ἔγραψα φιλοτιμότερον τὰ περὶ τῆς Ἱπποκράτους ἀνατομῆς ἓξ βιβλία καὶ τὰ περὶ τῆς Ἐρασιστράτου τρία. καὶ λέγων γέ ποτʼ εἰς τὰ τῶν ἰατρῶν τῶν παλαιῶν βιβλία δημοσίᾳ προβληθέντος μοι τοῦ περὶ αἵματος ἀναγωγῆς Ἐρασιστράτου καὶ γραφείου καταπαγέντος εἰς αὐτὸ κατὰ τὸ ἔθος, εἶτα δειχθέντος ἐπʼ ἐκεῖνο τὸ μέρος τοῦ βιβλίου, καθʼ ὃ τὴν φλεβοτομίαν παραιτεῖται, πλείω πρὸς αὐτὸν εἶπον, ὅπως λυπήσαιμι τὸν Μαρτιάλιον Ἐρασιστράτειον εἶναι προσποιούμενον. ἐπεὶ δʼ ἱκανῶς ὁ λόγος ηὐδοκίμησεν, ἐδεήθη μού τις φίλος ἐπαχθῶς ἔχων πρὸς αὐτὸν ὑπαγορεῦσαι τὰ ῥηθέντα τῷ πεμφθησομένῳ παρʼ αὐτοῦ πρός με διὰ σημείων εἰς τάχος ἠσκημένῳ γράφειν, ὅπως, ἂν ἐξορμήσῃ τῆς πόλεως οἴκαδε, δύναιτο λέγειν αὐτὰ πρὸς τὸν Μαρτιάλιον ἐν ταῖς τῶν νοσούντων ἐπισκέψεσιν. ἔπειτʼ οὐκ οἶδʼ ὅπως, ὅτε τὸ δεύτερον ἧκον εἰς Ῥώμην ὑπὸ τῶν αὐτοκρατόρων μετακλη θείς, ὁ μὲν λαβὼν ἐτεθνήκει, τὸ βιβλίον δʼ εἶχον οὐκ ὀλίγοι κατὰ τὴν ἐν τῷ τότε καιρῷ φιλοτιμίαν συγκείμενον, ἡνίκʼ ἤλεγχον δημοσίᾳ· καὶ γὰρ δὴ καὶ νέος ὢν ἔτι τοῦτʼ ἔπραξα τέταρτον ἔτος ἄγων καὶ τριακοστόν. ἐξ ἐκείνου δʼ ὥρισα μήτε διδάσκειν ἔτι δημοσίᾳ μήτʼ ἐπιδείκνυσθαι προσδεξαμένης με τῆς κατὰ τοὺς θεραπευομένους εὐτυχίας μείζονος εὐχῆς· εἰδὼς γὰρ τοὺς ἀντιτέχνους, ὅταν ἐπαινῆταί τις ἰατρός, ὡς φθονοῦσιν αὐτὸν λογίατρον ἀποκαλοῦντες, ἀπορράψαι τὴν βάσκανον γλῶτταν αὐτῶν ἐβουλήθην οὔτʼ ἐπὶ τῶν θεραπευομένων φθεγγόμενός τι περαιτέρω τῶν ἀναγκαίων οὔτε διδάσκων ἐν πλήθει, καθάπερ ἔμπροσθεν, οὔτʼ ἐπιδεικνύμενος ἀλλὰ διὰ τῶν ἔργων τῆς τέχνης μόνων ἐνδεικνύμενος ἣν εἶχον ἕξιν ἐν τοῖς θεωρήμασιν αὐτῆς. ἔτεσι δὲ τρισὶν ἄλλοις ἐν Ῥώμῃ διατρίψας ἀρξαμένου τοῦ μεγάλου λοιμοῦ παραχρῆμα τῆς πόλεως ἐξῆλθον ἐπειγόμενος εἰς τὴν πατρίδα μηδενὶ … ἐν τῷ χρόνῳ τούτῳ περὶ μὲν τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἓξ βιβλία συνέγραψα προτρεψαμένου με τοῦ Βοηθοῦ, περὶ δὲ μορίων χρείας ἓν τὸ πρῶτον, ἃ λαβὼν ὁ Βοηθὸς ἐξῆλθε τῆς πόλεως ἐμοῦ πρότερος, ἄρξων τῆς Παλαιστίνης Συρίας, ἐν ᾗ καὶ ἀπέθανεν. καὶ διὰ τοῦτο μετὰ πολὺν χρόνον ἑκατέραν τὴν πραγματείαν συνετέλεσα προσγενομένων μοι κωλυμάτων μετὰ τὴν εἰς οἶκον ἐπάνοδον, ὧν ἐφεξῆς μνημονεύσω.
Τίνα μοι μετὰ τὴν ἐκ Ῥώμης ἐπάνοδον οἴκαδε παραγενομένῳ βιβλία παρά τινων ἐδόθη τῶν ὑπʼ ἐμοῦ γεγραμμένων.
Ἐπανῆλθον μὲν οὖν ἐκ Ῥώμης εἰς τὴν πατρίδα πεπληρωμένων μοι τῶν ἐκ γενετῆς ἐτῶν ἑπτὰ καὶ τριάκοντα, τρία δέ μοι βιβλία παρά τινων ἐδόθη γεγραμμένα, πρὶν εἰς Σμύρναν ἐκ Περγάμου μεταβῆναι Πέλοπός τε τοῦ ἰατροῦ καὶ Ἀλβίνου τοῦ Πλατωνικοῦ χάριν· ἦν δὲ τὸ μέν τι μήτρας ἀνατομή, μικρὸν βιβλίδιον, τὸ δέ τι τῶν ἐν ὀφθαλμοῖς παθῶν διάγνωσις, μικρὸν καὶ αὐτό, τρίτον δʼ ἀξιόλογον τῷ μεγέθει περὶ τῆς ἰατρικῆς ἐμπειρίας. ἐδόθη δὲ τὸ μὲν πρῶτον εἰρημένον μαίᾳ τινί, τὸ δὲ δεύτερον ὀφθαλμοὺς θεραπεύοντι νεανίσκῳ· τὸ δὲ τρίτον, ἡνίκα Πέλοψ μετὰ Φιλίππου τοῦ ἐμπειρικοῦ διελέχθη δυοῖν ἡμερῶν, τοῦ μὲν Πέλοπος, ὡς μὴ δυναμένης τῆς ἰατρικῆς διʼ ἐμπειρίας μόνης συστῆναι, τοῦ Φιλίππου δʼ ἐπιδεικνύντος δύνασθαι· τοὺς οὖν ὑφʼ ἑκατέρου λόγους ῥηθέντας εἰς τάξιν καταστήσας ἔγραψά τι γυμνάσιον ἐμαυτῷ καὶ τοῦτʼ οὐκ οἶδʼ ὅπως ἐξέπεσεν ἐμοῦ μηδὲν εἰδότος αὐτό. τρία δʼ ἄλλα περὶ θώρακος καὶ πνεύμονος κινήσεως, ἡνίκʼ ἐν Σμύρνῃ διέτριβον, ἔγραψα συμφοιτητῇ χαρισάμενος μέλλοντι μετὰ τὴν ἀποδημίαν εἰς τὴν πατρίδα πορεύεσθαι χάριν τοῦ μελετήσαντα κατʼ αὐτὰ ποιήσασθαί τινʼ ἐπίδειξιν ἀνατομικήν. ἀποθανόντος οὖν ἐν τῷ μεταξὺ τοῦ νεανίσκου τὰ βιβλία παρά τισιν ἦν, ὑπονοούμενα τῆς ἐμῆς ἕξεως εἶναι, καί τις ἠλέγχθη προοίμιόν τι τεθεικὼς αὐτοῖς εἶτʼ ἀναγιγνώσκων ὡς ἴδια. τούτων τῶν βιβλίων τῷ τρίτῳ κατὰ τὸ τέλος προσέγραψά τινα τῶν ὑπʼ ἐμοῦ προσεξευρισκομένων ἐπαγγελίαν ἔχοντα· τὰ γὰρ ἐν τοῖς τρισὶ γεγραμμένα Πέλοπος ἦν τοῦ διδασκάλου δόγματα, παρʼ ᾧ διατρίβων κατὰ Σμύρναν ἔγραψα ταῦτα … καθιδρύσας ἐμαυτὸν ἐν τῇ πατρίδι μετὰ τὴν ἐκ Ῥώμης ἐπάνοδον εἰχόμην τῶν συνήθων· ἀφίκετο δʼ εὐθέως ἐξ Ἀκυληίας τὰ παρὰ τῶν αὐτοκρατόρων γράμματα καλούντων με· προῄρηντο γὰρ αὐτοὶ χειμάσαντες ἐπὶ τοὺς Γερμανοὺς ἐξελαύνειν. ἐπορεύθην μὲν οὖν ἐξ ἀνάγκης, ἐλπίζων δὲ τεύξεσθαι παραιτήσεως· ἤκουον γὰρ εἶναι τὸν ἕτερον αὐτῶν, τὸν πρεσβύτερον, εὐγνώμονά τε καὶ μέτριον ἥμερόν τε καὶ πρᾷον, ὃς ἐκαλεῖτο μὲν ἐξ ἀρχῆς Βῆρος, ἐπεὶ δʼ Ἀντωνῖνος ὁ μετὰ τὸν Ἀδριανὸν ἄρξας διάδοχον αὐτὸν ἔθετο τῆς ἀρχῆς, τὸν μὲν ἔμπροσθεν ὀνομαζόμενον Λούκιον κοινωνὸν ἐποιήσατο καλέσας Βῆρον, ἑαυτὸν δὲ μετωνόμασεν Ἀντωνῖνον. ἐπιβάντος οὖν μου τῆς Ἀκυληίας κατέσκηψεν ὁ λοιμὸς ὡς οὔπω πρότερον, ὥστε τοὺς μὲν αὐτοκράτορας αὐτίκα φεύγειν εἰς Ῥώμην ἅμα στρατιώταις ὀλίγοις, ἡμᾶς δὲ τοὺς πολλοὺς μόλις ἐν χρόνῳ πολλῷ διασωθῆναι πλείστων ἀπολλυμένων οὐ μόνον διὰ τὸν λοιμὸν ἀλλὰ καὶ διὰ τὸ μέσου χειμῶνος εἶναι τὰ πραττόμενα. μεταστάντος δʼ ἐξ ἀνθρώπων τοῦ Λουκίου κατὰ τὴν ὁδὸν εἰς Ῥώμην αὐτοῦ κομίσας τὸ σῶμα τὴν ἀποθέωσιν Ἀντωνῖνος ἐποιήσατο καὶ μετὰ ταῦτα τῆς ἐπὶ τοὺς Γερμανοὺς στρατείας εἴχετο περὶ παντὸς ποιούμενος ἀπάγειν με, πεισθεὶς δʼ ἀφεῖναι λέγοντος ἀκούσας τἀναντία κελεύειν τὸν πάτριον θεὸν Ἀσκληπιόν, οὗ καὶ θεραπευτὴν ἀπέφαινον ἐμαυτόν, ἐξ ὅτου με θανατικὴν διάθεσιν ἀποστήματος ἔχοντα διέσῳσε, προσκυνήσας τὸν θεὸν καὶ περιμεῖναί με τὴν ἐπάνοδον αὐτοῦ κελεύσας—ἤλπιζε γὰρ ἐν τάχει κατορθώσειν τὸν πόλεμον—αὐτὸς μὲν ἐξῆλθε, καταλιπὼν δὲ τὸν υἱὸν Κόμμοδον, παιδίον ἔτʼ ὄντα κομιδῆ νέον, ἐνετείλατο τοῖς τρέφουσιν αὐτὸ πειρᾶσθαι μὲν ὑγιαῖνον φυλάττειν, εἰ δέ ποτε νοσήσειε, καλεῖν ἐπὶ τὴν θεραπείαν ἐμέ. κατὰ τοῦτον οὖν τὸν χρόνον συνελεξάμην τε καὶ εἰς ἕξιν ἤγαγον μόνιμον ἅ τε παρὰ τῶν διδασκάλων ἐμεμαθήκειν ἅ τʼ αὐτὸς εὑρήκειν, ἔτι τε ζητῶν ἔνια περὶ τὴν εὕρεσιν αὐτῶν ἔγραψα πολλὰ γυμνάζων ἐμαυτὸν ἐν πολλοῖς προβλήμασιν ἰατρικοῖς τε καὶ φιλοσόφοις, ὧν τὰ πλεῖστα διεφθάρη κατὰ τὴν μεγάλην πυρκαϊάν, ἐν ᾗ τὸ τῆς Εἰρήνης τέμενος ἅμα καὶ πολλοῖς ἄλλοις ἐκαύθη. καὶ χρονίσαντός γε κατὰ τὴν ἀποδημίαν παρὰ πᾶσαν ἐλπίδα τοῦ Ἀντωνίνου σύμπας ἐκεῖνος ὁ χρόνος ἀξιολογωτάτην τὴν ἄσκησίν μοι παρέσχεν, ὡς τήν τε περὶ χρείας μορίων πραγμα τείαν ἐν ἑπτὰ καὶ δέκα πληρῶσαι βιβλίοις προσθεῖναί τε τὰ λείποντα τῇ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων. ἔτι δὲ ζητῶν τινα τῶν ἀνατομικῶν θεωρημάτων, ἃ ἐδεδώκειν τῷ Βοηθῷ … περὶ χρείας μορίων ἐν τῷ δευτέρῳ δεδήλωται τοὺς κινοῦντας τὸ ἄρθρον ἑκάστου δακτύλου μῦς προσεξευρῆσθαί μοι ἅπαντας ἀγνοηθέντας ἄχρι πολλοῦ, καθάπερ ἅπασι τοῖς πρὸ ἐμοῦ. ἀνεβαλόμην δʼ ἐν ἐκείνῃ τῇ πραγματείᾳ καὶ περὶ τῆς κινήσεως τῶν ἄνω βλεφάρων ἐρεῖν εἰσαῦθις ἐπιδείξας ἐν αὐτῇ τοῦτο μόνον, ὡς αἱ λεγόμεναι πρός τινων οὐκ εἰσὶν ἀληθεῖς. ὁπότε δʼ ἐμαυτόν τʼ ἔπεισα καὶ τοὺς ἄλλους, οἷς ἔδειξα, καὶ ταύτην εὑρῆσθαί μοι καὶ τἆλλα, ὅσα κατὰ τὰς ἀνατομὰς ἢ κακῶς εἴρηται τοῖς ἔμπροσθεν ἢ ὅλως παραλέλειπται, τηνικαῦτʼ ἤδη καὶ τὰς ἀνατομικὰς ἐγχειρήσεις ἔγραψα. φθασάντων δὲ τῶν περὶ χρείας μορίων εἰς πολλοὺς ἀφῖχθαι σπουδαζομένων τε τοῖς ἰατροῖς σχεδὸν ἅπασιν, ὅσοι τὴν παλαιὰν ἰατρικὴν μετεχειρίζοντο, καὶ τῶν φιλοσόφων τοῖς ἀπʼ Ἀριστοτέλους, ἐπειδὴ κἀκείνῳ τοιαύτη τις ἐγεγόνει πραγματεία, τῶν βασκάνων τινὲς ὑπὸ φθόνου τὴν πόλιν ἐπλήρωσαν τῆς μοχθηρᾶς φήμης, ὡς ἕνεκα τοῦ δόξαι πάμπολυ τοὺς ἔμπροσθεν ὑπερβεβλῆσθαι πολλὰ τῶν οὐδʼ ὅλως φαινομένων ἐν ταῖς ἀνατομαῖς γράψαιμι· μὴ γὰρ ἂν ἅπαντας αὐτὰ λαθεῖν. ἐγὼ μὲν οὖν ἐγέλων τε καὶ κατεφρόνουν αὐτῶν· ἀγανακτοῦντες δʼ οἱ φίλοι παρεκάλουν με δημοσίᾳ δεῖξαι κατά τι τῶν μεγάλων ἀκουστηρίων τὴν ἀλήθειαν τῶν ὑπʼ ἐμοῦ γεγραμμένων ἀνατομικῶν θεωρημάτων. ἐπεὶ δʼ οὐκ ἐπειθόμην—ἤδη γὰρ οὕτως εἶχον, ὡς μὴ πεφροντικέναι τῆς δόξης—, οἰηθέντες οἱ βάσκανοι ἐξελεγχθῆναί με φοβούμενον, οὐ καταφρονοῦντα τῆς φλυαρίας αὐτῶν προσποιεῖσθαι μεγαλοφροσύνην, οὐδὲ τοῦ σκώπτειν ἀπείχοντο καθʼ ἑκάστην ἡμέραν εἰς τὸ τῆς Εἰρήνης τέμενος ἀφικνούμενοι, καθʼ ὅ τι καὶ πρὸ τοῦ καυθῆναι πᾶσιν ἦν ἔθος ἀθροίζεσθαι τοῖς τὰς λογικὰς τέχνας μεταχειριζομένοις. ἀναγκασθεὶς οὖν ὑπὸ τῶν φίλων δείξας δημοσίᾳ πολλαῖς ἡμέραις ἐμαυτὸν μὲν οὐδὲν ἐψευσμένον, ἠγνοηκότας δὲ πολλὰ τοὺς ἔμπροσθεν, ἔγραψα παρα κληθεὶς ὑπʼ αὐτῶν ὑπομνήματα τῶν δειχθέντων τε καὶ λεχθέντων, ἐπιγέγραπται δὲ ταῦτα «περὶ τῶν ἀγνοηθέντων τῷ Λύκῳ κατὰ τὰς ἀνατομάς» διὰ τήνδε τὴν αἰτίαν. ὁπότε προῆλθον ἐπιδείξων ἐμαυτὸν οὐδὲν ἐψευσμένον ἐν τοῖς ἀνατομικοῖς ὑπομνήμασιν, εἰς τὸ μέσον ἀνέθηκα τὰ τῶν ἀνατομικῶν ἁπάντων βιβλία τὴν ἐξουσίαν δοὺς ἑκάστῳ τῶν παρόντων ὃ βούλεται μόριον ἀνατμηθῆναι προβάλλειν ἐπαγγειλάμενος δείξειν, ὅσα διεφώνησαν τοῖς ἔμπροσθεν, ἀληθῶς ὑπʼ ἐμοῦ γεγραμμένα. προβληθέντος δὲ τοῦ θώρακος ἐμοῦ τε τὴν ἀρχὴν ἀπὸ τῶν παλαιοτάτων ποιουμένου προχειριζομένου τε τὰς βίβλους αὐτῶν ἠξίωσάν τινες τῶν ἀξιολόγων ἰατρῶν ἐν προεδρίᾳ καθεζόμενοι μὴ κατατρίβειν με τὸν χρόνον, ἀλλʼ ἐπειδὴ Λύκος ὁ Μακεδών, Κοΐντου μαθητὴς γεγονὼς ἀνδρὸς ἀνατομικωτάτου, τὰ μέχρι τῶν καθʼ ἑαυτὸν εὑρημένα πάντʼ ἔγραψεν, ἐάσαντα τοὺς ἄλλους μόνα τὰ πρὸς ἐκείνου γεγραμμένα τοῖς ἐμοῖς ἀντεξετάσαι· προσιέμενος οὖν αὐτῶν τὴν ἀξίωσιν οὕτως ἐπὶ πάντων τῶν καθʼ ἑκάστην ἡμέραν προβαλλομένων ἐποίησα. πάντα δὲ ταῦτα διὰ τοῦτʼ ἠναγκάσθην εἰπεῖν, ὅπως ἴδωσιν οἱ μέλλοντες ἀναγνώσεσθαί τι τῶν ἐμῶν, κατὰ τίνα τὴν ἡλικίαν ἕκαστον ἔγραψα καὶ κατὰ τίνα τὴν αἰτίαν· ἐκ τούτων γὰρ εἴσονται τά τʼ ἐλλιπῶς γεγραμμένα διορίζειν ἀπὸ τῶν τελέως ἐξειργασμένων τά τε κατὰ τὸν πρὸς τοὺς ἀλαζονευομένους ἔλεγχον ἀπὸ τῶν διδασκαλιῶν. ἐπισημανοῦμαι δὲ ταῦτα καὶ διὰ τῶν ἑξῆς, ἐάν που γένηται χρεία· νυνὶ δὲ τὰ διασῳζόμενα τῶν ὑπʼ ἐμοῦ γραφέντων δηλώσω τὴν ἀρχὴν ἀπὸ τῶν ἀνατομικῶν ποιησάμενος.
Περὶ τῶν κατὰ τὴν ἀνατομικὴν θεωρίαν.
Πρῶτον μὲν ἐν τούτοις τὸ περὶ τῶν ὀστῶν τοῖς εἰσαγομένοις γεγραμμένον, μετὰ τοῦτο δʼ ἔστιν ἄλλα τοῖς εἰσαγομένοις βιβλία, τὸ μὲν ἕτερον αὐτῶν φλεβῶν τε καὶ ἀρτηριῶν ἀνατομὴν περιέχον, τὸ δʼ ἕτερον νεύρων· ἔστι δέ τι καὶ ἄλλο ἐν συντόμῳ διδάσκον ἅπαντʼ ἀκριβῶς, ὅσα κατὰ τὰς ἀνατομικὰς ἐγχειρήσεις γέγραπται περὶ μυῶν. εἰ δέ τις βούλοιτο μετὰ τὴν τῶν ὀστῶν ἀνατομὴν ἐπὶ τὰς ἀνατομικὰς ἐγχειρήσεις εὐθέως ἔρχεσθαι, δυνατόν ἐστιν αὐτῷ παρελθεῖν τὰς τῶν ἀγγείων τε καὶ νεύρων ἀνατομάς, ὥσπερ γε καὶ τὴν τῶν μυῶν· ἅπαντα γὰρ τὰ τῆς ἀνατομῆς ἐν ταῖς ἐγχειρήσεσι γέγραπται. τὸ μὲν οὖν πρῶτον ἐν αὐταῖς περὶ τῶν κατὰ τὰς χεῖράς ἐστι μυῶν καὶ συνδέσμων, τὸ δὲ δεύτερον περὶ τῶν κατὰ τὰ σκέλη μυῶν καὶ συνδέσμων, τὸ δὲ τρίτον περὶ τῶν ἐν τοῖς κώλοις νεύρων καὶ ἀγγείων, τὸ δὲ τέταρτον περί τε τῶν τὰς γνάθους καὶ τὰ χείλη κινούντων μυῶν καὶ τὴν κάτω γένυν ἔτι τε τῶν τὴν κεφαλὴν καὶ τράχηλον καὶ ὠμοπλάτας, τὸ δὲ πέμπτον περὶ τῶν τοῦ θώρακος μυῶν καὶ τῶν κατʼ ἐπιγάστριον καὶ τῶν ψοῶν καὶ τῶν κατὰ ῥάχιν, τὸ δʼ ἕκτον περὶ τῶν τῆς τροφῆς ὀργάνων, ἅπερ ἐστὶν ἔντερα καὶ γαστὴρ ἧπάρ τε καὶ σπλὴν καὶ νεφροὶ καὶ κύστις ὅσα τʼ ἄλλα σὺν τούτοις· τὸ δʼ ἕβδομον καὶ ὄγδοον τῶν πνευματικῶν μορίων ἀνατομὴν περιέχει, τὸ μὲν ἕβδομον τῶν κατὰ τὴν καρδίαν καὶ τὸν πνεύμονα καὶ τὰς ἀρτηρίας τεθνεῶτός τε καὶ ζῶντος ἔτι τοῦ ζῴου, τὸ δʼ ὄγδοον τῶν καθʼ ὅλον τὸν θώρακα· τὸ δʼ ἔνατον ἐγκεφάλου τε καὶ νωτιαίου ἀνατομὴν ἔχει, τὸ δὲ δέκατον ὀφθαλμῶν καὶ γλώττης καὶ στομάχου καὶ τῶν τούτοις συνεχῶν, τὸ δʼ ἑνδέκατον τῶν κατὰ τὸν λάρυγγα καὶ τὸ καλούμενον ὐοειδὲς ὀστοῦν καὶ τῶν συνεχῶν αὐτοῖς ἔτι τε τῶν εἰς αὐτὰ παραγιγνομένων νεύρων· τὸ δὲ δωδέκατον ἀρτηριῶν καὶ φλεβῶν, τὸ δὲ τρισκαιδέκατον τῶν ἀπʼ ἐγκεφάλου νεύρων, τὸ δὲ τεσσαρεσκαιδέκατον τῶν ἀπὸ νωτιαίου, τὸ δὲ πεντεκαιδέκατον τῶν γεννητικῶν μορίων. τὰ μὲν οὖν ἀναγκαῖα τῆς ἀνατομικῆς θεωρίας ταῦτʼ ἐστίν, ἐπὶ δὲ τοῖς ἀναγκαίοις ἄλλα χρήσιμα καὶ ταυτὶ γέγραπται· τῶν Μαρίνου βιβλίων ἀνατομικῶν εἴκοσιν ὄντων ἐν τέτταρσιν ἡμετέροις ἐπιτομή, καθάπερ καὶ τῶν Λύκου πάντων ἐν δυοῖν· ὑπογράψω δʼ αὐτῶν ἑκάστου τὰ κεφάλαια. κατὰ τὴν πρώτην ἐπιτομὴν τῶν τοῦ Μαρίνου βιβλίων ἀνατομικῶν ἓξ τὰ πρῶτα περιέχεται· γράφει δʼ ἐν μὲν τῷ πρώτῳ τῶν ἓξ τὸ προοίμιον τῆς ὅλης θεωρίας, εἶτα περὶ δέρματος, εἶθʼ ἑξῆς περὶ τριχῶν, εἶτα περὶ ὀνύχων καὶ σαρκῶν καὶ πιμελῆς καὶ στέατος· ἐν δὲ τῷ δευτέρῳ περὶ ἀδένων καὶ ὑμένων καὶ ὑμενωδῶν χιτώνων περιτοναίου τε καὶ ὑπεζωκότος καὶ διαφράγματος· ἐν δὲ τῷ τρίτῳ περὶ τῶν λόγῳ θεωρητῶν ἀγγείων καὶ φλεβῶν καὶ ἀρτηριῶν ἀνατο μῆς καὶ εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχεται· κατὰ δὲ τὸ τέταρτον, τίς ἐνέργεια ἀρτηριῶν καὶ τίς χρεία καὶ πόθεν ἄρχονται, καὶ τἆλλα ζητούμενα περὶ αὐτῶν, εἶθʼ ἑξῆς περὶ οὐρητήρων, περὶ οὐρητικῶν πόρων καὶ οὐράχου καὶ σπερματικῶν ἀγγείων καὶ χολωδῶν ἀγγείων καὶ πόρων καὶ ἀδένων καὶ περὶ τοῦ ἀπὸ τῶν ἀδένων ἀγγείου καὶ περὶ βρόγχου καὶ περὶ τῶν κατὰ τοὺς μασθοὺς ἀγγείων, ἐν οἷς τὸ γάλα, καὶ περὶ τῶν ἐν τῷ σώματι κεχυμένων καὶ ἀγγείοις περιεχομένων καὶ τίνʼ ἐν τίσι περιέχεται τῶν ὑγρῶν καὶ τῶν κεχυμένων, καὶ περὶ τροφῆς· ἐν δὲ τῷ πέμπτῳ περὶ τῶν κακὰ τὴν κεφαλήν, τῶν τʼ ἄλλων καὶ τῶν ῥαφῶν καὶ μέντοι καὶ τῶν κατὰ τὸ πρόσωπον ῥαφῶν τε καὶ συμφύσεων καὶ πάντων τῶν τῆς κεφαλῆς ὀστῶν καὶ περὶ τῶν κατʼ αὐτήν τε καὶ τὸ πρόσωπον τρημάτων καὶ περὶ τῆς κάτω γνάθου καὶ τῶν κατʼ αὐτὴν τρημάτων καὶ εἰ ἔστι σύμφυτος ἑαυτῇ, περί τε τῶν ὀδόντων καὶ τοῦ προσκειμένου τῇ κεφαλῇ τοῦ βρόγχου ὀστοῦ καὶ τῶν συνεχῶν αὐτῷ τῶν κατὰ τὰ παρίσθμια τεταμένων· ἐν δὲ τῷ ἕκτῳ περί τʼ ὀσχέου γράφει καὶ ἱεροῦ ὀστοῦ καὶ ἰσχίου καὶ πλευροῦ καὶ στέρνων καὶ ὠμοπλατῶν καὶ ἀκρωμίων καὶ περὶ κλειδῶν καὶ βραχίονος καὶ πήχεως καὶ κερκίδος ὀστῶν τε τοῦ καρποῦ καὶ τῶν δακτύλων καὶ περὶ μηροῦ καὶ τῶν ἑκατέρωθεν τοῦ γόνατος χονδρωδῶν ὀστῶν. ἐν δὲ τῷ δευτέρῳ τῶν ἡμετέρων ὑπομνημάτων, ἐν οἷς ἡ τῆς ἀνατομικῆς Μαρίνου θεωρίας ἐστὶν ἐπιτομή, τὸ ἕβδομον καὶ ὄγδοον καὶ ἔνατον καὶ δέκατον περιέχεται τῶν Μαρίνου βιβλίων. κεφάλαια δὲ κατὰ μὲν τὸ ἕβδομόν ἐστι περὶ τῆς τοῦ κρανίου κοινωνίας πρός τε τὰς μήνιγγας καὶ τοὺς ἄλλους ὑμένας περί τε τῶν καθʼ ὅλον τὸ πρόσωπον νεύρων περί τε κροταφιτῶν μυῶν καὶ μασητήρων καὶ τῶν ἐπὶ τὰς γνάθους καὶ τὰ χείλη μυῶν ἀπὸ τῶν φατνίων καὶ τῶν κατὰ τὰς γνάθους μυῶν, εἶτα περὶ τῶν ἐντὸς τῆς κάτω γνάθου μυῶν τῶν τε περὶ αὐτὴν χωρίς, καὶ τῶν μυκτήρων καὶ τῶν περὶ τὰς ὑμενώδεις ἐκφύσεις καὶ τῶν κατὰ τὴν γλῶτταν, εἶτα περὶ γλώττης καὶ τῶν κατʼ αὐτὴν μυῶν ἔτι τε περὶ τῶν κατὰ τὸν ὀφθαλμὸν μυῶν. ἐν δὲ τῷ ὀγδόῳ τῶν τοῦ Μαρίνου βιβλίων κεφάλαια ταῦτʼ ἐστί· περὶ στόματος καὶ περὶ χειλῶν καὶ ὀδόντων καὶ οὔλων καὶ κίο νος καὶ φαρυγγέθρου ἐπιγλωττίδος τε καὶ παρισθμίων καὶ ἀντιάδων καὶ ῥινὸς καὶ μυκτήρων ὤτων τε καὶ τραχήλου καὶ τῶν κατʼ αὐτὸν μυῶν. ἐν δὲ τῷ ἐνάτῳ περὶ μυῶν τῶν κατά τε τὰς φρένας καὶ τὴν ῥάχιν καὶ τὰ μεσοπλεύρια καὶ τὸ ἐπιγάστριον ἔτι τε περὶ τῶν τοῦ βραχίονος καὶ τῆς ὠμοπλάτης πήχεώς τε καὶ χειρὸς ἄκρας, ἐν δὲ τῷ δεκάτῳ περὶ τῆς κνήμης καὶ τῶν περὶ αὐτὴν μυῶν καὶ περὶ σκελῶν καὶ τῶν κατʼ αὐτὰ μυῶν καὶ ἄρθρου τοῦ κατὰ γόνυ. ἡ δὲ τρίτη τῶν ἐπιτομῶν τὸ ἑνδέκατόν τε καὶ δωδέκατον καὶ τρισκαιδέκατον καὶ τεσσαρεσκαιδέκατον καὶ πεντεκαιδέκατον τῶν τοῦ Μαρίνου βιβλίων ἐστίν. ἔγραψε δὲ Μαρῖνος ἐν μὲν τῷ ἑνδεκάτῳ «εἰ φέρεταί τι ἀπὸ νώτων ὑγρὸν εἰς πνεύμονα κατὰ τὰς εἰσπνοὰς καὶ κατὰ τὰς ἐδωδὰς εἰς γαστέρα πνεύματα», δεύτερον δὲ περὶ στομάχου καὶ μετʼ αὐτὸν περὶ βρόγχου καὶ περὶ πνεύμονος καὶ καρδίας καὶ περικαρδίου θυμοῦ· κατὰ δὲ τὸ δωδέκατον τῆς ἑαυτοῦ πραγματείας ὁ Μαρῖνος ἔγραψε περὶ ἥπατος καὶ τῆς ἐν αὐτῷ χολῆς καὶ περὶ σπληνὸς καὶ κοιλίας καὶ μεσεντερίου· κατὰ δὲ τὸ τρισκαιδέκατον πρῶτον μὲν περὶ ἐντέρων, εἶτα περὶ νεφρῶν καὶ οὐρητῆρος καὶ κύστεως καὶ οὐράχου καὶ πόρου τοῦ οὐρητικοῦ καὶ μετὰ ταῦτα περὶ καυλοῦ ἄρρενος καὶ αἰδοίου τοῦ ἄρρενος καὶ θηλείας καὶ περὶ μήτρας καὶ τῶν κυουμένων καὶ περὶ τῶν ὄρχεων, οὓς διδύμους ὀνομάζει, καὶ μετʼ αὐτοὺς περὶ ἀδενοειδῶν· ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ τὴν ἀνατομὴν τῶν ἄνω τοῦ ἥπατος ἁπασῶν φλεβῶν ἐποιήσατο· κατὰ δὲ τὸ πεντεκαιδέκατον περί τε τῆς ἀπὸ καρδίας ἐφʼ ἧπαρ φερομένης φλεβὸς καὶ τῶν κάτω τοῦ διαφράγματος ἁπασῶν καὶ μετὰ ταῦτα περὶ τῶν καθʼ ὅλον τὸ ζῷον ἀρτηριῶν. ἡ δὲ τετάρτη τῶν ἐπιτομῶν καταγίγνεται περὶ τὰ λοιπὰ τοῦ Μαρίνου πέντε βιβλία μετὰ τὸ πεντεκαιδέκατον, τὸ ἑκκαιδέκατον ἄχρι τοῦ εἰκοστοῦ περιέχουσα. γέγραπται δʼ ἐν τῷ ἑκκαιδεκάτῳ τὰ περὶ τοῦ ἐγκεφάλου ζητούμενα καὶ φαινόμενα, οἷον εἰ σφυγμώδης ἐν αὐτῷ κίνησις καὶ εἰ ἀναπνέομεν εἰς αὐτόν, εἶθʼ ἑξῆς περὶ νωτιαίου καὶ μηνίγγων· ἐν δὲ τῷ ἑπτακαιδεκάτῳ περὶ κυριότητος ἐγκεφάλου τὸν λόγον ἐποιήσατο· κατὰ δὲ τὸ ὄγδοον καὶ δέκατον περὶ τῶν κατὰ προαίρεσιν ἐνεργειῶν καὶ περὶ τῆς κατὰ μέρος διαφορᾶς τῶν νεύρων καὶ πόθεν τινὰ ἐκπέφυκεν αὐτῶν· ἐν δὲ τῷ ἐνάτῳ καὶ δεκάτῳ περὶ τῶν ἀπʼ ἐγκεφάλου πεφυκότων νεύρων καὶ περὶ ὀσφρήσεως καὶ πόθεν ἄρχεται τὸ αἰσθητήριον αὐτῆς καὶ περὶ τῶν ἐπὶ τοὺς ὀφθαλμοὺς νεύρων, ἃ καλοῦσιν Ἡρόφιλός τε καὶ Εὔδημος πόρους, εἶτα …
περὶ τῆς τῶν νοσημάτων διαφορᾶς καὶ τὸ περὶ τῆς τῶν συμπτωμάτων· ἕπεται δὲ τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς τὸ τὰς αἰτίας τούτων διδάσκον ἓν βιβλίον, τῷ δὲ περὶ τῆς τῶν συμπτωμάτων διαφορᾶς τὰ περὶ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν τρία καὶ τούτοις τὰ περὶ τῶν πεπονθότων τόπων. τὸ δὲ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν ἐκ τῶν προηγουμένων τῆς θεραπευτικῆς πραγματείας ἐστὶ καὶ τὰ περὶ τῆς τῶν πυρετῶν διαφορᾶς τό τε περὶ πλήθους καὶ τὸ περὶ τῶν παρὰ φύσιν ὄγκων ἔτι τε τὸ περὶ τῶν προκαταρκτικῶν αἰτίων καὶ πρὸς τούτοις τὸ περὶ τῶν συνεκτικῶν καὶ τὸ περὶ τρόμου καὶ παλμοῦ καὶ ῥίγους καὶ σπασμοῦ καὶ τὸ ἐπιγεγραμμένον «τέχνη ἰατρική.»
Τὰ θεραπευτικά.
Τεσσαρεσκαίδεκά εἰσι μεθόδου θεραπευτικῆς δύο τε τῶν πρὸς Γλαύκωνα θεραπευτικῶν καὶ τρία περὶ φλεβοτομίας, τὸ μὲν πρῶτον πρὸς Ἐρασίστρατον, τὸ δὲ δεύτερον πρὸς τοὺς ἐν Ῥώμῃ Ἐρασιστρατείους, τρίτον δʼ ἐπʼ αὐτοῖς ἄλλο κατὰ τὴν ἡμετέραν γνώμην συγκείμενον θεραπευτικόν· ἔστι δὲ καὶ τὸ περὶ μαρασμοῦ τῶν θεραπευτικῶν. ἐδόθη δέ τινι φίλων βιβλίδιον μικρόν, οὗ νῦν εἰς πολλοὺς ἐκπεσόντος ἔλαβον ἀντίγραφον ἔχον ἐπιγραφὴν «ὑποθήκη παιδίῳ ἐπιλήπτῳ», τῆς θεραπευτικῆς πραγματείας. θείη δʼ ἄν τις αὐτῆς καὶ τὰ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων τρία καὶ τὸ περὶ τῆς λεπτυνούσης διαίτης καὶ τὸ περὶ εὐχυμίας καὶ κακοχυμίας. οὐδὲν δʼ ἧττον τῶν προειρημένων τῆς θεραπευτικῆς πραγματείας εἴη ἂν καὶ τὰ περὶ τῶν Ἐρασιστράτου θεραπευτικῶν λογισμῶν. τὸ δὲ περὶ τῆς Ἱπποκράτους διαίτης ἐπὶ τῶν ὀξέων νοσημάτων ταχθείη μὲν ἂν καὶ μετὰ τούτων, ταχθείη δʼ ἂν καὶ μετὰ τῶν εἰς τὰ Ἱπποκράτους γεγονότων ὑπομνημάτων, ἐν οἷς πάμπολλα περιέχεται θεραπευτικὰ θεωρήματα, καθάπερ γε καὶ διαγνωστικὰ καὶ προγνωστικά.
Ποῖα τῆς προγνωστικῆς θεωρίας βιβλία.
Πρῶτα μέν ἐστι τρία περὶ κρισίμων ἡμερῶν, δεύτερον δʼ ἐπʼ αὐτοῖς τρία περὶ κρίσεων, εἶθʼ ἡ περὶ τῶν σφυγμῶν πραγματεία, καθʼ ἣν πρῶτα μέν ἐστι τέτταρα περὶ τῆς διαφορᾶς αὐτῶν, δεύτερον δʼ ἄλλα τοσαῦτα περὶ τῆς διαγνώσεως, καὶ τρίτον πρὸς αὐτοῖς ἴσα τὸν ἀριθμὸν περὶ τῶν ἐν αὐτοῖς αἰτίων καὶ τέταρτον περὶ τῆς διʼ αὐτῶν προγνώσεως τέτταρα, ἑκκαίδεκα τὰ πάντα, καὶ χωρὶς αὐτῶν τὸ περὶ χρείας σφυγμῶν τοῖς εἰσαγομένοις γεγραμμένον. ἐν ᾧ τινες ἐζήτησαν, διὰ τί τῶν πυρεττόντων ὁ ἴδιος οὐκ εἴρηται σφυγμός· οἷς ἀπεκρινάμεθα μεῖζον ἢ κατὰ τοὺς εἰσαγομένους εἶναι τὸ σκέμμα μεγάλης ζητήσεως τετευχός. ἀλλὰ τό γε τοσοῦτον εἴρηται κατὰ τὴν ἀρχὴν τοῦ βιβλίου τούτου, δύο δόξας γεγονέναι τοῖς ἰατροῖς, τὴν μὲν ἑτέραν τῶν ἡγουμένων αἰσθάνεσθαι καὶ τῆς συστολῆς τῶν ἀρτηριῶν, τὴν δὲ δευτέραν τῶν ἀναίσθητον αὐτὴν εἶναι λεγόντων, ἠξιοῦμέν τε τὸν εἰσαγόμενον ἐπὶ τῆς ῥᾴονος πρότερον γυμνάσασθαι, καθʼ ἣν ἀναίσθητος ἡ συστολὴ γίγνεται. κατὰ ταύτην δὲ τὴν αἵρεσιν ἡμεῖς ἐπεπείσμεθα πυρε τοῦ σημεῖον ἴδιον ἐν σφυγμοῖς οὐδὲν εἶναι, κατὰ δὲ τὴν ἑτέραν, ἣν ἐν τῇ μεγάλῃ πραγματείᾳ τῶν ἑκκαίδεκα βιβλίων ἔγραψα, λέλεκται τὸ σημεῖον. ἀλλʼ οἱ μὴ μαθόντες παρὰ διδασκάλοις, ἐοικότες δὲ κατὰ τὴν παροιμίαν τοῖς ἐκ βιβλίου κυβερνήταις τοιαῦτα ζητοῦσιν. ἐμοὶ δὲ καὶ κατʼ ἀρχὰς εἴρηται τὴν μὲν τῶν εἰσαγομένων διδασκαλίαν ἑτέραν εἶναι, τὴν δὲ τῶν ἐκδιδασκομένων ἅπαντα τελέως ἑτέραν. γέγονε δʼ οὖν μοι καὶ ἄλλο τι βιβλίον ἕν, ἐν ᾧ τὴν σύνοψιν ἐποιησάμην τῶν ἑκκαίδεκα βιβλίων· ἔξωθεν δὲ τούτων ἁπάντων ἐστὶν ὀκτὼ βιβλία τῆς Ἀρχιγένους περὶ σφυγμῶν πραγματείας ἐξήγησίν τε καὶ χρῆσιν ἔχοντα. ἐκ τούτου τοῦ μέρους τῆς τέχνης θείη ἄν τις καὶ τὰ περὶ δυσπνοίας τρία.
Περὶ τῶν Ἱπποκρατείων ὑπομνημάτων.
Οὔτʼ ἄλλο τι τῶν ὑπʼ ἐμοῦ δοθέντων φίλοις ἤλπισα πολλοὺς ἕξειν οὔτε τὰ τῶν Ἱπποκρατείων συγγραμμάτων ἐξηγητικά· τὴν ἀρχὴν γὰρ οὐδὲν πρὸς ἔκδοσιν ἀλλʼ ἐμαυτὸν γυμνάζων ἐγεγράφειν εἰς αὐτά ποθʼ ὑπομνήματα, καθάπερ ἐποίησα τῆς ἰατρικῆς θεωρίας ἁπάσης καθʼ ἕκαστον μέρος ἐμαυτῷ πα ρασκευάσας οἷς ἅπαντα τὰ κατὰ τὴν ἰατρικὴν τέχνην ὑφʼ Ἱπποκράτους εἰρημένα περιέχεται διδασκαλίαν ἔχοντα σαφῆ θʼ ἅμα καὶ παντοίως ἐξειργασμένην· ἰδίᾳ μὲν γὰρ περὶ κρισίμων ἡμερῶν ἔγραψα κατὰ τὴν Ἱπποκράτους γνώμην, ἰδίᾳ δὲ περὶ κρίσεων, ἰδίᾳ δὲ περὶ δυσπνοίας ἑκάστου τε τῶν ἄλλων ὅλην τε τὴν θεραπευτικὴν μέθοδον ὡσαύτως ἐν τέσσαρσι καὶ δέκα βιβλίοις ἐποιησάμην. ἐξηγήσεις δὲ καθʼ ἑκάστην αὐτοῦ λέξιν ἤδη πολλοῖς τῶν πρὸ ἐμοῦ γεγραμμένας οὐ φαύλως εἰδώς, εἴ τι μοι μὴ καλῶς ἐδόκουν εἰρηκέναι, περιττὸν ἡγούμην ἐλέγχειν· ἐνεδειξάμην δὲ τοῦτο διʼ ὧν πρῴην ἔδωκα τοῖς παρακαλέσασι, σπανιάκις ἐν αὐτοῖς εἰπών τι πρὸς τοὺς ἐξηγουμένους αὐτάς. τὴν ἀρχὴν γὰρ οὐδʼ εἶχον αὐτῶν ἐν Ῥώμῃ τὰ ὑπομνήματα, πάντων ὧν ἐκεκτήμην βιβλίων ἐν Ἀσίᾳ μεινάντων· εἴ που τοίνυν ἐμεμνήμην ὑπό τινος αὐτῶν πάνυ τι μοχθηρῶς εἰρημένον, ὡς μεγάλως βλάπτεσθαι περὶ τὰ τῆς τέχνης ἔργα τοὺς πιστεύσαντας αὐτοῖς, ἐπεση μηνάμην τοῦτο, τὰ δʼ ἄλλα πάντα κατὰ τὴν ἐμαυτοῦ γνώμην εἶπον ἄνευ τοῦ μνημονεῦσαι τῶν ἄλλως ἐξηγουμένων· καὶ τά γʼ εἰς τοὺς ἀφορισμοὺς ὑπομνήματα καὶ τὸ περὶ ἀγμῶν καὶ τὸ περὶ ἄρθρων ἔτι τε τὸ προγνωστικὸν καὶ τὸ περὶ διαίτης ὀξέων τό τε περὶ ἑλκῶν καὶ τῶν ἐν κεφαλῇ τρωμάτων τό τε πρῶτον τῶν ἐπιδημιῶν οὕτως ἐγράφη. μετὰ ταῦτα δέ τινος ἀκούσας ἐξήγησιν ἀφορισμοῦ μοχθηρὰν ἐπαινοῦντος ὅσα τοῦ λοιποῦ τισιν ἔδωκα, πρὸς κοινὴν ἔκδοσιν ἀποβλέπων, οὐκ ἰδίαν ἕξιν ἐκείνων μόνων τῶν λαβόντων, οὕτως συνέθηκα· ταῦτα δʼ ἐστὶν ἐπιδημιῶν μὲν τὰ εἰς τὸ δεύτερον καὶ τρίτον καὶ ἕκτον ὑπομνήματα γεγραμμένα, πρὸς τούτοις δὲ καὶ τοῦ περὶ χυμῶν καὶ περὶ τροφῆς καὶ προρρητικοῦ περί τε φύσιος ἀνθρώπου καὶ τοῦ κατʼ ἰητρεῖον, ὥσπερ γε καὶ τοῦ περὶ τόπων, ἀέρων, ὑδάτων, ὃ ἐγὼ περὶ οἰκήσεων καὶ ὑδάτων καὶ ὡρῶν καὶ χωρῶν ἐπιγεγράφθαι φημὶ δεῖν. ἔστι δὲ τὰ μὲν εἰς τοὺς ἀφορισμοὺς ἑπτά, τὰ δʼ εἰς τὰ περὶ ἀγμῶν τρία, τὰ δʼ εἰς τὰ περὶ ἄρθρων τέτταρα, τὰ δʼ εἰς τὸ προγνωστικὸν τρία, τὰ δʼ εἰς τὸ περὶ διαίτης ὀξέων, τρία μὲν εἰς τὸ γνήσιον αὐτοῦ μέρος, δύο δʼ εἰς τὰ προσκείμενα. τὸ δὲ περὶ ἑλκῶν καὶ τὸ περὶ τῶν ἐν κεφαλῇ τρωμάτων ἑκάτερον ἐξηγησάμην διʼ ἑνὸς βιβλίου, τὸ δὲ πρῶτον τῶν ἐπιδημιῶν, ὥσπερ γε καὶ τὸ τρίτον, διὰ τριῶν ἑκάτερον, τὸ δὲ δεύτερον διʼ ἕξ, διʼ ὀκτὼ δὲ τὸ ἕκτον· εἰς δὲ τὸ περὶ χυμῶν ὑπομνήματά μοι τρία γέγονεν, ὥσπερ γε καὶ εἰς τὸ προγνωστικὸν καὶ εἰς τὸ κατʼ ἰητρεῖον καὶ εἰς τὸ περὶ τόπων καὶ ἀέρων καὶ ὑδάτων· εἰς δὲ τὸ περὶ τροφῆς ὑπομνήματά μοι τέτταρα γέγονεν, εἰς δὲ τὸ περὶ φύσιος ἀνθρώπου δύο, ὧν ἤδη γεγονότων ἀκούσας ὑπό τινων διαβάλλεσθαι τὸ βιβλίον ὡς οὐ γνήσιον ἔγραψα τρία τὴν ἐπιγραφὴν ἔχοντα τήνδε «ὅτι καὶ κατʼ ἄλλα συγγράμματα τὴν αὐτὴν δόξαν ἔχων ὁ Ἱπποκράτης φαίνεται τῇ κατὰ τὸ περὶ φύσιος ἀνθρώπου.» τῷ δʼ Ἱπποκράτει προσήκοντʼ ἐστὶ καὶ ταῦτα· περὶ τῆς καθʼ Ἱπποκράτην διαίτης ἐπὶ τῶν ὀξέων νοσημάτων, ὥσπερ γε καὶ ἡ τῶν παρʼ αὐτῷ γλωττῶν ἐξήγησις, καὶ τὸ πρὸς Λύκον περὶ τοῦ ἀφορισμοῦ, οὗ ἡ ἀρχὴ «τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν», ὥσπερ γε καὶ τὸ πρὸς Ἰουλιανὸν τὸν μεθοδικὸν ὑπὲρ ὧν ἐνεκάλεσεν τοῖς Ἱπποκρατείοις ἀφορισμοῖς. Ἱπποκράτει δὲ προσήκει καὶ ἄλλο τι βιβλίον σμικρόν, ἐν ᾧ δείκνυμι τὸν ἄριστον ἰατρὸν πάντως εἶναι καὶ φιλόσοφον, ἐπιγράφεται δὲ τὸ βιβλίον καὶ διὰ συντομωτέρας ἐπιγραφῆς οὕτως· «ὅτι ὁ ἄριστος ἰατρὸς καὶ φιλόσοφος».
Περὶ τῶν εἰς Ἐρασίστρατον διαφερόντων.
Εἰς μὲν τὸ πρῶτον τῶν περὶ πυρετῶν ὑπομνήματα γέγραπται τρία, τοῦ τρίτου δὲ περὶ πυρετῶν τὰ πρῶτα τῆς Ἐρασιστράτου θεραπευτικῆς πραγματείας ἐστὶν ὑπομνήματα· αὕτη δʼ ἡ θεραπευτικὴ πραγματεία τὴν μὲν ἐπιγραφὴν ἔχει «περὶ τῶν Ἐρασιστράτου θεραπευτικῶν λογισμῶν», γέγονε δʼ ἐν ὑπομνήμασιν πέντε. ἔστι δὲ καὶ τὰ περὶ Ἐρασιστράτου ἀνατομῆς τρία βιβλία καὶ περὶ φλεβοτομίας δύο, τό τε πρὸς Ἐρασίστρατον αὐτὸν γεγραμμένον καὶ τὸ πρὸς τοὺς ἐν Ῥώμῃ Ἐρασιστρατείους· προσήκει δʼ Ἐρασιστράτῳ κἀκεῖνο τὸ βιβλίον, ἐν ᾧ ζητοῦμεν, εἰ κατὰ φύσιν ἐν ἀρτηρίαις αἷμα περιέχεται, καθάπερ γε καὶ τὸ περὶ χρείας ἀναπνοῆς καὶ τὰ τῶν φυσικῶν δυνάμεων τρία, ἃ περιέχει κρίσιν ἁπάντων ὧν ἔγραψεν Ἐρασίστρατος ἐν τοῖς καθόλου λόγοις ὑπὲρ τῶν φυσικῶν ἐνεργειῶν. Περὶ τῶν Ἀσκληπιάδῃ προσηκόντων.
Ὀκτὼ μὲν «περὶ τῶν Ἀσκληπιάδου δογμάτων» ἐπιγεγραμμένα, μικρὸν δʼ ἄλλο τὴν ἐπιγραφὴν ἔχον «περὶ οὐσίας τῆς ψυχῆς κατʼ Ἀσκληπιάδην.»
Περὶ τῶν τοῖς ἐμπειρικοῖς ἰατροῖς διαφερόντων.
Τῆς Θεοδᾶ εἰσαγωγῆς ὑπομνήματα πέντε· περὶ τῶν Μηνοδότου Σεβήρῳ ἕνδεκα· τῶν Σεραπίωνος πρὸς τὰς αἱρέσεις δύο ὑποτυπώσεις ἐμπειρικαί· περὶ τῆς ἰατρικῆς ἐμπειρίας· περὶ τῆς τῶν ἐμπειρικῶν διαφωνίας τρία· πρὸς τὰ ἀντειρημένα τοῖς περὶ τῆς διαφωνίας τῶν ἐμπειρικῶν τοῦ τε Θεοδᾶ κεφάλαια ὑπομνήματα τρία· προτρεπτικὸς ἐπʼ ἰατρικήν· «σύνοψις τῶν Ἡρακλείδου περὶ τῆς ἐμπειρικῆς αἱρέσεως» ἑπτά.
Περὶ τῶν τοῖς μεθοδικοῖς διαφερόντων.
Μεθοδικῆς αἱρέσεως ἕξ· πρὸς τὰ ὑπὸ Ἰουλιανοῦ ἀντειρημένα τοῖς Ἱπποκράτους ἀφορισμοῖς.
Περὶ τῶν εἰς τὰς ἀποδείξεις χρησίμων βιβλίων.
Ἅπαντας ἀνθρώπους ὁρῶν, ἐν οἷς ἀμφισβητοῦσιν, ἑαυτούς τʼ ἀποδεικνύειν ἐπαγγελλομένους ἐλέγχειν τε τοὺς πέλας ἐπιχειροῦντας οὐδὲν οὕτως ἐσπούδασα μαθεῖν ἁπάντων πρῶτον ὡς τὴν ἀποδεικτικὴν θεωρίαν ἠξίωσά τε παρὰ τῶν φιλοσόφων—ἐκείνους γὰρ ἤκουον αὐτὴν διδάσκειν—, εἰ μέν τι καὶ ἄλλο κατὰ τὸ λογικὸν μέρος τῆς φιλοσοφίας διδάσκεται, φυλάττειν εἰσαῦθις, τὴν δʼ ὠδῖνα τῆς περὶ τὰς ἀποδείξεις ἐπιθυμίας παῦσαι διδάξαντας, ἥτις ἄρα μέθοδός ἐστιν, ἣν ὁ μαθὼν ἑτέρου τε λέγοντος λόγον ἀποδεικτικὸν ἀκριβῶς γνωριεῖ, πότερον ὄντως ἐστὶ τοιοῦτος ἢ καθάπερ τι νόμισμα κίβδηλον ἔοικε μὲν τῷ δοκίμῳ, μοχθηρὸς δὲ κατʼ ἀλήθειάν ἐστιν, αὐτός τε δυνήσεται καθʼ ἕκαστον τῶν ζητουμένων ὁδῷ τινι χρώμενος ἐπὶ τὴν εὕρεσιν αὐτοῦ παραγενέσθαι. πᾶσιν οὖν τοῖς κατʼ ἐκεῖνον τὸν χρόνον ἐνδόξοις Στωϊκοῖς τε καὶ Περιπατητικοῖς ἐμαυτὸν ἐγχειρίσας πολλὰ μὲν ἔμαθον ἄλλα τῶν λογικῶν θεωρημάτων, ἃ τῷ μετὰ ταῦτα χρόνῳ σκοπούμενος ἄχρηστα πρὸς τὰς ἀποδείξεις εὗρον, ὀλίγιστα δὲ χρησίμως μὲν αὐ τοῖς ἐζητημένα καὶ τοῦ προκειμένου σκοποῦ τυχεῖν ἐφιέμενα, διαπεφωνημένα δὲ καὶ ταῦτα παρʼ αὐτοῖς ἐκείνοις, ἔνια δὲ καὶ ταῖς φυσικαῖς ἐννοίαις ἐναντία, καὶ νὴ τοὺς θεούς, ὅσον ἐπὶ τοῖς διδασκάλοις, εἰς τὴν τῶν Πυρρωνείων ἀπορίαν ἐνεπεπτώκειν ἂν καὶ αὐτός, εἰ μὴ καὶ τὰ κατὰ γεωμετρίαν ἀριθμητικήν τε καὶ λογιστικὴν κατεῖχον, ἐν αἷς ἐπὶ πλεῖστον ὑπὸ τῷ πατρὶ παιδευόμενος ἐξ ἀρχῆς προεληλύθειν ἀπὸ πάππου τε καὶ προπάππου διαδεδεγμένῳ τὴν θεωρίαν. ὁρῶν οὖν οὐ μόνον ἐναργῶς ἀληθῆ φαινόμενά μοι τὰ κατὰ τὰς ἐκλείψεων προρρήσεις ὡρολογίων τε καὶ κλεψυδρῶν κατασκευὰς ὅσα τʼ ἄλλα κατὰ τὴν ἀρχιτεκτονίαν ἐπινενόηται, βέλτιον ᾠήθην εἶναι τῷ τύπῳ τῶν γεωμετρικῶν ἀποδείξεων χρῆσθαι· καὶ γὰρ καὶ αὐτοὺς τοὺς διαλεκτικωτάτους καὶ φιλοσόφους οὐ μόνον ἀλλήλοις ἀλλὰ καὶ ἑαυτοῖς ηὕρισκον διαφερομένους ἐπαινοῦντας ὅμως ἅπαντας ὡσαύτως τὰς γεωμετρικὰς ἀποδείξεις· ἀλλήλοις μὲν λέγω διαφέρεσθαι τοὺς φιλοσόφους ἐν τῇ λο γικῇ θεωρίᾳ, τοὺς Περιπατητικούς τε καὶ Στωϊκοὺς καὶ Πλατωνικούς, ἑαυτοῖς δὲ πάλιν ἰδίᾳ τοὺς καθʼ ἑκάστην αἵρεσιν — μικρὰ μὲν δή πώς ἐστιν ἡ παρὰ τοῖς Περιπατητικοῖς διαφωνία, μεγάλη δὲ παρὰ τοῖς Στωϊκοῖς καὶ Πλατωνικοῖς. κατὰ τοῦτο τοίνυν ἔτι καὶ μᾶλλον ἔγνων δεῖν ἀποστῆναι μὲν ὧν ἐκεῖνοι λέγουσιν, ἀκολουθῆσαι δὲ τῷ χαρακτῆρι τῶν γραμμικῶν ἀποδείξεων. ὅσοι τοίνυν ἐθέλουσι κατὰ τὰς γραμμικὰς ἀποδείξεις ἀσκηθῆναι, παιδευθῆναι μὲν αὐτοῖς ἐν ἐκείναις συμβουλεύω, μετʼ ἐκείνας δὲ τὴν ἡμετέραν ἀναλέξασθαι περὶ τῆς ἀποδείξεως πραγματείαν, ἣν ἐν πεντεκαίδεκα βιβλίοις ἐποιησάμην. ἔγραψα δʼ ἄλλα πολλὰ γυμνάζων ἐμαυτόν, ὧν ἔνια μὲν ἀπώλετο κατὰ τὴν γενομένην πυρκαϊάν, ἡνίκα τὸ τῆς Εἰρήνης τέμενος ἐκαύθη, τινὰ δὲ φίλοις δεδομένα διασωθέντα παρὰ πολλοῖς ἐστι νῦν, ὥσπερ καὶ τἆλλα τὰ ἡμέτερα. καὶ μέντοι καὶ τῶν ὑπομνημάτων ὧν ἔγραψα τὰ μὲν ὑπʼ ἐμοῦ δοθέντα φίλοις, τὰ δʼ ὑπὸ τῶν οἰκετῶν κλεψάντων ἐκδοθέντα παρʼ ἄλλων ἔλαβον ὕστερον· ἔστι δʼ ἐν αὐτοῖς τρία μὲν εἰς τὸ περὶ ἑρμηνείας Ἀριστοτέλους, τέτταρα δʼ εἰς τὸ πρότερον τῶν περὶ συλλογισμῶν, καθάπερ γε καὶ εἰς τὸ δεύτερον ἴσα τὸν ἀριθμόν· ἐπιγράφουσι δʼ αὐτὰ σχεδὸν ἅπαντες οἱ νῦν «ἀναλυτικῶν προτέρων», ὥσπερ γε καὶ «δευτέρων» τὰ περὶ τῆς ἀποδείξεως. αὐτὸς δʼ ὁ Ἀριστοτέλης τῶν μὲν προτέρων ὡς περὶ συλλογισμοῦ γεγραμμένων αὑτῷ μέμνηται, τῶν δὲ δευτέρων ὡς περὶ ἀποδείξεως, ὧν ἐστι καὶ αὐτῶν ὑπομνήματα διασῳζόμενα τῶν ἐμῶν, εἰς μὲν τὸ πρότερον ἕξ, εἰς δὲ τὸ δεύτερον πέντε. τούτων τῶν ὑπομνημάτων ἁπάντων οὐδὲν ὡς πρὸς ἔκδοσιν ἐγράφη, καθάπερ οὐδὲ τὰ ἓξ εἰς τὸ Θεοφράστου βιβλίον, ὃ περὶ καταφάσεως καὶ ἀποφάσεως ἔγραψε — τὰ δʼ εἰς τὸ περὶ λέξεως Εὐδήμου πρότερον ἑταίροις ἀξιώσασιν ἐποιησάμην· τοῦ δὲ τῶν δέκα κατηγοριῶν οὐκ ἐποιησάμην οὔτʼ ἐμαυτῷ τι τοιοῦτον ὑπόμνημα πρόσθεν οὔθʼ ἑτέροις ἔδωκα καὶ διὰ τοῦθʼ ὕστερόν ποτε τῶν ἑταίρων τινὶ δεηθέντι ὑπομνήματʼ ἔχειν περιέχονθʼ, ὅσα ἀνήκουσιν εἰς τὰς τῶν ἐν αὐτῷ ζητουμένων λύσεις … κοινωνεῖν ἐκέλευσα τῶν ὑπομνημάτων ἐκείνοις μόνοις τοῖς ἀνεγνωκόσι παρὰ διδασκάλῳ τὸ βιβλίον ἢ πάντως γε προεισηγμένοις διʼ ἑτέρων ἐξηγητικῶν, ὁποῖα τά τʼ Ἀδράστου καὶ Ἀσπασίου ἐστίν. ἔτι δὲ παῖς ὢν ἡνίκα πρῶτον ὁ πατήρ μέ τινι τὴν λογικὴν θεωρίαν Χρυσίππου τε καὶ τῶν ἐνδόξων Στωϊκῶν διδάξαντι παρέδωκεν, ἐποιησάμην ἐμαυτῷ τῶν Χρυσίππου συλλογιστικῶν βιβλίων ὑπομνήματα καὶ ταῦθʼ ὕστερον ἐφάνησαν ἔχοντές τινες ἐν Περγάμῳ μὲν καταλειφθέντα μετὰ πολλῶν ὑπομνημάτων, ἃ μειράκιον ὢν ἐποιησάμην, ἐκδοθέντα δʼ ὑπʼ οἰκέτου τισὶ τῶν αἰτησάντων.
Ἃ δʼ ἐγὼ μετὰ τὴν περὶ τῆς ἀποδείξεως πραγματείαν ἔγραψα πλατύτερον ἐξειργασμένα τῶν ἐν ἐκείνοις συντόμως εἰρημένων, ταῦτʼ ἐστί· περὶ τῶν ἀναγκαίων εἰς τὰς ἀποδείξεις ἕν· περὶ τῶν παραλειπομένων προτάσεων ἐν τῇ λέξει τῶν ἀποδείξεων ἕν· περὶ τῶν ἰσοδυναμουσῶν προτάσεων ἕν· περὶ τῶν κατὰ τὸ διότι ἀποδείξεων ἕν· περὶ τοῦ τῶν συλλογισμῶν ἀριθμοῦ ἕν· περὶ παραδείγματος δύο· περὶ ἐπαγωγῆς ἕν· περὶ εἰκόνος ἕν· περὶ ὁμοιότητος τρία· περὶ τῶν ἐξ ὑποθέσεων ἀρχῶν ἕν· περὶ τῶν κατὰ τὸ γένος καὶ τὸ εἶδος καὶ τῶν συζυγούντων αὐτοῖς σημαινομένων ἡμῖν κατὰ τὴν αὐτόματον φωνὴν ἕν· περὶ τοῦ δυνατοῦ· περὶ τῶν πολλαχῶς λεγομένων τρία· περὶ τῶν ἐν ταῖς τέχναις κοινῶν καὶ ἰδίων ἕν· περὶ τῶν ἑαυτοὺς περιτρεπόντων λόγων ἕν· περὶ τῶν ἐνδεχομένων προτάσεων ἕν· περὶ τῶν ἐκ μικτῶν προτάσεων συλλογισμῶν ἕν· «ὅπως χρὴ διακρίνειν τὴν πραγματικὴν ζήτησιν τῆς κατʼ ὄνομα καὶ σημαινόμενον» ἕν· περὶ Κλειτομάχου καὶ τῶν τῆς ἀποδείξεως αὐτοῦ λύσεων· περὶ τοῦ κοινοῦ λόγου δύο· περὶ τῆς ἀρίστης διδασκαλίας πρὸς Φαβωρῖνον· ὑπὲρ Ἐπικτήτου πρὸς Φαβωρῖνον ἕν· περὶ χρείας συλλογισμῶν· περὶ τῆς ἀρίστης αἱρέσεως ἕν· περὶ ὀνομάτων ὀρθότητος τρία· περὶ τοῦ τῶν ὄντων ἕκαστον ἕν τʼ εἶναι καὶ πολλά· περὶ τοῦ «ὅτι τοῖς ἀντικειμένοις ἓν καὶ ταὐτὸν ἐξ ἀνάγκης ἀκολουθεῖν ἀδύνατόν ἐστιν» ἕν· περὶ τῆς ἀποδεικτικῆς εὑρέσεως ἕν· διάλογοι πρὸς φιλόσοφον ἰδίως περὶ τοῦ κατὰ τὰς κοινὰς ἐννοίας ...· πρὸς τοὺς ἐπηρεαστικῶς ἀκούοντας τῶν ὀνομάτων ἕν· περὶ τῆς τῶν τεχνῶν συστάσεως τρία· περὶ τῶν σημαινομένων ἐκ τῆς κατʼ εἶδος καὶ γένος φωνῆς καὶ τῶν παρακειμένων αὐτοῖς· σύνοψις τῆς ἀποδεικτικῆς θεωρίας, ἕν· περὶ τῆς κρίσεως τῶν διαφωνούντων ἐν τοῖς δόγμασιν· «ὅτι τῆς πρώτης οὐσίας ἀχώριστος ἡ ποσότης» ἕν· περὶ τῆς διʼ ἀδυνάτου ἀποδείξεως ἕν· περὶ τῶν ἕνεκά του γιγνομένων ἕν· περὶ τῆς κατʼ ὄνομα καὶ σημαινόμενον ζητήσεως.
Περὶ τῶν τῆς ἠθικῆς φιλοσοφίας βιβλίων.
Περὶ τῶν τῆς ἠθικῆς φιλοσοφίας ἐζητημένων ὅσα μοι δοκεῖ, διὰ τῶν ὑπογεγραμμένων βιβλίων ἀπεφηνάμην· περὶ τῶν ἰδίων ἑκάστῳ παθῶν καὶ ἁμαρτημάτων τῆς διαγνώσεως δύο· περὶ ἠθῶν τέτταρα· πρὸς τὸν Φαβωρῖνον κατὰ Σωκράτους· περὶ ἀλυπίας ἕν, περὶ τοῦ κατὰ φιλοσοφίαν τέλους ἕν· περὶ τῆς τῶν ἐπιδεικνυμένων πρὸς τοὺς ἀκούοντας συνουσίας ἕν· περὶ τῶν ἀναγιγνωσκόντων λάθρα ἕν· περὶ ἁμαρτημάτων καὶ κολάσεως ἰσότητος ἕν· περὶ παραμυθίας ἕν· περὶ τῆς ἐν αὐλῇ Μενάρχου διατριβῆς πρὸς Βακχίδην καὶ Κῦρον ἕν· περὶ τῆς ἐν τοῖς δια λόγοις συνουσίας ἕν· πρὸς τοὺς ἀγοραίους ῥήτορας ἕν· περὶ ἡδονῆς καὶ πόνου ἕν· περὶ τῶν ἀκολούθων ἑκάστῳ τέλει βίων ἕν· περὶ τῶν δημοσίᾳ ῥηθέντων πρὸς τοὺς ἀπὸ τῶν αἱρέσεων ἕν· περὶ ὁμονοίας ἕν· περὶ αἰδοῦς δύο· περὶ τῶν δημοσίᾳ ῥηθέντων κατὰ κολάκων δύο· περὶ τῆς διαβολῆς, ἐν ᾧ καὶ περὶ τοῦ ἰδίου βίου· Κρονίσκοι ἑπτὰ ἐν ἑνί· περὶ τῶν ἐπὶ Περτίνακος δημοσίᾳ ῥηθέντων ἕν· «μέχρι πόσου τῆς παρὰ τοῖς πολλοῖς τιμῆς καὶ δόξης φροντιστέον ἐστίν»· περὶ διαθηκῶν ποιήσεως.
Τὰ πρὸς τὴν Πλάτωνος φιλοσοφίαν ἀνήκοντα.
Περὶ τῆς Πλάτωνος αἱρέσεως ἕν· περὶ τῶν ἐν τῷ Πλάτωνος Τιμαίῳ ἰατρικῶς εἰρημένων ὑπομνήματα τέτταρα· πρὸς τοὺς ἑταίρους ἢ Πλάτων· περὶ τῶν ἰδίων δοξάντων τρία· περὶ τῆς κατὰ Πλάτωνα λογικῆς θεωρίας· Πλατωνικῶν διαλόγων συνόψεως ὀκτώ· περὶ τῶν ἐν Φιλήβῳ μεταβάσεων ἕν· περὶ τῶν τῆς ψυχῆς μερῶν καὶ δυνάμεων τρία· «ὅτι ταῖς τοῦ σώματος κράσεσιν αἱ τῆς ψυχῆς ἕπονται δυνάμεις»· περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐννέα.
Περὶ τῶν πρὸς τὴν Ἀριστοτέλους φιλοσοφίαν ἀνηκόντων.
Εἰς τὸ περὶ ἑρμηνείας ὑπομνήματα τρία· προτέρων ἀναλυτικῶν τοῦ προτέρου ὑπομνήματα τέτταρα, τοῦ δευτέρου τέτταρα, δευτέρων δὲ τοῦ προτέρου ἕξ, τοῦ δευτέρου ὑπομνήματα πέντε· εἰς τὰς δέκα κατηγορίας ὑπομνήματα τέτταρα· εἰς τὸ περὶ καταφάσεως καὶ ἀποφάσεως Θεοφράστου ὑπομνήματα ἕξ· εἰς τὸ περὶ τοῦ ποσαχῶς ὑπομνήματα τρία· εἰς τὸ «πρῶτον κινοῦν ἀκίνητον αὐτό»· εἰς τὸ περὶ λέξεως Εὐδήμου ὑπομνήματα τρία· περὶ τῶν κατὰ τὸ διότι ἀποδείξεων ἕν· περὶ τῶν ἐκ μικτῶν προτάσεων συλλογισμῶν ἕν· περὶ τῶν παρὰ τὴν λέξιν σοφισμάτων.
Τὰ πρὸς τὴν τῶν Στωϊκῶν φιλοσόφων διαφέροντα.
Περὶ τῆς κατὰ Χρύσιππον λογικῆς θεωρίας τρία· τῆς Χρυσίππου συλλογιστικῆς πρώτης ὑπομνήματα τρία, δευτέρας ἕν· περὶ τῆς λογικῆς δυνάμεως καὶ θεωρίας ἑπτά· περὶ τῆς χρείας τῶν εἰς τοὺς συλλογισμοὺς θεωρημάτων πρῶτον καὶ δεύτερον· «ὅτι ἡ γεωμετρικὴ ἀναλυτικὴ ἀμείνων τῆς τῶν Στωϊκῶν» ἕν.
Τὰ πρὸς τὴν Ἐπικούρου φιλοσοφίαν ἀνήκοντα.
Περὶ τῆς κατʼ Ἐπίκουρον εὐδαίμονος καὶ μακαρίου βίου δύο· περὶ τῆς κατʼ Ἐπίκουρον ἀμαυρουμένης ἡδονῆς· «ὅτι τὰ ποιητικὰ τῆς ἡδονῆς ἐλλιπῶς Ἐπικούρῳ λέλεκται» ἕν· περὶ τῆς Ἡδονικῆς αἱρέσεως· «εἰ ἡ φυσιολογία χρήσιμος εἰς τὴν ἠθικὴν φιλοσοφίαν» ἕν· περὶ τῶν πρὸς τοὺς σοφιστὰς ἐννέα Μητροδώρου· ἐπιστολὴ πρὸς Κέλσον Ἐπικούρειον· ἐπιστολὴ Πουδεντιανοῦ Ἐπικουρείου.
Τὰ τοῖς γραμματικοῖς καὶ ῥήτορσι κοινά.
Τῶν παρὰ τοῖς Ἀττικοῖς συγγραφεῦσιν ὀνομάτων τεσσαράκοντα ὀκτώ· τῶν παρʼ Εὐπόλιδι πολιτικῶν ὀνομάτων τρία· τῶν παρʼ Ἀριστοφάνει πολιτικῶν ὀνομάτων πέντε· τῶν παρὰ Κρατίνῳ πολιτικῶν ὀνομάτων δύο· τῶν ἰδίων κωμικῶν ὀνομάτων παραδείγματα, ἕν· «εἰ χρήσιμον ἀνάγνωσμα τοῖς παιδευομένοις ἡ παλαιὰ κωμῳδία»· πρὸς τοὺς ἐπιτιμῶντας τοῖς σολοικίζουσι τῇ φωνῇ ἕξ· Ἀττικῶν παράσημος, ἕν· περὶ σαφηνείας καὶ ἀσαφείας· «εἰ δύναταί τις εἶναι κριτικὸς καὶ γραμματικός» ἕν.