eul_wid: vta-aef
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on the Iliad: Book VI by Scholia on the Iliad and Odyssey

In Book VI, Hecuba's meeting with Hector, as she goes in to Laodice, draws notes on her trust in her son's courage and on two ways of accenting de k' autos. A papyrus note observes that hands are raised to the gods of the sky but the earth is struck to call those below. Hector's reproach of Paris, and the bowl of freedom he promises the gods once the Achaeans are driven from Troy, conclude the notes.

Part of Scholia on the Iliad

κατʼ οὐρανὸν εἰλήλουθας: καταβέβηκας

ἡ κοινὴ «οὐρανοῦ»

ὥρηι: αιαρ … χ ηκους «ὥρη».

ἐϋμμελίω: δοτικὴ μετὰ τοῦ ι· γ'

ἐϋμμελίοιο.

τεθνηῶτα: ἡ κοινὴ «τεθνειῶτα».

βίην τʼ ἀγαθόν: ἡ κοινὴ «βίην».

δʼ ὅ γε: διχῶς.

χειρὶ παχείηι: «φαίδιμος Ἕκτωρ».

....... [ ]ν [ οὐ]κ ὀρθῶ(ς) [ ].ταδ(ε) [ ]α γ(ὰρ) [ ]α̣ς̣ τ(ῶν) [ ]έβη [ ]ου. [ ]ων κ(αὶ)

[ εὔχεσ]θαι ἀνώ[γει ]. πρ(ὸς) ἑκά[στην ]στέλλειν [ ]ου τ(ῶν) ἀλλο- [ ].τας.[

.......

[ ]....[ .ν..(.) ποιεῖσθαι ἐξόδους [..]. φ....λ̣.ν δʼ αν[.]σ̣σ ευδο.ω[ ὑ[π]ολάβοι ὅ(τι) ἡ Λαοδίκη σὺν τῆ[ι Ἑλένηι .. Λ̣υκάονι. ὁ δʼ Ἀντήνωρ ἴσην [ π(αρὰ) το[ῖ]ς βαρβάροις κ(αὶ) δι..ω̣σ̣ερο̣[ [ο]ὖν πρὸς τὴν Λαοδίκην, ἵνα π[ ..ρ̣ι̣β̣...... ταραχὴ γ(ὰρ) κατέσ[τη βέ-] [β]ηκʼ Ἀνδρομάχη ἐπὶ τὸ τεῖχο(ς) .[

〉[ἐ]ξ [ἄ]κρης πόλιος Διῒ χεῖρας ἀνασχ[εῖν· διηιρημένως ἐξενήνοχ(εν) ἐξ ἄκρης π[όλιος· σύνθετον ἐξ ἀκροπόλεως· ἐν Ὀδ[υσσείαι συνθέτως εἰρ( ), «ὅν ποτʼ ἐς ἀκρόπο[λιν δόλ(ον) ἤγαγε δ[ῖ]ος Ὀδυσσεύς». κ(αὶ) πρ(ὸς) τὸ Διῒ χεῖρ[ας ἀνασχεῖν ὅ(τι) τοῖς μ(ὲν) οὐρανίοις θεοῖς ἀνατείν[ ..........(.).νανοις επ̣[ [.....] τοὺς δʼ ὑποχθον[ίους κόπ[τοντες] τὴν γῆν· «πολλὰ δ(ὲ) [καὶ γαῖαν πολυφόρβην [χερσὶ]ν ἀλοία κικλ̣ή̣σκου[σʼ Αΐδην [.....]ς κἀκεῖ λεκτέον· «π[ολλὰ δ(ὲ) μητρὶ φίληι ἠρή[σατο] χεῖρας ὀρεγνύς.» ς̣[ [.....(.)] ἐπὶ τάδ̣(ε) [ [ ].[.].[ ................

....... [ ]ε̣ ...[ [ ].αχος κακῶ(ν) ..[.].οσο̣τ̣[ [ ]λέγων τὸ ἱερεῖον. 〉α̣ἴ κεν Τυδέο[ς υἱ-

[ὸν ἀπόσχηι Ἰλίου ἱ]ρῆς· τὸ σημεῖο(ν) ὅ(τι) θηλυκῶ[ς τὴν Ἴ-

[λιον ...........]〉 ἄγριον αἰχμητή[ν, κρατε[ρὸν μήστωρα φ]όβοιο· τὸ σημεῖο(ν) ὅ(τι) [π]άλ[ι]ν φ[όβον [τὴν φυγήν· ἄγριον] δ(ὲ) τῶι αἰχμάζειν ὅ(τι) αἰχμὰ[ς

[............ ἐγ]ὼ δὲ Πάριν (μετ)ελεύσομαι· (μετὰ) Π[άριν [.................]ν ἢ πρὸς Πάριν οὐκ αν..[

[.................].ντιβην. ὥς κέ οἱ αὖθι / γαῖα [χάνοι [....................]η̣ ὁ λέγων [ταῦ]τα κ(αὶ) κ(ατα)ρώ[μενος ..................].βη ὁ Πάρ[ι]ς σῆς ἀ̣π̣ρ̣ο[.................] νῦν δʼ ὄντως ἀδελφὸς ὢν [..................]..[..(.)].ο.χεται τοῦτο [........................]'ως σὺν αἷς ἔχει ἄλ[λαις .................... ὄ]φελον νῦν π(αρὰ) ..(.)[ [........................]...... ἐν ἄλλοις μ̣[

[........................].ο ἀντὶ (τοῦ) ὄφε̣λ̣ον [εἰ κεῖν(όν) [γε ἴδοιμι κατελθόντʼ Ἄϊδος ]εἴσω, / φαίην κε [φρένʼ ἀ[τέρπου ὀϊζύος ἐκλελαθέσθαι ]......[

........

......... [ νος ἐγὼ[ [ ]α̣ ποτ[ [ ]γράφω ς̣[ [ ] περιπεσὼν .[ [ ]ν̣ ⟦κ̣α̣ι̣⟧ συνκα̣τ[ [ ].(.)που[.]. κ(ατὰ) .[

.........

Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή: ἡ Τροία τὰ μὲν θαλάσσια πρὸς Ἑλλήσποντον ἔχει, τὰ δὲ βόρεια πρὸς Ζέλειαν, τὰ δὲ ὑποκείμενα Φρυγίαν, τὰ δὲ πρὸς μεσημβρίαν λυδίαν. ὡς φιλέλλην δὲ ἀπάγει τοὺς θεοὺς καὶ ἐξέτασιν ἀμφοτέρων ποιεῖ. ἐμονώθη δὲ ἡ μάχη τῆς τῶν θεῶν συμμαχίας· Ἥρα μὲν γὰρ καὶ Ἀθηνᾶ εἰς τὸν Ὄλυμπον ἀπίασιν, Ἀπόλλων δὲ εἰς Πέργαμον. ὁ δὲ Ἄρης καὶ ἡ Ἀφροδίτη τέτρωνται ὑπὸ Διομήδους.

οἰώθη: τινὲς ὡμοιώθη, ἰσώθη. ἢ ἀντὶ τοῦ ἐμονώθη τῆς τῶν θεῶν συμμαχίας.

τινὲς δὲ τὸ οἰώθη ἀντὶ τοῦ ἰσώθη, ὡμοιώθη.

φύλοπις ὁ ἐμφύλιος πόλεμος κακῶς παρά τισι λέγεται· ἀλλʼ ἡ μετὰ βοῆς φῦλα συνάπτουσα ἀμφότερα τῶν τε Τρώων καὶ Ἑλλήνων μάχη. λέγεται δὲ καὶ ἡ κατὰ φῦλα, οἷον ἔθνους μετὰ ἑταίρου οἰκείου, πολεμούντων ἄλλων διὰ τὸ ὁμοψυχεῖν· «κρῖνε», γάρ φησιν, «ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον».

φύλοπις: ἡ μετὰ βοῆς συνάπτουσα τὰ φῦλα.

πολλὰ δʼ ἄρʼ ἔνθα καὶ ἔνθα: ἢ ἐν τῷ διώκειν καὶ φεύγειν ἢ ἐπὶ τὰ δεξιὰ καὶ ἀριστερά. ἐξηγεῖται δὲ τὸ «πολυάϊκος πολέμοιο».

ἴθυσε: ἰθὺς ὥρμησεν.

ἴθυσε μάχη: ἐπʼ εὐθείας—ὑπʼ αὐτῶν.

πεδίοιο: ὅτι ἐλλείπει ἡ διά, ἵνʼ ᾖ διὰ πεδίου.

ἀλλήλων ἰθυνομένων: ὅτι ἀντὶ τοῦ ἐπʼ ἀλλήλους ἰθυνόντων καὶ παρεῖται ἡ ἐπί πρόθεσις.

ἀλλήλων: λείπει ἡ κατά, ἵνʼ ᾖ κατʼ ἀλλήλων.

μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων: ὅτι ἐν τοῖς ἀρχαίοις ἐγέγραπτο «μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Στομαλίμνης»· διὸ καὶ ἐν τοῖς ὑπομνήμασι φέρεται. καὶ ὕστερον δὲ περιπεσὼν ἔγραψε· μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων· τοῖς γὰρ τοῦ ναυστάθμου τόποις ἡ γραφὴ συμφέρει, πρὸς οὓς μάχονται.

μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων: πρότερον ἐγέγραπτο «μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Στομαλίμνης». ὕστερον δὲ Ἀρίσταρχος ταύτην εὑρὼν ἐπέκρινεν. Χαῖρις δὲ γράφει «μεσσηγὺς ποταμοῖο Σκαμάνδρου καὶ Σιμόεντος».

ἰδὲ Ξάνθοιο ῥοάων: διὰ τὸ τραχὺ τοῦ Σκαμάνδρου εὗρεν ὄνομα τῷ μέτρῳ ἐμπῖπτον, ἵνα μὴ δόξῃ ζήτημα εἶναι. καὶ ἐφʼ ὃ οὐκ ἐπὶ μέτρου ἀπαιτεῖται, διττὰ ὀνόματα τάττει· «χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν», «ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίωνα», «ἄνδρες βιτίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα». διὰ ταύτην τὴν αἰτίαν καὶ τῷ Ἕκτορος υἱῷ Σκαμανδρίῳ ἕτερον ὄνομα ἔθετο τὸ Ἀστυάναξ εἰ δέ τις ἐπιζητεῖ, πῶς ἐν τοῖς ἑξῆς οὐ μόνον Ξάνθον, ἀλλὰ καὶ Σκάμανδρον τὸν ποταμὸν καλεῖ, ἴστω ὅτι ψεύδους παρεῖχεν ὑποψίαν τὸ μὴ παραλαβεῖν ποτε τὸ κύριον ὄνομα. Ξάνθος δὲ ὠνόμασται διὰ τὸ ξανθίζειν τὰς τρίχας.

Αἴας δὲ πρῶτος: πρώην ἰσοπαλοῦς οὔσης τῆς μάχης, ἢ μετὰ τὴν ἀναχώρησιν τῶν θεῶν πρῶτος ἔτρωσεν.

ἕρκος Ἀχαιῶν, Τρώων ῥῆξε φάλαγγα, φόως δʼ ἑτάροισιν ἔθηκεν: τρισὶ μεταφοραῖς κέχρηται ἐπιφαίνων τὴν ὁμοιότητα· ὃ γὰρ δύναται πρὸς ἀσφάλειαν πόλεως τεῖχος, τοῦτο πρὸς σωτηρίαν στρατοῦ γενναῖος ἀνήρ. καὶ πάλιν· ὃ δύναται ῥῆξις ἐσθῆτος τὴν σκέπην ἀναιροῦσα, τοῦτο ἐδυνήθη ὁ τὴν φάλαγγα ῥήξας. καὶ πάλιν· ὡς ὀνίνησι φῶς τοὺς σκότῳ κατεχομένους, οὕτω τοὺς νικωμένους ὑπὸ τῆς Ἄρεος ἀχλύος ἐπέλαμψεν ἡ Αἴαντος βοήθεια.

φάλαγγα: ἀπὸ τῶν φάλων.

ὃς ἄριστος: ἄριστον ἢ ἀνδρεῖον, ἢ διὰ τὸ εἰκάσθαι αὐτῷ Ἄρεα ἐν τῇ συμβολῇ

ἔβαλε: ὅτι ἀντὶ τοῦ ἔπαισε.

κόρυθος φάλον: τὸ λαμπρὸν τῆς περικεφαλαίας τὸ κατὰ τὸ μέτωπον.

τὸ τῆς περικεφαλαίας λαμπρόν, τὸ προμετωπίδιον.

μετώπῳ: τινὲς τὸ μετώπῳ δυϊκῶς· καὶ ἀλλαχοῦ γάρ φησιν· «ἐμῆς κόρυθος λεύσσουσι μέτωπα».

τινὲς δυϊκῶς· «οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπα».

Ἄξυλον: οἰκεῖον φιλοξένῳ τὸ ὄνομα· Ἄξυλος γὰρ παρὰ τὸ ἄγειν ὡς καὶ παρὰ τὸ καλεῖν Καλήσιος τινὲς δὲ τὸν ξύλα δαπανῶντά φασιν, ἐπιτάσει τοῦ α.

Τευθρανίδην: ἢ λείπει τὸ τ· ἢ Τευθράνου παῖδα.

Ἀρίσβῃ: Τροίας. ἔστι δὲ καὶ Λέσβου.

ἀφνειὸς βιότοιο: πλούσιος τῷ βίῳ. δηλονότι διʼ ὅλης πλουτῶν τῆς ζωῆς.

βιότοιο: ὡς καὶ «προτέρων ἐτέων».

πάντας: πάντας τοὺς παρατυγχάνοντας.

φιλέεσκεν: ὅτι ἀντὶ τοῦ ἐξένιζεν.

ὁδῷ ἔπι: ἀντὶ τοῦ πατρῶια, ὡς καὶ ἐπὶ τῷ λιμένι οἰκῶν.

ἡ δὲ ἐπί ἀντὶ τῆς παρά, ὡς τὸ ἐπὶ λιμένι οἰκῶν.

ἀλλά οἱ οὔτις τῶν γε τότʼ ἤρκεσε λυγρὸν ὄλεθρον:δοκεῖ ἡ προσθήκη κάλλιστον τοῦτο καὶ βιωφελὲς ὑπάρχον ἐξευτελίζειν ὡς οὐκ ὂν καλόν. καίτοι ἐχρῆν μᾶλλον καὶ βοηθόν τινα ἐκ θεῶν τούτῳ ἀναπλάσαι, ἵνʼ ἡμεῖς προτρεπώμεθα ἐπὶ τὸ φιλόξενον. ἢ οὖν ἁπλῶς ἀναπεφώνηται, ὡς τὸ «οὐδὲ ἑκηβολίαι», ἢ ἀποδοκιμάζει τὴν ἄκριτον φιλοξενίαν καὶ τὸ μὴ ἐπικρίνειν, ποῖός τίς ἐστιν ᾧ μέλλει δεξιὰν συνάπτειν· ἐναρέτων γὰρ ἴδιον οὐχὶ τὸ πάντας φιλεῖν, ἀλλὰ τινάς· διὸ οὐδένα φίλον ἔσχεν. εἶτα καὶ ἐπίορκος μετὰ τῶν ἄλλων ὑπόκειται, τὰ δὲ καλὰ καθαρεύειν ἀπὸ τῶν ἐναντίων ὀφείλει.

πρόσθεν ὑπαντιάσας: διασταλτέον ἐπὶ τὸ ὑπαντιάσας.

ὑπαντιάσας: ἢ ὑπερασπίσας ἢ ἐναντιωθεὶς Διομήδει, ἢ ἀντὶ τοῦ πρὸ τούτου, ἵνʼ ᾖ τὸ ὑπερβατόν· «ἀλλὰ πρόσθεν ὑπαντιάσας ἄμφω θυμὸν ἀπηύρα».

ἢ ὑπερασπίσας ἢ ἐναντιωθεὶς Διομήδει, ἢ ἀντὶ τοῦ πρὸ τούτου, ἵνα ᾖ πρὸς Διομήδην καὶ καθʼ ὑπερβατόν: «ἀλλὰ πρόσθεν ὑπαντιάσας ἄμφω θυμὸν ἀπηύρα», τουτέστιν ἀμφοτέρων ἀφελόμενος τὸν θυμόν, αὐτοὺς ἀφείλετο· ἀφῃρημένης γὰρ τῆς ψυχῆς κωφὸν τὸ σῶμα λείπεται.

ἄμφω θυμὸν ἀπηύρα: πρὸς τὸ σχῆμα ἡ διπλῆ, ἀμφοτέρους τὴν ψυχὴν ἀφείλετο ἀντὶ τοῦ ἀμφοτέρων· τὸ γὰρ ἄμφω ἢ ἀμφότεροι ἢ ἀμφοτέρους σημαίνει.

ἀμφοτέρους ἀφείλετο.

Καλήσιον: ὅτι ὀνοματοθετικὸς ὁ ποιητής· ἀπὸ γὰρ τοῦ καλεῖν ἐπὶ τὰ ξένια Καλήσιος.

ὑφηνίοχος: ὅτι παρέλκει ἡ πρόθεσις ὡς ἐν τῷ «Ποσειδάωνος ὑποδμώς».

ὑφηνίοχος: πλεονάζει ἡ ὑπό, ὥσπερ τὸ «ὑποδμώς» καὶ «ἐπαινὴ Περσεφόνεια». ἢ ὅτι καὶ ὁ παραιβάτης ἡνίοχος λέγεται, ὡς τὸ «θρασὺν ἡνίοχον φέροντες Ἕκτορα».

γαῖαν ἐδύτην: ἐνεδύσαντο τὴν γῆν ταφέντες.

τὸ δὲ γαῖαν ἐδύτην φησίν, ὅτι γῆν ταφέντες ἐνεδύσαντο.

βῆ δὲ μετʼ Αἴσηπον καὶ Πήδασον: Αἴσηπος ἐκ τοῦ ποταμοῦ, Πήδασος παρὰ τὸ πηδύειν. οἱ δὲ ἄλλοι ἱστορικοὶ τὸν Πήδασον «Τήρεχον» καλοῦσιν.

οὗτος μὲν ἐξ Αἰσήπου τοῦ ποταμοῦ λέγεται, ὁ δὲ Πήδασος παρὰ τὸ πηδᾶν. οἱ δὲ περὶ Ἀρίσταρχον «Πήρεχον» τὴν Πήδασον λέγουσιν.

νηΐς: ἢ παρὰ τὰ νάματα, ἢ παρὰ τὰ νήϊα ξύλα· φασὶ γὰρ τὰς λεγομένας νηΐδας νύμφας ἐν ὑλώδεσιν ὄρεσι διαιτᾶσθαι.

νηΐς: παρὰ τὰ νήματα· ἢ παρὰ τὰ νήϊα ξύλα, ὅ ἐστιν ἁμαδρυάς.

Ἀβαρβαρέη: κύριον. λέγεται δὲ τὸ πολὺ καὶ χυδαῖον ἀβέρβελλον.

τὸ πολὺ ἀβερβερέ.

ἀγαυοῦ Λαομέδοντος: ἀγαυοῦ τῷ γένει ἢ τῷ κάλλει· οὐ γὰρ δὴ τοῦ Λαομέδοντος τὸν τρόπον ἐπαινεῖ, ὃς τοὺς περὶ Ἀπόλλωνα καὶ Ποσειδῶνα ἠδίκησε καὶ αὖθις τὸν Ἡρακλέα.

σκότιον: ὅτι τοὺς μὴ ἐκ φανερᾶς συνουσίας, λαθραίας δὲ μίξεως γεγονότας σκοτίους καλεῖ, τοὺς δὲ αὐτοὺς καὶ παρθενίους

σκότιον: ὡς λόγιον· τὸ γὰρ κύριον πρὸ τέλους ἔχει τὴν ὀξεῖαν.

σκότιον: τὸν ἐξ ἀδᾳδουχήτων γάμων, τὸν νόθον. σκότιον δὲ ὡς λόγιον· τὸ γὰρ κύριον παροξύνεται παρὰ Πινδάρῳ

ἑ: τὸν Βουκολίωνα.

ἐπʼ ὄεσσι: ὅτι ἀντὶ τοῦ παρʼ ὄεσσι, καὶ ὅτι ἐν τῷ τόπῳ τῶν οἰῶν λέγει.

ἐπʼ ὄεσσι: Ἀττικῶς ἀπὸ τῶν ὄντων τὸν τόπον δηλοῖ, ὡς τὸ «δήεις τόν γε σύεσσι παρήμενον».

καὶ μὲν τῶν ὑπέλυσε μένος καὶ φαίδιμα γυῖα: οὗ μὲν τὰ γένη προλέγει τῶν θανάτων, οὗ δὲ ἐπιλέγει.

καὶ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα: καὶ ἀπεγύμνου τῶν ὤμων τὰ ὅπλα. ἔστι δὲ ὑπερβατὸν καὶ συνεκδοχὴ ὅλου τοῦ σώματος.

ἐξενάριξεν ἔγχεϊ χαλκείῳ: τὸ ἔγχεϊ δύναται καὶ τοῖς ἄνω τοῦ ἐξενάριξεν συνεκδοχικῶς ἀντὶ τοῦ ἐφόνευσεν. σῴζει μὲν οὖν καὶ πρὸς τὰ ἑξῆς.

ἔγχεϊ χαλκείῳ: τοῦτο δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι· κοινὸν γὰρ τὸ «ἐξενάριξεν».

Ἀρετάονα: οἱ μὲν Ἀρετάονα ἐξεδέξαντο, οἱ δὲ «ἄρʼ», εἶτα «Ἐτάονα».

διχῶς καὶ «ἐτήονα».

Ἄβληρον: βλῶ βλήσω βληρός καὶ Ἄβληρος.

ναῖε δὲ Σατνιόεντος: ὅτι Ζηνόδοτος γράφει «ὃς ναῖε Σατνιόεντος», ὁ Ἔλατος. κακόφωνον δὲ γίνεται.

Πήδασον αἰπεινήν: ταύτην τὴν Πήδασον πρότερον μὲν Μονηνίαν φασὶ καλεῖσθαι. Ἀχιλλέως δὲ αὐτὴν ἐπὶ πολὺ πολιορκοῦντος, εἶτα μέλλοντος ἀναχωρεῖν πεισιδίκη παρθένος τις ἐρασθεῖσα αὐτοῦ ἐν μήλῳ ἔγραψεν· «Μὴ σπεῦδʼ, Ἀχιλλεῦ, πρὶν Μονηνίαν ἕλῃς· ὕδωρ γὰρ οὐκ ἔνεστι. διψῶσι κακῶς». ὁ δὲ περιμείνας ὑπέταξε τὴν πόλιν καὶ Πήδασον ὠνόμασε διὰ τὴν παρθένον.

Πήδασον αἰπεινήν: Ἀχιλλεὺς ὑπὸ τὸν Τρωϊκὸν πόλεμον—παρὰ Δημητρίῳ καὶ Ἡσιόδῳ

Πήδασον: τὴν πρὸς Καρίᾳ καὶ Ἁλικαρνασσῷ, ἣν ἀπὸ Πηγάσου καλοῦσιν· ὑπέσχοντο γὰρ δώσειν αὐτῷ χώραν, ἣν ὁ ἵππος νυχθημέρῳ περιτροχάσει· διὸ καὶ χάραγμα τοῦ ἵππου ἔχουσιν. ἔστι δὲ καὶ ἄλλη Τρῳάς, ἣν ἅμα Λυρνησσῷ καταλέγει

φεύγοντʼ: καὶ τοῦτο δύναται τοῖς ἑξῆς συνάπτεσθαι, φεύγοντʼ Εὐρύπυλος δέ. ἐπὶ δὲ τῶν τοιούτων νοείσθω ὅτι οὐχ Ὁμηρικὸν τὸ τοῦ συνδέσμου ὑπερβατόν.

Ἄδρηστον δʼ ἄρʼ ἔπειτα—μείλινον ἔγχος: καλὸν ἐπεισόδιον πρὸς ἐξαλλαγὴν ταυτότητος.

ἵππω γάρ οἱ ἀτυζομένω πεδίοιο: ὅτι ἐλλείπει ἡ διά, καὶ ἵππω δυϊκῶς ὡς ἐπὶ ξυνωρίδος ἔφη.

ἀτυζομένω: ἀτῶ ἄττω ἀτύσω, ἀτύζω Αἰολικῶς. ἀτυζομένω δὲ ἀντὶ τοῦ ταρασσομένω.

ἀπὸ τοῦ ἄττω ἀτῶ ἀτύσω, Αἰολικῶς ἀτύζω.

ἵππω γὰρ—φοβέοντο: ἀναγκαῖαι διαστολαὶ ἐπὶ τὸ πεδίοιο, μυρικίνῳ, ῥυμῷ, πρὸς πόλιν, ἵνʼ ᾖ σαφέστερον.

ἐνί: οὐκ ἀναγκαῖον ἀναστρέφειν· δύναται γὰρ πρὸς τὸ μυρικίνῳ συντάσσεσθαι.

ὄζῳ … μυρικίνῳ: ἐπεὶ μεταξὺ ποταμῶν ἡ μάχη, εἰκότως μυρίκαι πολλαί. καὶ ἐν τῇ Δολωνοφονίᾳ· «θῆκεν ἀνὰ μυρίκην».

ἀγκύλον: διὰ τοὺς τροχούς.

ἐν πρώτῳ ῥυμῷ: ὅτι πρώτῳ ἀντὶ τοῦ ἄκρῳ καὶ ὅτι εἷς ῥυμός.

ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ: ἐνταῦθα ἢ τὸν ἄξονα λέγει ἢ τὸ τοῦ ῥυμοῦ τέλος, ὃ προσερείδεται τῷ ζυγῷ. ἄμεινον δὲ λέγειν τὸν ἄξονα· καὶ γὰρ καὶ «παρὰ τροχὸν ἐξεκυλίσθη».

παρὰ τὸν ἄξονα, ἐπεὶ καὶ «παρὰ τροχὸν ἐξεκυλίσθη».

αὐτὼ μὲν ἐβήτην πρὸς πόλιν—ἔγχος: γραφικῶς οἱ μὲν ἵπποι φεύγουσιν ἐπικειμένου τοῦ ζυγοῦ, τὸ δὲ ἅρμα ἐμπλέκεται μυρίκης κλάδῳ, ὁ δὲ Ἄδραστος κυλισθεὶς ἐκ τοῦ ἅρματος κεῖται παρὰ τὸν τροχὸν ἐπὶ πρόσωπον, ὁ δὲ Μενέλαος ἀνατετακὼς τὸ δόρυ ἐφέστηκεν αὐτῷ.

ἀτυζόμενοι φοβέοντο: ὅτι ἀντὶ τοῦ ἔφευγον· ἐπὶ τούτου γὰρ ἀεὶ τὴν λέξιν τίθησιν. τὸ δὲ ἀτυζόμενοι παρὰ τὸ ἀτῶ ἄττω ἀτύω καὶ ἀτύζω Αἰολικῶς.

ἀτυζόμενοι φοβέοντο: ἐκπλησσόμενοι ἔφευγον καὶ φοβούμενοι καὶ ταρασσόμενοι.

πρηνὴς ἐν κονίῃσιν ἐπὶ στόμα: ἡ διπλῆ, ὅτι ἐξηγήσατο τί ἐστι τὸ πρηνής, ὡς «μῆλʼ, ὄϊές τε καὶ αἶγες». στόμα τὸ πρόσωπον. οὕτως Λάκωνες.

ἐλίσσετο γούνων: οὐδεὶς Ἑλλήνων τοῦτο ποιεῖ. γούνων δὲ ὡς ἀσθενούσης κατʼ ἐκεῖνο τὸ μέρος τῆς ψυχῆς.

λαβὼν ἐλίσσετο γούνων· «ζώγρει, Ἀτρέος υἱέ»: λείπει «ταῦτα λέγων». ἢ ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικὸν μέτεισιν.

ἄξια δέξαι ἄποινα: οὐχ ὥρισε ποσότητα, ἐν ἑαυτῷ καταλιπὼν τὸν ἀριθμόν.

πολλὰ δʼ—ἄποινα: ἵνα μὴ ὡς πτωχῷ ἀπιστῇ.

ταῦτα δὲ λέγει, ἵνα μὴ ὡς πένητι αὐτῷ ἀπιστήσῃ.

πολύκμητος: ὁ ἤδη εἰργασμένος· ἢ ὁ πολλοὺς κάμνειν, τουτέστιν ἀποθνῄσκειν, ποιῶν· ἢ ὁ εἰς πολλοὺς καμάτους ἐπιτήδειος. ἢ ὁ δυσκατέργαστος.

χαρίσαιτο: μετὰ χαρᾶς δοίη. ἢ τὴν πρᾶσιν ἑτέρῳ ὀνόματι ἐσκέπασεν.

πεπύθοιτʼ: πρὸς τὸν ἀναδιπλασιασμὸν ὅτι ὡς «λελάχωσιν», ἀντὶ τοῦ πύθοιτο.

τῷ δʼ ἄρα θυμόν: διὸ καὶ «μαλθακὸς αἰχμητής».

«μαλθακός» ἐστιν «αἰχμητής», ὅτι λόγος πολεμίου τὴν ψυχὴν αὐτοῦ ὤρινεν.

καταξέμεν: ὑψηλὴ γὰρ καὶ ἀνεμόεσσα ἡ Ἴλιος.

ἀντίος: οὕτως Ἀρίσταρχος διὰ τοῦ ς, ἄλλοι δὲ διὰ τοῦ ν.

τὸ δὲ ἀντίος ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ν γράφει «ἀντίον», ὁ δὲ Ἀρίσταρχος διὰ τοῦ ς, ἀντίος, ὃ καὶ ἄμεινον.

ἦλθε θέων: ἦλθε πρὶν συνθέσθαι Μενέλαον.

ὦ πέπον ὦ Μενέλαε: πλεονάζει τὸ ἄρθρον. τὸ δὲ σχῆμα πολὺ παρὰ Ἀττικοῖς ἐστιν.

τίη δὲ σὺ κήδεαι: εὐχὴν δαιμονίαν τὸν ἔλεον εἶπεν. τίη μία λέξις ἀδιαίρετος.

ἦ: ὁ ἦ περισπᾶται· διαπορητικὸς γάρ.

ἦ σοι ἄριστα— πρὸς Τρώων: περισπαστέον τὸν ἦ· διαπορητικὸς γάρ ἐστι. πολὺ δὲ τὸ ἦθος ἐμφαίνει λέγων «ἆρα καλά ἐστιν, ἃ πέπονθας πρὸς αὐτῶν;»

χεῖράς θʼ ἡμετέρας. μηδʼ ὅν τινα γαστέρι μήτηρ κοῦρον ἐόντα φέροι, μηδʼ ὃς φύγοι: ὑποστικτέον ἐπὶ τὸ φέροι ἵνα στίζωμεν ἐπὶ τὸ ἡμετέρας

στικτέον εἰς τὸ ἡμετέρας.

μηδʼ ὅντινα—μηδʼ ὃς φύγοι: μισητὰ καὶ οὐχ ἁρμόζοντα βασιλικῷ ἤθει τὰ ῥήματα· τρόπου γὰρ ἐνδείκνυσι θηριότητα, ὁ δὲ ἀκροατὴς ἄνθρωπος ὢν μισεῖ τὸ ἄγαν πικρὸν καὶ ἀπάνθρωπον. ὅθεν κἀν ταῖς τραγῳδίαις κρύπτουσι τοὺς δρῶντας τὰ τοιαῦτα ἐν ταῖς σκηναῖς καὶ ἢ φωναῖς τισιν ἐξακουομέναις ἢ διʼ ἀγγέλων ὕστερον σημαίνουσι τὰ πραχθέντα, οὐδὲν ἄλλο ἢ φοβούμενοι, μὴ αὐτοὶ συμμισηθῶσι τοῖς δρωμένοις. λεκτέον δὲ ὅτι, εἰ μὲν ἐλέγετο ταῦτα πρὸ τῆς ἐπιορκίας, ἔγκλημα ἂν ἦν· ἐπεὶ δὲ μετὰ τοὺς ὅρκους καὶ τὴν παράβασιν, οὐκ ἐπαχθὴς Ἀγαμέμνων· σχεδὸν γὰρ καὶ ὁ ἀκροατὴς τοῦτο βούλεται, τὸ μηδὲ γένος ἐπιλιμπάνεσθαι τῶν ἐπιόρκων. σχεδὸν οὖν ὑπὲρ τῶν θεῶν ὀργίζεται. ἄλλως δὲ πρᾷος μέν ἐστι πρὸς τοὺς ἀρχομένους, βαρὺς δὲ τοῖς ἀντιπάλοις· τοῦτο γὰρ βασιλέως ἀγαθοῦ καὶ ἰσχυροῦ. καὶ «αὐτίκʼ ἂν ἐξείποι Ἀγαμέμνονι»· «ἀμφότερον βασιλεύς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής».

κοῦρον ἐόντα: ἄχρηστον γὰρ εἰς μάχην τὸ θῆλυ.

ἀκήδεστοι: μὴ ἔχοντες τὸν κηδεύοντα.

ἄφαντοι: ὡς μηδὲ μνημεῖον αὐτῶν παραλείπεσθαι.

παρέπεισεν: γράφεται «ἔτρεψεν».

αἴσιμα παρειπών: εἱμαρμένα, ἢ τὰ πρέποντα τοῖς ἀδικουμένοις. ἐμαρτύρησε δὲ ὁ ποιητὴς αὐτῷ ὡς καλῶς διαθεμένῳ τοὺς λόγους.

ὁ δʼ ἀπὸ ἕθεν ὤσατο χειρί: μέτριον καὶ ἀόργητον χαρακτηρίζει τοῦ Μενελάου τὸ ἦθος· ὁ πρότερον μὲν ἀδικηθείς, νῦν δὲ ἐπὶ σπονδαῖς τρωθεὶς φείδεται τῆς τοῦ πολεμίου πληγῆς καὶ ὡς ἱκέτην οὐ φονεύει.

ὁ δὲ Μενέλαος ὡς ἱκέτην οὐ φονεύει. μέτριον οὖν καὶ ἀόργητον τὸ τούτου ἦθος χαρακτηρίζει· ὁ πρότερον γὰρ ἀδικηθείς, νῦν δὲ τρωθεὶς ἐπὶ σπονδαῖς φείδεται τοῦ πολεμίου.

ἥρω Ἄδρηστον: τὸ δὲ ἥρω Ἄδρηστον κατὰ συναλιφήν.

Ἀτρείδης δέ: πρὸς τὴν ἐπανάληψιν.

Νέστωρ δʼ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀύσας:μακρὸν ὡς πρὸς ἑαυτόν. ἢ ῥώννυται ὑπὸ τῆς χαρᾶς.

ὡς πρὸς τὴν ἑαυτοῦ δύναμιν μακρόν. ἢ καὶ αὐτὸς ὑπὸ τῆς χαρᾶς ἐπιρρώνυται.

μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθεν μιμνέτω: βραχὺ διασταλτέον ἐπὶ τὸ ἐπιβαλλόμενος πρὸς τὸ σαφέστερον.

ἐπιβαλλόμενος: ἀντὶ τοῦ ἐπιθυμῶν.

ἐπιβολὴν ποιούμενος εἰς ἀναίρεσιν.

ἀλλʼ ἄνδρας κτείνωμεν: τῷ πόνῳ συζεύγνυσιν ἑαυτὸν δυσωπῶν τοὺς νέους. διὰ δὲ τὸ νεμεσητὸν οὐ πρὸ τῆς συμβολῆς τοῦτο παραινεῖ. καὶ Ἕκτωρ «ἐᾶν δʼ ἔναρα». καὶ Λακεδαιμόνιοι τοῦτο ἐθέσπισαν, τοὺς ἄνδρας ἐπὶ τὸ πράσσειν τοῦτο τεταχότες. τακτικὸς οὖν καὶ νῦν ὁ Νέστωρ φαίνεται.

νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας: οὕτως Ἀρίσταρχος. ὁ δὲ Ζηνόδοτος «Τρώων ἂμ πεδίον συλήσομεν ἔντεα νεκρούς». Ἀθηνοκλέους δὲ ἐν τῷ Περὶ Ὁμήρου παρατηρήσαντος ὅτι τῷ μὲν καμάτῳ καὶ ἑαυτὸν ὁ Νέστωρ ὑποβάλλει λέγων «κτείνωμεν», τὸ δὲ κέρδος ἴδιον ποιεῖται τῶν στρατιωτῶν ἐν τῷ συλήσετε, ὁ Χαῖρις Ὁμηρικὸν εἶναί φησι τὸν τῆς ἑρμηνείας χαρακτῆρα ὡς ἐν τούτοις· «ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ, σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος»· ἔδει γὰρ δέδμηνται ὡς πείθονται ἢ ἀνάπαλιν. καὶ πάλιν· «ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατόν», καὶ ἀλλαχοῦ· οὐδὲ γὰρ ἄλλως ἀκμάζει ὁ Νέστωρ, ἀλλʼ ὑπὸ γήρως ἔοικεν ἀπειρηκέναι. ταῦτα ὁ Δίδυμος

οὕτως Ἀρίσταρχος τεθνηῶτας.

νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας: Ζηνόδοτος «Τρώων ἂμ πεδίον συλήσομεν ἔντεα νεκρούς», ἵνα μὴ μόνον εἰς τὴν πρᾶξιν, ἀλλὰ καὶ εἰς τὸ κέρδος συμπεριλαμβάνοι ἑαυτὸν ὁ Νέστωρ ἀγνοεῖ δὲ ὅτι ἔθος ἐστὶν Ὁμηρικὸν τὸ τοιοῦτον ὡς ἐν τῷ «ἄλλοι μὲν γὰρ πάντες, ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ, σοί τʼ ἐπιπείθονται καὶ δεδμήμεσθα ἕκαστος»· ἔδει γὰρ δέδμηνται. καὶ πάλιν· «ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσιν»· ἔδει γὰρ εἰπεῖν ἑλώμεθα. τὸ δὲ νεκροὺς τεθνηῶτας ὡς «τάφρον ὀρυκτήν».

ἔνθα κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν: οἶδε τὸ τῆς εἱμαρμένης ὁ ποιητής, ὡς καὶ ἐπὶ Ἀχιλλέως· καὶ νῦν ἀπώλοντο ἄν, εἰ μὴ ἱκέτευσαν· ἐπεὶ δὲ ἱκέτευσαν, μόνον ἐδυστύχησαν.

Πριαμίδης Ἕλενος: λέγεται τὸν Ἕλενον δίδυμον εἶναι Κασάνδρας, τεχθέντας δὲ καταλειφθῆναι μόνους ἐν τῷ τοῦ Θυμβραίου Ἀπόλλωνος ἱερῷ, καὶ δράκοντας ἀποψῆσαι τὴν ἀκοήν, καὶ τὴν μαντείαν ἐντεῦθεν λαβεῖν.

Πριαμίδης Ἕλενος, οἰωνοπόλων ὄχʼ ἄριστος:Ἀμμώνιος ὡς Ἀριστάρχειον προφέρεται καὶ ταύτην τὴν γραφὴν «Πριαμίδης Ἕλενος μάντις τʼ οἰωνοπόλος τε». ἔργον δὲ τὸ σαφὲς εἰπεῖν· διὸ διχῶς.

Ἀρίσταρχος «μάντις τʼ οἰωνοπόλος τε».

Αἰνεία τε καὶ Ἕκτορ: διὰ τὸ ἀλαζονικὸν συμπεριλαμβάνει καὶ τὸν Αἰνείαν· τραχὺς γὰρ πρὸς τοὺς συμβούλους ὁ Ἕκτωρ.

πόνος: ὅτι τὸ κατὰ τὸν πόλεμον ἔργον πόνον εἴρηκε πάλιν.

Τρώων καὶ Λυκίων ἐγκέκλιται: Λυκίων κατʼ ἐξοχὴν τῶν συμμάχων. ἐγκέκλιται δὲ ἐρήρεισται, ὅθεν καὶ «ἀστραβῆ κίονα» καὶ «κίονι κεκλιμένη» καὶ «Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται», οἷον ἐὰν ἀπόλησθε ὑμεῖς, στραφήσεται ὁ πόλεμος καὶ ἡ βουλή.

ἐγκέκλιται: ἐρήρεισται, ἐκ μεταφορᾶς τῶν καμνόντων ἀρρωστίαις καὶ προσαναπαυομένων ἰσχυροτέροις σώμασιν, ἢ τῶν ζυγοστατουμένων. Λυκίων δὲ κατʼ ἐξοχὴν τῶν συμμάχων. φησὶ δὲ ὅτι ἐὰν ὑμεῖς ἀπόλησθε, στραφήσεται ὁ πόλεμος καὶ ἡ βουλή.

ἐγκέκλιται: ἐπίκειται, ἔγκειται, ἐμπέπηκται, ἐν τῇ ὑμετέρᾳ —πραγμάτων.

πᾶσαν ἐπʼ ἰθύν: εἰς πᾶσαν ὁρμήν.

μάχεσθαί τε φρονέειν τε: ἀρετὴ τῶν ἡγουμένων βουλεύεσθαι μὲν ἄριστα τὸ συμφέρον, πράττειν δὲ κάλλιστα τὸ βεβουλευμένον. θεραπεύει δὲ αὐτούς, ἵνα ὡς φρόνιμοι δέξαιντο τὴν συμβουλήν. Ἕκτορα δὲ πέμπει ὡς πείσοντα τὴν θεὸν διὰ τῆς ἀξιοπιστίας.

στῆτʼ αὐτοῦ καὶ λαὸν ἐρυκάκετε πρὸ πυλάων πάντῃ ἐποιχόμενοι: ὁ τρόπος σύλληψις· τῷ μὲν ἑνὶ στῆναι κελεύει πρὸ τῶν πυλῶν μὴ συγχωροῦντι φυγεῖν, τῷ δὲ ἑτέρῳ περιϊέναι ὀτρύνοντι. ἢ τὸ στῆτε τῆς φυγῆς παύεσθε. οἱ δὲ ἀναστρέφουσιν ὡς τὸ «εἵματα ἀμφιέσασα θυώδεα καὶ λούσασα».

ἐν χερσὶ γυναικῶν: καλῶς οὐκ εἶπε πύλῃσιν ἢ οἴκησιν· εὐσχερωνέστερον δὲ τοῦ ἱστορουμένου περὶ τὰς Περσικὰς γυναῖκας.

καλῶς οὐκ εἶπε πύλῃσιν ἢ οἴκοισιν — τοῦτο γὰρ εὐσχημονέστερον —, ἀλλὰ χερσὶ γυναικῶν· τοῦτο δὲ ἀσχημονέστερον καὶ ἀτιμότερον.

ἡμεῖς: ἐγὼ καὶ Αἰνείας. πιθανῶς τοῖς ἐπικινδύνοις ἑαυτὸν καταλέγει.

μετέρχεο: πλεονάζει ἡ μετα.

ξυνάγουσα: ὅτι ὁ χρόνος ἐνήλλακται, ἀντὶ τοῦ συναγαγοῦσα.

τὸ δὲ ξυνάγουσα ἀντὶ τοῦ συνάξασα.

γεραιάς: τινὲς «γεραίρας», τὰς ἱερείας τὰς ἐκ τῶν ἱερῶν γέρας δεχομένας.

ἡ δὲ ξυνάγουσα γεραιάς—δόμοιο: συναπτέον τὸ ἡ δὲ ξυνάγουσα γεραιάς τῷ νηὸν Ἀθηναίης ἵνα διαστέλλωμεν ἐν πόλει ἄκρῃ· λειπούσης γὰρ τῆς εἴς προθέσεως καὶ τοῦ καί συνδέσμου γίνεται ὁ λόγος· ἡ δὲ ξυνάγουσα τὰς γεραιὰς εἰς τὸν τῆς Ἀθηνᾶς ναὸν καὶ ἀνοίξασα τὰς θύρας τοῦ ἱεροῦ οἴκου τὸν πέπλον ἀναθέτω. ἐὰν δὲ συνάπτωνται οἱ δύο στίχοι, νηὸν Ἀθηναίης καὶ οἴξασα κληῗδι θύρας ἡ φράσις σόλοικος, τὸν ναὸν ἀνοίξασα τὰς θύρας αὐτοῦ.

νηὸν … οἴξασα κληῗδι θύρας: περισσοὶ οἱ δύο· διὸ οὐδὲ ὑπὸ τοῦ Ἕκτορος λέγονται· τί γὰρ αὐτῇ προσῆκε τὸ οἶξαι;

Ἀθηναίης γλαυκώπιδος: εἰς τὸ γλαυκώπιδος στικτέον, καὶ λείπει ἡ εἴς· συνάξασα εἰς τὸν ναὸν τὰς γεραιὰς καὶ ἀνοίξασα τὰς θύρας ἐν τῇ ἀκροπόλει.

ἐν πόλει ἄκρῃ: διάλυσις ἢ μετατύπωσις ὁ τρόπος. φασὶν Ἥφαιστον ἐκ τῶν ὀστῶν Πέλοπος πεποιηκέναι τὸ Παλλάδιον.

ὅς οἱ: τὴν ὅς ὀξυτονητέον διὰ τὴν οἱ ἀντωνυμίαν, ἥτις νῦν ἐγκλιτική ἐστιν.

ὅς οἱ δοκέει χαριέστατος ἠδὲ μέγιστος: διδάσκει ἐκ τῶν καλλιστευόντων τιμᾶν τοὺς θεούς.

ἐπὶ γούνασιν: ἡ διπλῆ, ὅτι ἀντὶ τῆς παρά, ἵνʼ ᾖ παρὰ γούνασιν· ὀρθὰ γὰρ τὰ Παλλάδια κατεσκεύασται. καὶ ἔστιν ὅμοιον τῷ «ἡ μὲν ἐπʼ ἐσχάρῃ» ἀντὶ τοῦ παρʼ ἐσχάρῃ· ἡ γὰρ ἐπί τὴν ἐπάνω σχέσιν σημαίνει. διὸ οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν.

Ἀθηναίης ἐπὶ γούνασιν: ἡ ἐπί ἀντὶ τῆς παρά, ὁμοίως τῷ «ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο». Στράβων γάρ φησι καθῆσθαι πρώην τὰ ἀγάλματα τῆς Ἀθηνᾶς. ἢ ἐξαρτῆσαι αὐτῆς κελεύει.

θεῖναι Ἀθηναίης ἐπὶ γούνασιν ἠϋκόμοιο: φασὶ τὸ διοπετὲς ἀνδρὸς δορὰν ἠμφιέσθαι, ἔχειν δὲ στέμματα καὶ ἠλακάτην, ἐν δὲ τῇ κεφαλῇ πόλιν κἀν τῇ δεξιᾷ δόρυ.

δυοκαίδεκα βοῦς: δωδεκηῒς θυσία παρὰ τοῖς Ἀττικοῖς. εὐεπίφορος δὲ ὁ ποιητὴς εἰς τὸ δώδεκα.

δυοκαίδεκα βοῦς ... ἤνις ἠκέστας ἱερευσέμεν: «βοῦν ἀγελαίην».

ἤνις ἠκέστας: νέας ἀδαμάστους, ἀκεντήτους.

αἴ κεν Τυδέος: Ἀρίσταρχος «ὥς κεν Τυδέος».

Ἰλίου ἱρῆς: ὅτι θηλυκῶς τὴν Ἴλιον.

ἄγριον αἰχμητὴν κρατερὸν μήστωρα φόβοιο: τινὲς οὕτως διεῖλον· ἄγριον, εἶτα αἰχμητὴν κρατερόν, εἶτα μήστωρα φόβοιο. Ἀπολλόδωρος δὲ διχῶς· ἄγριον αἰχμητήν, εἶτα κρατερὸν μήστωρα φόβοιο, ἵνα ᾖ ἰσχυρὸν ἐν τῷ μήσασθαι φυγὴν τοῖς πολεμίοις. εἰ μέντοι βούλοιντό τινες ταῦτα συνάψαι, ἴστωσαν ὅτι λείψουσι σύνδεσμοι.

τινὲς οὕτω διεῖλον· ἀπόσχῃ ἰλίου ἱρῆς ἄγριον αἰχμητὴν κρατερόν, Ἀπολλόδωρος δὲ κρατερὸν μήστωρα φόβοιο, ὅ ἐστιν ἰσχυρὸν εἰς τὸ μήσασθαι φυγήν.

αἰχμητὴν κρατερόν: ἐν τῷ αἰχμάζειν κράτιστον, ἵνα μὴ ὑπὲρ εὐτελοῦς δοκοῖεν καταφεύγειν εἰς θεούς.

φόβοιο: ὅτι ἀντὶ τοῦ φυγῆς.

φημὶ γενέσθαι: καλῶς οὐκ εἶπεν εἶναι, ἀλλὰ γενέσθαι, νῦν ὑπὸ Ἀθηνᾶς δηλονότι.

οὐδʼ Ἀχιλῆά ποθʼ ὧδέ γʼ ἐδείδιμεν: ἐπεὶ τὰ παρόντα μᾶλλον λυπεῖ. ἀμφότερα δὲ ἐξῆρε τὰ πρόσωπα, τὸ μὲν ὡς προὖχον, τὸ δὲ ὡς τὸν ἄριστον ὑπερβαλλόμενον.

ὄρχαμον: ἡγεμόνα.

οὔτι κασιγνήτῳ ἀπίθησεν: καὶ τὸ μονομάχιον αὐτῷ πεισθεὶς ποιεῖ

ᾤχετο πάντῃ: διὰ τὸ «πάντῃ ἐποιχόμενοι».

διεγείρει γὰρ αὐτὸν ἡ τοῦ «πάντῃ ἐποιχόμενοι» ἔπειξις.

δέ: ὁ δέ ἀντὶ τοῦ γάρ.

Τρωσὶν ἀλεξήσοντα κατελθέμεν ὡς ἐλέλιχθεν:ἤτοι στικτέον ἐπὶ τὸ κατελθέμεν, ἵνα ἀφʼ ἑτέρας ἀρχῆς λέγηται τὸ ὣς ἐλέλιχθεν ἀντὶ τοῦ οὕτως ἐλέλιχθεν. ἢ συναπτέον, ἵνʼ ᾖ τὸ ὥς ἀντὶ τοῦ ὅτε. βέλτιον δὲ τὸ πρότερον.

ἀντὶ τοῦ οὕτως. τινὲς δὲ συνάπτουσιν ὅλον, τὸ ὥς ἀντὶ τοῦ ὅτε λέγοντες.

ὡς ἐλέλιχθεν: ὡς συνεστράφησαν.

ἐκέκλετο: ἀπὸ τοῦ κικλῶ ἔδει ἐκίκλετο. ἢ μᾶλλον ἀπὸ τοῦ ἐκέλετο.

ἀπὸ τοῦ κέλω ἐκέλετο καὶ πλεονασμῷ τοῦ κ ἐκέκλετο.

Τρῶες ὑπέρθυμοι τηλεκλειτοί τʼ ἐπίκουροι: ἐπιπληχθεὶς ὑπὸ Σαρπηδόνος μετριώτερος γέγονε καὶ τὴν προσφώνησιν ποιεῖται φιλάνθρωπον.

ἀνέρες ἔστε, φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς:ὅτι Ζηνόδοτος γράφει «ἀνέρες ἔστε θοοὶ καὶ ἀμύνετον ἄστεϊ λώβην». συγχεῖται δὲ τὸ δυϊκὸν πρὸς πολλοὺς λεγόμενον.

ὄφρʼ ἂν ἐγώ: διχῶς Ἀρίσταρχος, καὶ διὰ τοῦ κέ, «ὄφρα κʼ ἐγώ» καὶ διὰ τοῦ ἄν.

ὄφρʼ ἂν ἐγὼ βείω: ταύτην τὴν ἀπολογίαν ποιεῖται, ἵνα μὴ δοκῇ φεύγειν.

ὄφρʼ ἂν ἐγὼ βείω: ἵνα μὴ δοκοῖεν αὐτὸν φυγεῖν.

εἴπω βουλευτῇσι: προβούλοις. πιθανῶς δέ, ἵνα μὴ γυναῖκας μόνας ἐπὶ τοῦ στρατεύματος ὀνομάζῃ.

εἴπω βουλευτῇσι: ὁ μὲν Ἕλενος ἔλεγεν· «εἰπὲ δʼ ἔπειτα μητέρι σῇ καὶ ἐμῇ. ἡ δὲ ξυνάγουσα γεραιάς». ὁ δὲ Ἕκτωρ τοῦ εὐπρεποῦς ἕνεκα προστίθησι μὲν τοὺς γέροντας, ἐκκλέπτει δὲ τὴν ὑπὲρ Διομήδους εὐχήν

ὁ μὲν Ἕλενος ἔλεγεν· «εἰπὲ δʼ ἔπειτα μητέρι σῇ καὶ ἐμῇ. ἡ δὲ ξυνάγουσα γεραιάς». ὁ δὲ Ἕκτωρ τὴν μὲν ὑπὲρ Διομήδους ἐκκλέπτει εὐχήν, τοῦ δὲ εὐπρεποῦς ἕνεκα προστίθησι τοὺς προβούλους γέροντας. πιθανῶς δὲ καὶ τοῖς βουλευταῖς φησιν, ἵνα μὴ δοκῇ γυναῖκας μόνας ἐπὶ τοῦ στρατεύματος ὀνομάζειν.

εἴπω βουλευτῇσι: καὶ πῶς οὐδὲν εἶπε τοῖς βουλευταῖς, ἀλλὰ ταῖς γυναιξίν; νοητέον οὖν ἤτοι κατὰ τὸ σιωπώμενον κἀκείνοις αὐτὸν εἰρηκέναι ἢ ὡς ἐπὶ στρατείας καὶ παρατάξεως τοῦ πρέποντος χάριν τοῦτο προστεθεικέναι.

δαίμοσιν ἀρήσασθαι: ἐπέρρωσεν αὐτοὺς χρηστῇ ἐλπίδι· δεδίασι γὰρ ὡς παρασπονδήσαντες.

ὣς ἄρα φωνήσας ἀπέβη: καὶ πῶς ἔδει τοσαύτῃ περιστάσει συνεχομένων τῶν Τρώων ἀναχωρεῖν καὶ μὴ μᾶλλον ἐπικηρυκεύσασθαι τὴν θυσίαν; ἀλλʼ ᾔδει τοὺς Τρῶας ἐθελοκακοῦντας τῇ ἀπουσίᾳ Ἀλεξάνδρου, ἐφʼ ὃν μάλιστα ὥρμητο. ἢ δεισιδαίμων ὢν οὐ θέλει παρέργως τὴν θυσίαν γενέσθαι. ἄλλως τε παροξύνει αὐτοὺς καὶ καταλείπει Αἰνείαν. ἢ πρὸς ἀνάπαυσιν τῶν στρατευμάτων· διὸ καὶ τὸ μονομάχιον παράγεται. ἢ ἐπεὶ ὠνείδισται ὑπὸ Σαρπηδόνος, Ἀλέξανδρον θέλει παρεγεῖραι.

ἀπέβη … Ἕκτωρ: οὐκ ἐπὶ ἵππων ἀναχωρεῖ διὰ τὸ μὴ δοκεῖν φεύγειν, ἢ ἐπεὶ πρὸς ἱκετείαν ἄπεισιν, ἢ ὅπως καὶ οἱ πολέμιοι θεώμενοι τὸ ἅρμα μὴ δοκοῖεν αὐτὸν ἀπηλλάχθαι.

ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινόν: ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες ἕως σφυρῶν καὶ αὐχένος καλύπτουσαι.

ἀμφὶ δέ μιν σφυρὰ τύπτε καὶ αὐχένα δέρμα κελαινόν: ἐναργῶς ἐδήλωσε θέοντα καὶ ὑπὸ τῆς ἀμφιβρότης ἀσπίδος τυπτόμενον. καταλλήλως δὲ εἶπε· τὰ σφυρὰ καὶ τὸν αὐχένα αὐτὸν ἔτυπτεν ἡ ἄντυξ.

Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱός: ὅτι μετατιθέασί τινες ἀλλαχόσε ταύτην τὴν σύστασιν

Γλαῦκος δʼ Ἱππολόχοιο πάϊς καὶ Τυδέος υἱός: διαναπαύει τὸν ἀκροατὴν γενεαλογίας καὶ μύθους παρεμβάλλων, οὐκ ἐᾷ τε κενὴν τὴν ἔξοδον Ἕκτορος, ὅ τε στρατὸς διαναπαύεται ἀφορῶν τὸ τέλος τῶν ἀριστέων. καὶ Ἑλλήνων ὑποχωρησάντων κενοῦ ὄντος τοῦ μεταιχμίου προπηδᾷ Γλαῦκος. καὶ ἐν τάχει μὲν πέφρασται, πρὸς ὠφέλειαν δὲ ἐπεξείργασται ταῦτα ὁ ποιητής.

ἐς μέσον ἀμφοτέρων: ὡς διεστώτων καὶ ἀναπαυομένων.

διεστῶτες γὰρ ἦσαν καὶ ἀναπαυόμενοι.

ἰόντες: Ζηνόδοτος καὶ Ἀριστοφάνης δυϊκῶς «ἰόντε». ἐν δὲ τοῖς ἔμπροσθεν εἰρήκαμεν Ἀριστάρχου εἶναι τὴν δυϊκὴν γραφήν.

ἰόντες: Ἀρίσταρχος δυϊκῶς.

τίς δὲ σύ ἐσσι, φέριστε: μέχρι γὰρ τοῦ τρῶσαι τοὺς θεοὺς ἀφῄρηται τὴν ἀχλύν.

μέχρι γὰρ τοῦ τρῶσαι τοὺς θεοὺς τὴν ἀχλὺν ἀφῄρητο. νῦν δὲ περίκειται αὐτήν.

οὐ μὲν γάρ ποτʼ ὄπωπα: δευτέραν γὰρ ἔχων τάξιν Σαρπηδόνος οὐ προεμάχει. ἢ ἐν τῇ πρὸς ἐμὲ μάχῃ.

προβέβηκας: ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων.

ὡς δὴ ἀναπαυομένων τῶν φαλάγγων χώραν λαβὼν ἔπεισιν αὐτῷ.

δυστήνων: κακὴν στάσιν ἐχόντων.

κακὴν ἐχόντων τὴν στάσιν, ἢ δυσθανῶν.

δυστήνων δέ τε παῖδες: ὡς «υἷες Ἀχαιῶν».

εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας: ὅτι οὐ καθόλου τὴν ἀχλὺν ἀφῃρέθη πρὸς τῆς θεοῦ.

εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας: συναπτέον ὅλον τὸν στίχον.

κατʼ οὐρανοῦ εἰλήλουθας: οὕτως Ἀρίσταρχος οἷον καταβέβηκας τὸν οὐρανόν· διὸ διὰ τοῦ ν γράφει «κατʼ οὐρανόν».

εἰ δέ τις ἀθανάτων: ἐπεὶ εἶπε «φὰν δέ τινʼ ἀθανάτων», διὰ τοῦτο ταῦτά φησιν.

κατʼ οὐρανοῦ εἰλήλουθας: οὕτως Ἀρίσταρχος ὡς τὸ «ὣς φαμένη κατέβαινʼ ὑπερώϊα». «βὰν δὲ κατʼ Ἰδαίων ὀρέων».

ὡς τὸ «βὰν δὲ κατʼ Ἰδαίων ὀρέων» καὶ «ὣς φαμένη κατέβαινʼ ὑπερῶα σιγαλόεντα», ἵνα καὶ τοῦτο τῷ εἰλήλουθας συντάσσοιτο. οἱ δὲ ἀντὶ τῆς ἀπό. τοῦτο δέ φησιν, ἐπεὶ εἶπε «φὰν δέ τινʼ ἀθανάτων».

εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθας: τὸ παράδοξον τῆς τόλμης ἐκπληττόμενος λέγει ταῦτα.

τὸ γὰρ παράδοξον τῆς τόλμης ἀπιστεῖν αὐτὸν εἰκότως ἐργάζεται.

οὐδὲ γὰρ οὐδὲ Δρύαντος—Διωνύσοιο: σημειοῦνταί τινες, ὅτι ὡς περὶ θεοῦ τοῦ Διονύσου διαλέγεται. ὁμώνυμος δὲ οὗτος ὁ Λυκοῦργος ἐκείνῳ «τὸν Λυκοῦργος ἔπεφνεν» καὶ ὁ Δρύας δὲ τῷ Λαπίθῃ Διόνυσος ὁ Διὸς—Εὔμηλος

οὐδὲ Δρύαντος υἱός: Ἠδωνῶν τῶν πρὸς Παγγαίῳ βασιλεύς, μὴ προσδεξάμενος τὴν ἔφοδον Διονύσου.

μαινομένοιο: ὅτι ἤτοι μανιοποιοῦ, βακχείας παρασκευαστικοῦ, ἢ αὐτοῦ μαινομένου, ἐνθουσιαστοῦ ἢ βακχευτοῦ.

μαινομένοιο Διωνύσου: ὡς «χλωρὸν δέος». Διόνυσος δὲ παρὰ τὸν Δία καὶ τὴν Νῦσαν.

Νυσήϊον: ἐν διαφόροις τόποις ἱστοροῦσι τὰ περὶ νυσίαν. ἄμεινον δὲ τὰ περὶ Θρᾴκην ἀκούειν καὶ κατὰ Σαμοθρᾴκην δύνειν τὸν Διόνυσον, ἔνθα καὶ Θέτις διῆγε, «μεσσηγὺς Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης».

Νυσήϊον: τὴν λεγομένην—Θρᾴκης νῦν. ἐν ἄλλοις· αὕτη ἡ Νύσα ἐν μέν τισι χώραις ὄρος—δίωξιν ἐγένετο.

θύσθλα: οἱ μὲν τοὺς κλάδους, οἱ δὲ τὰς ἀμπέλους, οἱ δὲ τοὺς θύρσους, οὓς ἐβάσταζον, ὃ καὶ ἄμεινον.

θύσθλα: οἱ μὲν τοὺς κλάδους—τὴν τελετήν.

θύσθλα χαμαὶ κατέχευαν—βουπλῆγι: διασταλτέον μετὰ τὸ κατέχευαν. τὸ δὲ ἑξῆς συναπτέον, ὑπʼ ἀνδροφόνοιο Λυκούργου θεινόμεναι βουπλῆγι.

βουπλῆγι: προπερισπωμένως· ἡ γὰρ εὐθεῖα ὀξύνεται, βουπλήξ· τὰ γὰρ παρὰ παρακείμενον συντιθέμενα φιλεῖ ὀξύνεσθαι, ὁπότε καὶ μίαν συλλαβὴν ἀποφέρεται τοῦ ῥήματος, «ἀδμής», ἡμιθνής, κυαμοτρώξ. οὕτως καὶ μεθυπλήξ ὡπλήξ.

βουπλῆγι: μάστιγι ἢ πελέκει.

Διώνυσος δὲ φοβηθείς: ὅτι Ζηνόδοτος γράφει «χολωθείς», καὶ ὅτι περισσὸς ὁ δέ.

Διώνυσος δὲ φοβηθείς: μικρὸς γὰρ ἦν ἀπὸ τοῦ καὶ τὰς τιθήνας αὐτῷ συγκαταλέγεσθαι καὶ εἰς τὸν κόλπον αὐτὸν δεδυκέναι καὶ μὴ τιμωρήσασθαι τὸν Λυκοῦργον.

Θέτις δʼ ὑπεδέξατο: Θέτις, ἵνʼ εὐλόγως τὸν ἀμφορέα λάβῃ ἢ ὅτι χρησμὸς ἐδόθη ἁλιεύειν ἐν τόπῳ Διόνυσον ἁλιέα βαπτίζοιτε, ὡς Φιλόχορος

ὀδύσαντο: ὠργίσθησαν.

θεοὶ ῥεῖα ζώοντες: ὁ γὰρ ἡμῶν βίος παρὰ τὴν βίαν.

τυφλὸν ἔθηκε: ἐπεὶ ἐθεώρει τὰς τελετάς, οἰκείως κολάζεται τὰς ὄψεις.

ἐπεὶ τὰς τελετὰς ὁρῶν οὐκ ἐσωφρόνει, οἰκείως τὰς ὄψεις κολάζεται.

οἵη περ φύλλων γενεή: οὐκ ἄντικρυς ὀνειδίζει τὸ γένος, ἀλλὰ τὰ φύλλα, οἷς εἴκασεν. καὶ ἀλλαχοῦ· «δειλῶν, οἳ φύλλοισιν ἐοικότες».

φύλλα.

τοίη δέ: ὅτι δύο μέρη λόγου τὸ τοίη δέ, τοίη καὶ δέ· διὸ οὐ περισπαστέον τὸ ΤΟΙΗΔΕ.

τηλεθόωσα φύει, ἔαρος δʼ ἐπιγίνεται ὥρη: Ἀριστοφάνης γράφει «τηλεθόωντα» καὶ ἐπὶ τῶν φύλλων ἀκούει καὶ τὸ ὥρη μετὰ τοῦ ι γράφει κατὰ δοτικήν.

τηλεθόωσα: εἰς ὕψος θάλλουσα καὶ αὐξομένη.

ἠμὲν φύει ἠδʼ ἀπολήγει: ἀντὶ τοῦ καί. δύναται δὲ καὶ ἄρθρα εἶναι. βέλτιον δὲ τὸ σύνδεσμον παραλαβεῖν.

ἠμὲν φύει ἠδʼ ἀπολήγει: δύναται μὲν καὶ ἄρθρα εἶναι, ἄμεινον δὲ συνδέσμους ἐκδέχεσθαι αὐτούς. Ἀλεξίων δὲ εὐθύνει τὰ ἄρθρα σολοικισμὸν κατὰ τὴν φράσιν νομίζων καί φησι· «πῶς ἑνικὸν ὂν τὸ γενεή ἐπιμερίζεσθαι δύναται;» κακῶς· δύναται γὰρ καὶ ἐξ ἑνικοῦ ἐπιμερισμὸς γενέσθαι.

εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι: ὑποστικτέον εἰς τὸ ἐθέλεις, ἵνα ᾖ τὸ δαήμεναι ἀντὶ προστακτικοῦ τοῦ δάηθι.

εἰδῇς: Ἀρίσταρχος περισπᾷ εἰδῇς, καὶ οὕτως ἐπεκράτησεν ἡ προσῳδία· ἦν γὰρ καὶ λόγον ἔχουσα.

εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι—ἴσασιν: ὑποστικτέον εἰς τὸ θέλεις, καὶ τὸ δαήμεναι ἀντὶ τοῦ δάηθι. τινὲς δέ φασι τὸ ἔστω, ὡς τὸ «ξεῖνε φίλʼ, εἰ καί μοι νεμεσήσεαι». ἢ διὰ μέσου τὸ πολλοὶ δέ μιν ἄνδρες ἴσασιν

ἔστι: τὸ ἔστι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν ὀξεῖαν, ὅταν ἄρχηται, «ἔστι δέ τις προπάροιθε πόλιος», καὶ ὅταν ὑποτάσσηται τῇ οὔ ἀποφάσει, «ὡς οὐκ ἔσθʼ ὅδε μῦθος». εἰ μέντοι γε μὴ εἴη τὸ τοιοῦτο, οὐκέτι ἐπὶ τῆς πρώτης συλλαβῆς ἔχει τὴν ὀξεῖαν, οἷον «ὃ δὴ τετελεσμένον ἐστίν».

ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο: ὅτι Ἔφυραν τὴν Κόρινθον ἐξ ἡρωϊκοῦ προσώπου εἶπεν. ἔστι δὲ καί τις Θεσπρωτίας Ἔφυρα πόλις. Ἄργος δὲ ἱππόβοτον τὴν Πελοπόννησον καλεῖ, τὴν δὲ Θετταλίαν Ἄργος Πελασγικόν.

πόλις Ἐφύρη: ἡ Κόρινθος. ἔστι δὲ καὶ ἐν Θεσπρωτίᾳ καὶ ἐν Θεσσαλίᾳ καὶ ἐν Οἰνόῃ, καὶ νῆσος περὶ Μῆλον.

τὴν Κόρινθον λέγει. εἰσὶ δὲ Ἔφυραι καὶ ἄλλαι, ἡ ἐν Θεσπρωτίᾳ, ἡ ἐν Θεσσαλίᾳ, ἡ ἐν Οἰνόῃ, καὶ νῆσος περὶ Μῆλον.

ἔνθα δὲ Σίσυφος ἔσκεν: Διὸς τὴν Ἀσωποῦ θυγατέρα— παρὰ Φερεκύδει

κέρδιστος: ἡ διπλῆ, ὅτι τὸν συνετὸν καὶ κερδαλέον κέρδιστον λέγει. οἱ δὲ νεώτεροι τὸν φιλοκερδῆ ἐξεδέξαντο.

κέρδιστος: συνετώτατος, ἐντρεχέστατος· οὐ γὰρ ἂν τὸν πρόγονον αὐτοῦ πανουργότατον ἔλεγεν.

κέρδιστος: μέσον ἐστὶ τοῦτο. ὡς συγγενὴς δὲ οὐ βλασφημεῖ. ἡ δὲ ἐπανάληψις τὸν ἔνδοξον παρίστησιν.

Σίσυφος: ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν τοῦ ὀνόματος. καὶ ὅτι ἐν Ἰλιάδι συνεχῶς ταῖς ἐπαναλήψεσι κέχρηται, ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ κατʼ ἀρχάς, «Αἰθίοπας τοὶ διχθά».

ἔτικτεν: Ἰακῶς τὸ «τίκτεν» Ἀρίσταρχος.

Βελλεροφόντην: Λεωφόντης πρότερον ἐκαλεῖτο. Βέλλερον δὲ ἱππικῇ φονεύσας οὕτως ὠνόμασται.

αὐτὰρ Γλαῦκος ἔτικτεν ἀμύμονα Βελλεροφόντην: οὗτος πρότερον—παρὰ Ἀσκληπιάδῃ ἐν Τραγῳδουμένοις

κάλλος τε καὶ ἠνορέην ἐρατεινήν: οὐδὲν γὰρ κάλλος ἄνευ ἀνδρίας, ὡς δῆλον ἐκ Νιρέως δυεῖν δὲ ὄντων πλεονεκτημάτων τὴν ἀνδρίαν ἐρατεινὴν εἶπεν.

κάκʼ ἐμήσατο: Ἀρίσταρχος Ἰακῶς «κακὰ μήσατο».

Ἰακῶς τὸ ἐμήσατο.

ἐπεὶ πολὺ φέρτατος ἦεν —ἐδάμασσε: τὸ πολὺ φέρτατος καὶ τὰ ἑξῆς ἐπὶ τοῦ Προίτου παραδεκτέον.

ἐπεὶ πολὺ φέρτερος ἦεν: ὁ Προῖτος τῶν Ἀργείων διὰ τὴν ἀρχήν.

Ζεὺς γάρ οἱ ὑπὸ σκήπτρῳ ἐδάμασσεν: τοὺς Ἀργείους Προίτῳ ὑπέταξεν.

τοὺς γὰρ Ἀργείους ὁ Ζεὺς τῇ βασιλείᾳ Προίτου ὑπέταξεν.

Ζεὺς γάρ μιν: γράφεται «Ζεὺς γάρ οἱ».

δῖʼ Ἄντεια: ἡ διπλῆ, ὅτι Ὅμηρος Ἄντειαν, οἱ δὲ νεώτεροι Σθενέβοιαν, καὶ ὅτι ἀκαίρως τὸ δῖα· μάχεται γὰρ ἡ μάχλος.

δῖʼ Ἄντεια: προπερισπαστέον τὸ δῖα καὶ τὸ Ἄντεια προενεκτέον ὡς Κράτεια. ἔνιοι δὲ ὑπονοήσαντες ἀτόπως ἔχειν τὸ δῖα … κατὰ κόσμον ποιητικὸν προσέρριπται, ὡς καὶ ἐπὶ τοῦ «δῖα Κλυταιμνήστρη».

ἐπεμήνατο δῖʼ Ἄντεια: πρὸς ἀποτροπὴν μανίαν ὀνομάζει τὸ πάθος, ὃ καὶ δῖα οὖσα ἐπεμήνατο. τινὲς δὲ ὑφʼ ἓν «Διάντεια», κακῶς· ἀγνοοῦσι γὰρ ὅτι τὸ δῖα πολλαχῶς νοεῖται παρʼ Ὁμήρῳ. ἢ δῖα Ἄντεια ὡς «δῖα Κλυταιμήστρη».

πεῖθε: ὁ παρατατικὸς τὴν πολλάκις ταῦτα λέγουσαν ἐσήμανεν.

ἀγαθὰ φρονέοντα: τοῦτο ἐκπεφώνηκεν ἀφʼ ἑαυτοῦ, ὡς κἀκεῖ κατὰ μοιχῶν νομοθετῶν φησιν· «ὡς ἀπόλοιτο καὶ ἄλλος ὅ τις τοιαῦτά γε ῥέζοι» καὶ «οὐκ ἀρετᾷ κακὰ ἔργα».

δαΐφρονα Βελλεροφόντην: δῆλον μὲν ἦν καὶ μὴ προστεθέντος τοῦ ὀνόματος ὅτι Βελλεροφόντης λέγεται· περὶ γὰρ τούτου ὁ λόγος ἦν. ἀλλʼ ὅμως ἐπήνεικε τοὔνομα, τοῦτο μὲν σχήματι κινῶν, τοῦτο δὲ ἐπὶ τῇ σωφροσύνῃ τοῦ ἀνδρὸς ἡδόμενος διὰ στόμα αὐτὸν ἔχει· οἷς γὰρ ἡδόμεθα, τούτους ἀνὰ στόμα ἔχομεν.

ἡ δὲ ψευσαμένη: δείκνυσιν ὅτι τέλος ἔρωτος ἀποτυχόντος μῖσός ἐστιν.

τεθναίης, ὦ Προῖτε: καλόν σοι τὸ ἀποθανεῖν, εἰ μὴ τοῦ καθυβρίσαντός σε κατισχύσεις. ἀλλʼ εἰ βούλει ζῆν, ἐκεῖνον ἄνελε· εἰ γὰρ ἐμὲ ἠθέλησε βιάσασθαι, οὐδὲ σοῦ φείσεται.

μʼ: ἀντὶ τοῦ μοί, ὡς «οὐδέ σʼ ὀΐω», «ἥ μʼ οἴῳ ἔρροντι».

μιγήμεναι οὐκ ἐθελούσῃ: τρεῖς τρόποι μίξεων. ἢ βούλεταί τις μὴ βουλομένῃ, ὡς νῦν· ἢ μὴ βουλόμενος βουλομένῃ, ὡς Ὀδυσσεὺς «παρʼ οὐκ ἐθέλων ἐθελούσῃ» τῇ Καλυψοῖ· ἢ ὡς Αἴγισθος τὴν Κλυταιμνήστραν «ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὃν δὲ δόμον δέ». τέταρτος δὲ τρόπος οὐκ ἔστιν· οὐδεὶς γὰρ ἄκων ἀκούσῃ μίγνυται.

οἷον: ἀντὶ τοῦ παράδοξον. πῶς δὲ οὐκ ἤλεγξεν; ἢ διασύρει τὸ γυναικοπαθὲς τῶν ἀνθρώπων.

ἀλέεινε: ὡς ξένον.

σήματα λυγρά: γράμματα· «οἱ δὲ κλῆρον ἐσημήναντο», «ὅς μιν ἐπιγράψας»· ἄτοπον γὰρ τοὺς πᾶσαν τέχνην εὑρόντας οὐκ εἰδέναι γράμματα. τινὲς δὲ ὡς παρʼ Αἰγυπτίοις ἱερὰ ζῴδια, διʼ ὧν δηλοῦται τὰ πράγματα.

γράψας ἐν πίνακι πτυκτῷ: ὅτι ἔμφασίς ἐστι τοῦ τῆς λέξεως γράμμασι χρῆσθαι. οὐ δεῖ δὲ τοῦτο δέξασθαι, ἀλλʼ ἔστι γράψαι τὸ ξέσαι· οἷον οὖν ἐγχαράξας εἴδωλα, διʼ ὧν ἔδει γνῶναι τὸν πενθερὸν τοῦ Προίτου.

πίνακι πτυκτῷ: πινακιδίῳ.

σήματα—πίνακι πτυκτῷ: σήματα μὲν τὰ γράμματα, πίνακα δὲ τὸ λεγόμενον πινακίδιον.

ἠνώγειν: οὕτως σὺν τῷ ν ἠνώγειν Ἀρίσταρχος· ἠνώγεεν γάρ.

ᾧ πενθερῷ: ὅτι τοῦτον οἱ νεώτεροι Ἰοβάτην φασί.

ᾧ πενθερῷ: Ἰοβάτῃ ἢ Ἀμισωδάρῳ

ὑπʼ ἀμύμονι: ὁ Ἰξίων ἐν τῷ πρώτῳ τῷ Πρὸς τὰς ἐξηγήσεις προφέρεται «μετʼ ἀμύμονι».

θεῶν ὑπʼ ἀμύμονι πομπῇ: αἰσίοις οἰωνοῖς.

Ξάνθον τε ῥέοντα: ποῖος γάρ φησι ποταμὸς οὐ ῥεῖ; ῥητέον ὅτι ἐπεὶ καὶ πόλις Λυκίας ἐστὶ Ξάνθος. ἢ εὐρὺ ῥέοντα. ἢ ἐπεὶ ἀέναός ἐστιν.

καὶ ποῖος φησὶ ποταμὸς οὐ ῥεῖ; ῥητέον· ἐπεὶ Ξάνθος ἐστὶ Λυκίας πόλις, πρὸς ἀντιδιαστολὴν ἁπλῶς τὸ ῥέοντα τέθεικεν. ἢ τὸν ἀένναον λέγει καὶ ἀεὶ ὡσαύτως ἔχοντα. ἢ μᾶλλον τὸν ῥευματώδη.

προφρονέως: ἀπὸ τοῦ προφρόνως.

ἐννῆμαρ: ἡ διπλῆ, ὅτι ἐπίφορός ἐστι πρὸς τὸν ἐννέα ἀριθμόν.

ξείνισσε: Ἀρίσταρχος καὶ ξείνισσε καὶ «ξείνιζε».

ἐννῆμαρ ξείνισσε: ἢ ὡς παρὰ κηδεστοῦ ἥκοντα φιλοφρονεῖται, ἢ ὅτι ἐν θυσίαις αὐτὸν εὗρεν, ἢ ὀκνῶν οὗτος οὐκ ἀπεδίδου, μὴ θέλων ἀποδημεῖν τάχιστα διὰ τὴν γυναῖκα.

καὶ τότε μιν ἐρέεινε: ὅτι ἔθος ἦν παρὰ τοῖς παλαιοῖς ξενίζειν πρότερον, εἶτα πυνθάνεσθαι, τίνος ἕνεκεν παραγεγόνασιν οἱ ξένοι.

σῆμα: σῆμα τὸ ἐπίταγμα, «σημαίνων ἐπέτελλεν»· ἢ τὸ πτυκτὸν τὸ ἔχον τὰ σήματα, ὅ ἐστι τὰ γράμματα.

σῆμα κακόν: ὅτι σημεῖα λέγει, οὐ γράμματα· εἴδωλα ἄρα ἐνέγραψεν.

ἀμαιμακέτην: τὴν ἄγαν μαιμῶσαν ἢ τὴν ἀκαταμάχητον.

θεῖον γένος: τὰ τερατώδη εἰς θεοὺς ἀναφέρει. ἤτοι οὖν διὰ τὸ παρηλλαγμένῃ κεχρῆσθαι φύσει ἢ διὰ τὸ Τυφῶνος καὶ Ἐχίδνης εἶναι.

πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα: ὅτι ἓν σῶμα ἡ Χίμαιρα.

πρόσθε λέων, ὄπιθεν δὲ δράκων, μέσση δὲ χίμαιρα: εἰ τὸ πλεῖον καὶ ἐμπρόσθιον μέρος εἶχε λέοντος, ἔδει αὐτὴν λέοντα καλεῖσθαι. ἦν οὖν τὸ πᾶν χίμαιρα, ἀφʼ οὗ καὶ ὠνομάζετο, κεφαλὴν δὲ εἶχε λεαίνης, οὐρὰν δὲ δράκοντος. τοίνυν πῦρ εἰσάγεται ἀναπνέουσα διὰ τοῦ στόματος τοῦ λέοντος. Ἡσίοδος δὲ ἠπατήθη τρικέφαλον αὐτὴν εἰπών. οἱ δὲ πανδοκεῖς εἶναι λέγουσι Λέοντα καὶ Δράκοντα καλουμένους, μέσην δὲ αὐτῶν πανδοκεύτριαν Χίμαιραν, ἣ τοὺς παριόντας ἧψε μεληδὸν καὶ τοῖς ἄλλοις παρεῖχε παρατιθεῖσα. ἔνιοι δὲ ὄρος εἶναι κατὰ Λυκίαν, ὃ καλεῖται Χίμαιρα· τοῦτο δὲ κατὰ μέσον ἔχειν ἀναφυσήματα πυρός, κατὰ δὲ τὰ ἄκρα πολύθηρον εἶναι.

πυρὸς μένος: λείπει τὸ ὥς, ὡς πυρός.

καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσασ: ὅτι οὐδὲν περὶ τῆς κατὰ τὸν Πήγασον ἱστορίας ἐμφαίνει.

καὶ τὴν μὲν κατέπεφνε θεῶν τεράεσσι πιθήσας: ἀπίστου ὄντος, πῶς τὸ τοιοῦτον θηρίον κατηγωνίσατο, ἰάσατο τὸ ἄπιστον θείαν δύναμιν ἐπαγαγών.

δεύτερον αὖ Σολύμοισι: καὶ «ἐκ Σολύμων ὀρέων»· ἀπὸ γὰρ τῶν ἀνατολικῶν Αἰθιόπων ἐπανιὼν ἀπὸ Πισιδίας καὶ Κιλικίας ὁρᾷ Ὀδυσσέα ὁ Ποσειδῶν.

φάτο: εὖ τὸ μὴ εἰπεῖν «ἔφασαν ἄλλοι», ἀλλʼ αὐτὸς ὁ πεπειραμένος.

Ἀμαζόνας: κατέτρεχον γὰρ τὴν Ἀσίαν. ἀμέλει ἐξ αὐτῶν Ἔφεσος καὶ Σμύρνα καλεῖται· «καὶ φρυναʼ ἐσήλυθον».

αὗται γὰρ κατατρέχουσαι τὴν Ἀσίαν ἐληΐζοντο. οὐ μὴν δέ, ἀλλὰ «καὶ Φρυγίην εἰσήλυθον».

ἀνερχομένῳ: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ διὰ τοῦ ε, «ἐπερχομένῳ».

τῷ δʼ ἄρʼ ἀνερχομένῳ: Ἀρίσταρχος «ἀπερχομένῳ» γράφει διὰ τοῦ α. γράφεται δὲ καὶ τῷ δʼ ἀνερχομένῳ.

κρίνας ἐκ Λυκίης: βέλτιον τοῖς ἑξῆς συντάττειν τοῦτον τὸν στίχον.

κρίνας ἐκ Λυκίης: ἀπὸ οἰκείας ἀρχῆς ὁ στίχος.

ἀπὸ ἰδίας δὲ ὁ στίχος ἀρχῆς.

φῶτας ἀρίστους: διδάσκει τοὺς ἀλκιμωτάτους μόνους λοχᾶν· «ἔνθα μάλιστʼ ἀρετὴ διαείδεται ἀνδρῶν».

εἷσε λόχον: δῆλον οὖν ὡς καὶ αὐτὸς διὰ τὴν καλοκἀγαθίαν τοῦ ἀνδρὸς οὐκ ἠθέλησεν ἐκ τοῦ προφανοῦς αὐτὸν φονεῦσαι.

τοὶ δʼ οὔ τι πάλιν οἶκον δὲ νέοντο: πρὸς τὸ πάλιν, ὅτι οὐ χρονικῶς.

ἀλλʼ ὅτε δὴ γίνωσκε θεοῦ γόνον: ὅτι ἐκ τῶν πραττομένων τοῦτο συνέβαλεν. εἰ δὲ προσέκειτο καὶ ὁ Πήγασος, πολὺ πλέον αὐτοῦ τὴν δόξαν ἐπιστώσατο.

ὅτι οὐκ οἶδεν Ὅμηρος τὸν Πήγασον.

ἀλλʼ ὅτε δὴ γίνωσκε θεοῦ γόνον ἠῢν ἐόντα: ἐκ τῶν πράξεων τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής. Ποσειδῶνος δὲ ἦν καὶ Μήστρας τῆς Ἐρυσίχθονος.

ἡ πρᾶξις αὐτὸν ὡς θεοῦ ἔδειξεν υἱόν· ἐκ τῶν πράξεων γὰρ τὰς εὐγενείας ἀξιοῖ κρίνεσθαι ὁ ποιητής.

δίδου δʼ ὅγε θυγατέρα ἥν: Ἀλκιμέδουσαν ἢ Πασάνδραν.

καὶ μέν οἱ Λύκιοι τέμενος τάμον ἔξοχον ἄλλων: ὡς τῶν δεινῶν διʼ αὐτοῦ ἀπηλλαγμένοι· πολλὰ γὰρ παρὰ τῶν γειτονούντων δεινὰ καθʼ ἑκάστην ἔπασχον.

καὶ μέν οἱ Λύκιοι τέμενος τάμον: ὡς ἀπηλαγμένοι τῶν δεινῶν.

τέμενος τάμον: ὅτι παρετυμολογεῖ τὸ τέμενος ἀπὸ τοῦ τεμεῖν καὶ ἀφορίσαι.

πυροφόροιο: γράφεται «ὄφρα νέμοιτο».

Λαοδαμείῃ μέν: ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.

ἡ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα: ὅτι καθʼ Ὅμηρον Σαρπηδὼν υἱὸς Εὐρώπης οὐκ ἔστιν οὐδʼ ἀδελφὸς Μίνωος, ὡς οἱ νεώτεροι· καὶ γὰρ οἱ χρόνοι εὔδηλοι.

Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς· ἣ δʼ ἔτεκʼ ἀντίθεον Σαρπηδόνα: ἐπεὶ πῶς Εὐρώπης ὢν συστρατεύει Ἰδομενεῖ; ἢ ὅτι παρὰ Διὸς τὴν ἥβην ἐπεὶ ἓξ ἔσχον γενεάς. τινὲς δὲ Εὐρώπην τὴν Λαοδάμειαν, ἐπεὶ εὐόφθαλμος ἦν.

καὶ πῶς ἐν ἑτέρᾳ ἱστορίᾳ Εὐρώπης αὐτόν φησιν; λέγομεν δὲ ὅτι ἡ αὐτή ἐστιν· εἴρηται γὰρ Εὐρώπη οὐχὶ κυρίως, ἀλλὰ τοῦ ρ πλεονάζοντος· εὐόφθαλμος γὰρ ἦν.

ἀλλʼ ὅτε δὴ κἀκεῖνος ἤτοι ὁ κὰπ πεδίον, Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης κατέκτανε, τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα ἵνα ἡ ἀπώλεια τῶν παίδων αἰτία αὐτῷ ᾖ μονασμοῦ, ὡς καὶ τῷ Λαέρτῃ καὶ Ἀλήϊον πεδίον, ὅπερ ᾤκει ἀλεείνων τοὺς ἀνθρώπους. τὰ δὲ ἐκ τῆς τύχης εἰς θεοὺς ἀναφέρομεν. ὥσπερ δὲ ἐν ἀρχῇ διέσυρε τὰ ἀνθρώπινα τὸ φρύαγμα Διομήδους καθαιρῶν καὶ νῦν οὐκ ἀπώκνησε τὴν περὶ τὸν πρόγονον μεταβολὴν τῆς τύχης ὁμολογῆσαι. ἢ τάχα πιστοῦται τὰ ἀγαθὰ διὰ τῆς ὁμολογίας τῶν ἀτυχιῶν. εἰ δὲ χωλὸς ἦν, πῶς ἠλᾶτο;

ἀλλʼ ὅτε δὴ κἀκεῖνος ἀπήχθετο: ὥσπερ καὶ οἱ πρόγονοι αὐτοῦ, Ἴσανδρος δὲ καὶ λαοδάμειαν ἢ ὡς τὸ γένος τῶν ἀνθρώπων.

ὥσπερ καὶ οἱ ἀπόγονοι αὐτοῦ Ἴσανδρος καὶ Λαοδάμεια ἢ ὡς οἱ ὑπʼ αὐτοῦ ἀναιρεθέντες.

Ἀλήϊον οἶος ἀλᾶτο: ὅτι παρετυμολογεῖ τὸ Ἀλήϊον ἀπὸ τῆς γενομένης ἐν αὐτῷ τοῦ Βελλεροφόντου πλάνης. τὸ δὲ Ἀλήϊον οἱ μὲν ἐψίλωσαν ἀπὸ τῆς ἄλης τοῦ Βελλεροφόντου, οἱ δὲ ἐδάσυναν ἀπὸ τοῦ τοὺς ἅλας ἐκεῖ πήγνυσθαι. βέλτιον δὲ τὸ πρότερον.

Ἀλήϊον: τινὲς ἐδάσυναν διὰ τὸ ἅλας ἐκεῖ πήγνυσθαι. ἄμεινον δὲ ψιλοῦν ἀπὸ τῆς ἄλης.

ὃν θυμὸν κατέδων: οὐχ ὡς οἱ νεώτεροί φασι, μελαγχολάνας, ἀλλʼ ὀδυνώμενος ἐπὶ τῇ τῶν παίδων ἀπωλείᾳ ἐμόναζεν.

ὃν θυμὸν κατέδων: διδάσκει, πόσην ψυχαγωγίαν ἔχει ἡ συντυχία, καὶ μάλιστα ἡ τῶν ἰδίων, ὅτι διʼ αὐτοὺς τὴν ψυχὴν ἀπελέγετο.

πάτον: πάτον ὡς λόγον· τὰ γὰρ εἰς τος λήγοντα δισύλλαβα, βραχείᾳ παραληγόμενα, μονογενῆ βαρύνεται, κρότος κότος μίτος, «Νότος», πότος. οὕτως ἄρα καὶ πάτος. δοκεῖ ἀντικεῖσθαι τὸ «στρατός»· τὸ γὰρ «βροτός» κατὰ δύο τρόπους ἀποφεύγει, ὅτι καὶ κοινὸν καὶ ἔχει ἀντέμφασιν.

μαρνάμενον Σολύμοισι: ἴσως ὡς γηράσαντος τοῦ Βελλεροφόντου ἀπέστησαν, ὁ δὲ ὡς πατρῴας ἀρχῆς ἀντιποιούμενος ἐπολέμει.

χολωσαμένη: ἴσως διὰ τὰς Ἀμαζόνας.

ἔκτα: ἀποκοπὴ τοῦ «ἔκτανʼ ἐπὶ προμάχων».

Ἱππόλοχος δέ μʼ ἔτικτε: ἐκ Δημωνάσσης.

καί μοι μάλα πόλλʼ ἐπέτελλεν αἰὲν ἀριστεύειν: τοῦτο ἀναφέρει πρὸς τὸ ὑπὸ Διομήδους εἰρημένον «ἀτὰρ μὲν νῦν γε πολὺ προβέβηκας ἁπάντων».

ἔν τʼ Ἐφύρῃ ἐγένοντο: ὅτι οἱ μὲν ἥρωες Ἔφυραν παράγονται λέγοντες, αὐτὸς δὲ Κόρινθον λέγει τὴν πόλιν

ταύτης τοι γενεῆς καὶ αἵματος: σπέρματος· τὸ γὰρ αἷμα εἰς θορὸν μεταβάλλεται· οἱ γοῦν συνεχῶς ἀφροδισιάζοντες τὸ τελευταῖον αἷμα φέρουσιν· τὸ γὰρ μεταβαλλόμενον ἀναλώσαντες τὸ ἀμετάβλητον ἐξέλκουσιν.

γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης: ἔοικε διὰ τὸ ὄνομα Βελλεροφόντου καὶ τοὺς πολλοὺς ἀνασχέσθαι λόγους τοῦ Γλαύκου.

ἔγχος μὲν κατέπηξεν: γραφικῶς ἔχει καὶ τοῦτο. ἵνα δὲ μηκέτι πόλεμος εἶναι δοκῇ, καταπήγνυσι τὸ ἔγχος ὁ Διομήδης.

μειλιχίοισι: ἐπὶ φιλοξενίαν προτρέπεται, δεικνὺς ὡς καὶ ἐκ κινδύνων ῥύεται.

ξείνισεν ἐν μεγάροισι: γράφεται «ξείνισʼ ἐνὶ μεγάροισι».

ἐείκοσιν: οὕτως Ἀττικοί· ὅθεν καὶ «εἰκοσινήριτα».

οἱ δὲ καὶ ἀλλήλοισι: ὅτι περιττὸς ὁ καί σύνδεσμος.

Οἰνεὺς μέν: σημειοῦνταί τινες ὅτι πρὸς τὸ πρῶτον ἀπήντηκεν.

Οἰνεὺς μὲν ζωστῆρα: οὐκ ἐκαπήλευε γὰρ τὰς δόσεις. ἢ καὶ ὁ ζωστὴρ πολυτιμότερος ἦν.

Οἰνεὺς μὲν ζωστῆρα Βελλεροφόντης δὲ χρύσεον δέπας: ὁ μὲν ὡς μένοντι, ὁ δὲ ὡς ἐκδημοῦντι.

καί μιν ἐγὼ κατέλειπον: ἄπαιδος γὰρ τελευτῶντος Οἰνέως Διομήδης αὐτὸ κληρονομεῖ.

καί μιν ἐγὼ κατέλειπον: «μνῆμα ξείνοιο φίλοιο».

μίν: τὸ δέπας.

Τυδέα δʼ οὐ μέμνημαι—Ἀχαιῶν: ἄτοποι οἱ δύο στίχοι. τὸ δὲ Τυδέα δʼ οὐ μέμνημαι ὡς «μέμνημαι τόδε ἔργον».

Ἄργεϊ μέσσῳ: τὸ Ἄργος μέσον Πελοποννήσου.

ἔγχεσι δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου. ἀμφίβολον δὲ τὸ λεγόμενον· ἤτοι γὰρ ἀλλήλων παρακελεύεται φείσασθαι τόν τε Διομήδη καὶ τὸν Γλαῦκον καὶ πάλιν ἀλλήλων τὰ πλήθη, τοὺς Λυκίους καὶ τοὺς Ἀργείους, ἵνʼ ὥσπερ σπονδὰς ἔχωσιν οὗτοι οἱ βασιλεῖς καὶ τὰ πλήθη. ἢ καὶ ἐναλλὰξ καὶ οἱ βασιλεῖς τῶν πληθῶν καὶ τὰ πλήθη τῶν βασιλέων, ὡς δὲ συντομώτερον εἰπεῖν, πάντες πάντων, Διομήδης Γλαῦκος, Ἀργεῖοι Λύκιοι· μειοῦνται γὰρ αἱ τῆς φιλίας συνθῆκαι, εἰ μόνοι οἱ βασιλεῖς ἀλλήλων ἀφέξονται.

ἀλλήλων: οὕτως ἀλλήλων. Ζηνοδότειος δέ ἐστιν ἡ «ἀλλήλους».

ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα: ἀλλήλων τὰ ἔγχη ἐκκλίνωμεν. γράφεται δὲ καὶ «ἔγχεσιν», ἵνʼ ᾖ ἀποτύχωμεν ἀλλήλων καίτοι ἐν πλήθει ὄντες. Ζηνόδοτος δὲ γράφει «ἀλλήλους ἀλεσώμεθα».

ἔγχεα δʼ ἀλλήλων ἀλεώμεθα καὶ διʼ ὁμίλου: ἐπὶ παντὸς τοῦ πλήθους, ὅπως γνῶσιν ὅτι ξεῖνοί εἰσιν· ἢ διὰ πάσης τῆς μάχης, ὡς «τανυσσάμενος διὰ μήλων»· ἢ καὶ ἡμεῖς καὶ αἱ ἡμέτεραι στρατιαὶ παραφυλάξωνται τὴν πρὸς ἀλλήλας στάσιν.

ἀλεώμεθα: ἀντὶ τοῦ φειδώμεθα.

πολλοὶ μὲν γὰρ—δύνηαι: οἷον οὐκ ἐπείγει πρὸς ἀλλήλους ἡμᾶς ἀμφοτέρους μάχεσθαι.

πολλοὶ μὲν γὰρ ἐμοὶ Τρῶες κλειτοί τʼ ἐπίκουροι κτείνειν ὅν κε θεός γε πόροι—ὅν κε δύνηαι: καίτοι εὐημερῶν παραπεφυλαγμένως λαλεῖ ὡς πρὸς φίλον μετριάζων· ηὔξησέ τε αὐτὸν διὰ τοῦ δύνηαι.

δύνηαι: ὡς λέγηαι καὶ φέρηαι· «σὺ δέ κεν κακὸν οἶτον ὄληαι». Τυραννίων δὲ προπερισπᾷ· καὶ δῆλον ὅτι καὶ τὸ πρῶτον αὐτοῦ πρόσωπον δώσει δυνῶμαι ὡς νικῶμαι. ἀλλʼ εἰ ἅπαξ ἐστὶ τὸ ὁριστικὸν κατὰ χρῆσιν, δύναμαι δύνασαι, καὶ ὁμολογεῖται ἀπὸ τῶν εἰς μι, ὁμοτονήσει τούτοις καὶ τὰ ὑποτακτικά. οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ ἄλλοι.

τεύχεα δʼ ἀλλήλοις ἐπαμείψομεν: ἁπλοϊκῶς τοῦτο, οὐ διʼ αἰσχροκέρδειαν.

ὄφρα καὶ οἵδε γνῶσιν: δῆλον οὖν ὡς ἐν ἡσυχίᾳ εἰσὶ τὰ πλήθη, καραδοκοῦντες τὸ τέλος.

ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο Ζεύς:εἰκότως ὁ Γλαῦκος τοῦ προγόνου τὸ φιλότιμον ἀκούσας Βελλεροφόντου χρυσὸν δωρεῖται πρὸς τὸ παρόν· ἄλλως τε ὑπερήδεται τῇ συντυχίᾳ γινόμενος ἰδιόξενος τοῦ παναρίστου Διομήδους. τὸ δὲ ἐξέλετο ἀντὶ τοῦ ὑπερηύξησε τῇ φιλοτιμίᾳ, ὡς τὸ «γέρας ἔξελον».

ἔνθʼ αὖτε Γλαύκῳ Κρονίδης φρένας ἐξέλετο: ὅτι κατὰ τῶν συμμάχων ἐκόσμει λαμπροτέροις αὐτὸν ὅπλοις. ἢ ὡς Ἡφαιστότευκτα. ἢ, ὡς Πῖος, ἵνα κἀν τούτῳ αὐξήσῃ τὸν Ἕλληνα μὴ ἐξ ἴσου ἀπηλλαγμένον, ὅπερ ἡδὺ τοῖς ἀκούουσιν.

ἢ μᾶλλον αἰτιᾶται αὐτόν, ὅτι λαμπροῖς ὅπλοις ἐκοσμεῖτο κατὰ ἑαυτοῦ καὶ τῶν συμμάχων· ὅπου γὰρ ταῦτα, εὔκαιρος ἡ τῶν πολεμίων ὁρμή.

ὃς πρὸς Τυδείδην Διομήδη τεύχεʼ ἄμειβε: καὶ πῶς οὐ δέδιε Διομήδης γυμνούμενος πρὸ μικροῦ τρώων παρασπονδησάντων; τάχα οὖν τὸν ζωστῆρα μόνον καὶ τὸ ξίφος ὡς οἱ περὶ Ἕκτορα ἤμειψαν· χάρης γὰρ οὐ θέλει τὴν ἀσπίδα· ἦ γὰρ αὖ προὔκρινεν αὐτὴν Ἕκτωρ τοῦ Νέστορος.

καὶ πῶς οὐ Διομήδης φρενῶν λείπεται γυμνούμενος πρὸ μικροῦ τῶν Τρώων παρασπονδησάντων; τάχα οὖν τὸν ζωστῆρα μόνον καὶ τὸ ξίφος ὡς οἱ περὶ Ἕκτορα ἤμειψαν· οὐ γὰρ τὴν ἀσπίδα πρὸς χάριν ἐδίδουν· ἢ γὰρ ἂν προὔκρινε τὴν Αἴαντος Ἕκτωρ, εἰ ἐδίδοτο, ὑπὲρ τὴν Νέστορος.

ἑκατόμβοιʼ: ἑκατὸν ἄξια νομισμάτων· οἱ γὰρ Ἀθηναῖοι ἐν τοῖς ἑαυτῶν νομίσμασι βοῦν ἐνετύπουν.

ἑκατόμβοιʼ: ἐκ τοῦ παρʼ Ἀθηναίοις νομίσματος· οὐ γὰρ νομίσμασιν ἐχρῶντο· ὅθεν καὶ «ἀλφεσίβοιαι». οἱ δὲ παρʼ Ἀθηναίοις νόμισμα ἔχον βοῦν.

ἑκατόμβοια: ἑκατὸν βοῶν ἄξια· οὐ γὰρ νομίσμασιν ἐχρῶντο· ὅθεν καὶ «ἀλφεσίβοιαι». οἱ δὲ παρʼ Ἀθηναίοις νόμισμα ἔχον βοῦν.

ἐννεαβοίων: ἐννέα βοῶν. κεκώλυται δὲ ὑπὸ τοῦ μέτρου εἰπεῖν δεκαβοίων.

Ἕκτωρ δʼ ὡς: εὐκαίρως μεταβαίνει τὸ διάκενον τῆς πορείας Ἕκτορος ἀναπληρώσας τοῖς διὰ Γλαύκου καὶ Διομήδους.

Σκαιάς τε πύλας καὶ φηγὸν ἵκανεν: ὅτι τὰς Σκαιὰς ὀνοματικῶς Δαρδανίας λέγει

ἀμφʼ ἄρα μιν Τρώων ἄλοχοι θέον ἠδὲ θύγατρες:ἤδη ἐπὶ τὸ περιπαθὲς ἔρχεται· διὸ οὐδὲ τῶν γερόντων ἐμνήσθη, ἀλλὰ τῶν γυναικῶν. οἰκεῖον δὲ ἐπʼ αὐτῶν τὸ θέειν.

εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε: πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ περὶ παίδων καὶ κασιγνήτων ἐρωτῶσαι.

παῖδας: ἀντὶ τοῦ ὑπὲρ παίδων.

ἔτας: ὁ Ἀσκαλωνίτης ψιλοῖ, ἐφʼ οὗ ἂν τάσσηται, φησί, σημαινομένου· πολλὰ γὰρ ἡ λέξις σημαίνει. εἰ δὲ καὶ ἐπὶ τῶν ἑταίρων, φησί, πάλιν ψιλωτέον, ἐπεὶ συγκοπὴ ἐγένετο ὡς ἀπὸ τοῦ ἥλατο «ἆλτο». πιθανώτερον δέ ἐστι, φησίν, ἐνθάδε ἀκούειν ἐπὶ τῶν συγγενῶν. Ἀλεξίων δὲ δασύνει. ὁ δὲ Ἀρίσταρχος οὐδὲν ἄντικρυς περὶ τοῦ πνεύματος ἀπεφήνατο. ἡμῖν δὲ δοκεῖ ἀφορμῇ ἐκείνῃ χρήσασθαι· εἰ ἄδηλόν ἐστι τὸ πνεῦμα, τὰ δὲ τοιαῦτα πολλάκις ἐκ συναλιφῶν κρίνεται, εὑρέθη δὲ διὰ ψιλοῦ ἡ συναλιφή, οὐδέποτε δὲ διὰ δασέος, δῆλον ὅτι διὰ τοῦτο συγκαταθετέον τῷ Ἀσκαλωνίτῃ ψιλοῦντι. παρὰ γοῦν Αἰσχύλῳ οὕτως εὕρομεν· «οὔτε δῆμος οὔτʼ ἔτης ἀνήρ», καὶ παρʼ Εὐριπίδῃ τὸ «πόλει μὲν ἄρχων, φωτὶ δʼ οὐκ ἔτῃ πρέπον».

ἔτας: ψιλωτέον τὸ ἔτας. ἔται δὲ λέγονται καὶ οἱ πολῖται καὶ οἱ συγγενεῖς.

θεοῖς εὔχεσθαι ἀνώγει: ὡς πάντων περιόντων χρηστὰς ὑπέδειξεν ἐλπίδας· οὐδεὶς γὰρ ὑπὲρ τεθνεώτων εὔχεται.

πάσας ἑξείης: ὅτι ἔν τισι γράφεται «πᾶσι μάλʼ ἑξείης», κατὰ τὸ ἑξῆς λέγων τοῖς θεοῖς εὔχεσθαι, ἀλλὰ μὴ κατὰ τὸ τυχόν.

πάσας ἑξείης: πρὸς πάσας ἐφεξῆς τὴν αὐτὴν ἀπόκρισιν ἐποιεῖτο.

ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον—ἤλυθε μήτηρ: τὸ ἑξῆς ἀλλʼ ὅτε δὴ Πριάμοιο, ἔνθα οἱ ἠπιόδωρος. τὰ δὲ λοιπὰ ὡς διὰ μέσου λεγόμενα διορθωτέον.

τὸ ἑξῆς ἀλλʼ ὅτε δὴ Πριάμοιο δόμον, ἔνθα οἱ ἠπιόδωρος. τὰ δὲ ἑξῆς διὰ μέσου.

αἰθούσῃσι: τειχίοις τῆς αὐλῆς.

αἴθουσαι δὲ τὰ τῆς αὐλῆς τειχία.

αἰθούσῃσι: στοαῖς ταῖς—ἡλίου βολήν.

πεντήκοντα ἔσαν θάλαμοι—ἀλόχοισι: ἴσως οἱ περὶ Ἕκτορα ἀνδρωθέντες καὶ βασιλικοὶ γεγονότες ἀπέστησαν τοῦ πατρός.

ἔνεσαν: ἔνεσαν ὡς ἔλεξαν. οὕτως καὶ Ἀρίσταρχος· ἀληθὲς γάρ ἐστιν ὡς πᾶς παρῳχημένος δισύλλαβος, παθὼν κατὰ τὴν ἀρχὴν καὶ βραχεῖαν ἀναδεξάμενος, ἀναδίδωσι τὸν τόνον, κατεῖχε «κάτεχε». οὕτως οὖν ἀνέγνωμεν «ἥμενον εἰσεῖδε» προπερισπωμένως, τὸ δὲ ἕτερον «τὰ φρονέων μνηστῆρσι μεθήμενος εἴσιδʼ Ἀθήνην» προπαροξυτόνως.

παρὰ μνηστῇς ἀλόχοισι: ἐν ἄλλῳ «παρʼ αἰδοίῃς ἀλόχοισι».

τέγεοι: ὡς τέλεοι· τέγος γὰρ ὡς «τέλος» καὶ τέγειος ὡς τέλειος.

τέγεοι θάλαμοι: ὅτι ὑπερῷοι ἦσαν· διὸ τέγεοι, ἵνα μὴ διοδεύωνται. ἐπιμελῶς δὲ Ὅμηρος καὶ διὰ τῆς Ἰλιάδος καὶ διὰ τῆς Ὀδυσσείας τοὺς γυναικείους θαλάμους συνίστησιν.

τέγεοι θάλαμοι: ὑπερῷοι ἐπὶ τοῦ τέγους ᾠκοδομημένοι· τοιοῦτοι γὰρ κατεσκευάζοντο ταῖς γυναιξὶ πρὸς τὸ μὴ ὁρᾶσθαι συνεχῶς ἀνδράσιν.

ἔνθα δὲ γαμβροί κοιμῶντο Πριάμοιο παρʼ αἰδοίῃς ἀλόχοισιν: εἰς τὸ φιλότεκνον Πριάμου· φησὶ γὰρ «πλησίοι ἀλλήλων δεδμημένοι».

παρʼ αἰδοίῃς ἀλόχοισιν: οὕτως Ἀρίσταρχος παρʼ αἰδοίῃς ἀλόχοισιν.

ἐν ἄλλῳ «παρὰ μνηστῇς ἀλόχοισι».

ἠπιόδωρος: δῶρον παρὰ τῆς φύσεως ἔχουσα τὸ εἶναι ἠπία, ὅτι κλαυθμυριζομένοις τοῖς παισὶ τὸν μαστὸν προτείνουσι τὸν «λαθικηδέα».

Λαοδίκην ἒς ἄγουσα: ὅτι πρὸς Λαοδίκην πορευομένη, «εἰς Ἀγαμέμνονα».

Λαοδίκην ἐσάγουσα: εἰσιοῦσα, ὥς φαμεν «ποῖ εἰσάγεις» ἀντὶ τοῦ εἰσέρχῃ. τινὲς δὲ τὴν ἔς ἀντὶ τῆς πρός, πρὸς Λαοδίκην. εἴσεισι δὲ πρὸς Λαοδίκην πευσομένη τὴν αἰτίαν, διʼ ἣν ἐξήγαγεν Ἑλένην· αὐτῇ γὰρ ἡ Ἶρις εἰκασθεῖσα ἐξήγαγεν εἰς τὸ τεῖχος τὴν Ἑλένην

δυσώνυμοι υἷες Ἀχαιῶν: οὐδὲ γὰρ ὄνομα αὐτῶν ὀνομάζειν ἐθέλει. καὶ ἡ Πηνελόπη «Κακοΐλιον οὐκ ὀνομαστήν» φησιν.

σὲ δʼ ἐνθάδε θυμὸς ἀνῆκεν … Διῒ χεῖρας ἀνασχεῖν: εἰκότως διὰ τὴν ἀρετὴν τούτου οὐχ ὑπώπτευσε φυγήν.

δεόντως τὴν τοῦ παιδὸς ἀρετὴν ἐξειδυῖα φυγὴν οὐχ ὑπώπτευσεν.

ἄκρης πόλιος: ὅτι διαλελυμένως ἄκρην πόλιν εἶπε τὴν ἀκρόπολιν.

ΔΕ ΚΑΥΤΟΣ: τοῦτο διχῶς ἀναγινώσκεται· ὅσοι γὰρ ἡγοῦνται τὸν κέ ἐγκλιτικόν, ῥωννύουσι τοῦ δέ τὴν ὀξεῖαν, ὡς καὶ ὁ Ἀσκαλωνίτης· οὕτως γὰρ καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ ἀναγινώσκει· «ἤτοι μὲν τόδε κʼ αὐτὸς ὀΐεαι». ὅσοι δὲ τὸν καί κατὰ κρᾶσιν καὶ ἔκθλιψιν, καὶ αὐτός καὐτός, ἐγκλίνουσι τὸν δέ.

τὸ δε καυτός διχῶς, καὶ βαρέως καὶ ὀξέως.

δε καυτός: διχῶς· οἱ μὲν γὰρ τὸν κέ συνηλεῖφθαι, οἱ δὲ τὸν καί, ἵνʼ ᾖ κατὰ ἔλλειψιν ἢ κρᾶσιν.

κʼ αὐτός: ὅτι τὸ πλῆρές ἐστι κὲ αὐτός. Ὁμηρικὸν δὲ τὸ τὸν κέ περιττὸν εἶναι.

ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα: μητρὸς ἦθος ἀναφαίνεται· καὶ γὰρ ἀεὶ φαγεῖν καὶ πιεῖν ἀξιοῦσι τὰ τέκνα. πιθανὸν δὲ αὐτὸν νοεῖν διψῆν ἀπὸ τῆς κινήσεως τοῦ πολέμου. ὑφαιρουμένη δὲ αὐτοῦ τὴν αἰδῶ καὶ τὸ «σπείσῃς» εἶπεν. ὀνίνησι δὲ οἶνος μέτριος ποθεὶς δύναμίν τε ἐμποιεῖ, ὡς καὶ τὸ «τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή». καὶ Ὀδυσσεὺς «ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ, θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο». ὁ δέ, ἐπεὶ πραΰνει ὁ οἶνος, βούλεται δὲ ἄγριος πρὸς τοὺς πολεμίους εἶναι, παραιτεῖται. ἢ ὅτι δίχα τροφῆς βλάπτει τῶν νεύρων καθαπτόμενος, ὥς φησι Λύκος ἢ ὅτι μετέωρον ἔχει τὸ πνεῦμα ὡς δρομαῖος ἐλθών, σπεύδει δὲ καὶ ἀπελθεῖν δρομαῖος. ἄλλως τε στρατιώταις μὲν θράσος πορίζεται, στρατηγοὺς δὲ τῆς φρονήσεως ὑπεκλύει. ἢ τοῖς ἀποκαμοῦσιν μόνον ὠφέλιμος, ὁ δὲ ἔτι ἰσχύει.

ἔπειτα δὲ καὐτὸς ὀνήσεαι: καὶ πῶς φησι «μή μʼ ἀπογυιώσῃς» ἀλλʼ ἔστιν ἐν ὑπερβατῷ· «χερσὶ δʼ ἀνίπτοισιν Διῒ λείβειν ἅζομαι, μή μʼ ἀπογυιώσῃς». ἄλλως τε ὁ μὲν μετὰ πόνους οἶνος ὠφέλιμος, ὁ δὲ πρὸ πόνου ἐπιβλαβής.

ἀνδρὶ δὲ κεκμηῶτι μένος μέγα οἶνος ἀέξει: ὡς γραῦς ἀποδέχεται τὴν πόσιν.

μένος: ἡ προθυμία παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προθυμοῦμαι, ὅθεν παρακείμενος μέμακα, μετοχὴ μεμακώς, ἐνδείᾳ τοῦ κ μεμαώς· «μεμαὼς πόλιν ἐξαλαπάξαι». μέσος παρακείμενος μέμονα. καὶ ὡς φθείρω φθαρτός, οὕτως μένω ματὸς καὶ αὐτόματος ἐν συνθέσει.

μένος: ἡ προθυμία παρὰ τὸ μένω ῥῆμα, ὃ δηλοῖ τὸ προθυμοῦμαι, ὅθεν ὁ παρακείμενος γράφεται μέμακα, ὁ μέσος μέμαα, ἐξ οὗ καὶ τὸ «μεμαὼς ἀπὸ θυμὸν ὀλέσσαι». ἔστι δὲ καὶ μέμονα ὁ παρακείμενος ἀπὸ τοῦ μένω μενῶ. καὶ ὡς φθείρω φθαρτός, οὕτως μένω ματὸς καὶ αὐτόματος.

τύνη: ὅτι ἄκρον Δώριον τὸ τύνη.

ἔτῃσιν: πολίταις. εὖ δὲ τὸ μὴ φάναι ἑαυτῷ μηδὲ τοῖς οἰκείοις, ἀλλὰ τῇ πόλει· ἡγεμόνι γὰρ τοῦτο πρέπον.

ἄειρε: ἀντὶ τοῦ πρόσφερε, δίδου.

μελίφρονα: τὸν ἀναγκάζοντα ἡδέα διανοεῖσθαι· ἱλαρωτέρους γὰρ ποιεῖ ὡς τὰ πολλὰ τοὺς πίνοντας. ὁ δὲ βούλεται εἶναι ἄγριος πρὸς τοὺς πολεμίους.

μή μʼ ἀπογυιώσῃς μένεος, ἀλκῆς τε λάθωμαι: ἡ διπλῆ πρὸς τὸ δοκοῦν μάχεσθαι· ἡ γὰρ Ἑκάβη λέγει· «μένος μέγα οἶνος ἀέξει», ὁ δὲ Ἕκτωρ μή μʼ ἀπογυιώσῃς μένεος. ἔστι δὲ διάφορα τὰ λέγοντα πρόσωπα, καὶ ἑκάτερον πρός τι εἴρηται.

ἀνίπτοισιν: οὕτως Ἀρίσταρχος. ὁ δὲ ἡρωδιανὸς διὰ τοῦ η «ἀνίπτῃσιν».

ἀνίπτοισιν: ὅτι Ζηνόδοτος γράφει «ἀνίπτῃσιν». οὐκ ἔστι δὲ ἡ εὐθεῖα ἀνίπτη.

χερσὶ δʼ ἀνίπτοισιν: ἄμφω τὰς προτάσεις αὐτῆς παραιτεῖται ὁ Ἕκτωρ.

χερσὶ δʼ ἀνίπτοισιν: ἐδύνατο ὑπὸ τῆς Ἑκάβης ῥᾳδίως λυθῆναι ἡ πρόφασις Ἕκτορος ὕδωρ αὐτῷ κομισθῆναι κελευούσης, ἵνα πρότερον νίψηται. ἢ οὐ τοῦτο ἦν ἀρχαῖον ἔθος τὸ τὰς χεῖρας ἀποπλύνασθαι μόνας, ἀλλὰ τῶι ὅλωι σώματι ἀπολούεσθαι, ὅπερ οὐκ εὔκαιρόν ἐστιν Ἕκτορι ἐπειγομένῳ. ἀλλὰ πῶς ἐν τοῖς ἑξῆς ἀνίπτοις χερσὶν εὔχεται· «Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ» ἢ οὐδὲ τοῦτο ἐναντίον· οὐ γὰρ ταὐτόν ἐστιν ἐπισπένδειν καὶ ἁπλῶς διὰ λόγων εὔχεσθαι· τὸ μὲν γὰρ διὰ σώματος, τὸ δὲ διὰ ψιλῶν λόγων γίνεται.

ἠδύνατο μὲν οὖν ῥᾳδίως κομισθῆναι ὕδωρ κελευσάσης, ἵνα πρότερον νίψηται καὶ λυθῇ αὐτοῦ ἡ πρόφασις. ἀλλʼ οὐ τοῦτο ἦν ἔθος ἀρχαῖον τὸ τὰς χεῖρας ἀπονίπτεσθαι μόνον, ἀλλὰ τὸ ὅλον ἀπολούεσθαι σῶμα, ὅπερ εὐχερὲς Ἕκτορι ἐπειγομένῳ. καὶ πῶς ἐν τοῖς ἑξῆς ἀνίπτοις χερσὶν εὔχεται· «Ζεῦ ἄλλοι τε θεοί, δότε δὴ καὶ τόνδε γενέσθαι παῖδʼ ἐμὸν ὡς καὶ ἐγώ περ»; οὐκ ἔστιν τοίνυν ἐναντίον· οὐ γὰρ ταὐτόν ἐστιν ἐπισπένδειν καὶ ἁπλῶς διὰ λόγων εὔχεσθαι· τὸ μὲν γὰρ διὰ σώματος, τὸ δὲ διὰ ψιλῶν ῥημάτων γίνεται.

οὐδέ πῃ ἔστι—εὐχετάασθαι: αἵματι τῷ ἐκ πολέμου. φεύγων δὲ τὴν καταφρόνησιν τῶν θεῶν ἐπέτεινε τὴν εὐσέβειαν.

αἵματι καὶ λύθρῳ· αἵματι τῷ ἐκ πολέμου, ὁμοίως καὶ λύθρῳ τῷ τῇ κόνει ἐπιμίκτῳ.

εὐχετάασθαι: Ἀρίσταρχος τὸ δεύτερον ἄλφα συστέλλει καὶ ὁ Ἀσκαλωνίτης. ἄλλοι δὲ ἐκτείνουσιν, οὐχ ὑγιῶς· ὅσα γὰρ εἰς θαι λήγει ἀπαρέμφατα μὴ κατʼ Αἰολίδα διάλεκτον, τρίτην ἀπὸ τέλους ἔχοντα τὴν ὀξεῖαν, φιλεῖ πρὸ τέλους βραχύνεσθαι, «λέγεσθαι», τίθεσθαι, «ἵστασθαι», κίχρασθαι, πίμπρασθαι. ὅσα δὲ πρὸ τέλους ἔχει φύσει μακράν, προπερισπᾶσθαι θέλει, νικᾶσθαι φιλεῖσθαι· τὰ γὰρ τοιαῦτα δίζησθαι φίλησθαι ὑποφαίνει Αἰολικὸν χαρακτῆρα· ὅθεν οἱ ἀξιοῦντες ἐκτείνειν τὸ δεύτερον α ἐν τῷ εὐχετάασθαι πάντως καὶ προπερισπῶσιν· εἰ δὲ δεδώκασι τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν, δώσουσι καὶ τὴν παραλήγουσαν βραχυνομένην. οὕτως οὖν πάντα τὰ τοιαῦτα ἀναγνωστέον· «ἀλλʼ ἤτοι σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα», «ἐν μεγάροισι δʼ ἕκητι σέθεν κακὰ μηχανάασθαι», «ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα», «καὶ ἑδριάασθαι ἄνωγον», «μήτε μνάασθαι ἄκοιτιν».

εὐχετάασθαι: τὸ δεύτερον α συσταλτέον· τὰ γὰρ εἰς θαι ἀπαρέμφατα προπαροξυνόμενα βραχυπαράληκτά εἰσι, τὰ δὲ παροξυνόμενα μακροπαράληκτα.

θυέεσσιν: ἡμεῖς θυμιάματα, Ἀττικοὶ θηλύματα· τὸ δὲ ἔμψυχον ἱερεῦσαι, σφάξαι, ῥέξαι.

ἃ ἡμεῖς θυμιάματά φαμεν, οἱ δὲ Ἀττικοὶ θηλύματα ἀπὸ τοῦ ἐκθηλύνειν. ἐπὶ δὲ τῶν ἐμψύχων κυρίως τὸ ἱερεῦσαι λέγεται, ὅ ἐστι σφάξαι.

τοῖς θυλήμασιν, ὅ ἐστι θυμιάμασιν.

γεραιάς: γράφεται καὶ «γεραιράς».

καί τοι πολὺ φίλτατος αὐτῇ: ἵνα ἐκ προθυμίας ᾖ τὸ δῶρον.

ἐπὶ γούνασιν: ὅτι πάλιν ἀντὶ τοῦ παρὰ γούνασιν.

Ἰλίου ἱρῆς: ὅτι θηλυκῶς τὴν Ἴλιον.

φόβοιο: ὅτι πάλιν φόβον τὴν φυγήν.

Πάριν μετελεύσομαι: ἵνα μὴ διʼ Ἀνδρομάχην δοκῇ τῆς μητρὸς ὑπεξίστασθαι. καλῶς δὲ τὰ ἀναγκαῖα προκρίνει τῶν ἡδέων· τοῦτο γάρ ἐστι φρονήσεως τὸ πάντα εἰδέναι, τὰ δὲ ὠφέλιμα αἱρετώτερα ἡγεῖσθαι.

αἴ κʼ ἐθέλῃσʼ εἰπόντος ἀκουέμεν—Ὀλύμπιος ἔτρεφε πῆμα: ἐνδείκνυται διὰ τούτου τὸ ἀπειθές, μᾶλλον δὲ ἐμπαθὲς Ἀλεξάνδρου. οὐκ εἶπε δὲ ὅτι σὺ αὐτὸν ἔτρεφες, ἵνα μὴ μᾶλλον λυπήσῃ αὐτὴν ὡς κακοῦ θρέπτριαν, ἀλλʼ ὁ Ὀλύμπιος.

εἰς τὸ ἀπειθὲς Ἀλεξάνδρου.

Ὀλύμπιος, ἵνα μὴ εἴπῃ σύ.

γαῖα χάνοι: διασταίη ἡ γῆ—καταπίοι ἡ γῆ.

Τρωσί τε καὶ Πριάμῳ μεγαλήτορι τοῖό τε παισίν:οὐ προσέθηκεν οὐδὲ ἐνταῦθα τὸ σοί, ἵνα ἔτι ἔχῃ ἐλπίδας ὡς ἡ πόλις οὐχ ἁλωθήσεται.

οὐκ εἶπε σοί.

φαίην κε φρένʼ ἄτερ που οἰζύος ἐκλελαθέσθαι: ὅτι τὸ σημαινόμενον, εἰ ἐκεῖνον ἴδοιμι τετελευτηκότα, δόξαιμι ἂν ἐκλελῆσθαι τῆς κακοπαθείας καὶ χωρὶς αὐτῆς γεγονέναι. ἔνιοι δὲ ἀγνοήσαντες γράφουσιν «ἀτέρπου».

φαίην κε φρένʼ ἀτέρπου: Ζηνόδοτος «φαίην κεν φίλον ἦτορ». ἔστι δὲ καὶ ἄλλη γραφὴ «φαίνῃ περ».

Ζηνόδοτος «φαίην κεν φίλον ἦτορ».

ἄτερ που οἰζύος: ἄτερ που ἀπολόμενον, ἵνα μὴ ἐπὶ ἐμοῦ διὰ τὸ φιλάδελφον. ἀλλʼ εἶπεν «ἴδοιμι». οἱ δὲ τὸ γενομένην ἀκούουσιν.

εἰ εἶδον, φησίν, αὐτὸν ὀλεσθέντα, ὑπέλαβον ἂν κατὰ φρένα χωρὶς ταλαιπωρίας καὶ θλίψεως ἐπιλαθέσθαι αὐτοῦ καίπερ μὴ οὕτως διὰ τὸ φιλάδελφον ἐπιλαθόμενος.

ὣς ἔφαθʼ, ἡ δὲ μολοῦσα: εὔκαιρος ἡ ἀποσιώπησις· οὔτε γὰρ συναινεῖν τῇ Ἀλεξάνδρου ἀρᾷ δύναται ὡς μήτηρ, οὔτε ἀπολογεῖσθαι, ἵνα μὴ παροξύνῃ Ἕκτορα.

αὐτὴ δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα: ἐν ταῖς Ἀριστάρχου φέρεται καὶ ἑτέρως «ἡ δʼ εἰς οἶκον ἰοῦσα παρίστατο φωριαμοῖσιν».

ἔσάν οἱ: ὅτι ἐγκεκλιμένως ἀναγνωστέον οὕτως δύο τόνοις, καίτοι πυρριχιακῆς οὔσης τῆς λέξεως, ἵνα μὴ ἄρθρον νοηθῇ τὸ οι, ἀλλʼ ἀντωνυμία.

ἔσάν οἱ: δύο παράλληλοι ὀξεῖαι ὑπὲρ τοῦ μὴ συνεμπίπτειν τὴν οι ἄρθρῳ πληθυντικῷ.

ἤγαγε Σιδονίηθεν: δεδιὼς γὰρ τὸν διωγμὸν διὰ Φοινίκης καὶ Αἰγύπτου ἦλθεν, ὡς καὶ οἱ Ἀργοναῦται διὰ τοῦ Ἴστρου. τῆς περιεργίας δὲ Ἀλεξάνδρου τὸ μὴ ὠνήσασθαι πέπλους, ἀλλὰ καὶ πρίασθαι τὰς ἐργαζομένας.

Σιδονίηθεν: ὅτι ἀπὸ μιᾶς πόλεως τῆς Σιδῶνος τὴν Φοινίκην σημαίνει.

ἐπιπλώς: ἀποκοπή, οὐ συγκοπή.

ἀνήγαγεν: ὅτι τὸν ἐκ Πελοποννήσου ἐπʼ Ἴλιον πλοῦν ἀναγωγὴν λέγει.

ἀνήγαγεν: καλῶς τὸ ἀνήγαγε· βορειοτέρα γὰρ τῆς Ἑλλάδος ἐστὶν ἡ Ἰλιάς.

τῶν ἕνʼ ἀειραμένη—φέρε δῶρον Ἀθήνῃ: οὐ πρεπόντως, φασίν, ἐκ τῆς Ἀλεξάνδρου ἀδικίας δίδοται τῇ θεῷ τὸ δῶρον. ἀλλʼ οὔτε Ἑλένης ὁ πέπλος ἐστὶν οὔτε ἐκ Λακεδαίμονος αἱ γυναῖκες.

τῶν ἕνʼ ἀειραμένη Ἑκάβη φέρε: τὰ σπουδαῖα διʼ ἑαυτῶν αἱ ἐλεύθεραι οἰκονομοῦσι παρʼ Ὁμήρῳ. καὶ νῦν μὲν ἡ Ἑκάβη τὸν πέπλον ἐκφέρει, ἑτέρωθι δὲ ἡ Ἑλένη Τηλεμάχῳ τὸν πέπλον καὶ ἡ Πηνελόπη τοῖς μνηστῆρσι τὸ τόξον

ἔκειτο δὲ νείατος ἄλλων: ὧν γὰρ ἡ χρῆσις συνεχής, ταῦτα καὶ πρόχειρα· οἷς δὲ μὴ χρῷτό τις, ταῦτα καὶ νείατα.

Κισσηΐς, ἄλοχος Ἀντήνορος ἱπποδάμοιο: βραχὺ διασταλτέον ἐπὶ τὸ Κισσηΐς.

τὴν γὰρ Τρῶες ἔθηκαν: οὔτε κληρωτοὺς οὔτε ἐκ γένους βούλεται τοὺς ἱερεῖς εἶναι οὔτε ἑνὸς ψήφῳ, ἀλλʼ ὃν πλῆθος ἕλοιτο, διὰ τὸ πολλὰς δημοτικὰς τοῖς προχειριζομένοις καὶ προχειρίζουσι τὰς αἰτίας ἀνακύπτειν.

ἐπὶ γούνασιν: ὅτι πάλιν παρὰ γούνασιν.

εὐχομένη δʼ ἠρᾶτο: ὅτι τὸν ἱερέα περὶ τῶν κοινῶν εὔχεσθαι δεῖ, οὐκ ἰδίᾳ ἕκαστον. ἑκάστου δὲ τὸ ἀξίωμα οἶδεν ὁ ποιητής· τὴν Θεανὼ γοῦν Ἑκάβης παρισταμένης ποιεῖ εὐχομένην, καὶ τὸν Χρύσην τῷ Ἀπόλλωνι ὑπὲρ τῶν Ἑλλήνων παρόντος τοῦ Ὀδυσσέως

ἐρυσίπτολι: πλεονασμὸς τοῦ ε. παρὰ Καλλιμάχῳ· «οἱ δὲ τῶν οὐκ ἀγαθῶν ἐρυσίπτολιν». παρά τισι δὲ ἡ ποιοῦσα ἐριπεῖν τὰς πόλεις. ἄμεινον δὲ «ῥυσίπτολι». καὶ οἰκεῖον ταῖς περὶ σωτηρίας εὐχομέναις τῆς πόλεως, ὡς καὶ ἐκεῖ «Ἀθηναίῃ ληΐτιδι».

πρηνέα δὸς πεσέειν: ἕτερα παρὰ τὴν πρόσταξιν εὔχεται· διὸ ἀνανεύει ἡ Ἀθηνᾶ.

Σκαιῶν προπάροιθε πυλάων: ὡς μέχρι τούτων ἐλάσαντος αὐτοῦ τοὺς Τρῶας. ἔμφασιν δὲ ἔχει βιαζομένου ἐμπεσεῖσθαι εἰς τὴν πόλιν.

ὣς ἔφατʼ εὐχομένη, ἀνένευε δὲ Παλλὰς Ἀθήνη:ἀθετεῖται, ὅτι πρὸς οὐδὲν τὸ ἐπιφώνημα καὶ οὐκ ἠθισμένον· κατὰ μὲν γὰρ τὸ ἐναντίον ὁ Ζεὺς ἐπιβεβαιοῖ κατανεύων καὶ ἑξῆς δὲ ἐπιλεγομένου «ὣς αἱ μέν ῥʼ εὔχοντο» σαφῶς γίνεται περισσὸς ὁ στίχος. γελοία δὲ καὶ ἡ ἀνανεύουσα Ἀθηνᾶ.

ἀνένευε δέ: τῇ γνώμῃ ἀνένευεν ἐπὶ τῇ ἀναιρέσει, ἐπεί τοι παύει Διομήδεα διὰ τῆς Αἴαντος πρὸς Ἕκτορα μονομαχίας.

πρὸς δώματʼ Ἀλεξάνδροιο βεβήκει —αὐτὸς ἔτευξε: ὡς περὶ ἁβροδιαίτου καὶ τοῦτό φησιν· οὐκ ἐβουλήθη γὰρ σὺν τοῖς ἀδελφοῖς καὶ κηδεσταῖς κατοικεῖν, ἀλλʼ ἑαυτῷ ἐδείματο οἴκησιν κατʼ ἰδίαν.

τέκτονες: τέκτονες οἱ λαοξόοι, ὅθεν καὶ ἀρχιτέκτων. τὸ δὲ «ἔτευξεν» ἐπεστάτησε — καλλωπιστὴς γάρ — καὶ ἴσως πρὸς ζῆλον τῆς Μενελάου οἰκίας, ὥστε, εἰ δυνατὸν ἦν, ἥρπασεν ἂν καὶ αὐτήν.

οἵ οἱ ἐποίησαν θάλαμον καὶ δῶμα καὶ αὐλήν: δῶμα ἐποίησαν, ἐν ᾧ ἦν θάλαμος καὶ αὐλή. ἢ δῶμα τὸν ἀνδρῶνά φησιν.

οἴκημα αὐτῷ ἐποίησαν, ἐν ᾧ ἦν θάλαμος, ὅ ἐστι νυμφικὸς κοιτωνίσκος, καὶ δῶμα, τουτέστιν ἀνδρών, καὶ αὐλή, ὅ ἐστι τὸ ἐξώτερον.

πόλει ἄκρῃ: ὅτι πάλιν διῃρημένως εἴρηκεν.

ἐν πόλει ἄκρῃ: μέχρι νῦν ἴχνη αὐτῶν ἔστιν. τὰ δὲ Ἕκτορος πρυτανεῖά ἐστι νῦν τῇ πόλει.

ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρός αἰχμὴ χαλκείη: πρὸς ὑπογραμμὸν καὶ προτροπὴν Ἀλεξάνδρου θρασὺς φαίνεται Ἕκτωρ διὰ τοῦ δόρατος προμηνύων τὴν ἄφιξιν. ἑνδεκάπηχυ δὲ ἕνδεκα πηχῶν, ἐπεὶ τὸ κολλητὸν δύο καὶ εἰκοσίπηχυ

ἑνδεκάπηχυ: ὅτι ὑφʼ ἓν ἑνδεκάπηχυ ἀναγνωστέον· τὸ γὰρ διπλάσιον δύο καὶ εἰκοσίπηχυ

ἔχʼ ἑνδεκάπηχυ: οἱ μὲν διαιροῦσιν, «ἔχεν», εἶτα «δεκάπηχυ», οἱ δὲ ἑνδεκάπηχυ. ὁ μὲν οὖν Ἀσκαλωνίτης οὐδεμίαν προκρίνει· οἱ δὲ περὶ Ἡρακλέωνα καὶ Ἀλεξίωνα πιθανωτέραν ἡγοῦνται τὴν τοῦ ἕνδεκα ἀριθμοῦ διαστολήν, ἐπειδήπερ τὰ ναύμαχα, τὰ ἐκ δύο συμβληθέντα καὶ κολληθέντα, λέγεται «δύο καὶ εἰκοσίπηχυ».

πόρκης: ὁ τῆς ἐπιδορατίδος δακτύλιος. πόρκης δὲ διὰ τὸ πείρειν τὸ δόρυ διʼ αὐτοῦ.

πόρκης: ὁ κρίκος ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος, διὰ τὸ πείρειν τὸ δόρυ διʼ αὐτοῦ.

τὸν δʼ εὗρʼ ἐν μεγάροις περικαλλέα τεύχεʼ ἕποντα: τὸν καλλωπιστὴν δηλοῖ καὶ ἐναβρυνόμενον τῇ γυναικὶ καὶ μόνον οὐχὶ πομπῆς χάριν κεκτημένον τὴν σκευήν. ἄλλως τε οὐδὲ ἐν τῇ αὐλῇ ἐστιν, ἀλλʼ ἐν μέσαις ταῖς ἐρίθοις.

ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα τόξʼ ἁφόωντα:βραχὺ διασταλτέον ἐπὶ τὸ θώρηκα· πρεπωδέστερον γὰρ ἐπὶ τοῦ τόξου τὸ ἁφόωντα.

ἀσπίδα καὶ θώρηκα, καὶ ἀγκύλα ΤΟΞΑΦΟΩΝΤΑ:βραχὺ διασταλτέον εἰς τὸ θώρηκα. τὸ δὲ «φόωντα» τινὲς λαμπρύνοντα παρὰ τὸ φῶς. ἢ «ἁφόωντα» ἀντὶ τοῦ ἐρευνῶντα, ψηλαφῶντα.

βραχὺ διασταλτέον εἰς τὸ θώρηκα, ἵνʼ ᾖ πρὸς τὸ «ἕποντα».

καὶ ἀμφιπόλοισι περικλυτὰ ἔργα κέλευε: ἐμπρακτοτέρα αὕτη Ἀλεξάνδρου. περικλυτὰ δὲ ἔργα κέλευεν ἀντὶ τοῦ περὶ τῶν ἔργων.

τὸν δʼ Ἕκτωρ νείκεσσεν ἰδὼν αἰσχροῖς ἐπέεσσιν:ὅτι κυκλικῶς κατακέχρηται· οὐδὲν γὰρ λέγεται ἐπιπληκτικόν.

αἰσχροῖς: λοιδόροις. παρʼ ἑαυτοῦ δὲ ἐξήνεγκεν ὁ ποιητὴς τὸν στίχον.

δαιμόνιʼ, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ: ὅτι ἄπορον, ποῖον χόλον. λύοιτο δʼ ἂν ἐξ ὑποθέσεως. μήποτʼ οὖν ἀκούων τοὺς Τρῶας καταρᾶσθαι αὐτῷ ἐχολοῦτο. ἀμείβεται γοῦν «οὔτοι ἐγὼ Τρώων τόσσον χόλῳ οὐδὲ νεμέσσει».

οὐ μὲν καλὰ χόλον: ἀφορμὴν αὐτῷ δίδωσι τῆς ἀργίας· οὐ γὰρ ὡς ἀσθενοῦς, ἀλλʼ ὡς ῥᾳθύμου κατηγορεῖ· οὐχ ὑγιῶς, φησίν, ἐν νῷ ἔχεις τὴν μῆνιν, ἥν σοι οἱ Τρῶες μηνίουσιν — ὡς θελήσαντες αὐτὸν ἐκδοῦναι Μενελάῳ. ἄλλως τε οὐκ ἔδει ἐπὶ Ἑλένης αὐτὸν λοιδορεῖσθαι.

ἀφορμὴν λαμβάνει διὰ τῆς αὐτοῦ ἀργίας· οὐ γὰρ ὡς ἀσθενοῦς, ἀλλʼ ὡς ῥᾳθύμου αὐτοῦ κατηγορεῖ. καί φησιν· οὐχ ὑγιῶς ἐν ἑαυτῷ τὴν μῆνιν ἔχεις· σοὶ γὰρ οἱ Τρῶες μηνίουσιν — ὡς θελησάντων αὐτὸν ἐκδοῦναι Μενελάῳ. ἢ χόλον τὴν ῥᾳθυμίαν λέγει. ἐβούλετο μὲν οὖν αὐτοῦ πλειόνως καθάψασθαι, ἀλλʼ οὐκ ἔδει αὐτὸν ἐπὶ Ἑλένης λοιδορεῖσθαι.

λαοὶ μὲν φθινύθουσι— μαρνάμενοι: περικέκοπται ὁ λόγος· ἐφυλάξατο γὰρ εἰπεῖν· σὺ δὲ καθέζῃ ἀκίνδυνος.

περὶ πτόλιν: περὶ πόλιν εἶπε διαφθείρεσθαι τὸν λαόν, ὡς ἐγγὺς ὄντος τοῦ δεινοῦ.

σέο δʼ εἵνεκʼ ἀϋτή: Μενέλαος δὲ πολεμεῖ πρὸς Ἀλεξάνδρου ἀδίκως, πρὸς Ἕκτορα ὑπὲρ ἑαυτόν· νυκτὶ γὰρ ἔτι ὑπερασπίζει Πατρόκλου

εἴ τινά που: Ἀρίσταρχος «ὅν τινά που».

εἴ τινά που: «ὅντινά που». οὕτως αἱ Ἀριστάρχου.

ἀλλʼ ἄνα: ἐφυλάξατο ἐπαγαγεῖν τῷ «λαοὶ μὲν» «σὺ δὲ καθέζῃ».

πυρὸς δηΐοιο θέρηται: ὅτι ἐλλείπει ἡ ὑπό πρόθεσις, ὑπὸ πυρός.

θέρηται: καυθῇ.

οὔτοι ἐγὼ Τρώων τόσσον χόλῳ: ὅτι σαφὲς γέγονε τὸ ἐν τοῖς ἐπάνω ἄδηλον διὰ τοῦ «δαιμόνιʼ, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ».

νεμέσσι: διὰ τοῦ ι μακροῦ τὸ νεμέσσι ὡς Θέτι.

ἥμην: προσπνευστέον τὸ η· ἐνδιατρίβειν γὰρ σημαίνει καὶ τὸ καθῆσθαι. ὅσοι δὲ ἠθέλησαν σημαντικὸν εἶναι τοῦ ὑπάρχειν, ἐψίλωσαν· ὃ σπανίως εὑρίσκεται κατὰ τὴν χρῆσιν τῶν Ἑλλήνων, οὗ τὰ ὑποδείγματα δίδομεν ἐν τῷ Περὶ τῶν εἰς μι ὁ μέντοι ποιητὴς οὐκ ἐχρήσατο.

δασυντέον τὸ ἥμην, ἀντὶ τοῦ ἐκαθήμην. τινὲς δὲ ψιλοῦσιν ἀντὶ τοῦ ὑπῆρχον, κακῶς.

ἄχεϊ προτραπέσθαι: εἶξαι τῇ συμφορᾷ καὶ ἀφησυχάσαι. δέον δὲ ἔργοις ἀνανεοῦσθαι τὸ πταῖσμα διὰ ἡσυχίας φησὶν ἀνακτᾶσθαι ἑαυτόν.

ἄχεϊ προτραπέσθαι: οἱονεὶ εἶξαι τῇ συμφορᾷ καὶ σχολάσαι τῇ μάχῃ.

ἄχεϊ προτραπέσθαι: διὰ τὴν λύπην τοῦ δυσημερήματος—δὲ εἶξαι.

νῦν δέ με παρειποῦσʼ ἄλοχος μαλακοῖς ἐπέεσσιν: ὅτι οὐ κατὰ τὸ ῥητὸν παραγείοχε τὴν παραμυθίαν, δεῖ δὲ κατὰ τὸ σιωπώμενον νοῆσαι· διὸ καὶ εὑρίσκεται περὶ τὰ ὅπλα ἀσχολούμενος. νῦν δέ με παρειποῦσʼ ἄλοχος: ὡς ἐρῶν κηδεμόνα τῆς πόλεως αὐτὴν θέλει δεῖξαι· ἅμα δὲ μειοῖ τὴν παραίνεσιν τοῦ ἀδελφοῦ.

νίκη δʼ ἐπαμείβεται ἄνδρας: ὡς τὸ «κεῖνον δʼ αὖθις ἐγώ». τῇ δὲ τύχῃ, οὐ τῷ πολεμίῳ περιάπτει τὸ κατόρθωμα. ὁ δὲ δέ ἀντὶ τοῦ γὰρ.

ἀλλʼ ἄγε νῦν ἐπίμεινον … ἢ ἴθʼ ἐγὼ δὲ μέτειμι, κιχήσεσθαι δέ σʼ ὀΐω: πρὸς ἀναβολὴν καὶ εὐκαιρίαν Ἕκτορος.

τὸν δʼ οὔτι προσέφη: καλῶς οὐδὲ ἀποκρίσεως αὐτὸν ἠξίωσεν εἰπόντα «νῦν δέ με παρειποῦσʼ ἄλοχος», ἀλλὰ τῇ Ἑλένῃ αὐτὸν παρορμᾶν παραινεῖ· «ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον».

προσηύδα μειλιχίοισι: ἐν ἄλλῳ «προσηύδα δῖα γυναικῶν».

προσηύδα μειλιχίοισι: προσάγεται αὐτόν· ξυνίησι γὰρ ὡς διὰ τὴν πρὸς αὐτὴν αἰδῶ τὰς ἐπιπλήξεις παρῆκεν.

δᾶερ ἐμεῖο κυνὸς κακομηχάνου ὀκρυοέσσης: τῷ συγγενικῷ ὀνόματι προσάγεται τὸν Ἕκτορα. ἐπεὶ δὲ διʼ αὐτὴν ἀτυχοῦσι Τρῶες, προαναστέλλει τὴν κατηγορίαν καὶ τὴν εὔνοιαν αὐτῶν ἐπισπᾶται.

ὅτε με πρῶτον τέκε μήτηρ: ὡς παρʼ αὐτὸ τῆς γενέσεως εἱμαρμένων τούτων, ἅπερ αὐτῆς ἐδόκει εἶναι πλημμελήματα.

ἀπόερσε: ψιλωτέον· τὰ γὰρ φωνήεντα καταλήγοντα εἰς τὸ ρ, ἐπιφερομένου τοῦ ς, ψιλοῦσθαι φιλεῖ, «ἄρσαντες»—οὕτως γὰρ ἐλέγομεν περὶ τούτου καὶ ἐν τῇ Α ῥαψῳδίᾳ —, Ἀρσινόη, «ἐν δὲ σταθμοὺς ἄρσε», «ὄρσας», «ὄρσεο, κυλλοπόδιον». ταύτῃ ἀναλογώτερον τὸ ἔερσα τρισύλλαβον.

ἀπόερσε: ψιλωτέον τὸ ἔρσε· πᾶν γὰρ φωνῆεν λῆγον εἰς ρ, ἐπιφερομένου τοῦ ς, ψιλοῦσθαι θέλει. γίνεται δὲ ἀπὸ τοῦ ἔρρω, «ἔναυλος ἀποέρσει».

πάρος τάδε ἔργα γενέσθαι: πιθανῶς παρέδραμε τὴν αἰσχύνην τῶν εἰργασμένων.

τεκμήραντο: εἰς τέλος ἤγαγον, διὰ τὸ τέκμωρ.

ἀνδρὸς ἔπειτʼ ὤφελλον ἀμείνονος: διδάσκει ὁ ποιητὴς τὰς ἐπιγαμίας πρὸς συνετοὺς ποιεῖσθαι. ἡ γοῦν Ἑλένη πλούσιον ἄνδρα ἔχουσα τὸν Ἀλέξανδρον καὶ υἱὸν βασιλέως εὔχεται συνετοῦ γεγενῆσθαι γυνή.

ᾔδη νέμεσίν τε καὶ αἴσχεα: ᾔδει πρὸς τὸ φυλάσσεσθαι μὴ ἐμπίπτειν εἰς αὐτά· «οἶδεν τό γʼ αἰσχρὸν κανόνι τοῦ καλοῦ μαθών»

οὔτʼ ἂρ νῦν φρένες ἔμπεδοι οὔτʼ ἄρʼ ὀπίσσω ἔσσονται: οὐδὲ ἐλπίδα ὑποδείκνυσι σωτηρίας.

κέν μιν: γράφεται «καί μιν».

ἐπαυρήσεσθαι: τῆς ἰδίας ἀνοίας δηλονότι.

ἀλλʼ ἄγε νῦν: οὕτω νῦν αἱ Ἀριστάρχου.

ἕζεο: τὸ μὲν παθητικὸν διὰ τοῦ ε, τὸ δὲ ἐνεργητικὸν διὰ τοῦ ι.

ἀλλʼ ἄγε νῦν εἴσελθε … δᾶερ: τὸ συνεχὲς τοῦ λόγου ἐκεῖνο ἦν «δᾶερ ἐμεῖο κυνὸς» εἴσελθε καὶ ἕζεο. μέσα δὲ παρενθεῖσα πλείονα ἀπʼ ἄλλης ἀρχῆς ἤρξατο, ἀλλʼ ἄγε νῦν εἴσελθε καὶ ἕζεο τὸ δὲ δᾶερ ἕνεκα φιλοφροσύνης ἐπαναλαμβάνει.

ἀλλʼ ἄγε νῦν εἴσελθε—, δᾶερ: μέχρι γὰρ τῆς αὐλῆς προεληλύθει, φιλοφρονητικὸν δὲ τοῦτο.

δᾶερ, ἐπεί σε μάλιστα: τὸ δᾶερ ὡς «ἆνερ»· τοιαῦται γὰρ αἱ εἰς ερ κλητικαί. τὴν δὲ σέ ἀντωνυμίαν ὀξυτονοῦσι, τουτέστιν ὀρθοτονοῦσιν, ἐπεὶ πρός τί ἐστιν. ἔστι μὲν οὖν ἀληθὲς ὅτι ἀντιδιασταλτική ἐστιν νῦν ἡ ἀντωνυμία· ἡ μέντοι κοινὴ ἀνάγνωσις ἀνέγνω ἐγκλιτικῶς ἀεὶ τὴν τοιαύτην σύνταξιν. ὃ δὲ λέγω, τοιοῦτόν ἐστι· τὸ ἐπεί σε εὑρέθη συνεχῶς οὕτως ἀνεγνωσμένον, ἐγκλιτικῶς ἀεί, μὴ ἐπιφερομένου συνδέσμου, «ἐπεί σʼ εἴασεν Ἀχιλλεύς» «ἐπεί σε πρῶτα κιχάνω», «ἐπεί σε φυγὼν ἱκέτευσα», «ἐπεί σε λέοντα». οὕτως δὲ καὶ ἐπεί σε μάλιστα πόνος φρένας. καί μοι δοκοῦσι τῷ πρώτῳ προσώπῳ ἀκολουθεῖν οἱ οὕτως ἀνεγνωκότες, πιθανῶς πάνυ· διὰ γὰρ τῆς φωνῆς τὸ πρῶτον πρόσωπον ἐπιδείκνυται τό τε ὀρθοτονούμενον καὶ τὸ ἐγκλιτικόν, εἴ γε ἡ ἐμέ αἰτιατική, ὅτε φυλάσσει τὸ ε, ὀρθοτονεῖται, εἰ δὲ ἀποβάλοι, ἐγκλιτική ἐστιν. εὑρέθη τοίνυν μετὰ τοῦ ἐπεί συνδέσμου παρὰ τῷ ποιητῇ κατὰ ταύτην τὴν σύνταξιν ἀποβάλλουσα τὸ ε· «Ἕκτορ, ἐπεί με κατʼ αἶσαν», «ἐπεί μʼ ἀφέλεσθέ γε δόντες». τούτῳ τοίνυν τῷ λόγῳ πιθανὸν ἂν εἴη κατακολουθήσαντας ἡμᾶς ἀναγινώσκειν ἐγκλιτικῶς ἐπεί σε μάλιστα.

ἐπεί σε μάλιστα: ἔστι μὲν νῦν ἀντιδιασταλτικὴ ἡ σέ ἀντωνυμία, καὶ ἐχρῆν αὐτὴν ὀρθοτονεῖσθαι. ἡ δὲ συνήθεια ἐγκλιτικῶς ἀνέγνω.

εἵνεκʼ ἐμεῖο κυνός: Ἕκτωρ μὲν οὐ συμπαραλαμβάνει αὐτὴν Ἀλεξάνδρῳ· «σέο» γάρ φησιν «εἵνεκʼ ἀϋτή τε πόλεμός τε». ἡ δὲ τὴν αἰτίαν τοῦ πολέμου καὶ εἰς ἑαυτὴν φέρει προκαταλαμβάνουσα τὴν αἰτίαν Ἕκτορος.

οἷσιν ἐπὶ Ζεὺς θῆκε: ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνʼ ᾖ ἐφʼ οἷς. δύναται δὲ τὸ ἑξῆς εἶναι ἐπέθηκεν· οὕτως γὰρ βούλονται καὶ οἱ περὶ Ἡρακλέωνα· ἢ περισσὴν λαμβάνειν τὴν ἐπί, ἥτις πάλιν οὐκ ἀναστραφήσεται, διʼ ὃν εἴπομεν λόγον· τοῦτο γὰρ βούλεται καὶ ὁ Ἀλεξίων. οὐδὲν μέντοι κεκώλυκε καὶ τὸ τοῦ Ἀσκαλωνίτου, ἐπεὶ οὐχ ὁρῶ τινα λόγον ἀναγκαστικόν.

Πτολεμαῖος ἀναστρέφει τὴν ἐπί πρόθεσιν, Ἡρακλέων δὲ οὔ.

Ζεύς: ἰᾶται τὰ πταίσματα, εἰς τὸν Δία ἀνάγουσα τὴν αἰτίαν.

πελώμεθʼ ἀοίδιμοι: λεληθότως αὔξει τὴν ποίησιν.

φιλέουσά περ: πιθανῶς προσέθηκε τὸ φιλέουσα, ἵνα μὴ ὑπʼ ἀπεχθείας δοκῇ μὴ καθέζεσθαι.

οὐ δέ με πείσεις: ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· οὐ γάρ με πείσεις.

Τρώεσσʼ: τὸ τέλειον Τρώεσσι· διὸ προπαροξύνεται.

οἳ μέγʼ ἐμεῖο ποθὴν ἀπεόντος ἔχουσιν: στρατιωτικὸν τὸ τῆς ἀλαζονείας καὶ κατὰ τὸν Ἕκτορα.

ποθήν: τὸ ποθήν ὡς κριθήν.

ἀλλὰ σύ γʼ ὄρνυθι τοῦτον: οὐκ ἠξίωσεν αὐτῷ διαλέξασθαι τὸ πᾶν ἐπιτρέποντι τῇ γυναικί.

ὥς κεν ἔμʼ ἔντοσθεν πόλιος: ὡς τάχιστα διαλεξόμενος τῇ γυναικί.

ἐδήλωσεν ὅτι οὐ χρονίσει ἐν τῷ τῇ γυναικὶ ὁμιλεῖν.

ὄφρα ἴδωμαι οἰκῆας: τοὺς ἐν τῷ οἴκῳ· ἀσυμπαθοῦς γὰρ ἐλθόντα μὴ ἰδεῖν. προὔκρινε δὲ τῶν ἡδέων τὰ ἀναγκαῖα.

οἰκῆας: οἰκέτας.

οὐ γάρ τʼ οἶδʼ, εἰ ἔτι σφιν ὑπότροπος ἵξομαι: τὸ τέλειον «οὐ γάρ τε οἶδα». πολεμικὸς δὲ ὢν ὁ μὲν τὸ τῶν πολεμικῶν κινδύνων ἄδηλον.

ἔτι σφιν: οὕτως εἰ ἔτι σφιν, εἷς τόνος. καίτοι ἐχρῆν δύο διὰ τὸ ἐπιφέρεσθαι ἀντωνυμίαν ἀπὸ τοῦ σφ ἀρχομένην, ὁμοίως τῷ «ὅθί σφισι πέφραδʼ Ἀχιλλεύς», «ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων». σεσημείωται οὖν αὕτη ἡ ἀνάγνωσις μόνη, ὡς ἐν ἄλλοις ὁ Ἡρωδιανὸς λέγει

εὖ ναιετάοντας: ὅτι ἀντὶ τοῦ εὖ ναιομένους.

δόμους εὖ ναιετάοντας: διὰ τὴν τῶν δεσποτῶν πρόνοιαν· ἐπὶ δὲ Ἀλεξάνδρου «καλά».

οὐδʼ εὗρʼ Ἀνδρομάχην: ἐκκλίνων τὸ ὁμοειδὲς πιθανῶς ἐποίησε τὴν Ἀνδρομάχην μὴ εὑρισκομένην ἔνδον, ἅμα δὲ καὶ κρίνειν τὸν ἀκροατήν, εἴγε Ἑκάβην μὲν εὗρε καὶ Ἑλένην, ἀπῄει δὲ κατηφὴς τῶν φιλτάτων οὐκ ἀπολλυμένων, ἐν δὲ τῷ τείχει παραδόξως συντυγχάνει αὐτοῖς.

ἐφειστήκει: Ἀρίσταρχος χωρὶς τοῦ ι «ἐφεστήκει».

γοόωσά τε μυρομένη τε: ἐκ παραλλήλου τὸ αὐτό.

πύργῳ ἐφεστήκει γοόωσά τε μυρομένη τε: τὴν αἰτίαν τῆς ἐξόδου φησί, παραμυθούμενος ἡμᾶς συναχθομένους τῷ Ἕκτορι. βούλεται δὲ ὥσπερ ἱκετήριον τῷ πατρὶ προτεῖναι τὸν παῖδα διὰ τὸ ῥιψοκίνδυνον.

πῇ ἔβη Ἀνδρομάχη λευκώλενος: τοῦ ποιητοῦ τὸ ἐπίθετον, οὐ τοῦ προσώπου.

ἠέ πῃ ἐς γαλόων: τὰς αἰτίας φησί, διʼ ἃς προϊέναι τὰς σώφρονας δεῖ.

εἰνατέρων: εἰνάτερες αἱ τῶν ἀδελφῶν γυναῖκες.

οὔτε πῃ ἐς γαλόων: ὀργιζομένῳ τῷ Ἕκτορι ἀπολογεῖται ὑπὲρ αὐτῆς ἡ θεράπαινα ὡς οὐ χαιρούσης προόδοις, ἠναγκασμένης δὲ νῦν διὰ φιλανδρίαν, ἵνα οἰκτίσῃ μᾶλλον αὐτὴν ὁ Ἕκτωρ.

μαινομένῃ εἰκυῖα: ἵνα ἀπροαιρέτως δοκῇ ἐκβεβακχεῦσθαι τῇ προόδῳ.

φέρει δʼ ἅμα παῖδα τιθήνη: ἢ ὅτι ὑποτίτθιος ὁ παῖς ἦν, ἢ ἐπεὶ ἐν τοῖς δεινοῖς οὐκ ἐῶσι μόνους τοὺς παῖδας.

ὁ δʼ ἀπέσσυτο δώματος Ἕκτωρ: οὐκ ἀποκρίνεται ὑπὸ θυμοῦ. εὖ δὲ τὸ μὴ περιμεῖναι τὴν γυναῖκα. καὶ ἔστιν ἰδεῖν ἀντικείμενα τὰ πρόσωπα, Ἕκτορος μὲν προτιμήσαντος τῶν ἡδέων τὴν βοήθειαν τῶν πολιτῶν, Ἀλεξάνδρου δὲ τῇ Ἑλένῃ παρακαθημένου.

εὖτε πύλας ἵκανε διερχόμενος μέγα ἄστυ: μετὰ τὸ διελθεῖν τὰς λεωφόρους πρὸς τέλει ἐλθών. τοῦτο δέ φησιν, ἵνα ἀγωνιώτερος ὁ ἀκροατὴς γένηται.

τῇ ἄρʼ ἔμελλε διεξίμεναι: ἐῴκει αὐτῷ, καὶ ἐδόκει ἡ γυνὴ προεληλυθέναι.

ἔνθʼ ἄλοχος πολύδωρος—θέουσα: ἀναβέβηκεν ἐπὶ τὸ τεῖχος ὡς ἐκεῖθεν ὀψομένη τὸν Ἕκτορα, ὡς δῆλον ἐκ τοῦ «πύργῳ ἐφεστήκει». οὐδαμοῦ δὲ ὁρωμένου οἴκαδε ἐπανέρχεται καὶ ἰδοῦσα ἐξιέναι μέλλοντα προστρέχει, ἵνα αὐτὴν μὴ φθάσῃ παραλλάξαι.

πολύδωρος: πολλὰ ἕδνα παρὰ τοῦ ἀνδρὸς λαβοῦσα.

ἦλθε θέουσα: μὴ προεξελθεῖν φθάσῃ Ἕκτωρ. δείκνυσι δὲ τὸ φίλανδρον τῆς Ἀνδρομάχης.

διὰ τοῦτο γὰρ ἔθει πάντως, ἵνα μὴ ἐξελθεῖν φθάσῃ.

Ἀνδρομάχη, θυγάτηρ μεγαλήτορος Ἠετίωνος,Ἠετίων ὃς ἔναιεν ὑπὸ Πλάκῳ: τὸ Ἠετίων εἰ μὲν τοῖς ἄνω συντάττοιμεν, ἐμφανέστερον ποιεῖ τὸ ἀκατάλληλον τῆς ἐπαναλήψεως, ἥτις ὁμοιόπτωτος ὀφείλει γίνεσθαι· εἰ δὲ τοῖς μετὰ ταῦτα, δύναται εἶναι ὁ λόγος κατὰ τὸ ἑξῆς μεγαλήτορος Ἠετίωνος, ὅστις Ἠετίων ᾤκει ὑπὸ Πλάκῳ.

μεγαλήτορος Ἠετίωνος, Ἠετίων: «οἵη περ φύλλων γενεή … φύλλα».

Ἠετίων, ὃς ἔναιεν: ἡ διπλῆ πρὸς τὴν ἐπανάληψιν, ὅτι πλεονάζει ἐν Ἰλιάδι, καὶ τὸ τῶν πτώσεων ἀκατάλληλον.

Ἠετίων: ἐνήλλακται ἡ πτῶσις. τινὲς δὲ Ἠετίωνα τὸ τέλειόν φασιν ἀντὶ γενικῆς, ὡς τὸ «ἆσσον ἰόνθʼ ὅτε κέν τοι».

ὃς ἔναιεν ὑπὸ Πλάκῳ: Γράνικος, οἱ δὲ—ἐκάλεσεν. ἡ ἱστορία παρὰ Δικαιάρχῳ

Θήβῃ Ὑποπλακίῃ: ἀνδράμυς τις Πελασγὸς ἀφικόμενος εἰς τὴν Ἴδην τὴν ἐν Κιλικίᾳ κτίζει πόλιν ἀδραμύστειαν καλουμένην. ἔχων δὲ θυγατέρα Θήβην ἔπαθλον δρόμου αὐτὴν ὥρισε τῷ βουλομένῳ. Ἡρακλῆς δὲ ταύτην λαβὼν ὑπὸ τὸ Πλάκιον τῆς Κιλικίας πόλιν κτίσας Θήβην αὐτὴν ὠνόμασεν.

ἄλλως· Ἐριθήλας καὶ Λέβης οἱ Ἀστάκου ἀπαρχὰς εἰς Φοινίκην ἀπὸ Θήβης φέροντες ἐξώσθησαν καὶ οἰκήσαντες ἔκτισαν αὐτὴν καθʼ ὁμωνυμίαν. ὑπέρκειται δὲ αὐτῆς πλακῶδες ὄρος συνεχεῖς ἔχον πέτρας προσπιπτούσας ἀλλήλαις. ἄλλοι δὲ οὗτοι παρὰ τοὺς Σύρους Κίλικας ὑπὸ τὴν Ἴδην καὶ Πήδασον ὄντες.

ἔχεθʼ Ἕκτορι: ὅτι ἀντὶ τοῦ εἴχετο ὑφʼ Ἕκτορος· ἡ γὰρ γυνὴ ἔχεται, ὁ δὲ ἀνὴρ ἔχει.

τοῦ περ δὴ θυγάτηρ ἔχεθʼ Ἕκτορι: ἐπὶ ἀνδρὸς «θύγατρʼ εἶχε ξανθὴν Ἀγαμήδην», ὡς ἐγάμει καὶ ἐγαμεῖτο.

κόλπῳ: ὅτι κόλπον τὰς ἀγκάλας νῦν εἶπεν. εἴωθε δὲ καὶ τὸ ἄνω τοῦ πέπλου οὕτως καλεῖν· «κόλπον ἀνιεμένη».

ἀταλάφρονα: μὴ δυνάμενον τλῆναι κακοπάθειαν.

ἀταλάφρονα: ἁπαλὰ φρονοῦντα, μὴ δυνάμενον τλῆναι καὶ κακοπαθεῖν.

νήπιον αὔτως: οὕτως ὡς οἱ παῖδες.

Ἑκτορίδην ἀγαπητόν, ἀλίγκιον ἀστέρι καλῷ: προπαραδίδωσιν ἡμῖν τὸ χάριεν τοῦ παιδός, ἵνα προσανέχωμεν αὐτῷ τὸν νοῦν, ὅταν εἴπῃ τὸ «οὗ παιδὸς ὠρέξατο». πρέπον δὲ παιδίῳ τὸ μὴ ἡλίῳ ἢ σελήνῃ, ἀλλʼ ἀστέρι αὐτὸν εἰκάσαι.

τόν ῥʼ Ἕκτωρ καλέεσκε Σκαμάνδριον, αὐτὰρ οἱ ἄλλοι Ἀστυάνακτα: ἄμφω πρέποντα· ὁ μὲν οὐ βουλόμενος ὀνειδίζειν τοῖς ὑποτεταγμένοις ἣν παρεῖχεν αὐτοῖς σωτηρίαν, ἀπὸ τοῦ ἐγχωρίου Σκαμάνδρου καλεῖ τὸν υἱόν, οἱ δὲ Τρῶες, ἀνθʼ ὧν ἐφύλαττεν αὐτοὺς ὁμολογοῦντες χάριν, Ἀστυάνακτα καλοῦσιν αὐτὸν οἰκείαν θέμενοι τὴν προσηγορίαν· καὶ γὰρ ὁ Ἕκτωρ οὕτως ἐκαλεῖτο διὰ τὸ ἔχειν «ἀλόχους κεδνὰς καὶ νήπια τέκνα».

αὐτὰρ οἱ ἄλλοι Ἀστυάνακτα: προτρέπει ἡμᾶς ἐπʼ ἀρετήν, διʼ ὧν καὶ παισὶν αἴτιοι εὐκλείας οἱ ἀγαθοί.

καλέεσκε Σκαμάνδριον: σημείωσαι τὸ μέτρον.

Ἀστυάνακτʼ· οἶος γὰρ ἐρύετο Ἴλιον Ἕκτωρ: ὅτι παρετυμολογεῖ.

ἤτοι ὁ μὲν μείδησεν: πατρικὸν ἦθος δείκνυσιν ὁ ποιητής· προσαγορεύομεν γὰρ μειδιασμῷ τοὺς παῖδας τοὺς μηδέπω μὲν συνιέντας λόγους, γνωρίζοντας δὲ ἤδη τὴν ὄψιν.

ἤτοι ὁ μὲν μείδησεν ἰδὼν ἐς παῖδα σιωπῇ: ἡρωϊκὸν καὶ μεγαλοφυὲς τὸ μὴ ἀθρόως γελᾶν. χαρίζεσθαι δὲ ταῖς γυναιξὶ δοκοῦσι τοὺς παῖδας φιλοφρονοῦντες· σύνδεσμος γὰρ ἀνδρῶν καὶ γυναικῶν ἡ παιδοποιΐα.

δακρυχέουσα: ἤδη προεδίδαξε, τί μέλλει λεχθῆναι. πιθανὸν δὲ ἀπὸ τῆς ἀπροσδοκήτου χαρᾶς κλαίειν τὴν γυναῖκα. γραφικῶς δὲ ὁ μὲν μειδιᾷ ἀφορῶν εἰς τὸ παιδίον, ἡ δὲ δακρύουσα παρέστηκεν αὐτῷ.

φῦ χειρί: τὸ δυσαποσπάστως ἔχεσθαι τοῦ ἀνδρὸς δηλοῖ τὸ φῦ χειρί.

φθίσει σε τὸ σὸν μένος: διὰ τὴν φιλοστοργίαν πέπεισται αὐτὸν ὑπερέχειν Ἑλλήνων καὶ οὐ τοσοῦτον τοῖς πολεμίοις εὐχείρωτον εἶναι, ὅσον ἑαυτῷ διὰ τὸ ῥιψοκίνδυνον.

δαιμόνιε, φθίσει σε τὸ σὸν μένος: θαυμάζει τὴν ἰσχύν, οὐκ ἐπαινεῖ δὲ τὸ θράσος. οὔτε δὲ «Ἕκτορ» οὔτε «ἆνερ» φησίν, ἀλλὰ δαιμόνιε, ᾧ παρεμφαίνει θυμόν τε καὶ εὔνοιαν.

οὐδʼ ἐλεαίρεις παῖδά τε νηπίαχον: τοιαύτη τίς ἐστιν, οἵα ἂν μήτηρ ἐκ πολλῶν παίδων ἐφʼ ἑνὶ σαλεύουσα.

καὶ ἔμʼ ἄμμορον: ὅτι τινὲς γράφουσι «καὶ ἐμὸν μόρον», οὐκ εὖ.

σεῦ ἔσομαι: οὐ τῇ κοινῇ χηρείᾳ ἄχθεται, ἀλλὰ τῇ Ἕκτορος.

πάντες ἐφορμηθέντες: ἕνα ἕκαστον ἥττω αὐτοῦ ἡγεῖται.

ἕνα γὰρ ἕκαστον αὐτοῦ ἥττονα ἡγεῖται αὕτη.

σεῦ ἀφαμαρτούσῃ χθόνα δύμεναι: φίλανδρον τὸ ἦθος. ἡ δὲ ἀντωνυμία ἦθος κινεῖ παραληφθεῖσα πολλάκις.

φιλάδελφον τὸ ἦθος αὐτῆς. ἡ δὲ ἀντωνυμία πολλάκις παραληφθεῖσα πάθος καὶ ἦθος κινεῖ.

οὐ γὰρ ἔτʼ ἄλλη ἔσται θαλπωρή: περιπαθῶς συναπολεῖσθαί φησι τῷ Ἕκτορι πάντα αὐτῆς τὰ καλά, καὶ τὸ κοινότατον ἀνθρώπων ἁπάντων ἀφαιρεθήσεσθαι, τὴν ἐλπίδα.

περιπαθῶς φησιν ὅτι ἅμα σοὶ πάντα τὰ ἐμοὶ ἀπολοῦνται καλά, ἀλλὰ καὶ τὸ κοινότατον πάντων ἀνθρώπων ἀφαιρεθήσεται, ἡ ἐλπίς.

πότμον ἐπίσπῃς: ὑπὸ τοῦ πότμου καταληφθήσῃ.

οὐδέ μοι ἔστι πατὴρ καὶ πότνια μήτηρ: οἶκτον ἐπάγεται ἀντὶ πάντων αὐτὸν λέγουσα ἔχειν· ἐλεοῦμεν γὰρ μᾶλλον τοὺς ἡμῶν μόνον ἠρτημένους.

ἤτοι γὰρ πατέρʼ ἁμὸν ἀπέκτανε δῖος Ἀχιλλεύς:διὰ τί διηγεῖται τῷ ἐπισταμένῳ; ὅτι οὐκ ἔστιν ἀναλογισμὸς τοῦ συμφέροντος ταῖς ἀσθενούσαις ψυχαῖς. αὗται δὲ πρὸς τὸ πενθεῖν εἰσι καὶ τὸ δεῖσθαι διὰ τὴν ταραχήν.

ἤτοι γὰρ πατέρʼ ἁμόν: οὐκ ἀγνοοῦντι διαλέγεται, ἀλλʼ ἐκ πάντων τῶν οἰκείων αὔξουσα Ἕκτορα· οἱ γὰρ ἀτυχοῦντες φιλοῦσι καὶ πρὸς εἰδότας λέγειν τὸ μῆκος τοῦ λόγου. τὸ δὲ ΑΜΌΝ ἐν μὲν τῇ Ἰλιακῇ προσῳδίᾳ φησὶν ὁ Ἡρωδιανὸς Δωρικώτερον εἶναι ἀπὸ τοῦ ἁμέτερον, ἐν δὲ Ἐπιμερισμῷ φησιν ὅτι ἀπὸ τοῦ ἐμόν ἐκτέταται τὸ ε εἰς α μακρόν, ὡς τὸ αἴ κα, «αἴ κα τῆνος ἕλῃ»

ἁμόν: Δημήτριός φησιν ἀντὶ τοῦ ἐμόν· διὸ καὶ ἄντικρυς ψιλοῖ. πιθανώτερον δέ ἐστι Δωρικώτερον εἶναι ἀντὶ τοῦ ἡμέτερον ἁμόν. οὕτως Ἀπολλώνιος

εὖ ναιετάωσαν: ὅτι ἀντὶ τοῦ εὖ ναιομένην.

ναιετάωσαν: Ἀρίσταρχος διὰ τοῦ ο «ναιετόωσαν».

«ναιετόωσαν» διὰ τοῦ ο.

οὐδέ μιν ἐξενάριξε: ὅτι διδάσκει, τί τὸ ἐξενάριξεν· ἐπιφέρει γὰρ «ἀλλʼ ἄρα μιν κατέκηε σὺν ἔντεσιν».

ἐξενάριξε: ἐσκύλευσε.

οὐδέ μιν ἐξενάριξε: ὡς τίμιον καὶ βασιλικόν. οὐ περιττὰ δὲ ταῦτα· ἀξίωμα γὰρ τοῦ πατρὸς ἐμφαίνει, ὃν ᾐδέσθη καὶ πολέμιος ὢν καὶ κτείνας.

ἠδʼ ἐπὶ σῆμʼ ἔχεεν: καὶ τάφον ἔχωσεν.

ἰῷ: ἰῷ ὡς σοφῷ Ἀρίσταρχος, καὶ ἐπεκράτησεν αὐτοῦ ἡ ἀνάγνωσις. ἐκεῖνο μέντοι ἀναγκαῖον προσθεῖναι ὅτι τὸ ἴα βαρυτόνως ἀνέγνω ὁ ἀνὴρ καὶ τὸ μία, «οὐδʼ ἴα γῆρυς» καὶ «μία δʼ οἴη». τὰς μέντοι δοτικὰς περιέσπασεν «ἰῇ ἄρα γινόμεθʼ αἴσῃ» καὶ «ἰῇ δʼ ἐν νυκτὶ γένοντο». καί φασί γε τὸ τοιοῦτο εἶδος Ἰώνων εἶναι. τινὲς δὲ ἐτόλμησαν λέγειν αὐτὸ Ἀττικόν, λέγω δὲ τὸ ἐπὶ τῶν τοιούτων θηλυκῶν καταβιβασμὸν γίνεσθαι τόνου. οὕτως οὖν καὶ «μέσην ἐς ἄγυιαν» ἀνέγνω, «ἐϋκτιμένας» δὲ «κατʼ ἀγυιάς». μήποτε οὖν, ἐπεὶ καὶ τὸ ἰῇ ἐπὶ τῆς δοτικῆς περιέσπασε, συνεξομοιῶν τῷ τοῦ θηλυκοῦ τόνῳ κατὰ τὴν αὐτὴν πτῶσιν καὶ τὸ οὐδέτερον οὕτως ἀνέγνω ὁμοτόνως.

ἰῷ: τὰς μὲν εὐθείας τούτων βαρέως ἀναγινώσκει ὁ Ἀρίσταρχος, τὰς δὲ δοτικὰς περισπωμένως, ἴα ἰῇ, μία μιᾷ, ἴον ἰῷ.

πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλλεύς:λεληθότως ὑποβάλλει αὐτῷ κἀκ τούτου φοβεῖσθαι τὸν Ἀχιλλέα.

πατρὸς δʼ ἐν μεγάροισι: μητροπάτορος· ἐτεθνήκει γὰρ Ἠετίων.

βάλʼ Ἄρτεμις ἰοχέαιρα: αἰφνιδίως ἐτελεύτησε· τοὺς γὰρ αἰφνιδίους θανάτους ἀναφέρουσιν εἰς Ἀπόλλωνα καὶ Ἄρτεμιν.

Ἕκτορ, ἀτὰρ σύ μοί ἐσσι πατήρ: τὸ σχῆμα καλεῖται σχέσις. ἐμφαίνει δὲ εὔνοιαν καὶ πάθος ψυχῆς.

θαλερός: ἀγαπητός· «τοιόνδε θάλος», ἀγάπημα.

ἀλλʼ ἄγε, νῦν ἐλέαιρε καὶ αὐτοῦ μίμνʼ ἐπὶ πύργῳ: ἡ μὲν Ἑλένη ὡς αἴτιον τοῦ πολέμου ἐκπέμπει τὸν Πάριν, ἡ δὲ ὡς ῥιψοκίνδυνον κατέχει. καλῶς δὲ οὐ μένειν αὐτὸν οἴκοι ἀξιοῖ — οἶδε γὰρ ὅτι οὐ πείσει —, ἀλλʼ ἐπὶ τοῦ τείχους μένειν, ὅθεν καὶ ἀμυνεῖται τοὺς πολεμίους, ὅθεν καὶ σωθήσεται.

θήῃς: οὕτως Ἀρίσταρχος διὰ τοῦ η, θήῃς.

λαὸν δὲ στῆσον παρʼ ἐρινεόν—καὶ ἀνώγει: ἀθετοῦνται στίχοι ἑπτὰ ἕως τοῦ ἤ νυ καὶ αὐτῶν θυμός, ὅτι ἀνοίκειοι οἱ λόγοι τῇ Ἀνδρομάχῃ· ἀντιστρατηγεῖ γὰρ τῷ Ἕκτορι. καὶ ψεῦδος περιέχουσιν· οὐ γὰρ παρέδωκεν εὐεπίδρομον τὸ τεῖχος κατὰ τοῦτο τὸ μέρος, οὐδʼ οὕτως ἐστὶ πλησίον ἡ μάχη τοῦ τείχους. καὶ ὁ Ἕκτωρ πρὸς τὰ πρότερα ἀπαντᾷ λέγων· «ἦ καὶ ἐμοὶ τάδε πάντα»

λαὸν δὲ στῆσον παρʼ ἐρινεόν: οὐ πρέποντα τὰ τῆς ὑποθήκης γυναικί. ἀλλʼ εἰ καὶ γυναικὶ μὴ πρέπει, τῇ γε Ἀνδρομάχῃ πρέπει, ἐπεὶ καὶ οὐχ ἱπποκομεῖν γυναικός, ἡ δὲ Ἀνδρομάχη τοῖς Ἕκτορος καὶ πυρὸν παρατίθησι καὶ κεράσασα οἶνον ὡς φίλανδρος ἐπιμελομένη καὶ τῶν φερόντων αὐτῆς τὸν ἄνδρα. μείνασα δὲ χρόνον ἐπὶ τοῦ τείχους εἶδεν.

ἀμβατός: οὕτως Ἀρίσταρχος ἀμβατός. Καλλίστρατος δὲ διὰ τοῦ η «ἀμβατή.»

ἀμβατός ἐστι πόλις: πέπλασται πρὸς τὸ ἀποστῆσαι τὸν ἄνδρα τοῦ πεδίου· διὸ οὐδὲ ἀποκρίνεται περὶ αὐτῶν ὁ Ἕκτωρ.

περίπλασμά τι τοῦτό ἐστιν, ὅπως αὐτὸν ἀποστήσῃ τοῦ πεδίου· διὸ οὐδὲ ἀποκρίνεται περὶ τούτου.

τῇ γʼ ἐλθόντες: γράφεται καὶ διὰ τοῦ δ καὶ διὰ τοῦ γ.

τρὶς γὰρ τῇδʼ ἐλθόντες: διὰ τί, φασί, τοῦτο οὐ συνεῖδεν ὁ Ἕκτωρ; ἀλλὰ συνεῖδεν· φησὶ γὰρ «ἦ καὶ ἐμοὶ τάδε πάντα μέλλει, γύναι».

διὰ τί δέ, φασίν, οὐ συνεῖδε ταῦτα ὁ Ἕκτωρ; φαμὲν οὖν ὅτι συνεῖδεν· «ἐμοί», γάρ φησι, «τάδε πάντα μέλει, γύναι.»

ἀμφʼ Αἴαντε δύω—Τυδέος ἄλκιμον υἱόν: περιειργάσατο τὰ ὀνόματα παρά τινος. ἅμα δὲ θέλει ὁ ποιητὴς καὶ δηλῶσαί τι τῶν μετὰ τὴν Γλαύκου καὶ Διομήδους μάχην γεγονότων.

Ἀτρείδας: ὁ Ἰξίων ἐν τῷ Πρὸς τοὺς ἠθετημένους «Ἀτρείδα» προφέρεται δυϊκῶς.

Ἰξίων δυϊκῶς «ἀτρεῖδαι».

ἦ πού τίς σφιν ἔνισπε θεοπροπίων εὖ εἰδώς: ὑποβάλλει ταῦτα προοικονομῶν, ὡς κατὰ τοῦτο τὸ μέρος εἵμαρτο ἁλῶναι τὴν πόλιν.

ἤ πού ἤ νυ: διὰ τὸ ποῦ καὶ νύ τὸν ἤ ὀξυτονητέον, ὃς δύναται εἶναι διαζευκτικὸς ἢ καὶ παραδιαζευκτικός.

διὰ τὸ ἤ που καὶ τὸ νύ ὀξυντέον τὸν η, ὃς δύναται διαζευκτικὸς ἢ παραδιαζευκτικὸς εἶναι.

ἤ νυ καὶ αὐτῶν θυμός: ἐν ἐνίοις «ἤ νυ καὶ αὐτοὺς θυμός.»

γράφει δὲ καὶ «αὐτούς».

ἦ καὶ ἐμοὶ τάδε πάντα μέλει, γύναι: ὅτι πρὸς τὴν λέγουσαν «ἀλλʼ ἄγε νῦν ἐλέαιρε» καὶ «μὴ παῖδʼ ὀρφανικὸν θείης» οἰκείως ἀπήντηκεν. ὁ δὲ διασκευαστὴς ἐπλανήθη.

τάδε πάντα: ἡ ὀρφανία τοῦ παιδὸς καὶ ἡ χηρεία.

ἡ ὀρφανία καὶ ἡ χηρεία καὶ ἡ τῶν πολεμίων σκόπησις.

αἰδέομαι Τρῶας καὶ Τρωάδας: νόμος ἄρχουσιν αἰδεῖσθαι τοὺς ὑποτεταγμένους. χεῖρον δὲ παρὰ γυναιξὶν ἀκούειν δειλόν.

ἑλκεσιπέπλους: αἱ ἐν τῷ βαδίζειν ἐπισύρουσαι τοὺς πέπλους.

ἑλκεσιπέπλους δὲ τὰς ἐν τῷ βαδίζειν ἑλκούσας τὸν πέπλον.

οὐδέ με θυμὸς ἄνωγεν, ἐπεὶ μάθον ἔμμεναι ἐσθλός:ἐξ ἐπιλογισμοῦ.

ἐξ ἐπιλογισμοῦ δὲ τοῦτό φησιν.

ἐπεὶ μάθον ἔμμεναι ἐσθλός: διδακταὶ γὰρ αἱ ἀρεταί. ἄμεινον δὲ τὸ μάθον ἀντὶ τοῦ εἴωθα.

αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι: τὸ αἰεί τοῖς ἐπάνω προσδοτέον, ἵνα μὴ ὑπερβατὸν γένηται τοῦ καί συνδέσμου, καὶ αἰεὶ πρώτοισι. κοινὸν μέντοι νοεῖται κατʼ ἀμφοτέρων τὸ αἰεί ὥσπερ καὶ τὸ «μάθον».

αἰεὶ καὶ πρώτοισι μετὰ Τρώεσσι μάχεσθαι: ὁ Νικάνωρ φησὶν ὅτι δεῖ στίζειν εἰς τὸ ἀεί, ὅπως μὴ τοῦ συνδέσμου ὑπερβατὸν γένηται. κοινὸν δὲ τὸ αἰεί, μάθον καὶ ἀεὶ μάθον.

ἀρνύμενος πατρός τε μέγα κλέος ἠδʼ ἐμὸν αὐτοῦ:οὐ μόνον ἑαυτῷ δόξαν, ἀλλὰ καὶ τῷ πατρὶ θέλει διασῴζειν.

ἀρνύμενος: ἀντὶ τοῦ περικτώμενος.

ἔσσεται ἦμαρ: οὐκ ἐκφοβεῖ, ἀλλὰ πρὸς τὸ μέλλον εὐπαράμυθον ποιεῖ. ἢ οὐ τῆς ἁλώσεως μέμνηται, ἀλλὰ τὴν ἑαυτοῦ φιλοστοργίαν ἐμφαίνει πρὸς τὴν γυναῖκα· διὸ οὐδὲ τὸν χρόνον τῆς ἁλώσεως ὁρίζει· ὧν δὲ δεινῶν ὁ χρόνος οὐχ ὁρίζεται, τούτων ἧττον ἐλύπησεν ἡ προσδοκία, ὥσπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ θανάτου· προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ εἰδέναι τὸ πότε ἧττον ἀχθόμεθα.

οὐκ ἐκφοβεῖ, εἰ καὶ τῆς ἁλώσεως μέμνηται, ἀλλὰ μᾶλλον εὐπαράμυθον ποιεῖ καὶ τὴν αὐτοῦ φιλοστοργίαν πρὸς τὴν γυναῖκα ἐμφαίνει· διὸ οὐδὲ τὸν τῆς ἁλώσεως ὁρίζει χρόνον. ὧν δὲ δεινῶν χρόνος οὐχ ὁρίζεται, τούτων ἧττον ἡ προσδοκία ἐλύπησεν, ὥσπερ ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ θανάτου· προειδότες γὰρ ὅτι τεθνηξόμεθα διὰ τὸ μὴ εἰδέναι τὸ πότε ἧττον ἀχθόμεθα.

ἔσσεται ἦμαρ: ἐλπίζει τὰ δεινὰ διὰ τὴν παράβασιν καὶ τὴν ἀριστείαν Διομήδους.

Ἴλιος ἱρή: ὅτι θηλυκῶς τὴν Ἴλιον.

ἀλλʼ οὔ μοι Τρώων … οὔτʼ αὐτῆς Ἑκάβης οὔτε Πριάμοιο— ὅσσον σεῖʼ: ἐπεὶ ἐκεῖνοι ἑκόντες ἐδυστύχουν ἐπιτρέποντες Ἀλεξάνδρῳ ἀδικεῖν. ἡ δὲ Ἀνδρομάχη διὰ τὰς ἐκείνων ἁμαρτίας καὶ προητυχήκει τοσούτων οἰκείων στερηθεῖσα ἐν ἡμέρᾳ μιᾷ.

ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει— ὅσσον σεῖʼ: ὑπερεβάλετο τὴν τῆς γυναικὸς φιλοστοργίαν· ἡ μὲν γὰρ ἀντὶ τῶν οὐκέτι ὄντων οἰκείων ἔθετο αὐτόν, ὁ δὲ καὶ τῶν περιόντων αὐτὴν προτιμᾷ. ἅμα δὲ ἐλεεινὴ καὶ ἡ ἡλικία καὶ ἡ δουλεία. μιμεῖται δὲ καὶ βαρβάρου φιλογύναιον ἦθος, οἳ περὶ πλείστου ποιοῦνται τὰς γυναῖκας.

οὔτʼ αὐτῆς Ἑκάβης: ηὔξηται διὰ τῆς ἀντωνυμίας ἡ φιλοστοργία.

ὅσσον σεῖʼ, ὅτε κέν τις: δεινὸν γὰρ ἡ τῶν γυναικῶν ὕβρις καὶ αὐτῶν αἰσχύνη· «πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι».

δεινῶν γὰρ πάντων χείρων ἡ τῶν γυναικῶν ὕβρις.

ἦμαρ: ἀντὶ τοῦ ἤματος.

πρὸς ἄλλης ἱστὸν ὑφαίνοις: ἀντὶ τοῦ ὑπὲρ ἄλλης, ὡς «πρὸς Τρώων» καὶ «πρὸς ἄνακτος», ἵνα μὴ κακοπαθῇ.

ἄλλως· πρὸς ἄλλης: ἀντὶ τοῦ ὑπὸ ἄλλης κελευομένη· τοῦτο γὰρ τὴν ὕβριν φέρει, οὐχὶ τὸ ἔργον σύνηθες ὂν ταῖς ἀρχαίαις.

καί κεν ὕδωρ φορέοις: ὅτι κατὰ τὸ προστυχὸν οὕτως εἰπόντος Ὁμήρου οἱ νεώτεροι τῷ ὄντι ὑδροφοροῦσαν εἰσάγουσιν αὐτήν.

καί κεν ὕδωρ φορέοις: τέτακται μὲν ἡ δουλεία εἰς ὑδροφορίαν ἢ εἰς ἱστουργίαν. ὁ δὲ ἄμφω φησὶν εἰς ἐπίτασιν. θαρρῶν δὲ τῇ σωφροσύνῃ τῆς γυναικὸς ὅτι οὐκ ἂν ὑπομείνειεν οὐδὲ ἀκουσίως προδοῦναι ἑαυτῆς τὸ σῶμα, ἑτέρου ἀνδρὸς οὐ μέμνηται.

Μεσσηΐδος ἢ Ὑπερείης: Μεσσηῒς καὶ Ὑπέρεια κρῆναι Ἄργους.

Ὑπερείης: Ὑπέρεια Θεσσαλίας. Πίνδαρος· «ἐγγὺς μὲν Φέρης κράναν Ὑπερῇδα λιπών».

εἴπῃσιν: ὅτι τὸ εἴπῃσιν ἀντὶ τοῦ εἴποι ἄν. ἡ δὲ ἀναφορὰ πρὸς Φιλίταν γράφοντα «θρώσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαλύξει». οὗτος γὰρ μὴ νοήσας ὅτι τὸ «ὑπαΐξει» ἐστὶ τὸ ἐφορμῆσαι ὑπὸ τὴν φρῖκα, τουτέστι τὸ τοῦ ὕδατος ἐπανάστημα, ὃς φάγοι ἂν Λυκάονος τοῦ δημοῦ τὴν φρῖκα ἐδέξατο τὴν ὑπὸ τοῦ ψύχους γινομένην φρίκην καί φησι τοὺς πιμελώδεις τῶν ἰχθύων ὑπομένειν τὸ ψῦχος, ὥστε ὃς ἂν τὸ τοῦ Λυκάονος λίπος φάγῃ, ἐκκλινεῖ τὴν φρίκην.

Ἕκτορος ἥδε γυνή, ὃς ἀριστεύεσκε μάχεσθαι:παρέδραμε τὰ ἑαυτοῦ. ἔστι δὲ ἐν τῇ λέξει πάντα ὑπονοεῖν.

Ἕκτορος ἥδε γυνή, ὃς ἀριστεύεσκε μάχεσθαι:ἐπιγραμματικὸν ἔχει τύπον ὁ στίχος.

σοὶ δʼ αὖ νέον ἔσσεται ἄλγος χήτεϊ τοιοῦδʼ ἀνδρός: βεβαιοῖ αὐτῆς τοὺς λόγους. χήτει δὲ ἀπορίᾳ, σπάνει.

ἀλλά με τεθνειῶτα χυτὴ κατὰ γαῖα καλύπτοι: ὑπερβάλλει τῇ φιλοστοργίᾳ τὴν γυναῖκα· ἡ μὲν γὰρ στερηθεῖσα τοῦ Ἕκτορος θανεῖν εὔχεται λέγουσα «ἐμοὶ δέ κε κέρδιον εἴη χθόνα δύμεναι» ὁ δὲ αἱρεῖται θανεῖν, ἵνα μηδὲ κλαίουσαν ἴδῃ.

καὶ πάλιν ἡ Ἕκτορος ὑπερβάλλει φιλία· ἡ μὲν γὰρ Ἀνδρομάχη στερηθεῖσα τοῦ Ἕκτορος θανεῖν εὔχεται, ὁ δὲ μὴ κλαιούσης αὐτῆς ἀκοῦσαι.

χυτή: ὅτι οὐ πᾶσα γῆ οὕτως λέγεται παρʼ αὐτῷ, ἀλλʼ ἡ τοῖς νεκροῖς ἐπιχεομένη.

πρίν γέ τι: Διονύσιος ὁ Σιδώνιος τὸν γέ ἐκ πλήρους ποιεῖ. οὕτως καὶ Ἀλεξίων καὶ οἱ περὶ Ἡρακλέωνα· οὐ γὰρ πιθανὸν ἐγκεῖσθαι τὸ ἔτι· οὐ γὰρ δή γε καὶ πρότερον συνέβη ταῦτα τῇ Ἀνδρομάχῃ. ἔστιν οὖν τὸ τί καθʼ ὕπαρξίν τινα λεγόμενον ἢ καὶ παρελκόμενον ὁμοίως τῷ «ἤ νύ τοι οὔ τι μέλει Τρώων πόνος» καὶ «μή τι φόβον δʼ ἀγόρευε» καὶ «μή τί μευ ἠΰτε παιδός». οὐχ ὑγιῶς οὖν ὁ Πτολεμαῖος οἴεται συναλιφὴν εἶναι.

οὗ παιδὸς ὀρέξατο: πρῶτος παῖδας εἰσάγει τῇ τραγῳδίᾳ. ὀρέξατο: ἀντὶ τοῦ ἐλάβετο.

ἂψ δʼ ὁ πάϊς πρὸς κόλπον: δυσαποσπάστως μὲν ἔχουσι τῶν τροφῶν. τοῦτον δὲ καὶ ἡ ὄψις φοβεῖ. ταῦτα δὲ τὰ ἔπη οὕτως ἐστὶν ἐναργείας μεστά, ὅτι οὐ μόνον ἀκούεται τὰ πράγματα, ἀλλὰ καὶ ὁρᾶται. λαβὼν δὲ τοῦτο ἐκ τοῦ βίου ὁ ποιητὴς ἄκρως περιεγένετο τῇ μιμήσει.

πατρὸς φίλου ὄψιν ἀτυχθείς: ἐπὶ τῇ τοῦ πατρὸς ὄψει ταραχθείς. ἠθικὸν δὲ ὅτι οὐκ ἄλλον, ἀλλὰ τὸν πατέρα φοβηθείς.

ταρβήσας χαλκόν τε: διασταλτέον χαλκόν τε· μέρος γάρ ἐστι περιόδου ἐπανειλημμένον μετοχικόν. ἀτυχθεὶς ὄψιν καὶ ταρβήσας χαλκὸν καὶ λόφον νοήσας

ταρβήσας χαλκόν τε: διασταλτέον εἰς τὸ τέλος τῶν τριῶν ἐπῶν. ἔστι γάρ· ἀτυχθεὶς ὄψιν καὶ ταρβήσας χαλκὸν καὶ λόφον δεινὸν νεύοντα νοήσας.

ταρβήσας χαλκόν τε: τὰ γὰρ ἀνόμοια φόβον κινεῖ.

ἐκ δʼ ἐγέλασσε: ἀπὸ τῆς πολλῆς λύπης ἐκ μικρᾶς αἰτίας γέλωτα κινεῖ.

ἀπὸ τῆς πολλῆς αὐτῶν λύπης ἡ μικρὰ τοῦ παιδὸς αἰτία φυσικόν τινα κινεῖ καὶ μέτριον γέλωτα.

αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο φαίδιμος Ἕκτωρ: σημειοῦνταί τινες τοῦτον διὰ τὸ τὸν τραγικὸν Ἀστυδάμαντα παράγειν τὸν Ἕκτορα λέγοντα· «δέξαι κοινήν μοι πρὸς πόλεμον δὲ καὶ φοβηθῇ παῖς».

αὐτίκʼ ἀπὸ κρατὸς κόρυθʼ εἵλετο: μιμητικῶς· εὐάλωτος γὰρ καὶ ὁ τραχὺς τέκνου φιλοστοργίᾳ.

ἐπεὶ κύσε πῆλέ τε χερσίν: τοῦτο γὰρ ποιοῦμεν πρὸς διάχυσιν αὐτῶν. ἄκρως δὲ περιεγένετο τῇ μιμήσει οὐδέν τι λυπήσας τὴν ἡρωϊκὴν σεμνότητα. ταῖς δὲ χερσὶ τὴν ἐπιθυμίαν πληροῖ, ἐπειδὴ μὴ δύναται περιπλέξασθαι αὐτόν. τὸ δὲ πῆλε ἀντὶ τοῦ ἐκλήρωσεν.

εἶπεν ἐπευξάμενος: Ἀρίσταρχος διὰ τοῦ δ, «εἶπε δʼ ἐπευξάμενος».

εἶπεν ἐπευξάμενος: «εἶπε δʼ ἐπευξάμενος»· Ἀρίσταρχος γὰρ σὺν τῷ «δέ» γράφει.

δότε δὴ καὶ τόνδε γενέσθαι: φιλότιμος ἡ εὐχή. διαχυθεὶς δὲ ἐπιλέλησται τῶν πρώην. ἢ ὅτι δυνατὸν θεοῖς καὶ παρʼ ἐλπίδα τι ποιῆσαι. οὐ πλούσιον δὲ ὡς νῦν εὔχονται τὸν υἱόν, ἀλλʼ ἀγαθὸν βίην, θαρσύνων τὴν μητέρα, ἵνα ἔχῃ ἐπίκουρον.

φιλότιμος ἡ εὐχή. διαχυθεὶς δὲ ἐπιλέλησται τῶν πρώην. ἢ ὅτι δυνατὸν θεοῖς καὶ παρʼ ἐλπίδα τι ποιῆσαι. ὡς νῦν δέ ἐστι πλούσιος, οὐκ εὔχεται τὸν υἱὸν γενέσθαι, ἀλλʼ ἢ μόνον ἄρχοντα καὶ ἀνδρεῖον, τὴν μητέρα θρασύνων, ἵνʼ ἔχῃ ἐπίκουρον.

ὧδε βίην τʼ ἀγαθόν: ἄλλοι «ὧδε βίην ἀγαθόν τε».

οὕτως «ἀγαθόν τε.»

πατρὸς δʼ ὅγε: Ἀρίσταρχος «πατρός γʼ ὅδε».

πατρὸς δʼ ὅ γε πολλὸν ἀμείνω: φυσικῶς ἐκ τοῦ βίου τοῦτο ἔλαβεν· ἐν ἅπασι γὰρ τῶν ἄλλων ἀμείνονες εἶναι θέλοντες μόνοις ἡττᾶσθαι παισὶν εὐχόμεθα.

καί ποτέ τις εἴποι—ἀνιόντα: τὸ ἑξῆς· καί ποτέ τις εἴποι ἐκ πολέμου ἀνιόντα. καὶ οὐ λείπει τὸ ἰδών, ἀλλʼ ἔστι συνήθης Ἀττικοῖς ἡ φράσις. Εὐριπίδης Ῥήσῳ· «χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενον πύργοισιν ἐχθρῶν», καὶ αὐτὸς Ὅμηρος ἀλλαχοῦ «ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους». ἤλλακται δὲ πτῶσις, ἀντὶ τοῦ ἐκ πολέμου ἀνιόντος.

ἀνιόντα: ἀνιόντος, ὡς τὸ «γυναῖκά τε θήσατο μαζόν».

ἄλλως· στικτέον εἰς τὸ ἀνιόντα, καὶ λείπει τὸ ἰδών· ἤδη γὰρ σύνηθές ἐστι τοῖς Ἀττικοῖς· «χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενον». καὶ ἀλλαχοῦ ὁ ποιητής· «ἤχθετο γάρ ῥα Τρωσὶν δαμναμένους».

ἄλλως· ἐκ πολέμου ἀνιόντα: οὐκ ἀεὶ εὔχεται πολεμεῖσθαι τὴν πόλιν, ἀλλʼ ἐν ταῖς χρείαις ἄριστον εἶναι.

οὐκ ἀεὶ πολεμεῖσθαι καὶ πολεμεῖν εὔχεται, ἀλλʼ ἐν μόναις ἄριστον εἶναι ταῖς χρείαις.

ἔναρα βροτόεντα: τὰ ἀπὸ πολέμου—νεκροὶ ἔναροι.

βροτόεντα: ᾑμαγμένα· βρότος—ἢ ᾑματωμένα.

ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε: ἵνα καὶ αὐτὴ διαχυθῇ.

κηώδεϊ: ἐν ᾧ τὰ βρέφη κοιμίζεται.

δακρυόεν γελάσασα: δυνατῶς ῥηθὲν ἀνερμήνευτόν ἐστιν· οὐ γὰρ ἁπλοῦν τὸ πάθος, ἀλλὰ σύνθετον ἐξ ἐναντίων παθῶν, ἡδονῆς καὶ λύπης· εἰς γέλωτα μὲν γὰρ αὐτὴν προήγαγε τὸ βρέφος, εἰς δάκρυον δὲ ἡ περὶ τοῦ Ἕκτορος ἀγωνία. οὐκ ἐνόησεν οὖν Καλλίμαχος τὸν στίχον εἰπών· «ἐπεὶ θεὸς οὐδὲ γέλασεν ἀκλαυτί»· ᾠήθη γὰρ ὑπὸ τῆς διαχύσεως τοῦ γέλωτος τὰ δάκρυα γενέσθαι.

οὐ γάρ τίς μʼ ὑπὲρ αἶσαν ἀνὴρ Ἄϊδι προϊάψει:ὑποθεὶς αὑτὸν τῇ εἱμαρμένῃ ἴσον ἐποίησε τό τε κινδυνεύειν καὶ τὸ ἀσφαλῶς ζῆν.

ἐπὴν τὰ πρῶτα γένηται: τινὲς «πρωτά» ὡς γνωστά, ἵνʼ ᾖ τὰ πεπρωμένα, οὐχ ὑγιῶς. φαίνεται δὲ καὶ τὴν μαθηματικὴν πρῶτος εἰδὼς Ὅμηρος, ἐν οἷς τὴν ἐπὶ γενέσεως ὥραν περιέχειν τὰ ἀποτελέσματα λέγει.

ἀλλʼ εἰς οἶκον ἰοῦσα—ἐγγεγάασιν: τέσσαρσι στίχοις ἑξῆς ἀστερίσκοι παράκεινται, ὅτι νῦν μὲν ὀρθῶς κεῖνται καὶ πρὸ τῆς μνηστηροφονίας ἐν δὲ τῇ α ῥαψῳδίᾳ τῆς Ὀδυσσείας οὐκέτι.

ἱστόν τʼ ἠλακάτην τε—ἐποίχεσθαι: διὰ βραχέων βίον καὶ οἰκονομίαν ὑπογράφει σώφρονος γυναικός. οἰκονομικῶς δὲ ἐποίησε τὸν Ἕκτορα ἐπιτρέποντα αὐτῇ οἰκουρεῖν, ἵνα μὴ κατὰ τὴν πρὸς τὸν Ἀχιλλέα μάχην ὀφθεῖσα ἐπὶ τοῦ τείχους πείσῃ αὐτὸν μὴ πολεμεῖν Ἀχιλλεῖ.

ἠλακάτην: τὸ τῶν γυναικῶν—ἔχουσαν Ἄρτεμιν.

πόλεμος δʼ ἄνδρεσσι μελήσει: ἄνδρεσσι διὰ τὰς παραινέσεις αὐτῆς. ἔστι δὲ ἤθη σκοπεῖν διάφορα Ἀλεξάνδρου καὶ Ἕκτορος· ὁ μὲν γάρ φησι πόλεμος δʼ ἄνδρεσσι μελήσει, ὁ δὲ Ἀλέξανδρος «νῦν δέ με παρειποῦσʼ ἄλοχος».

πόλεμος δʼ ἄνδρεσσι μελήσει: ἐνθάδε πόλεμος, ἐπὶ δὲ Τηλεμάχου «μῦθος», ἐπὶ δὲ τῆς θέσεως τοῦ τόξου «τόξον δʼ ἄνδρεσσι μελήσει».

πᾶσιν, ἐμοὶ δὲ μάλιστα: ἀντὶ τοῦ πλέω πάντων τῶν ἐν Ἰλίῳ.

οἶκον δὲ βεβήκει ἐντροπαλιζομένη: ἀπῆγε μὲν ἡ ἐπίπληξις, ἐπέστρεφε δὲ ἡ εὔνοια· ποία γὰρ ἂν ἦν, τοιοῦτον ἄνδρα τοιούτῳ κινδύνῳ προπέμπουσα; τὸ δὲ ἐντροπαλιζομένη ἀντὶ τοῦ μεταστρεφομένη.

γόον πάσῃσιν ἐνῶρσεν: ἢ διηγησαμένη, ἢ ἀπὸ τῶν ἰδίων δακρύων. ηὔξησε δὲ τὸ συμπαθὲς διὰ τοῦ παρανόμου θρήνου· θρηνοῦσι γὰρ ζῶντα. ἅμα δὲ καὶ ἐνδείκνυται ὡς δεῖ οὕτω δεσπόζειν, ἵνα καὶ εὐνοῶνται.

γόον: γόαον καὶ κατὰ συγκοπήν· ἢ ἀπὸ βαρυτόνου.

ἀντὶ τοῦ ἐγόων συνεστάλη.

οὐδὲ Πάρις δήθυνε: δῆλον οὖν ὡς διὰ τοῦτον ἐνδιέτριβεν ὁμιλῶν τῇ γυναικὶ ὁ Ἕκτωρ καὶ οὐ ταχέως διῆλθεν, ἵνα μετʼ αὐτοῦ προελθὼν παραθαρσύνῃ τοὺς Τρῶας ἰδόντας αὐτὸν παραδόξως σεσωσμένον, ὡς τῶν θεῶν εὐνοϊκῶς ἐχόντων πρὸς αὐτούς.

σεύατʼ ἔπειτʼ ἀνὰ ἄστυ ποσὶ κραιπνοῖσι πεποιθώς:ἑαυτῷ πρόεισι ἀρέσκων, τὴν ἧτταν οὐδʼ ὅλως ἐνθυμούμενος.

ὡς δʼ ὅτε τις στατὸς—καὶ νομὸν ἵππων: καὶ τούτοις ὁμοίως ἀστερίσκοι παράκεινται, ὅτι τὴν παραβολὴν ὅλην ἐπὶ Ἕκτορος βληθέντος λίθῳ ὑπʼ Αἴαντος μετήνεγκεν ἐντεῦθεν. ἡ δὲ διπλῆ πρὸς τὸ ἀκοστήσας, ὅτι ἄλλοι ἄλλως ἀπέδωκαν. ἔστι δὲ ἤτοι ἐν ἄχει γενόμενος διὰ τὴν στάσιν ἢ ἄκος τι καὶ βοήθημα τῆς στάσεως ζητῶν.

ὅτι εἰς Ο κεῖται.

στατὸς ἵππος: ὁ τῆς ἀγέλης ἀποσπασθεὶς καὶ ἐπὶ φάτνης ἑστώς· οὕτω γὰρ ποθεῖ τὴν συνήθη δίαιταν.

ἀκοστήσας: ἄκος τῆς στάσεως λαβών, τουτέστιν ἴαμα, καὶ κριθιάσας. κυρίως δὲ πᾶσαι αἱ τροφαὶ ἀκοσταὶ καλοῦνται παρὰ Θεσσαλοῖς, ὡς καὶ Νίκανδρος, παρὰ τὸ ἵστασθαι τὰ σώματα τρεφόμενα. ἐν ἄλλῳ· καιρῷ παραλαβών. βέλτιον δὲ δυσχεράνας ἐπὶ τῇ τῆς φάτνης στάσει. οἱ δὲ «ἀγοστήσας». ἀγοστὸς γὰρ ὁ ῥύπος. ἢ ἡσυχάσας παρὰ τὴν ἀκήν.

ἀκοστήσας ἐπὶ φάτνῃ … εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο: οὐ πονεῖν ἐθελήσας, ἀλλὰ μεταβολὴν τῆς στάσεως εὑρεῖν. ἀκοστήσας δὲ ἡσυχάσας παρὰ τὴν ἀκήν. οἱ δὲ παρὰ Θεσσαλοῖς ἀκοστὰς τὰς κριθάς, ὡς καὶ Νίκανδρος. οἱ δὲ «ἀγοστήσας». ἀγοστὸς γὰρ ὁ ῥύπος. εὐρρεῖος δὲ ἀπὸ τοῦ εὐρρεής.

δεσμόν: δεσμὸς Ἀλεξάνδρου ἡ Ἑλένη.

πεδίοιο κροαίνων: ἡ διπλῆ, ὅτι ἐλλείπει ἡ διά, καὶ τὸ κροαίνων οὐκ ἔστιν ἐπιθυμῶν, ὡς Ἀρχίλοχος ἐξέλαβεν ἀλλʼ ἐπικροτῶν τοῖς ποσὶ διὰ τοῦ πεδίου.

ἄλλως· οἱ νεώτεροι ἐπιθυμεῖν τὸ κροαίνειν, καὶ Ἀρχίλοχος.

κροαίνων: κυμβαλίζων. καὶ «ἐρίγδουποι» καὶ «ὑψηχέες ἵπποι». Στησίχορος κοιλωνύχων ἵππων πρύτανιν τὸν Ποσειδῶνά φησιν

ὑψηχῶν, ἐριγδουπῶν, κυμβαλίζων· ἀρίστῳ γὰρ ἵππῳ χηλὴ ἡ κοίλη, ᾗ καὶ κυμβαλίζει.

εἰωθὼς λούεσθαι: φιλόλουτρον γὰρ τὸ ζῷον· ἐν ποταμῷ δέ, ἐπεὶ τοῖς θολεροῖς ὕδασιν ἥδεται ὁ ἵππος. τὰ δὲ στάδια διαυγῆ.

εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο: λείπει— ὕδωρ.

ἀμφὶ δὲ χαῖται: δοκεῖ ἡ κόμη μεγαλοπρεπείας αἰτία εἶναι τοῖς ἵπποις. καὶ Πάρις δὲ εὔκομος.

ὁ δʼ ἀγλαΐηφι πεποιθώς: πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ἀγλαΐηφι πεποιθότα.

ὁ δʼ ἀγλαΐηφι πεποιθώς: πρεπόντως ἐπὶ τοῦ καλλωπιστοῦ. ὡσαύτως καὶ τὸ «ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται».

πρεπόντως δὲ τοῦτο ἐπὶ τοῦ καλλωπιστοῦ. καὶ τὸ παράδειγμα ἀπὸ γαυρικοῦ ἵππου καὶ ἀλογίστου.

ῥίμφα ἑ γοῦνα φέρει: Ζηνόδοτος «ῥίμφʼ ἑὰ γοῦνα φέρει». Ποσειδώνιος δὲ ὁ ἀναγνώστης Ἀριστάρχου ἄνευ διαιρέσεως τὸ ε ψιλῶς προφέρεται, παρέλκειν αὐτὸ λέγων ὡς ἐν τῷ «ἠὲ σὺ τόνδε δέδεξο», καὶ λύεται τὸ σολοικοφανές. ὁ δὲ Ὅμηρος ὑπὸ τῶν γονάτων καὶ ποδῶν φέρεσθαι λέγει· «τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον».

ῥίμφα ἑ γοῦνα φέρει: μετέβη τὴν πτῶσιν· τὸ γὰρ ἕ αὐτόν σημαίνει.

ὁ δʼ ἀγλαΐηφι πεποιθώς ῥίμφα ἑ γοῦνα φέρει: ἀντὶ τοῦ τοῦτον. καὶ τὸ ἕ ἀντὶ τοῦ αὐτόν, φημὶ τὸ ῥίμφα ι. Ποσειδώνιος δὲ ψιλῶς τὸ ἕ προφέρεται καί φησιν αὐτὸ πλεονάζειν ὡς ἐν τῷ «ἠὲ σύ».

ἀντὶ τοῦ τὸν δὲ πεποιθότα. καὶ τὸ ῥίμφα ἑ ἀντὶ τοῦ αὐτόν.

τεύχεσι παμφαίνων ὥς τʼ ἠλέκτωρ: διασταλτέον ἐπὶ τὸ ἠλέκτωρ· λάμπειν γὰρ αὐτόν φησιν ὡς ἥλιον.

ὥς τʼ ἠλέκτωρ: διαστολὴ εἰς τὸ ἠλέκτωρ. δύο δὲ παραβολὰς ἔμιξεν.

ἠλέκτωρ: ὁ ἥλιος παρὰ τὸ λέχους μὴ μεταλαμβάνειν.

καγχαλόων: ὡς ἠγαπημένος τῇ Ἀφροδίτῃ γαυριᾷ ἐν μέσαις ταῖς Τρῳάσιν. ὁ δὲ Ἀχιλλεὺς Κυνὶ εἴκασται ἅμα τῷ λαμπρῷ καὶ τὸ φθοροποιὸν ἔχων.

πόδες φέρον: ὅτι ὑπὸ τῶν ποδῶν φέρεται, οὐκ αὐτὸς τοὺς πόδας φέρει. πρὸς ἔλεγχον Ζηνοδότου.

εὖτʼ ἄρʼ ἔμελλε στρέψασθʼ ἐκ χώρης, ὅθι ᾗ ὀάριζε γυναικί: οἰκονομικῶς· τί γὰρ ἂν ἔδρασεν ὁ γυναικώδης ἀκούσας Ἕκτορος «ἀλλʼ οὔ μοι Τρώων τόσσον μέλει»· καταλιπὼν γὰρ ἂν τὴν μάχην πάλιν οἴκοι ἐκαθέζετο παρὰ τῇ Ἑλένῃ.

ὀάριζε: διελέγετο.

πρότερος: ὡς τὸ πταῖσμα θεραπεύων ἑαυτοῦ.

ἠθεῖε: ταῦτά τινες προσαγορευτικά. οὐδέποτε δὲ περί τινος αὐτά φησιν· «τέττα» φίλου, «ἄττα» τροφέως, «πάππα» πατρός, ἠθεῖε ἀδελφοῦ. γέγονε δὲ τὸ ἠθεῖος ἢ παρὰ τὸ θεῖος κατὰ πλεονασμὸν τοῦ η ἠθεῖος—πλεονάζει γὰρ τὸ η ἐν πολλαῖς λέξεσιν, ὡς μύει ἠμύει, «τῶ κε τάχʼ ἠμύσειε πόλις», πεδανός «ἠπεδανός», εὐγενής εὐηγενής, «τείχει ὕπο Τρώων εὐηγενέων ἀπολέσθαι», βαιός ἠβαιός — ἢ παρὰ τὸ ἔθος ἔθειος, ὡς τέλος τέλειος ὄρος ὄρειος, ὄνειδος ὀνείδειος καὶ τροπῇ τοῦ ε εἰς τὸ η καὶ καταβιβασμῷ τοῦ τόνου γίνεται ἠθεῖος. ἀναλογώτερον δέ ἐστιν ἐκ τοῦ θεῖος αὐτὸ κανονίζειν ἤπερ ἐκ τοῦ ἔθος· ἐκ γὰρ τοῦ θεῖος καὶ ἡ αὐτὴ τάσις σώζεται καὶ ὀλίγα πάθη δίδονται, ἐκ δὲ τοῦ ἔθος καὶ ἀλλότριος ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδονται.

ἠθεῖε: Ἀρίσταρχος προπερισπᾷ ὡς οἰκεῖε. καὶ ἴσως παρὰ τὸ θεῖος, λέγω δὲ τὸ σημαντικὸν τοῦ ἐπαίνου, κατὰ πλεονασμὸν τοῦ η ἐγένετο, εἰ καὶ νεωτέρου ἐστὶ πρὸς πρεσβύτερον ἀδελφὸν ἔχουσα σεβασμὸν προσφώνησις. οὐκ ἀγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθʼ Ὅμηρον.

ἠθεῖε: παρὰ τὸ θεῖος τὸ σημαντικὸν τοῦ θαυμασίου κατὰ πλεονασμὸν τοῦ η ἠθεῖε· διὸ καὶ προπερισπαστέον. ταῦτα δέ τινες προσαγορευτικά. οὐδέποτε δὲ περί τινος αὐτά φησιν, ἀλλὰ πρός τινα· «τέττα» φίλου, «ἄττα» τροφέως, «πάππα» πατρός, ἠθεῖε ἀδελφοῦ.

ἦ: τὸ ἦ ἐνταῦθα πευστικὸν καὶ ἠθικόν.

τὸ ἦ πευστικῶς καὶ ἠθικῶς.

οὐδʼ ... ἐναίσιμον: ἀσυντάκτως.

δαιμόνιʼ, οὐκ ἄν τίς τοι ἀνήρ: ὁμοίως τοῖς πρόσθεν ἀμελείας αὐτὸν κρίνει, οὐ βουλόμενος αὐτοῦ θραύειν τὴν ὁρμήν.

ἐπεὶ ἄλκιμός ἐσσι, ἀλλὰ ἑκὼν μεθιεῖς: ἀλλʼ ἐπεὶ ἄλκιμός ἐσσι, ἑκὼν μεθιεῖς.

τὸ δʼ ἐμὸν κῆρ ἄχνυται ἐν θυμῷ, ὅθʼ ὑπὲρ σέθεν αἴσχεʼ ἀκούω: φιλαδέλφως ἀπολογεῖται ὑπὲρ τῶν ὕβρεων. θυμῷ δὲ τῷ λογισμῷ, καὶ «ἕτερος δέ με θυμὸς ἔρυκε». λυποῦμαι δέ, φησί, λογιζόμενος, ὅταν κατὰ σοῦ ὕβρεις ἀκούω. τοῦτο δὲ λέγει διὰ τὸν τοῦ Σαρπηδόνος λόγον

πρὸς Τρώων, οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο:ἀπολογεῖται ὑπὲρ αὐτῶν.

τὰ δʼ ὄπισθεν ἀρεσσόμεθα: ἁρμοσόμεθα ἢ πρὸς Τρῶας ἢ πρὸς ἀλλήλους. τοῦτο δὲ παρʼ Ὁμήρῳ φασὶν οἱ μετὰ τὸ ἀδικῆσαι εἰς εὐμένειαν προτρεπόμενοι τὸν ἀδικηθέντα

δώῃ ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσιν κρητῆρα στήσασθαι: βραχὺ διασταλτέον ἐπὶ τὸ δώῃ· θεοῖς γὰρ κρατῆρα στήσασθαι λέγει.

κρητῆρα στήσασθαι ἐλεύθερον: τὸν ἐπὶ ἐλευθερίᾳ ἱστώμενον.

ἐκ Τροίης ἐλάσαντας: μεγαλοφυῶς, ἵνα μὴ εἴπῃ φόβων ἀπηλλαγμένους.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.