eul_wid: dum-ac
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Athenian Society by Eupolis of Athens

The modern title Fragments on Athenian Society refers to the collected remnants of comedies by Eupolis, a major poet of Old Comedy active in late 5th-century BCE Athens alongside Aristophanes and Cratinus. Celebrated in antiquity as one of the genre's canonical masters, his work survives only in fragments from lost plays such as The Flatterers, The Demes, and The Maricas. The fragments reveal the core themes of his politically engaged satire, including direct political invective against contemporary figures like the demagogue Hyperbolus, mockery of aristocratic luxury and sophistic educators such as Protagoras, and the exploration of utopian fantasy. His play The Demes, for instance, brought past Athenian statesmen back to life to critique the city's contemporary politics. His comedies also offered commentary on the Peloponnesian War and Athenian civic life. No complete plays survive; the approximately 500 extant fragments are preserved indirectly through quotations in later authors, grammarians, and lexicographers such as Athenaeus, Plutarch, and Pollux. Eupolis was highly influential, ranked by critics like Horace and Quintilian among the greatest comic poets. His distinctive blend of personal satire with political fantasy influenced Aristophanes, and his fragments provide crucial historical insight into the social and political tensions of Athens during its turbulent wartime period.

ὡς ἦρξε περὶ Μίνῳαν αὐτὸς οὑτοσί.
ὅμοιον ᾄδειν· οὐ γὰρ ἔστʼ ἄλλως ἔχον.
ἀνδρογύνων ἄθυρμα.
τί δῆτʼ ἄν, εἰ μὴ τὴν ἁμίδα καθεῦδʼ ἔχων;
αὔλησον ταὐτῇ κύκλιον ἀναβολήν τινα.
οὐκ ἀνέχομʼ αὐτόν· ἀντιπράττει παρὰ μέλος.
καὶ δῆθε Πείσανδρον διε-
στράφθαι χθὲς ἀριστῶντά φα-
ϲʼ, ἐπεὶ ξένων τινʼ αὐτοῦ
οὐκ ἔφασκε θρέψειν.
Παύσων δὲ προσστὰς Θεογένει
δειπνοῦντι πρὸς τὴν καρδίαν
τῶν ὁλκάδων τινʼ αὐτοῦ
κλέψας ἅπαξ διέστρεφεν·
αὐτὸς δʼ ἔκειθʼ ὁ Θεογένης
τὴν νύχθʼ ὅλην πεπορδώς·
διαστρέφειν οὖν πρῶτα μὲν χρὴ Καλλίαν
τοὺς ἐν μακροῖν τειχοῖν δʼ ἅμʼ, ἀ-
ριστητικώτεροι γάρ εἰσιν ἡμῶν·
Νικήρατόν τʼ Ἀχαρνέα
σιν διδόντα χοίνικας
εον ἑκάστωι
νη τῶν χρημάτων
οὐδʼ ἂν τριχὸς πριαίμην
ν
πος.
·ως φης παν … ει … ει κἄξιοι δημηγορεῖν,
χθὲς δὲ καὶ πρῴην παρʼ ἡμῖν φρατέρων επιι
κοὐδʼ ἂν ἠττίκιζεν, εἰ μὴ τοὺς φίλους ηἰσχύνετο,
τῶν ἀπραγμόνων γε πόρνων κοὐχὶ τῶν σεμνῶν τις ὤν,
ἀλλʼ ἔδει νεύσαντα χωρεῖν εἰς τὸ κινητήριον,
τῆς ἑταιρείας δὲ τούτων τοὺς φίλους ἐσκ
ταῖς στρατηγίαις δʼ ὑφέρπει καὶ τρυγωιδ
εἰς δὲ Μαντίνειαν ἡμᾶς οὗτος οὐ μεμ
τοῦ θεοῦ βροντῶντος ὑμῖν οὐδʼ ἐῶντος
εἶπε δήσειν τοὺς στρατηγοὺς πρὸς βίαν ἐν τῷ ξύλῳ·
ὅστις οὖν ἄρχειν τοιούτους ἄνδρας
μήτε πρόβατʼ αὐτῷ τεκνοῖτο, μήτε γῆ καρποὺς φέροι.
ὦ γῆ πατρῴα χαῖρε· σὲ γὰρ ἀσπάζομαι
πασῶν πόλεων ἐκπαγλοτάτη …
‵—′ τὸ δὲ πρᾶγμα τί ἐστι; …
χαίρειν δέ φημι …
πανταπ …
πρα
θέρμαινέ θʼ ἡμῖν καὶ θύη] π̣έττε̣ι̣ν̣ τι[νὰ
κέλευʼ, ἵνα σπλάγχνοισι] συ̣γγενώμ[ε]θ̣α̣.
εἶἑν· κελεύσω] τ̣αῦτα καὶ πεπράξεται
].σεσθε τοὺς Δήμους ὅσῳ
]ο̣ι νῦν διακείμενοι
]κ· ἤρχετον σὺ καὶ Σόλων
ἥβης ἐκείνης ν]οῦ τʼ ἐκείνου καὶ φρενῶ
]σ.[?]ηδ[..]μάτων
]οι̣[..] — συχνὴ
εἴ]χεται
]τον ἢ
π]ρόσθεν
]μ̣ὴ̣ προδῷς
τὴ]ν προθυμίαν
Μ]υ̣ρωνίδην
]ο̣ὓς ἀνήγαγεν
] ἀσπάσασθαι
κ]α̣[ραδ]οκῶ.
αὐτὸς γὰρ ωσ …
ἄνδρες ωνη
ντες ἐν τοίαισιν ἡ-
δοναῖσι κείμεθα.
ἐπεὶ δʼ ὁρῶ τοὺς ἄνδρας ἤδη τυχη
καθημένους, οὕς φασιν ἥκειν παρ …
… εα μὲν δὴ τῶν φίλων προστη …
ος ὀρθὸς ἑστηκὼς πάρεστʼ αὐτῶν …
ὁ Μυρωνίδης, ἐρώμεθʼ αὐτὸν
εἰπέ μοι ὦ
μόλις ε
πρὸς πολλῶν
φράσον
ὅδʼ αὐτός εἰμʼ ἐκεῖνος ὃν ϲ
ὁ τὰς Ἀθήνας πόλλʼ ἔτη …
… αστ … δρους ἄνδρας …
η καὶ σαφῶς οι …
ηνανεθ … ηγγ …
ν … ντε προσμ …
νῦν αὐτίχʼ ἁγνός εἰμʼ ὅτῳ
δίκαιος εἰμʼ ἀνήρ: λέγʼ ὅ τι λέγεις.
ος ποτʼ εἰς ἀγορὰν κυκεῶ πιών,
κρίμνων τὴν ὑπήνην ἀνάπλεως
… ων· τοῦτʼ ἐννοοῦμαί πως ἐγώ.
… θὼν δὲ ταχέως οἴκαδʼ εὐθὺς τοῦ ξένου
… εδρασας, ὦ πανοῦργε καὶ κυβευτὰ σύ;
… εν κελεύειν τὸν ξένον μοι χρυσίου
αι στατῆρας ἑκατόν· ἦν γὰρ πλούσιος.
ον ἐκέλευσέ μʼ εἰπεῖν, ὅτι πιὼν
κᾆτʼ ἔλαβον τὸ χρυσίον
είτω τις ὅ τι ποτὲ βούλεται
τῆς δικαιοσύνης ὅση.
ητηνουτειτω διαστολὰς
ωνπραξεν οὑπιδαύριος
ϲ φρενῶν αποκλεις ἐκποδὼν
ραν κατέλυσας ἡττηθεὶς πολύ.
αξάμην δὲ χρήματʼ οὐ λέγω.
θανόντων ταύτας οὐ χάριτος ἄξια
… ν εἰ σαφῶς τις ἀποθάνοι
υοπου
]σ̣ι̣[.]τ̣. ν̣τ̣ωχει.[
]μεδʼ ἢ ταῦτʼ ἂν [ἔ]πορε χρήμα[τα.
[τί] τοὺς θανόντας ο̣[ὐ]κʼ ἐᾶις τεθνηκέν[αι;
[μ]αρτύρομαί ϲʼ· ἔ̣τι δὲ̣ .. ἀγωνι[ο]υμ[
[κα]λ̣έσας με συνδεῖς κἀδι̣[κε]ῖ̣ς̣. — ἀλλʼ οὐ[κ ἐγὼ
ξυνέδησά ϲʼ, ἀλλʼ ὁ ξένος ὁ τ〈ὸ〉ν κυκεῶ [πιών.
δίκα[ι]α̣ δῆτα ταῦτα πάσχειν ἦν ἐμέ; —
ἐρ̣οῦ βαδίζων ἱερέα τὸν τοῦ Διός. —
ὕβριζε· ταῦτα δʼ οντʼἔτʼ ὀφλήσεις ἐμοί.
ἦ̣] γ̣ὰρ̣ σ̣ὺ 〈περὶ〉 τοὐφλεῖν λέγεις οὕτως ἔ[χων;
καὶ ναὶ μὰ Δία κλάοντα καθεσω σ.[.]η̣νω̣ς̣. —
καὶ τοῦτό μου τὸ χρέος καταψευ[
[.]..τ̣ε̣τʼ αὐτὸν καὶ παραδοτο[
]α̣ρ̣εστιν τῶν τοιούτων α[
ἐ̣μ̣[..]όμ̣ην δʼ ἂν καὶ διοπ̣...ον χ̣α[
τὸν̣ [ἱε]ρόσυλον ὅς ποτʼ η...νενδε[
τοῦ τῶν πανούργων ..ι̣ν τῶν νεωτ[έρων
τ̣ὸ̣ν Σωκράτη... ὁπόταν εὖ τὸ σῶμʼ ἔχ[ῃ.
ἐγὼ δὲ πάσῃ προσαγορεύω τῇ πόλ[ει
εἶναι δικ̣αίους, ὡς ὃς ἂν δίκαιος ἦι
]....τ̣ο̣ν..[..]....
σοφὸς γὰρ ἀνήρ, τῆς δὲ χειρὸς οὐ κρατῶν.
ζειαί.
ὤφειλʼ Ὑάκινθος ἀποθανεῖν ἀμυγδαλῇ.
ἀναγχίππους.
τίς ἐνεβρόντησέ μοι; . . . . . . . . . .
ὦ μοχθηρέ, τίς ἐπάταξέ σε;
ᾠδεῖον.
εἴ τις ἀποτέτιλται
αὐτῶν ὁ πέμπτος ὥσπερ εἰς ζήτρειον ἐμπεσών.
ὅσον
γένοιτʼ ἂν αὐτῇ βελτίω τὰ πράγματα.
ἄγαμαι κεραμέως αἴθωνος ἐστεφανωμένου.
ἱμάντας ἥξω δεῦρο πυκτικοὺς ἔχων.
κἀν ποίᾳ πόλει
τοσοῦτος ὢν τὸ μέγεθος ἰχθὺς τρώγεται;
ἁμαρτωλῶς.
ἄνθρωπος ἐξ ὁδοῦ.
οὐκ ἐς κόρακας ἀνθρωπάριον ἀποφθερεῖ;
ἀνόητά γʼ, εἰ τοῦτʼ ἦλθες ἐπιτάξων ἐμοί.