〈ἧ γὰρ ὄλωλας ἐπίσκοπος:〉 [..........(.)] τὸν
Ἕκτορ[α.......]... πρεσβεύειν νῦν σημ[μαίνει [.........]ε̣λ̣ειτις καὶ ἐπι[......] ὡς Φιλίας ἐν τ(ῶι) α τῶν
ἐπ[......] [...........].λέψαντι λέγει [.....], ὥς φησιν Βάτων ἐν
τ(ῆι) πρώτηι Χρε̣[ί]α̣ι.
λῦτο: εἰ μὲν μέσος δεύτερος ἀόριστός ἐστιν ἀπὸ τῶν εἰς μι, ὥσπερ ἤδη ἐπίσταται λέγων «νῦν δὲ λύμην τρὶς τόσα πορών» καὶ «τῆς δʼ ἄρα κλαιούσης λύτο γούνατα», ἔκτασις ἐγένετο διὰ τὸ μέτρον. εἰ δὲ παρατατικόν τινες ἐκδέχονται, δύναται κρᾶσις τοῦ ἐλύετο γεγενῆσθαι, ὥσπερ ἐπὶ τοῦ «ἰχθύες» ἰχθῦς, μύες μῦς, «ῥύεσθαι» ῥῦσθαι· «πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε». ἢ ἀπὸ τοῦ «λέλυτο» λῦτο ὡς «βέβλητο» «βλῆτο».
εἰ μέν ἐστι μέσος δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς μι ὥσπερ ἤδη ἐπίσταται λέγων «νῦν δʼ ἐλύμην» καὶ «ἐκ τῆς οὔσης λύτο γούνατα», ἔκτασις ἂν εἴη. εἰ δὲ παρατατικός, κρᾶσις, ἐλύετο λῦτο, ὡς τὸ «ῥύεσθαι» ῥῦσθαι· «πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε». ἢ ἀπὸ τοῦ λέλυτο λῦτο ὡς «βέβλητο» «βλῆτο».
ἀγών: ἢ τὸ πλῆθος, «θεῖον δύσονται ἀγῶνα». ἢ αὐταὶ αἱ διαγωνίσεις. παρὰ δὲ Βοιωτοῖς ἀγὼν ἡ ἀγορά· καὶ τὸν ἀγορανόμον ἀγωνάρχην καλοῦσι· καὶ «ἀγωνίους θεοὺς» Αἰσχύλος τοὺς ἀγοραίους· καὶ Ἡσίοδος· «ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα». ἀγὼν δὲ ὁ κυκλοτερὴς καὶ γωνίαν οὐκ ἔχων τόπος. οἱ δὲ ἀπὸ τοῦ Πέλοπος ἡνιόχου Ἀγῶνος. οἱ δὲ ἀπὸ τοῦ συνάγεσθαι. οἱ δὲ ἀπὸ ῥήματος τοῦ ἄγω ἀγών, ὡς ἀείδω ἀηδών.
λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι ἐσκίδναντʼ ἰέναι: τὸ ἑξῆς: ἕκαστοι δὲ τῶν λαῶν ἐσκίδναντο, ὥστε ἐπὶ τὰς ναῦς ἰέναι.
δόρποιο μέδοντο: προενοοῦντο ἢ ἐφρόντιζον.
ἄλλως· δόρποιο: δόρπον δαύερπον, μεθʼ ὃ ἐπὶ τὸ δαύειν ἕρπομεν, ὅ ἐστι κοιμᾶσθαι ἐπὶ δορῶν. ἢ ἀπὸ τοῦ δρέπεσθαι τοὺς πόνους. ἢ δόροπόν τι ὄν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων.
ὕπνου … ταρπήμεναι: τέρψιν λαβεῖν. ἀπὸ κοινοῦ δὲ τὸ «μέδοντο». λεληθότως δὲ δεδήλωκεν ὅτι μέχρις ἑσπέρας παρέτεινεν ὁ ἀγών.
αὐτὰρ Ἀχιλλεύς κλαῖε—μεμνημένος: ἐπειδὴ ἀπὸ τῆς ἀνέσεως τοῦ ἀγῶνος ἐν ἄλλῃ καταστάσει πεποίηκε τὸν ἀκροατὴν ὥσθʼ ὑπονοεῖν, μὴ καὶ ἀφῆκεν ἐκ τῆς ψυχῆς τὴν ἀνίαν ὁ Ἀχιλλεύς, πάλιν ἐπὶ τὸ συνεκτικὸν μεταβαίνει πρόσωπον· μονωθεὶς γὰρ πάλιν ὑπὸ τῆς λύπης κρατεῖται.
οὐδέ μιν ὕπνος ᾕρει πανδαμάτωρ: ᾕρει μέν, οὐχ ὁλοτελῶς δὲ διὰ τὸ πένθος. ἢ καὶ πάντας δαμάζων αὐτὸν οὐχ ᾕρει, ὥστε ἀνωτέρω τὸ αἴτιον τοῦ ὕπνου ὁ κόπος ἦν.
πανδαμάτωρ: ὁ μηδένα ἐῶν ἀδάμαστον. Σιμωνίδης δὲ «δαμασίφωτα» τὸν ὕπνον καλεῖ.
Πατρόκλου ποθέων ἕως τοῦ τῶν μιμνησκόμενος ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι εὐτελεῖς εἰσιν, ἀρθέντων δὲ αὐτῶν καὶ ἐμφαντικώτερον δηλοῦται ἡ τοῦ Ἀχιλλέως λύπη· «ἀλλʼ ἐστρέφετʼ ἔνθα καὶ ἔνθα», «ἄλλοτʼ ἐπὶ πλευράς». καὶ τοῖς αὐτοῖς καταχρᾶται, ἀνδροτῆτα, μένος· οὐδὲν γὰρ διαφέρει. καὶ οὐδέποτε ἀνδροτῆτα εἴρηκε τὴν ἀνδρείαν, ἀλλʼ ἠνορέαν. ἔχει δὲ καί τι δυσεξέλικτον, τῶν μιμνησκόμενος· καὶ γὰρ ἄνω εἴρηκεν «ἑτάρου μεμνημένος». προηθετοῦντο δὲ καὶ παρʼ Ἀριστοφάνει.
ἄλλως· προηθετοῦντο οἱ τέσσαρες καὶ παρὰ Ἀριστοφάνει.
Πατρόκλου ποθέων—δάκρυον εἶβεν: δεξιῶς ὑπόκειται, τίνα ἦν τὰ ἀναμιμνήσκοντα αὐτὸν πένθους· οὐ γὰρ ὅτι συνέπαιζεν οὐδʼ ὅτι αὐτὸν ἐκολάκευεν οὐδʼ ὅτι ἡδὺς συμπότης ἦν, ὡς ὁ τοῦ Ἕκτορος — «ἐπεί οἱ ἑταῖρος ἔην φίλος, εἰλαπιναστής» Ρ —, ἀλλʼ ὅτι κοινωνὸς ἀρετῆς καὶ γενναίων ἔργων. οἱ δὲ ἀθετοῦντες τοὺς στίχους πῶς οὐκ ἐμβρόντητοι, ῥηματίων κακοσχόλως ἐχόμενοι καὶ τοιούτων ἐπῶν κατηγοροῦντες ὅτι ὡς σύγκοιτον ποθεῖ, οὐχ οἷον ἡμιθέων, ἀλλʼ οὐδὲ ἡμιγυναίκων ἄξιον ὄν; εἰ γὰρ ὅλως τοῦτο ὑπονοεῖν δεῖ, ἐραστὴς ἂν εἴη Πάτροκλος ὡς νεωτέρου καὶ περικαλλεστέρου. ἀθετοῦνται δὲ διὰ ταῦτα· ἀνδροτὴς γάρ ἐστιν ἡ τοῦ ἀνδρὸς φύσις· εἶπε δὲ καὶ μένος ἠΰ. καὶ τολύπευσε δʼ οὐκ εὔκαιρον· ἄλλως τε σὺν αὐτῷ οὐχ ὑπέμεινέν τι, αὐτός τε ἐπὶ κουφοτέροις αὐτοῦ μέμνηται· «ἦ ῥά νύ μοί ποτε καὶ σύ, δυσάμμορε».
μένος ἠΰ: προθυμίαν, εὐμένειαν· ποθεῖ οὖν αὐτοῦ ἀρετὴν καὶ εὐμένειαν.
ἠδʼ ὁπόσα τολύπευσε—πείρων: ταῦτα ἤτοι συναπτέον τοῖς ἄνω, ἵνʼ ᾖ κοινὸν τὸ «ποθέων», ἢ ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ κύματα πείρων. ὁ δὲ λόγος· «καὶ ὅσα σὺν αὐτῷ κατειργάσατο ἔργα πολεμῶν τε καὶ πλέων, τούτων μιμνησκόμενος ἐδάκρυεν»
τολύπευσε: εἰς τέλος ἤγαγεν, ἀπὸ τῶν ἐρίων· τολύπη γὰρ ἡ σφαῖρα τῶν ἐρίων. ἔνθεν τὸ ἐκ πολλῶν πραγμάτων εἰς ἕν τι κεφαλαιοῦν τολυπεύειν λέγεται.
καὶ πάθεν ἄλγεα: αἱ δημώδεια «καὶ πάθεν ἔργα»· «ἐπεί ῥέζοντά τι καὶ παθεῖν ἔοικεν»
καλῶς δὲ καὶ τὸ πάθεν· «ἐπεὶ ῥέξοντά τι καὶ παθεῖν ἔοικεν».
πείρων: Πάμφιλος περισπᾷ, λέγων τὴν πρόσθεσιν τοῦ ι μὴ ἐξαλλάσσειν τὸν τόνον· εἰ δὲ περῶ οἶδεν ὁ ποιητὴς τὸ ῥῆμα καὶ «περόωσι» καὶ «περάαν μέγα λαῖτμα», δῆλον ὅτι καὶ «πειρῶν». ὁ μέντοι Ἀρίσταρχος βαρύνων ἀναγινώσκει, ὡς «κείρων» φησὶ γοῦν οὕτω γενόμενος ἐπὶ τοῦ «παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον»· «τὸ “πεῖρε” διδάσκει ἡμᾶς καὶ τὴν πείρων μετοχὴν βαρύνειν· ὡς γὰρ ἔκειρε κείρων, οὕτως ἔπειρε πείρων· εἰ γὰρ περιεσπᾶτο, ἦν ἂν ὁ παρατατικὸς ἐπείρα.» ἔστιν οὖν διττὸν τὸ ῥῆμα, καὶ τὸ μὲν σὺν τῷ ι βαρυνθήσεται, τὸ δὲ χωρὶς τοῦ ι περισπασθήσεται.
πείρων: βαρυτόνως· φησὶ γοῦν «καὶ ἠῶ πεῖρε κέλευθον». εἰ δὲ καὶ οὗτος ἀθετεῖται, ἄλλο φησίν, «ἄλλα τʼ ἔπειρον» καὶ «περὶ δουρὶ πεπαρμένος». καὶ ὡς σπείρω σπόρος, φθείρω φθόρος, οὕτω πείρω πόρος· «πόρους ἁλὸς ἐξερεείνων», «θαλάσσης εὐρυπόροιο», «Ἀλφειοῖο πόρον» καὶ «ἀκροπόρους» τοὺς πείροντας τὰ κρέα τοῖς ἄκροις, καὶ «ὠκύπορος νηῦς» ἡ ταχέως πορευομένη, «ποντοπόρος» δὲ ἡ περῶσα. καὶ ὡς κείρω «κορμός» πείρω πορμὸς καὶ «πορθμός»
πρηνής: οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τί γάρ ἐστι τὸ «προπρηνέα τύψῃ»
οὐκ ἔχει πρόθεσιν ἡ λέξις· τὸ γὰρ «προπρηνέα τύψῃ» πλείονός ἐστιν ἐμφάσεως.
τοτέ: ἀντὶ τοῦ ἄλλοτε.
δινεύεσκʼ ἀλύων: περιήρχετο ἀλώμενος τὴν ψυχήν, λυπούμενος, ἀστατῶν, ἀδημονῶν.
δινεύεσκʼ ἀλύων: ψιλῶς τὸ ἀλύων. δῆλον κἀκ τῆς συναλιφῆς.
οὐδέ μιν ἠώς φαινομένη λήθεσκεν: ἐμφαίνει ἀδημονεῖν αὐτὸν ἐπὶ τῷ μήκει τῆς νυκτός, ὡς καὶ ἡ Ἀνδρομέδα· «ὦ νὺξ ἱερά».
ὑπεὶρ ἅλα: τὸν Ὠκεανόν φησιν.
Ἕκτορα δʼ ἕλκεσθαι: ὅτι περισσὸς ὁ δέ.
Ἕκτορα δʼ ἕλκεσθαι: περισσὸς ὁ δέ καὶ χωρίς τινος ἐμφάσεως κείμενος· ὥστε καὶ ἐν τῷ «τοίῃδʼ ἀμφὶ γυναικὶ» οὐ δεῖ προπερισπᾶν τὸ τοίῃδε.
τρὶς δʼ ἐρύσας περὶ σῆμα: τρὶς ἀντὶ τοῦ πολλάκις. ἔστι δὲ ὡς τὸ «οἱ δὲ τρὶς περὶ νεκρόν». περὶ ἀνατολὰς δὲ εἷλκεν αὐτόν· φησὶ γοῦν «ἕλκει ἀκηδέστως, ἠὼς ὅτε δῖα φανήῃ».
αὖτις ἐνὶ κλισίῃ παυέσκετο, τὸν δὲ δʼ ἔασκεν: ὅτι παρεῖται ἡ ἀνά, καὶ ἔστιν ἀναπαυέσκετο. καὶ ὅτι ὁ δέ πάλιν περισσός· οὐ γάρ ἐστι λέγειν ὅτι ἐδέσμευεν, ἀλλὰ χωρὶς ὁ δέ, εἶτα ἔασκεν ἀντὶ τοῦ εἴα.
ἐνὶ κλισίῃ παυέσκετο: παυόμενος ἐν τῇ κλισίᾳ ἐγίνετο. ἢ ἀνεπαύετο καὶ ἔκειτο.
ἀπὸ τῆς ἑαυτοῦ σκηνῆς ἀρχόμενος αὐτὸν ἐρύειν, καὶ πολλάκις ἐρύων τελευταῖον πάλιν μέχρι τῆς σκηνῆς ἐπαύετο τοῦ ἕλκειν αὐτὸν γενόμενος.
τόνδε δʼ ἔασκεν: ὁμοίως ἀναγνωστέον τὸ τόνδε τῷ «τόνδε δʼ ἐγὼν ἐπιόντα» καὶ «τόνδε δʼ ἐγὼ κομιῶ», λέγω δὲ ὀξύνοντα τὴν πρώτην, ἵνʼ ᾖ ἐπέκτασις ἡ διὰ τοῦ δέ.
τόνδε δʼ ἔασκεν: ἕν ἐστι τὸ τόνδε, ὡς «τόνδε δʼ ἐγὼν ἐπὶ νῆα δεδέξομαι» τινὲς δὲ «δέασκεν» ἀντὶ τοῦ ἐδέσμευεν.
κόνι: ὡς «Θέτι».
προπρηνέα: ὅτι οὐδὲν πλέον τοῦ «πρηνέα», ὡς ὅταν λέγῃ «ἀταρτηρόν» τὸν ἀτηρόν.
πλεονάζει ἡ πρό, ὡς «νῆάς τε προπάσας».
τοῖο δʼ Ἀπόλλων πᾶσαν ἀεικείην ἄπεχε χροΐ: καλῶς προτρέπει ἡμᾶς περὶ τὴν τὼν νεκρῶν ἐπιμέλειαν, εἴγε καὶ ὁ Φοῖβος τοῦτο ποιεῖ.
προτρέπει δὲ ἡμᾶς διὰ τούτου πρὸς ἔλεον καὶ ἐπιμέλειαν τῶν νεκρῶν.
χροΐ: ἀντὶ τοῦ χροός.
καὶ τεθνειότα περ· περὶ δʼ αἰγίδι—ἑλκυστάζων: ἀθετοῦνται· ἀρκεῖ γὰρ τὸ προειρῆσθαι «πᾶσαν ἀεικείην ἄπεχε χροΐ, φῶτʼ ἐλεαίρων», τὸ δὲ πῶς μηκέτʼ ἐπεκδιδάσκειν, ὅτι ἀπεμφαῖνόν ἐστιν· ἀνίερον γὰρ καὶ ἀκάθαρτον τὴν τοῦ Διὸς αἰγίδα νεκροῦ περίβλημα γίνεσθαι. πῶς δὲ καὶ κατείλητο τῇ αἰγίδι ἑλκόμενος, ἵνα μὴ ἀποδρυφῇ; ἢ πῶς ἔλαβε τὴν αἰγίδα παρὰ Διός; οὐ γὰρ συγκατατέθειται τῇ ἀπολυτρώσει τοῦ νεκροῦ, ἀλλʼ ὕστερον· ὁ δὲ Ἀπόλλων οὐκ εἶχεν ἐξουσίαν τῆς αἰγίδος. εἰ δὲ ταῦτα ἐγέγραπτο, οὐκ ἂν ἄλλας αἰτίας εἰσέφερε τοῦ μὴ καταδρύπτεσθαι. λέγει μέντοι· «ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ ἀμβροσίῳ, ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων». καὶ περὶ τοῦ Ἀπόλλωνος ὃν τρόπον «πᾶσαν ἀεικείην ἄπεχε χροΐ», λέγει· «τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε Φοῖβος Ἀπόλλων», ἵνα διαμένῃ ἔνικμος καὶ περινίζηται τὴν ἀπὸ τοῦ φόνου ἀκαθαρσίαν, ὥς φησιν ὁ Ἑρμῆς τῷ Πριάμῳ· «θηοῖό κεν αὐτὸς ἐπελθών, οἷον ἐερσήεις κεῖται, περὶ δʼ αἷμα νένιπται».
ἀθετοῦνται οἱ δύο· νέφει γὰρ αὐτὸν σκέπει· «τῷ δʼ ἐπὶ κυάνεον νέφος ἤγαγε». καὶ αἰγὶς οὐκ ἔστιν αὐτοῦ.
περὶ δʼ αἰγίδι πάντα κάλυπτε χρυσείῃ: οὕτως «αἰγίδα χρυσείην» αἱ Ἀριστάρχου· περὶ ὅλον αὐτὸν ἐκάλυπτε τὴν χρυσῆν αἰγίδα. καὶ μήποτε Ὁμηρικώτερον· «τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω χρύσεον».
«αἰγίδα χρυσείην» κατʼ αἰτιατικήν· καὶ ἔστιν Ὁμηρικώτερον, ὡς τὸ «τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω» καὶ «τόσσην οἱ ἄσιν καθύπερθε καλύψω».
κάλυπτε: ἐν ἄλλῳ «κάλυψε».
τὸν δʼ ἐλεαίρεσκον: ἀπὸ τούτου ὀκτὼ ἀθετοῦσι καὶ τοὺς μὲν ἑπτὰ οὐκ ἀλόγως. ὁ δὲ πρῶτος ἐμοὶ δοκεῖ δεόντως κεχρῆσθαι ὥστε τὴν συναφὴν εἶναι· τὸν δʼ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες «ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο» πιθανὸν γὰρ πάντων μὲν ἅπτεσθαι τὸν ἔλεον, ἄρξασθαι δὲ τῶν λόγων τὸν μᾶλλον κηδόμενον Ἕκτορος. οἱ ἑπτὰ οὖν δεόντως ἀθετοῦνται, ὡς καὶ Ἀρίσταρχός φησιν· τό τε γὰρ κλέπτειν διὰ τοῦ Ἑρμοῦ θεοῖς οὐ πρέπον, ἄλογόν τε τὸ εἰπόντα τὴν γνώμην τῶν θεῶν τὴν περὶ τῆς κλοπῆς ἐπάγειν τοὺς λόγους τοῦ Ἀπόλλωνος κοινῇ κατηγοροῦντος τῶν θεῶν. οἱ δὲ ἄντικρυς ἐλέγχονται οὐκ ὄντες Ὁμήρου· οὐκ ἔδει γὰρ θεοὺς τὸν αὐτὸν θυμὸν ἔχειν Ἀχιλλεῖ· καὶ ὅτι Ποσειδῶν οὐ διὰ τὴν ἔριν Ἀχαιοῖς ἐπίκουρος. καὶ τὸ νείκεσσεν ἄκυρον ἐπὶ δικαστοῦ· ἐπὶ γὰρ τῶν δικαζομένων αὐτὸ τίθησιν, «ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς», «κρίνων νείκεα πολλὰ δικαζομένων». οἱ δὲ νεώτεροι ἐπὶ τοῦ τὸ νεῖκος διαλύειν, ὡς Ἀντίμαχος· «μετὰ δʼ εὐνεικὲς κρῖνον» ἀντὶ τοῦ εὐδιάκριτον. καὶ ἡ μέσαυλος σημαίνουσα τὴν ἐν ἀγροῖς οἴκησιν, Ὁμήρου παραδεδωκότος ἐν ἄστει τεθράφθαι τὸν Ἀλέξανδρον καὶ μουσικὴν πεπαιδεῦσθαι· «οὐκ ἄν τοι χραίσμῃ κίθαρις τά τε δῶρʼ Ἀφροδίτης, ἥ τε κόμη τό τε εἶδος», ἅ ἐστιν οὐδαμῶς ἀγροίκῳ ἁρμόζοντα. ἥ τε μαχλοσύνη νεωτέρων ἐστίν· ἀμέλει οὐδʼ ἐπὶ τῶν θεραπαινῶν Πηνελόπης αὐτῇ κέχρηται, ἐπὶ ἀνδρῶν δὲ οὐ τίθεται ἡ λέξις. ἀλλʼ οὐδὲ λαγνείαν αὐτῷ προσέβαλεν, ἀλλὰ καλλίστην γυναῖκα. τήν τε ἔριν τοῦ κάλλους οὐκ οἶδεν ὁ ποιητής· εἰ γὰρ ᾔδει τὴν κρίσιν, οὐκ ἂν εἶπε Ζεὺς «τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσιν;», φανερᾶς οὔσης τῆς αἰτίας. ἀλλὰ καὶ ὁ Πρίαμος θεοῖς ἀναφέρει τὴν αἰτίαν τοῦ πολέμου, ἀλλʼ οὐ τῇ κρίσει· «θεοί νύ μοι αἴτιοί εἰσιν». ἥ τε Ἑλένη οὔτε ἐν τῷ πρὸς Ἕκτορα λόγῳ οὔτε ἐν τοῖς θρήνοις οὔτε ἐν τῇ πρὸς Πρίαμον διαλέξει τῆς κρίσεως ἐμνήσθη, τὸ πᾶν δὲ ἀναφέρει Ἀλεξάνδρῳ. πῶς δʼ ἂν τὰς ναῦς «ἀρχεκάκους» εἶπε καὶ οὐ τὴν κρίσιν; πῶς δὲ οὐκ ἄτοπον Ἀθηνᾶν, περὶ ἧς φησι «δεινὼ δέ οἱ ὄσσε φάανθεν», ἐρίζειν Ἀφροδίτῃ, περὶ ἧς φησι «καὶ ὄμματα μαρμαίροντα», ὡς εἰ καὶ Ἡρακλῆς ἀγωνίζοιτο πρὸς Ἄδωνιν; οἶδέ τε ἡ Ἀθηνᾶ τὸ κάλλος μύρον αὐτῆς ὄν. πῶς τε Ἥρα ἤρισε μητρὸς ἔχουσα τάξιν; φησὶ γοῦν· «ἦ ῥά νύ μοί τι πίθοιο, φίλον τέκος;»· οἶδέ τε ἡ Ἥρα τὰ πειθοῦς ὄργανα παρʼ αὐτῇ ὄντα, οἷς πάντας θεοὺς καὶ ἀνθρώπους δαμάζει
κλέψαι—ἀργεϊφόντην: κλέπτης γὰρ οὗτος καθʼ Ὅμηρον.
κλέψαι δʼ ὀτρύνεσκον: Ζεὺς ἐρασθεὶς Μαίας—τὰς Ἀπόλλωνος βοῦς. ἡ ἱστορία παρὰ Ἐρατοσθένει
ἔνθʼ ἄλλοις μὲν ἕως τοῦ τὴν δʼ ᾔνησʼ, ἥ οἱ πόρε μαχλοσύνην ἀθετοῦνται στίχοι ἕξ· γέλοιον γὰρ τὸ οὐδέ ποθʼ Ἥρῃ οὐδὲ Ποσειδάωνι οὐδὲ γλαυκώπιδι κούρῃ· τίνες μὲν γὰρ ἔτι ἐλείποντο τῶν τριῶν τῶν σεμνοτάτων μετὰ τὸν Δία μὴ συνευδοκούντων; τήν τε περὶ τοῦ κάλλους κρίσιν οὐκ οἶδεν· πολλαχῇ γὰρ ἂν ἐμνήσθη. καὶ τὸ νείκεσσε οὐκ ἔστι κρῖναι, ἀλλʼ ἐπιπλῆξαι ἢ διαφέρεσθαι· «νεικείων Ἕλενόν τε Πάριν τε» ἀντὶ τοῦ ἐπιπλήσσων· «δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς», διεφέροντο. καὶ ἡ μαχλοσύνη κοινῶς ἐστι γυναικομανία. δέδωκε δʼ αὐτῷ οὐ ταύτην, ἀλλὰ τὴν καλλίστην τῶν τότε Ἑλένην. Ἡσιόδειος δʼ ἐστὶν ἡ λέξις· ἐκεῖνος γὰρ πρῶτος ἐχρήσατο ἐπὶ τῶν Προίτου θυγατέρων
ἀλλʼ ἔχον, ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρή:διέκειντο· ἀλλʼ οὕτω, φησί, διέκειντο τῇ διαθέσει ὡς ἀπʼ αὐτῆς τῆς ἀρχῆς.
ἕνεκʼ ἄτης: ἐν ἄλλῳ «ἕνεκʼ ἀρχῆς».
εἵνεκʼ ἄτη: οὕτως Ἀρίσταρχος· τὸ γὰρ «ἕνεκʼ ἄτης» ἀπολογουμένου ἐστίν.
ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν: παρʼ Ἀριστοφάνει καί τισι τῶν πολιτικῶν «ἥ οἱ κεχαρισμένα δῶρʼ ὀνόμηνε». καὶ τάχα μᾶλλον οὕτως ἂν ἔχοι· ἀθετεῖ γὰρ Ἀρίσταρχος διὰ τὴν μαχλοσύνην τὸν στίχον.
μαχλοσύνην: τὰ πρὸς πορνείαν, τὴν κόμην καὶ τὸ εἶδος
ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς: ἐξ οὗ ἀπέθανεν Ἕκτωρ· ἐν πρώτῃ γὰρ ἀπέθανεν, εἶτα ὑλοτόμησαν, τρίτη δὲ ἡ τοῦ ἀγῶνος, εἶτα μετὰ ταῦτα ἐννέα· φησὶ γοῦν «ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν» καὶ ὁ Ἑρμῆς φησι· «δυωδεκάτη δέ οἱ ἠώς κειμένῳ» ἐπίτηδες δὲ ἀνοχὰς παρέχουσι Τρωσὶ γνωσιμαχῆσαι. ἢ ὅτι πενθεῖ Πάτροκλον ὁ στρατηγός.
σχέτλιοί ἐστε, θεοί, δηλήμονες: σχέτλιοι ἐπιβλαβῆ καὶ δυσανάσχετα πράσσοντες. λείπει δὲ ὁ καί, ἵνʼ ᾖ «καὶ δηλήμονες», ὅ ἐστι φθαρτικοί. καὶ τοὺς μὲν Τρωϊκοὺς μέμφεται, ὅτι μετὰ θάνατον ἀμελοῦσι τῶν φίλων, τοὺς δὲ ὅτι πέρα τοῦ δέοντος θυμοῦνται.
οὐδέ ποθʼ ὗμιν: γράφεται «οὔ νύ ποθʼ ὕμιν».
ὕμιν: ἐγκλιτικῶς τὴν ὕμιν ἀναγνωστέον· ἔστι γὰρ ἀπόλυτος.
ᾗ τʼ ἀλόχῳ— ἐν πυρὶ κήαιεν: οἰκτίζεται μνησθεὶς γονέων καὶ γαμετῆς καὶ παίδων, εἰργομένων τῷ φιλτάτῳ τοῦ κοινοῦ μεταδοῦναι πυρός.
ᾗ τʼ ἀλόχῳ: τῇ αὐτοῦ, οὐχ ἑαυτοῦ.
λαοῖσί τε: ἀπὸ κοινοῦ τὸ οἷς
ἐν πυρὶ κήαιεν: ὅτι οὐ μόνον οἱ ἐπὶ ξένης τελευτῶντες ἐκαίοντο, ἀλλὰ καὶ οἱ ἐπὶ τῆς ἰδίας πατρίδος.
σημειωτέον δέ, ὅτι καὶ ἐπὶ τῆς πατρίδος ἐκάοντο.
κήαιεν: ἀπὸ τοῦ ἔκηα κήαιμι κήαιμεν, ὡς τύψαιμεν.
κτερίσαιεν: οὕτω διὰ τοῦ α ἡ παραλήγουσα, κτερίσαιεν.
κτερίσειαν: «κτερίσαιεν» διὰ τοῦ α ἡ παραλήγουσα. Ὁμηρικώτερον δὲ τὸ κτερίσειαν, ὡς «τίσειαν Δαναοί».
ὀλοῷ: ὀλοθρευτικῷ, ἢ ὀλέθρου ἀξίῳ.
βούλεσθʼ ἐπαρήγειν: βούλεσθε προσεῖναι, προστίθεσθαι· παρʼ Ἴωσιν.
βούλεσθε προσεῖναι καὶ προστίθεσθαι καὶ τοῖς ἐκείνου εἴκειν θελήμασιν.
φρένες … ἐναίσιμοι: φρόνημα καθῆκον.
γναπτόν: εὐπειθές. πιθανῶς δὲ τῇ εὐσεβείᾳ Ἕκτορος ἀντέθηκε τὴν ὠμότητα Ἀχιλλέως.
ὅς τʼ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ— εἴξας εἶσʼ ἐπὶ μῆλα: ὁ ἐπεί σύνδεσμος περισσεύει· διόπερ οὐκ ἐπιζητητέον τὴν ὑπʼ αὐτοῦ εἰωθυῖαν ἀποτελεῖσθαι ὑποστιγμήν· ὁ γὰρ λόγος· «ὃς τῇ γε δυνάμει καὶ τῇ ἐπιθυμίᾳ εἴξας ἐπέρχεται θρέμμασιν». ἐπεὶ δὲ σπανίως ἔστιν εὑρεῖν τοῦτον τὸν σύνδεσμον περισσεύοντα, μήποτε διὰ τοῦ η ἐγέγραπτο «εἴξῃσʼ», ἵνα ὑποστίζωμεν μετʼ αὐτό. καὶ ὁ λόγος· «ἐπειδὰν τῇ δυνάμει καὶ τῇ ἐπιθυμίᾳ κρατηθῇ, ἐπέρχεται θρέμμασιν».
ἢ περισσόν ἐστι τὸ ἐπεὶ ἄρ. ἢ ἀντὶ τοῦ εἴξας γραπτέον «εἴξῃσιν», ἵνʼ ᾖ «ἐπὰν εἴξῃ, εἶσιν ἐπὶ μῆλα».
βροτῶν: περισσόν ἐστιν, εἰ μὴ λείπει τὸ τινός.
οὐδέ οἱ αἰδώς: λείπει τὸ ἐστίν. τὸν δὲ ἑξῆς ἀθετητέον· ἁρμόζει γάρ τινι γνωμολογοῦντι. ἐρεῖ δὲ Ἀχιλλεὺς ὅτι νῦν ἐμὲ βλάπτει.
γίνεται, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι: ἀθετεῖται, ὅτι ἐκ τῶν Ἡσιόδου μετενήνεκται ὑπό τινος νομίσαντος ἐλλείπειν τὸν λόγον· καὶ γὰρ τοῖς ὑποκειμένοις ἐναντίον τι πεποίηκεν· εἰ γὰρ βλάπτει ἡ αἰδώς, εὔλογον, εἰ Ἀχιλλεὺς ἀναιδέστατος βούλοιτο εἶναι. παρὰ μέντοι Ἡσιόδῳ γνωμικῶς· ἐκεῖ γὰρ ὄντως λόγον ἔχει, τῆς αἰδοῦς ποτε μὲν ὠφέλειαν περιποιούσης, ποτὲ δὲ βλάβην. δεῖ δὲ ἔξωθεν προσυπακοῦσαι τὸ ἐστίν, ἵνʼ ᾖ «οὐδέ οἱ αἰδώς ἐστι». καὶ πλήρης ὁ λόγος.
ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι: τινὲς ἐδάσυναν τὸ ἠδέ, ἵνα ἡ αἰδὼς διττὴ ὑπάρχῃ, ἡ μὲν βλάπτουσα, ἡ δὲ ὠφελοῦσα. οὕτω δὲ καὶ Εὐριπίδης ἐξεδέξατο εἰπὼν διττὰς εἶναι αἰδοῦς. δύναιτο δʼ ἂν ἡ αὐτὴ οὖσα πῇ μὲν ὠφέλιμος εἶναι, πῇ δὲ βλαβερά.
ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησι: τινὲς ἐδάσυναν τὸ η, ἵνα εἶεν δύο αἰδοῖ, ὡς Εὐριπίδης· «δισσαὶ δʼ εἰσίν»· οὔπω γὰρ αἰδὼς καὶ αἰσχύνη διεκέκριτο, ἀλλʼ ἐπὶ διαφόροις πράγμασιν ἦν ἓν ὄνομα. πανταχοῦ δὲ τῶν ὑπομνημάτων οὕτως εὗρον πλὴν Ἡρακλέωνος
μέλλει: ὅτι ἀντὶ τοῦ ἔοικεν.
κασίγνητον ὁμογάστριον: ὅτι τοῦτο προσέθηκεν, ἐπεὶ κασιγνήτους τοὺς ἀνεψιούς που λέγει πάλιν δὲ ὁμογάστριος λέγει, καὶ οὐχ ὡς Ζηνόδοτος ἔγραφεν ἐκεῖ· «μή με κτεῖνʼ, ἐπεὶ οὐκ ἰογάστριος Ἕκτορος».
ὁμογάστριον: οὗτοι γὰρ ἐνδιάθετοι· «ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι»· οὓς μὲν γὰρ ἴσασιν ὄντας ἀδελφούς, τοὺς δὲ ὁμοπατρίους οἴονται· καὶ Ἑλένη· «τώ μοι μία γείνατο μήτηρ». ὥστε οὐχ ὡς ὁ κασίγνητος, καὶ ὁμογάστριος.
οὗτοι γὰρ ἐνδιάθετοι ἀδελφοί· τοὺς δὲ ὁμοπατρίους οὐκ ᾤοντο τελείας συγγενείας εἶναι· «ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι»,
τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν:καὶ Εὐριπίδης· «ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις». τοῦτο δέ, ὅτι δεῖ τὰ συμβαίνοντα γενναίως φέρειν.
τοῦτο δείκνυσιν ὅτι δεῖ γενναίως τὰ συμβαίνοντα φέρειν ὡς μηδὲν τῆς ἀγανακτήσεως ὠφελούσης.
Ἕκτορα … ἦτορ ἀπηύρα: ἀντὶ τοῦ Ἕκτορος.
οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τʼ ἄμεινον: λείπει «ἔσται». τὰ δὲ συγκριτικὰ ἀντὶ ἁπλῶν, ἢ τοῦ παύσασθαι.
μὴ ἀγαθῷ περ ἐόντι—ἡμεῖς: ἀθετοῦσι· πῶς γὰρ ὃν εἶπεν ὀλοόν νῦν ἀγαθόν φησιν; ἢ ἀντὶ τοῦ ἀνδρείῳ ἐστίν.
νεμεσσηθῶμεν: Ἀρίσταρχος «νεμεσσηθέωμεν» διὰ τοῦ θε.
κωφὴν γὰρ δὴ γαῖαν: καλῶς τὸ ἀναίσθητον γῇ παρείκασεν. ἢ ὅτι ἀπὸ γῆς τὸ σῶμα, ὡς καὶ Ἐμπεδοκλῆς καὶ Ἡράκλειτος· «νέκυες κοπρίων ἐκβλητότεροι».
ἄλλως· κωφὴν γὰρ δὴ γαῖαν: βαρὺ γὰρ καὶ γεῶδες τὸ σῶμα.
ἄλλως· κωφὴν γὰρ δὴ γαῖαν: ἀντὶ τοῦ ἀναίσθητον. κέχρηται δὲ τῷ ἰδικῷ ἀντὶ τοῦ γενικοῦ. κωφὸν δὲ καὶ τὸ μὴ προϊέμενον φωνήν· «κωφὸν γὰρ βέλος» καὶ «κύματι κωφῷ».
μενεαίνων: ὅτι ἀντὶ τοῦ θυμούμενος.
χολωσαμένη: ἐπὶ τῇ κατηγορίᾳ Ἀχιλλέως ὤργισται. τὴν δὲ ἀπολογίαν πρὸς ἕτερα πεποίηται· οὐ γὰρ ὅτι οὐχ ἁμαρτάνει ἀπολογεῖται, ἀλλʼ ὥσπερ λαβὴν εἴληφε τὸ ὑπὸ τοῦ Ἀπόλλωνος εἰρημένον· «ἀλλʼ ὀλοῷ Ἀχιλῆϊ, θεοί, βούλεσθʼ ἐπαρήγειν», καί φησιν ὅτι δεόντως οὗτος τιμᾶται διὰ τὴν ἀρετήν
εἴη κεν καὶ τοῦτο τεὸν ἔπος: πρέπον σεαυτῷ εἴρηκας· ἓν εἴη καὶ τοῦτο τῶν σῶν φλυαρημάτων.
θήσετε: ἀντὶ τοῦ θήσεις σὺ καὶ μόνος καὶ πρῶτος· οὐ γὰρ ἄλλος τις.
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν: τοῦτο ἔνιοι τῶν κριτικῶν κατὰ συνωνυμίαν μεταλαμβάνουσιν λέγοντες ταὐτὸν εἶναι γυναῖκα καὶ ἄνθρωπον καὶ θνητόν, ὡς γίνεσθαι τοιοῦτον· «Ἕκτωρ μὲν θνητός, θνητόν τε θήσατο μαζόν». ἄλλοι δὲ παρειλῆφθαι τὸ γυναῖκα ἀντὶ τοῦ κτητικοῦ γυναικεῖον· τοὺς δὲ Ἀττικοὺς καὶ Δωριέας τοῖς κυριωτέροις χρῆσθαι ἀντὶ κτητικῶν, «Ἕλληνα στρατόν» ἀντὶ τοῦ Ἑλληνικόν, καὶ «ἄνθρωπον ἦθος» ἀντὶ τοῦ ἀνθρώπινον, καὶ Ἑλλάδα διάλεκτον.
Ἕκτωρ μὲν θνητός: οὐδὲν πρὸς τὸ θνητός ἀντιδιέστειλεν.
γυναῖκά τε θήσατο μαζόν: ἡ διπλῆ, ὅτι ἀντὶ τοῦ γυναικὸς μαζόν. Ὁμηρικὸν δὲ τὸ ἔθος· «ὣς τὴν μὲν πρύμνην πῦρ ἄμφεπε».
γυναῖκά τε θήσατο μαζόν: ἀντὶ τοῦ γυναικός, ὡς τὸ «ὁ δʼ ἐρινεὸν … τάμνε νέους ὄρπηκας». ἢ γυναικεῖον. ἢ παρέλκει τὸ μαζόν. ἢ λείπει εἰς τὸ μαζόν ἡ κατά. τοὺς δὲ τοιούτους σολοικισμοὺς ἐπικυμισμοὺς οἱ Στωϊκοὶ καλοῦσι διὰ τὴν ἀνισοσημίαν. οὕτω δὲ ἔλεγον· «ὁ παῖς θηλάζει».
θεᾶς γόνος: ἀντὶ τοῦ γόνος τινὲς γράφουσι «πάϊς»· ὡς γὰρ ἐπὶ προγόνων ἐστὶ τὸ γόνος.
ἀτίτηλα: ἐξ ἀταλῆς ἐπεμελησάμην.
ἔτι ἀταλὴν ἤτοι νέαν καὶ ἁπαλὴν οὖσαν ἀνεθρεψάμην.
καὶ ἀνδρὶ πόρον—ἀθανάτοισι: εἵμαρτο γὰρ θνητῷ αὐτὴν γαμηθῆναι. ἐγὼ δὲ τῷ ἰσοθέῳ δέδωκα.
ἀντιάασθε … γάμου: μετελαμβάνετε. ἐγένετο δὲ ἐν τῷ ἄντρῳ τοῦ Χείρωνος.
εὐμοιρεῖτε καὶ μετελαγχάνετε.
ἐν δὲ σὺ τοῖσι δαίνυʼ ἔχων φόρμιγγα: ὅ ἐστι «τί νῦν ἀτιμάζεις, ἃ ἐτίμας πρώην;»
ἔχων φόρμιγγα: οἰωνίζονται τὸν Ἀπόλλωνα δαιτὶ σχολάζειν καὶ μὴ λοιμοῖς· διὸ κιθάραν αὐτῷ νέμουσιν, «ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην».
κακῶν ἕταρε: Ἀλεξάνδρου καὶ Ἕκτορος. Ἡσίοδος· «μηδὲ κακῶν ἕταρον».
αἰὲν ἄπιστε: ὡς ὑποσχομένου βοηθήσειν Ἀχαιοῖς· «ἐπέγναμψεν γὰρ ἅπαντας Ἥρη λισσομένη».
τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:πιθανῶς ὁ Ζεὺς διαδέχεται τὴν δικαιολογίαν, τοῦ παιδὸς οὐ θελήσαντος ἐπὶ τοῦ πατρὸς ἐρίζειν αὐτοῦ τῇ γυναικί.
τὴν δʼ ἀπαμειβόμενος: τινὲς «τὴν δὲ μέγʼ ὀχθήσας», ὡς δυσχεραίνων ἐπὶ τῇ ἀποκρίσει.
ἀποσκύδμαινε: ὡς ἐρίζω ἐριδμαίνω, σκύζω σκυδμαίνω. ἢ ἀπὸ τῶν ὀργιζομένων λεαινῶν ἐπὶ τῇ ἀφαιρέσει τῶν σκύμνων. ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον ἐν τῷ ὀργίζεσθαι συστολῆς τοῦ δέρματος, ὃ σκῦτος καλεῖται. τινὲς δὲ οὐκ εὖ παρὰ τὸ ἐπισκύνιον.
οὐ μὲν γὰρ τιμή γε μίʼ ἔσσεται: οὐχ ἕνα μόνον τιμήσομεν. ἢ οὐχ ὁμοία ἐπὶ πάντων ἔσται τιμή.
οἳ ἐν Ἰλίῳ εἰσίν: ἀντὶ τοῦ τῶν ἐν Ἰλίῳ ὄντων.
ὡς γὰρ ἔμοιγε: λείπει τὸ δοκεῖν. ἢ ὡς ἐμοί, καὶ τοῖς ἄλλοις ἦν φίλος
ὡς γὰρ ἔμοιγε: ὅσον ἐπὶ τῇ ἐμῇ κρίσει.
ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων: ἐπεὶ οὐχ ἡμάρτανεν ὁ Ἕκτωρ τοῦ ἐμοὶ τὰ προσηνῆ ποιεῖν.
ἐΐσης: καὶ αὐτοῖς γὰρ ἀπέτεμνον μοῖραν, «τὴν μὲν ἴαν Νύμφῃσι», καὶ ἀπήρχοντο δὲ αὐτοῖς ἐξ ὅλων τῶν μελῶν. ἢ τῆς ἀγαθῆς, ὡς «καί σφιν δαῖτʼ ἀγαθήν».
τῆς ὀφειλούσης καὶ δεούσης· καὶ αὐτοῖς γὰρ μοίρας ἀπένεμον καὶ ἀπήρχοντο ἐξ ὅλων τῶν μελῶν, τοῦτο δὲ πλέον.
ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν—καὶ ἦμαρ: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ψεῦδος περιέχουσιν· οὐ γὰρ διὰ παντὸς συνδιατρίβει αὐτῷ ἡ Θέτις. τὸ δὲ ἐάσομεν νῦν ἀντὶ τοῦ παρῶμεν, οἶον μηδὲ λέγωμεν· ὅπερ ἀγνοήσαντες οἱ περὶ Ἀντίμαχον ἐποίησαν· «κλέψαι μὲν ἀμήχανον». γράφεται δὲ κατʼ ἔνια «εὖ γάρ οἱ αἰεί» διὰ μέσου δὲ τὸ οὐδέ πῃ ἔστι· τὸ δὲ ἑξῆς· ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν λάθρῃ Ἀχιλλῆος
κλέψαι μὲν ἐάσομεν: τὴν περὶ τὴν κλοπὴν γνῶσιν ἐάσομεν.
θρασὺν Ἕκτορα: ἄμεινον δὲ γράφειν «νέκυν Ἕκτορος».
η γάρ οἱ αἰεί μήτηρ παρμέμβλωκεν: οὐκ ἀναγκαῖον τὸ η ἄρθρον ἐκδέχεσθαι καὶ δασύνειν· ἔθος γὰρ αὐτῷ ἔσθʼ ὅτε παραλείπειν τὰ ἄρθρα· «ἀλλὰ φίλη μήτηρ», «μήτηρ μέν τέ μέ φησι». σύνδεσμος οὖν ἐστι βεβαιωτικός· διὸ περισπαστέον.
μήτηρ παρμέμβλωκεν: ψευδές. ἴσως οὖν φησιν «ὡς μήτηρ συμπάρεστιν αὐτῷ τῷ νεκρῷ Ἀχιλλεύς». ἢ ὑπερβολικῶς τοῦτο εἶπεν ἀπὸ τοῦ συνεχῶς αὐτὴν ἐκεῖσε φοιτᾶν.
νύκτας τε καὶ ἦμαρ: σολοικοφανές· ἔδει γὰρ ἤματα.
ἀλλʼ εἴ τις καλέσειε—ὦρτο δὲ Ἶρις: ἀλλʼ εἴ τις ἀλλʼ εἴθε τις. ὥσπερ δὲ εἰπόντος «ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν» ἀνέστη Κάλχας, οὕτω καὶ νῦν ἡ Ἶρις.
ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν: ὅτι ἐξ ὀνόματος μὴ καλέσαντος τοῦ Διὸς ἡ πρὸς τοῦτο τεταγμένη Ἶρις ὑπακούει ὥσπερ καὶ ὅταν ὁ Ἀχιλλεὺς λέγῃ κοινότερον «ἀλλʼ ἄγε δή τινα μάντιν», εὐλόγως οὖν πάλιν ἐρεῖ ὁ Κάλχας· «ὦ Ἀχιλεῦ, κέλεαί με».
εἴ: τὸ εἴ ἀντὶ τοῦ εἴθε· διὸ οὐδὲ ὑποστικτέον.
καλέσειε θεῶν Θέτιν: τινὲς τὸ θεων ἐπὶ τοῦ τρέχων ἐξεδέξαντο, μετοχὴν παραλαμβάνοντες, καὶ ἐβάρυναν. ἀπίθανον δέ· διὸ περισπαστέον· γενικὴ γάρ ἐστι πληθυντικὴ ὀνόματος τοῦ θεός.
καλέσειε ΘΕΩΝ: τὸ ΘΕΩΝ ὄνομά ἐστιν ἢ μετοχή.
Θέτιν: τὴν Θέτιν ἀποστέλλει πρὸς Ἀχιλλέα διὰ τὸ τῆς συμβουλῆς εὐπαράδεκτον· ἤκουε γὰρ αὐτῆς ὡς πάντα προειδυίης.
ὄφρα τί οἱ εἴπω πυκινὸν ἔπος: ἅμα ἵνα καὶ νουθετήσῃ αὐτὸν ἡ μήτηρ.
ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις: ὅτι πρὸς τὸ προκείμενον, διὰ τὴν ὁμοιότητα τοῦ μαρτυρίου.
ἀελλόπος: Εὐφορίων· «ἀελλόποδος αἰθαρύταο».
Σάμου: ὅτι τὴν Σαμοθρᾴκην οὕτως εἶπεν.
Σάμοιο: τῆς νῦν Σαμοθρᾴκης. σάμους δὲ τοὺς λόφους ἔλεγον. ἐκαλεῖτο δὲ Λευκωνία, εἶτα ὑπὸ Σαμίων οἰκισθεῖσα, ὧν τὰ σκάφη αἰχμάλωτοι Θρῇσσαι κατέλυσαν, Σαμοθρᾴκη ὠνόμασται.
μείλανι πόντῳ: ἀντὶ τοῦ Μέλανι κόλπῳ, ὃς ἀπὸ Μέλανος ποταμοῦ καταφερομένου εἰς αὐτὸν ὠνόμασται. οἱ δὲ ἀπὸ τοῦ Φριξίδου Μέλανος ἐκεῖ ναυαγήσαντος. ἢ ὅτι ἐκ μελαγγείων ὁ ποταμὸς κατιὼν μελαίνει αὐτόν. ἐκεῖ δέ ἐστι καὶ ἡ Σαρπηδονία ἄκρα. τάχα δὲ τοῦτο τοῦ ὕδατός ἐστιν ἐπίθετον, ὡς «μέλαν δέ ἑ κῦμα». νῦν δὲ Καρδιανὸς ὁ κόλπος ὀνομάζεται.
ἐπεστενάχησεν: ἀεὶ βαρυτόνως φησὶ «στενάχων».
ἡ δὲ μολυβδαίνῃ ἰκέλη: τῷ μολίβδῳ, ὃ πρὸς τῇ ὁρμιᾷ καὶ τῷ ἀγκίστρῳ ἐστὶ πρὸς τὸ θᾶττον καθικνεῖσθαι τοῦ βυθοῦ. οἱ δὲ τὴν βολίδα. ἢ «μόλιβον» δέ φησιν ἢ μόλυβδον.
βυσσόν: ἐπεκράτησεν τὸ ὀξύνεσθαι τῷ τὰ εἰς ος λήγοντα ὀνόματα δισύλλαβα, ἀρχόμενα ἀπὸ συμφώνου ἢ συμφώνων, δεδιπλασιασμένον ἔχοντα τὸ ς, ὀξύνεσθαι θέλειν, κισσός, «πεσσός» ἀντιπίπτει «μέσσος»
βοὸς κέρας: ὅτι οὐ λέγει βοὸς κέρας βοὸς τρίχα, διὰ τὸ τριχίνην εἶναι τὴν ὁρμιάν· λιναῖς γὰρ ἐχρῶντο· «ἐκ πόντοιο θύραζε λίνῳ ἐνὶ ἤνοπι χαλκῷ». οἱ δὲ νῦν οὐδὲ βοείαις χρῶνται, ἀλλʼ ἱππείαις. λέγοι ἂν οὖν βοὸς κέρας κυρίως· κατεσκεύαζον γὰρ σύριγγα ἐκ κέρατος βοείου, ἣν περιετίθεσαν τῇ ὁρμιᾷ ὑπὲρ τὸ ἄγκιστρον, ὅπως μὴ οἱ ἰχθῦς ἀποτρώγωσι τὸν λίνον.
βοὸς κέρας: ὃ προσάπτουσι τῇ ὁρμιᾷ πρὸς τὸ μὴ ἐσθίεσθαι καὶ ὁμόχροον εἶναι τῇ θαλάσσῃ· οὐ γὰρ τὴν τρίχα, ἐπεί φησι «λίνῳ καὶ ἤνοπι χαλκῷ». οἱ δὲ τὸ κέρσιμον, ὃ πρὸς τοῖς ἄκροις τῶν καλάμων ἅπτουσι πρὸς τὸ μὴ κατάγνυσθαι τῷ βάρει τῶν ἰχθύων. οἱ δὲ νεώτεροι κέρας τὴν συμπλοκὴν τῶν τριχῶν ὁμοίαν κέρατι· «τὸν κεροπλάστην ἄειδε Γλαῦκον» Ἀρχίλοχος
ἐμβεβαυῖα: ἐν ἄλλῳ «ἐμμεμαυῖα».
ὠμηστῇσιν ἐπʼ ἰχθύσι: τοῖς ὠμοῖς ἐσθιομένοις· νῦν γὰρ περὶ τῶν μικρῶν ὁ λόγος ἐστίν.
ὠμηστῇσιν: ὡς «ὀρχηστῇσιν» προείρηται δὲ
ἐπʼ ἰχθύσι κῆρα φέρουσα: ἔνιαι τῶν κατὰ πόλεις «ἐπʼ ἰχθύσι πῆμα φέρουσα». ἄτοπον γὰρ ἐπʼ ἰχθύων κῆρα λέγειν.
ἀμφὶ δʼ ἄρʼ ἄλλαι: γράφεται «ἀμφὶ δέ τʼ ἄλλαι».
εἵατο: Ἀριστοφάνης τὸ εἵατο δασέως, Ἀρίσταρχος δὲ ψιλοῖ. προείπομεν δὲ περὶ τῆς λέξεως.
κλαῖε μόρον οὗ παιδός: ἐπειδὴ μέλλει καταστρέφειν τὸν λόγον εἰς τὰς Ἕκτορος ταφάς προλαβεῖν τι ἐπιχειρεῖ τῶν ἑξῆς καὶ τὸ κέντρον ἐγκαταλιπεῖν, ὡς ὁ κωμικός φησι, τοῖς ἀκροωμένοις ὥστε ποθῆσαί τι καὶ περὶ τῆς Ἀχιλλέως ἀναιρέσεως ἀκοῦσαι καὶ ἐννοεῖν παρʼ ἑαυτοῖς, οἷος ἂν ἐγένετο ὁ ποιητὴς διατιθέμενος ταῦτα. καὶ ἔστι περιπαθὲς τὸ κλαίειν τὸν ζῶντα.
ὅς οἱ ἔμελλε: ἐν τῇ κατὰ Ῥιανὸν «ὃς τάχʼ ἔμελλεν».
ὅς οἱ ἔμελλε: ἐῴκει, ἀντὶ τοῦ «ὃς τῷ υἱῷ ἥρμοστο». περισσὸς οὖν ὁ ἑξῆς.
ἀντὶ τοῦ ἐμοιρήθη, ἢ ἀντὶ τοῦ ἐῴκει.
φθίσεσθʼ ἐν Τροίῃ—πάτρης: ἀθετεῖται, ὅτι περισσός ἐστι· τὸ γὰρ «οἷ» ἐστὶν αὐτῷ καὶ τὸ «ἔμελλεν» ἀντὶ τοῦ ἐῴκει Ὁμήρῳ. οὐχὶ «τῇ Θέτιδι ἔμελλεν ἐν Τροίᾳ φθίσεσθαι»
ἄφθιτα: ἀναλλοίωτα καὶ ἀμετάβλητα.
τίπτε με κεῖνος ἄνωγε μέγας θεός; αἰδέομαι δέ μίσγεσθʼ ἀθανάτοισιν: τὸ ἑξῆς «τίπτε με ἄνωγεν μίσγεσθαι ἀθανάτοισιν». ἢ λείπει τὸ ἐλθεῖν μετὰ τὸ θεός
ἔχω δʼ ἄχεʼ ἄκριτα θυμῷ: ὁ δέ ἀντὶ τοῦ γάρ.
ἄκριτα: ἀναρίθμητα.
οὐδʼ ἅλιον ἔπος ἔσσεται, ὅττι κεν εἴπῃ: οὐ ματαιώσω τὴν κέλευσιν αὐτοῦ.
κυάνεον, τοῦ δʼ οὔ τι μελάντερον ἔπλετο ἔσθος:παρὰ τὸ ἕω τὸ ἐνδύομαι· παρὰ τοῦτο δὲ ἡ ἐσθής. οἰκεῖον δὲ θαλασσίᾳ καὶ πενθούσῃ θεῷ τὸ μέλαν.
ἔσθος: ψιλῶς τὸ ἔσθος καὶ «ἐσθής», οὐ μόνον διὰ τὴν συναλιφήν, ἀλλὰ καὶ καθʼ ὃν λόγον ἡμεῖς προείπομεν ἀνασκευάσαντες τοὺς ὑπὸ τῶν πρὸ ἐμοῦ εἰρημένους· τὰ γὰρ φωνήεντα ψιλοῦσθαι θέλει ἐπιφερομένου τοῦ ς μετὰ ἑνὸς δασέος, ὀσφῦς ὀσφραίνεσθαι, «ἀσφοδελός» «ἀσφάραγος» «ἀσχάλλω» ὄσχεος, «ἴσχω» ἰσχύς, ἀσθενής, «ἐσθλός», «ἆσθμα», «ἔσθω» οὕτως ἄρα καὶ ἔσθος καὶ «ἐσθής».
λιάζετο κῦμα: ὑπεχωρίζετο, διΐστατο ὥσπερ ὁδὸν παρέχον τὸ κῦμα.
ἀκτὴν δʼ εἰσαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην: οὐρανὸν τὸν ὑπερνέφιον τοῦ Ὀλύμπου τόπον· φησὶ γοῦν «ἤλυθες Οὔλυμπον δέ, θεὰ Θέτι». ἀκτὴν δὲ τὴν τοῦ Μέλανος κόλπου.
εἰσαναβᾶσαι: Ἀρίσταρχος «ἐξαναβᾶσαι», καὶ αἱ πλείους.
ἐς οὐρανὸν ἀϊχθήτην: πρὸς τὰ περὶ τοῦ Ὀλύμπου· οὐρανὸν γὰρ νῦν εἰπὼν ὑποβάς φησιν «ἤλυθες Οὔλυμπον δέ», παρʼ ὅσον ἐπουράνιά τινα μέρη ἐστὶ τοῦ Ὀλύμπου, ὑπὲρ τὰ νέφη διήκοντα.
ἡ δʼ ἄρα πὰρ Διῒ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη: πρὸς τὴν καθέδραν Ἀθηνᾶς καὶ Ἥρας ὅτι ἑκατέρωθεν τοῦ Διός. καὶ ὅταν λέγῃ «αἱ δʼ οἶαι Διὸς ἀμφίς», τὸ αὐτὸ σημαίνει, Διὸς ἑκατέρωθεν, οὐχ ὥς τινες δέχονται «χωρίς», ἀλλὰ μόνον καθʼ ἑαυτὰς ἔχουσαι τὰς γνώμας.
ἡ δʼ ἄρα πὰρ Διῒ πατρὶ καθέζετο, εἶξε δʼ Ἀθήνη: ἐκ δεξιῶν, ὥς φησι Πίνδαρος· «πῦρ πνέοντος ἅ τε κεραυνοῦ ἄγχιστα δεξιὰν κατὰ χεῖρα πατρός ἵζεαι». καὶ ἐν τῷ Καπετωλίῳ δὲ οὕτως ἵδρυται ἡ Ἀθηνᾶ.
εἶξε δʼ Ἀθήνη: ὡς νεωτέρας. ἡ δὲ βασιλὶς τῇ δεξιώσει φιλοτιμεῖται.
ἡ μὲν Ἀθηνᾶ ὡς νεωτέρα τοῦ θρόνου ὑπείκει, ἡ δὲ Ἥρα ὡς βασιλὶς τῇ δεξιώσει φιλοτιμεῖται.
ἤλυθες Οὔλυμπον δέ: ὅτι ἄνω εἶπεν «ἐς οὐρανὸν ἀϊχθήτην», νῦν δὲ εἰς Ὄλυμπον παραγεγονέναι· αἱ γὰρ κορυφαὶ τοῦ Ὀλύμπου ἐπουράνιοι.
Ἕκτορος ἀμφὶ νέκυϊ: ὅτι οὕτως λέγει Ἕκτορος νέκυϊ, οὐχ Ἕκτορι. καὶ ἀλλαχοῦ· «οἰσέμεναι νεκρὸν Ἐλπήνορα».
Ἕκτορος ἀμφὶ νέκυϊ: Ἕκτορος νέκυα. ἀλλὰ καὶ «οἰσέμεναι νεκρὸν Ἐλπήνορα».
κλέψαι δʼ ὀτρύνεσκον ἐΰσκοπον Ἀργεϊφόντην: ὅτι ἐντεῦθεν γέγονεν ἡ προδιασκευή· «ἀλλʼ ἤτοι κλέψαι μὲν ἐάσομεν». ἡ δὲ Μασσαλιωτικὴ «ὀτρύνουσιν». οὕτως καὶ ἡ Χία.
ἐντεῦθεν δὲ τὰ ἄνω διεσκεύασται περὶ κλοπῆς.
ἐΰσκοπον: συνετόν, κατὰ τοῦ σκοποῦ φέροντα τὴν γνώμην.
προτιάπτω: ὅτι «προϊάπτω» Ἀρίσταρχος· καὶ ταὐτόν ἐστι τῷ «προϊάλλω»
προτιάπτω: Ἀπολλόδωρος καὶ Ἀρητάδης καὶ Νεοτέλης καὶ Διονύσιος ὁ Θρᾷξ διὰ τοῦ τ τὴν πρόθεσιν γράφουσι καὶ δασύνουσι τὸ α, ἵνα ᾖ προσάπτω, ἀνατίθημι. οἱ δὲ χωρὶς τοῦ τ ἔγραψαν καὶ ἐψίλωσαν τὸ α, ἵνα ταὐτὸν ὑπάρχῃ τῷ «προϊάλλω», οἷον δίδωμι, προπέμπω. οὕτως δὲ καὶ Ζηνόδοτος καὶ Ἀρίσταρχος ἐν τοῖς Πρὸς Κομανόν.
«προϊάπτω» χωρὶς τοῦ τ· καὶ ἔστιν ὅμοιον τῷ «ἰάλλω». τινὲς δὲ μετὰ τοῦ τ, καὶ ἐδάσυναν τὸ α.
προτιάπτω: προσάπτω. τινὲς δὲ «προϊάπτω» προπέμπω, δίδωμι. τὸ δὲ ῥάπτω βλάπτω.
ἀντὶ τοῦ προσάπτω καὶ παρέχω. «προϊάπτω» δὲ τὸ βλάπτω.
μετόπισθε: λείπει ὁ καί, ἵνʼ ᾖ «καὶ εἰς ὕστερον θέλων τὴν πρὸς σὲ φιλίαν τηρῆσαι εἵνεκεν τῶν δεσμῶν» τινὲς δὲ διὰ τὴν μίξιν: ὅπερ ἄτοπον.
φρεσὶ μαινομένῃσιν: μανίας γὰρ ἐγγὺς αἰκίζεσθαι τὰ ἀναίσθητα.
ἐμέ τε δείσῃ ἀπό θʼ Ἕκτορα λύσῃ: συνδέσμοις διέστειλε, δέον εἰπεῖν «δείσας λύσῃ».
ἀπό θʼ Ἕκτορα λύσῃ: καὶ μὴν οὐκ ᾔτησέ τις. ἢ ἐπεὶ ὡς μὴ ἀπολύσων διέκειτο, οὐδʼ ἐὰν ἀντίρροπον δοῖεν χρυσόν
Ἶριν ἐφήσω: ἐντελουμένην αὐτῷ τὰ περὶ τούτου τὴν Ἶριν πέμψω.
βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα: ὅτι πάλιν ἐξ Ὀλύμπου λέγει κατιέναι. ἄνω δὲ «ἐς οὐρανὸν ἀϊχθήτην».
ἔνθʼ ἄρα: γράφεται «ἐν δʼ ἄρα τόν γε».
ἀδινά: ἀθρόως, παρὰ τὸ ἄδην. ἢ ἀδιαλείπτως
ἐντύνοντο ἄριστον: ὅτι ἅπαξ νῦν ἐν Ἰλιάδι καὶ ἅπαξ ἐν Ὀδυσσείᾳ τὸ ἄριστον· «ἐντύνοντο ἄριστον». ἔστι δὲ τὸ πρωϊνὸν ἔμβρωμα· τρεῖς γὰρ τροφὰς οὐδέποτε ἐλάμβανον οἱ ἥρωες.
νῦν ἅπαξ· καὶ ἐν Ὀδυσσείᾳ· «ἐντύνοντο ἄριστον».
ἐν κλισίῃ: οὕτως Ἀρίσταρχος ἑνικῶς ἐν κλισίῃ.
σὴν ἔδεαι κραδίην, μεμνημένος οὔτε τι σίτου οὔτʼ εὐνῆς: βραχὺ διασταλτέον μετὰ τὸ κραδίην
σὴν ἔδεαι κραδίην: καὶ Πυθαγόρας παραινεῖ καρδίαν μὴ ἐσθίειν, ὅ ἐστιν ἄλυπον καὶ ἀτάραχον διάγειν τὸν ἄνθρωπον.
ἐντεῦθεν καὶ Πυθαγόρας παραινεῖ μὴ ἐσθίειν ζώου καρδίαν· ὁ γὰρ ἐκείνην ἐσθίων καὶ τὴν ἑαυτοῦ ἐσθίει, τουτέστιν οὐδέποτε ἀτάραχον καὶ ἄλυπον ἑαυτὸν τηρεῖ.
μεμνημένος οὔτε τι σίτου: διὰ τὸ «λισσόμενοι δειπνῆσαι, ὁ δʼ ἠρνεῖτο στεναχίζων»
οὔτʼ εὐνῆς· ἀγαθὸν δὲ γυναικὶ—κραταιή: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἀπρεπὲς μητέρα υἱῷ λέγειν «ἀγαθόν ἐστι γυναικὶ μίσγεσθαι». ἔτι δὲ καὶ ἁπάντων ἀσυμφορώτατόν ἐστι καὶ μάλιστα τοῖς εἰς πόλεμον ἐξιοῦσι· χρεία γὰρ εὐτονίας καὶ πνεύματος. καὶ τὸ λέγειν ὅτι ὁ θάνατός σου ἐγγύς ἐστιν, ἄκαιρον. διεσκεύακε δέ τις αὐτούς, οἰηθεὶς ἀποκρέμασθαι τὸ «οὐδέ τι σίτου». πλῆρες δέ ἐστι, «σὴν ἔδεαι κραδίην, οὐδὲ τὸ τυχὸν σίτου μεμνημένος».
οὔτʼ εὐνῆς· ἀγαθὸν δὲ γυναικί περ … μίσγεσθʼ—κραταιή: ἀθετοῦνται· ἀνοίκειοι γὰρ ἥρωϊ καὶ θεᾷ. ἴσως διὰ τὸ πολλοὺς ἀντʼ αὐτοῦ κτήσασθαι ἐκγόνους. ἢ τάχα ὑπεκκλέπτουσα αὐτὸν τοῦ πένθους ταῦτά φησιν. συγκοιμᾶται οὖν Βρισηΐδι μετὰ ταῦτα
σκύζεσθαι σοί φησι θεούς, ἑὲ δʼ ἔξοχα πάντων: ὅτι οὕτως εἶπεν ἀντὶ τοῦ ἑαυτόν, ἑέ· διὸ ἡ διπλῆ. Καλλίστρατος οὖν καὶ Ἀρίσταρχος δασύνουσι τὸ πρῶτον ε τῆς ἀντωνυμίας. τῷ δὲ τόνῳ ὡς «ἐμέ».
ἑέ: δασυντέον τὸ πρῶτον ε τῆς ἑέ. τῷ δὲ τόνῳ ὡς καλέ.
νεκροῖο δὲ δέξαι ἄποινα: ὑπὲρ τοῦ κοινοῦ, ὡσεὶ ἔλεγεν «καίτοι ἀχρήστου ὄντος».
τὰ μὲν ἄποινά φησιν ὑπὲρ ζώντων, σὺ δὲ ὑπὲρ νεκροῦ καὶ ἀχρήστου δέξαι αὐτὰ καὶ κερδάνῃς.
τὴν δʼ ἀπαμειβόμενος: τινὲς «τὴν δὲ μέγʼ ὀχθήσας», ὡς δυσχεραίνων ἐπὶ τῇ ἀποδόσει.
τῇδʼ εἴη: τῇδε ἐνθάδε, ὡς «τῇδε γὰρ ἔβρισαν». εἴη δὲ ἀντὶ τοῦ ἴοι ἢ παραγένοιτο. ὁ δὲ Ζώπυρος ἀντὶ τοῦ ἔστω.
ἄποινα: ἐν ἄλλῳ «τῇ εἴη· ὃς δῶρα φέρει».
εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει:αὐτός φησιν «ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τʼ ἔκλυον αὐτοῦ».
ἐν νηῶν ἀγύρει: ὅπερ διʼ ἄλλων λέγει «νεῶν ἐν ἀγῶνι».
Ἴλιον ἱρήν: ὅτι θηλυκῶς τὴν Ἴλιον.
ταχεῖα: ὅτι ἀντὶ τοῦ ταχέως.
Ἴλιον εἴσω: ὅτι τοπικῶς ἀντὶ τῆς προθέσεως· θέλει γὰρ εἰπεῖν εἰς Ἴλιον.
οἶον: οὕτως διὰ τοῦ ν, οἶον.
οἶον δὲ γραπτέον, οὐκ οἶος.
οἶον: οἶδε γὰρ ἡνιοχεῖν ὁ Πρίαμος.
μηδέ τις ἄλλος: ὑπὲρ τοῦ λαθεῖν. ἅμα δὲ καὶ ἔλεον ἡ μόνωσις ἐργάζεται.
κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος: μόνον ἀπελθεῖν μετὰ τοσούτων λύτρων ἀδύνατον διὰ γῆρας, ἐπάγεσθαι δέ τινα τῶν νέων εἰς πολέμιον στρατὸν ἀπίθανον. οὐ μόνον οὖν κῆρυξ ἕπεται, ὅπερ ἐστὶ πίστεως καὶ σπονδῶν σύμβολον, ἀλλὰ καὶ οὗτος γέρων.
γεραίτερος: ὡς δικαιότερος παλαιότερος, οὕτω γεραιότερος καὶ κατὰ συγκοπὴν γεραίτερος, ὡς «θερείταταί εἰσι κέλευθοι»
ἠδέ: γράφεται «ἥ κε».
νεκρὸν ἄγοι προτὶ ἄστυ, τὸν ἔκτανε δῖος Ἀχιλλεύς: ὅτι οὕτως εἴρηκε, νεκρὸν ὃν ἔκτεινεν, ἀντὶ τοῦ ὃν κτείνας νεκρὸν ἐποίησεν, ὡς ἐπὶ τοῦ «ἕλκος ἀναψύχοντα, τό μιν βάλε Πάνδαρος ἰῷ».
ὃν κτείνας ἐποίησεν, ὡς «ἕλκος, ὅ μιν βάλε Πάνδαρος», ὃ βαλὼν ἐποίησεν.
μηδέ τι τάρβος: τάρβος ὁ φόβος. ἀπὸ τοῦ τείρω τάρος καὶ πλεονασμῷ τάρβος.
ἄλλως· μηδέ τι τάρβος: ἐν ἐπιτάσει· οὐχ ὅτι θάνατος, ἀλλὰ μηδὲ τάρβος.
εἵως: ἕως, τοπικῶς. χρονικῶς δὲ «ἕως ὁ ταῦτʼ ὥρμαινεν». αἰτιώδως δὲ «εἵως Πηνελόπειαν ὀδυρομένην».
ἔσω κλισίην: εἰς κλισίην.
οὔτʼ αὐτὸς κτενέει ἀπό τʼ ἄλλους πάντας ἐρύξει:διὰ πάντων ἀσφαλῆ τὴν ἔξοδον αὐτῷ κατασκευάζει, τὸν μὲν ἐν τῇ ὁδῷ κίνδυνον διʼ Ἑρμοῦ διαφεύξεσθαι ὑπισχνούμενος, ἐν Ἀχιλλέως δὲ γενόμενον οὐ μόνον ὑπʼ αὐτοῦ μὴ κινδυνεύσειν, ἀλλὰ διʼ ἐκείνου καὶ τὴν τῶν ἄλλων ἀσφάλειαν ποριεῖσθαι, διὰ τὸ πρὸς τοὺς ἱκέτας προσῆκον.
οὔτε γάρ ἐστʼ ἄφρων οὔτʼ ἄσκοπος οὔτʼ ἀλιτήμων:τάχιστα συνέλαβε, πόθεν ἴασιν ἄνθρωποι ἐπὶ τὸ ἀδικεῖν· ἢ διʼ ἀσυνεσίαν, ὅπερ διὰ τοῦ ἄφρων, ἢ ἀκόντως, ὃ διὰ τοῦ ἄσκοπος, ἢ ἑκουσίως, ὃ διὰ τοῦ ἀλιτήμων παρέστησεν, ὃ δηλοῖ τὸν ἑκουσίως ἁμαρτάνοντα.
ἄσκοπος: μὴ προορῶν τὸ συμφέρον.
ὃ δηλοῖ τὸν μὴ τοῦ συμφέροντος προνοούμενον.
ἀλιτήμων: ἀλιτάνευτος ἢ ἁμαρτάνων τοῦ δέοντος. ἠθικῶς δὲ ἀπολογεῖται ὑπὲρ Ἀχιλλέως, διʼ ἃ εἶπεν Ἀπόλλων «ᾧ οὔτʼ ἄρʼ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα».
ἐνδυκέως· ἐπιμελῶς. ἢ διηνεκῶς καὶ ὁλοτελῶς.
πεφιδήσεται: μετʼ ὀλίγον μέλλων ἀπὸ τοῦ φιδῶ.
ἐς Πριάμοιο: ὅμοιόν ἐστι τῷ «ἐς διδασκάλου».
ἐνοπήν τε γόον τε: θρῆνον θορυβώδη.
τὸν μετὰ θορύβου θρῆνον.
παῖδες μὲν πατέρʼ ἀμφὶ καθήμενοι—γεραιός: οἶκτον ἔχει τὸ τοὺς παῖδας κλαίοντας κλαίοντι παρακαθῆσθαι τῷ γέροντι.
δάκρυσιν εἵματʼ ἔφυρον: ἄξιον ἡρωϊκῆς σεμνότητος τὸ πένθος.
ἐντυπὰς: ὅτι ἐν ἴσῳ τῷ ἐντυπωδῶς ὥστε διὰ τοῦ ἱματίου τοῦ σώματος τὸν τύπον φαίνεσθαι.
ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος: οὕτω φησὶν αὐτὸν κεκαλύφθαι—φαίνεσθαι.
ἄλλως· ἐντυπάς: ἐντυπωδῶς ὡς διὰ τῆς σκέπης ὁρᾶσθαι τὸν τύπον. ἔστι δὲ ποιότητος ἐπίρρημα. ὑπερβολὴν δὲ πένθους ἀξίαν οὐχ εὑρίσκων αὐτῷ περιθεῖναι ἐκάλυψεν αὐτόν, ὑπονοεῖν ἡμῖν καταλιμπάνων, οἷον ἄρα ἦν αὐτῷ τὸ πένθος. ἄλλως τε καὶ ἄυπνος ἦν, ἀφʼ οὗ Ἕκτωρ ἐτεθνήκει. ἐντεῦθεν ὁ Σικυώνιος γραφεὺς Τιμάνθης τῆς ἐν Αὐλίδι Ἰφιγενείας γράφων τὴν σφαγὴν ἐκάλυψε τὸν Ἀγαμέμνονα.
ἐν χλαίνῃ: τινὲς γράφουσιν «ᾗ χλαίνῃ»· καὶ ἄμεινον.
κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος: ὅτι τὸ τοῖο οὐκ ἔστιν ἀγαθοῦ, ὡς οἱ Γλωσσογράφοι, ἀλλὰ θαυμαστικῶς τοιούτου. καὶ ὅτι κόπρος τὰ κόπρια.
κόπρος: Ἀρίσταρχος σποδός, τινὲς δὲ κόπρια· «αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον». σημαίνει δὲ καὶ τὴν βούστασιν.
τοῖο γέροντος: τούτου τοῦ γέροντος. οἱ δὲ τοιούτου, θαυμαστικῶς.
καταμήσατο: ἄθρουν ἐπεσπάσατο, ὅθεν καὶ «ἀμητός» καὶ «ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσι». τὸ δὲ «ἀμητῆρες» διὰ μακροῦ τοῦ α φησί, καὶ «λειμωνόθεν ἀμήσαντες». «τέκνον, μὴ σύ γε μητρὸς ἀπʼ ἀνθερεῶνας ἀμήσῃς» Εὐφορίων
ἑῇσι: γράφεται «φίλῃσι».
κέατο: τινὲς κεκακωμένοι ἦσαν· ὅθεν τὸ «κέδρου τʼ εὐκεάτοιο».
τυτθὸν φθεγξαμένη: πρὸς τὸ μὴ καταπλῆξαι τὸν γέροντα. ὁ δὲ ὅμως οὐδὲ τοῦτο ὑποφέρει· προπεπονθυῖα γὰρ ψυχὴ πᾶν τὸ μέλλον τοῦ παρόντος χεῖρον λογίζεται.
κακὸν ὀσσομένη τόδʼ ἱκάνω: ὅτι ἀπὸ τῶν ὄσσων, προορωμένη. καὶ τὸ τόδε τοπικῶς ἀντὶ τοῦ ἐνταῦθα.
ὀσσομένη: προορωμένη. οἱ δὲ προαγγέλλουσα, παρὰ τὴν ὄσσαν, ἣν ἀεὶ ἐπὶ θείας φωνῆς λέγει.
ἀγαθὰ φρονέουσα: φρονῆσαί σε ποιήσουσα ἀγαθά.
Διὸς δέ τοι ἄγγελός εἰμι: ὑπὸ Διὸς ἥκω σοι ἄγγελος.
ὅς σοι ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει: ὅτι ἐνταῦθα ὑγιῶς λέγεται, ἐκεῖ δὲ κακῶς ὑπὸ τοῦ Ὀνείρου πρὸς τὸν Ἀγαμέμνονα.
μᾶλλον ὧδε οἰκεῖος ἢ ἐκεῖ ὁ στίχος.
νεκρὸν ..., τὸν ἔκτανε δῖος Ἀχιλλεύς: ὅτι νεκρόν, ὃν ἔκτανε.
ἔσω κλισίην: ὅτι ἀντὶ τοῦ εἰς κλισίην.
ἅμαξαν: τὴν ἀπήνην οὕτως εἶπεν· φησὶ γοῦν· «ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην».
ὁπλίσαι: εὐτρεπίσαι. ἰσοδυναμοῦν καὶ τὸ ἐντῦναι παρὰ τὰ ἔντεα.
ἀντὶ τοῦ εὐτρεπίσαι, παρὰ τὰ ὅπλα, ὡς τὸ ἐντῦναι παρὰ τὰ ἔντεα.
πείρινθα: κατὰ μετάθεσιν, οἱονεὶ ῥίπινθα τὴν ἐκ ῥιπῶν πλακεῖσαν. ῥίπη δὲ λέγονται τὰ ἐκ τῆς οἰσύας πλέγματα.
τὰ ἐκ ῥιπῶν πλακέντα. ῥίπα δὲ λέγονται τὰ τῆς οἰσύας πλέγματα.
ἄλλως· πείρινθα: τὸ τετράγωνον πλινθίον ἄνωθεν περιδούμενον ταῖς ἁμάξαις. οἱ δὲ ἐκ ῥιπῶν φασιν αὐτὸ πλέκεσθαι, καὶ εἶναι τουτὶ ὡς ῥίπινθα· ὅπερ ὁ Ξενοφῶν κάνναθρον· κάννη γὰρ ἡ ψίαθος, ἵνʼ ᾖ πλέγμα ψιαθῶδες συνέχειν τὸν φόρτον δυνάμενον.
πείρινθα: τὸ πλινθίον τὸ ἐπάνω τῶν ἁμαξῶν τιθέμενον.
κατεβήσετο: κατέβαινεν.
κηώεντα: ἐν ᾧ ἐκοιμᾶτο. ἢ εὐώδη διὰ τὴν κέδρον.
τὸν εἰς τὸ κοιμᾶσθαι ἐπιτήδειον. ἔνιοι δὲ τὸν εὐώδη.
γλήνεα: χρήματα κατὰ Ἠλείους. οἱ δὲ ἀξιοθέατα. γλήνη δὲ παρὰ τὸ γλαμυρόν, ὅ ἐστι δίυγρον· ὅθεν «καὶ Ἀρχέδημος ὁ Γλάμων». καὶ παροιμία «ἐν τυφλῶν πόλει γλαμυρὸς βασιλεύει». ἢ ἀπὸ μέρους εἴρηκεν· γλήνας γὰρ κυρίως τὰ κοροκόσμια λέγουσιν.
κεχάνδει: οὕτως Ἀρίσταρχος κεχάνδει διὰ τοῦ ει ἀντὶ τοῦ κέχανδε. ἡ δὲ Μασσαλιωτικὴ «πολλὰ κεκεύθει».
κεχάνδει: οὕτως Ἀρίσταρχος. ἔνιοι γράφουσι «κεκεύθει».
ἐς δʼ ἄλοχον Ἑκάβην ἐκαλέσσατο: τὸ ἑξῆς ἐσεκαλέσατο.
Διόθεν μοι Ὀλύμπιος ἄγγελος—Ἀχαιῶν: ἀνθρώπινον τὸ ἀνατίθεσθαι τὸ πρᾶγμα γυναικὶ κοινωνῷ τῶν παθημάτων. καὶ κέκρικε μέν, ἐρωτᾷ δέ, εἰ σύμψηφος ἔσται αὐτῷ· ὅτι γὰρ τοῦτο ἤθελε, δῆλον· οὐ γὰρ πρὶν καταβῆναι συμβουλεύεται τῇ γυναικί, ἀλλʼ ἐπὶ δεδογμένοις ἀναφέρει τὴν γνώμην τῇ γυναικί.
ἀνώγει: Ἀρίσταρχος «ἄνωγεν» ἔξω τοῦ ι.
ἔσω στρατόν: ἀντὶ τοῦ ἐς στρατόν.
ἀμείβετο: Ἀρίσταρχος «ἀνήρετο».
ὤ μοι: γυναικεία ἡ ἀναφώνησις ἐξισταμένης ἐπὶ τῶν τηλικούτων τολμῶν.
ᾗς τὸ πάρος περ: ἐφʼ αἷς πρώην.
ἔκλεο: τὴν κλε συλλαβὴν ὀξυτονεῖ ὁ Ἀσκαλωνίτης ἡγούμενος τὸ πλῆρες εἶναι ἐκλέου. οὐκ ἔστι δέ, ἀλλʼ ἐκλέεο τετρασυλλάβως. καὶ δῆλον ὅτι, εἴτε συγκέκοπται ἡ ὀξεῖα εἴτε ἡ βαρεῖα ἡ μετὰ τὴν ὀξεῖαν, ὀφείλει πάλιν τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα φυλάττεσθαι· οὐδὲ γὰρ χαρακτὴρ κωλύει. τὸ μέντοι «σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον» καὶ τὰ τοιαῦτα, πρώτης ὄντα συζυγίας τῶν περισπωμένων, ἄλλης ἀναλογίας ἔχεται, ὡς ἐν ἑτέροις εἴρηται.
ἔκλεο: ἐκλεόμην ἐκλέεο καὶ κατὰ συγκοπὴν ἔκλεο, προπαροξυτόνως.
ἔκλεο κατὰ συγκοπήν, ἀντὶ τοῦ ἐδεδόξασο.
ἐξενάριξε: τινὲς «ἐξήλασσε», τῆς ἀρχῆς ἐξέβαλεν.
σιδήρειόν νύ τοι ἦτορ: ὅτι ὑποτάσσουσι στίχον ὡς ἐλλείποντος τοῦ λόγου «ἀθάνατοι ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες». πλείων δέ ἐστιν ἔμφασις μὴ προσκειμένου αὐτοῦ.
τινὲς μετὰ τοῦτον γράφουσιν «ἀθάνατοι ποίησαν, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν».
εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν, ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε, οὔ σʼ ἐλεήσει: τὸ ἑξῆς ἐστιν εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν οὔ σʼ ἐλεήσει. τὰ δὲ ἄλλα διὰ μέσου.
εἰ γάρ σʼ αἱρήσει καὶ ἐσόψεται: ἀντιστρόφως· εἰ γάρ σε ὄψεται καὶ αἱρήσει, ἀντὶ τοῦ «μόνον εἰ θεάσεται, εὐθὺς αἱρήσει».
ὠμηστής: ὠμὸς καὶ ἄγριος καὶ αἱμοπότης. ταῦτα δὲ ἀπολύτως.
οὐδέ τί σʼ αἰδέσεται: οὐχ ὡς ἱκέτην σε δέξεται· αἰδοῖοι γὰρ οἱ ἱκέται.
αἰδέσεται: ὅτι ἀντὶ τοῦ προσδέξεται ὡς ἱκέτην· «μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, οὐδέ τί μʼ αἰδέσεται».
νῦν δὲ κλαίωμεν ἄνευθεν ἥμενοι ἐν μεγάρῳ: εἰ τῆς σωτηρίας τοῦ γέροντος προνοουμένη μόνον ἐφαίνετο, ἀπρεπὴς ἦν παντελῶς ὁ λόγος ὅτι καταφρονεῖ υἱοῦ τοιούτου ὑπὲρ ἀσφαλείας πρεσβύτου δυστυχοῦς. νῦν δὲ ὡς ἀδύνατον ὂν κομίσασθαι τὸν υἱὸν οὐ βούλεται προσαποβαλεῖν καὶ Πρίαμον.
ἄνευθεν ἥμενοι: ὡς οὐδὲ ἐλπίδα ἔχοντές ποτε θάψαι τὸν υἱόν.
τῷ δʼ ὥς ποθι μοῖρα—ἀλεωρῆς: μέμικται τούτοις λογισμὸς καὶ πάθος. ὥς ποθι δὲ οὕτω που.
γεινομένῳ ἐπένησε λίνῳ, ὅτε μιν τέκον αὐτή: ὅτι ἐνταῦθα καλῶς κεῖται, ἐπὶ δὲ Ἀχιλλέως ἐν τῇ Υ οὐκέτι.
μέσον ἧπαρ ἔχοιμι ἐσθέμεναι προσφῦσα: δαιμονίως τῇ ἐμφάσει χρῆται· τόπος γὰρ λύπης τὸ ἧπαρ. καὶ μέσον, οὗ ἡ χολὴ καὶ πολὺ τὸ ἐσθιόμενον. καὶ ἐν παρατάσει τὸ ἐσθίειν. τό τε ἐμφῦσα ἐμφατικώτατον· οὐ γὰρ λαβοῦσα τῇ χειρί, ἀλλʼ αὐτῷ προσφῦσα τῷ ἥπατι τὸ στόμα, ὡς ἐπὶ σαρκοφάγου θηρίου.
ἄλλως· μέσον ἧπαρ ἔχοιμι ἐσθέμεναι προσφῦσα: εἴ γε μὴ προειλήφειμεν τὸ περὶ αὐτὴν πάθος, ἀπαράδεκτον ἦν τὸ μέγεθος τῆς ὑπερβολῆς. νυνὶ δὲ οἰκεῖα ταῦτα μητρὶ πρεσβύτιδι ὑπὲρ τέκνου οὐκ ἀναιρεθέντος μόνον, ἀλλὰ καὶ αἰκιζομένου ἀτάφου.
ἔχοιμι ἐσθέμεναι: κατέχοιμι εἰς τὸ ἐσθίειν.
τότʼ ἄντιτα ἔργα γένοιτο: Ἀπολλόδωρος καὶ Καλλίστρατος «τιτά» ὥστε τρία εἶναι, ἐπίρρημα τὸ τότε καὶ σύνδεσμον τὸν «ἄν» καὶ ὄνομα τὸ «τιτά». ὁ δὲ Ἀσκαλωνίτης ἄντιτα παραλαμβάνει, μεταλαμβάνων εἰς τὸ ἀντέκτιτα. οὕτω καὶ οἱ πλείους, ὁμοίως τῷ «ἄτιτος». ἔχεται μὲν οὖν ἡ κατὰ σύνθεσιν ἀνάγνωσις ἐμφάσεως, καὶ μᾶλλον τοῦ νοητοῦ. μελλήσει δὲ λείπειν τὸ ἄν ἐν τῇ συντάξει, ἐπιζητοῦντος τοῦ γένοιτο εὐκτικοῦ τὸ τοιοῦτο. παραφυλακτέον δὲ ὅτι καὶ συλλαβὴ λείπει ἡ τι, τοῦ ἐντελοῦς ὄντος ἀντίτιτα.
τότʼ ἄντιτα ἔργα γένοιτο: ἄντιτα ἀντιτιμώρητα. καὶ ἔστιν ὅμοιον τῷ «τρεῖς ἑνὸς ἀντὶ πεφάσθαι». λείπει δὲ ὁ ἄν. οὐκ ἀξιόχρεων δὲ ἡγεῖται τὸν θάνατον τοῦ πολεμίου, εἰ μὴ καὶ τῶν σαρκῶν αὐτοῦ ἐμφάγοι.
ἄντιτα: τὸ τέλειον ἀντίτιτα. συγκέκοπται δὲ ἡ τι συλλαβή.
ἐπεὶ οὔ ἑ: οὕτως ἐπεὶ οὔ ἑ, ἐπεὶ οὐκ αὐτόν. αἱ δὲ κοιναὶ «ἐπεὶ οὔ τι».
οὔ ... κακιζόμενον: ἀντὶ τοῦ ἐπεὶ οὐχ ὁ τυχὼν ἦν οὐδὲ γύννις. τοιοῦτον δὲ καὶ τὸ «ἀνδρὶ παρὰ κρατερῷ», ὃ πρὸς σύστασιν Ἕκτορος. αὔξεται οὖν τὸ πάθος ἐπὶ τῷ ἀναξίως ὑβριζομένῳ. τοιαῦτα καὶ ὁ Πρίαμος ἐρεῖ πρὸς Ἀχιλλέα, ἀλλὰ πεφεισμένως· «τὸν δὲ σὺ πρώην κτεῖνας ἀμυνόμενον περὶ πάτρης».
πρὸς Τρώων: «πρὸ Τρώων» δίχα τοῦ ς, ὡς τὸ «οἶον προστήσας πρὸ Ἀχαιῶν Τρωσὶ μάχεσθαι».
πρὸ Τρώων: οὕτω χωρὶς τοῦ ς.
Τρωϊάδων βαθυκόλπων: πρὸς τοὺς γράφοντας «ἔσπετε νῦν μοι, Μοῦσαι Ὀλυμπιάδες βαθύκολποι», ὅτι ἐπὶ βαρβάρων τὸ ἐπίθετον τίθησιν.
οὔτε φόβου μεμνημένον: φιλοστόργως ταῦτα, ἐπεί τοι φεύγοντα ἀνεῖλεν.
ἀλεωρῆς: φυλακῆς.
οὐδέ: ἀντὶ τοῦ «οὐ γάρ».
ἄλλος ἐπιχθονίων: καὶ μὴ θεός.
ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες: καὶ ἐνταῦθα ἀξιοῦσί τινες διαστέλλειν μετὰ τὸ εἰσί, ὡς καὶ ἐν τῇ Α ῥαψῳδίᾳ τὸ γένος, φασί, προειπὼν ἐπιφέρει τὸ εἶδος· «ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν, ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον». δοκεῖ δέ μοι ἐνθάδε μὴ ἐπείγειν, ἐπεὶ ἐνδέχεται τὸ δεύτερον τοῦ πρώτου ἐπίθετον εἶναι, μάντεις θύται. καὶ ἄλλως τῶν ἱερέων ἕτεροι νοοῦνται.
θυοσκόοι: οἱ διὰ τῶν ἐπιθυομένων μαντευόμενοι, οἱ ἐμπυροσκόποι· καλοῦσι δὲ αὐτοὺς λιβανομάντεις.
ἱερῆες: οἱ διὰ τῶν σπλάγχνων μαντευόμενοι· τὰ μὲν γὰρ θυμιάματα θύη καλεῖται, τὰ δὲ σπλάγχνα ἱερά. κοινὸν δέ ἐστι τὸ μάντεις.
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον:ὅτι ἐνταῦθα ἁρμοζόντως λέγεται ὁ στίχος, ὑπὸ δὲ Νέστορος ἐν τῇ Β οὐκέτι.
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον: ἢ παρέλκει τὸ μᾶλλον Ἀττικῶς, ἢ μᾶλλον τοῦ ποιεῖν ἐχωριζόμεθα καὶ τοῦ βαδίζειν ἐπὶ τὰς ναῦς.
νῦν δʼ, αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην, εἶμι: βραχὺ διασταλτέον μετὰ τὸν δέ καὶ τὸν ἄντην τὸ γὰρ ἑξῆς νῦν δὲ εἶμι.
αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην: ἐνῆν καὶ οὕτως εἰπεῖν «νῦν δὲ θεὸς ὁ εἰπών»· ὁ δὲ ἐμφαντικῶς τὴν αὑτοῦ αὐτοψίαν προβάλλεται. ἐνήλλαξε δὲ τὴν τάξιν.
εἰ δέ μοι αἶσα τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων βούλομαι: ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ μετὰ τὸ αἶσα, ἵνα λείπῃ τὸ ἐστίν, ἢ μετὰ τὸ χαλκοχιτώνων, ἵνα κοινὸν ᾖ τὸ τεθνάμεναι καὶ κατὰ τῶν ἑξῆς.
αὐτίκα γάρ με κατακτείνειεν: τῆς τῶν ἀκουόντων διανοίας ἥψατο ταῦτα λέγων.
ἐπὴν γόου ἐξ ἔρον εἵην: ἐπὰν κορεσθείην τῆς τοῦ πένθους ἐπιθυμίας.
φωριαμῶν: Ἀρίσταρχος ὡς κιβωτῶν. καὶ ἔχομεν τῶν διὰ τοῦ αμος παρηγμένων ὀνομάτων κανόνας τοιούσδε, πρῶτον μὲν ὡς τὰ τριβράχεα, μὴ ὄντα ἐπιθετικὰ βαρύνεσθαι θέλει, κάλαμος, «Πρίαμος»· τὸ «ποταμός» ἐγένετο παρὰ τὸ ποτασμός, καθʼ ὑφαίρεσιν τοῦ ς· τὸ δὲ ἰταμός ἐπιθετικόν ἐστι. δεύτερον δὲ ὡς τὰ ἔχοντα τὴν ἄρχουσαν μακράν, εἰ μὲν θέσει ᾖ, βαρύνεται, «ὄρχαμος», Τύρταμος, «Πέργαμος»· εἰ δὲ φύσει, κύρια μὲν ὄντα βαρύνεται πάλιν, ὡς ἔχει τὸ Πύραμος Τεύταμος, οὐχ οὕτω δὲ ἔχοντα ὀξύνεται, ὡς ἔχει τὸ «οὐλαμός» «χηραμός» τούτῳ οὖν τῷ λόγῳ, εἴτε παρὰ τὸ τοὺς φῶρας ἀπείργειν ἢ ἀπὸ τοῦ τὰ φάρη φυλάσσειν ἡ προκειμένη λέξις παρῆκται, ἔσται κατʼ ὀξεῖαν τάσιν, φωραμὸς καὶ πλεονασμῷ τοῦ ι φωριαμός. ἡ διπλῆ δέ, ὅτι ἐπιθήματα τῶν κιβωτίων τὰ πώματα, καταχρηστικῶς δὲ πίθων καὶ τῶν ὁμοίων.
φωριαμῶν: φωριαμός· ἔχει γάρ, ἃ φοροῦμεν. οἱ δὲ παρὰ τὰ φάρη ἢ τοὺς φῶρας. Ἀρίσταρχος δέ φησι τὴν κιβωτὸν λέξιν νεωτέρων εἶναι· ἀγνοεῖ δὲ ὅτι καὶ Σιμωνίδης καὶ Ἑκαταῖος μέμνηται αὐτῆς.
ἔχουσι γάρ, ἃ φοροῦμεν. λέγει δὲ τὰ κιβώτια.
ἐπιθήματα: πώματα· καὶ ἐπιθεῖναι τὸ κλεῖσαι λέγουσιν.
πέπλους: ὅτι διέσταλκε τὸν πέπλον ἀπὸ τῶν χλαινῶν καὶ τὰ φάρη ὡς διαφέροντα τῶν πέπλων οὕτω προσηγόρευσεν.
πέπλους: πέπλος πεποιημένον ἱμάτιον γυναικεῖον.
πέπλους ... χλαίνας ... φάρεα ... χιτῶνας: πέπλος, φᾶρος, χλαῖνα, χιτών· ὅτι διάφορα ταῦτα, νῦν ἐδήλωσε· πέπλοι γάρ, ἃς περονῶνται μόναι γυναῖκες· οἳ καὶ ἑανοὶ καλοῦνται· φησὶ γοῦν «πορφυρέοις πέπλοισι καλύψαντες» τὰ ὀστᾶ Ἕκτορος, καὶ τὰ Πατρόκλου «ἐν κλισίῃσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν». χιτὼν δὲ ἀνδρεῖον ἔνδυμα. φᾶρος ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν. χλαῖνα τὸ περίβλημα τῆς κλίνης.
πέπλος, φᾶρος, χιτών, χλαῖνα διαφέρουσι· πέπλοι γάρ, ἃς περονῶνται μόναι γυναῖκες, οἳ καὶ ἑανοὶ καλοῦνται. χιτὼν δὲ ἀνδρεῖον ἔνδυμα. φᾶρος ἱμάτιον ἀνδρῶν καὶ γυναικῶν. χλαῖνα τὸ περίβλημα τῆς κλίνης.
δέκα πάντα τάλαντα: ὅτι παρέλκει τὸ πάντα.
δέκα πάντα τάλαντα: παρέλκει τὸ πάντα. ἢ τὰ πάντα δέκα.
δέπας περικαλλές, ὅ οἱ Θρῇκες πόρον ἄνδρες: ὡς φιλοπόται οἱ Θρᾷκες ποτήρια χαρίζονται.
ἐξεσίην: Ἀρίσταρχος δασύνει τὴν δευτέραν συλλαβήν· παρὰ γὰρ τὸ ἵημι, φησίν, ἐγένετο· ἐπιφέρει γοῦν· «πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες». παρὰ δὲ τὸν ἥσω μέλλοντα ἡ ἑσία ἐγένετο καὶ ἡ ἐξεσία, ὡς καὶ παρὰ τὸ θήσω θεσία· «πῇ δὴ συνθεσίαι τε;». τὸ αὐτὸ καὶ ἐπὶ τοῦ «τῶν ἕνεκʼ ἐξεσίην», οἶον τὴν ἔκπεμψιν. οὕτως δὲ καὶ Νικίας. Νεοπτόλεμος δὲ ὁ Παριανός, λέγων παρὰ τὸ ἐξιέναι πεποιῆσθαι τὴν λέξιν, ἀξιοῖ ψιλοῦν. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ πείθεσθαι· ἠπίστατο γὰρ ὁ ποιητὴς καὶ τὸν ἥσω μέλλοντα δασυνόμενον, «ἥσω γὰρ καὶ ἐγώ». παρὰ δὲ τοὺς μέλλοντας ὁριστικοὺς ἐγένετο τὰ τοιαῦτα ὀνόματα, οὐ παρʼ ἐνεστῶτας ἀπαρεμφάτου ἐγκλίσεως· θύσω γοῦν θυσία, ἄξω ἀξία, δώσω δοσία, προδώσω προδοσία. οὕτως οὖν καὶ παρὰ τὸν ἥσω ἑσία καὶ ἐξεσία.
ἐξεσίην: δημοσίαν ἔκπεμψιν. δασύνεται δὲ ἡ δευτέρα συλλαβή, παρὰ τὸ ἥσω ἑσία καὶ ἐξεσία. οἱ δὲ ψιλοῦσι διὰ τὸ ὄνομα γεγενῆσθαι.
φείσατο: ἢ ὡς πολυτελοῦς, ἢ ὡς φυλασσομένων τῶν ξενίων.
αἰθούσης: αἴθουσαι στοαί, παρὰ τὸ πῦρ ἐν αὐταῖς κάεσθαι.
αἱ πρόστωοι, παρὰ τὸ ὑπὸ τοῦ ἡλίου καταίθεσθαι.
αἰσχροῖσιν: κακοῖς· καὶ «αἴσχιστος δὲ ἀνήρ» ἀντὶ τοῦ κάκιστος.
ἐνίσσων: Αἰολεῖς, ἀπὸ τοῦ ἐνίπτων.
ἔρρετε: ἀπέρρετε.
λωβητῆρες: ψεῦσται· «οὔ τί σε λωβεύω, τέκνον φίλον». οἱ δὲ ἐκ τῶν δύο ἐπονείδιστοι· λώβη γὰρ ἡ ὕβρις.
οὔ νυ καὶ ὑμῖν οἴκοι ἔνεστι γόος: ὡς οὐκ ἔχοντες πένθος ἐμὲ παραμυθεῖσθε· ἐμοί, φησί, συμπαθήσοντες ἥκετε, οὐχὶ δὲ ἕκαστος ἴδιον ὁρίζετε πένθος τὸν θάνατον Ἕκτορος. βούλεται δὲ λέγειν ὅτι δεῖ ἕκαστον οἴκοι μένοντα πενθεῖν τὸν Ἕκτορα.
κηδήσοντες: βαρήσοντες τὸν ἐν κήδει ὄντα παραμυθησάμενοι.
ἦ οὔνεσθε: ἐκφαυλίζετέ με ὡς μόνον δεινῶς πάσχοντα, καὶ δοκεῖτε αὐτοὶ οὐδὲν ἔχειν οὐδὲ κοινὸν εἶναι τὸ κακόν.
οἷον μικρὸν καὶ φαῦλον οἴεσθε τὸ συμβεβηκός.
οὔνεσθε: ἡ διπλῆ, ὅτι οὔνεσθε ἐκφαυλίζετε καὶ οὐδενὸς ἄξιον ἡγεῖσθε.
ἢ οὔνεσθε: οὕτως αἱ Ἀριστάρχου «ἢ ὀνόσασθε»· ἐμέμψασθε καὶ ἐξεφαυλίσατε. βούλεται δὲ λέγειν «ἐμοὶ συλλυπησόμενοι, καὶ οὐχὶ ἕκαστος ἴδιον κακὸν νομίζων τὴν Ἕκτορος ἀπώλειαν».
ἀτὰρ γνώσεσθε: μαθήσεσθέ γε μήν.
μαθήσεσθε πάσχοντες κακῶς ὅτι Ἕκτωρ ἀπώλετο.
ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε:ῥηΐτεροι μὲν ἦτε, νῦν δὲ μᾶλλον. ἢ ἀντὶ ἁπλοῦ τὸ ῥηΐτεροι.
καὶ πρὶν μὲν ῥᾴδιοι τοῖς Ἕλλησιν ἦτε, εἰ μὴ Ἕκτωρ ἠρίστευε· νῦν δὲ ῥᾳδιώτεροι γενήσεσθε, ἤτοι εὐκόλως τῇ καθʼ ἡμῶν χρήσονται μάχῃ.
πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε ὀφθαλμοῖσιν ἰδεῖν, βαίην δόμον Ἄϊδος εἴσω: βραχὺ διασταλτέον μετὰ τὸ ἰδεῖν πρὸς τὸ σαφέστερον.
σκηπανίῳ: ῥάβδῳ, σκήπτρῳ.
δίεπʼ ἀνέρας: δασέως δίἑπε, παρὰ τὸ ἕπω δασυνόμενον· οὕτως καὶ Ἀρίσταρχος καὶ οἱ πλείους· οἷον διὰ τῶν ἀνδρῶν ἐπορεύετο καὶ διΐστα αὐτούς. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως.
δίεπʼ ἀνέρας: διὰ τῶν ἀνδρῶν ᾔει. καὶ δασύνεται ἡ δευτέρα συλλαβή. οἱ δὲ διεῖργε καὶ διΐστα τοὺς ἄνδρας. οἱ δὲ «δίʼ ἐπʼ ἀνέρας», ἵνʼ ᾖ «δίʼ ἐπʼ» ἐδίωκεν ἐπί, ὅ ἐστιν ἐπεδίωκεν.
οἱ δʼ ἴσαν ἔξω σπερχομένοιο γέροντος: τὸ ἔξω ἑκατέροις δύναται συντάττεσθαι· βέλτιον δὲ τοῖς ἄνω.
σπερχομένοιο: ἐπειγομένου ἐν τῷ διώκειν, ἢ σπέρχοντος. τοῦτο πρὸς τὸ θυμῶδες καὶ ἀπειθὲς τῶν ὠστιζομένων τῶν εἰς τὰ βασίλεια οἰκημάτων.
υἱάσιν: τινὲς ἀπὸ τοῦ υἱάς, ὡς Ἀρκάς.
ὁμόκλα: ἤπιος μέν ἐστιν, ὥς πού φησιν «οἷς δʼ ὁ γέρων μετέῃσι» καὶ «ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος ἦεν». δύσκολον δὲ νῦν αὐτὸν εἴργασται τὸ πένθος.
καὶ ἤπιος μὲν ἀεί ἐστι· νῦν δὲ ἡ λύπη Ἕκτορος καὶ τὸ πένθος δύσκολον αὐτὸν ἐποίησεν ἀπειρηκότα τοῦ ζῆν.
νεικείων Ἕλενόν τε—δῖον Ἀγαυόν: οἰκεῖον μὲν τῷ πάθει τὸ δυσκολαίνειν πρὸς πάντας. λεληθότως δὲ Ὅμηρος κατάλογόν τινα πεποίηται τῶν ὑπολειπομένων Πριάμῳ παίδων.
Δηΐφοβον: Ἀλεξάνδρου—ἔγημεν αὐτήν. ἡ ἱστορία παρὰ Λυκόφρονι
καὶ Ἱππόθοον καὶ ΔΙΟΝ ἈΓΑΥΟΝ: ὅτι ὁμώνυμος ὁ Ἱππόθοος τῷ Πελασγῷ· «Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν». καὶ ὅτι ἄδηλον, πότερόν ἐστι τὸ κύριον ὁ ΔΙΟΣ ἢ ὁ ἈΓΑΥΟΣ.
καὶ Δῖον ἀγαυόν: Φερεκύδης τὸν Δῖον νόθον υἱὸν Πριάμου φησίν. ἔσται οὖν τὸ ἀγαυόν ἐπίθετον.
ἐννέα: ἢ τῶν ἐξ Ἑκάβης ἐννεακαίδεκα οὗτοι ὑπελείποντο, ἢ τῶν πεντήκοντα
σπεύσατε: πᾶν γὰρ αὐτῷ βραδὺ φαίνεται πρὸς τὰ λύτρα, κἂν ᾖ ταχύ.
κατηφόνες: ὡς Μακεδόνες. οὕτως Ἀρίσταρχος, καὶ ἄμεινον· θηλυκῇ γὰρ προσηγορίᾳ ὀνειδίσαι τοὺς υἱοὺς ἠθέλησεν, οἱονεὶ κατήφειαι. Κράτης μέντοι «κατηφέες» γράφει.
κατηφόνες: ὡς Κηληδόνες, Σειρηδόνες. ἔστιν οὖν μᾶλλον θηλυκά, εἰς μαλακίαν αὐτοὺς ἐπισκώπτοντος τοῦ πατρὸς ὡς στυγνίας αἰτίους. ἀπὸ τοῦ κατηφῶ κατηφών, ὅθεν φησὶ «στῆ δὲ κατηφήσας», ὡς εἴκω εἰκών. οἱ δὲ ἄξιοι τοῦ φονεύεσθαι. ὁ δὲ Νέστωρ ἐπὶ τῆς θυσίας εἶπεν· «καρπαλίμως μοι, τέκνα φίλα».
ἄλλως· κατηφὼν παρὰ τὸ φῶ, οὗ παράγωγον φάω, ὁ κάτω ἔχων τὰ φάη διʼ αἰσχύνην ἢ διʼ ὀνειδισμὸν ἢ διὰ λύπην.
ὠφέλετε: καὶ Καλλίμαχος· «μὴ ὀφέλετʼ ἀλλήλοισιν ἐπὶ πλέον ὄμματα δῦναι».
ὤ μοι ἐγὼ πανάποτμος, ἐπεὶ—πάντα λέλειπται: ἠθικὴ ἡ μεταξὺ ἀναφώνησις. ὀργιζόμενος δὲ τοῖς λελειμμένοις ἀφορμὴν ἔσχεν ἀποδύρεσθαι τοὺς τετελευτηκότας. ἐλεεινὸν δὲ καὶ τὸ ἐπὶ τέκνῳ· οὐ γὰρ δεινὸν τὸ μὴ γεννῆσαι ὡς τὸ γεννηθέντας ἀπολέσαι. πάντα δὲ κινητικά· στενάζει, προστάσσει, λοιδορεῖ.
πανάποτμος: περὶ πάντα δυστυχής.
Μήστορα τʼ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην: ἐντεῦθεν Σοφοκλῆς ἐν Τρωΐλῳ φησὶν αὐτὸν λοχηθῆναι ὑπὸ Ἀχιλλέως ἵππους γυμνάζοντα παρὰ τὸ Θυμβραῖον καὶ ἀποθανεῖν. ὑπονοήσειε δʼ ἄν τις τὸν Μήστορα πρεσβύτατον εἶναι τῶν Πριαμιδῶν, καὶ τὸν Τρωΐλον οὐ παῖδα, διότι ἐν τοῖς ἀρίστοις καταλέγεται.
Τρωΐλον ἱππιοχάρμην: ὅτι ἐκ τοῦ εἰρῆσθαι ἱππιοχάρμην τὸν Τρωΐλον οἱ νεώτεροι ἐφʼ ἵππου διωκόμενον αὐτὸν ἐποίησαν. καὶ οἱ μὲν παῖδα αὐτὸν ὑποτίθενται, Ὅμηρος δὲ διὰ τοῦ ἐπιθέτου τέλειον ἄνδρα ἐμφαίνει· οὐ γὰρ ἄλλος ἱππόμαχος λέγεται.
ὃς θεὸς ἔσκε—ἀλλὰ θεοῖο: οὐ μόνον διʼ ἀρετὴν ἐξαίρετος ὁ τοῦ Ἕκτορος ἔπαινος, ἀλλὰ καὶ διὰ τὸ πρόσφορον τῆς συμφορᾶς. ἠθικῶς δὲ κρείττονά φησι ὁ Πρίαμος τὸν παῖδα τοῦ δοκεῖν ἐξ ἑαυτοῦ γεγενῆσθαι.
οὐδὲ ἐῴκει ἀνδρός γε—θεοῖο: Στησίχορος Ἀπόλλωνος αὐτόν φησιν, οὐ νοήσας τὴν ὑπερβολήν.
ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι: οὐκ ἐν πολέμοις· ἐκείνην γὰρ τὴν ὄρχησιν σεμνύνει· «καὶ ὀρχηστήν περ ἐόντα»· τὴν δὲ μαλακὴν ἀποδοκιμάζει.
ἐπιδήμιοι ἁρπακτῆρες: ἐν τῷ ἰδίῳ δήμῳ πρὸς τὸ ἀδικεῖν γενναῖοι· ἔνθεν τὸ «οἴκοι μὲν λέοντες, ἐν μάχῃ δʼ ἀλώπεκες»
ἐπιθεῖτε: ὡς τὸ «διακρινθεῖτε».
ἐπιθεῖτε: ἐπιθείητε.
οἱ δʼ ἄρα πατρὸς ὑποδδείσαντες ὁμοκλήν: δεόντως σιωπῶσιν· οὐ γὰρ ἀντιλέγειν ἔδει πατρὶ πενθοῦντι.
ἐκ μὲν ἅμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην: ἐκ μέν ἔξω μέν. πρᾶγμα δὲ βιωτικὸν καὶ κοινὸν ἐκόσμησε ποιητικῶν λέξεων ποικιλίᾳ.
πρωτοπαγέα: πρώτως παγεῖσαν, ὅ ἐστιν ἐξόχως. ἢ πρῶτον πεπηγυῖαν, ὅ ἐστι καινήν· ἔστι γὰρ τὸ μὲν τάξεως, τὸ δὲ ποιότητος.
κὰδ δʼ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον: τὸ ἑξῆς καθῄρουν.
πύξινον ὀμφαλόεν—ἀρηρός: οὐκ ἦν παρὰ Ζηνοδότῳ οὗτος ὁ στίχος.
ὀμφαλόεν: ὑπεροχὰς ἔχον ἐν μέσῳ τινάς, αἷς περιειλοῦνται οἱ ἱμάντες. οἱ δέ, ἐν μέσῳ ὀμφαλὸν ἔχον, ᾧ προσδεῖται ἱμᾶσιν ὁ ῥυμός.
οἰήκεσσιν: κρίκοις, διʼ ὧν ἐνειρόμεναι αἱ ἡνίαι τοὺς ἵππους οἰακίζουσιν· ἡ γὰρ ἡνία τρόπον τινὰ οἴηξ ἐστὶ τοῦ ἅρματος.
οὕτως δὲ εἴρηκε κρίκους τινάς, διʼ ὧν αἱ ἡνίαι διείρονται καὶ οἰακίζουσι τοὺς ἵππους.
ζυγόδεσμον: ἱμάντα ἢ σχοινίον, ὃ δεσμεῖ τὸν ζυγόν.
τό: τὸ ζυγόδεσμον.
πέζῃ: πέζα τὸ ἄκρον καὶ ἐπὶ γῆς, ἢν λυθῇ ὁ ῥυμός, φερόμενον. καὶ ἐπὶ ἱματίου πέζα τὸ πρὸς τῇ γῇ μέρος.
πέζῃ ἐπὶ πρώτῃ: πᾶν τὸ ἄκρον πέζα καλεῖται. ἔχει δὲ ὁ ῥυμὸς πέζας δύο, τὴν πρὸς γῆν καὶ τὴν πρὸς τὸ ζυγόν. τὴν οὖν πρὸς τὸ ζυγὸν πρώτην λέγει.
πέζῃ ἐπὶ πρώτῃ: ὅτι πρώτῃ ἀντὶ τοῦ ἄκρᾳ· «ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ».
ἕστορι βάλλον: δασέως, ἀπὸ τῆς ἕσεως· τὸν γὰρ βαλλόμενον πάσσαλον ἐπʼ ἄκρου τοῦ ζυγοῦ νοητέον.
ἕστορι: τῷ κατὰ τὸ ἄκρον τοῦ ῥυμοῦ ἐμπεπηγότι πασσάλῳ, περὶ ὃν ὁ κρίκος ἐνηλωμένος τῷ ζυγῷ ἐντίθεται, ὃς καλεῖται ἕστωρ. δασύνεται δὲ ἀπὸ τῆς ἕσεως.
ἕστορι: τῷ πεπηγότι πασσάλῳ κατὰ τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ, περὶ ὃν τὰ ζυγόδεσμα εἰλεῖται καὶ ὁ κρίκος ἔγκειται.
τρὶς δʼ ἑκάτερθεν ἔδησαν ἐπʼ ὀμφαλόν: ἑκατέρωθεν ἔδησαν ἀμφαλλάσσοντες τὸν ἐν μέσῳ τοῦ ζυγοῦ ὀμφαλόν, ἵνα μὴ ἑτεροκλινὴς ᾗ.
ὑπὸ γλωχῖνα δʼ ἔκαμψαν: ὑπὸ τὴν γωνίαν τὴν γεγονυῖαν ἐκ τοῦ ῥυμοῦ καὶ τοῦ ζυγοῦ· ὅταν γὰρ συνδεθῇ τῷ ῥυμῷ ὁ ζυγός, ἀποτελοῦνταί τινες γωνίαι. δηλοῖ δὲ καὶ τὴν γλωσσίδα. ἔκαμψαν δὲ ἔκοψαν, ὑπέκοψαν, ἀπετερμάτισαν, ἵνα μὴ κρέμηται ὁ ἱμάς.
ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπʼ ἀπήνης νήεον—ἄποινα: διασταλτέον μετὰ τὸ φέροντες πρὸς τὸ σαφέστερον.
ἡμιόνους … ἐντεσιουργούς: οὐ τοὺς μετὰ κανθηλίων νωτοφοροῦντας, ἀλλὰ τοὺς ἅρματα ἕλκοντας. καὶ Πίνδαρος τὰ ἅρματα ἔντεά φησιν· «ἱππείοις ἔντεσι μέτρα». ἢ τοὺς ἑτοίμους πρὸς τὰ ἔργα.
ἐντεσιεργούς: τοὺς ὑποζυγίους καὶ μὴ ψιλῶς νωτοφόρους, ἀλλὰ τήν τε ἅμαξαν καὶ τὴν πείρινθα ἕλκοντας, ἅπερ καὶ ἔντεά φησιν.
τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν: Μυσοὶ πλησίον ὄντες «Ἐνετῶν, ὅθεν ἡμιόνων γένος». ἢ ὡς καὶ παρὰ Μυσοῖς διαφόρων ὄντων· Ἀνακρέων· «ἱπποθόρων δὲ Μυσοί εὗρον μίξιν ὄνων» πρὸς ἵππους, ἐξ ὧν ἡμίονοι. καὶ νῦν μὲν ἀρσενικῶς εἶπεν, ἑξῆς δὲ «τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων».
τούς: ὁ ἡμίονος καὶ ἡ ἡμίονος, διχῶς.
τὼ μὲν ζευγνύσθην: τούτοις γὰρ διὰ τῶν Πριαμιδῶν τὸ ζεῦγμα παρεσκευάζετο. καὶ οἰκοδομεῖ μὲν ὁ ἐργάτης, οἰκοδομεῖται δὲ ὁ χορηγός· καὶ γλύφει μὲν ὁ γλυφεύς, γλύφεται δὲ ὁ δεσπότης· ζεύγνυσι μὲν ὁ ὑπηρετῶν, ζεύγνυται δὲ ὁ προστάσσων.
ζευγνύσθην: ζευγνύναι προσέτασσον.
κῆρυξ καὶ Πρίαμος—ἔχοντες: ὅτι εἰ μὴ προσέθηκε τὸν στίχον, οἱ θέλοντες συγχεῖσθαι τὰ δυϊκὰ παρʼ Ὁμήρῳ, Ἐρατοσθένης καὶ Κράτης, ἔλεγον ἂν ἐπὶ τῶν ἐννέα Πριαμιδῶν τετάχθαι «τὼ μὲν ζευγνύσθην».
τετιηότι: περιλύπῳ.
λείψαντε: συλληπτικῶς· μόνος γὰρ σπένδει ὁ Πρίαμος.
αἴτει δʼ οἰωνόν, ταχὺν ἄγγελον— δεξιόν: τὸ ἑξῆς αἴτει δʼ οἰωνὸν δεξιόν. τὰ δὲ ἄλλα διὰ μέσου.
αἴτει δʼ οἰωνόν: γυναικεῖον τὸ ἦθος τὸ ἐπὶ μαντείας καταφεύγειν, εἴ τί που περίφοβον σχοῖεν.
ταχύν: ἐν ἄλλῳ «ἑόν ἄγγελον».
«ἑόν» ἀγαθόν· οἱ δὲ τὸν αὐτοῦ.
ὅς τέ οἱ αὐτῷ: ἐγκλιτικῶς ἀναγινώσκουσι τὴν οἵ, ἐπεὶ εἰς ἁπλῆν ἡ μετάληψίς ἐστιν, ὁμοίως τῷ «ἀλλά οἱ αὐτῷ Ζεύς».
ἐγκλιτέον τὴν οι.
φίλτατος οἰωνῶν: ἢ ὅτι τῇ αὐτῇ ἡμέρᾳ αὐτῷ ἐγεννήθη· ἢ ὅτι ὁρμῶντι αὐτῷ ἐπὶ τὴν βασιλείαν ἐφάνη καὶ ἐνεφάνισεν αὐτῷ τὰ μέλλοντα· τινὲς δέ φασιν ὅτι γεννηθέντα Δία εἰς οὐρανὸν ἐκόμισεν· οἱ δὲ ὅτι Μέροψ ὁ Κῷος ἀπαύστως ἐπένθει τὴν γυναῖκα· ξενίσας δὲ τὴν Ῥέαν μετεβλήθη καὶ συμπάρεστιν ἀεὶ τῷ Διΐ.
φασὶν ἐπὶ τὴν βασιλείαν ὁρμῶντι αὐτῷ αἰετὸν φανῆναι σύμβολον τῆς εὐτυχίας καὶ τοῦ κράτους, ἔνθεν αὐτὸν τῶν ἄλλων ἐφίλει.
καί εὑ κράτος ἐστὶ μέγιστον: ὅτι Ζηνόδοτος γράφει «καὶ οὗ». ἔστι δὲ ἀντὶ τοῦ ἑαυτοῦ, καὶ ἀδιανόητος ὁ λόγος.
μάλιστα: γράφεται «μέγιστον».
Δαναῶν ταχυπώλων: γράφεται «χαίρων ἐνὶ θυμῷ».
οὐκ ἂν ἔγωγέ σʼ ἔπειτα ἐποτρύνουσα κελοίμην:ἐξ ἀντικειμένου φησὶν ὅτι κωλύσω σε.
οὐ μέν τοι τόδʼ ἐφιεμένῃ ἀπιθήσω: πείθεται Πρίαμος οὐκ ἀπιστῶν Ἴριδι, ἀλλὰ θαρρῦναι αὐτὴν θέλων.
ἀκήρατον: ἀθολώτατον.
καθαρόν, ἀθόλωτον, ἀμίαντον.
χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα: ἀθετεῖται, ὅτι παρὰ τὸ σύνηθες αὐτῷ χέρνιβον τὸ ἀγγεῖον τὸ ὑποδεχόμενον τὸ ὕδωρ, ὡς ἡμεῖς. τοῦτο δὲ αὐτὸς εἴωθε καλεῖν «λέβητα», τὸ δὲ κατὰ τῶν χειρῶν διδόμενον ὕδωρ «χέρνιβα». ἔνιοι δὲ διπλῇ σημειοῦνται ὡς ἅπαξ ἐνταῦθα εἰρημένον.
χέρνιβον: τινὲς ἀθετοῦσιν, ὅτι τὸ χειρόνιπτρον νῦν δηλοῖ. ἀεὶ δὲ τὸ ὕδωρ παρὰ τῷ ποιητῇ.
χέρνιβον ἀμφίπολος πρόχοόν θʼ ἅμα χερσὶν ἔχουσα: ἡ Μασσαλιωτικὴ «χέρνιβα ἀμφίπολος ταμίη μετὰ χερσὶν ἔχουσα» διὰ τὸ μὴ εἰρῆσθαι νῦν συνήθως αὐτῷ ἐπὶ τῶν ὑδάτων, ἀλλʼ ἐπὶ τοῦ σκεύους τὰ «χέρνιβα», εἰ μὴ ἄρα ἑνικῶς ἐνθάδε γραπτέον χέρνιβον ἀμφίπολος.
χέρνιβον: οὐχ ὥς τινες τὸ ἀγγεῖον· ἐπιφέρει γὰρ πρόχοόν θʼ ἅμα. ἀεὶ δὲ παρὰ τῷ ποιητῇ τὸ ὕδωρ δηλοῖ.
κύπελλον ἐδέξατο ἧς ἀλόχοιο: ὅτι λείπει ἡ παρά.
εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ: ὅτι ἐλλείπει ἡ πρόθεσις, ἀντὶ τοῦ ἐν μέσῳ ἕρκει στὰς εὔχετο.
λείπει ἡ ἔν.
εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ: ἐν μεσάταις ταῖς αὐλαῖς ἑρκίου Διὸς ἦν βωμός, πρὸς ὃν καταφυγὼν ἔσφακται Πρίαμος.
ἐν τῷ μέσῳ τῆς αὐλῆς, ὅπου καὶ βωμὸς τοῦ ἑρκείου Διὸς ἦν, πρὸς ὃν μετὰ τὴν ἅλωσιν φυγὼν ἀπέσφακται.
δός μʼ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν: ὡς μὴ ἐχθρῶς προσδεχθῆναι. ἐλεεινὸν δὲ ἐλέου ἄξιον. καὶ ὡς ἐχθρὸς μὲν τῆς ἔχθρας αἰτεῖται λύσιν, ὡς δὲ δυστυχὴς ἐλέου τυχεῖν.
ἐς Ἀχιλλῆος: πρὸς Ἀχιλλέα. ἤμελλε γὰρ αὐτὸν ἔνδον εὑρήσειν.
ταχύν: ἐν ἄλλῳ «ἑόν ἄγγελον».
μάλιστα: γράφεται «μέγιστον».
αὐτίκα δʼ αἰετὸν ἧκε, τελειότατον πετεηνῶν, μόρφνον θηρητῆρα: ὁ μὲν Ἀχιλλεύς ἐστιν ἐπὶ τοῦ τοῦ κρείττονος προσχήματος. πιθανῶς δὲ οὐδὲν ἔχει ὁ ἀετός, ὅπως σημαίνῃ Πριάμῳ ὅτι οὐ μὴ συλληφθῇ ὑπὸ τῶν φυλάκων. μέλας δὲ ὢν τῆς εἰσόδου ἐδήλου τὸ λαθρίδιον, ὁ δὲ θηρητὴρ τὸ ἐπιτευκτικόν. οὐδὲν δὲ κτείνων οὐδὲ ἁρπάζων φαίνεται ἀλλʼ ἥμερος, τοιοῦτον δηλῶν ἔσεσθαι Ἀχιλλέα.
τελειότατον πετεηνῶν: ὅτι οὐ τὸν τῷ σώματι τέλειον, ἀλλὰ τὸν ἐπιτελεστικώτατον.
τελειότατον πετεεινῶν: ἐπιτελεστικὸν εἰς ἃ ἂν ὀφθείη. ἢ τὸν ἐν ἀξιώματι ὑπερέχοντα, ὡσεὶ καὶ λέοντα ἔφη τελειότατον θηρῶν, τουτέστι βασιλικώτατον. ἢ τὸν τῶν ἀετῶν τελειότατον τὸν πύγαργόν φησιν.
μόρφνον: μόρφνον ὡς «ὕπνον» καὶ οὕτως ἔχει ἡ ἀνάγνωσις. εἴτε μορόφονός ἐστιν, εἴτε παρὰ τὴν ὄρφνην ἐσχημάτισται πλεονάσαντος τοῦ μ κατʼ ἀρχήν, ἵνα σημαίνηται ὁ μέλας, εἴτε παρὰ τὸ μάρπτω μάρφνος ἐστὶ καὶ μόρφνος ὁ συλλαμβάνων, ἐξ οὗ σημαίνεται ὁ ταχύς, κατὰ πάντα τρόπον ὀφείλει βαρύνεσθαι διά τε τοὺς σχηματισμοὺς καὶ τὸν χαρακτῆρα· τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα, μὴ ἔχοντα παρασχηματισμὸν θηλυκοῦ γένους, ἔχοντα δὲ πρὸ τέλους τὴν ορ συλλαβὴν πάντα βαρύνεται, ὑπεσταλμένων τῶν εἰς μος ληγόντων, οἷον «χόρτος» «φόρτος» «ὅρκος», Ὄρθος τὸ μονογενές, πόρνος· οὐ γὰρ θηλυκὸν αὐτοῦ τὸ πόρνη. οὕτως δὲ θέλει καὶ τὸ «πτόρθος» οὕτω μόρφνος. παρεφύλαξα δὲ τὰ εἰς μος διὰ τὸ κορμός, φορμός. τὸ μέντοι «περκνός» ὀξύνεται ὁμοίως τῷ πυκνός. οὕτως καὶ ὁ Ἀσκαλωνίτης, μεταλαμβάνων εἰς τὸν μέλανα. καὶ ἐμοὶ δὲ δοκεῖ οὕτως ἔχειν ὑγιῶς, ἐπεὶ οὐδὲ παραλήγεται τῇ ορ συλλαβῇ, ὡς καὶ τὰ προκείμενα. ὁ μέντοι Ἀρίσταρχος ἀετοῦ εἶδος καὶ βαρύνει. ἀλλʼ οὖν γε ἐπείσθη ἡ παράδοσις τοῖς ὀξύνουσιν.
περκνὸς ὡς πυκνός.
μόρφνον: ἀπὸ τοῦ μεμοιρῆσθαι περὶ τὸν φόνον, ἢ μόρον ἐπάγειν. οἱ δὲ εὔμορφον, οἱ δὲ μάρπτοντα. περκνὸν δὲ μέλανα, ὡς βότρυν, ὃν καὶ περκάζειν φασίν.
ὅσση δʼ ὑψορόφοιο θύρη θαλάμοιο— ἀφνειοῖο: τῶν γὰρ τοιούτων καὶ μέγισται αἱ θύραι, μάλιστα καὶ φιλοτίμου ὄντος τοῦ κατασκευάσαντος.
ἘΥΚΛΗΪΣ ἀραρυῖα: ὅτι δύναται καὶ κατὰ σύνθεσιν ἐϋκλήϊς, εὐεπίκλειστος, χωρὶς δὲ τὸ ἀραρυῖα. δύναται δὲ καὶ κατὰ συναλιφήν, εὖ ταῖς κλεισὶν ἀραρυῖα.
ἘΥΚΛΗΪΣ ἀραρυῖα: Ἀρίσταρχος ἐϋκλήις ὡς «ἐϋκνήμις» σύνθετον ποιῶν τὴν λέξιν· οὕτως καὶ ὁ Ἀσκαλωνίτης. εἰσὶ δέ, οἳ διεῖλον, ἐῢ κληῗσʼ ἀραρυῖα, οἷς συγκατατίθεται καὶ Τρύφων, οὐκ εὖ· ἄμεινον γὰρ ἐπιθετικῶς ἀκούειν καὶ μὴ πάθος ἐκδέχεσθαι πληθυντικῆς δοτικῆς, λέγω δὲ τὸ τῆς ἐκθλίψεως. ὃ δέ φημι, τοιοῦτόν ἐστιν ὡς ὅτι ἐκθλίβεται μὲν τὸ ι τῆς δοτικῆς παρὰ τῷ ποιητῇ καὶ ἑνικῆς ὑπαρχούσης καὶ πληθυντικῆς, «κερκίδʼ ὕφαινε», «χέρσʼ ἐρετάων», «καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν», οὔ γε μὴν τὸ ἀπὸ τῶν εἰς ις ἐκτεταμένον θηλυκῶν. εἰ δʼ ἡ προκειμένη λέξις κρίσεως δεῖται κατὰ τὴν ἀνάγνωσιν, δῆλον ὅτι συνθέτως ἀναγνωσόμεθα, ὅπως μὴ πληθυντικοῦ δῶμεν τὴν χρῆσιν παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ καὶ ἔκθλιψιν σημειώδη. εἰ δὴ σύνθετόν ἐστι τὸ ἐϋκλήϊς, καὶ παροξύνειν δεῖ αὐτό· μακρὸν γὰρ τὸ ι καὶ ἐν τῇ συνθέσει, ὡς ἐν τῷ κʹ τῆς Καθόλου φησὶν ὁ αὐτός· ἀπὸ γὰρ τοῦ χρόνου τὸν τόνον ἐστήσαμεν. καὶ ἐν τῷ τρίτῳ δὲ τῶν Ὀνοματικῶν περὶ τῆς ἐκτάσεως αὐτῶν ταῦτά φησιν· «ἄλλως τε εἰ ἐπιζητοῦσιν ἐκτεταμένον τὸ ι, ἔχουσιν ἐν τῷ “ἐϋκνήμις” μελαμψήφις· καὶ εἰ τοῦτο», φησί, «δῆλον ὅτι παροξύνεται.»
πτερά: καταχρηστικῶς αἱ πτέρυγες. κυρίως δὲ πτερά εἰσι τὰ πτίλα.
εἴσατο: ἐφάνη.
ὑπὲρ ἄστεος: γράφεται «διʼ ἄστεος».
γεραιὸς ἑοῦ: γράφεται «ὁ γέρων ξεστοῦ ἐπεβίσετο».
αἰθούσης: αἰθούσας τινὲς τὰ τῆς αὐλῆς τειχία. Σικελοὶ δὲ αἴθουσαν τὴν αὔλειαν θύραν, Κύπριοι δὲ παστάδα ἀμφίθυρον.
ἐριδούπου: μεγαλοήχου. καὶ ἀλλαχοῦ «κατὰ δώματα ἠχήεντα».
ἐφέπων μάστιγι: ἔμπειρος γὰρ ἡνιοχείας.
οἱ δʼ ἐπεὶ οὖν πόλιος κατέβαν, πεδίον δʼ ἀφίκοντο,οἱ μὲν ἄρʼ ἄψορροι—ἀπονέοντο: αἱ ὑποστιγμαὶ κατέβαν, ἀφίκοντο, ἡ δὲ ἀνταπόδοσις ἀπὸ τοῦ οἱ μὲν ἄρʼ ἄψορροι
οἱ μέν: τούτῳ συναπτέον τὸ «παῖδες καὶ γαμβροί».
Ζῆνʼ: πρὸς τὴν συναλιφήν, ὅτι ἐν δύο στίχοις· τὸ γὰρ πλῆρές ἐστι «Ζῆνα ἐς πεδίον φανέντε».
νʼ ἐς πεδίον προφανέντε: οὕτως τὴν συναλιφὴν διεῖλεν Ἀρίσταρχος, ἐν ἀρχῇ τοῦ στίχου τὸ ν θείς.
προφανέντε: ἐν τῇ Χίᾳ «καταβάντε».
Ἑρμεία, σοὶ γάρ τε—ἱκέσθαι: ἀπήλλαξεν ὁ ποιητὴς ζητήσεως ἡμᾶς, προσθεὶς τὴν αἰτίαν, διὰ τί νῦν τῷ Ἑρμῇ χρῆται διακόνῳ καὶ οὐ τῇ Ἴριδι· οὐ παραγγελίας μόνης ἔδει ψιλῆς, ὅπου γε οὐδὲ ἐκ τοῦ προφανοῦς ἑαυτὸν ὁμολογεῖ Πριάμῳ, ἀλλʼ ἐπὶ τῷ φιλοποιῆσαι αὐτὸν Ἀχιλλεῖ καὶ κλέψαι τὴν πορείαν· διὸ καὶ τὴν ῥάβδον ἔχει ὥστε κοιμίσαι τοὺς φύλακας καὶ ἐπεγεῖραι τὸν Πρίαμον ἐν δὲ Ὀδυσσείᾳ ἀργῶς.
ἑταιρίσσαι: συνεργῆσαι. οἱ δὲ συμπαραγενέσθαι· ὅθεν καὶ ἑταίρα ἡ συμπαραγινομένη ἄλλοτε ἄλλῳ εἰς μίξιν. ἢ φιλοποιήσασθαι· πρὸς γὰρ τὸ φίλον αὐτὸν ποιήσασθαι Ἀχιλλεῖ πέμπεται.
καί τʼ ἔκλυες: τινὲς «καί τε κλύες», καὶ λείπειν φασὶ τὸ ἀεί. ἀντὶ τοῦ κλύεις.
ὡς μήτʼ ἄρ τις ἴδῃ μήτʼ ἄρ τε νοήσῃ: ὅτι ἴδῃ καὶ νοήσῃ παραλλήλως ταὐτόν ἐστιν.
Πηλείωνα δʼ ἱκέσθαι: ὅτι οὕτως εἴρηκεν Πηλείωνα δέ εἰς Πηλείωνα ἀντὶ τοῦ πρὸς Πηλείωνα.
εἰς Πηλείωνα, ἀντὶ τοῦ πρὸς Πηλείωνα, ὁμοίως τῷ «εἰς Ἀγαμέμνονα δῖον ἄγον».
καλὰ πέδιλα: Ἀριστοτέλης αὐτὰ πτερωτὰ οἴεται, ψευδῶς.
ἀμβρόσια, χρύσεια τά μιν—ἀνέμοιο: ὅτι ἐνταῦθα ὀρθῶς κεῖνται καὶ ἐπὶ τοῦ πρὸς Καλυψὼ διαπεραιουμένου Ἑρμοῦ ἐν δὲ τῇ αʹ ῥαψωδίᾳ τῆς Ὀδυσσείας οὐκέτι.
ἀστερίσκοι παράκεινται, ὡς ἐνθένδε μετενηνεγμένων τῶν ἐν Ὀδυσσείᾳ
φέρον: οὕτω διὰ τοῦ ο φέρον.
ῥάβδον: τὴν ῥάβδον συσταλτέον κατὰ τὴν πρώτην συλλαβήν, οὐχ ὅτι παρὰ τὸ ῥάπτω ἐγένετο, ἔνθεν καὶ τὸ ῥαπίζω, ἀλλʼ ὅτι καὶ τὸ α πρὸ τοῦ β συστέλλεσθαι θέλει, ἁβρός, Ἄβδηρος, «Ἀβαρβαρέη», «ἐπιγράβδην». οὕτως οὖν ἐχέτω καὶ ἡ ῥάβδος· διὸ τὸ ἀβάλε καὶ κατὰ τοῦτο ἐσημειοῦτο.
ῥάβδον: ταύτην Ἀπόλλων αὐτῷ δέδωκεν, ὡς τὰς βοῦς ἐβουκόλει Ἀδμήτου, ὥς φησι Φερεκύδης. καὶ οἱ μὲν παρὰ τὸ ῥᾷον βαδίζειν ἐκτείνουσιν, οἱ δὲ παρὰ τὸ ῥαπίζειν συστέλλουσιν, ὃ καὶ ἄμεινον· τὸ γὰρ α πρὸ τοῦ β συστέλλεσθαι θέλει, εἰ μὴ κατὰ διάλεκτον ἐκτροπὴ τοῦ η εἴη.
τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει: ὕπνου γὰρ καὶ ἐγέρσεως δεσπόζει· ὁ γὰρ λόγος κηλεῖ τε καὶ ἀναπτεροῖ. καὶ τὴν εὐαρμοστάτην λύραν ἐξεῦρεν, ᾗ κηλεῖ τε καὶ κινεῖ τοὺς πολέμους.
ἐθέλῃ: οὕτως Ἀρίσταρχος διὰ τοῦ ε. αἱ δὲ κοιναὶ διὰ τοῦ η, ἐθέλῃ.
αἶψα δʼ ἄρα Τροίην: ἐν ἄλλῳ «αἶψα δʼ ἄρʼ ἐς Τροίην»
αἰσυητῆρι: Ἀρίσταρχος «αἰσυμνητῆρι», τουτέστι βασιλικῷ.
αἰσυμνητῆρι ἐοικώς: οὕτως αἰσυμνητῆρι, βασιλεῖ τὴν μορφὴν ἐοικώς. καὶ ἀλλαχοῦ «παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασιν».
αἰσυητῆρι: οἱ μὲν ὄνομα ἡλικίας, οἱ δὲ ἐρρωμένῳ παρὰ τὴν εὔσοιαν, οἱ δὲ εὐδαίμονι, οἱ δὲ ἐπιτελεστικῷ παρὰ τὴν αἶσαν, οἱ δὲ εὐμοίρῳ καὶ σεμνῷ, ἵνα ἐκπλήξῃ Πρίαμον, οἱ δὲ κοσμίῳ πρὸς τὸ μὴ δέξασθαι δῶρα παρὰ Πριάμου, οἱ δὲ κεκινημένῳ παρὰ τὸ ἀΐσσειν, οἱ δὲ νομίῳ. Ἀρίσταρχος δὲ γράφει «αἰσυμνητῆρι», ὅ ἐστι βασιλεῖ κατὰ τὴν μορφὴν ὁμοιούμενος, οἱονεὶ αἰσιονομητῆρι· οἱ γὰρ βασιλεῖς τὸ αἴσιον ἑκάστῳ νέμουσι. κούρῳ δέ, ὅπως αἰδεσθῇ τὸ γῆρας Πριάμου.
πρῶτον ὑπηνήτῃ: μεθόριον ἡλικίας ἀνδρὸς καὶ παιδός, ἁβρότερον μὲν ἢ κατʼ ἄνδρα, γενναιότερον δὲ ἢ κατὰ παῖδα. περὶ τοὺς τοιούτους ἦν καὶ ὁ Σωκρατικὸς ἔρως. καὶ μύσταξ μὲν αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες, τὸ δὲ κάτω πάππος, τὸ δὲ ἐξ ἀμφοῖν ὑπήνη, «καὶ μολύνων τὴν ὑπήνην» οἱ δὲ κοινῶς εἶπον τὸ γένειον. πρῶτον ὑπηνήτῃ· ἀρχομένῳ γενειάζειν.
χαριεστάτη ἥβη: χαριεστάτη πρὸς τὰς πράξεις. ἢ μίξεως ἀντιποιουμένη· «χάριν» γὰρ ταύτην καὶ Πίνδαρος εἶπεν.
ὄφρα πίοιεν: διὰ γὰρ τὸ πένθος τοῖς κτήνεσιν οἴκοι ποτὸν οὐκ ἔδοσαν.
ἐν: ἀντὶ τοῦ παρά.
δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν: ἀόριστος ἀντὶ τοῦ ὑπερσυντελίκου.
ἐξ ἀγχιμόλοιο: ἐκ τοῦ σύνεγγυς γεγονότα.
ἐφράσσατο κῆρυξ: ἔγνω, συνεῖδε. Πρίαμος δὲ ὅλος ἐστὶ περὶ τὸ πῶς παρακαλέσει τὸν Ἀχιλλέα· διὸ οὐχ ὁρᾷ. ὁ δὲ κῆρυξ μᾶλλον τῆς ἰδίας σωτηρίας ἢ τῆς τοῦ νεκροῦ λυτρώσεως φροντίζει. τῷ δὴ τοιούτῳ ἤθει καὶ τὰ ἑξῆς ἀκολουθεῖ· φεύγειν γοῦν συμβουλεύει
φραδέος: συνετοῦ· ὅθεν καὶ «ἀφραδέες» οἱ ἀσύνετοι.
διαρραίσεσθαι: ἀντὶ τοῦ διαρραισθήσεσθαι. ἴδιον δὲ τῶν βαρβάρων ἀεὶ τὰ χείρω προσδοκᾶν καὶ πρὸς φυγὴν ἑτοίμους εἶναι.
φεύγωμεν ἐφʼ ἵππων: καταλείψαντες αὐτῷ τὰ τῆς ἀπήνης, ἵνα σχολῇ τῇ περὶ αὐτὰ ὑπερίδῃ ἡμῶν.
ἤ μιν ἔπειτα —ἐλεήσῃ: δηλονότι ἐν δευτέρᾳ τάξει τοῦτο γιγνέσθω.
σὺν δὲ γέροντι νόος χύτο— στῆ δὲ ταφών: ἄκρως μεμέρισται ὁ λόγος περὶ μὲν τοῦ φυγεῖν καὶ τοῦ δεῖν ἱκετεύειν τῷ ταπεινοτέρῳ προσώπῳ· τὸν δὲ Πρίαμον συγχυθῆναι μὲν τὸν νοῦν καὶ ὀρθὰς αὐτῷ τὰς τρίχας στῆναι καὶ ἐκπλαγῆναι, οὐ μέντοι ἀγενές τι προϊέμενον, πεποίηκε. τὴν δὲ ταραχὴν τῆς διανοίας μεμίμηται διὰ τοῦ ὑπερβατοῦ
ταφών: μὴ δυνάμενος φωνῆσαι τῇ ἐκπλήξει.
χεῖρα … ἑλών: πρὸς πίστιν ἡ δεξιά.
πῇ: πῇ εἰς τόπον καὶ τὸ ποῖ, τὸ δὲ «πόθι» ἐν τόπῳ, τὸ δὲ «ποῦ» ἄμφω.
πάτερ: δεύτερον τῆς δεξιᾶς αὐτὸν τοῦτο θαρσύνει.
νύκτα διʼ ἀμβροσίην: διὰ τῆς ἀμβροσίας νυκτός.
οὐδὲ σύ γʼ ἔδδεισας— σεῦ ἀπαλεξήσαιμι: αὔξει τὴν χάριν τῷ καιρῷ, τῷ ὑπὸ τῶν πολεμίων εὐεπηρεάστῳ, τῷ ἰδίῳ δυνατῷ, ὅτι ἐκ τοσούτων αὐτὸν δεινῶν ῥύεται.
ἀνάρσιοι: ἐναντίοι τῶν ἐριήρων.
ἐναντίοι, ἀνάρμοστοι τὴν γνώμην, ἐχθροί.
ὀνείατʼ ἄγοντα: ὅτι οὐ πάντως βρώματα τὰ ὀνείατα, ὡς οἱ Γλωσσογράφοι, ἀλλὰ πάντα τὰ ὄνησίν τινα περιποιοῦντα, ὡς νῦν τὰ δῶρα. καὶ ὅτι ἄγοντα εἴρηκεν, οὐ φέροντα· οὐ γὰρ αὐτὸς ἐβάσταζεν.
ὀνείατα: χρήματα, παρὰ τὴν ὄνησιν. οἱ δὲ Γλωσσογράφοι βρώματα· καὶ «ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα».
τίς ἂν δή τοι νόος εἴη: τίνα ἕξεις νοῦν; τί διανοήσῃ· τί ἐργάσῃ;
ἄνδρʼ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ: παροιμιακὸς γέγονεν ὁ στίχος.
ἀλλʼ ἐγὼ οὐδέν σε ῥέξω κακά, καὶ δέ κεν ἄλλον: γράφεται «εἰ δέ κεν». ἡ διπλῆ δέ, ὅτι τὸ δεν παρέλκεται.
οὐδέν σε ῥέξω κακά: πλεονάζει τὸ δεν, ὡς τὸ «ἔργον δʼ οὐδὲν ὄνειδος»
κακά: γράφεται «κακόν».
φίλῳ δέ σε πατρὶ ἐΐσκω: διδάσκει φιλοπάτορας εἶναι καὶ σῴζειν τοὺς ἡλικιώτας τῶν πατέρων. καὶ «μνῆσαι πατρὸς σεῖο». καὶ Πλάτων κοινὰς εἶναι τὰς γυναῖκας ἐκέλευσεν, ὅπως οἱ γέροντες ὡς πατέρες τιμῶνται.
οὕτω πῃ τάδε γʼ ἐστί, φίλον τέκος, ὡς ἀγορεύεις:οὕτως, ὦ τέκνον, ἐπικίνδυνός ἐστιν ἡ πορεία. ἑωρακὼς δὲ φιλοπάτορα, καὶ τέκνον ὀνομάζει.
οὕτω πη: οὕτως διὰ τοῦ π, οὕτω πη. ἐν δέ τισι διὰ τοῦ δ, «οὕτω δή».
ἀλλʼ εἴ τις: γράφεται «ἀλλʼ ἔτι τις».
ὑπερέσχεθε: ὑπερμαχεῖ.
οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός, πέπνυσαί τε νόῳ, μακάρων δʼ ἔξεσσι τοκήων: ἐντεῦθεν οἱ ἀπὸ τοῦ Περιπάτου τὴν τριάδα τῶν ἀγαθῶν εἰλήφεισαν· τὸ γὰρ δέμας καὶ εἶδος τῶν σωματικῶν, τὸ δὲ πέπνυσαι τῶν ψυχικῶν· τὸ δὲ μακάρων … ἔξεσσιν ἐπʼ εὐγενείας εἴληπται καὶ οὔτε ψυχικὸν οὔτε σωματικόν ἐστι πλεονέκτημα.
τριὰς ἀγαθῶν, ἀπὸ ψυχῆς, σώματος, τύχης.
οἷος δὴ σὺ δέμας ... μακάρων δʼ ἔξεσσι γονήων: οἱ γὰρ εὔμορφοι βασιλικοί τε καὶ θεῶν ἐνομίζοντο παῖδες.
μακάρων δʼ ἘΞΕΣΣΙ: ἐκγέγονας, ἢ ἐκ μακάρων ἐσσί· ἐκ γὰρ τῆς ὄψεως στοχάζεται, «βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικεν». ἢ πῶς οὐ δεῖ τοιούτου παιδὸς τοὺς γονέας ἀνακαλεῖν, ὥς πού φησι «τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ»
ἠέ πῃ ἐκπέμπεις κειμήλια—μίμνῃ: τοῦτο γὰρ ἔθος τοῖς πολεμουμένοις, ὥς που καὶ Πρίαμος Πολυμήστορι Πολύδωρον ἐξέθηκεν
ἠέ πῃ ἐκπέμπεις: βέλτιον ἀφʼ ἑτέρας ἀρχῆς τὴν πεῦσιν γίνεσθαι· «ἆρα ἐκπέμπεις;»
Ἴλιον ἱρήν: ὅτι θηλυκῶς τὴν Ἴλιον.
οὐ μὲν γάρ τι μάχης ἐπεδεύετʼ Ἀχαιῶν: οὐχ ὑστέριζεν ἐν τῷ πολέμῳ τῶν Ἑλλήνων.
ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες:εἰ μὲν θαυμαστικῶς λέγοι τοῦτο, ἀπʼ ἄλλης ἀρχῆς· εἰ δὲ μή, τοῖς ἄνω συναπτέον.
ἔνισπες: ὡς ἔδραμες· ἔστι γὰρ ὁριστικὸν ἐκ τοῦ ἤνισπες τὴν ἄρχουσαν συστείλαντος. τὸ μέντοι προστακτικὸν πρὸ τέλους ἔχει τὴν ὀξεῖαν, «σὺ δʼ ἀληθὲς ἐνίσπες», ὁμοίως τῷ ἐπίσχες. καὶ δῆλον ὅτι ὅπου μὲν τὸ ι ἐστὶ τῆς προθέσεως, ὅπου δὲ τοῦ ῥήματος. τὸ μέντοι ἄνευ τοῦ ς προστακτικὸν προπαροξύνεται, λέγω δὲ τὸ «νημερτές μοι ἔνισπε».
ὡς ἔδραμες· ὁριστικὸν γάρ ἐστι τοῦτο ἀπὸ τοῦ ἤνισπες. τὸ δὲ παροξυνόμενον προστακτικόν ἐστιν, «ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες», ὡς «ἐπίθες». τὸ μέντοι ἄνευ τοῦ ς προστακτικὸν προπαροξύνεται, «νημερτές μοι ἔνισπε».
πειρᾷ ἐμεῖο, γεραιέ, καὶ εἴρεαι Ἕκτορα δῖον:πειρώμενός μου ἐρωτᾷς περὶ Ἕκτορος.
καὶ εἴρεαι Ἕκτορα δῖον: ὡς «εἰρόμεναι παῖδάς τε κασιγνήτους τε».
θαυμάζομεν: ὅτι ἀντὶ τοῦ ἐθεώμεθα.
ἀντὶ τοῦ μετʼ ἐκπλήξεως ἐθεώμεθα.
κεχολωμένος Ἀτρεΐωνι: ὅτι ἀντιφράζει τὸν χόλον τῇ μήνιδι.
ὅτι τὴν μῆνιν διὰ τοῦ χόλος ἀντέφρασεν.
Μυρμιδόνων δʼ ἔξ εἰμι: οὐκ ἀναστρέφεται ἡ ἔξ, ὡς μονοσύλλαβος· τὸ γὰρ ἑξῆς «ἐκ Μυρμιδόνων εἰμί».
ἀφνειός: ἀναγκαίως, ἵνα μὴ ὡς ἄδοξος καὶ πένης εἰς τὴν τοῦ ἀδικεῖν ὑποψίαν κατενεχθῇ. τὸ δὲ γέρων ὅτι ἐλεήσει ὡς ἐοικότα τῷ πατρί.
ἓξ δέ οἱ υἷες ἔασιν, ἐγὼ δέ τοι ἕβδομός εἰμιτῶν μέτα παλλόμενος—ἕπεσθαι: ἀπὸ τούτων στοχάζονται ὅτι τὸ ἕβδομον τῶν Ἑλλήνων ἧκεν εἰς Τροίαν κλήρῳ λαχόν.
ἓξ δέ οἱ: γράφεται «ἓξ δὲ τῷ».
τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδʼ ἕπεσθαι:γράφουσι «τοῖσι δὲ πρῶτον ὑπηνήτης λάχον ἐνθάδʼ ἱκέσθαι». ἔστι τοίνυν δεκαέτης ὢν ἐκλήρωσεν.
τῶν ΜΕΤΑΠΑΛΛΟΜΕΝΟΣ: οὕτως «τῶν μέτα παλλόμενος».
τῶν μέτα: ἀναστρέφουσι τὴν πρόθεσιν· ἔστι γὰρ μετὰ τῶν.
ἀναστρεπτέον τὴν μετά.
νῦν δʼ ἦλθον πεδίον δʼ ἀπὸ νηῶν—Ἀχαιοί: κατασκοπήσων ἥκω, φησί, μή τις ἐξ ὑμῶν εἴη ἐνέδρα, ὡς ἑταῖρος ὢν Ἀχιλλέως, ὃς ἄρχει τῆς ὑπαίθρου στρατιᾶς.
ἢ ἔτι πὰρ νήεσσιν—Ἀχιλλεύς: πρὸ πάντων πεύθεται περὶ τοῦ σώματος· ἄτοπον γὰρ ἀπιέναι τοῦ σώματος οὐκέτι ὄντος.
μελεϊστί: τινὲς οἰκτρῶς, οὐκ εὖ· μέλεον γὰρ ὁ ποιητὴς τὸ μάταιόν φησιν, οὐ τὸ οἰκτρόν. ἔστιν οὖν κατὰ μέλος.
οὔπω τόν γε κύνες φάγον: παρέλκει τὸ πω· οὐδὲ γὰρ μέλλουσι φαγεῖν.
αὔτως: ὁμοίως τῷ ὅτε μετήλλαξεν.
αὔτως: μὴ κατατετμημένος.
ἐν κλισίῃσι: ἐν τῷ περιβόλῳ τοῦ ναυστάθμου.
οὐδέ τί οἱ χρὼς—κατέδουσιν: πάντα μὲν διεξέρχεται, ὅσα συμβαίνει περὶ τοὺς χρονίους νεκρούς, οὐδὲν δὲ τούτων φησὶ πεπονθέναι τὸν Ἕκτορα, παραμυθούμενος τὸν γέροντα. τὰ μέντοι τῆς αἰκίας οὐ παρῆκε κἀν τούτῳ ἀξιοπιστίαν τῷ λόγῳ προσάπτων.
θηοῖο· θηοῖο διὰ τοῦ η ἀντὶ τοῦ θαυμάσειας. οὕτως αἱ Ἀριστάρχου.
θηοῖο: διʼ ὄψεως θαυμάσειας, ὡς καὶ τὸ «οἱ καὶ θηήσαντο». ἔστι δὲ διὰ τοῦ η. οἱ δὲ «θειοῖο».
ἐερσήεις: δεδροσισμένος, ὑγρότητα ἔχων, οὐ κατεσκελετευμένος· τοῦτο γὰρ διὰ τὴν νεφέλην Ἀπόλλων ὥς πού φησιν· «ἐπὶ δὲ νεφέλην ἕσσαντο … στιλπναὶ δʼ ἀπέπιπτον ἔερσαι».
περὶ δʼ αἷμα νένιπται: ὑπένιπται τοῦ αἵματος.
οὐδέ ποθι μιαρός: οὐδὲ ἔν τινι μέρει μύσος ἔχων.
σὺν δʼ ἕλκεα πάντα μέμυκεν: παράδοξον· τὰ μὲν γὰρ τῶν ζώντων ἕλκη μετὰ θάνατον μύει, τὰ δὲ μετὰ θάνατον γινόμενα σήπεται. ἀδύνατον νεκρῶν τραύματα μύειν, ὥς φησιν Ἀριστοτέλης εἰρηκέναι Ὅμηρον «μῦσεν δὲ περὶ βροτόεσσʼ ὠτειλή». τοῦτο δὲ τὸ ἡμιστίχιον οὐδὲ φέρεται.
πολέες γὰρ ἐπʼ αὐτῷ χαλκὸν ἔλασσαν: «οὐδʼ ἄρα οἵ τις ἀνουτητί γε παρέστη».
ὥς τοι κήδονται—υἷος: αἱ δὴ φροντίδες ἐπʼ αὐτῷ τῶν θεῶν.
ἑῆος: ἀγαθοῦ.
καὶ νέκυός περ ἐόντος—κῆρι: ὡς περισσὸς ὁ στίχος ἀθετεῖται.
ἐπεί σφι: οὐχ Ὁμηρικῶς κεῖται ἡ ἀντωνυμία· διὸ καὶ προηθετεῖτο.
ἦ ῥʼ ἀγαθόν: λείπει ἦν. ἐναίσιμα δὲ ἐναισίμως, εὐσεβῶς.
λείπει τὸ ἔστιν. ἐναίσιμα δὲ ἀντὶ τοῦ ἐναισίμως, τουτέστιν εὐσεβῶς καὶ προθύμως.
ἐναίσιμα: λαμπρὰ καὶ καθήκοντα.
διδοῦναι: ἐπλεόνασε τὸ υ διὰ τὸ μέτρον. ἢ τὸ διδόμεναι καθʼ ὑποστολὴν τοῦ μ συνήλειψεν.
εἴ ποτʼ ἔην γε: καθʼ ὃν ἦν χρόνον.
τῷ οἱ: τινὲς «τῶν οἱ», τῶν θυσιῶν δηλονότι.
καὶ ἐν θανάτοιό περ αἴσῃ: καὶ Θεόπομπος φησὶν Ἀλέξανδρον Φεραῖον Διόνυσον τὸν ἐν Παγασαῖς, ὃς ἐκαλεῖτο Πελάγιος, εὐσεβεῖν διαφόρως. καταποντωθέντος δὲ Ἀλεξάνδρου Διόνυσος ὄναρ ἐπιστάς τινι τῶν ἁλιέων ἐκέλευσεν ἀναλαβεῖν τὸν φορμὸν τῶν ὀστῶν. ὁ δὲ ἀπελθὼν ἐς Κραννῶνα τοῖς οἰκείοις ἀπέδωκεν. οἱ δὲ ἔθαψαν.
καλὸν ἄλεισον: ποτήριον δίδωσι σύμβολον εὐφροσύνης, ὡς εὐφρανθεὶς παρʼ αὐτοῦ τῷ περὶ τοῦ παιδὸς λόγῳ. καλὸν δέ, ἵνα πείσῃ τὸν λαμβάνοντα.
οὐδέ με πείσεις, ὅς με κέλῃ σέο δῶρα— δέχεσθαι: οὐ διʼ ὑπερηφανίαν ἀπωθεῖται τὴν δόσιν ὡς πλούσιος, ἀλλὰ διὰ τὸ δέος Ἀχιλλέως· ἀπροφασίστως γὰρ ἀπωθεῖσθαι τὴν χάριν ἄτοπον καὶ δωροδοκεῖν θεῷ ἀτοπώτερον. ἄλλως τε καὶ παραιρεῖσθαι ἔμελλε τὸ μέγιστον τῶν κομιζομένων Ἀχιλλεῖ. ἀδωροδοκήτως δὲ ὁδηγήσειν αὐτόν φησι διὰ τὸ «φίλῳ δέ σε πατρὶ ἐΐσκω».
παρὲξ Ἀχιλῆα: ἐκτὸς Ἀχιλλέως ἢ χωρίς, ὡς τὸ «μή με παρὲξ ἄγε νῆα» καὶ «παρὲξ ἅλα φῦκος ἔχευεν».
δείδοικα καὶ αἰδέομαι: «ἵνα περ δέος, ἔνθα καὶ αἰδώς»
εἰκότως ἀμφότερα· καὶ γὰρ καὶ ἡ παροιμία φησίν· «ὅπου δέος, ἐκεῖ καὶ αἰδώς».
συλεύειν: ἀληθῶς συλᾶν ἐδόκει, εἴ τι τῶν ἐκείνῳ φερομένων ὑφῃρεῖτο.
καί κε κλυτὸν Ἄργος ἱκοίμην: τὸ Θεσσαλικόν. οὐ μόνον ἄχρι τῆς σκηνῆς Ἀχιλλέως, ἀλλὰ καὶ τῆς πατρίδος αὐτοῦ.
ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων: πεζὸς ὑπερβολή. ἢ ἀντὶ τοῦ «καὶ ἐν νηΐ, πῇ δὲ καὶ πεζός». ἢ ὡς ἂν εἴποις «πῇ δὲ καὶ πετόμενος, οὐ μόνον συμπλέων».
οὐκ ἄν—μαχέσαιτο: οὐδεὶς ἄν σοι μαχεσθείη καταφρονήσας ἐμοῦ τοῦ παραπέμποντος.
ὀνοσσάμενος: εὐτελίσας.
ὀνοσσάμενος: μεμψάμενος.
ἀναΐξας ... ἅρμα καὶ ἵππους: ἀΐξας ἀνὰ τὸ ἅρμα καὶ τοὺς ἵππους.
ἐν δʼ ἔπνευσε: ἔδωκεν, ἐνεφύσησεν.
οἱ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο:καὶ πῶς ἄνω Ἑρμῆς φησι «νύκτα διʼ ἀμβροσίην»; αὔξειν θέλων τὴν χάριν.
ἄλλως· νέον: ὡς «κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν» καὶ «θήσειν νέον ἡβώωντα».
δόρπα: ὡς «λύχνα» τινὲς δὲ ἀπὸ τοῦ δόρψ, κακῶς.
ὤϊξε θύρας καὶ ἀπῶσεν ὀχῆα: ἤλλαξε τὴν τάξιν.
θύρας: γράφεται «πύλας». οἱ μὲν παραπυλίδα, οἱ δὲ τὴν ἱππήλατον ἐξ ἀριστερῶν τοῦ ναυστάθμου.
δοῦρʼ ἐλάτης: κλάδους ἐλάτης.
ἔρεψαν: ἀντὶ τοῦ ἐστεφάνωσαν, ἐκάλυψαν· ὅθεν καὶ ὀροφή.
λαχνήεντα: τινὲς δασύσκιον.
λαχνήεντα: ἁπαλὸν καὶ χνοώδη.
ὄροφον: τινὲς ὀξυτόνως. ἔστι δὲ εἶδος καλάμου.
ἀμφί: περὶ τὴν σκηνήν.
σταυροῖσιν: σταυροί εἰσι ξύλα ἀπωξυσμένα ἀμφοτέρωθεν καὶ προσπεπηγμένα τῇ γῇ πρὸς τὸ εἴργειν τοὺς εἰσιέναι βουλομένους.
σταυροῖσιν πυκινοῖσι: ὀξέσι ξύλοις, σκόλοψι πυκνοῖς.
μοῦνος: μακρός.
ἐπιβλής: ὡς προβλὴς ὀξύνεται. μοχλὸς δέ ἐστιν ἐπιβαλλόμενος ἀπὸ τοίχου εἰς τοῖχον.
ἐπιρρήσεσκον: ἐπέκλειον, ἀπὸ τοῦ γινομένου κατὰ τὴν κλεῖσιν ἤχου.
ἐπιρήσσεσκον: οὕτως διʼ ἑνὸς ρ.
ἐπιρρήσεσκον: ἐπετίθεσαν.
κληῗδα: τὸν μοχλόν. τὰ γὰρ συνέχοντα τὴν ἐπικεκλεισμένην θύραν κληῗδας καλεῖν εἴωθεν. καὶ ἐν Ὀδυσσείᾳ τὸ κλεῖθρον οὕτως ὠνόμασεν· «ἐπὶ δὲ κληῗδʼ ἐτάνυσσεν ἱμάντι».
Ἀχιλεὺς δʼ ἄρʼ ἐπιρρήσεσκε καὶ οἶος: μεγάλην τινὰ τὴν Ἀχιλλέως ὑπεροχὴν ἐμφανίζει, εἴ γε ὁ Διομήδης «χερμάδιον λάβε χειρί, ὃ οὐ δύο ἄνδρε φέροιεν, οἷοι νῦν βροτοί εἰσιν» ὁ δὲ Ἀχιλλεύς, ὃν τρεῖς Ἕλληνες ἀνέῳγον, τοῦτον μόνος ἀνέῳγεν. ὡς ἔοικεν οὖν, ἑξαπλάσιον τῶν νῦν ἐδύνατο, εἴγε οἱ μὲν κατὰ τοὺς αὐτοῦ χρόνους πρὸς δύο τῶν νῦν ἰσχύουσιν, αὐτὸς δὲ τῶν τότε πρὸς τρεῖς.
ἄλλως· ἐπιρρήσεσκε: προσδεκτέον ὅτι καὶ ἤνοιγεν.
ἐπιρρήσεσκε: ἐπετίθει.
ἐς δʼ ἄγαγε κλυτὰ δῶρα: ἐπὶ ἀψύχων τὸ ἄγειν, εἰ μὴ ἄρα ἐπὶ τῇ ἁμάξῃ φησίν.
ἤτοι ἐγὼ θεὸς—εἴσομαι: ἀναγκαίως ἑαυτὸν ἐμφανίζει ἀπαλλαττόμενος, ἵνα εἰς τὸ ἑξῆς εὐθαρσέστερον αὐτὸν καταστήσῃ· τὸ γὰρ παρεῖναι τοῖς οἴκτοις καὶ ἐσθίουσιν αὐτοῖς τὸν θεὸν οὐκ εὐπρεπές. ἄλλως τε ὑπηνήτης ὢν ὑπόνοιαν ἐπιβουλῆς παρέσχεν ἂν Ἀχιλλεῖ.
ἄμβροτος: ὁ μὴ ἔχων βρότον, ὅ ἐστιν αἷμα· τ «ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται». ἀεὶ δὲ τὸ ΒΡΟΤΟΣ συντιθέμενον τὸ μ πλεονάζει, πλὴν τοῦ «νὺξ ἀβρότη» καὶ «ἀβροτάξομεν ἀλλήλοιϊν».
πάλιν εἴσομαι: εἰς τοὐπίσω πορεύσομαι.
οὐδʼ Ἀχιλῆος ὀφθαλμοὺς εἴσειμι: ἀντὶ τοῦ οὐχ ἥξω εἰς ὄψιν Ἀχιλλεῖ.
ἄντην: φανερῶς.
Πρίαμος δʼ ἐξ ἵππων ἆλτο: ἄμεινον «βαῖνε» γράφεται ἐπὶ τοῦ γέροντος. ἢ τῆς περιστάσεως οἰκεῖον τὸ ἆλτο.
ἰθὺς ... οἴκου: εὐθεῖαν ὡς ἐπὶ τὸν οἶκον.
ἐν δέ μιν αὐτόν: τὸ μίν κοινόν. τινὲς δὲ τὸ ἔν ἀντὶ τοῦ ἔνδον, ὡς «Ἴλιον εἴσω» ἀντὶ τοῦ εἴς.
καθείατο: Ἀρίσταρχος διὰ τοῦ η.
Ἄλκιμος: κατὰ μεταπλασμὸν ὁ «Ἀλκιμέδων», ὡς «Μελάνθιος» καὶ «Μελανθεύς».
νέον δʼ ἀπέληγεν ἐδωδῆς: νεωστὶ τὴν τροφὴν ἔπαυσεν.
ἔσθων καὶ πίνων· ἔτι καὶ παρέκειτο τράπεζα:ἀθετεῖται· οὐ γὰρ ἀφῃροῦντο αἱ τράπεζαι παρʼ αὐτοῖς, ἀλλὰ μέχρι ἀνασταῖεν, ἔκειντο· φησὶ γάρ· «αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας». ἢ τούτου ὡς πενθοῦντος ᾔρετο.
ἔσθων καὶ πίνων: τὸ ἐσθίων οὐχ ὑποπίπτει μέτρῳ ἡρωϊκῷ. φησὶ δὲ καὶ «ἔσθειν καὶ πίνειν» καὶ «ἔσθοντες κρέα πολλά». εἰ δὲ εὐτελεῖς οἱ στίχοι, καὶ ἄλλοι· «τίπτε, Θέτι τανύπεπλε, ἱκάνεις ἡμέτερον δῶ;»· «οὐδέ κεν ἀμβαίη βροτὸς ἀνήρ, οὐ καταβαίη»· «ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει»· «τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου»· «ἵππους δὲ ξανθὰς ἑκατόν»· «ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα»· οὗτοι γὰρ πάντες, ὡς Σέλευκος, ἔμμετρον λαλιὰν ἔχουσιν.
τοὺς δʼ ἔλαθʼ εἰσελθὼν Πρίαμος μέγας: οὐ πρὸς ἔπαινον τὸ μέγας, ἀλλʼ ὅτι καὶ μέγας ὢν ἔλαθεν.
δεινάς: ἰσχυρὰ καὶ δεινὰ ἐμποιούσας.
ὡς δʼ ὅτʼ ἂν ἄνδρʼ ἄτη—εἰσορόωντας: ὡς εἰ φυγάς τις φονεὺς πάντας λαθὼν εἰσέρχεται καθαρθησόμενος καὶ παρακάθηται τῇ ἑστίᾳ καὶ πάντες ὁρῶντες καταπλήσσονται. ἴσως δὲ ἀναχρονισμός ἐστιν ὡς καὶ τὸ «ἴαχε σάλπιγξ». τὸν δὲ καθαίροντα καὶ ἁγνίτην ἔλεγον. ἡ δὲ παραβολὴ πρὸς τὸ αἰφνίδιον τῆς εἰσόδου.
ὡς εἰ φυγάς τις φονεὺς αἴφνης ἀπανιστάμενος τῆς πατρίδος ἀπέρχεται πρὸς τὸν ἁγνίσοντα καὶ θαμβοῦνται πάντες τὸ αἰφνίδιον τῆς ἀφίξεως, οὕτως ὁ Πρίαμος πάντας λαθὼν εἰσέρχεται καὶ παρακάθηται τῇ ἑστίᾳ, καὶ πάντες ὁρῶντες ἐκπλήσσονται. ἡ δὲ παραβολὴ πρὸς τὸ αἰφνίδιον τῆς εἰσόδου.
πυκινή: μεγάλη.
θάμβος δʼ ἔχει εἰσορόωντας: οὐδένα γὰρ διαλέγεται, ἕως οὗ καθαρθῇ.
ἐς ἀλλήλους δὲ ἴδοντο: τὸ παράδοξον τῆς εἰσόδου ἔδειξε διὰ τῶν ἀλλήλοις διανευόντων, πόθεν καὶ τίς ὁ ξένος.
τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε:περισσὸς ὁ καί. τὸ δὲ ἑξῆς «πρὸς τόν».
μνῆσαι πατρὸς σοῖο: πολεμίῳ διαλεγόμενος καὶ τῶν παίδων αὐθέντῃ καὶ μισοῦντι ἐξαιρέτως αὐτόν τε καὶ τοὺς ἐκείνου διὰ τὴν τοῦ φίλου ἀποβολὴν ἄλλην ἀρχὴν οἰκειοτέραν οὐκ εἶχεν ἢ τὴν τοῦ πατρὸς ὑπόμνησιν.
σοῖο: Ζηνόδοτος «σεῖο», κακῶς.
θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ: θεοφιλῆ καὶ θεοῖς ὅμοιον εἰπὼν ἀποτρέπει τῆς περὶ τὸν ἱκέτην ἀτιμίας, εἴγε καὶ θεοὶ τοὺς ἱκέτας εὐνοοῦντες καὶ ἐλεοῦντες αἰδοῦνται· «αἰδοῖός τε γάρ ἐστι καὶ ἀθανάτοισι θεοῖσιν, ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος».
τηλίκου ὥσπερ ἐγών: ἔδει ἐπαγαγεῖν «ἡλίκος ἐγών». ἔστι δὲ ὡς τὸ «ὅσσον Φαίηκες περὶ πάντων ἴδριες, ὣς δὲ γυναῖκες ἱστῷ τεχνῆσαι» τινὲς δὲ λείπειν φασὶ τὸν καί, ἵνʼ ᾖ «ὥσπερ καὶ ἡμεῖς».
τηλίκου ὥσπερ ἐγών: Ζηνόδοτος πρεσβύτερον Πηλέα φησίν, εἴγε συστρατεύσας Πηλεῖ Ἡρακλῆς ἀπέδοτο Ἡσιόνῃ μικρὸν ὄντα τὸν Πρίαμον.
καὶ μέν που κεῖνον περιναιέται—ἀμῦναι: ἢ παρὰ τῶν Εὐρωπαίων τοῦτο μαθών φησιν ἢ οἰωνιζόμενος. λέγει δὲ Ἄκαστον καὶ τοὺς υἱοὺς Ἄρχανδρον καὶ Ἀρχιτέλην. ἴσως δὲ παρὰ Ἀστεροπαίου πέπυσται νεωστὶ ἥκοντος ἐκ Παιονίας ἥτις ἐστὶ πλησίον Θετταλίας.
καὶ μέν: ὁ μέν ἀντὶ τοῦ μήν.
περιναιέται ἀμφὶς ἐόντες: οἱ περίοικοι οἱ ἀμφὶς ὄντες, ὅ ἐστι κεχωρισμένοι τῇ γνώμῃ καὶ ἐναντίοι, ἢ χωρὶς οἰκοῦντες, ἢ κυκλόθεν.
ἀμφὶς ἐόντες: τινὲς «ἐόντος» ἀντὶ τοῦ χωρὶς σοῦ ὄντος. ἐντέχνως δὲ πρὸ τῶν ἰδίων τῶν τοῦ Πηλέως ἐμνήσθη, ὅπως αὐτὸν ἡ τῶν οἰκείων κακῶν οἰκτίσῃ μνήμη.
σέθεν ζώοντος: ηὔξησε τὸν ἔλεον, εἴγε ὁ μὲν τὸν ἕνα ἔχει, ὁ δὲ τῶν πεντήκοντα ἀφῄρηται.
πεντήκοντά μοι ἦσαν: Ἑλλάνικος πεντήκοντα ἕξ.
ἐννεακαίδεκα: ὑφʼ ἓν τὸ ἐννεακαίδεκα. Πάμφιλος δὲ εἰς τρία διῄρησε μέρη.
ἐννεακαίδεκα: πιθανὸν μίαν τεκεῖν ἐννεακαίδεκα, οὐχ ὡς Βακχυλίδης πεντήκοντα τῆς Θεανοῦς ὑπογράφει παῖδας.
τοὺς δʼ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες:καλὴ ἡ παράτασις· οὐ γὰρ εἶπεν ἔτεκον. ἔθος δὲ τοῖς βαρβάροις βασιλεῦσι παιδοποιεῖν ἐκ πλειόνων. ἔσχε δὲ καὶ Ἀρίσβην τὴν Μέροπος τοῦ Περκωσίου, ἐξ ἧς Αἴσακος, Ἀλεξιρόην τὴν Ἀντάνδρου, Λαοθόην τὴν Ἄλτου τῶν δὲ Πριαμιδῶν πρεσβύτατον Πολίτην φασίν.
τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατʼ ἔλυσεν:λέγοντος Ἀχιλλέως· «ὅς τοι πολέας τε καὶ ἐσθλούς υἱέας ἐξενάριξα».
θοῦρος Ἄρης: δεδιὼς οὐ λέγει σύ, ἵνα μὴ θυμώσῃ αὐτόν.
ὃς δέ μοι οἶος ἔην, εἴρυτο δὲ ἄστυ καὶ αὐτούς:οἶος πρὸς τὸ σῴζειν τὴν πόλιν. καὶ ἓν πρᾶγμα δυσὶ περικοπαῖς πέφρασται, ὡς «τὸ μὲν ἕλκος ἐτέρσετο, παύσατο δʼ αἷμα» ἀντὶ τοῦ παυσαμένου τοῦ αἵματος ἐτέρσετο τὸ ἕλκος· «ἠρήσαντο, θεοῖσι δὲ χεῖρας ἀνέσχον», ἀνασχόντες ηὔξαντο. ἢ ὅτι εἶπεν «αἴθʼ ἅμα πάντες Ἕκτορος ὠφέλετʼ ἀντὶ ... πεφάσθαι»· καὶ ἡμεῖς φαμεν ἕνα τὴν πόλιν ὅλην ἔχειν.
εἴρυτο: ἐφύλαττε.
κτεῖνας: ἤγουν ἔκτεινας.
ἀμυνόμενον περὶ πάτρης: οὐ προκατάρξαντα πολέμου.
θεούς, Ἀχιλεῦ: γράφεται «φέριστε, θεούς».
αὐτόν: ἀντὶ τοῦ ἐμέ.
μνησάμενος σοῦ πατρός: ὡς ἱκανοῦ εἰς ἔλεον ἀπʼ αὐτοῦ ἤρξατο καὶ εἰς αὐτὸν ἔληξεν. οὐκ ἀκριβολογεῖ δὲ περὶ τῶν δώρων· καὶ γὰρ ἂν ἔλυσε τὸ πάθος.
ἐλεεινότερος: καὶ ἐκεῖνος γὰρ καταπονεῖται ἢ ἀντὶ ἁπλοῦ.
καλῶς δὲ καὶ ἐλεεινότερος· καταπονεῖται γὰρ καὶ ἐκεῖνος, ἀλλʼ οὗτος πλέον.
ἀνδρὸς παιδοφόνοιο: ταῦτα μὲν εἰς ὀργὴν ἄγοντα Ἀχιλλέα ἔδει κρύπτεσθαι, ἐκ δὲ τοῦ πάθους παρεσύρη εἰς τοῦτο.
ποτὶ στόμα χεῖρʼ ὀρέγεσθαι: «χεῖρε» δυϊκῶς· εἶπε γὰρ «καὶ λάβε χεῖρας δεινὰς ἀνδροφόνους». θέλει δὲ εἰπεῖν ὅτι ᾧ στόματι τὸν υἱὸν ἐφίλουν, τούτῳ νῦν τὸν ἐκείνου φονέα. ὀρέγεσθαι ἀντὶ τοῦ ἐκτείνειν πρὸς τὸ στόμα τὰς χεῖρας.
ἐλυσθείς: παρεθεὶς ἢ συνειληθεὶς ἢ κυλισθείς· ὅθεν καὶ προελυσθείς.
Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρʼ ἄλλοτε δʼ αὖτε Πάτροκλον: αὐτῷ γὰρ ἀναδιπλασιασθεὶς ὁ θρῆνος ἀντισηκωθήσεται τοῖς δάκρυσι Πριάμου. ἐποίει δὲ αὐτῷ τὴν ἑκατέρου μνήμην ἡ Ἕκτορος καὶ Πριάμου.
ἑὸν πατέρα: λείπει τὸ «ἄλλοτε μέν», «ἄλλοτε μὲν ἑὸν πατέρα», «ἄλλοτε δʼ αὖτε Πάτροκλον».
λείπει καὶ ἐνταῦθα τὸ ἄλλοτε, ἵνʼ ᾖ «ἄλλοτε μέν».
τῶν δὲ στοναχὴ κατὰ δώματʼ ὀρώρει: ὅτι καταχρηστικῶς τὰς σκηνὰς οὕτως εἶπεν. Ζηνόδοτος δὲ «στεναχή» διὰ τοῦ ε γράφει. ἐκπίπτει δὲ τὰ διὰ τοῦ ε ῥήματα ἐν τοῖς ὀνόμασιν εἰς τὸ ο, λέγω λόγος, μένω μονή· οὕτως στενάξαι στοναχή.
δώματα: τὴν σκηνήν.
καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων:ἀθετεῖται· προείρηται γὰρ ἱκανῶς διὰ τοῦ «αὐτὰρ ἐπεί ῥα γόοιο». καὶ ἀκύρως τέθειται τὸ γυίων· οὐ γὰρ οὕτως λέγει πάντα τὰ μέλη, ἀλλὰ μόνον τὰς χεῖρας καὶ τοὺς πόδας.
καί οἱ ἀπὸ πραπίδων ἦλθʼ ἵμερος ἠδʼ ἀπὸ γυίων:ἀθετεῖ ὁ Θρᾷξ· ὁ γὰρ ἵμερος περὶ μόνην τὴν ψυχήν, γυῖα δὲ οὐχ ὅλα τὰ μέλη φησίν. εἰ μηδέ τις στερνοτυπεῖ, τοῦτο οὐ γράφει.
γέροντα δὲ χειρὸς ἀνίστη: παράδοξον τὸ τὸν ἐχθρὸν χειραγωγεῖν τὸν θυμὸν ἀνέντα. τάχα οὖν τοῦτο ποιεῖ τοῦ γήρως τοῦ πατρὸς μνησθείς.
κάκʼ ἄνσχεο: οὕτως Ἀρίσταρχος κάκʼ ἄνσχεο.
κατʼ ἄρʼ ἕζευ: ὅτι τὸ ἁπλοῦν ἐστιν ἕζευ· τούτῳ δὲ ἀνάλογον τὸ σύνθετον κατʼ ἄρʼ ἕζευ, οὐχὶ ἵζευ. καὶ ὅτι τὸ ἔμπης ἀντὶ τοῦ ὅμως, ἔσθʼ ὅτε δὲ ἀντὶ τοῦ ὁμοίως· «ἔμπης μοι δοκέει δαΐδων σέλας».
ἄλγεα δʼ ἔμπης ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν: ἀποβαλέσθαι μὲν γὰρ ἀδύνατον, δεῖ δὲ μὴ ῥιπίζειν τοῖς κλαυθμοῖς τὸ πάθος.
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο: πρῆξις ἄνυσις διὰ θρήνου. λείπει δὲ ἡ ἔξ. ὅτι δὲ ἄπρακτον ἡ ἀνία, καὶ οἱ φιλόσοφοί φασιν, καθʼ ὃ μὴ διορθοῦται τι τῶν ἠτυχημένων.
οὐ γάρ τις πρῆξις: «οὐ γάρ τίς τʼ ἄνυσις» ἐν ἄλλῳ.
ἐπεκλώσαντο: εἱμαρμένον ἐποίησαν, ἐπεμοίρησαν. ἀπὸ μιᾶς Μοίρας εἴρηται τῆς Κλωθοῦς· τρεῖς μὲν γὰρ παραδίδονται Μοῖραι, Κλωθώ, Λάχεσις, Ἄτροπος.
αὐτοὶ δέ τʼ ἀκηδέες εἰσί: νῦν τὸ φύσει θεῖόν φησι, τοὺς δὲ ποιητικοὺς λυπουμένους εἰσάγει. καὶ Ἐπίκουρος ἐντεῦθέν φησιν ὅτι «τὸ ἀθάνατον καὶ ἄφθαρτον οὔτʼ αὐτὸ πρᾶγμʼ ἔχει οὔτʼ ἄλλοις παρέχει· διὸ οὔτε ὀργαῖς οὔτε λύπαις συνέχεται». δηλοῖ δὲ καὶ τὸ ἀθεράπευτον.
δοιοὶ γάρ τε πίθοι—ἑάων: ὅτι ἐντεῦθεν Ἡσιόδῳ τὸ περὶ τοῦ πίθου μύθευμα. καὶ ὅτι δύο τοὺς πάντας λέγει πίθους· τινὲς δὲ τῶν νεωτέρων ἕνα μὲν τῶν ἀγαθῶν, δύο δὲ τῶν κακῶν ἐδέξαντο.
δοιοὶ γάρ τε πίθοι—ἑάων: τοῦτο πρὸς παραμυθίαν τοῦ γέροντος, ἐπεί τοι τὸ ἀληθὲς «θεοὶ δωτῆρες ἑάων». καὶ Ἡσίοδος ἐντεῦθεν τὴν ἐλπίδα τῶν κακῶν φησιν εἶναι ἐν τῷ πίθῳ. μέμφεται δὲ τὴν δόξαν Πλάτων ἐν δευτέρῳ Πολιτείας λέγων ὡς ὁ θεὸς ἀγαθόν, οὐδὲν δὲ ἀγαθὸν βλαβερόν, ὃ δὲ μὴ βλαβερόν, οὐδὲ βλάπτει. ἔπλασεν οὖν ταῦτα ὁ ἥρως πρὸς παραμυθίαν Πριάμου. παρὰ ταῦτά φησι Ζεύς· «ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι· οἱ δὲ καὶ αὐτοί σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν».
εἰς παραμυθίαν τοῦ Πριάμου ὁ ποιητὴς εἰσήγαγε—τὸ ζήτημα προσώπῳ.
ἐν Διὸς οὔδει: ἀπὸ μέρους τῷ οἴκῳ.
δώρων οἷα δίδωσι, κακῶν, ἕτερος δὲ ἑάων: ὅτι τὸ ἑάων ἀντὶ τοῦ ἀγαθῶν· καὶ τὸ «υἷος ἑῆος» ἀγαθοῦ. διὰ δὲ ἄγνοιαν ὁ Ζηνόδοτος γράφει «ἑοῖο». καὶ ὅτι τὸ ἕτερος ἐπὶ δύο. ἕως δὲ τοῦ δίδωσι βούλονται στίζειν, ἵνα μὴ δύο πίθοι ὦσι κακῶν καὶ εἷς ἀγαθῶν, ὥσπερ καὶ ὁ Πίνδαρος ἐξεδέξατο· φησὶ γοῦν· «ἓν παρʼ ἐσθλὸν πήματα σύνδυο δαίονται βροτοῖς ἀθάνατοι». ἐχρῆν δὲ τὸ ἐπιμεριζόμενον μὴ οὕτως ἐπενεχθῆναι, κακῶν ἕτερος δὲ ἑάων, ἀλλʼ ὁ μὲν ἕτερος κακῶν, ὁ δὲ ἕτερος ἀγαθῶν.
στικτέον εἰς τὸ δίδωσι, καὶ δύο τοὺς πίθους διὰ τῆς στιγμῆς παραδεκτέον.
κακῶν, ἕτερος δὲ ἑάων: ἀδιαφόρως τῷ ἕτερος ποτὲ μὲν τὸ ἄλλος ἐπιφέρει, ὡς τὸ «ὅς χʼ ἕτερον μὲν κεύθει ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ», ποτὲ δὲ τὸ ἕτερος· «ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν».
κακῷ … κύρεται: ὑπὸ κακοῦ κύρεται, ὡς «Τρωσὶ δαμείς». ἢ κακῷ συντυγχάνει, ὡς τὸ «αἰὲν ἐπʼ αὐχένι κῦρεν».
βούβρωστις: σύντονος ὀδύνη μεγάλως ἀναλίσκουσα· ἐν γὰρ ταῖς ἀτυχίαις ὑπὸ λύπης ἑαυτοὺς ἐσθίομεν, ὥσπερ καὶ Βελλεροφόντης οἱ δὲ ἀποδιδόντες λιμὸν ἀγνοοῦσιν ὅτι οὐ λιμώττει Πρίαμος, ἀλλʼ ὀδυνᾶται. οἱ δὲ δαίμονα, ἥνπερ κατηρῶντο τοῖς πολεμίοις, εἶναι δὲ αὐτῆς τὸ ἱερὸν ἐν Σμύρνῃ.
βούβρωστις: κυρίως μὲν ὁ μέγας καὶ χαλεπὸς λιμός. νῦν δὲ ἀντὶ τῆς μεγάλης ἀνίας καὶ λύπης κεῖται ἡ λέξις. ἔνιοι δὲ βούβρωστιν τὸν οἶκτον ἐξεδέξαντο.
πάντας γὰρ ἐπʼ ἀνθρώπους: παρὰ πάντας ἀνθρώπους.
ὄλβῳ: δύναται τῇ φρονήσει, εἴγε καὶ ἄνολβος παρὰ Στωϊκοῖς ὁ ἀπαίδευτος. οἱ δὲ τῇ τῶν ἀγρῶν κτήσει, παρὰ τὰς ὀλάς.
παναώριον: οἱ μὲν ἐδάσυναν, ἵνα ἐκδέξωνται τὸν κατὰ πάντα ἄωρον, οἱ δὲ ἐψίλωσαν, ἐκδεχόμενοι τὸν εἰς πάντα πεφροντισμένον. ἄμεινον δὲ τὸ πρότερον· τοῦτο γὰρ θέλει σημαίνειν.
γηράσκοντα κομίζω: ἀντὶ τοῦ γηρωκομῶ.
ὅσσον Λέσβος ἄνω, Μάκαρος ἕδος, ἐντὸς ἐέργει: ὅτι τὸ ἄνω ἀντὶ τοῦ ἀνά καὶ πρὸς τὸ ἐέργει, ἵνʼ ᾖ ἀνείργει καὶ περιορίζει.
ὅσσον Λέσβος ἄνω ... ἐέργει: ἀντὶ τοῦ ἀνά. τὸ δὲ ἑξῆς, ὅσον Λέσβος ἀνείργει καὶ διορίζει· περιορίζει γὰρ τὴν ἀρχὴν Πριάμου ἀπὸ μεσημβρίας τῇ Λέσβῳ, ἀπὸ ἀνατολῆς Φρυγίᾳ, ἀπὸ ἄρκτου Ἑλλησπόντῳ
Μάκαρος: Μάκαρ ὁ Ἡλίου καὶ Ῥόδου, φονεύσας τὸν ἀδελφὸν Τενάγην, ἐκεῖσε ἀπῴκησε καὶ πόλιν οἰκίσας ἀπὸ τῆς γυναικὸς Ἄντισσαν ὠνόμασεν. τινὲς δὲ αὐτὸν Κρινάκου τοῦ Ὑριέως τοῦ Ποσειδῶνος καὶ Ἀλκυόνης. οἱ δὲ μητέρα αὐτοῦ Μιτυλήνην καὶ γυναῖκα Λέσβον.
ἕδος: ἀντὶ τοῦ οἰκητήριον· ἔκτισε γὰρ τὴν Λέσβον Μάκαρ ὁ Κρινάκου καὶ ἐβασίλευσεν αὐτῆς.
καὶ Φρυγίη καθύπερθε: ὅτι ἑτέρα καθʼ Ὅμηρον ἡ Φρυγία τῆς Τροίας. οἱ δὲ νεώτεροι συγχέουσιν.
καὶ Φρυγίη καθύπερθε: ἐξ ἀνατολῆς, ἐπεὶ ἔστι καὶ ἄλλη Φρυγία μικρὰ «ἀμπελόεσσα» ἡ ἐπὶ Σαγγαρίῳ καὶ παρʼ Ἀθηναίοις γάρ εἰσι δύο δῆμοι Ποτάμιοι, ὧν ὁ μὲν καθύπερθεν, ὁ δὲ ὑπένερθεν ὀνομάζεται.
τῶ σε: Ἀρίσταρχος σὺν τῷ ν, «τῶν σε».
τῶν σε: οὕτω διὰ τοῦ ν, ἵνʼ ᾖ τῶν οἰκούντων τὰς προειρημένας πόλεις.
ἀλίαστον: ἀλύτως ἢ ἀσυγχωρήτως.
ἀκαχήμενος υἷος ἑῆος: ὅτι Ζηνόδοτος γράφει «ἑοῖο». καὶ ὅτι λείπει ἡ περί.
οὐδέ μιν ἀνστήσεις· πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα: ὅτι οὐ λέγει «οὐκ ἀναστήσεις αὐτόν, ἂν μὴ πρότερον κακὸν πάθῃς», ἀλλὰ «πρότερον κακὸν πείσῃ ἢ ἀναστήσεις αὐτόν». τοιοῦτο δέ ἐστι καὶ τὸ «τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν».
πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα: πρὶν ἢ ἄλλο— πάθοις. ἀναστήσεις δὲ αὐτὸν οὐδαμῶς· τοῦτο γὰρ ἀδύνατον.
ἀκηδής: ἠμελημένος. ἢ κηδείας παρʼ ἐμοῦ μὴ τυχών.
πολλά, τά τοι φέρομεν—ἔασας: ἀθετοῦνται, ὅτι ἀνάρμοστοι τῷ προσώπῳ αἱ εὐχαὶ καὶ ἐπαυτόφωρος ἡ ὑπόκρισις.
ἐπεί με πρῶτον ἔασας: δασύνει Δίδυμος τὸ «ἕασας» ἐν πρώτῳ διορθωτικῶν, ὁμοίως καὶ Ἑρμαππίας, μεταλαμβάνοντες εἰς τὸ ἥδυνας. ὁ δὲ Σιδώνιος γράφει «ἐπεί με πρῶτʼ ἐλέησας». Ἀρίσταρχος δὲ οὐδὲν ἀποφαίνεται ἢ μόνον ἀθετεῖ τοὺς στίχους δύναται δὲ καὶ τὸ ψιλούμενον, ὥς φησι Τρύφων, καὶ συμφωνεῖ, εἰ μὴ πλῆρές ἐστι κατὰ τὴν φράσιν, ἔχειν ἀφορμὴν ὡς, ἔτι φθεγγομένου καὶ ἔτι λαλοῦντος τοῦ Πριάμου, τὸν Ἀχιλλέα ἀνθυπαντῆσαι ὑπὸ ὀργῆς κεκινημένον καὶ μεσολαβῆσαι τὴν διάλεξιν· «ἀλλὰ τάχιστα λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω· σὺ δὲ δέξαι ἄποινα πολλά, τά τοι φέρομεν· σὺ δὲ τῶνδʼ ἀπόναιο καὶ ἔλθοις» σὴν ἐς πατρίδα γαῖαν, ἐπεί με πρῶτον ἔασας—, «τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· Μηκέτι νῦν μʼ ἐρέθιζε, γέρον». τὸ δὲ ἐντελὲς τοῦ λόγου τοιοῦτόν τι ἔσται· «εἴασας εἰς λόγους σοι ἥκειν».
ἐπεί με πρῶτον ἕασας: ἀντὶ τοῦ ἥδυνας, ηὔφρανας· ὅπερ ἀγνοήσαντές τινες ἔγραψαν «ἐπεί με πρῶτʼ ἐλέησας». κέχρηται δὲ καὶ ἐν Ὀδυσσείᾳ· «ἥσατο δʼ αἰνῶς ἡδὺ ποτὸν πίνων».
ἐπεί με πρῶτον έασας: ηὔφρανας, ὡς «ἥσατο δʼ αἰνῶς», δασέως. ἔνιοι δέ φασιν ἐλλιπῆ εἶναι τὸν λόγον, τὸ δὲ λεῖπον εἶναι «ἐπεί με ἔασας ἐς λόγους σοι ἐλθεῖν».
ὑπόδρα ἰδών: ἀγριαίνεται, ὅτι νῦν αὐτὸν θέλει λαβεῖν, ὁ δὲ θεραπεῦσαι τὰ αἰκίσματα βούλεται, μὴ εἰς θρῆνον ἐλθὼν Πρίαμος ταράξῃ αὐτόν. ἢ ὅτι ὑπομιμνῄσκει αὐτὸν συνεχῶς Ἕκτορος καὶ τῆς ἔχθρας αὐτοῦ.
ἀγριαίνεται, ἵνα μὴ διὰ τὰς αἰκίας εἰς θρῆνον ἐλθὼν ὁ Πρίαμος ταράξῃ αὐτόν. καὶ ὅτι συνεχῶς τοῦ ὀνόματος Ἕκτορος ἐμέμνητο.
οὐ γάρ κε τλαίη: ἔξω τοῦ ν ὁ κέ σύνδεσμος.
οὐδὲ γὰρ ἄν: ἐν ἄλλῳ «οὔτε γὰρ ἄν».
φυλακοὺς ... ὀχῆα: ὅτι φυλακοὺς τῷ τόνῳ ὡς ἀγαθοὺς προεφέρετο ὁ Ἀρίσταρχος. ἑνικῶς δὲ ὀχῆα· προείρηται γὰρ ὅτι εἷς ἦν, ὃν «τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί».
φυλακούς: ὅτι οὕτως ἐσχημάτισε τοὺς φύλακας.
φυλακούς: Ἀρίσταρχος κατʼ ὀξεῖαν τάσιν προεφέρετο ὡς φρουρούς. ἔστι δὲ καὶ λόγος συναγωνιζόμενος τῇ ὀξείᾳ τάσει οὗτος ὡς τὰ εἰς κος λήγοντα ὑπὲρ δύο συλλαβάς, παραληγόμενα τῷ α, ἐπιθετικὰ ὄντα ὀξύνεται, «μαλακός», παρδακός, φαρμακός, ἀνακός, ἔνθεν «ἀνακοῖν Διοσκόροιν».
τὰ εἰς κος καθαρὸν ὑπὲρ δύο συλλαβάς, τῷ α παραληγόμενα προσηγορικὰ ἢ ἐπίθετα ὀξύνεται, ἀνακός φαρμακός φυλακός· τὰ γὰρ κύρια βαρύνεται, «Φύλακος» Ὕλακος.
φυλακούς: ὡς μαλακούς. τινὲς δὲ ὡς ἀπὸ γενικῆς βαρύνουσι. στρατηγικῶς δὲ ἀπολογεῖται ὑπὲρ τῶν φυλάκων.
ἐν ἄλγεσι: γράφεται «ἐνὶ φρεσί».
μή σε, γέρον, οὐδʼ αὐτόν: ἐγκλιτικὴ νῦν ἐστιν ἡ σέ ἀντωνυμία· καὶ ἔστι τὸ ἑξῆς οὐδʼ αὐτόν σε. ὁμοίως οὖν ἀναγνωστέον τῷ «μή σε, γέρον, κοίλῃσιν». ἐκεῖ μέντοι ἐν διαστολῇ· «μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ».
ἐγκλιτέον τὴν σέ.
ἄλλως: μή σε, γέρον, οὐδʼ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω: Ἀριστοτέλης φησὶν ἀνώμαλον εἶναι τὸ ἦθος Ἀχιλλέως. οἱ δὲ ὡς ἀποστῆσαι τοῦ οἴκτου τῇ καταπλήξει αὐτὸν θέλει, μὴ ἰδὼν Ἕκτορα θρηνήσῃ ἀκωλύτως καὶ ταράξῃ αὐτόν.
Ἀριστοτέλης φησὶν ἀνώμαλον εἶναι τὸ Ἀχιλλέως ἦθος. οἱ δέ φασιν ὅτι, ἵνα ἀποστήσῃ αὐτὸν τοῦ ἐφʼ Ἕκτορι θρήνου, διὰ τοῦτο δεδίσσει.
Διὸς δʼ ἀλίτωμαι ἐφετμάς: λείπει ἡ παρά, ἵνʼ ᾖ τὰς παρὰ Διός.
ἔδδεισεν δʼ ὁ γέρων καὶ ἐπείθετο: ἐξ ἀμφοῖν ἕν, δείσας ἐπείσθη.
οἴκοιο: καταχρηστικῶς τὴν κλισίαν «δῶμα» «οἶκον» «δόμον» εἶπεν.
λέων ὥς: πρὸς τὸ εὐκίνητον καὶ ἀγριωπόν, ὅπως καταπλήξῃ Πρίαμον.
Ἄλκιμος: ὅτι συγκέκοφε τὸν Ἀλκιμέδοντα Ἄλκιμον εἰπών.
ἐς δʼ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος: ὅτι τὸν Ἰδαῖον ἐπιθετικῶς καλήτορα εἶπεν.
τοῖο γέροντος: τούτου. λείπει δὲ τὸ τοῦ ἄρθρον.
δίφρου: εὐτελοῦς· ὁ γὰρ πολυτελὴς θρόνος· καὶ «δίφρον ἀεικέλιον καταθείς».
ἐϋξέστου: γράφεται «ἐϋσσώτρου».
ἐϋσσώτρου: ἀντὶ τοῦ «ἐϋξέστου». εὖ σευομένης. οἱ δὲ εὐτρόχου, ἀπὸ τῶν εὖ σευομένων τροχῶν.
ᾕρεον: δασυντέον· ἔφαμεν γὰρ τὸ περισπώμενον αἱρῶ δασύνεσθαι.
ᾕρεον: δασέως, ἵνʼ ᾖ ἀφῄρουν. τὸ δὲ ψιλὸν «ἤειραν».
δύο φάρεʼ ἐΰννητόν τε χιτῶνα: ἔθος τοὺς νεκροὺς δυσὶν κατακαλύπτειν ἐσθῆσιν, ὅπως τὸ μὲν ἄνω, τὸ δὲ κάτω σχῆμα. λαμβάνει δὲ δῶρα ἢ ἐξιλεούμενος Πάτροκλον ἢ ἵνα εἰς τὸν ἐπιτάφιον αὐτοῦ ἔχωσιν οἱ φίλοι, ἢ ὅτι Θέτις ἐκέλευσεν
δύο, ἵνα τὸ μὲν ὑποτεθῇ, τὸ δὲ ἐπιτεθῇ· τὸν δὲ χιτῶνα πρὸς τὸ ἐνδύσασθαι. λαμβάνει δὲ δῶρα ὡς ἱλεούμενος Πάτροκλον, καὶ ἵνα πλείονα ἔχῃ εἰς τὸν ἐπιτάφιον.
νέκυν πυκάσας: ὥστε ἀθεώρητον εἶναι τῷ πατρί.
δοίη: ὁ Ἀχιλλεύς.
χόλον οὐκ ἐρύσαιτο: ἔν τισι «κότον οὐ κατερύκοι». ἄμεινον δὲ «χόλον».
χόλον: Ῥιανὸς «κόλον», οἱ δὲ «κόπον». ἄμεινον δὲ «γόον», ἵνα μὴ ὑπερπαθήσας καταράσηται Ἀχιλλεῖ.
Ἡρωδιανὸς «γόον» γράφει· ποῖον γὰρ οὗτος εἶχε χόλον, εἰ μὴ μᾶλλον γόον;
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα: ὅτι ἔδει χιτῶνα, εἶτα φᾶρος.
αὐτὸς τόν γʼ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας:ἐμεμάραντο γὰρ ὁ θυμός. οὐκ ἄτοπος δὲ ἡ μεταβολή, Διὸς καὶ μητρὸς καὶ τοῦ ἱκέτου μεταβαλόντων.
μή μοι, Πάτροκλε: ὡς πρὸς παρόντα διαλέγεται τὸν Πάτροκλον οἰκτιζόμενος.
σκυδμαινέμεν: τοῦτο «σκυδάζειν» Σοφοκλῆς φησιν ἐν τῷ Αἴαντι
πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι—ὅσσʼ ἐπέοικεν: ἀθετοῦνται, ὅτι οὐκ ὀρθῶς ἕνεκα δώρων λέγει ἀπολελυκέναι τὸν νεκρόν· ὑπὸ γὰρ τοῦ Διὸς ἠναγκάσθη, ἐπεὶ οὐκ ἂν τὴν ὑπὲρ Πατρόκλου τιμωρίαν δώρων ἠλλάξατο.
πατρὶ φίλῳ, ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα—ἐπέοικεν: τινὲς ἀθετοῦσι· τὴν γὰρ Διὸς κέλευσιν αἰτίαν ὁμολογεῖν τῆς λύσεως ἔδει. πῶς δὲ δώσει τῷ ἀποθανόντι τινὲς δὲ οὐκ ἀνάξια τῆς σῆς αἰκίας· ἄλλως τε ἔθος τοὺς φόνους ἐπὶ χρήμασι λύειν· «καί ῥʼ ὁ μὲν ἐν δήμῳ μένει αὐτοῦ πόλλʼ ἀποτίσας», «καὶ μέν τίς τε κασιγνήτοιο φόνοιο ποινήν».
τινὲς ἀθετοῦσι· τὴν γὰρ Διὸς κέλευσιν αἰτίαν ἔδει λέγειν τῆς λύσεως. πῶς δὲ δώσει τῷ ἀποθανόντι; ἢ τάχα φησὶν ὅτι καὶ τὴν Διὸς γνώμην πληρώσας, ὅμως οὐκ ἀνάξια τῆς εἰς σὲ κακίας ἔλαβον. ἔθος δὲ τοὺς φόνους ἐπὶ χρήμασι λύειν. δώσει δὲ ἀποθανόντι διʼ ἐπιταφίων εἰς αὐτὸν ἀγώνων.
καὶ τῶνδʼ ἀποδάσσομαι: ὅτι καὶ μετὰ ταφὴν ἀπένεμον χρήματα.
τοῦ ἑτέρου: τοῦ ἐναντίου.
τοῦ πρὸς τὸ ἐξ ἐναντίας μέρος.
ὡς ἐκέλευες: γράφεται «ὡς ἐκέλευσας».
νῦν—δόρπου: οὐκ ἐν τῷ πένθει, ἀλλὰ καθόλου. παραμυθητικὸν δὲ τὸ τῆς διηγήσεως μῆκος· ἐπικουφίζεται γὰρ τὰ πάθη πρὸς ἀλλοτρίας συμφορὰς συγκρινόμενα.
καὶ γάρ τʼ ἠΰκομος Νιόβη: τὴν Νιόβην οἱ μὲν Πέλοπος, οἱ δὲ Ταντάλου· γυναῖκα δὲ οἱ μὲν Ἀμφίονος, οἱ δὲ Ζήθου, οἱ δὲ Ἀλαλκομένεω. ἐκαλεῖτο δὲ παρὰ Λυδοῖς Ἐλύμην. ἡ δὲ συμφορὰ αὐτῆς, ὡς μέν τινες, ἐν Λυδίᾳ, ὡς δὲ ἔνιοι, ἐν Θήβαις. Σοφοκλῆς δὲ τοὺς μὲν παῖδας ἐν Θήβαις ἀπολέσθαι, νοστῆσαι δὲ αὐτὴν εἰς Λυδίαν. ἀπώλετο δέ, ὥς τινες, συνεπιορκήσασα Πανδάρεῳ περὶ τοῦ κυνός, ὡς δὲ … ἐνεδρευθεῖσα ὑπὸ τῶν Σπαρτῶν ἐν Κιθαιρῶνι. οἱ δὲ δύο Νιόβας, Πέλοπος καὶ Ταντάλου. ὡς Θηβαῖον ὄντα τὸν μῦθον καὶ ἀγνοούμενον Πριάμῳ ἐπεξεργάζεται.
καὶ γάρ τʼ ἠΰκομος Νιόβη: τινὲς ἧττον τὸ κατὰ Νιόβην φασίν· οὗτος γὰρ πεντήκοντα ἀπώλεσεν. ἀλλʼ οὐχ ἅμα πάντας, ἐκείνη δὲ ἄρδην.
τὴν Νιόβην οἱ μὲν Πέλοπος, οἱ δὲ Ταντάλου, οἱ δὲ Ζήθου, οἱ δὲ Ἀλαλκομένεω γυναῖκά φασιν. ἡ δὲ συμφορὰ αὐτῆς, ὡς μέν τινες ἐν Λυδίᾳ, ὡς δὲ ἔνιοι ἐν Θήβαις ἀπολέσθαι, νοστῆσαι δὲ αὐτὴν εἰς Λυδίαν. ἡ δὲ αἰτία τῆς τῶν παίδων συμφορᾶς, ὅτι Λητοῖ παρισοῦτο, λέγουσα πλείονα τέκνα καὶ γενναιότερα τεκεῖν· ἧς οἱ παῖδες ὀργισθέντες τοὺς αὐτῆς ἀνεῖλον, ἡ μὲν θήλεια τὰς θηλείας, ὁ δὲ ἄρσην τοὺς ἄρσενας. αὐτὴ δὲ τῇ λύπῃ ἀφωνίᾳ κρατηθεῖσα ὡς λίθος ἦν ἄφωνος. οἱ δὲ λαοὶ ἀσυμπαθεῖς ὡς λίθοι ἦσαν, μισοῦντες αὐτήν. τινὲς δέ φασιν ἧττον τὸ κατὰ τὴν Νιόβην εἶναι, ὅτι οὗτος πεντήκοντα τέκνων ἐστέρηται. ἀλλʼ ἐκείνη πάντων ἅμα, οὗτος δὲ οὔ.
καὶ γάρ τʼ ἠΰκομος Νιόβη: Νιόβη θυγάτηρ μὲν ἦν Ταντάλου—πηγὰς δακρύων προϊεμένη. ἡ ἱστορία παρὰ Εὐφορίωνι
ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες: ὅτι οἱ νεώτεροι διαφωνοῦσι περὶ τοῦ ἀριθμοῦ τῶν Νιόβης παίδων· οἱ μὲν γὰρ δεκατέσσαρας, οἱ δὲ εἴκοσι τοὺς Νιοβίδας λέγουσιν.
υἱέες: γράφεται καὶ «υἱεῖς»· διχῶς οὖν.
υἱέες καὶ «υἱεῖς», διχῶς.
τοὺς μὲν Ἀπόλλων πέφνεν: ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.
τοὺς μὲν Ἀπόλλων πέφνεν: ῥητορικῶς ἀνέστρεψε τὴν διήγησιν· φάγε· καὶ γὰρ Νιόβη. τίς αὕτη; ἀπολέσασα δώδεκα παῖδας. ὑπὸ τίνος; ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος. διὰ τί; διʼ ὑπερηφανίαν.
ἄλλως· τοὺς μὲν Ἀπόλλων πέφνεν: ἴσως ὑπὸ λοιμοῦ ἀπολόμενοι ἐνομίσθησαν οὕτω τεθνάναι. Ἱπποκράτης δὲ ἐν τῷ Περὶ ὀξέων παθῶν φησὶν ὡς τοὺς ὀρθοπνοιεῖς καὶ ῥέγκους ἀπολλυμένους ᾤοντο βλητοὺς εἶναι, καθὸ τούτων μετὰ θάνατον ἡ πλευρὰ πελιὰ εὑρίσκεται διὰ τὸ μὴ ἀπηλλαγμένους τῶν ὀδυνῶν τελευτᾶν.
ἴσως δὲ ὑπὸ λοιμοῦ διαφθαρέντες ἐνομίσθησαν οὕτω τεθνάναι. Ἱπποκράτης δὲ ἐν τῷ Περὶ ὀξέων παθῶν φησι· «τοὺς ὑπὸ ὀρθοπνοίης καὶ κυνάγχης ἀπολλυμένους ᾤοντο βλητοὺς εἶναι διὰ τὸ αἴφνης καὶ μετʼ ὀδύνης τελευτᾶν».
ἡ δʼ αὐτὴ γείνατο πολλούς: αὐτὴ δέ, ὡς «ὁ δʼ ἐρεύγετο», ἐρεύγετο δέ. ἰδία δὲ ἡ μεταστροφή· οὐκ εἶπε γὰρ «ἑαυτὴν δὲ τετοκέναι πολλούς».
ἐν φόνῳ: ἐν τῷ τόπῳ, οὗ ἐφονεύθησαν.
λαοὺς δὲ λίθους ποίησε Κρονίων: ἀσυμπαθεῖς· ὠργίζοντο γὰρ αὐτῇ, ἐπεὶ διὰ τὴν αὐτῆς ἀσέβειαν ἀπώλοντο ἄν· «πολλάκι» γὰρ «καὶ σύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα»
λαοὺς δὲ λίθους ποίησε Κρονίων: ἀντὶ τοῦ λιθίνους τὰς ψυχὰς καὶ ἀσυμπαθεῖς ἐποίησε πρὸς τὸ μὴ θάψαι.
θάψαν θεοί: ταῦτα πρὸς τὸ μὴ ἀμελεῖν κηδείας, εἴγε καὶ θεομισεῖς ὄντας ἔθαψαν.
ἡ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα: πρὸς τὴν διαφωνίαν τῶν νεωτέρων· φασὶ γὰρ καὶ αὐτὴν ἀπολελιθῶσθαι, Ὅμηρος δὲ οὔ.
ἡ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ—χέουσα: οὐκ ἄρα ἐλιθώθη καθʼ Ὅμηρον.
νῦν δέ που ἐν πέτρῃσιν—πέσσει: ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι οὐκ ἀκόλουθοι τῷ «ἡ δʼ ἄρα σίτου μνήσατʼ, ἐπεὶ κάμε δάκρυ χέουσα»· εἰ γὰρ ἀπελιθώθη, πῶς σιτία προσηνέγκατο; καὶ ἡ παραμυθία γελοία· φάγε, ἐπεὶ καὶ ἡ Νιόβη ἔφαγε καὶ ἀπελιθώθη. ἔστι δὲ καὶ Ἡσιόδεια τῷ χαρακτῆρι, καὶ μᾶλλόν γε τὸ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο. καὶ τρὶς κατὰ τὸ συνεχὲς τὸ ἔν. πῶς δὲ καὶ λίθος γενομένη θεῶν ἐκ κήδεα πέσσει προηθετοῦντο δὲ καὶ παρʼ Ἀριστοφάνει.
νῦν δέ που ἐν πέτρῃσιν—πέσσει: ἀθετοῦνται τέσσαρες· πῶς γὰρ ἡ λίθος τροφῆς ἐγεύσατο τί δὲ ὁ Αἰτωλῶν ποταμὸς ἐν Σιπύλῳ ποιεῖ πῶς τε λίθος οὖσα κήδεα πέσσει
ἐν Σιπύλῳ, ὅθι φασὶ θεάων ἔμμεναι εὐνάς:Πίνδαρος· «ἐς ἔρανον φίλαν τε Σίπυλον». ἔστι δὲ πόλις Λυδίας, εἴγε καὶ «Λυδοῦ Πέλοπος» φησίν. οἱ δὲ Θηβῶν τὴν Σίπυλον, ἐπεὶ καὶ ἐκεῖ τὰ περὶ Νιόβην, φασίν. θεάων δὲ εὐνάς, ὅτι πατρὶς θεῶν· καὶ Πίνδαρος «δέμνιον Ἀρτέμιδος» τὴν Ὀρτυγίαν φησίν· Ῥέα γὰρ φοβηθεῖσα τὰς ἀπειλὰς Κρόνου σὺν ταῖς θυγατράσιν ᾤκησε Σίπυλον κρυφίως, καὶ ἱερὸν αὐτῶν ἐκεῖ.
Σίπυλος πόλις ἐστὶ Λυδίας, καὶ Ἀχελῷος ποταμὸς ἐκεῖ παρακείμενος. θεάων δὲ εὐνάς, ὅτι ἐκεῖ Σεμέλῃ ὁ Ζεὺς συνεκοιμήθη.
αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο: φιλοσόφως· ἐρρωμένην δεῖ καὶ τὴν τῶν θηλειῶν ὄρχησιν γίνεσθαι, ὃ καὶ Ἡσίοδος ἐπὶ τῶν Μουσῶν.
φιλοσόφως καὶ ἐρρωμένως καὶ μετὰ συνέσεως ὠρχήσαντο.
ἄλλως· αἵ τʼ ἀμφʼ Ἀχελώϊον: τινὲς «αἵ τʼ ἀμφʼ Ἀχελήσιον» — ποταμὸς δὲ Λυδίας, ἐξ οὗ πληροῦται ὁ Ὕλλος —, καὶ Ἡρακλέα νοσήσαντα ἐκ τῶν πόνων, ἀναδόντων αὐτῷ θερμὰ λουτρὰ τῶν ποταμῶν, τοὺς παῖδας Ὕλλον καλέσαι καὶ τὸν ἐξ Ὀμφάλης Ἀχέλητα, ὃς Λυδῶν ἐβασίλευσεν· εἰσὶ δὲ καὶ «νύμφαι Ἀχελήτιδες», ὥς φησι Πανύασσις. οἱ δὲ Ἀχελώϊον ὁμώνυμον τῷ Αἰτωλῷ, εἶναι δὲ καὶ ἄλλον περὶ Δύμην τῆς Ἀχαίας καὶ ἄλλον περὶ Λάρισσαν τῆς Τρῳάδος. καὶ πᾶν ὕδωρ Ἀχελῷόν φασιν· ὁ γὰρ ἐν Δωδώνῃ θεὸς παρῄνεσεν Ἀχελῴῳ θύειν· ὅθεν καὶ Ἀθηναῖοι καὶ Διδυμαῖοι καὶ Ῥόδιοι καὶ Σικελιῶται αὐτὸν τιμῶσιν. Ἀκαρνᾶνες δὲ καὶ ἀγῶνα αὐτῷ ἐπιτελοῦσιν.
αἵ τʼ ἀμφʼ Ἀχελώϊον ἐρρώσαντο: αἵτινες περὶ τὸ ὕδωρ χορεύουσιν, ἤτοι ἀπὸ τοῦ Ἀχελῴου ποταμοῦ τοῦ ἐν Αἰτωλίᾳ, ὃς ὠνόμασται ἀπὸ τοῦ ἄχη λύειν, ἢ ὅτι Ἀχελῷος κοινῶς καλεῖται πᾶν ὕδωρ. ἢ διὰ τοῦ η «Ἀχελήϊον»· Ἀχέλης γὰρ ποταμὸς ἀπὸ Σιπύλου ῥέει εἰς τὴν Σμυρναίων γῆν.
ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει:ἀκύρως· πῶς γὰρ ἡ λίθος πέσσει; καὶ ὡς Φιλήμων ὁ κωμικός· «ἐγὼ λίθον μὲν τὴν Νιόβην, μὰ τοὺς θεούς, οὐδέποτʼ ἐπείσθην οὐδὲ νῦν πείθομαι ὡς τοῦτʼ ἐγένετʼ ἄνθρωπος· ὑπὸ δὲ τῶν κακῶν τῶν συμπεσόντων τοῦ τε συμβάντος πάθους οὐδὲν λαλῆσαι δυναμένη πρὸς οὐδένα προσηγορεύθη διὰ τὸ μὴ φωνεῖν λίθος.» Φερεκύδης δὲ ἐν ηʹ· «ἡ δὲ Νιόβη ὑπὸ τοῦ ἄχεος ἀναχωρεῖ εἰς Σίπυλον καὶ ὁρᾷ τὴν πόλιν ἀνεστραμμένην καὶ Ταντάλῳ λίθον ἐπικρεμάμενον· ἀρᾶται δὲ τῷ Διῒ λίθος γενέσθαι. ῥεῖ δὲ ἐξ αὐτῆς δάκρυα καὶ πρὸς ἄρκτον ὁρᾷ.» ὁ δὲ Λυδὸς φησὶν ὅτι Ἀσσωνίδης ἐρασθεὶς αὐτῆς καὶ μὴ πεισθείσης ἐπʼ ἄριστον τοὺς παῖδας καλέσας ἐνέπρησεν. ἡ δὲ φυγοῦσα ηὔξατο λιθωθῆναι. τινὲς δὲ εἰς κρύσταλλον αὐτὴν μεταβεβλῆσθαί φασιν.
θεῶν ἐκ κήδεα πέσσει: τὸ ἔκ πρὸς τὸ θεῶν· τὰ ἐκ θεῶν κήδεα πέσσει.
μεδώμεθα … σίτου: χαρίεις ὁ συνδειπνῶν πρὸς ἀνάκτησιν τοῦ γέροντος, καίτοι προδειπνήσας.
φίλον παῖδα κλαίοισθα Ἴλιον εἰσαγαγών· πολυδάκρυτος δέ τοι ἔσται: ἐκ τοῦ ποιοῦντος τὸ ποιούμενον.
ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα:σημειοῦνταί τινες, ὅτι Ἡσίοδος ἐποίησεν· «ὤπτησαν μὲν πρῶτα, περιφραδέως δʼ ἐρύσαντο». οὐδεὶς δὲ περιφραδέως ἐξέλκει κρέα, ἀλλὰ μᾶλλον ὀπτᾷ.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο:ὅτι κατακέχρηται τῷ στίχῳ· ὁ γὰρ Ἀχιλλεὺς ἤδη κεκόρεστο· λέγει γὰρ «νέον δʼ ἀπέληγεν ἐδωδῆς».
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο:ἰδίως χρῆται τῷ στίχῳ· καὶ γὰρ ὁ μὲν ἐκκεκόρεστο Πρίαμον δὲ οὐκ εἰκὸς ἦν εἰς κόρον δειπνεῖν.
ὅσσος ἔην οἷος τε: ὅσος ἐν μεγέθει, οἷος ἐν κάλλει. ταῦτα δὲ πρὸς ἔκπληξιν τῶν ἀκροατῶν.
καὶ μῦθον ἀκούων: ἀπὸ κοινοῦ ἀγαθόν· φησὶ γοῦν περὶ αὐτοῦ· «θεόφιν μήστωρ ἀτάλαντος».
λέξον δή με: κλῖνον, κοίμισον· ἡ γὰρ διὰ χρόνου τροφὴ εἰς ὕπνον αὐτὸν καλεῖ.
παυσώμεθα: οὕτως Ἀρίσταρχος ἀντὶ τοῦ ἀναπαυσώμεθα· ἀπρεπὲς γὰρ τὸ λέγειν τὸν Πρίαμον «ταρπώμεθα».
ταρπώμεθα: Ἀρίσταρχος «παυσώμεθα», ἀναπαυσώμεθα δηλοῦν· οὐ γὰρ εὔκαιρον τὸ ταρπώμεθα. ἢ ἐπεὶ μετὰ δώδεκα ἡμέρας ἀΰπνους τέρψιν αὐτῷ μέλλει ἐπαγαγεῖν ἡ νύξ.
δώδεκα γὰρ νύκτας ὄντι ἀΰπνῳ οὐκ ὀλίγην ἡ νὺξ τὴν τέρψιν ποριεῖται.
οὐ γάρ πω μύσαν ὄσσε—ὤλεσε θυμόν: οὐ γάρ ὑπερβολικῶς· οὐ γὰρ ἔνδεκτον· λείπει οὖν τὸ ὡς πάλαι. ἢ διάφορα ἦν τὰ πάλαι σώματα· καὶ Ὀδυσσεὺς κυβερνῶν τὴν σχεδίαν ἑπτακαίδεκα ἡμέρας ἀγρυπνεῖ καὶ ἄλλας τρεῖς νήχεται
καὶ κήδεα μυρία πέσσω: ὑπὸ πολλῶν κακῶν ἀναλίσκομαι.
αὐλῆς ἐν χόρτοισι: Δίδυμος φησὶν ὅτι χόρτοις ἀντὶ τειχίων ἐχρῶντο.
ἄρα στόρεσαν: οὕτως Ἀρίσταρχος στόρεσαν, Ἰακῶς.
ἐγκονέουσαι: τὸ πονεῖν Ἰακῶς κονεῖν φησιν, ὡς πόθεν κόθεν.
ἐκτὸς μὲν δὴ λέξο: ἀφίστησιν αὐτόν, ἀμάρτυρον θέλων ἔχειν τὴν νυκτερινὴν παρρησίαν πρὸς συνουσίαν, καθάπερ ἡ μήτηρ παρῄνεσεν· αἰδεῖται γὰρ εἰσφέρειν Βρισηΐδα ὑπὲρ τοῦ Πριάμου. ἢ ὑπὲρ τοῦ πολλαπλασιάσαι τὴν χάριν· ἢ βεβαιῶσαι τὰς ἐπαγγελίας τῆς ἀνοχῆς, ὡς πάντων διʼ αὐτοῦ γινομένων. ἢ ἴσως οἶδεν Ἀγαμέμνονος τὸ πρὸς τοὺς πολεμίους σκληρόν· οἰκονομεῖται γὰρ τὸ νυκτὸς ἀπελθεῖν.
ἀφίστησιν αὐτόν, εὔκαιρον τὴν νύκτα πρὸς συνουσίαν ποιούμενος, ὡς ἡ μήτηρ παρῄνεσεν. ἢ βεβαιῶσαι θέλει ὡς πάντα διʼ αὐτοῦ γίνονται καὶ πρὸς αὐτὸν φοιτῶσι πάντες.
ποσσῆμαρ μέμονας—λαὸν ἐρύκω: ἅπαξ πεισθεὶς δίδωσι τὸν νεκρὸν καὶ τῆς κηδείας προνοεῖ δικαίως. δίχα δὲ Ἀγαμέμνονος δίδωσιν· ἄρχει γὰρ τοῦ ὑπαίθρου, «ὅπῃ ἄρξειεν Ἀχιλλεύς».
ποσσῆμαρ: ὑφʼ ἕν, περισπωμένης οὔσης πρὸ τέλους, ὡς καὶ ἐν τῷ «αὐτῆμαρ», «ἐννῆμαρ», «ἑξῆμαρ». προείρηται δὲ ἤδη περὶ τῆς λέξεως, ἀλλὰ καὶ ἐζήτητο ἐν ταῖς Προτάσεσι. παραιτητέον οὖν τοὺς κατὰ διάλυσιν ἀναγινώσκοντας.
ἐν ἑτέροις ὁ Ἡρωδιανός φησι· «πόσα μέρη ἐστὶ τὸ ποσσῆμαρ; ἓν γὰρ οὐ δύναται εἶναι, διότι οὐδέποτε πυσματικὸν μέρος λόγου προτάσσεται ἐν συνθέσει ἐξῃρημένου τοῦ ποδαπός· ἐπέγκειται γὰρ τὸ ποῖος τῷ δαπέδῳ. δύο δὲ πάλιν οὐ δύναται εἶναι· εἰρήκει γὰρ ἂν πόσα ἤματα. ἀπορουμένου τοίνυν αὐτοῦ κάλλιόν ἐστι λέγειν ἓν εἶναι μέρος λόγου ὅμοιον τῷ “ἐννῆμαρ”.»
ποσσῆμαρ: ὑφʼ ἓν τὸ ποσσῆμαρ ὡς «ἐννῆμαρ». μεσότητος γάρ ἐστιν, ἀντὶ τοῦ ποσσήμερον.
ἐπίρρημα μεσότητος.
τάφον: τὴν κηδείαν.
ὧδε: ὡς ἐπιφέρει
ἀξέμεν: λείπει τὸ ὥστε. καὶ ἐπὶ ξύλων δὲ τὸ ἄγειν· ἴσως δὲ διὰ τὰς ἡμιόνους.
μάλα δέ: Ἀρίσταρχος «μάλα γάρ», οὐ μάλα δέ.
Δίδυμος· «μάλα γάρ», οὐ δέ.
ἐννῆμαρ … γοάοιμεν: φιλοπενθὲς γὰρ τὸ βάρβαρον. ἢ ἅμα τῇ προφάσει τῆς κηδείας τὰ πρὸς πολιορκίαν ἑτοιμάζεται. καὶ οὐ πρότερον πύθεται ὡς προνοίᾳ θεῶν ἄσηπτον ἔχων τὸ σῶμα.
τῇ δεκάτῃ δέ κε θάπτοιμεν—ποιήσαιμεν: ὅτι μέχρι τούτων τῶν ἡμερῶν ἔκαιον καὶ μετὰ τὴν ταφὴν περίδειπνον ἐποίουν
θάπτοιμεν: τὸν τάφον ποιοῖμεν, ὅ ἐστι περίδειπνον.
ἀντὶ τοῦ τὸν ἐπιτάφιον δεῖπνον τῷ λαῷ ποιήσοιμεν,
δαινῦτό τε λαός: προπερισπαστέον, ὡς καὶ Φιλοξένῳ δοκεῖ, ἵνα ᾖ ἐκ τοῦ «δαινύατο» τοῦ πληθυντικοῦ συναλιφή, ὡς «πυθοίατο». ὡς οὖν τοὺς «νέκυας» «νέκυς» ἔφη καὶ τὸ «δαινύατο» δαινῦτο, οὕτως ἔχει καὶ τὸ «λελῦτο δὲ γυῖα ἑκάστου». οὐδὲν δὲ θαυμαστόν, εἰ πληθυντικόν ἐστι τὸ δαινῦτο καὶ τὸ λαός ἑνικόν· τῷ γὰρ σημαινομένῳ ἡ σύνταξις ἐγένετο, ὁμοίως τῷ «ἀγρόμενοι πᾶς δῆμος». Φιλοξένῳ δὲ ἀρέσκει ἐν Τοῖς εἰς μι λήγουσι καὶ ἑνικὸν αὐτὸ εὐκτικὸν εἶναι ἀκολούθως κεκλιμένον.
δαίνυτο: τινὲς προπερισπῶσιν ἐκ τοῦ «δαινύατο».
πολεμίξομεν, εἴ περ ἀνάγκη: ὡς ἀπειρηκὼς τῷ χρόνῳ καὶ ταῖς συμφοραῖς. ἐθεράπευσε δὲ τὸ φιλότιμον Ἀχιλλέως τῷ δέει τῶν πολεμίων
ἐπὶ καρπῷ χεῖρα ... ἔλλαβε δεξιτερήν: πρὸς πίστιν ἡ δεξιά.
ἐπὶ καρπῷ χεῖρα γέροντος: ἐδεξιώσατο—ἀνοχῶν τε καὶ συμβολῶν.
προδόμῳ: τῇ αἰθούσῃ.
πυκινὰ φρεσὶ μήδεʼ ἔχοντες: τοῦτο ἐν τῷ καθόλου, οὐ τότε μόνον.
ἀλλʼ οὐχ Ἑρμείαν—πυλαωρούς: δεῖ οὖν καὶ ἡμᾶς δεομένους τοῦ θεοῦ μὴ εἰκῇ τι πράσσειν. καὶ ὑπὲρ τὴν πρόσταξιν δὲ Διὸς ποιεῖ ἐλεῶν τὸν γέροντα, ὥς που φησίν· «ἀνδρὶ ἑταιρίσσαι».
ἱερούς: πιστούς. ἢ σωτῆρας, καὶ «φυλάκων ἱερὸν τέλος».
σεῖο δέ κεν ζῳοῦ—λελειμμένοι: ταῦτα ἐπίτηδες πρὸς ἀποτροπὴν τοῦ κοιμᾶσθαι αὐτόν.
ταῦτα πρὸς τὸ ἀποτρέψαι αὐτὸν τοῦ ὕπνου.
ἄγον: γράφεται «φέρον».
ἀλλʼ ἄρα Κασσάνδρη—πατέρʼ εἰσενόησεν: διὰ τὴν συμπάθειαν ὡς Νέστωρ οὐ διὰ τὴν μαντείαν· οὐ γὰρ οἶδεν αὐτὴν μάντιν ὁ ποιητής. ἀγωνιᾷ δὲ περὶ ἀδελφοῦ καὶ πατρός.
ἰκέλη χρυσῇ Ἀφροδίτῃ: κατʼ ἐπιφθορὰν εἴρηται· ἔδει γὰρ παρθένον Ἀρτέμιδι εἰκάζειν, ὡς Ναυσικάαν
ἑσταότα: Ἀρίσταρχος «ἑστεῶτα». διχῶς δὲ ὁ ποιητής φησιν.
ἀστυβοώτην: ἐπιθετικῶς τὸν κήρυκα, ἀπὸ τοῦ ἐν τῷ ἄστει βοᾶν.
γέγωνέ τε πᾶν κατὰ ἄστυ: ἡ χαρὰ γὰρ ἰσχὺν δίδωσιν. ἐχάρη δὲ ἰδοῦσα τὸν νεκρὸν ἀπροσδοκήτως ἀγόμενον.
ὄψεσθε: ὡς «ἄξετε δὲ Πριάμοιο βίην» καὶ «οἴσετε δʼ ἄρνε».
χαίρετε: συγχαίρετε. ἢ τὸ «ἰόντι» ἀντὶ τοῦ ἰόντος.
ἀντὶ τοῦ συνευφραίνεσθε καὶ συγχαίρετε.
ὣς ἔφατʼ, οὐδέ τις αὐτόθʼ ἐνὶ πτόλεϊ λίπετʼ ἀνήρ οὐδὲ γυνή: ἐναργῶς συνεργοῦσαν ἐποίησεν ἐπὶ τῇ παραδόξῳ θέᾳ τοῦ νεκροῦ καὶ τῇ σωτηρίᾳ τοῦ βασιλέως.
τιλλέσθην: ἑαυτὰς καὶ τὰς ἰδίας κεφαλάς.
δόμον δέ: γράφεται «πόλιν δέ».
ἀοιδούς θρήνους: θρηνῳδούς· δεινοπενθεῖς γὰρ οἱ βάρβαροι. ἀθετητέος δὲ ὁ Μουσῶν ἐπʼ Ἀχιλλεῖ θρῆνος
ἀοιδούς: ἀοιδοὺς νῦν τοὺς θρηνῳδούς. ἦσαν δὲ οὗτοι Κλεῖτος καὶ Ἐπιμήδης.
ἐξάρχους: ἐπιλεγόντων δηλονότι τῶν ἄλλων.
ἐξῆρχον μὲν ἐκεῖνοι τῶν λόγων, ὡς ἔοικε, καὶ διεδέχοντο αὐτοὺς αἱ γυναῖκες ἀντιφωνοῦσαι
οἱ μὲν ἄρʼ ἐθρήνεον: ἐν ἄλλῳ «οἱ μὲν δὴ θρήνεον».
τῇσιν: ἐν ἄλλῳ «τοῖσιν».
ἀπʼ αἰῶνος νέος ὤλεο: νέος ἐξεκόπης τῆς ζωῆς.
ἄλλως· νέος ὤλεο: οὕτως. Ζηνόδοτος δὲ «νέον ὤλεο».
ἄλλως· νέος ὤλεο: ἀπὸ οἰκτροῦ ἤρξατο· τοὺς γὰρ ἀποθανόντας ἐν γήρᾳ τοὐναντίον καὶ εὐδαιμονίζομεν.
πάϊς δέ τε: ἐν ἄλλῳ «πάϊς δʼ ἔτι».
ἔχες: ἠτυμολόγηκε τὸ ὄνομα Ἕκτορος.
νηυσὶν ὀχήσονται: ἐπὶ νηῶν οἰχήσονται.
καὶ μὲν ἐγώ: καὶ μὴν ἐγώ.
σὺ δʼ αὖ, τέκος: ἐκ τοῦ περὶ αὐτοῦ εἰς τὸν πρὸς αὐτόν.
ἀεθλεύων πρὸ ἄνακτος: κακοπαθῶν ὑπὲρ δεσπότου. καὶ Πίνδαρος· «λυσίπονοι θεράποντες»· ὑπὲρ ἐκείνων γὰρ πλέουσι, γεωργοῦσιν, ἀχθοφοροῦσιν.
ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου: ὅτι ἐντεῦθεν κινηθέντες οἱ μεθʼ Ὅμηρον ποιηταὶ ῥιπτόμενον κατὰ τοῦ τείχους ὑπὸ τῶν Ἑλλήνων εἰσάγουσι τὸν Ἀστυάνακτα.
ῥίψει χειρὸς ἑλών: ἢ στοχάζεται, ἢ ὡς ἔθους ὄντος τοὺς μὴ δυναμένους δουλεύειν παῖδας ῥίπτεσθαι. οἱ δὲ νεώτεροί φασιν αὐτὸν οἰκιστὴν ὕστερον γεγενῆσθαι Τροίας καὶ ἄλλων πόλεων.
λυγρὸν ὄλεθρον: ἀντὶ τοῦ λυγρῷ ὀλέθρῳ.
οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεός: νῦν περὶ αὐτοῦ, εἶτα ἀποστρέφει τὸν λόγον πρὸς αὐτόν ἐν τῷ «ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας, Ἕκτορ».
ἀρητόν: ἐπικατάρατον ἢ ἐπιβλαβῆ ἢ ἀείρρητον.
οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος: ταῦτα βιωτικά· γλυκὺ γὰρ ἐν πένθεσιν αἱ τελευταῖαι τῶν φίλων φωναὶ πρὸς παραμυθίαν.
ἄλλως· οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος: τὸ πρὸς τὴν βιωτικὴν παραίνεσιν λυσιτελοῦν ἔπος.
ἐπὶ δὲ στενάχοντο γυναῖκες: οὐ μετὰ τὸ θρηνῆσαι, ἀλλὰ σὺν αὐτῇ. οὐκ ἠδύνατο δὲ πάντα ὑφʼ ἓν εἰπεῖν.
ἦ: περισπαστέον τὸν ἦ.
ἄλλως· μέν μοι: τῷ μέν ἀποδίδωσι τὸν «δέ».
οἱ δʼ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ:οὐ πρὸς τὸ ῥητὸν ὑπήντησεν, ἀλλὰ πρὸς τὴν διάνοιαν· οὐ γὰρ εἶπε τὸ «καὶ τεθνηκὼς πάλιν αὐτοῖς φίλος εἶ». καὶ περισσὸς ὁ πέρ.
πέρνασχʼ, ὅντινʼ ἕλεσκε: ἐξηγεῖται τὸ πέρνασκε διὰ τοῦ πέρην ἁλὸς ἀτρυγέτοιο.
ὅντινʼ ἕλεσκε: ἐν ἄλλῳ «ὅντινʼ ἕλῃσι».
ἀμιχθαλόεσσαν: κατὰ Κυπρίους εὐδαίμονα. οἱ δὲ πετρώδη καὶ τὰ κύκλῳ ἀπόκρημνον· διὸ οὐκ ἐπιμίγνυσθαι τῇ γῇ θάλασσαν. οἱ δὲ ἄμικτον διὰ τὸ ἐκ θαλάσσης δυσπρόσιτον καὶ τὴν τραχύτητα. ἢ ἄμικτον Τρωσὶ διὰ τὸ Εὔνεω εἶναι οἱ δὲ ὀμιχλώδη καὶ ἀπροόρατον τοῖς πλέουσι διὰ τὰ ἐργαστήρια Ἡφαίστου· «εἴ κεν ἀμιχθαλόεσσαν ἀπʼ ἠέρα νηὸς ἐλάσσῃς»
ἀμιχθαλόεσσαν: ἤτοι ἀπρόσμικτον, ᾗ ῥᾳδίως οὐ μίγνυται ὁ ἀπὸ τῆς θαλάσσης, καθὸ ἀλίμενός ἐστιν. ἢ διὰ τοὺς ἐνοικοῦντας ἀγρίους καὶ θηριώδεις καὶ λῃστικὸν βίον ἐπανῃρημένους. ἔνιοι δὲ οὐχ οὕτως, ἀλλὰ τὴν ὀμιχλώδη ἀπέδοσαν.
ἄλλως· ἀμιχθαλόεσσαν: Ἀντίμαχος «μιχθαλόεσσαν».
νῦν δέ μοι ἑρσήεις—κατέπεφνεν: ὅσῳ εὐσεβὴς ὁ τεθνεὼς δείκνυται, τοσούτῳ ὁ θρῆνος αὔξει.
πρόσφατος: νεωστὶ πεφονευμένος. ἄμεινον δὲ τὸ νεωστὶ πεφασμένον ἐκ γῆς φυτόν, διὰ τὸ ἑρσήεις, ὡσεὶ ἔλεγε χλωρός.
νεωστὶ πεφονευμένος. ἢ ἀπὸ τῶν νεωστὶ πεφασμένων ἐκ γῆς φυτῶν, ἵνα δηλοῖ τὸ χλωρός.
ὅν τʼ ἀργυρότοξος Ἀπόλλων —κατέπεφνεν: ἀντὶ τοῦ ὃν συνέβη αἰφνιδίῳ καὶ ὀξεῖ θανάτῳ τελευτῆσαι.
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν:ἐν ἄλλῳ «οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος καταπέφνῃ».
ἀγανοῖσι: πράοις διὰ τὸ ἀνώδυνον. ἢ παρὰ τὸ ἀγάσασθαι, ὅ ἐστιν ἐκπλαγῆναι. γυναικείως δὲ μακαρίζει τὸ ἑστηκέναι αὐτῷ τὸ σῶμα.
ὤφελλʼ ἀπολέσθαι: «ὤφελλον ὀλέσθαι», οὕτως Ἀρίσταρχος, ἵνʼ ᾖ ὅμοιον τῷ «ὥς μʼ ὄφελʼ ἤματι τῷ— οἴχεσθαι προφέρουσα κακὴ ἀνέμοιο θύελλα».
τόδε εἰκοστὸν ἔτος ἐστί: δέκα γὰρ ἔτη ἐστρατολόγουν, «καμέτην δέ μοι ἵπποι λαὸν ἀγειρούσῃ»· καὶ γὰρ ἤκουον τὴν ἰσχὺν τῶν Τρώων· «καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας»· καὶ πλοῦτον, «καὶ σέ, γέρον, τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι». τὰ δὲ δέκα ταῦτα ἔτη παρεχείμαζον· ὅθεν πού φησιν «ἐεικοστῷ ἐνιαυτῷ οἴκαδʼ ἐλεύσεσθαι», ἴσως Ἁλιθέρσου τῇ ὑστέρᾳ παραχειμάσει τοῦτο εἰπόντος. διὰ τοῦτο οἱ μὲν μόγις ἐστράτευον, ὡς Ὀδυσσεύς, οἱ δὲ παρῃτοῦντο, ὡς Ἐχέπωλος οἵ τε Ἀτρεῖδαι διʼ ἑαυτῶν ἐπρέσβευον τῇ δὲ τοὺς περὶ Νέστορα ἔπεμπον γεγένηται οὖν ὁ Νεοπτόλεμος περὶ τὴν πρώτην ἔξοδον ὡς εἶναι αὐτὸν ὀκτωκαίδεκα ἐνιαυτῶν … Τηλέμαχος Πεισίστρατος Μεγαπένθης Ὀρέστης. παρεχείμαζον οὖν ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνοῦντο. καὶ τότε ἴσως καὶ Σκῦρον ἑλὼν Νεοπτόλεμον ἐποίησεν Ἀχιλλεύς.
καὶ γὰρ ἤκουον τὸν πλοῦτον καὶ τὴν ἰσχὺν τῶν Τρώων πολλὴν οὖσαν. καί τινες δὲ παρῃτοῦντο τὸν πόλεμον. καὶ διὰ τοῦτο ἐκεῖ καθήμενοι ἐστρατολόγουν.
ἄλλως· εἰκοστὸν ἔτος: ψευδές· οὐ γὰρ εἰκοστὸν ἔτος δύναται εἶναι, ἐξ οὗ εἰς τὸ Ἴλιον ἦλθεν Ἑλένη, εἴγε δεκαετὴς μὲν ἡ τοῦ πολέμου παρασκευὴ ὁμολογεῖται γεγονέναι, εἰκοστῷ δὲ Ὀδυσσεὺς ἐνιαυτῷ εἰς τὴν Ἰθάκην ἐπανελήλυθε, πολὺν ἐν τῇ πλάνῃ ἐνδιατρίψας χρόνον. ῥητέον δὲ ὅτι δέκα ἔτη ἐστρατολόγουν χειμάζοντες ἐν ταῖς ἰδίαις καὶ θέρους εἰς Αὐλίδα ἀφικνούμενοι, νῦν δὲ εἰκοστὸν ἔτος ἐστὶν ἀπὸ τῆς ἁρπαγῆς Ἑλένης. ἐπὶ δὲ Ὀδυσσέως τὰ δέκα ἔτη τῆς στρατολογίας οὐκ ἀριθμητέον.
ἐμῆς ἀπελήλυθα πάτρης: ἔδει «ἀπὸ τῆς ἐμῆς ἤλυθον πάτρης».
ἀλλʼ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος: φησὶ γὰρ «οὔ τί μοι αἰτίη ἐσσί», ἄτοπόν τε ἐῶντα τὸν αἴτιον τὴν ἀναίτιον μέμφεσθαι. λεληθότως δὲ ἐσήμανεν ὡς οἱ φρόνιμοι τῶν Τρώων πρὸς τιμῆς ἔχειν ἡγοῦντο τὴν Ἑλένην καὶ διὰ τοῦτο οὐκ ἀπεδίδοσαν.
ἐνίπτοι: γράφεται «ἐνίσσοι».
αἰεί: γράφεται «ἦεν».
καὶ ἔμʼ ἄμμορον: καὶ ἐμαυτήν. οἱ δὲ γράφουσι «καὶ ἐμὸν μόρον».
ἐπὶ δʼ ἔστενε δῆμος ἀπείρων: οὐ μόνον αἱ γυναῖκες· πλείονα γὰρ ἐκίνησεν οἶκτον. ἐπὶ πλείστῳ δὲ ἐλέῳ καταστρέφει τὴν Ἰλιάδα· ὅθεν καὶ οἱ ῥήτορες ἐν τοῖς δικανικοῖς ἔσχατον τιθέασι τὸν οἶκτον ὡς κινοῦντα τὸν ἀκροατήν.
ὁ γέρων: διὰ τὸ οἰκτρὸν ἢ μᾶλλον τὸ ἔντιμον πρόσκειται, ὡς «Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν».
ἐννῆμαρ—ὕλην: σπεύδουσι γὰρ τῇ δεκάτῃ καὶ ἑνδεκάτῃ τελειῶσαι τὸν τάφον· ἡ γὰρ ἑξῆς εἰς πόλεμον ἐταμιεύθη.
ἀγείνεον ἄσπετον ὕλην: ἅμα καὶ εἰς πολιορκίαν αὐτὴν ταμιεύοντες.
φαεσίμβροτος ἠώς: ἐν ἄλλῳ «ῥοδοδάκτυλος ἠώς».
δακρυχέοντες: ἐν ἄλλῳ «ἀχνύμενοι κῆρ».
ὀστέα: τινὲς «ὄστεα» προπαροξυτόνως ὡς «χάλκεα». ἄμεινον δὲ παροξύνειν.
καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν: ἡ διπλῆ, ὅτι τὴν σορὸν λάρνακα εἶπεν.
καλύψαντες: τινὲς «καθάψαντες».
περὶ δὲ σκοποὶ εἵατο πάντῃ: στρατηγικὸν τὸ μὴ ταῖς σπονδαῖς πιστεύσαντας ἀστρατηγήτους ἑαυτοὺς παραδοῦναι τοῖς πολεμίοις, καὶ νουνεχείας πολλῆς.
ὣς οἵ γʼ ἀμφίεπον—ἱπποδάμοιο: Μενεκράτης φησὶν αἰσθόμενον ἑαυτοῦ ἀσθενείας τὸν ποιητὴν καὶ τοῦ μὴ ὁμοίως δύνασθαι φράζειν σιωπῆσαι τὰ μεθʼ Ἕκτορα. καλῶς δὲ ἐταμιεύσατο τὰ λοιπὰ ἑαυτῷ τῶν ζητημάτων εἰς τὴν Ὀδύσσειαν· μικρὰ γὰρ ἦν ἡ ὑπόθεσις περὶ τῆς οἰκίας Ὀδυσσέως μόνον· τὰ γὰρ λείψανα ἐκεῖ ἃ μὲν Ὀδυσσεύς ἃ δὲ Νέστωρ καὶ Μενέλαος ἃ δὲ Δημόδοκος κιθαρίζων φασίν. ἄλλως τε πολιορκίαν μακρὰν οὐκ ἄξιον διηγεῖσθαι. τινὲς γράφουσιν «ὣς οἵ γʼ ἀμφίεπον τάφον Ἕκτορος· ἦλθε δʼ Ἀμαζών, Ἄρηος θυγάτηρ μεγαλήτορος ἀνδροφόνοιο»
τάφον: Ἀττικοὶ τὸ περίδειπνον τάφον λέγουσι, Πολύϊδος δὲ τὸ μνημεῖον.