ΠΕΙΡΙΘΟΥΣ
ἡ σκηνὴ τοῦ δράματος ἐν Ἅιδου
Αἰακός Ἔα, τί χρῆμα; δέρκομαι σπουδῇ τινα
δεῦρʼ ἐγκονοῦντα καὶ μάλʼ εὐτόλμῳ φρενί.
εἰπεῖν δίκαιον, ὦ ξένʼ, ὅστις ὢν τόπους
ἐς τούσδε χρίμπτῃ καὶ καθʼ ἥντινʼ αἰτίαν.
Ἡρακλῆς οὐδεὶς ὄκνος πάντʼ ἐκκαλύψασθαι λόγον·
ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄνομα δʼ Ἡρακλῆς,
θεῶν δὲ πάντων πατρὸς ἐξέφυν Διός·
ἐμῇ γὰρ ἦλθε μητρὶ κεδνὰ πρὸς λέχη
Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.
ἥκω δὲ δεῦρο πρὸς βίαν, Εὐρυσθέως
ἀρχαῖς ὑπείκων, ὅς μʼ ἔπεμψʼ Ἅιδου κύνα
ἄγειν κελεύων ζῶντα πρὸς Μυκηνίδας
πύλας, ἰδεῖν μὲν οὐ θέλων, ἆθλον δέ μοι
ἀνήνυτον τόνδʼ ᾤετʼ ἐξηυρηκέναι.
τοιόνδʼ ἰχνεύων πρᾶγος Εὐρώπης κύκλῳ
Ἀσίας τε πάσης ἐς μυχοὺς ἐλήλυθα.
Χορός ἵνα πλημοχόας τάσδʼ εἰς χθόνιον
χάσμʼ εὐφήμως προχέωμεν
ἀκάμας τε χρόνος περί τʼ ἀενάῳ
ῥεύματι πλήρης φοιτᾷ τίκτων
αὐτὸς ἑαυτόν, δίδυμοί τʼ ἄρκτοι
ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς
τὸν Ἀτλάντειον τηροῦσι πόλον
σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ
ῥύμβῳ πάντων φύσιν ἐμπλέξανθʼ,
ὃν πέρι μὲν φῶς, πέρι δʼ ὀρφναία
νὺξ αἰολόχρως ἄκριτός τʼ ἄστρων
ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει
Πειρίθους ... εσφηλα
…
κατελ …
ἐλθὼν …
Ἑλλην
βωμω …
θεὸς δὲ μανια
ἔπεμψεν ἄτην
νεφέλην γυναικ
ἔσπειρεν εἰς τοὺς θ …
θυγατρὶ μίσγοιτʼ ε
τοίων δὲ κόμπων
ποινὰς θεοῖς ἔτεισεν
μανίας τροχῶι περι
οἰστρηλάτοισιν ωχ
ἄπυστος ἀνθρώποισι
ἔκρυψεν, ἀλλὰ βορεα
διεσπαράχθη συν μ
πατὴρ ἁμαρτὼν εἰς θεοὺς
ἐγὼ δʼ ἐκείνου πήματα
Θησεὺς τῷ Πειρίθῳ κολαζομένῳ καὶ δεδεμένῳ
αἰδοῦς ἀχαλκεύτοισιν ἔζευκται πέδαις
....ση̣ς̣[
πη[
ν πόνου
.........].σοι το̣.[.....] ἡδὺ ν[ῦ]ν δοκεῖ
Θησεύς ........ ]τ̣ος, Ἡράκλεις, [σὲ] μέμψομαι
........ ]η̣, πιστὸν γὰρ ἄνδρα καὶ φίλον
...... πρ]ο̣δοῦναι δυσμ[εν]ῶς εἰλημμένον.
Ἡρακλῆς σαυτῶι τε,] Θησεῦ, τῇ τʼ Ἀθηναίων πό[λει
πρέποντʼ ἔλεξας· τοῖσι δυσ[τυ]χ̣οῦσι γάρ
ἀεί ποτʼ εἶ σὺ σύμμαχος· σκῆψιν [δʼ ἐμ]οί
ἀεικές ἐστʼ ἔχοντα πρὸς πάτρα̣ν̣ μολεῖν.
Εὐρυσθέα γὰρ πῶς δοκεῖς ἄν, ἄσμενο̣ν̣
εἴ μοι πύθοιτο ταῦτα συμπράξαντά σε,
⸏λέξειν ἂν ὡς ἄκραντος ἤθληται πόνος;
Θησεύς ἀλλʼ οὗ σὺ χρήιζεις π[.........] ἐμὴν ἔχεις
εὔνοιαν, οὐκ ἔμπλ[ηκτον, ἀλλʼ ἐλ]ευθέρως
ἐχθροῖσί τʼ ἐχθρὰν̣ [καὶ φίλοισι]ν εὐμενῆ.
πρόσθεν σʼ ἐμοὶ τ̣[............ ]ει λόγος,
⸏λέγοις δʼ ἂν [....].[ ]ους λόγους
Ἡρακλῆς ὦ φ[ ]
ι̣ας
[ὑ]π̣ηρετῶ
. θν̣[η]τ̣ῶ[ν] φρένας
γ̣νώμης ἄτερ
[τοῦ]τό σοι φίλον
… δ̣ι̣κώτ̣ατʼ αἰτιᾷ θεούς
… η πᾶς [ἀ]νέρριπται κύβος
… ..οντα μὴ μάταιον ᾖ
… ην ἔχω .εξα[.] δὲ χρή
… μαθεῖν ὅτου[
… .[ ]υσι[
… .[.].[ **
… γ̣.ε̣ν̣
… αλλ̣αγήν
… ν
… ρενι
… ι̣ θεῷ
… νερτέρων
… τ̣ες
[ ]
...
... [ ].[
[ ]σ̣θε[
[ ]ε̣νος̣[
—
[ ].ερασς̣[
[ ]σον ῥω̣[
[].υ̣ς̣..[
[ ]νησθεις̣[
[]λ̣λ̣ον ἀθλο[
[ ]αρουστα̣[
[ ]...[
[ ].η̣κ̣α̣κ̣.[
[ ]λ̣οπ̣λα̣[
[ ]....[
[ ]..[
[ ]π̣ειν[
[ ]..[
...
... [ ]....ω[
[ ]υ̣ροιμ̣[
[ ]ο̣φεω[
[ ]εν̣η̣χ[
[ ]πορωγ̣[
[]..ν̣τ̣ερε̣ας̣[
[ ].καιγην[
[ ].μασε[
[ ]ν̣ε̣[
...
οὐκ ἀγυμνάστῳ φρενί
ἔρριψεν, ὅστις τόνδʼ ἐκαίνισεν λόγον,
ὡς τοῖσιν εὖ φρονοῦσι συμμαχεῖ τύχη
τρόπος δὲ χρηστὸς ἀσφαλέστερος νόμου·
τὸν μὲν γὰρ οὐδεὶς ἂν διαστρέψαι ποτέ
ῥήτωρ δύναιτο, τὸν δʼ ἄνω τε καὶ κάτω
λόγοις ταράσσων πολλάκις λυμαίνεται
οὔκουν τὸ μὴ ζῆν κρεῖσσόν ἐστʼ ἢ ζῆν κακῶς;
ἔφεξιν
θρᾶξαι
ΡΑΔΑΜΑΝΘΥΣ
οἳ γῆν ἔχουσʼ Εὐβοΐδα πρόσχωρον πόλιν
Ῥαδάμανθυς ἔρωτες ἡμῖν εἰσὶ παντοῖοι βίου·
ὁ μὲν γὰρ εὐγένειαν ἱμείρει λαβεῖν,
τῷ δʼ οὐχὶ τούτου φροντίς, ἀλλὰ χρημάτων
πολλῶν κεκλῆσθαι βούλεται πατὴρ δόμοις·
ἄλλῳ δʼ ἀρέσκει μηδὲν ὑγιὲς ἐκ φρενῶν
λέγοντι πείθειν τοὺς πέλας τόλμῃ κακῇ·
οἱ δʼ αἰσχρὰ κέρδη πρόσθε τοῦ καλοῦ βροτῶν
ζητοῦσιν· οὕτω βίοτος ἀνθρώπων πλάνη.
ἐγὼ δὲ τούτων οὐδενὸς χρῄζω τυχεῖν,
δόξαν δὲ βουλοίμην ἂν εὐκλείας ἔχειν
οὐδεὶς γὰρ ἡμᾶς ὅστις ἐξαιρήσεται
ΣΙΣΥΦΟΣ
Σίσυφος ἦν χρόνος ὅτʼ ἦν ἄτακτος ἀνθρώπων βίος
καὶ θηριώδης ἰσχύος θʼ ὑπηρέτης,
ὅτʼ οὐδὲν ἆθλον οὔτε τοῖς ἐσθλοῖσιν ἦν
οὔτʼ αὖ κόλασμα τοῖς κακοῖς ἐγίγνετο.
κἄπειτά μοι δοκοῦσιν ἅνθρωποι νόμους
θέσθαι κολαστάς, ἵνα δίκη τύραννος ᾖ
… τήν θʼ ὕβριν δούλην ἔχῃ·
ἐζημιοῦτο δʼ εἴ τις ἐξαμαρτάνοι.
ἔπειτʼ ἐπειδὴ τἀμφανῆ μὲν οἱ νόμοι
ἀπεῖργον αὐτοὺς ἔργα μὴ πράσσειν βίᾳ,
λάθρᾳ δʼ ἔπρασσον, τηνικαῦτά μοι δοκεῖ
… πυκνός τις καὶ σοφὸς γνώμην ἀνήρ
θεῶν δέος θνητοῖσιν ἐξευρεῖν, ὅπως
εἴη τι δεῖμα τοῖς κακοῖσι, κἂν λάθρᾳ
πράσσωσιν ἢ λέγωσιν ἢ φρονῶσί τι.
ἐντεῦθεν οὖν τὸ θεῖον εἰσηγήσατο,
ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ
νόῳ τʼ ἀκούων καὶ βλέπων, φρονῶν τε καί
προσέχων τε ταῦτα καὶ φύσιν θείαν φορῶν,
ὃς πᾶν τὸ λεχθὲν ἐν βροτοῖς ἀκούσεται,
τὸ δρώμενον δὲ πᾶν ἰδεῖν δυνήσεται.
ἐὰν δὲ σὺν σιγῇ τι βουλεύῃς κακόν,
τοῦτʼ οὐχὶ λήσει τοὺς θεούς· τὸ γὰρ φρονοῦν
… ἔνεστι. τούσδε τοὺς λόγους λέγων
διδαγμάτων ἥδιστον εἰσηγήσατο
ψευδεῖ καλύψας τὴν ἀλήθειαν λόγῳ.
ναίειν δʼ ἔφασκε τοὺς θεοὺς ἐνταῦθʼ ἵνα
μάλιστʼ ἂν ἐξέπληξεν ἀνθρώπους ἄγων,
ὅθεν περ ἔγνω τοὺς φόβους ὄντας βροτοῖς
καὶ τὰς ὀνήσεις τῷ ταλαιπώρῳ βίῳ,
ἐκ τῆς ὕπερθε περιφορᾶς, ἵνʼ ἀστραπάς
κατεῖδον οὔσας, δεινὰ δὲ κτυπήματα
βροντῆς τό τʼ ἀστερωπὸν οὐρανοῦ δέμας,
Χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ,
ὅθεν τε λαμπρὸς ἀστέρος στείχει μύδρος
ὅ θʼ ὑγρὸς εἰς γῆν ὄμβρος ἐκπορεύεται.
τοίους πέριξ ἔστησεν ἀνθρώποις φόβους,
διʼ οὓς καλῶς τε τῷ λόγῳ κατῴκισεν
τὸν δαίμονʼ οὗτος ἐν πρέποντι χωρίῳ,
τὴν ἀνομίαν τε τοῖς νόμοις κατέσβεσεν
…
οὕτω δὲ πρῶτον οἴομαι πεῖσαί τινα
θνητοὺς νομίζειν δαιμόνων εἶναι γένος
ΤΕΝΝΗΣ
φεῦ·
οὐδὲν δίκαιόν ἐστιν ἐν τῷ νῦν γένει
ὁ χρόνος ἁπάσης ἐστὶν ὀργῆς φάρμακον
ὅστις δὲ τοῖς φίλοισι πάντα πρὸς χάριν
πράσσων ὁμιλεῖ, τὴν παραυτίχʼ ἡδονήν
ἔχθραν καθίστησʼ εἰς τὸν ὕστερον χρόνον
δεινὸν δʼ ὅταν τις μὴ φρονῶν δοκῇ φρονεῖν
σοφῆς δὲ πενίας σκαιότητα πλουσίαν
κρεῖσσον σύνοικόν ἐστιν ἐν δόμοις ἔχειν